Τρίτη, 27 Νοεμβρίου 2012

Έξοδος




ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΤΑΥΤΑ τα ονόματα των υιών Ισραήλ των εισπεπορευμένων εις Αίγυπτον άμα Ιακώβ τω πατρί αυτών, έκαστος πανοικί αυτών εισήλθοσαν. 2 Ρουβήν, Συμεών, Λευϊ, Ιούδας, 3 Ισσάχαρ, Ζαβουλών και Βενιαμίν, 4 Δάν και Νεφαθλείμ, Γάδ και Ασήρ. 5 Ιωσήφ δε ην εν Αιγύπτω. ήσαν δε πάσαι ψυχαί εξ Ιακώβ πέντε και εβδομήκοντα. 6 ετελεύτησε δε Ιωσήφ και πάντες οι αδελφοί αυτού και πάσα η γενεά εκείνη. 7 οι δε υιοί Ισραήλ ηυξήθησαν και επληθύνθησαν και χυδαίοι εγένοντο. και κατίσχυον σφόδρα σφόδρα, επλήθυνε δε η γη αυτούς.

 8 Ανέστη δε βασιλεύς έτερος επ ‘ Αίγυπτον, ος ουκ ήδει τον Ιωσήφ. 9 είπε δε τω έθνει αυτού· ιδού το γένος των υιών Ισραήλ μέγα πλήθος και ισχύει υπέρ ημάς· 10 δεύτε ουν κατασοφισώμεθα αυτούς, μη ποτε πληθυνθή, και ηνίκα αν συμβή ημίν πόλεμος, προστεθήσονται και ούτοι προς τους υπεναντίους και εκπολεμήσαντες ημάς εξελεύσονται εκ της γης. 11 και επέστησεν αυτοίς επιστάτας των έργων, ίνα κακώσωσιν αυτούς εν τοις έργοις· και ωκοδόμησαν πόλεις οχυράς τω Φαραώ, την τε Πειθώμ και Ραμεσσή και Ων, ή εστιν Ηλιούπολις. 12 καθότι δε αυτούς εταπείνουν, τοσούτω πλείους εγίγνοντο, και ίσχυον σφόδρα σφόδρα· και εβδελύσσοντο οι Αιγύπτιοι από των υιών Ισραήλ. 13 και κατεδυνάστευον οι Αιγύπτιοι τους υιούς Ισραήλ βία 14 και κατωδύνων αυτών την ζωήν εν τοις έργοις τοις σκληροίς, τω πηλω και τη πλινθεία και πάσι τοις έργοις τοις εν τοις πεδίοις, κατά πάντα τα έργα, ων κατεδουλούντο αυτούς μετά βίας.


 15 Και είπεν ο βασιλεύς των Αιγυπτίων ταις μαίαις των Εβραίων· τη μια αυτών όνομα Σεπφώρα, και το όνομα της δευτέρας Φουά, 16 και είπεν· όταν μαιούσθε τας Εβραίας και ώσι προς τω τίκτειν, εάν μεν άρσεν ή, αποκτείνατε αυτό, εάν δε θήλυ, περιποιείσθε αυτό. 17 εφοβήθησαν δε αι μαίαι τον Θεόν και ουκ εποίησαν καθότι συνέταξεν αυταίς ο βασιλεύς Αιγύπτου, και εζωογόνουν τα άρσενα. 18 εκάλεσε δε ο βασιλεύς Αιγύπτου τας μαίας και είπεν αυταίς· τι ότι εποιήσατε το πράγμα τούτο και εζωογονείτε τα άρσενα; 19 είπαν δε αι μαίαι τω Φαραώ· ουχ ως γυναίκες Αιγύπτου αι Εβραίαι, τίκτουσι γαρ πριν ή εισελθείν προς αυτάς τας μαίας· και έτικτον. 20 εύ δε εποίει ο Θεός τας μαίας, και επλήθυνεν ο λαός και ίσχυε σφόδρα. 21 επεί δε εφοβούντο αι μαίαι τον Θεόν, εποίησαν εαυταίς οικίας. 22 συνέταξε δε Φαραώ παντί τω λαω αυτού λέγων· παν άρσεν, ό εάν τεχθή τοις Εβραίοις, εις τον ποταμόν ρίψατε· και παν θήλυ, ζωογονείτε αυτό.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΗΝ δε τις εκ της φυλής Λευϊ, ος έλαβε των θυγατέρων Λευϊ, 2 και εν γαστρί έλαβε και έτεκεν άρσεν· ιδόντες δε αυτό αστείον εσκέπασαν αυτό μήνας τρεις. 3 επεί δε ουκ ηδύναντο αυτό έτι κρύπτειν, έλαβεν αυτω η μήτηρ αυτού θίβιν και κατέχρισεν αυτήν ασφαλτοπίσση και ενέβαλε το παιδίον εις αυτήν και έθηκεν αυτήν εις το έλος παρά τον ποταμόν. 4 και κατεσκόπευεν η αδελφή αυτού μακρόθεν μαθείν, τι το αποβησόμενον αυτω. 5 κατέβη δε η θυγάτηρ Φαραώ λούσασθαι επί τον ποταμόν, και αι άβραι αυτής παρεπορεύοντο παρά τον ποταμόν. και ιδούσα την θίβιν εν τω έλει, αποστείλασα την άβραν ανείλατο αυτήν. 6 ανοίξασα δε ορά παιδίον κλαίον εν τη θίβει, και εφείσατο αυτού η θυγάτηρ Φαραώ και έφη· από των παιδίων των Εβραίων τούτο. 7 και είπεν η αδελφή αυτού τη θυγατρί Φαραώ· θέλεις καλέσω σοι γυναίκα τροφεύουσαν εκ των Εβραίων και θηλάσει σοι το παιδίον; 8 η δε είπεν η θυγάτηρ Φαραώ· πορεύου. ελθούσα δε η νεάνις εκάλεσε την μητέρα του παιδίου. 9 είπε δε προς αυτήν η θυγάτηρ Φαραώ· διατήρησόν μοι το παιδίον τούτο και θήλασόν μοι αυτό, εγώ δε δώσω σοι τον μισθόν. έλαβε δε η γυνή το παιδίον και εθήλαζεν αυτό. 10 αδρυνθέντος δε του παιδίου, εισήγαγεν αυτό προς την θυγατέρα Φαραώ, και εγενήθη αυτη εις υιόν· επωνόμασε δε το όνομα αυτού Μωυσήν λέγουσα· εκ του ύδατος αυτόν ανειλόμην.

 11 Εγένετο δε εν ταις ημέραις ταις πολλαίς εκείναις μέγας γενόμενος Μωυσής, εξήλθε προς τους αδελφούς αυτού τους υιούς Ισραήλ. κατανοήσας δε τον πόνον αυτών ορά άνθρωπον Αιγύπτιον τύπτοντά τινα Εβραίον των εαυτού αδελφών των υιών Ισραήλ· 12 περιβλεψάμενος δε ώδε και ώδε ουχ ορά ουδένα και πατάξας τον Αιγύπτιον, έκρυψεν αυτόν εν τη άμμω. 13 εξελθών δε τη ημέρα τη δευτέρα ορά δύο άνν αυτόν ραίους διαπληκτιζομένους και λέγει τω αδικούντι· δια τι συ τύπτεις τον πλησίον; 14 ο δε είπε· τις σε κατέστησεν άρχοντα και δικαστήν εφ ‘ ημών; μη ανελείν με συ θέλεις, ον τρόπον ανείλες χθές τον Αιγύπτιον; εφοβήθη δε Μωυσής, και είπεν· ει ούτως εμφανές γέγονε το ρήμα τούτο; 15 ήκουσε δε Φαραώ το ρήμα τούτο και εζήτει ανελείν Μωυσήν· ανεχώρησε δε Μωυσής από προσώπου Φαραώ και ώκησεν εν γη Μαδιάμ, ελθών δε εις γην Μαδιάμ εκάθισεν επί του φρέατος. 16 τω δε ιερεί Μαδιάμ ήσαν επτά θυγατέρες ποιμαίνουσαι τα πρόβατα του πατρός αυτών Ιοθόρ· παραγενόμεναι δε ήντλουν έως έπλησαν τας δεξαμενάς ποτίσαι τα πρόβατα του πατρός αυτών Ιοθόρ. 17 παραγενόμενοι δε οι ποιμένες εξέβαλλον αυτάς· αναστάς δε Μωυσής ερρύσατο αυτάς και ήντλησεν αυταίς και επότισε τα πρόβατα αυτών· 18 παρεγένοντο δε προς Ραγουήλ τον πατέρα αυτών. ο δε είπεν αυταίς· διατί εταχύνατε του παραγενέσθαι σήμερον; 19 αι δε είπαν· άνθρωπος Αιγύπτιος ερρύσατο ημάς από των ποιμένων και ήντλησεν ημίν και επότισε τα πρόβατα ημών. 20 ο δε είπε ταις θυγατράσιν αυτού· και που εστι; και ινατί ούτως καταλελοίπατε τον άνθρωπον; καλέσατε ουν αυτόν, όπως φάγη άρτον. 21 κατωκίσθη δε Μωυσής παρά τω ανθρώπω, και εξέδοτο Σεπφώραν την θυγατέρα αυτού Μωυσή γυναίκα. 22 εν γαστρί δε λαβούσα η γυνή έτεκεν υιόν, και επωνόμασε Μωυσής το όνομα αυτού Γηρσάμ λέγων· ότι πάροικός ειμι εν γη αλλοτρία.

 23 Μετά δε τας ημέρας τας πολλάς εκείνας ετελεύτησεν ο βασιλεύς Αιγύπτου. και κατεστέναξαν οι υιοί Ισραήλ από των έργων και ανεβόησαν, και ανέβη η βοή αυτών προς τον Θεόν από των έργων. 24 και εισήκουσεν ο Θεός τον στεναγμόν αυτών, και εμνήσθη ο Θεός της διαθήκης αυτού της προς Αβραάμ και Ισαάκ και Ιακώβ. 25 και επείδεν ο Θεός τους υιούς Ισραήλ και εγνώσθη αυτοίς.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ Μωυσής ην ποιμαίνων τα πρόβατα Ιοθόρ του γαμβρού αυτού του ιερέως Μαδιάμ και ήγαγε τα πρόβατα υπό την έρημον και ήλθεν εις το όρος Χωρήβ. 2 ώφθη δε αυτω άγγελος Κυρίου εν πυρί φλογός εκ του βάτου, και ορά ότι ο βάτος καίεται πυρί, ο δε βάτος ου κατεκαίετο. 3 είπε δε Μωυσής· παρελθών όψομαι το όραμα το μέγα τούτο, ότι ου κατακαίεται ο βάτος. 4 ως δε είδε Κύριος ότι προσάγει ιδείν, εκάλεσεν αυτόν ο Κύριος εκ του βάτου λέγων· Μωυσή, Μωυσή. ο δε είπε· τι εστι; 5 ο δε είπε· μη εγγίσης ώδε. λύσαι το υπόδημα εκ των ποδών σου· ο γαρ τόπος, εν ω συ έστηκας, γη αγία εστί. 6 και είπεν· εγώ ειμι ο Θεός του πατρός σου, Θεός Αβραάμ και Θεός Ισαάκ και Θεός Ιακώβ. απέστρεψε δε Μωυσής το πρόσωπον αυτού· ευλαβείτο γαρ κατεμβλέψαι ενώπιον του Θεού. 7 είπε δε Κύριος προς Μωυσήν· ιδών είδον την κάκωσιν του λαού μου του εν Αιγύπτω και της κραυγής αυτών ακήκοα από των εργοδιωκτών· οίδα γαρ την οδύνην αυτών, 8 και κατέβην εξελέσθαι αυτούς εκ χειρός των Αιγυπτίων και εξαγαγείν αυτούς εκ της γης εκείνης και εισαγαγείν αυτούς εις γην αγαθήν και πολλήν, εις γην ρέουσαν γάλα και μέλι, εις τον τόπον των Χαναναίων και Χετταίων και Αμορραίων και Φερεζαίων και Γεργεσαίων και Ευαίων και Ιεβουσαίων 9 και νυν ιδού κραυγή των υιών Ισραήλ ήκει προς με, καγώ εώρακα τον θλιμμόν, ον οι Αιγύπτιοι θλίβουσιν αυτούς. 10 και νυν δεύρο αποστείλω σε προς Φαραώ βασιλέα Αιγύπτου, και εξάξεις τον λαόν μου τους υιούς Ισρήλ εκ γης Αιγύπτου. 11 και είπε Μωυσής προς τον Θεόν· τις ειμι εγώ, ότι πορεύσομαι προς Φαραώ βασιλέα Αιγύπτου, και ότι εξάξω τους υιούς Ισραήλ εκ γης Αιγύπτου; 12 είπε δε ο Θεός Μωυσή λέγων· ότι έσομαι μετά σου, και τούτό σοι το σημείον, ότι εγώ σε εξαποστέλλω εν τω εξαγαγείν σε τον λαόν μου εξ Αιγύπτου και λατρεύσετε τω Θεω εν τω όρει τούτω. 13 και είπε Μωυσής προς τον Θεόν· ιδού εγώ εξελεύσομαι προς τους υιούς Ισραήλ, και ερώ προς αυτούς· ο Θεός των πατέρων ημών απέσταλκέ με προς υμάς. ερωτήσουσί με· τι όνομα αυτω; τι ερώ προς αυτούς; 14 και είπεν ο Θεός προς Μωυσήν λέγων· εγώ ειμι ο ων. και είπεν· ούτως ερείς τοις υιοίς Ισραήλ· ο ων απέσταλκέ με προς υμάς. 15 και είπεν ο Θεός πάλιν προς Μωυσήν· ούτως ερείς τοις υιοίς Ισραήλ· Κύριος ο Θεός των πατέρων ημών, Θεός Αβραάμ και Θεός Ισαάκ και Θεός Ιακώβ απέσταλκέ με προς υμάς· τούτό μου εστιν όνομα αιώνιον και μνημόσυνον γενεών γενεαίς. 16 ελθών ουν συνάγαγε την γερουσίαν των υιών Ισραήλ και ερείς προς αυτούς· Κύριος ο Θεός των πατέρων ημών ώπταί μοι, Θεός Αβραάμ και Θεός Ισαάκ και Θεός Ιακώβ, λέγων· επισκοπή επέσκεμμαι υμάς και όσα συμβέβηκεν υμίν εν Αιγύπτω. 17 και είπεν· αναβιβάσω υμάς εκ της κακώσεως των Αιγυπτίων εις την γην των Χαναναίων και Χετταίων και Αμορραίων και Φερεζαίων και Γεργεσαίων και Ευαίων και Ιεβουσαίων, εις γην ρέουσαν γάλα και μέλι. 18 και εισακούσονταί σου της φωνής· και εισελεύση συ και η γερουσία Ισραήλ προς Φαραώ βασιλέα Αιγύπτου και ερείς προς αυτόν· ο Θεός των Εβραίων προσκέκληται ημάς· πορευσόμεθα ουν οδόν τριών ημερών εις την έρημον, ίνα θύσωμεν τω Θεω ημών. 19 εγώ δε οίδα ότι ου προήσεται υμάς Φαραώ βασιλεύς Αιγύπτου πορευθήναι, εάν μη μετά χειρός κραταιάς. 20 και εκτείνας την χείρα πατάξω τους Αιγυπτίους εν πάσι τοις θαυμασίοις μου, οίς ποιήσω εν αυτοίς, και μετά ταύτα εξαποστελεί υμάς. 21 και δώσω χάριν τω λαω τούτω εναντίον των Αιγυπτίων· όταν δε αποτρέχητε, ουκ απελεύσεσθε κενοί· 22 αλλά αιτήσει γυνή παρά γείτονος και συσκήνου αυτής σκεύη αργυρά και χρυσά και ιματισμόν, και επιθήσετε επί τους υιούς υμών και επί τας θυγατέρας υμών και σκυλεύσετε τους Αιγυπτίους.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΑΠΕΚΡΙΘΗ δε Μωυσής και είπεν· εάν μη πιστεύσωσί μοι, μηδέ εισακούσωσι της φωνής μου, ερούσι γαρ, ότι ουκ ώπταί σοι ο Θεός, τι ερώ προς αυτούς; 2 είπε δε αυτω Κύριος· τι τούτό εστι το εν τη χειρί σου; ο δε είπε· ράβδος. 3 και είπε· ρίψον αυτήν επί την γην. και έρριψεν αυτήν επί την γην, και εγένετο όφις· και έφυγε Μωυσής απ ‘ αυτού. 4 και είπε Κύριος προς Μωυσήν· έκτεινον την χείρα και επιλαβού της κέρκου· εκτείνας ουν την χείρα επελάβετο της κέρκου, και εγένετο ράβδος εν τη χειρί αυτού· 5 ίνα πιστεύσωσί σοι ότι ώπταί σοι ο Θεός των πατέρων αυτών, Θεός Αβραάμ και Θεός Ισαάκ και Θεός Ιακώβ. 6 είπε δε αυτω Κύριος πάλιν· εισένεγκον την χείρά σου εις τον κόλπον σου. και εισήνεγκε την χείρα αυτού εις τον κόλπον αυτού· και εξήνεγκε την χείρα αυτού εκ του κόλπου αυτού, και εγενήθη η χείρ αυτού ωσεί χιών. 7 και είπε πάλιν· εισένεγκον την χείρά σου εις τον κόλπον σου. και εισήνεγκε την χείρα εις τον κόλπον αυτού· και εξήνεγκεν αυτήν εκ του κόλπου αυτού, και πάλιν αποκατέστη εις την χρόαν της σαρκός αυτής. 8 εάν δε μη πιστεύσωσί σοι, μηδέ εισακούσωσι της φωνής του σημείου του πρώτου, πιστεύσουσί σοι της φωνής του σημείου του δευτέρου. 9 και έσται εάν μη πιστεύσωσί σοι τοις δυσί σημείοις τούτοις, μηδέ εισακούσωσι της φωνής σου, λήψη από του ύδατος του ποταμού και εκχεείς επί το ξηρόν, και έσται το ύδωρ, ό εάν λάβης από του ποταμού, αίμα επί του ξηρού. 10 είπε δε Μωυσής προς Κύριον· δέομαι, Κύριε, ουχ ικανός ειμι προ της χθές, ουδέ προ της τρίτης ημέρας, ουδέ αφ ‘ ου ήρξω λαλείν τω θεράποντί σου· ισχνόφωνος και βραδύγλωσσος εγώ ειμι. 11 είπε δε Κύριος προς Μωυσήν· τις έδωκε στόμα ανθρώπω, και τις εποίησε δύσκωφον και κωφόν, βλέποντα και τυφλόν; ουκ εγώ ο Θεός; 12 και νυν πορεύου, και εγώ ανοίξω το στόμα σου, και συμβιβάσω σε, ό μέλλεις λαλήσαι. 13 και είπε Μωυσής· δέομαι, Κύριε, προχείρισαι δυνάμενον άλλον, ον αποστελείς. 14 και θυμωθείς οργή Κύριος επί Μωυσήν είπεν· ουκ ιδού Ααρών ο αδελφός σου ο Λευϊτης; επίσταμαι ότι λαλών λαλήσει αυτός σοι· και ιδού αυτός εξελεύσεται εις συνάντησίν σοι και ιδών σε χαρήσεται εν εαυτω. 15 και ερείς προς αυτόν και δώσεις τα ρήματά μου εις το στόμα αυτού· και εγώ ανοίξω το στόμα σου και το στόμα αυτού και συμβιβάσω υμάς α ποιήσετε. 16 και αυτός σοι λαλήσει προς τον λαόν, και αυτός έσται σου στόμα, συ δε αυτω έση τα προς τον Θεόν. 17 και την ράβδον ταύτην την στραφείσαν εις όφιν λήψη εν τη χειρί σου, εν ή ποιήσεις εν αυτη τα σημεία.

 18 Επορεύθη δε Μωυσής και απέστρεψε προς Ιοθόρ τον γαμβρόν αυτού και λέγει· πορεύσομαι και αποστρέψω προς τους αδελφούς μου τους εν Αιγύπτω και όψομαι, ει έτι ζώσι. και είπεν Ιοθόρ Μωυσή· βάδιζε υγιαίνων. μετά δε τας ημέρας τας πολλάς εκείνας ετελεύτησεν ο βασιλεύς Αιγύπτου. 19 είπε δε Κύριος προς Μωυσήν εν Μαδιάμ· βάδιζε, άπελθε εις Αίγυπτον· τεθνήκασι γαρ πάντες οι ζητούντές σου την ψυχήν. 20 αναλαβών δε Μωυσής την γυναίκα και τα παιδία ανεβίβασεν αυτά επί τα υποζύγια και επέστρεψεν εις Αίγυπτον· έλαβε δε Μωυσής την ράβδον την παρά του Θεού εν τη χειρί αυτού. 21 είπε δε Κύριος προς Μωυσήν· πορευομένου σου και αποστρέφοντος εις Αίγυπτον, όρα πάντα τα τέρατα, α δέδωκα εν ταις χερσί σου, ποιήσεις αυτά εναντίον Φαραώ· εγώ δε σκληρυνώ την καρδίαν αυτού, και ου μη εξαποστείλη τον λαόν. 22 συ δε ερείς τω Φαραώ· τάδε λέγει Κύριος· υιος πρωτότοκός μου Ισραήλ· 23 είπα δε σοι· εξαπόστειλον τον λαόν μου, ίνα μοι λατρεύση· ει μεν ουν μη βούλει εξαποστείλαι αυτούς, όρα ουν, εγώ αποκτενώ τον υιόν σου τον πρωτότοκον. 24 εγένετο δε εν τη οδω εν τω καταλύματι συνήντησεν αυτω άγγελος Κυρίου και εζήτει αυτόν αποκτείναι. 25 και λαβούσα Σεπφώρα ψήφον περιέτεμε την ακροβυστίαν του υιού αυτής και προσέπεσε προς τους πόδας αυτού και είπεν· έστη το αίμα της περιτομής του παιδίου μου. 26 και απήλθεν απ ‘ αυτού, διότι είπεν· έστη το αίμα της περιτομής του παιδίου μου.

 27 Είπε δε Κύριος προς Ααρών· πορεύθητι εις συνάντησιν Μωυσή εις την έρημον· και επορεύθη και συνήντησεν αυτω εν τω όρει του Θεού, και κατεφίλησαν αλλήλους. 28 και ανήγγειλε Μωυσής τω Ααρών πάντας τους λόγους Κυρίου, ους απέστειλε, και πάντα τα σημεία, α ενετείλατο αυτω. 29 επορεύθη δε Μωυσής και Ααρών και συνήγαγον την γερουσίαν των υιών Ισραήλ. 30 και ελάλησεν Ααρών πάντα τα ρήματα ταύτα, α ελάλησεν ο Θεός προς Μωυσήν, και εποίησε τα σημεία εναντίον του λαού. 31 και επίστευσεν ο λαός και εχάρη, ότι επεσκέψατο ο Θεός τους υιούς Ισραήλ και ότι είδεν αυτών την θλίψιν· κύψας δε ο λαός προσεκύνησε.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ μετά ταύτα εισήλθε Μωυσής και Ααρών προς Φαραώ και είπαν αυτω· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· εξαπόστειλον τον λαόν μου, ίνα μοι εορτάσωσιν εν τη ερήμω. 2 και είπε Φαραώ· τις εστιν ου εισακούσομαι της φωνής αυτού, ωστε εξαποστείλαι τους υιούς Ισραήλ; ουκ οίδα τον Κύριον και τον Ισραήλ ουκ εξαποστέλλω. 3 και λέγουσιν αυτω· ο Θεός των Εβραίων προσκέκληται ημάς· πορευσόμεθα ουν οδόν τριών ημερών εις την έρημον, όπως θύσωμεν Κυρίω τω Θεω ημών, μη ποτε συναντήση ημίν θάνατος ή φόνος. 4 και είπεν αυτοίς ο βασιλεύς Αιγύπτου· ινατί Μωυσή και Ααρών διαστρέφετε τον λαόν από των έργων; απέλθατε έκαστος υμών προς τα έργα αυτού. 5 και είπε Φαραώ· ιδού νυν πολυπληθεί ο λαός· μη ουν καταπαύσωμεν αυτούς από των έργων. 6 συνέταξε δε Φαραώ τοις εργοδιώκταις του λαού και τοις γραμματεύσι λέγων· 7 ουκέτι προστεθήσεσθε διδόναι άχυρον τω λαω εις την πλινθουργίαν καθάπερ χθές και τρίτην ημέραν· αλλ ‘ αυτοί πορευέσθωσαν και συναγαγέτωσαν εαυτοίς άχυρα. 8 και την σύνταξιν της πλινθείας, ης αυτοί ποιούσι, καθ ‘ εκάστην ημέραν επιβαλείς αυτοίς, ουκ αφελείς ουδέν· σχολάζουσι γαρ· δια τούτο κεκράγασι λέγοντες· εγερθώμεν και θύσωμεν τω Θεω ημών. 9 βαρυνέσθω τα έργα των ανθρώπων τούτων, και μεριμνάτωσαν ταύτα και μη μεριμνάτωσαν εν λόγοις κενοίς. 10 κατέσπευδεν δε αυτούς οι εργοδιώκται και οι γραμματείς και έλεγον προς τον λαόν λέγοντες· τάδε λέγει Φαραώ· ουκέτι δίδωμι υμίν άχυρα· 11 αυτοί υμείς πορευόμενοι συλλέγετε εαυτοίς άχυρα, όθεν εάν εύρητε, ου γαρ αφαιρείται από της συντάξεως υμών ουδέν. 12 και διεσπάρη ο λαός εν όλη γη Αιγύπτω, συναγαγείν καλάμην εις άχυρα· 13 οι δε εργοδιώκται κατέσπευδον αυτούς λέγοντες· συντελείτε τα έργα τα καθήκοντα καθ ‘ ημέραν, καθάπερ και ότε το άχυρον εδίδοτο υμίν. 14 και εμαστιγώθησαν οι γραμματείς του γένους των υιών Ισραήλ, οι κατασταθέντες επ ‘ αυτούς υπό των επιστατών του Φαραώ, λέγοντες· διατί ου συνετελέσατε τας συντάξεις υμών της πλινθείας καθάπερ χθές και τρίτην ημέραν, και το της σήμερον; 15 εισελθόντες δε οι γραμματείς των υιών Ισραήλ κατεβόησαν προς Φαραώ λέγοντες· ινατί συ ούτως ποιείς τοις σοίς οικέταις; 16 άχυρον ου δίδοται τοις οικέταις σου, και την πλίνθον ημίν λέγουσι ποιείν, και ιδού οι παίδές σου μεμαστίγωνται· αδικήσεις ουν τον λαόν σου. 17 και είπεν αυτοίς· σχολάζετε, σχολασταί εστε· δια τούτο λέγετε· πορευθώμεν, θύσωμεν τω Θεω ημών. 18 νυν ουν πορευθέντες εργάζεσθε· το γαρ άχυρον ου δοθήσεται υμίν, και την σύνταξιν της πλινθείας αποδώσετε. 19 εώρων δε οι γραμματείς των υιών Ισραήλ εαυτούς εν κακοίς λέγοντες· ουκ απολείψετε της πλινθείας το καθήκον τη ημέρα. 20 συνήντησαν δε Μωυσή και Ααρών ερχομένοις εις συνάντησιν αυτοίς, εκπορευομένων αυτών από Φαραώ. 21 και είπαν αυτοίς· ίδοι ο Θεός υμάς και κρίναι, ότι εβδελύξατε την οσμήν ημών εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού, δούναι ρομφαίαν εις τας χείρας αυτού, αποκτείναι ημάς. 22 επέστρεψε δε Μωυσής προς Κύριον και είπε· δέομαι, Κύριε· τι εκάκωσας τον λαόν τούτον; και ινατί απέσταλκάς με; 23 και αφ ‘ ου πεπόρευμαι προς Φαραώ λαλήσαι επί τω σω ονόματι, εκάκωσε τον λαόν τούτον, και ουκ ερρύσω τον λαόν σου.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ είπε Κύριος προς Μωυσήν· ήδη όψει α ποιήσω τω Φαραώ· εν γαρ χειρί κραταιά εξαποστελεί αυτούς και εν βραχίονι υψηλω εκβαλεί αυτούς εκ της γης αυτού.

 2 Ελάλησε δε ο Θεός προς Μωυσήν και είπε προς αυτόν· εγώ Κύριος· 3 και ώφθην προς Αβραάμ και Ισαάκ και Ιακώβ, Θεός ων αυτών, και το όνομά μου Κύριος ουκ εδήλωσα αυτοίς· 4 και έστησα την διαθήκην μου προς αυτούς ωστε δούναι αυτοίς την γην των Χαναναίων, την γην, ην παρωκήκασιν, εν ή και παρώκησαν επ ‘ αυτής. 5 και εγώ εισήκουσα τον στεναγμόν των υιών Ισραήλ, ον οι Αιγύπτιοι καταδουλούνται αυτούς, και εμνήσθην της διαθήκης υμών. 6 βάδιζε, ειπόν τοις υιοίς Ισραήλ λέγων· εγώ Κύριος και εξάξω υμάς από της δυναστείας των Αιγυπτίων και ρύσομαι υμάς εκ της δουλείας και λυτρώσομαι υμάς εν βραχίονι υψηλω και κρίσει μεγάλη 7 και λήψομαι εμαυτω υμάς λαόν εμοί και έσομαι υμών Θεός, και γνώσεσθε ότι εγώ Κύριος ο Θεός υμών ο εξαγαγών υμάς εκ της καταδυναστείας των Αιγυπτίων, 8 και εισάξω υμάς εις την γην, εις ην εξέτεινα την χείρά μου, δούναι αυτήν τω Αβραάμ και Ισαάκ και Ιακώβ, και δώσω υμίν αυτήν εν κλήρω· εγώ Κύριος. 9 ελάλησε δε Μωυσής ούτω τοις υιοίς Ισραήλ, και ουκ εισήκουσαν Μωυσή από της ολιγοψυχίας και από των έργων των σκληρών.

 10 Είπε δε Κύριος προς Μωυσήν λέγων· 11 είσελθε, λάλησον Φαραώ βασιλεί Αιγύπτου, ίνα εξαποστείλη τους υιούς Ισραήλ εκ της γης αυτού. 12 ελάλησε δε Μωυσής έναντι Κυρίου λέγων· ιδού οι υιοί Ισραήλ ουκ εισήκουσάν μου, και Πως εισακούσεταί μου Φαραώ; εγώ δε άλογός ειμι. 13 είπε δε Κύριος προς Μωυσήν και Ααρών και συνέταξεν αυτοίς προς Φαραώ βασιλέα Αιγύπτου, ωστε εξαποστείλαι τους υιούς Ισραήλ εκ γης Αιγύπτου.

 14 Και ούτοι αρχηγοί οίκων πατριών αυτών. υιοί Ρουβήν πρωτοτόκου Ισραήλ· Ενώχ και Φαλλούς, Ασρών και Χαρμεί· αύτη η συγγένεια Ρουβήν. 15 και υιοί Συμεών· Ιεμουήλ και Ιαμείν και Αώδ και Ιαχείν και Σαάρ και Σαούλ ο εκ της Φοινίσσης· αύται αι πατριαί των υιών Συμεών. 16 και ταύτα τα ονόματα των υιών Λευί κατά συγγενείας αυτών. Γεδσών, Καάθ και Μεραρεί· και τα έτη της ζωής Λευί εκατόν τριακονταεπτά. 17 και ούτοι υιοί Γεδσών· Λοβενεί και Σεμεεί, οίκοι πατριάς αυτών. 18 και υιοί Καάθ· Αμβράμ και Ισαάρ, Χεβρών και ‘Οζειήλ· και τα έτη της ζωής Καάθ εκατόν τριακοντατρία έτη. 19 και υιοί Μεραρεί· Μοολεί και Ομουσεί. ούτοι οι οίκοι πατριών Λευί κατά συγγενείας αυτών. 20 και έλαβεν Αμβράμ την Ιωχαβέδ θυγατέρα του αδελφού του πατρός αυτού εαυτω εις γυναίκα, και εγέννησεν αυτω τον τε Ααρών και τον Μωυσήν και Μαριάμ την αδελφήν αυτών· τα δε έτη της ζωής Αμβράμ εκατόν τριακονταδύο έτη. 21 και υιοί Ισσαάρ· Κορέ και Ναφέκ και Ζεχρεί. 22 και υιοί ‘Οζειήλ· Μισαήλ και Ελισαφάν και Σεγρεί. 23 έλαβε δε Ααρών την Ελισαβέθ θυγατέρα Αμειναδάβ αδελφήν Ναασσών αυτω γυναίκα, και έτεκεν αυτω τον τε Ναδάβ και Αβιούδ και τον Ελεάζαρ και Ιθάμαρ. 24 υιοί δε Κορέ· Ασείρ και Ελκανά και Αβιάσαφ· αύται αι γενέσεις Κορέ. 25 και Ελεάζαρ ο του Ααρών έλαβε των θυγατέρων Φουτιήλ αυτω γυναίκα, και έτεκεν αυτω τον Φινεές. αύται αι αρχαί πατριάς Λευιτών κατά γενέσεις αυτών. 26 ούτος Ααρών και Μωυσής, οίς είπεν αυτοίς ο Θεός εξαγαγείν τους υιούς Ισραήλ εκ γης Αιγύπτου συν δυνάμει αυτών· 27 ούτοί εισιν οι διαλεγόμενοι προς Φαραώ βασιλέα Αιγύπτου και εξήγαγον τους υιούς Ισραήλ εκ γης Αιγύπτου· αυτός Ααρών και Μωυσής.

 28 ­… ημέρα ελάλησε Κύριος Μωυσή εν γη Αιγύπτω, 29 και ελάλησε Κύριος προς Μωυσήν λέγων· εγώ Κύριος· λάλησον προς Φαραώ βασιλέα Αιγύπτου όσα εγώ λέγω προς σε. 30 και είπε Μωυσής εναντίον Κυρίου· ιδού εγώ ισχνόφωνός ειμι, και Πως εισακούσεταί μου Φαραώ;

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ είπε Κύριος προς Μωυσήν λέγων· ιδού δέδωκά σε θεόν Φαραώ, και Ααρών ο αδελφός σου έσται σου προφήτης· 2 συ δε λαλήσεις αυτω πάντα, όσα σοι εντέλλομαι, ο δε Ααρών ο αδελφός σου λαλήσει προς Φαραώ, ωστε εξαποστείλαι τους υιούς Ισραήλ εκ της γης αυτού. 3 εγώ δε σκληρυνώ την καρδίαν Φαραώ και πληθυνώ τα σημείά μου και τα τέρατα εν γη Αιγύπτω. 4 και ουκ εισακούσεται υμών Φαραώ· και επιβαλώ την χείρά μου επ ‘ Αίγυπτον και εξάξω συν δυνάμει μου τον λαόν μου τους υιούς Ισραήλ εκ γης Αιγύπτου συν εκδικήσει μεγάλη. 5 και γνώσονται πάντες οι Αιγύπτιοι, ότι εγώ ειμι Κύριος εκτείνων την χείρά μου επ ‘ Αίγυπτον, και εξάξω τους υιούς Ισραήλ εκ μέσου αυτών. 6 εποίησε δε Μωυσής και Ααρών καθάπερ ενετείλατο αυτοίς Κύριος, ούτως εποίησαν. 7 Μωυσής δε ην ετών ογδοήκοντα, Ααρών δε ο αδελφός αυτού ετών ογδοηκοντατριών, ηνίκα ελάλησε προς Φαραώ.

 8 Και είπε Κύριος προς Μωυσήν και Ααρών λέγων· 9 και εάν λαλήση προς υμάς Φαραώ λέγων· δότε ημίν σημείον ή τέρας, και ερείς Ααρών τω αδελφω σου· λάβε την ράβδον και ρίψον επί την γην εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού, και έσται δράκων. 10 εισήλθε δε Μωυσής και Ααρών εναντίον Φαραώ και των θεραπόντων αυτού και εποίησαν ούτως, καθάπερ ενετείλατο αυτοίς Κύριος· και έρριψεν Ααρών την ράβδον εναντίον Φαραώ, και εναντίον των θεραπόντων αυτού, και εγένετο δράκων. 11 συνεκάλεσε δε Φαραώ τους σοφιστάς Αιγύπτου και τους φαρμακούς, και εποίησαν και οι επαοιδοί των Αιγυπτίων ταις φαρμακείαις αυτών ωσαύτως. 12 και έρριψαν έκαστος την ράβδον αυτών, και εγένοντο δράκοντες· και κατέπιεν η ράβδος η Ααρών τας εκείνων ράβδους. 13 και κατίσχυσεν η καρδία Φαραώ, και ουκ εισήκουσεν αυτών, καθάπερ ενετείλατο αυτοίς Κύριος.

 14 Είπε δε Κύριος προς Μωυσήν· βεβάρηται η καρδία Φαραώ του μη εξαποστείλαι τον λαόν. 15 βάδισον προς Φαραώ το πρωϊ· ιδού αυτός εκπορεύεται επί το ύδωρ, και έση συναντών αυτω επί το χείλος του ποταμού και την ράβδον την στραφείσαν εις όφιν λήψη εν τη χειρί σου. 16 και ερείς προς αυτόν· Κύριος ο Θεός των Εβραίων απέσταλκέ με προς σε λέγων· εξαπόστειλον τον λαόν μου, ίνα μοι λατρεύση εν τη ερήμω· και ιδού ουκ εισήκουσας έως τούτου. 17 τάδε λέγει Κύριος· εν τούτω γνώση ότι εγώ Κύριος· ιδού εγώ τύπτω τη ράβδω τη εν χειρί μου επί το ύδωρ το εν τω ποταμω, και μεταβαλεί εις αίμα· 18 και οι ιχθύες οι εν τω ποταμω τελευτήσουσι, και εποζέσει ο ποταμός, και ου δυνήσονται οι Αιγύπτιοι πιείν ύδωρ από του ποταμού. 19 είπε δε Κύριος προς Μωυσήν· ειπόν Ααρών τω αδελφω σου· λάβε την ράβδον σου εν τη χειρί σου και έκτεινον την χείρά σου επί τα ύδατα Αιγύπτου και επί τους ποταμούς αυτών και επί τας διώρυγας αυτών και επί τα έλη αυτών και επί παν συνεστηκός ύδωρ αυτών, και έσται αίμα, και εγένετο αίμα εν πάση γη Αιγύπτου εν τε τοις ξύλοις και εν τοις λίθοις. 20 και εποίησαν ούτως Μωυσής και Ααρών, καθάπερ ενετείλατο αυτοίς Κύριος· και επάρας τη ράβδω αυτού επάταξε το ύδωρ το εν τω ποταμω εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού και μετέβαλε παν το ύδωρ το εν τω ποταμω εις αίμα. 21 και οι ιχθύες οι εν τω ποταμω ετελεύτησαν, και επώζεσεν ο ποταμός, και ουκ ηδύναντο οι Αιγύπτιοι πιείν ύδωρ εκ του ποταμού, και ην το αίμα εν πάση γη Αιγύπτου. 22 εποίησαν δε ωσαύτως και οι επαοιδοί των Αιγυπτίων ταις φαρμακείαις αυτών· και εσκληρύνθη η καρδία Φαραώ, και ουκ εισήκουσεν αυτών, καθάπερ είπε Κύριος. 23 επιστραφείς δε Φαραώ εισήλθεν εις τον οίκον αυτού και ουκ επέστησε τον νουν αυτού ουδέ επί τούτω. 24 ώρυξαν δε πάντες οι Αιγύπτιοι κύκλω του ποταμού ωστε πιείν ύδωρ, και ουκ ηδύναντο πιείν ύδωρ από του ποταμού. 25 και ανεπληρώθησαν επτά ημέραι μετά το πατάξαι Κύριον τον ποταμόν.

 26 Είπε δε Κύριος προς Μωυσήν· είσελθε προς Φαραώ και ερείς προς αυτόν· τάδε λέγει Κύριος· εξαπόστειλον τον λαόν μου, ίνα μοι λατρεύσωσιν· 27 ει δε μη βούλει συ εξαποστείλαι, ιδού εγώ τύπτω πάντα τα όριά σου τοις βατράχοις. 28 και εξερεύξεται ο ποταμός βατράχους, και αναβάντες εισελεύσονται εις τους οίκους σου και εις τα ταμιεία των κοιτώνων σου και επί των κλινών σου και επί τους οίκους των θεραπόντων σου και του λαού σου και εν τοις φυράμασί σου και εν τοις κλιβάνοις σου· 29 και επί σε και επί τους θεράποντάς σου και επί τον λαόν σου αναβήσονται οι βάτραχοι.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΕΙΠΕ δε Κύριος προς Μωυσήν· ειπόν Ααρών τω αδελφω σου· έκτεινον τη χειρί την ράβδον σου επί τους ποταμούς και επί τας διώρυγας και επί τα έλη και ανάγαγε τους βατράχους· 2 και εξέτεινεν Ααρών την χείρα επί τα ύδατα Αιγύπτου και ανήγαγε τους βατράχους· και ανεβιβάσθη ο βάτραχος και εκάλυψε την γην Αιγύπτου. 3 εποίησαν δε ωσαύτως και οι επαοιδοί των Αιγυπτίων ταις φαρμακείαις αυτών και ανήγαγον τους βατράχους επί γην Αιγύπτου. 4 και εκάλεσε Φαραώ Μωυσήν και Ααρών και είπεν· εύξασθε περί εμού προς Κύριον, και περιελέτω τους βατράχους απ ‘ εμού και από του εμού λαού, και εξαποστελώ αυτούς, και θύσωσι τω Κυρίω. 5 είπε δε Μωυσής προς Φαραώ· τάξαι προς με πότε εύξομαι περί σου και περί των θεραπόντων σου και του λαού σου αφανίσαι τους βατράχους από σου και από του λαού σου και εκ των οικιών υμών, πλήν εν τω ποταμω υπολειφθήσονται. 6 ο δε είπεν· εις αύριον. είπεν ουν· ως είρηκας, ίνα ειδής ότι ουκ έστι άλλος πλήν Κυρίου· 7 και περιαιρεθήσονται οι βάτραχοι από σου και από των οικιών υμών και από των επαύλεων και από των θεραπόντων σου και από του λαού σου, πλήν εν τω ποταμω υπολειφθήσονται. 8 εξήλθε δε Μωυσής και Ααρών από Φαραώ· και εβόησε Μωυσής προς Κύριον περί του ορισμού των βατράχων, ως ετάξατο Φαραώ. 9 εποίησε δε Κύριος καθάπερ είπε Μωυσής και ετελεύτησαν οι βάτραχοι εκ των οικιών και εκ των επαύλεων και εκ των αγρών· 10 και συνήγαγον αυτούς θημωνίας θημωνίας, και ώζεσεν η γη. 11 ιδών δε Φαραώ ότι γέγονεν ανάψυξις, εβαρύνθη η καρδία αυτού, και ουκ εισήκουσεν αυτών, καθάπερ ελάλησε Κύριος.

 12 Είπε δε Κύριος προς Μωυσήν· ειπόν Ααρών, έκτεινον τη χειρί την ράβδον σου και πάταξον το χώμα της γης, και έσονται σκνίφες εν τε τοις ανθρώποις και εν τοις τετράποσι και εν πάση γη Αιγύπτου. 13 εξέτεινεν ουν Ααρών τη χειρί την ράβδον και επάταξε το χώμα της γης, και εγένοντο οι σκνίφες εν τοις ανθρώποις και εν τοις τετράποσι, και εν παντί χώματι της γης εγένοντο οι σκνίφες. 14 εποίησαν δε ωσαύτως και οι επαοιδοί ταις φαρμακείαις αυτών εξαγαγείν τον σκνίφα και ουκ ηδύναντο. και εγένοντο οι σκνίφες εν τε τοις ανθρώποις και εν τοις τετράποσιν. 15 είπαν ουν οι επαοιδοί τω Φαραώ· δάκτυλος Θεού εστι τούτο. και εσκληρύνθη η καρδία Φαραώ, και ουκ εισήκουσεν αυτών, καθάπερ ελάλησε Κύριος.

 16 Είπε δε Κύριος προς Μωυσήν· όρθρισον το πρωϊ και στήθι εναντίον Φαραώ· και ιδού αυτός εξελεύσεται επί το ύδωρ, και ερείς προς αυτόν· τάδε λέγει Κύριος· εξαπόστειλον τον λαόν μου, ίνα μοι λατρεύσωσιν εν τη ερήμω· 17 εάν δε μη βούλη εξαποστείλαι τον λαόν μου, ιδού εγώ εξαποστέλλω επί σε και επί τους θεράποντάς σου και επί τον λαόν σου και επί τους οίκους υμών κυνόμυιαν, και πλησθήσονται αι οικίαι των Αιγυπτίων της κυνομυίης και εις την γην, εφ ‘ ης εισιν επ ‘ αυτής. 18 και παραδοξάσω εν τη ημέρα εκείνη την γην Γεσέμ, εφ ‘ ης ο λαός μου έπεστιν επ ‘ αυτής, εφ ‘ ης ουκ έσται εκεί η κυνόμυια, ίνα ειδής ότι εγώ ειμι Κύριος ο Θεός πάσης της γης. 19 και δώσω διαστολήν ανά μέσον του εμού λαού και ανά μέσον του σου λαού· εν δε τη αύριον έσται το σημείον τούτο επί της γης. 20 εποίησε δε Κύριος ούτως, και παρεγένετο η κυνόμυια πλήθος εις τους οίκους Φαραώ και εις τους οίκους των θεραπόντων αυτού και εις πάσαν την γην Αιγύπτου, και εξωλοθρεύθη η γη από της κυνομυίης. 21 εκάλεσε δε Φαραώ Μωυσήν και Ααρών λέγων· ελθόντες θύσατε Κυρίω τω Θεω υμών εν τη γη. 22 και είπε Μωυσής· ου δυνατόν γενέσθαι ούτως· τα γαρ βδελύγματα των Αιγυπτίων θύσομεν Κυρίω τω Θεω ημών· εάν γαρ θύσωμεν τα βδελύγματα των Αιγυπτίων εναντίον αυτών, λιθοβοληθησόμεθα. 23 οδόν τριών ημερών πορευσόμεθα εις την έρημον και θύσομεν τω Θεω ημών, καθάπερ είπε Κύριος ημίν. 24 και είπε Φαραώ· εγώ αποστέλλω υμάς, και θύσατε τω Θεω υμών εν τη ερήμω, αλλ ‘ ου μακράν αποτενείτε πορευθήναι· εύξασθε ουν περί εμού προς Κύριον. 25 είπε δε Μωυσής· Οδε εγώ εξελεύσομαι από σου και εύξομαι προς τον Θεόν, και απελεύσεται η κυνόμυια και από των θεραπόντων σου και από του λαού σου αύριον· μη προσθής έτι, Φαραώ, εξαπατήσαι του μη εξαποστείλαι τον λαόν θύσαι Κυρίω. 26 εξήλθε δε Μωυσής από Φαραώ και ηύξατο προς τον Θεόν· 27 εποίησε δε Κύριος καθάπερ είπε Μωυσής, και περιείλε την κυνόμυιαν από Φαραώ και των θεραπόντων αυτού και του λαού αυτού, και ου κατελείφθη ουδεμία. 28 και εβάρυνε Φαραώ την καρδίαν αυτού και επί του καιρού τούτου, και ουκ ηθέλησεν εξαποστείλαι τον λαόν.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΕΙΠΕ δε Κύριος προς Μωυσήν· είσελθε προς Φαραώ και ερείς αυτω· τάδε λέγει Κύριος ο Θεός των Εβραίων· εξαπόστειλον τον λαόν μου, ίνα μοι λατρεύσωσιν· 2 ει μεν ουν μη βούλει εξαποστείλαι τον λαόν μου, αλλά έτι εγκρατείς αυτού, 3 ιδού χείρ Κυρίου επέσται εν τοις κτήνεσί σου τοις εν τοις πεδίοις, εν τε τοις ίπποις και εν τοις υποζυγίοις και ταις καμήλοις και βουσί και προβάτοις, θάνατος μέγας σφόδρα. 4 και παραδοξάσω εγώ εν τω καιρω εκείνω ανά μέσον των κτηνών των Αιγυπτίων και ανά μέσον των κτηνών των υιών Ισραήλ· ου τελευτήσει από πάντων των του Ισραήλ υιών ρητόν. 5 και έδωκεν ο Θεός όρον λέγων· εν τη αύριον ποιήσει Κύριος το ρήμα τούτο επί της γης. 6 και εποίησε Κύριος το ρήμα τούτο τη επαύριον, και ετελεύτησε πάντα τα κτήνη των Αιγυπτίων, από δε των κτηνών των υιών Ισραήλ ουκ ετελεύτησεν ουδέν. 7 ιδών δε Φαραώ ότι ουκ ετελεύτησεν από πάντων των κτηνών των υιών Ισραήλ ουδέν, εβαρύνθη η καρδία Φαραώ, και ουκ εξαπέστειλε τον λαόν.

 8 Είπε δε Κύριος προς Μωυσήν και Ααρών λέγων· λάβετε υμείς πλήρεις τας χείρας αιθάλης καμιναίας, και πασάτω Μωυσής εις τον ουρανόν εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού, 9 και γενηθήτω κονιορτός επί πάσαν την γην Αιγύπτου, και έσται επί τους ανθρώπους και επί τα τετράποδα έλκη, φλυκτίδες αναζέουσαι, εν τε τοις ανθρώποις και εν τοις τετράποσι και εν πάση γη Αιγύπτου. 10 και έλαβε την αιθάλην της καμιναίας εναντίον Φαραώ, και έπασεν αυτήν Μωυσής εις τον ουρανόν, και εγένετο έλκη, φλυκτίδες αναζέουσαι, εν τε τοις ανθρώποις και εν τοις τετράποσι. 11 και ουκ ηδύναντο οι φαρμακοί στήναι εναντίον Μωυσή δια τα έλκη· εγένετο γαρ τα έλκη εν τοις φαρμακοίς και εν πάση γη Αιγύπτω. 12 εσκλήρυνε δε Κύριος την καρδίαν Φαραώ, και ουκ εισήκουσεν αυτών, καθά συνέταξε Κύριος.

 13 Είπε δε Κύριος προς Μωυσήν· όρθρισον το πρωϊ και στήθι εναντίον Φαραώ και ερείς προς αυτόν· τάδε λέγει Κύριος ο Θεός των Εβραίων· εξαπόστειλον τον λαόν μου, ίνα λατρεύσωσί μοι· 14 εν τω γαρ νυν καιρω εγώ εξαποστέλλω πάντα τα συναντήματά μου εις την καρδίαν σου και των θεραπόντων σου και του λαού σου, ίνα ειδής ότι ουκ έστιν ως εγώ άλλος εν πάση τη γη· 15 νυν γαρ αποστείλας την χείρα πατάξω σε, και τον λαόν σου θανατώσω, και εκτριβήση από της γης· 16 και ένεκεν τούτου διετηρήθης, ίνα ενδείξωμαι εν σοί την ισχύν μου, και όπως διαγγελή το όνομά μου εν πάση τη γη. 17 έτι ουν συ εμποιή του λαού μου του μη εξαποστείλαι αυτούς; 18 ιδού εγώ ύω ταύτην την ωραν αύριον χάλαζαν πολλήν σφόδρα, ήτις τοιαύτη ου γέγονεν εν Αιγύπτω, αφ ‘ ης ημέρας έκτισται έως της ημέρας ταύτης. 19 νυν ουν κατάσπευσον συναγαγείν τα κτήνη σου και όσα σοί εστιν εν τω πεδίω· πάντες γαρ οι άνθρωποι και τα κτήνη, όσα εάν ευρεθή εν τοις πεδίοις και μη εισέλθη εις οικίαν, πέση δε επ ‘ αυτά η χάλαζα, τελευτήσει. 20 ο φοβούμενος το ρήμα Κυρίου των θεραπόντων Φαραώ συνήγαγε τα κτήνη αυτού εις τους οίκους· 21 ος δε μη προσέσχε τη διανοία εις το ρήμα Κυρίου, αφήκε τα κτήνη εν τοις πεδίοις. 22 είπε δε Κύριος προς Μωυσήν· έκτεινον την χείρά σου εις τον ουρανόν, και έσται χάλαζα επί πάσαν γην Αιγύπτου, επί τε τους ανθρώπους και τα κτήνη και επί πάσαν βοτάνην την επί της γης. 23 εξέτεινε δε Μωυσής την χείρα εις τον ουρανόν, και Κύριος έδωκε φωνάς και χάλαζαν, και διέτρεχε το πυρ επί της γης, και έβρεξε Κύριος χάλαζαν επί πάσαν γην Αιγύπτου. 24 ην δε η χάλαζα και το πυρ φλογίζον εν τη χαλάζη· η δε χάλαζα πολλή σφόδρα, ήτις τοιαύτη ου γέγονεν εν Αιγύπτω, αφ ‘ ης ημέρας γεγένηται επ ‘ αυτής έθνος. 25 επάταξε δε η χάλαζα εν πάση γη Αιγύπτου από ανθρώπου έως κτήνους, και πάσαν βοτάνην την εν τω πεδίω επάταξεν η χάλαζα, και πάντα τα ξύλα τα εν τοις πεδίοις συνέτριψεν η χάλαζα· 26 πλήν εν γη Γεσέμ, ου ήσαν οι υιοί Ισραήλ, ουκ εγένετο η χάλαζα. 27 αποστείλας δε Φαραώ εκάλεσε Μωυσήν και Ααρών και είπεν αυτοίς· ημάρτηκα το νυν· ο Κύριος δίκαιος, εγώ δε και ο λαός μου ασεβείς. 28 εύξασθε ουν περί εμού προς Κύριον, και παυσάσθω του γενηθήναι φωνάς Θεού και χάλαζαν και πυρ· και εξαποστελώ υμάς, και ουκέτι προστεθήσεσθε μένειν. 29 είπε δε αυτω Μωυσής· ως αν εξέλθω την πόλιν, εκπετάσω τας χείράς μου προς τον Κύριον, και αι φωναί παύσονται, και η χάλαζα και ο υετός ουκ έσται έτι, ίνα γνως ότι του Κυρίου η γη. 30 και συ και οι θεράποντές σου, επίσταμαι ότι ουδέπω πεφόβησθε τον Κύριον. 31 το δε λίνον και η κριθή επλήγη· η γαρ κριθή παρεστηκυία, το δε λίνον σπερματίζον. 32 ο δε πυρός και η ολύρα ουκ επλήγησαν, όψιμα γαρ ην. 33 εξήλθε δε Μωυσής από Φαραώ εκτός της πόλεως και εξέτεινε τας χείρας προς Κύριον, και αι φωναί επαύσαντο και η χάλαζα, και ο υετός ουκ έσταξεν έτι επί την γην. 34 ιδών δε Φαραώ ότι πέπαυται ο υετός και η χάλαζα και αι φωναί, προσέθετο του αμαρτάνειν και εβάρυνεν αυτού την καρδίαν και των θεραπόντων αυτού. 35 και εσκληρύνθη η καρδία Φαραώ, και ουκ εξαπέστειλε τους υιούς Ισραήλ, καθάπερ ελάλησε Κύριος τω Μωυσή.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΕΙΠΕ δε Κύριος προς Μωυσήν λέγων· είσελθε προς Φαραώ· εγώ γαρ εσκλήρυνα αυτού την καρδίαν και των θεραπόντων αυτού, ίνα εξής επέλθη τα σημεία ταύτα επ ‘ αυτούς· 2 όπως διηγήσησθε εις τα ώτα των τέκνων υμών και τοις τέκνοις των τέκνων υμών, όσα εμπέπαιχα τοις Αιγυπτίοις, και τα σημείά μου, α εποίησα εν αυτοίς, και γνώσεσθε ότι εγώ Κύριος. 3 εισήλθε δε Μωυσής και Ααρών εναντίον Φαραώ και είπαν αυτω· τάδε λέγει Κύριος ο Θεός των Εβραίων· έως τίνος ου βούλη εντραπήναί με; εξαπόστειλον τον λαόν μου, ίνα λατρεύσωσί μοι. 4 εάν δε μη θέλης συ εξαποστείλαι τον λαόν μου, ιδού εγώ επάγω ταύτην την ωραν αύριον ακρίδα πολλήν επί πάντα τα όριά σου, 5 και καλύψει την όψιν της γης, και ου δυνήση κατιδείν την γην, και κατέδεται παν το περισσόν της γης το καταλειφθέν, ό κατέλιπεν υμίν η χάλαζα, και κατέδεται παν ξύλον το φυόμενον υμίν επί της γης· 6 και πλησθήσονταί σου αι οικίαι και αι οικίαι των θεραπόντων σου και πάσαι αι οικίαι εν πάση γη των Αιγυπτίων, α ουδέποτε εωράκασιν οι πατέρες σου, ουδ ‘ οι πρόπαπποι αυτών, αφ ‘ ης ημέρας γεγόνασιν επί της γης έως της ημέρας ταύτης. και εκκλίνας Μωυσής εξήλθεν από Φαραώ. 7 και λέγουσιν οι θεράποντες Φαραώ προς αυτόν· έως τίνος έσται τούτο ημίν σκώλον; εξαπόστειλον τους ανθρώπους, όπως λατρεύσωσι τω Θεω αυτών· ή ειδέναι βούλη ότι απόλωλεν Αίγυπτος; 8 και απέστρεψαν τον τε Μωυσήν και Ααρών προς Φαραώ, και είπεν αυτοίς· πορεύεσθε και λατρεύσατε Κυρίω τω Θεω υμών· τίνες δε και τίνες εισίν οι πορευόμενοι; 9 και λέγει Μωυσής· συν τοις νεανίσκοις και πρεσβυτέροις πορευσόμεθα, συν τοις υιοίς και θυγατράσι και προβάτοις και βουσίν ημών· έστι γαρ εορτή Κυρίου του Θεού ημών. 10 και είπε προς αυτούς· έστω ούτω, Κύριος μεθ ‘ υμών· καθότι αποστέλλω υμάς, μη και την αποσκευήν υμών; ίδετε ότι πονηρία πρόσκειται υμίν. 11 μη ούτως· πορευέσθωσαν δε οι άνδρες, και λατρευσάτωσαν τω Θεω· τούτο γαρ αυτοί εκζητείτε. εξέβαλον δε αυτούς από προσώπου Φαραώ. 12 είπε δε Κύριος προς Μωυσήν· έκτεινον την χείρα επί γην Αιγύπτου, και αναβήτω ακρίς επί την γην και κατέδεται πάσαν βοτάνην της γης και πάντα τον καρπόν των ξύλων, ον υπελίπετο η χάλαζα. 13 και επήρε Μωυσής την ράβδον εις τον ουρανόν, και Κύριος επήγαγεν άνεμον νότον επί την γην, όλην την ημέραν εκείνην και όλην την νύκτα· το πρωϊ εγενήθη, και ο άνεμος ο νότος ανέλαβε την ακρίδα 14 και ανήγαγεν αυτήν επί πάσαν την γην Αιγύπτου, και κατέπαυσεν επί πάντα τα όρια Αιγύπτου πολλή σφόδρα· προτέρα αυτής ου γέγονε τοιαύτη ακρίς και μετά ταύτα ουκ έσται ούτως. 15 και εκάλυψε την όψιν της γης, και εφθάρη η γη· και κατέφαγε πάσαν βοτάνην της γης και πάντα τον καρπόν των ξύλων, ος υπελείφθη από της χαλάζης· ουχ υπελείφθη χλωρόν ουδέν εν τοις ξύλοις και εν πάση βοτάνη του πεδίου, εν πάση γη Αιγύπτου. 16 κατέσπευδε δε Φαραώ καλέσαι Μωυσήν και Ααρών λέγων· ημάρτηκα εναντίον Κυρίου του Θεού υμών και εις υμάς· 17 προσδέξασθε ουν μου την αμαρτίαν έτι νυν και προσεύξασθε προς Κύριον τον Θεόν υμών, και περιελέτω απ ‘ εμού τον θάνατον τούτον. 18 εξήλθε δε Μωυσής από Φαραώ και ηύξατο προς τον Θεόν. 19 και μετέβαλε Κύριος άνεμον από θαλάσσης σφοδρόν, και ανέλαβε τον ακρίδα και έβαλεν αυτήν εις την ερυθράν θάλασσαν, και ουχ υπελείφθη ακρίς μία εν πάση γη Αιγύπτου. 20 και εσκλήρυνε Κύριος την καρδίαν Φαραώ. και ουκ εξαπέστειλε τους υιούς Ισραήλ.

 21 Είπε δε Κύριος προς Μωυσήν· έκτεινον την χείρά σου εις τον ουρανόν, και γενηθήτω σκότος επί γης Αιγύπτου, ψηλαφητόν σκότος. 22 εξέτεινε δε Μωυσής την χείρα εις τον ουρανόν, και εγένετο σκότος γνόφος, θύελλα επί πάσαν γην Αιγύπτου τρεις ημέρας, 23 και ουκ είδεν ουδείς τον αδελφόν αυτού τρεις ημέρας, και ουκ εξανέστη ουδείς εκ της κοίτης αυτού τρεις ημέρας· πάσι δε τοις υιοίς Ισραήλ φως ην εν πάσιν, οίς κατεγίνοντο. 24 και εκάλεσε Φαραώ Μωυσήν και Ααρών λέγων· βαδίζετε, λατρεύσατε Κυρίω τω Θεω υμών, πλήν των προβάτων και των βοών υπολείπεσθε· και η αποσκευή υμών αποτρεχέτω μεθ ‘ υμών, 25 και είπε Μωυσής· αλλά και συ δώσει ημίν ολοκαυτώματα και θυσίας, α ποιήσομεν Κυρίω τω Θεω ημών· 26 και τα κτήνη ημών πορεύσεται μεθ ‘ ημών, και ουχ υπολειψόμεθα οπλήν· απ ‘ αυτών γαρ ληψόμεθα λατρεύσαι Κυρίω τω Θεω ημών, ημείς δε ουκ οίδαμεν τι λατρεύσομεν Κυρίω τω Θεω ημών, έως του ελθείν ημάς εκεί. 27 εσκλήρυνε δε Κύριος την καρδίαν Φαραώ και ουκ εβουλήθη εξαποστείλαι αυτούς. 28 και λέγει Φαραώ· άπελθε απ ‘ εμού· πρόσεχε σεαυτω έτι προσθείναι ιδείν μου το πρόσωπον· ή δ ‘ αν ημέρα οφθής μοι, αποθανή. 29 λέγει δε Μωυσής· είρηκας· ουκ έτι οφθήσομαί σοι εις πρόσωπον.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΕΙΠΕ δε Κύριος προς Μωυσήν· έτι μίαν πληγήν εγώ επάξω επί Φαραώ και επ ‘ Αίγυπτον, και μετά ταύτα εξαποστελεί υμάς εντεύθεν· όταν δε εξαποστέλλη υμάς, συν παντί εκβαλεί υμάς εκβολή. 2 λάλησον ουν κρυφή εις τα ώτα του λαού, και αιτησάτω έκαστος παρά του πλησίον σκεύη αργυρά και χρυσά και ιματισμόν. 3 Κύριος δε έδωκε την χάριν τω λαω αυτού εναντίον των Αιγυπτίων, και έχρησαν αυτοίς· και ο άνθρωπος Μωυσής μέγας εγενήθη σφόδρα εναντίον των Αιγυπτίων και εναντίον Φαραώ και εναντίον των θεραπόντων αυτού.

 4 Και είπε Μωυσής· τάδε λέγει Κύριος· περί μέσας νύκτας εγώ εισπορεύομαι εις μέσον Αιγύπτου, 5 και τελευτήσει παν πρωτότοκον εν γη Αιγύπτω, από πρωτοτόκου Φαραώ, ος κάθηται επί του θρόνου, και έως πρωτοτόκου της θεραπαίνης της παρά τον μύλον και έως πρωτοτόκου παντός κτήνους, 6 και έσται κραυγή μεγάλη κατά πάσαν γην Αιγύπτου, ήτις τοιαύτη ου γέγονε και τοιαύτη ουκ έτι προστεθήσεται. 7 και εν πάσι τοις υιοίς Ισραήλ ου γρύξει κύων τη γλώσση αυτού από ανθρώπου έως κτήνους, όπως ειδής όσα παραδοξάσει Κύριος ανά μέσον των Αιγυπτίων και του Ισραήλ. 8 και καταβήσονται πάντες οι παίδές σου ούτοι προς με και προσκυνήσουσί με λέγοντες· έξελθε συ και πας ο λαός σου, ου συ αφηγή· και μετά ταύτα εξελεύσομαι. εξήλθε δε Μωυσής από Φαραώ μετά θυμού. 9 είπε δε Κύριος προς Μωυσήν· ουκ εισακούσεται υμών Φαραώ, ίνα πληθύνων πληθυνώ μου τα σημεία και τα τέρατα εν γη Αιγύπτω. 10 Μωυσής δε και Ααρών εποίησαν πάντα τα σημεία και τα τέρατα ταύτα εν γη Αιγύπτω εναντίον Φαραώ· εσκλήρυνε δε Κύριος την καρδίαν Φαραώ, και ουκ εισήκουσεν εξαποστείλαι τους υιούς Ισραήλ εκ γης Αιγύπτου.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΕΙΠΕ δε Κύριος προς Μωυσήν και Ααρών εν γη Αιγύπτου λέγων. 2 ο μην ούτος υμίν αρχή μηνών, πρώτός εστιν υμίν εν τοις μησί του ενιαυτού. 3 λάλησον προς πάσαν συναγωγήν υιών Ισραήλ λέγων· τη δεκάτη του μηνός τούτου λαβέτωσαν έκαστος πρόβατον κατ ‘ οίκους πατριών, έκαστος πρόβατον κατ ‘ οικίαν. 4 εάν δε ολιγοστοί ώσιν εν τη οικία, ωστε μη είναι ικανούς εις πρόβατον, συλλήψεται μεθ ‘ εαυτού τον γείτονα τον πλησίον αυτού κατά αριθμόν ψυχών· έκαστος το αρκούν αυτω συναριθμήσεται εις πρόβατον. 5 πρόβατον τέλειον, άρσεν, ενιαύσιον έσται υμίν· από των αρνών και των ερίφων λήψεσθε. 6 και έσται υμίν διατετηρημένον έως της τεσσαρεσκαιδεκάτης του μηνός τούτου, και σφάξουσιν αυτό παν το πλήθος συναγωγής υιών Ισραήλ προς εσπέραν. 7 και λήψονται από του αίματος και θήσουσιν επί των δύο σταθμών και επί την φλιάν εν τοις οίκοις, εν οίς εάν φάγωσιν αυτά εν αυτοίς, 8 και φάγονται τα κρέα τη νυκτί ταύτη· οπτά πυρί και άζυμα επί πικρίδων έδονται. 9 ουκ έδεσθε απ ‘ αυτών ωμόν ουδέ ηψημένον εν ύδατι, αλλ ‘ ή οπτά πυρί, κεφαλήν συν τοις ποσί και τοις ενδοσθίοις. 10 ουκ απολείψετε απ ‘ αυτού έως πρωϊ και οστούν ου συντρίψετε απ ‘ αυτού· τα δε καταλειπόμενα απ ‘ αυτού έως πρωϊ εν πυρί κατακαύσετε. 11 ούτω δε φάγεσθε αυτό· αι οσφύες υμών περιεζωσμέναι, και τα υποδήματα εν τοις ποσίν υμών, και αι βακτηρίαι εν ταις χερσίν υμών· και έδεσθε αυτό μετά σπουδής· πάσχα εστί Κυρίω. 12 και διελεύσομαι εν γη Αιγύπτω εν τη νυκτί ταύτη και πατάξω παν πρωτότοκον εν γη Αιγύπτω από ανθρώπου έως κτήνους και εν πάσι τοις θεοίς των Αιγυπτίων ποιήσω την εκδίκησιν· εγώ Κύριος. 13 και έσται το αίμα υμίν εν σημείω επί των οικιών, εν αις υμείς εστε εκεί, και όψομαι το αίμα και σκεπάσω υμάς, και ουκ έσται εν υμίν πληγή του εκτριβήναι, όταν παίω εν γη Αιγύπτω. 14 και έσται η ημέρα υμίν αύτη μνημόσυνον· και εορτάσετε αυτήν εορτήν Κυρίω εις πάσας τας γενεάς υμών· νόμιμον αιώνιον εορτάσετε αυτήν. 15 επτά ημέρας άζυμα έδεσθε, από δε της ημέρας της πρώτης αφανιείτε ζύμην εκ των οικιών υμών· πας ος αν φάγη ζύμην, εξολοθρευθήσεται η ψυχή εκείνη εξ Ισραήλ από της ημέρας της πρώτης έως της ημέρας της εβδόμης. 16 και η ημέρα η πρώτη κληθήσεται αγία, και η ημέρα η εβδόμη κλητή αγία έσται υμίν· παν έργον λατρευτόν ου ποιήσετε εν αυταίς, πλήν όσα ποιηθήσεται πάση ψυχή, τούτο μόνον ποιηθήσεται υμίν. 17 και φυλάξετε την εντολήν ταύτην· εν γαρ τη ημέρα ταύτη εξάξω την δύναμιν υμών εκ γης Αιγύπτου, και ποιήσετε την ημέραν ταύτην εις γενεάς υμών νόμιμον αιώνιον. 18 εναρχόμενοι τη τεσσαρεσκαιδεκάτη ημέρα του μηνός του πρώτου αφ ‘ εσπέρας έδεσθε άζυμα έως ημέρας μιάς και εικάδος του μηνός, έως εσπέρας. 19 επτά ημέρας ζύμη ουχ ευρεθήσεται εν ταις οικίαις υμών· πας ος αν φάγη ζυμωτόν, εξολοθρευθήσεται η ψυχή εκείνη εκ συναγωγής Ισραήλ, εν τε τοις γειώραις και αυτόχθοσι της γης· 20 παν ζυμωτόν ουκ έδεσθε, εν παντί δε κατοικητηρίω υμών έδεσθε άζυμα.

 21 Εκάλεσε δε Μωυσής πάσαν γερουσίαν υιών Ισραήλ και είπε προς αυτούς· απελθόντες λάβετε υμίν αυτοίς πρόβατον κατά συγγενείας υμών και θύσατε το πάσχα. 22 λήψεσθε δε δέσμην υσσώπου, και βάψαντες από του αίματος του παρά την θύραν καθίξετε της φλιάς και επ ‘ αμφοτέρων των σταθμών από του αίματος, ό εστι παρά την θύραν· υμείς δε ουκ εξελεύσεσθε έκαστος την θύραν του οίκου αυτού έως πρωϊ. 23 και παρελεύσεται Κύριος πατάξαι τους Αιγυπτίους και όψεται το αίμα επί της φλιάς και επ ‘ αμφοτέρων των σταθμών, και παρελεύσεται Κύριος την θύραν και ουκ αφήσει τον ολοθρεύοντα εισελθείν εις τας οικίας υμών πατάξαι. 24 και φυλάξασθε το ρήμα τούτο νόμιμον σεαυτω, και τοις υιοίς σου έως αιώνος. 25 εάν δε εισέλθητε εις την γην, ην αν δω Κύριος υμίν, καθότι ελάλησε, φυλάξασθε την λατρείαν ταύτην. 26 και έσται εάν λέγωσι προς υμάς οι υιοί υμών· τις η λατρεία αύτη; 27 και ερείτε αυτοίς· θυσία το πάσχα τούτο Κυρίω, ως εσκέπασε τους οίκους των υιών Ισραήλ εν Αιγύπτω, ηνίκα επάταξε τους Αιγυπτίους, τους δε οίκους ημών ερρύσατο. και κύψας ο λαός προσεκύνησε. 28 και απελθόντες εποίησαν οι υιοί Ισραήλ καθά ενετείλατο Κύριος τω Μωυσή και Ααρών, ούτως εποίησαν.

 29 Εγενήθη δε μεσούσης της νυκτός και Κύριος επάταξε παν πρωτότοκον εν γη Αιγύπτω, από πρωτοτόκου Φαραώ του καθημένου επί του θρόνου έως πρωτοτόκου της αιχμαλωτίδος της εν τω λάκκω και έως πρωτοτόκου παντός κτήνους. 30 και αναστάς Φαραώ νυκτός και οι θεράποντες αυτού και πάντες οι Αιγύπτιοι και εγενήθη κραυγή μεγάλη εν πάση γη Αιγύπτω· ου γαρ ην οικία, εν ή ουκ ην εν αυτη τεθνηκώς. 31 και εκάλεσε Φαραώ Μωυσήν και Ααρών νυκτός και είπεν αυτοίς· ανάστητε και εξέλθετε εκ του λαού μου και υμείς και οι υιοί Ισραήλ· βαδίζετε και λατρεύσατε Κυρίω τω Θεω υμών, καθά λέγετε· 32 και τα πρόβατα και τους βόας υμών αναλαβόντες πορεύεσθε, ευλογήσατε δε καμέ. 33 και κατεβιάζοντο οι Αιγύπτιοι τον λαόν σπουδή εκβαλείν αυτούς εκ της γης· είπαν γαρ, ότι πάντες ημείς αποθνήσκομεν. 34 ανέλαβε δε ο λαός το σταίς αυτών προ του ζυμωθήναι τα φυράματα αυτών ενδεδεμένα εν τοις ιματίοις αυτών επί των ώμων. 35 οι δε υιοί Ισραήλ εποίησαν καθά συνέταξεν αυτοίς Μωυσής, και ήτησαν παρά των Αιγυπτίων σκεύη αργυρά και χρυσά και ιματισμόν· 36 και έδωκε Κύριος την χάριν τω λαω αυτού εναντίον των Αιγυπτίων, και έχρησαν αυτοίς· και εσκύλευσαν τους Αιγυπτίους.

 37 Απάραντες δε οι υιοί Ισραήλ εκ Ραμεσσή εις Σοκχώθ εις εξακοσίας χιλιάδας πεζών, οι άνδρες, πλήν της αποσκευής, 38 και επίμικτος πολύς συνανέβη αυτοίς και πρόβατα και βόες και κτήνη πολλά σφόδρα. 39 και έπεψαν το σταίς, ό εξήνεγκαν εξ Αιγύπτου, εγκρυφίας αζύμους· ου γαρ εζυμώθη· εξέβαλον γαρ αυτούς οι Αιγύπτιοι, και ουκ ηδυνήθησαν επιμείναι ουδέ επισιτισμόν εποίησαν εαυτοίς εις την οδόν. 40 η δε κατοίκησις των υιών Ισραήλ, ην κατώκησαν εν γη Αιγύπτω και εν γη Χαναάν, έτη τετρακόσια τριάκοντα. 41 και εγένετο μετά τα τετρακόσια τριάκοντα έτη, εξήλθε πάσα η δύναμις Κυρίου εκ γης Αιγύπτου νυκτός. 42 προφυλακή εστι τω Κυρίω, ωστε εξαγαγείν αυτούς εκ γης Αιγύπτου· εκείνη η νύξ αύτη προφυλακή Κυρίω, ωστε πάσι τοις υιοίς Ισραήλ είναι εις γενεάς αυτών.

 43 Είπε δε Κύριος προς Μωυσήν και Ααρών· ούτος ο νόμος του πάσχα· πας αλλογενής ουκ έδεται απ ‘ αυτού· 44 και πάντα οικέτην ή αργυρώνητον περιτεμείς αυτόν, και τότε φάγεται απ ‘ αυτού· 45 πάροικος ή μισθωτός ουκ έδεται απ ‘ αυτού. 46 εν οικία μια βρωθήσεται, και ουκ εξοίσετε εκ της οικίας των κρεών έξω· και οστούν ου συντρίψετε απ ‘ αυτού. 47 πάσα συναγωγή υιών Ισραήλ ποιήσει αυτό. 48 εάν δε τις προσέλθη προς υμάς προσήλυτος ποιήσαι το πάσχα Κυρίω, περιτεμείς αυτού παν αρσενικόν, και τότε προσελεύσεται ποιήσαι αυτό και έσται ωσπερ και ο αυτόχθων της γης· πας απερίτμητος ουκ έδεται απ ‘ αυτού. 49 νόμος εις έσται τω εγχωρίω και τω προσελθόντι προσηλύτω εν υμίν. 50 και εποίησαν οι υιοί Ισραήλ καθά ενετείλατο Κύριος τω Μωυσή και Ααρών προς αυτούς, ούτως εποίησαν. 51 και εγένετο εν τη ημέρα εκείνη, εξήγαγε Κύριος τους υιούς Ισραήλ εκ γης Αιγύπτου συν δυνάμει αυτών.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΕΙΠΕ δε Κύριος προς Μωυσήν λέγων· 2 αγίασόν μοι παν πρωτότοκον πρωτογενές διανοίγον πάσαν μήτραν εν τοις υιοίς Ισραήλ από ανθρώπου έως κτήνους· εμοί εστιν.

 3 Είπε δε Μωυσής προς τον λαόν· μνημονεύετε την ημέραν ταύτην, εν ή εξήλθετε εκ γης Αιγύπτου, εξ οίκου δουλείας· εν γαρ χειρί κραταιά εξήγαγεν υμάς Κύριος εντεύθεν· και ου βρωθήσεται ζύμη. 4 εν γαρ τη σήμερον υμείς εκπορεύεσθε εν μηνί των νέων. 5 και έσται ηνίκα εάν εισαγάγη σε Κύριος ο Θεός σου εις την γην των Χαναναίων και Χετταίων και Αμορραίων και Ευαίων και Ιεβουσαίων και Γεργεσαίων και Φερεζαίων, ην ώμοσε τοις πατράσι σου δούναί σοι γην ρέουσαν γάλα και μέλι, και ποιήσεις την λατρείαν ταύτην εν τω μηνί τούτω. 6 εξ ημέρας έδεσθε άζυμα, τη δε ημέρα τη εβδόμη εορτή Κυρίου· 7 άζυμα έδεσθε επτά ημέρας, ουκ οφθήσεταί σοι ζυμωτόν, ουδέ έσται σοι ζύμη εν πάσι τοις ορίοις σου. 8 και αναγγελείς τω υιω σου εν τη ημέρα εκείνη λέγων· δια τούτο εποίησε Κύριος ο Θεός μοι, ως εξεπορευόμην εξ Αιγύπτου. 9 και έσται σοι σημείον επί της χειρός σου και μνημόσυνον προ οφθαλμών σου, όπως αν γένηται ο νόμος Κυρίου εν τω στόματί σου· εν γαρ χειρί κραταιά εξήγαγέ σε Κύριος ο Θεός εξ Αιγύπτου. 10 και φυλάξασθε τον νόμον τούτον κατά καιρούς ωρών, αφ ‘ ημερών εις ημέρας. 11 και έσται ως αν εισαγάγη σε Κύριος ο Θεός σου εις την γην των Χαναναίων, ον τρόπον ώμοσε τοις πατράσι σου, και δώσει σοι αυτήν, 12 και αφελείς παν διανοίγον μήτραν, τα αρσενικά, τω Κυρίω· παν διανοίγον μήτραν εκ βουκολίων ή εν τοις κτήνεσί σου, όσα εάν γένηταί σοι, τα αρσενικά αγιάσεις τω Κυρίω. 13 παν διανοίγον μήτραν όνου αλλάξεις προβάτω· εάν δε μη αλλάξης, λυτρώση αυτό. παν πρωτότοκον ανθρώπου των υιών σου λυτρώση. 14 εάν δε ερωτήση σε ο υιος σου μετά ταύτα λέγων· τι τούτο; και ερείς αυτω, ότι εν χειρί κραταιά εξήγαγε Κύριος ημάς εκ γης Αιγύπτου, εξ οίκου δουλείας· 15 ηνίκα δε εσκλήρυνε Φαραώ εξαποστείλαι ημάς, απέκτεινε παν πρωτότοκον εν γη Αιγύπτω, από πρωτοτόκων ανθρώπων έως πρωτοτόκων κτηνών· και δια τούτο εγώ θύω παν διανοίγον μήτραν, τα αρσενικά, τω Κυρίω, και παν πρωτότοκον των υιών μου λυτρώσομαι. 16 και έσται εις σημείον επί της χειρός σου και ασάλευτον προ οφθαλμών σου· εν γαρ χειρί κραταιά εξήγαγέ σε Κύριος εξ Αιγύπτου.

 17 Ως δε εξαπέστειλε Φαραώ τον λαόν, ουχ ωδήγησεν αυτούς ο Θεός οδόν γης Φυλιστιείμ, ότι εγγύς ην· είπε γαρ ο Θεός· μήποτε μεταμελήση τω λαω ιδόντι πόλεμον, και αποστρέψη εις Αίγυπτον. 18 και εκύκλωσεν ο Θεός τον λαόν οδόν την εις την έρημον, εις την ερυθράν θάλασσαν, πέμπτη δε γενεά ανέβησαν οι υιοί Ισραήλ εκ γης Αιγύπτου. 19 και έλαβε Μωυσής τα οστά Ιωσήφ μεθ ‘ εαυτού· όρκω γαρ ωρκισε τους υιούς Ισραήλ λέγων· επισκοπή επισκέψεται υμάς Κύριος και συνανοίσετέ μου τα οστά εντεύθεν μεθ ‘ υμών. 20 εξάραντες δε οι υιοί Ισραήλ εκ Σοκχώθ εστρατοπέδευσαν εν ‘Οθώμ παρά την έρημον. 21 ο δε Θεός ηγείτο αυτών, ημέρας μεν εν στύλω νεφέλης, δείξαι αυτοίς την οδόν, την δε νύκτα εν στύλω πυρός· 22 ουκ εξέλιπε δε ο στύλος της νεφέλης ημέρας και ο στύλος του πυρός νυκτός εναντίον του λαού παντός.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΚΑΙ ελάλησε Κύριος προς Μωυσήν λέγων· 2 λάλησον τοις υιοίς Ισραήλ, και αποστρέψαντες στρατοπεδευσάτωσαν απέναντι της επαύλεως, ανά μέσον Μαγδώλου και ανά μέσον της θαλάσσης, εξεναντίας Βεελσεπφών, ενώπιον αυτών στρατοπεδεύσεις επί της θαλάσσης. 3 και ερεί Φαραώ τω λαω αυτού· οι υιοί Ισραήλ πλανώνται ούτοι εν τη γη· συγκέκλεικε γαρ αυτούς η έρημος. 4 εγώ δε σκληρυνώ την καρδίαν Φαραώ, και καταδιώξεται οπίσω αυτών· και ενδοξασθήσομαι εν Φαραώ και εν πάσι τη στρατιά αυτού, και γνώσονται πάντες οι Αιγύπτιοι ότι εγώ ειμι Κύριος. και εποίησαν ούτως. 5 και ανηγγέλη τω βασιλεί των Αιγυπτίων ότι πέφευγεν ο λαός· και μετεστράφη η καρδία Φαραώ και των θεραπόντων αυτού επί τον λαόν, και είπαν· τι τούτο εποιήσαμεν του εξαποστείλαι τους υιούς Ισραήλ, του μη δουλεύειν ημίν; 6 έζευξεν ουν Φαραώ τα άρματα αυτού και πάντα τον λαόν αυτού συναπήγαγε μεθ ‘ εαυτού 7 και λαβών εξακόσια άρματα εκλεκτά και πάσαν την ίππον των Αιγυπτίων και τριστάτας επί πάντων. 8 και εσκλήρυνε Κύριος την καρδίαν Φαραώ βασιλέως Αιγύπτου και των θεραπόντων αυτού, και κατεδίωξεν οπίσω των υιών Ισραήλ· οι δε υιοί Ισραήλ εξεπορεύοντο εν χειρί υψηλή. 9 και κατεδίωξαν οι Αιγύπτιοι οπίσω αυτών και εύροσαν αυτούς παρεμβεβληκότας παρά την θάλασσαν, και πάσα η ίππος και τα άρματα Φαραώ και οι ιππείς και η στρατιά αυτού απέναντι της επαύλεως εξεναντίας Βεελσεπφών. 10 και Φαραώ προσήγε· και αναβλέψαντες οι υιοί Ισραήλ τοις οφθαλμοίς ορώσι, και οι Αιγύπτιοι εστρατοπέδευσαν οπίσω αυτών, και εφοβήθησαν σφόδρα· ανεβόησαν δε οι υιοί Ισραήλ προς Κύριον, 11 και είπαν προς Μωυσήν· παρά το μη υπάρχειν μνήματα εν γη Αιγύπτω εξήγαγες ημάς θανατώσαι εν τη ερήμω; τι τούτο εποίησας ημίν εξαγαγών εξ Αιγύπτου; 12 ου τούτο ην το ρήμα, ό ελαλήσαμεν προς σε εν Αιγύπτω, λέγοντες· πάρες ημάς, όπως δουλεύσωμεν τοις Αιγυπτίοις; κρείσσον γαρ ημάς δουλεύειν τοις Αιγυπτίοις ή αποθανείν εν τη ερήμω ταύτη. 13 είπε δε Μωυσής προς τον λαόν· θαρσείτε, στήτε και οράτε την σωτηρίαν την παρά του Κυρίου, ην ποιήσει ημίν σήμερον· ον τρόπον γαρ εωράκατε τους Αιγυπτίους σήμερον, ου προσθήσεσθε έτι ιδείν αυτούς εις τον αιώνα χρόνον· 14 Κύριος πολεμήσει περί υμών, και υμείς σιγήσετε.

 15 Είπε δε Κύριος προς Μωυσήν· τι βοάς προς με; λάλησον τοις υιοίς Ισραήλ, και αναζευξάτωσαν· 16 και συ έπαρον τη ράβδω σου και έκτεινον την χείρά σου επί την θάλασσαν και ρήξον αυτήν, και εισελθάτωσαν οι υιοί Ισραήλ εις μέσον της θαλάσσης κατά το ξηρόν. 17 και ιδού εγώ σκληρυνώ την καρδίαν Φαραώ και των Αιγυπτίων πάντων, και εισελεύσονται οπίσω αυτών· και ενδοξασθήσομαι εν Φαραώ και εν πάση τη στρατιά αυτού και εν τοις άρμασι και εν τοις ίπποις αυτού. 18 και γνώσονται πάντες οι Αιγύπτιοι ότι εγώ ειμι Κύριος, ενδοξαζομένου μου εν Φαραώ και εν τοις άρμασι και ίπποις αυτού. 19 εξήρε δε ο άγγελος του Θεού ο προπορευόμενος της παρεμβολής των υιών Ισραήλ και επορεύθη εκ των όπισθεν· εξήρε δε και ο στύλος της νεφέλης από προσώπου αυτών και έστη εκ των οπίσω αυτών. 20 και εισήλθεν ανά μέσον της παρεμβολής των Αιγυπτίων και ανά μέσον της παρεμβολής Ισραήλ και έστη· και εγένετο σκότος και γνόφος, και διήλθεν η νύξ, και ου συνέμιξαν αλλήλοις όλην την νύκτα· 21 εξέτεινε δε Μωυσής την χείρα επί την θάλασσαν, και υπήγαγε Κύριος την θάλασσαν εν ανέμω νότω βιαίω όλην την νύκτα και εποίησε την θάλασσαν ξηράν, και εσχίσθη το ύδωρ. 22 και εισήλθον οι υιοί Ισραήλ εις μέσον της θαλάσσης κατά το ξηρόν, και το ύδωρ αυτής τείχος εκ δεξιών και τείχος εξ ευωνύμων· 23 και κατεδίωξαν οι Αιγύπτιοι και εισήλθον οπίσω αυτών, πας ίππος Φαραώ και τα άρματα και οι αναβάται, εις μέσον της θαλάσσης. 24 εγενήθη δε εν τη φυλακή τη εωθινή και επέβλεψε Κύριος επί την παρεμβολήν των Αιγυπτίων εν στύλω πυρός και νεφέλης και συνετάραξε την παρεμβολήν των Αιγυπτίων 25 και συνέδησε τους άξονας των αρμάτων αυτών και ήγαγεν αυτούς μετά βίας. και είπαν οι Αιγύπτιοι· φύγωμεν από προσώπου Ισραήλ, ο γαρ Κύριος πολεμεί περί αυτών τους Αιγυπτίους. 26 είπε δε Κύριος προς Μωυσήν· έκτεινον την χείρά σου επί την θάλασσαν, και αποκαταστήτω το ύδωρ και επικαλυψάτω τους Αιγυπτίους, επί τε τα άρματα και τους αναβάτας. 27 εξέτεινε δε Μωυσής την χείρα επί την θάλασσαν, και αποκατέστη το ύδωρ προς ημέραν επί χώρας· οι δε Αιγύπτιοι έφυγον υπό το ύδωρ, και εξετίναξε Κύριος τους Αιγυπτίους μέσον της θαλάσσης. 28 και επαναστραφέν το ύδωρ εκάλυψε τα άρματα και τους αναβάτας και πάσαν την δύναμιν Φαραώ, τους εισπορευομένους οπίσω αυτών, εις την θάλασσαν, και ου κατελήφθη εξ αυτών ουδέ εις. 29 οι δε υιοί Ισραήλ επορεύθησαν δια ξηράς εν μέσω της θαλάσσης, το δε ύδωρ αυτής τείχος εκ δεξιών, και τείχος εξ ευωνύμων. 30 και ερρύσατο Κύριος τον Ισραήλ εν τη ημέρα εκείνη εκ χειρός των Αιγυπτίων· και είδεν Ισραήλ τους Αιγυπτίους τεθνηκότας παρά το χείλος της θαλάσσης. 31 είδε δε Ισραήλ την χείρα την μεγάλην, α εποίησε Κύριος τοις Αιγυπτίοις· εφοβήθη δε ο λαός τον Κύριον και επίστευσαν τω Θεω και Μωυσή τω θεράποντι αυτού.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΤΟΤΕ ήσε Μωυσής και οι υιοί Ισραήλ την ωδήν ταύτην τω Θεω και είπαν λέγοντες· άσωμεν τω Κυρίω, ενδόξως γαρ δεδόξασται· ίππον και αναβάτην έρριψεν εις θάλασσαν. 2 βοηθός και σκεπαστής εγένετό μοι εις σωτηρίαν· ούτός μου Θεός, και δοξάσω αυτόν, Θεός του πατρός μου, και υψώσω αυτόν. 3 Κύριος συντρίβων πολέμους, Κύριος όνομα αυτω. 4 άρματα Φαραώ και την δύναμιν αυτού έρριψεν εις θάλασσαν, επιλέκτους αναβάτας τριστάτας κατεπόντισεν εν ερυθρά θαλάσση, 5 πόντω εκάλυψεν αυτούς, κατέδυσαν εις βυθόν ωσεί λίθος. 6 η δεξιά σου, Κύριε, δεδόξασται εν ισχύϊ· η δεξιά σου χείρ, Κύριε, έθραυσεν εχθρούς. 7 και τω πλήθει της δόξης σου συνέτριψας τους υπεναντίους· απέστειλας την οργήν σου και κατέφαγεν αυτούς ως καλάμην. 8 και δια πνεύματος του θυμού σου διέστη το ύδωρ· επάγη ωσεί τείχος τα ύδατα, επάγη τα κύματα εν μέσω της θαλάσσης. 9 είπεν ο εχθρός, διώξας καταλήψομαι, μεριώ σκύλα, εμπλήσω ψυχήν μου, ανελώ τη μαχαίρα μου, κυριεύσει η χείρ μου. 10 απέστειλας το πνεύμά σου, εκάλυψεν αυτούς θάλασσα· έδυσαν ωσεί μόλιβος εν ύδατι σφοδρω. 11 τις όμοιός σοι εν θεοίς, Κύριε; τις όμοιός σοι, δεδοξασμένος εν αγίοις, θαυμαστός εν δόξαις, ποιών τέρατα. 12 εξέτεινας την δεξιάν σου, κατέπιεν αυτούς γη. 13 ωδήγησας τη δικαιοσύνη σου τον λαόν σου τούτον, ον ελυτρώσω, παρεκάλεσας τη ισχύϊ σου εις κατάλυμα άγιόν σου. 14 ήκουσαν έθνη και ωργίσθησαν· ωδίνες έλαβον κατοικούντας Φυλιστιείμ. 15 τότε έσπευσαν ηγεμόνες Εδώμ, και άρχοντες Μωαβιτών, έλαβεν αυτούς τρόμος, ετάκησαν πάντες οι κατοικούντες Χαναάν. 16 επιπέσοι επ ‘ αυτούς τρόμος και φόβος, μεγέθει βραχίονός σου απολιθωθήτωσαν, έως αν παρέλθη ο λαός σου, Κύριε, έως αν παρέλθη ο λαός σου ούτος, ον εκτήσω. 17 εισαγαγών καταφύτευσον αυτούς εις όρος κληρονομίας σου, εις έτοιμον κατοικητήριόν σου, ό κατηρτίσω, Κύριε, αγίασμα, Κύριε, ό ητοίμασαν αι χείρές σου. 18 Κύριος βασιλεύων τον αιώνα και επ ‘ αιώνα και έτι. 19 ότι εισήλθεν ίππος Φαραώ συν άρμασι και αναβάταις εις θάλασσαν, και επήγαγεν επ ‘ αυτούς Κύριος το ύδωρ της θαλάσσης· οι δε υιοί Ισραήλ επορεύθησαν δια ξηράς εν μέσω της θαλάσσης.

 20 Λαβούσα δε Μαριάμ, η προφήτις, η αδελφή Ααρών, το τύμπανον εν τη χειρί αυτής, και εξήλθοσαν πάσαι αι γυναίκες οπίσω αυτής μετά τυμπάνων και χορών, 21 εξήρχε δε αυτών Μαριάμ λέγουσα· άσωμεν τω Κυρίω, ενδόξως γαρ δεδόξασται· ίππον και αναβάτην έρριψεν εις θάλασσαν.

 22 Εξήρε δε Μωυσής τους υιούς Ισραήλ από θαλάσσης ερυθράς και ήγαγεν αυτούς εις την έρημον Σουρ· και επορεύοντο τρεις ημέρας εν τη ερήμω και ουχ ηύρισκον ύδωρ ωστε πιείν. 23 ήλθον δε εις Μερρά και ουκ ηδύναντο πιείν εκ Μερράς, πικρόν γαρ ην· δια τούτο επωνόμασε το όνομα του τόπου εκείνου Πικρία. 24 και διεγόγγυζεν ο λαός επί Μωυσή λέγοντες· τι πιόμεθα; 25 εβόησε δε Μωυσής προς Κύριον, και έδειξεν αυτω Κύριος ξύλον, και ενέβαλεν αυτό εις το ύδωρ, και εγλυκάνθη το ύδωρ. εκεί έθετο αυτω δικαιώματα και κρίσεις και εκεί αυτόν επείρασε. 26 και είπεν· εάν ακοή ακούσης της φωνής Κυρίου του Θεού σου και τα αρεστά εναντίον αυτού ποιήσης και ενωτίση ταις εντολαίς αυτού και φυλάξης πάντα τα δικαιώματα αυτού, πάσαν νόσον, ην επήγαγον τοις Αιγυπτίοις, ουκ επάξω επί σε· εγώ γαρ ειμι Κύριος ο Θεός σου ο ιώμενός σε.

 27 Και ήλθοσαν εις Αιλείμ, και ήσαν εκεί δώδεκα πηγαί υδάτων και εβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δε εκεί παρά τα ύδατα.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΑΠ…ΡΑΝ δε εξ Αιλείμ και ήλθοσαν πάσα συναγωγή υιών Ισραήλ εις την έρημον Σίν, ό εστιν ανά μέσον Αιλείμ και ανά μέσον Σινά. τη δε πεντεκαιδεκάτη ημέρα τω μηνί τω δευτέρω εξεληλυθότων αυτών εκ γης Αιγύπτου, 2 διεγόγγυζε πάσα συναγωγή υιών Ισραήλ επί Μωυσήν και Ααρών, 3 και είπαν προς αυτούς οι υιοί Ισραήλ· όφελον απεθάνομεν πληγέντες υπό Κυρίου εν γη Αιγύπτω, όταν εκαθίσαμεν επί των λεβήτων των κρεών και ησθίομεν άρτους εις πλησμονήν· ότι εξήγαγε ημάς εις την έρημον ταύτην αποκτείναι πάσαν την συναγωγήν ταύτην εν λιμω. 4 είπε δε Κύριος προς Μωυσήν· ιδού εγώ ύω υμίν άρτους εκ του ουρανού, και εξελεύσεται ο λαός και συλλέξουσι το της ημέρας εις ημέραν, όπως πειράσω αυτούς, ει πορεύσονται τω νόμω μου ή ου· 5 και έσται εν τη ημέρα τη έκτη και ετοιμάσουσιν ό αν εισενέγκωσι, και έσται διπλούν ό εάν συναγάγωσι το καθ ‘ ημέραν εις ημέραν. 6 και είπε Μωυσής και Ααρών προς πάσαν συναγωγήν υιών Ισραήλ· εσπέρας γνώσεσθε ότι Κύριος εξήγαγεν υμάς εκ γης Αιγύπτου, 7 και πρωϊ όψεσθε την δόξαν Κυρίου εν τω εισακούσαι τον γογγυσμόν υμών επί τω Θεω· ημείς δε τι εσμεν ότι διαγογγύζετε καθ ‘ ημών; 8 και είπε Μωυσής· εν τω διδόναι Κύριον υμίν εσπέρας κρέα φαγείν και άρτους το πρωϊ εις πλησμονήν δια το εισακούσαι Κύριον τον γογγυσμόν υμών, ον υμείς διαγογγύζετε καθ ‘ ημών· ημείς δε τι εσμεν; ου γαρ καθ ‘ ημών εστιν ο γογγυσμός υμών· αλλ ‘ ή κατά του Θεού. 9 είπε δε Μωυσής προς Ααρών· ειπόν πάση συναγωγή υιών Ισραήλ· προσέλθετε εναντίον του Θεού· εισακήκοε γαρ τον γογγυσμόν υμών. 10 ηνίκα δε ελάλει Ααρών πάση συναγωγή υιών Ισραήλ, και επεστράφησαν εις την έρημον, και η δόξα Κυρίου ώφθη εν νεφέλη. 11 και ελάλησε Κύριος προς Μωυσήν λέγων· 12 εισακήκοα τον γογγυσμόν των υιών Ισραήλ· λάλησον προς αυτούς λέγων· το προς εσπέραν έδεσθε κρέα και το πρωϊ πλησθήσεσθε άρτων· και γνώσεσθε ότι εγώ Κύριος ο Θεός υμών. 13 εγένετο δε εσπέρα, και ανέβη ορτυγομήτρα και εκάλυψε την παρεμβολήν· το πρωϊ εγένετο καταπαυομένης της δρόσου κύκλω της παρεμβολής 14 και ιδού επί πρόσωπον της ερήμου λεπτόν ωσεί κόριον λευκόν, ωσεί πάγος επί της γης. 15 ιδόντες δε αυτό οι υιοί Ισραήλ είπαν έτερος τω ετέρω· τι εστι τούτο; ου γαρ ήδεισαν, τι ην. είπε δε Μωυσής αυτοίς· ούτος ο άρτος, ον έδωκε Κύριος υμίν φαγείν· 16 τούτο το ρήμα ό συνέταξε Κύριος· συναγάγετε απ ‘ αυτού έκαστος εις τους καθήκοντας, γομόρ κατά κεφαλήν κατά αριθμόν ψυχών υμών, έκαστος συν τοις συσκηνίοις υμών συλλέξατε. 17 εποίησαν δε ούτως οι υιοί Ισραήλ και συνέλεξαν ο το πολύ και ο το έλαττον. 18 και μετρήσαντες γομόρ, ουκ επλεόνασεν ο το πολύ, και ο το έλαττον ουκ ηλαττόνησεν· έκαστος εις τους καθήκοντας παρ ‘ εαυτω συνέλεξαν. 19 είπε δε Μωυσής προς αυτούς· μηδείς καταλειπέτω απ ‘ αυτού εις το πρωϊ. 20 και ουκ εισήκουσαν Μωυσή, αλλά κατέλιπόν τινες απ ‘ αυτού εις το πρωϊ· και εξέζεσε σκώληκας και επώζεσε· και επικράνθη επ ‘ αυτοίς Μωυσής. 21 και συνέλεξαν αυτό πρωϊ πρωϊ, έκαστος το καθήκον αυτω· ηνίκα δε διεθέρμαινεν ο ήλιος, ετήκετο. 22 εγένετο δε τη ημέρα τη έκτη, συνέλεξαν τα δέοντα διπλά, δύο γομόρ τω ενί· εισήλθοσαν δε πάντες οι άρχοντες της συναγωγής και ανήγγειλαν Μωυσή· 23 είπε δε Μωυσής προς αυτούς· ου τούτο το ρήμά εστιν, ό ελάλησε Κύριος; σάββατα ανάπαυσις αγία τω Κυρίω αύριον· όσα εάν πέσσητε, πέσσετε, και όσα εάν έψητε, έψετε· και παν το πλεονάζον καταλείπετε αυτό εις αποθήκην εις το πρωϊ. 24 και κατελίποσαν απ ‘ αυτού εις το πρωϊ, καθώς συνέταξεν αυτοίς Μωυσής· και ουκ επώζεσεν, ουδέ σκώληξ εγένετο εν αυτω. 25 είπε δε Μωυσής· φάγετε σήμερον, έστι γαρ σάββατα σήμερον τω Κυρίω· ουχ ευρεθήσεται εν τω πεδίω. 26 εξ ημέρας συλλέξετε· τη δε ημέρα τη εβδόμη σάββατα, ότι ουκ έσται εν αυτη. 27 εγένετο δε εν τη ημέρα τη εβδόμη εξήλθοσάν τινες εκ του λαού συλλέξαι και ουχ εύρον. 28 είπε δε Κύριος προς Μωυσήν· έως τίνος ου βούλεσθε εισακούειν τας εντολάς μου και τον νόμον μου; 29 ίδετε, ο γαρ Κύριος έδωκεν υμίν σάββατα την ημέραν ταύτην· δια τούτο αυτός έδωκεν υμίν τη ημέρα τη έκτη άρτους δύο ημερών· καθήσεσθε έκαστος εις τους οίκους υμών, μηδείς εκπορευέσθω εκ του τόπου αυτού τη ημέρα τη εβδόμη. 30 και εσαββάτισεν ο λαός τη ημέρα τη εβδόμη. 31 και επωνόμασαν οι υιοί Ισραήλ το όνομα αυτού, μάν· ην δε ωσεί σπέρμα κορίου λευκόν, το δε γεύμα αυτού ως εγκρίς εν μέλιτι. 32 είπε δε Μωυσής· τούτο το ρήμα, ό συνέταξε Κύριος· πλήσατε το γομόρ του μάν εις αποθήκην εις τας γενεάς υμών, ίνα ίδωσι τον άρτον, ον εφάγετε υμείς εν τη ερήμω, ως εξήγαγεν υμάς Κύριος εκ γης Αιγύπτου. 33 και είπε Μωυσής προς Ααρών· λάβε στάμνον χρυσούν ένα και έμβαλε εις αυτόν πλήρες το γομόρ του μάν και αποθήσεις αυτό εναντίον του Θεού εις διατήρησιν εις τας γενεάς υμών. 34 ον τρόπον συνέταξε Κύριος τω Μωυσή, και απέθηκεν Ααρών εναντίον του μαρτυρίου εις διατήρησιν. 35 οι δε υιοί Ισραήλ έφαγον το μάν έτη τεσσαράκοντα, έως ήλθον εις γην οικουμένην· εφάγοσαν το μάν, έως παρεγένοντο εις μέρος της Φοινίκης. 36 το δε γομόρ το δέκατον των τριών μέτρων ην.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΚΑΙ απήρε πάσα συναγωγή υιών Ισραήλ εκ της ερήμου Σίν κατά παρεμβολάς αυτών δια ρήματος Κυρίου και παρενεβάλοσαν εν Ραφιδείν· ουκ ην δε ύδωρ τω λαω πιείν. 2 και ελοιδορείτο ο λαός προς Μωυσήν λέγοντες· δος ημίν ύδωρ, ίνα πίωμεν. και είπεν αυτοίς Μωυσής· τι λοιδορείσθέ μοι, και τι πειράζετε Κύριον; 3 εδίψησε δε εκεί ο λαός ύδατι, και διεγόγγυζεν εκεί ο λαός προς Μωυσήν λέγοντες· ινατί τούτο; ανεβίβασας ημάς εξ Αιγύπτου αποκτείναι ημάς και τα τέκνα ημών και τα κτήνη τω δίψει; 4 εβόησε δε Μωυσής προς Κύριον λέγων· τι ποιήσω τω λαω τούτω; έτι μικρόν και καταλιθοβολήσουσί με. 5 και είπε Κύριος προς Μωυσήν· προπορεύου του λαού τούτου, λαβέ δε σεαυτω από των πρεσβυτέρων του λαού· και την ράβδον, εν ή επάταξας τον ποταμόν, λαβέ εν τη χειρί σου και πορεύση. 6 όδε εγώ έστηκα εκεί προ του σε επί της πέτρας εν Χωρήβ· και πατάξεις την πέτραν, και εξελεύσεται εξ αυτής ύδωρ, και πίεται ο λαός. εποίησε δε Μωυσής ούτως εναντίον των υιών Ισραήλ. 7 και επωνόμασε το όνομα του τόπου εκείνου Πειρασμός και Λοιδόρησις, δια την λοιδορίαν των υιών Ισραήλ και δια το πειράζειν Κύριον λέγοντας· ει έστι Κύριος εν ημίν ή ου;

 8 Ήλθε δε Αμαλήκ και επολέμει Ισραήλ εν Ραφιδείν. 9 είπε δε Μωυσής τω Ιησού· επίλεξον σεαυτω άνδρας δυνατούς και εξελθών παράταξαι τω Αμαλήκ αύριον, και ιδού εγώ έστηκα επί της κορυφής του βουνού, και η ράβδος του Θεού εν τη χειρί μου. 10 και εποίησεν Ιησούς καθάπερ είπεν αυτω Μωυσής, και εξελθών παρετάξατο τω Αμαλήκ· και Μωυσής και Ααρών και Ωρ ανέβησαν επί την κορυφήν του βουνού. 11 και εγίνετο όταν επήρε Μωυσής τας χείρας, κατίσχυεν Ισραήλ· όταν δε καθήκε τας χείρας, κατίσχυεν Αμαλήκ. 12 αι δε χείρες Μωυσή βαρείαι· και λαβόντες λίθον υπέθηκαν υπ ‘ αυτόν, και εκάθητο επ ‘ αυτού, και Ααρών και Ωρ εστήριζον τας χείρας αυτού, εντεύθεν εις και εντεύθεν εις· και εγένοντο αι χείρες Μωυσή εστηριγμέναι έως δυσμών ηλίου. 13 και ετρέψατο Ιησούς τον Αμαλήκ και πάντα τον λαόν αυτού εν φόνω μαχαίρας. 14 είπε δε Κύριος προς Μωυσήν· κατάγραψον τούτο εις μνημόσυνον εν βιβλίω και δος εις τα ώτα Ιησού, ότι αλοιφή εξαλείψω το μνημόσυνον Αμαλήκ εκ της υπό τον ουρανόν. 15 και ωκοδόμησε Μωυσής θυσιαστήριον Κυρίω και επωνόμασε το όνομα αυτού Κύριος καταφυγή μου· 16 ότι εν χειρί κρυφαία πολεμεί Κύριος επί Αμαλήκ από γενεών εις γε-

νεάς.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΗΚΟΥΣΕ δε Ιοθόρ ιερεύς Μαδιάμ ο γαμβρός Μωυσή πάντα όσα εποίησε Κύριος Ισραήλ τω εαυτού λαω· εξήγαγε γαρ Κύριος τον Ισραήλ εξ Αιγύπτου. 2 έλαβε δε Ιοθόρ ο γαμβρός Μωυσή Σεπφώραν την γυναίκα Μωυσή μετά την άφεσιν αυτής 3 και τους δύο υιούς αυτής· όνομα τω ενί αυτών Γηρσάμ λέγων· πάροικος ήμην εν γη αλλοτρία· 4 και το όνομα του δευτέρου Ελιέζερ λέγων· ο γαρ Θεός του πατρός μου βοηθός μου και εξείλατό με εκ χειρός Φαραώ. 5 και εξήλθεν Ιοθόρ ο γαμβρός Μωυσή και οι υιοί και η γυνή προς Μωυσήν εις την έρημον, ου παρενέβαλεν επ ‘ όρους του Θεού. 6 ανηγγέλη δε Μωυσή λέγοντες· ιδού ο γαμβρός σου Ιοθόρ παραγίνεται προς σε, και η γυνή και οι δύο υιοί σου μετ ‘ αυτού. 7 εξήλθε δε Μωυσής εις συνάντησιν τω γαμβρω και προσεκύνησεν αυτω και εφίλησεν αυτόν, και ησπάσαντο αλλήλους· και εισήγαγεν αυτούς εις την σκηνήν. 8 και διηγήσατο Μωυσής τω γαμβρω πάντα, όσα εποίησε Κύριος τω Φαραώ και πάσι τοις Αιγυπτίοις ένεκεν του Ισραήλ, και πάντα τον μόχθον τον γενόμενον αυτοίς εν τη οδω και ότι εξείλατο αυτούς Κύριος εκ χειρός Φαραώ και εκ χειρός των Αιγυπτίων. 9 εξέστη δε Ιοθόρ επί πάσι τοις αγαθοίς, οίς εποίησεν αυτοίς Κύριος, ότι εξείλατο αυτούς εκ χειρός Αιγυπτίων και εκ χειρός Φαραώ. 10 και είπεν Ιοθόρ· ευλογητός Κύριος, ότι εξείλατο αυτούς εκ χειρός Αιγυπτίων και εκ χειρός Φαραώ· 11 νυν έγνων ότι μέγας Κύριος παρά πάντας τους θεούς, ένεκεν τούτου ότι επέθεντο αυτοίς. 12 και έλαβεν Ιοθόρ ο γαμβρός Μωυσή ολοκαυτώματα και θυσίας τω Θεω· παρεγένετο δε Ααρών και πάντες οι πρεσβύτεροι Ισραήλ συμφαγείν άρτον μετά του γαμβρού Μωυσή εναντίον του Θεού.

 13 Και εγένετο μετά την επαύριον συνεκάθισε Μωυσής κρίνειν τον λαόν· παρειστήκει δε πας ο λαός Μωυσή από πρωϊθεν έως δείλης. 14 και ιδών Ιοθόρ πάντα όσα ποιεί τω λαω, λέγει· τι τούτο, ό συ ποιείς τω λαω; διατί συ κάθησαι μόνος, πας δε ο λαός παρέστηκέ σοι από πρωϊθεν έως δείλης; 15 και λέγει Μωυσής τω γαμβρω, ότι παραγίνεται προς με ο λαός εκζητήσαι κρίσιν παρά του Θεού. 16 όταν γαρ γένηται αυτοίς αντιλογία και έλθωσι προς με, διακρίνω έκαστον και συμβιβάζω αυτούς τα προστάγματα του Θεού και τον νόμον αυτού. 17 είπε δε ο γαμβρός Μωυσή προς αυτόν· ουκ ορθώς συ ποιείς το ρήμα τούτο· 18 φθορά καταφθαρήση ανυπομονήτω και συ και πας ο λαός ούτος, ος εστι μετά σου· βαρύ σοι το ρήμα τούτο, ου δυνήση ποιείν συ μόνος. 19 νυν ουν άκουσόν μου και συμβουλεύσω σοι, και έσται ο Θεός μετά σου. γίνου συ τω λαω τα προς τον Θεόν και ανοίσεις τους λόγους αυτών προς τον Θεόν, 20 και διαμαρτύρη αυτοίς τα προστάγματα του Θεού και τον νόμον αυτού και σημανείς αυτοίς τας οδούς, εν αις πορεύσονται εν αυταίς, και τα έργα α ποιήσουσι. 21 και συ σεαυτω σκέψαι από παντός του λαού άνδρας δυνατούς, θεοσεβείς, άνδρας δικαίους, μισούντας υπερηφανίαν, και καταστήσεις επ ‘ αυτόν χιλιάρχους και εκατοντάρχους και πεντηκοντάρχους και δεκαδάρχους, 22 και κρινούσι τον λαόν πάσαν ωραν· το δε ρήμα το υπέρογκον ανοίσουσιν επί σε, τα δε βραχέα των κριμάτων κρινούσιν αυτοί και κουφιούσιν από σου και συναντιλήψονταί σοι. 23 εάν το ρήμα τούτο ποιήσης, κατισχύσει σε ο Θεός, και δυνήση παραστήναι, και πας ο λαός ούτος εις τον εαυτού τόπον μετ ‘ ειρήνης ήξει. 24 ήκουσε δε Μωυσής της φωνής του γαμβρού και εποίησεν όσα είπεν αυτω. 25 και επέλεξε Μωυσής άνδρας δυνατούς από παντός Ισραήλ και εποίησεν αυτούς επ ‘ αυτών χιλιάρχους και εκατοντάρχους και πεντηκοντάρχους και δεκαδάρχους. 26 και εκρίνοσαν τον λαόν πάσαν ωραν· παν δε ρήμα υπέρογκον ανεφέροσαν επί Μωυσήν, παν δε ρήμα ελαφρόν εκρίνοσαν αυτοί. 27 εξαπέστειλε δε Μωυσής τον εαυτού γαμβρόν, και απήλθεν εις την γην αυτού.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΤΟΥ δε μηνός του τρίτου της εξόδου των υιών Ισραήλ εκ γης Αιγύπτου τη ημέρα ταύτη ήλθοσαν εις την έρημον του Σινά. 2 και απήραν εκ Ραφιδείν και ήλθοσαν εις την έρημον του Σινά, και παρενέβαλεν εκεί Ισραήλ κατέναντι του όρους. 3 και Μωυσής ανέβη εις το όρος του Θεού· και εκάλεσεν αυτόν ο Θεός εκ του όρους λέγων· τάδε ερείς τω οίκω Ιακώβ και αναγγελείς τοις υιοίς Ισραήλ· 4 αυτοί εωράκατε όσα πεποίηκα τοις Αιγυπτίοις, και ανέλαβον υμάς ωσεί επί πτερύγων αετών και προσηγαγόμην υμάς προς εμαυτόν. 5 και νυν εάν ακοή ακούσητε της εμής φωνής και φυλάξητε την διαθήκην μου, έσεσθέ μοι λαός περιούσιος από πάντων των εθνών· εμή γαρ εστι πάσα η γη· 6 υμείς δε έσεσθέ μοι βασίλειον ιεράτευμα και έθνος άγιον. ταύτα τα ρήματα ερείς τοις υιοίς Ισραήλ. 7 ήλθε δε Μωυσής και εκάλεσε τους πρεσβυτέρους του λαού και παρέθηκεν αυτοίς πάντας τους λόγους τούτους, ους συνέταξεν αυτω ο Θεός. 8 απεκρίθη δε πας ο λαός ομοθυμαδόν και είπαν· πάντα, όσα είπεν ο Θεός, ποιήσομεν και ακουσόμεθα. ανήνεγκε δε Μωυσής τους λόγους τούτους προς τον Θεόν. 9 είπε δε Κύριος προς Μωυσήν· ιδού εγώ παραγίνομαι προς σε εν στύλω νεφέλης, ίνα ακούση ο λαός λαλούντός μου προς σε και σοί πιστεύσωσιν εις τον αιώνα. ανήγγειλε δε Μωυσής τα ρήματα του λαού προς Κύριον. 10 είπε δε Κύριος προς Μωυσήν· καταβάς διαμάρτυραι τω λαω και άγνισον αυτούς σήμερον και αύριον, και πλυνάτωσαν τα ιμάτια· 11 και έστωσαν έτοιμοι εις την ημέραν την τρίτην· τη γαρ ημέρα τη τρίτη καταβήσεται Κύριος επί το όρος το Σινά εναντίον παντός του λαού. 12 και αφοριείς τον λαόν κύκλω λέγων· προσέχετε εαυτοίς του αναβήναι εις το όρος και θίγειν τι αυτού· πας ο αψάμενος του όρους θανάτω τελευτήσει. 13 ουχ άψετε αυτού χείρ· εν γαρ λίθοις λιθοβοληθήσεται ή βολίδι κατατοξευθήσεται· εάν τε κτήνος εάν τε άνθρωπος, ου ζήσεται. όταν αι φωναί και αι σάλπιγγες και η νεφέλη απέλθη από του όρους, εκείνοι αναβήσονται επί το όρος. 14 κατέβη δε Μωυσής εκ του όρους προς τον λαόν και ηγίασεν αυτούς, και έπλυναν τα ιμάτια. 15 και είπε τω λαω· γίνεσθε έτοιμοι τρεις ημέρας, μη προσέλθητε γυναικί. 16 εγένετο δε τη ημέρα τη τρίτη γενηθέντος προς όρθρον και εγίνοντο φωναί και αστραπαί και νεφέλη γνοφώδης επ ‘ όρους Σινά, φωνή της σάλπιγγος ήχει μέγα· και επτοήθη πας ο λαός ο εν τη παρεμβολή. 17 και εξήγαγε Μωυσής τον λαόν εις συνάντησιν του Θεού εκ της παρεμβολής, και παρέστησαν υπό το όρος. 18 το όρος το Σινά εκαπνίζετο όλον δια το καταβεβηκέναι επ ‘ αυτό τον Θεόν εν πυρί, και ανέβαινεν ο καπνός ωσεί καπνός καμίνου, και εξέστη πας ο λαός σφόδρα· 19 εγίνοντο δε αι φωναί της σάλπιγγος προβαίνουσαι ισχυρότεραι σφόδρα· Μωυσής ελάλει, ο δε Θεός απεκρίνατο αυτω φωνή· 20 κατέβη δε Κύριος επί το όρος το Σινά επί την κορυφήν του όρους· και εκάλεσε Κύριος Μωυσήν επί την κορυφήν του όρους, και ανέβη Μωυσής. 21 και είπεν ο Θεός προς Μωυσήν λέγων· καταβάς διαμάρτυραι τω λαω, μη ποτε εγγίσωσι προς τον Θεόν κατανοήσαι και πέσωσιν εξ αυτών πλήθος· 22 και οι ιερείς οι εγγίζοντες Κυρίω τω Θεω αγιασθήτωσαν, μη ποτε απαλλάξη απ ‘ αυτών Κύριος. 23 και είπε Μωυσής προς τον Θεόν· ου δυνήσεται ο λαός προσαναβήναι προς το όρος το Σινά· συ γαρ διαμεμαρτύρησαι ημίν λέγων· αφόρισαι το όρος και αγίασαι αυτό. 24 είπε δε αυτω Κύριος· βάδιζε, κατάβηθι και ανάβηθι συ και Ααρών μετά σου· οι δε ιερείς και ο λαός μη βιαζέσθωσαν αναβήναι προς τον Θεόν, μη ποτε απολέση απ ‘ αυτών Κύριος. 25 κατέβη δε Μωυσής προς τον λαόν και είπεν αυτοίς.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΚΑΙ ελάλησε Κύριος πάντας τους λόγους τούτους λέγων· 2 εγώ ειμι Κύριος ο Θεός σου, όστις εξήγαγόν σε εκ γης Αιγύπτου, εξ οίκου δουλείας. 3 ουκ έσονταί σοι θεοί έτεροι πλήν εμού. 4 ου ποιήσεις σεαυτω είδωλον, ουδέ παντός ομοίωμα, όσα εν τω ουρανω άνω και όσα εν τη γη κάτω και όσα εν τοις ύδασιν υποκάτω της γης. 5 ου προσκυνήσεις αυτοίς, ουδέ μη λατρεύσεις αυτοίς· εγώ γαρ ειμι Κύριος ο Θεός σου, Θεός ζηλωτής, αποδιδούς αμαρτίας πατέρων επί τέκνα, έως τρίτης και τετάρτης γενεάς τοις μισούσί με 6 και ποιών έλεος εις χιλιάδας τοις αγαπώσί με και τοις φυλάσσουσι τα προστάγματά μου. 7 ου λήψει το όνομα Κυρίου του Θεού σου επί ματαίω· ου γαρ μη καθαρίση Κύριος ο Θεός σου τον λαμβάνοντα το όνομα αυτού επί ματαίω. 8 μνήσθητι την ημέρα των σαββάτων αγιάζειν αυτήν. 9 εξ ημέρας εργά και ποιήσεις πάντα τα έργα σου· 10 τη δε ημέρα τη εβδόμη σάββατα Κυρίω τω Θεω σου· ου ποιήσεις εν αυτη παν έργον, συ και ο υιος σου και η θυγάτηρ σου, ο παις σου και η παιδίσκη σου, ο βούς σου και το υποζύγιόν σου και παν κτήνός σου και ο προσήλυτος ο παροικών εν σοί. 11 εν γαρ εξ ημέραις εποίησε Κύριος τον ουρανόν και την γην και την θάλασσαν και πάντα τα εν αυτοίς και κατέπαυσε τη ημέρα τη εβδόμη· δια τούτο ευλόγησε Κύριος την ημέραν την εβδόμην και ηγίασεν αυτήν. 12 τίμα τον πατέρα σου και την μητέρα σου, ίνα εύ σοι γένηται, και ίνα μακροχρόνιος γένη επί της γης της αγαθής, ης Κύριος ο Θεός σου δίδωσί σοι. 13 ου μοιχεύσεις. 14 ου κλέψεις. 15 ου φονεύσεις. 16 ου ψευδομαρτυρήσεις κατά του πλησίον σου μαρτυρίαν ψευδή. 17 ουκ επιθυμήσεις την γυναίκα του πλησίον σου. ουκ επιθυμήσεις την οικίαν του πλησίον σου ούτε τον αγρόν αυτού ούτε τον παίδα αυτού ούτε την παιδίσκην αυτού ούτε του βοός αυτού ούτε του υποζυγίου αυτού ούτε παντός κτήνους αυτού ούτε όσα τω πλησίον σου εστί.

 18 Και πας ο λαός εώρα την φωνήν και τας λαμπάδας και την φωνήν της σάλπιγγος και το όρος το καπνίζον· φοβηθέντες δε πας ο λαός έστησαν μακρόθεν. 19 και είπαν προς Μωυσήν· λάλησον συ ημίν, και μη λαλείτω προς ημάς ο Θεός, μη αποθάνωμεν. 20 και λέγει αυτοίς Μωυσής· θαρσείτε, ένεκεν γαρ του πειράσαι υμάς παρεγενήθη ο Θεός προς υμάς, όπως αν γένηται ο φόβος αυτού εν υμίν, ίνα μη αμαρτάνητε. 21 ειστήκει δε ο λαός μακρόθεν, Μωυσής δε εισήλθεν εις τον γνόφον, ου ην ο Θεός. 22 είπε δε Κύριος προς Μωυσήν· τάδε ερείς τω οίκω Ιακώβ και αναγγελείς τοις υιοίς Ισραήλ· υμείς εωράκατε ότι εκ του ουρανού λελάληκα προς υμάς· 23 ου ποιήσετε υμίν αυτοίς θεούς αργυρούς και θεούς χρυσούς ου ποιήσετε υμίν αυτοίς. 24 θυσιαστήριον εκ γης ποιήσετέ μοι και θύσετε επ ‘ αυτού τα ολοκαυτώματα υμών και τα σωτήρια υμών και τα πρόβατα και τους μόσχους υμών εν παντί τόπω, ου εάν επονομάσω το όνομά μου εκεί, και ήξω προς σε και ευλογήσω σε. 25 εάν δε θυσιαστήριον εκ λίθων ποιής μοι, ουκ οικοδομήσεις αυτούς τμητούς· το γαρ εγχειρίδιόν σου επιβέβληκας επ ‘ αυτούς, και μεμίανται. 26 ουκ αναβήση εν αναβαθμίσιν επί το θυσιαστήριόν μου, όπως αν μη αποκαλύψης την ασχημοσύνην σου επ ‘ αυτού.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΚΑΙ ταύτα τα δικαιώματα, α παραθήση ενώπιον αυτών. 2 εάν κτήση παίδα Εβραίον, εξ έτη δουλεύσει σοι· τω δε εβδόμω έτει απελεύσεται ελεύθερος δωρεάν. 3 εάν αυτός μόνος εισέλθη, και μόνος εξελεύσεται· εάν δε γυνή συνεισέλθη μετ ‘ αυτού, εξελεύσεται και η γυνή αυτού. 4 και εάν δε ο κύριος δω αυτω γυναίκα, και τέκη αυτω υιούς ή θυγατέρας, η γυνή και τα παιδία έσται τω κυρίω αυτού, αυτός δε μόνος εξελεύσεται. 5 εάν δε αποκριθείς είπη ο παις, ηγάπησα τον κύριόν μου και την γυναίκα και τα παιδία, ουκ αποτρέχω ελεύθερος· 6 προσάξει αυτόν ο κύριος αυτού προς το κριτήριον του Θεού και τότε προσάξει αυτόν επί την θύραν επί τον σταθμόν, και τρυπήσει ο κύριος αυτού το ους τω οπητίω, και δουλεύσει αυτω εις τον αιώνα. 7 εάν δε τις αποδώται την εαυτού θυγατέρα οικέτιν, ουκ απελεύσεται, ωσπερ αποτρέχουσιν αι δούλαι. 8 εάν μη ευαρεστήση τω κυρίω αυτής ην αυτω καθωμολογήσατο, απολυτρώσει αυτήν· έθνει δε αλλοτρίω ου κύριός εστι πωλείν αυτήν, ότι ηθέτησεν εν αυτη. 9 εάν δε τω υιω καθομολογήσηται αυτήν, κατά το δικαίωμα των θυγατέρων ποιήσει αυτη. 10 εάν δε άλλην λάβη εαυτω, τα δέοντα και τον ιματισμόν και την ομιλίαν αυτής ουκ αποστερήσει. 11 εάν δε τα τρία ταύτα μη ποιήση αυτη, εξελεύσεται δωρεάν άνευ αργυρίου.

 12 Εάν δε πατάξη τις τινα, και αποθάνη, θανάτω θανατούσθω· 13 ο δε ουχ εκών, αλλ ‘ ο Θεός παρέδωκεν εις τας χείρας αυτού, δώσω σοι τόπον, ου φεύξεται εκεί ο φονεύσας. 14 εάν δε τις επιθήται τω πλησίον αποκτείναι αυτόν δόλω και καταφύγη, από του θυσιαστηρίου μου λήψη αυτόν θανατώσαι. 15 ος τύπτει πατέρα αυτού ή μητέρα αυτού, θανάτω θανατούσθω. 16 ο κακολογών πατέρα αυτού ή μητέρα αυτού τελευτήσει θανάτω. 17 ος εάν κλέψη τις τινα των υιών Ισραήλ και καταδυναστεύσας αυτόν αποδώται, και ευρεθή εν αυτω, θανάτω τελευτάτω. 18 εάν δε λοιδορώνται δύο άνδρες και πατάξη τις τον πλησίον λίθω ή πυγμή, και μη αποθάνη, κατακλιθή δε επί την κοίτην, 19 εάν εξαναστάς ο άνθρωπος περιπατήση έξω επί ράβδου, αθωος έσται ο πατάξας· πλήν της αργίας αυτού αποτίσει και τα ιατρεία. 20 εάν δε τις πατάξη τον παίδα αυτού ή την παιδίσκην αυτού εν ράβδω και αποθάνη υπό τας χείρας αυτού, δίκη εκδικηθήσεται. 21 εάν δε διαβιώση ημέραν μίαν ή δύο, ουκ εκδικηθήσεται· το γαρ αργύριον αυτού εστιν. 22 εάν δε μάχωνται δύο άνδρες και πατάξωσι γυναίκα εν γαστρί έχουσαν και εξέλθη το παιδίον αυτής μη εξεικονισμένον, επιζήμιον ζημιωθήσεται· καθότι αν επιβάλη ο ανήρ της γυναικός, δώσει μετά αξιώματος· 23 εάν δε εξεικονισμένον ή, δώσει ψυχήν αντί ψυχής, 24 οφθαλμόν αντί οφθαλμού, οδόντα αντί οδόντος, χείρα αντί χειρός, πόδα αντί ποδός, 25 κατάκαυμα αντί κατακαύματος, τραύμα αντί τραύματος, μώλωπα αντί μώλωπος. 26 εάν δε τις πατάξη τον οφθαλμόν του οικέτου αυτού ή τον οφθαλμόν της θεραπαίνης αυτού, και εκτυφλώση, ελευθέρους εξαποστελεί αυτούς αντί του οφθαλμού αυτών. 27 εάν δε τον οδόντα του οικέτου ή τον οδόντα της θεραπαίνης αυτού εκκόψη, ελευθέρους εξαποστελεί αυτούς αντί του οδόντος αυτών.

 28 Εάν δε κερατίση ταύρος άνδρα ή γυναίκα και αποθάνη, λίθοις λιθοβοληθήσεται ο ταύρος, και ου βρωθήσεται τα κρέα αυτού· ο δε κύριος του ταύρου αθωος έσται. 29 εάν δε ο ταύρος κερατιστής ή προ της χθές και προ της τρίτης, και διαμαρτύρωνται τω κυρίω αυτού, και μη αφανίση αυτόν, ανέλη δε άνδρα ή γυναίκα, ο ταύρος λιθοβοληθήσεται και ο κύριος αυτού προσαποθανείται. 30 εάν δε λύτρα επιβληθή αυτω, δώσει λύτρα της ψυχής αυτού όσα εάν επιβάλωσιν αυτω. 31 εάν δε υιόν ή θυγατέρα κερατίση, κατά το δικαίωμα τούτο ποιήσωσιν αυτω. 32 εάν δε παίδα κερατίση ο ταύρος ή παιδίσκην, αργυρίου τριάκοντα δίδραχμα δώσει τω κυρίω αυτών, και ο ταύρος λιθοβοληθήσεται. 33 εάν δε τις ανοίξη λάκκον ή λατομήση λάκκον και μη καλύψη αυτόν, και εμπέση εκεί μόσχος ή όνος, 34 ο κύριος του λάκκου αποτίσει· αργύριον δώσει τω κυρίω αυτών, το δε τετελευτηκός αυτω έσται. 35 εάν δε κερατίση τινός ταύρος τον ταύρον του πλησίον και τελευτήση, αποδώσονται τον ταύρον τον ζώντα και διελούνται το αργύριον αυτού, και τον ταύρον τον τεθνηκότα διελούνται. 36 εάν δε γνωρίζηται ο ταύρος ότι κερατιστής εστι προ της χθές και προ της τρίτης ημέρας, και διαμεμαρτυρημένοι ώσι τω κυρίω αυτού, και μη αφανίση αυτόν, αποτίσει ταύρον αντί ταύρου, ο δε τετελευτηκώς αυτω έσται.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΕΑΝ δε τις κλέψη μόσχον ή πρόβατον και σφάξη ή αποδώται, πέντε μόσχους αποτίσει αντί του μόσχου και τέσσαρα πρόβατα αντί του προβάτου. 2 εάν δε εν τω διορύγματι ευρεθή ο κλέπτης και πληγείς αποθάνη, ουκ έστιν αυτω φόνος· 3 εάν δε ανατείλη ο ήλιος επ ‘ αυτω, ένοχός εστιν, ανταποθανείται. εάν δε μη υπάρχη αυτω, πραθήτω αντί του κλέμματος. 4 εάν δε καταληφθή και ευρεθή εν τη χειρί αυτού το κλέμμα από τε όνου έως προβάτου ζώντα, διπλά αυτά αποτίσει. 5 εάν δε καταβοσκήση τις αγρόν ή αμπελώνα και αφή το κτήνος αυτού καταβοσκήσαι αγρόν έτερον, αποτίσει εκ του αγρού αυτού κατά το γέννημα αυτού· εάν δε πάντα τον αγρόν καταβοσκήση, τα βέλτιστα του αγρού αυτού και τα βέλτιστα του αμπελώνος αυτού αποτίσει. 6 εάν δε εξελθόν πυρ εύρη ακάνθας και προσεμπρήση άλωνα ή στάχυς ή πεδίον, αποτίσει ο το πυρ εκκαύσας. 7 εάν δε τις δω τω πλησίον αργύριον ή σκεύη φυλάξαι, και κλαπή εκ της οικίας του ανθρώπου, εάν ευρεθή ο κλέψας, αποτίσει το διπλούν· 8 εάν δε μη ευρεθή ο κλέψας, προσελεύσεται ο κύριος της οικίας ενώπιον του Θεού και ομείται ή μην μη αυτόν πεπονηρεύσθαι εφ ‘ όλης της παρακαταθήκης του πλησίον. 9 κατά παν ρητόν αδίκημα, περί τε μόσχου και υποζυγίου και προβάτου και ιματίου και πάσης απωλείας της εγκαλουμένης, ό,τι ουν αν ή, ενώπιον του Θεού ελεύσεται η κρίσις αμφοτέρων, και ο αλούς δια του Θεού αποτίσει διπλούν τω πλησίον· 10 εάν δε τις δω τω πλησίον υποζύγιον ή μόσχον ή πρόβατον ή παν κτήνος φυλάξαι, και συντριβή ή τελευτήση ή αιχμάλωτον γένηται, και μηδείς γνω, 11 όρκος έσται του Θεού ανά μέσον αμφοτέρων, ή μην μη αυτόν πεπονηρεύσθαι καθόλου της παρακαταθήκης του πλησίον· και ούτως προσδέξεται ο κύριος αυτού, και ουκ αποτίσει. 12 εάν δε κλαπή παρ ‘ αυτού, αποτίσει τω κυρίω. 13 εάν δε θηριάλωτον γένηται, άξει αυτόν επί την θήραν και ουκ αποτίσει. 14 εάν δε αιτήση τις παρά του πλησίον, και συντριβή ή αποθάνη ή αιχμάλωτον γένηται, ο δε κύριος μη ή μετ ‘ αυτού, αποτίσει· 15 εάν δε ο κύριος ή μετ ‘ αυτού, ουκ αποτίσει· εάν δε μισθωτός ή, έσται αυτω αντί του μισθού αυτού.

 16 Εάν δε απατήση τις παρθένον αμνήστευτον και κοιμηθή μετ ‘ αυτής, φερνή φερνιεί αυτήν αυτω γυναίκα. 17 εάν δε ανανεύων ανανεύση και μη βούληται ο πατήρ αυτής δούναι αυτήν αυτω γυναίκα, αργύριον αποτίσει τω πατρί καθ ‘ όσον εστίν η φερνή των παρθένων. 18 φαρμακούς ου περιποιήσετε. 19 παν κοιμώμενον μετά κτήνους, θανάτω αποκτενείτε αυτούς. 20 ο θυσιάζων θεοίς θανάτω εξολοθρευθήσεται, πλήν Κυρίω μόνω.

 21 και προσήλυτον ου κακώσετε, ουδέ μη θλίψητε αυτόν· ήτε γαρ προσήλυτοι εν γη Αιγύπτω. 22 πάσαν χήραν και ορφανόν ου κακώσετε· 23 εάν δε κακία κακώσητε αυτούς, και κεκράξαντες καταβοήσωσι προς με, ακοή εισακούσομαι της φωνής αυτών 24 και οργισθήσομαι θυμω και αποκτενώ υμάς μαχαίρα, και έσονται αι γυναίκες υμών χήραι και τα παιδία υμών ορφανά. 25 εάν δε αργύριον εκδανείσης τω αδελφω τω πενιχρω παρά σοί, ουκ έση αυτόν κατεπείγων, ουκ επιθήσεις αυτω τόκον. 26 εάν δε ενεχύρασμα ενεχυράσης το ιμάτιον του πλησίον, προ δυσμών ηλίου αποδώσεις αυτω· 27 έστι γαρ τούτο περιβόλαιον αυτού, μόνον τούτο το ιμάτιον ασχημοσύνης αυτού· εν τίνι κοιμηθήσεται; εάν ουν καταβοήση προς με, εισακούσομαι αυτού· ελεήμων γαρ ειμι. 28 θεούς ου κακολογήσεις και άρχοντα του λαού σου ου κακώς ερείς. 29 απαρχάς άλωνος και ληνού σου ου καθυστερήσεις· τα πρωτότοκα των υιών σου δώσεις εμοί. 30 ούτω ποιήσεις τον μόσχον σου και το πρόβατόν σου και το υποζύγιόν σου· επτά ημέρας έσται υπό την μητέρα, τη δε ογδόη ημέρα αποδώσεις μοι αυτό. 31 και άνδρες άγιοι έσεσθέ μοι. και κρέας θηριάλωτον ουκ έδεσθε, τω κυνί απορρίψατε αυτό.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 ΟΥ παραδέξη ακοήν ματαίαν. ου συγκαταθήση μετά του αδίκου γενέσθαι μάρτυς άδικος. 2 ουκ έση μετά πλειόνων επί κακία. ου προστεθήση μετά πλήθους εκκλίναι μετά των πλειόνων, ωστε εκκλίναι κρίσιν. 3 και πένητα ουκ ελεήσεις εν κρίσει. 4 εάν δε συναντήσης τω βοϊ του εχθρού σου ή τω υποζυγίω αυτού πλανωμένοις, αποστρέψας αποδώσεις αυτω. 5 εάν δε ίδης το υποζύγιον του εχθρού σου πεπτωκός υπό τον γόνον αυτού, ου παρελεύση αυτό, αλλά συναρείς αυτό μετ ‘ αυτού. 6 ου διαστρέψεις κρίμα πένητος εν κρίσει αυτού. 7 από παντός ρήματος αδίκου αποστήση· αθωον και δίκαιον ουκ αποκτενείς και ου δικαιώσεις τον ασεβή ένεκεν δώρων. 8 και δώρα ου λήψη· τα γαρ δώρα εκτυφλοί οφθαλμούς βλεπόντων και λυμαίνεται ρήματα δίκαια. 9 και προσήλυτον ου θλίψετε· υμείς γαρ οίδατε την ψυχήν του προσηλύτου· αυτοί γαρ προσήλυτοι ήτε εν γη Αιγύπτω.

 10 Εξ έτη σπερείς την γην σου και συνάξεις τα γεννήματα αυτής· 11 τω δε εβδόμω άφεσιν ποιήσεις και ανήσεις αυτήν, και έδονται οι πτωχοί του έθνους σου, τα δε υπολειπόμενα έδεται τα άγρια θηρία. ούτω ποιήσεις τον αμπελώνά σου και τον ελαιώνά σου. 12 εξ ημέρας ποιήσεις τα έργα σου, τη δε ημέρα τη εβδόμη ανάπαυσις, ίνα αναπαύσηται ο βούς σου και το υποζύγιόν σου, και ίνα αναψύξη ο υιος της παιδίσκης σου και ο προσήλυτος. 13 πάντα, όσα είρηκα προς υμάς, φυλάξασθε.

 Και όνομα θεών ετέρων ουκ αναμνησθήσεσθε, ουδέ μη ακουσθή εκ του στόματος υμών. 14 τρεις καιρούς του ενιαυτού εορτάσατέ μοι. 15 την εορτήν των αζύμων φυλάξασθε ποιείν· επτά ημέρας έδεσθε άζυμα, καθάπερ ενετειλάμην σοι, κατά τον καιρόν του μηνός των νέων· εν γαρ αυτω εξήλθες εξ Αιγύπτου, ουκ οφθήση ενώπιόν μου κενός. 16 και εορτήν θερισμού πρωτογεννημάτων ποιήσεις των έργων σου, ων εάν σπείρης εν τω αγρω σου, και εορτήν συντελείας επ ‘ εξόδου του ενιαυτού εν τη συναγωγή των έργων σου των εκ του αγρού σου. 17 τρεις καιρούς του ενιαυτού οφθήσεται παν αρσενικόν σου ενώπιον Κυρίου του Θεού σου. 18 όταν γαρ εκβάλω τα έθνη από προσώπου σου και εμπλατύνω τα όριά σου, ου θύσεις επί ζύμη αίμα θυσιάσματός μου, ου δε μη κοιμηθή στέαρ της εορτής μου έως πρωϊ. 19 τας απαρχάς των πρωτογεννημάτων της γης σου εισοίσεις εις τον οίκον Κυρίου του Θεού σου. ουχ εψήσεις άρνα εν γάλακτι μητρός αυτού.

 20 Και ιδού εγώ αποστέλλω τον άγγελόν μου προ προσώπου σου, ίνα φυλάξη σε εν τη οδω, όπως εισαγάγη σε εις την γην, ην ητοίμασά σοι. 21 πρόσεχε σεαυτω και εισάκουε αυτού και μη απείθει αυτω· ου γαρ μη υποστείληταί σε, το γαρ όνομά μου εστιν επ ‘ αυτω. 22 εάν ακοή ακούσητε της εμής φωνής και ποιήσης πάντα, όσα αν εντείλωμαί σοι, και φυλάξητε την διαθήκην μου, έσεσθέ μοι λαός περιούσιος από πάντων των εθνών· εμή γαρ εστι πάσα η γη, υμείς δε έσεσθέ μοι βασίλειον ιεράτευμα και έθνος άγιον. ταύτα τα ρήματα ερείς τοις υιοίς Ισραήλ· εάν ακοή ακούσητε της φωνής μου και ποιήσητε πάντα όσα αν είπω σοι, εχθρεύσω τοις εχθροίς σου και αντικείσομαι τοις αντικειμένοις σοι· 23 πορεύσεται γαρ ο άγγελός μου ηγούμενός σου και εισάξει σε προς τον Αμορραίον και Χετταίον και Φερεζαίον και Χαναναίον και Γεργεσαίον και Ευαίον και Ιεβουσαίον, και εκτρίψω αυτούς. 24 ου προσκυνήσεις τοις θεοίς αυτών, ου δε μη λατρεύσης αυτοίς· ου ποιήσεις κατά τα έργα αυτών, αλλά καθαιρέσει καθελείς και συντρίβων συντρίψεις τας στήλας αυτών. 25 και λατρεύσεις Κυρίω τω Θεω σου, και ευλογήσω τον άρτον σου και τον οίνόν σου και το ύδωρ σου, και αποστρέψω μαλακίαν αφ ‘ υμών. 26 ουκ έσται άγονος ουδέ στείρα επί της γης σου· τον αριθμόν των ημερών σου αναπληρών αναπληρώσω. 27 και τον φόβον αποστελώ ηγούμενόν σου και εκστήσω πάντα τα έθνη, εις ους συ εισπορεύη εις αυτούς, και δώσω πάντας τους υπεναντίους σου φυγάδας. 28 και αποστελώ τας σφηκίας προτέρας σου, και εκβαλείς τους Αμορραίους και τους Ευαίους και τους Χαναναίους και τους Χετταίους από σου. 29 ουκ εκβαλώ αυτούς εν ενιαυτω ενί, ίνα μη γένηται η γη έρημος και πολλά γένηται επί σε τα θηρία της γης. 30 κατά μικρόν εκβαλώ αυτούς από σου, έως αν αυξηθής και κληρονομήσης την γην. 31 και θήσω τα όριά σου από της ερυθράς θαλάσσης, έως της θαλάσσης της Φυλιστιείμ και από της ερήμου έως του μεγάλου ποταμού Ευφράτου· και παραδώσω εις τας χείρας υμών τους εγκαθημένους εν τη γη και εκβαλώ αυτούς από σου. 32 ου συγκαταθήση αυτοίς και τοις θεοίς αυτών διαθήκην, 33 και ουκ εγκαθήσονται εν τη γη σου, ίνα μη αμαρτείν σε ποιήσωσι προς με· εάν γαρ δουλεύσης τοις θεοίς αυτών, ούτοι έσονταί σοι πρόσκομμα.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΚΑΙ Μωυσή είπεν· ανάβηθι προς τον Κύριον συ και Ααρών και Ναδάβ και Αβιούδ και εβδημήκοντα των πρεσβυτέρων Ισραήλ, και προσκυνήσουσι μακρόθεν τω Κυρίω· 2 και εγγιεί Μωυσής μόνος προς τον Θεόν, αυτοί δε ουκ εγγιούσιν· ο δε λαός ου συναναβήσεται μετ ‘ αυτών. 3 εισήλθε δε Μωυσής και διηγήσατο τω λαω πάντα τα ρήματα του Θεού και τα δικαιώματα· απεκρίθη δε πας ο λαός φωνή μια λέγοντες· πάντας τους λόγους, ους ελάλησε Κύριος, ποιήσομεν και ακουσόμεθα. 4 και έγραψε Μωυσής πάντα τα ρήματα Κυρίου. ορθρίσας δε Μωυσής το πρωϊ ωκοδόμησε θυσιαστήριον υπό το όρος και δώδεκα λίθους εις τας δώδεκα φυλάς του Ισραήλ· 5 και εξαπέστειλε τους νεανίσκους των υιών Ισραήλ, και ανήνεγκαν ολοκαυτώματα και έθυσαν θυσίαν σωτηρίου τω Θεω μοσχάρια. 6 λαβών δε Μωυσής το ήμισυ του αίματος ενέχεεν εις κρατήρας, το δε ήμισυ του αίματος προσέχεε προς το θυσιαστήριον. 7 και λαβών το βιβλίον της διαθήκης ανέγνω εις τα ώτα του λαού, και είπαν· πάντα όσα ελάλησε Κύριος, ποιήσομεν και ακουσόμεθα. 8 λαβών δε Μωυσής το αίμα κατεσκέδασε του λαού και είπεν· ιδού το αίμα της διαθήκης, ης διέθετο Κύριος προς υμάς περί πάντων των λόγων τούτων.

 9 Και ανέβη Μωυσής και Ααρών και Ναδάβ και Αβιούδ και εβδομήκοντα της γερουσίας Ισραήλ 10 και είδον τον τόπον, ου ειστήκει ο Θεός του Ισραήλ· και τα υπό τους πόδας αυτού ωσεί έργον πλίνθου σαπφείρου και ωσπερ είδος στερεώματος του ουρανού τη καθαριότητι. 11 και των επιλέκτων του Ισραήλ ου διεφώνησεν ουδέ εις· και ώφθησαν εν τω τόπω του Θεού και έφαγον και έπιον. 12 και είπε Κύριος προς Μωυσήν· ανάβηθι προς με εις το όρος και ίσθι εκεί· και δώσω σοι τα πυξία τα λίθινα, τον νόμον και τας εντολάς, ας έγραψα νομοθετήσαι αυτοίς. 13 και αναστάς Μωυσής και Ιησούς ο παρεστηκώς αυτω ανέβησαν εις το όρος του Θεού· 14 και τοις πρεσβυτέροις είπαν· ησυχάζετε αυτού, έως αναστρέψωμεν προς υμάς· και ιδού Ααρών και Ωρ μεθ ‘ υμών· εάν τινι συμβή κρίσις, προσπορευέσθωσαν αυτοίς. 15 και ανέβη Μωυσής και Ιησούς εις το όρος, και εκάλυψεν η νεφέλη το όρος. 16 και κατέβη η δόξα του Θεού επί το όρος το Σινά, και εκάλυψεν αυτό η νεφέλη εξ ημέρας· και εκάλεσε Κύριος τον Μωυσήν τη ημέρα τη εβδόμη εκ μέσου της νεφέλης. 17 το δε είδος της δόξης Κυρίου ωσεί πυρ φλέγον επί της κορυφής του όρους εναντίον των υιών Ισραήλ. 18 και εισήλθε Μωυσής εις το μέσον της νεφέλης και ανέβη εις το όρος και ην εκεί εν τω όρει τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΕ

 1 ΚΑΙ ελάλησε Κύριος προς Μωυσήν λέγων· 2 ειπόν τοις υιοίς Ισραήλ, και λάβετε απαρχάς παρά πάντων, οίς αν δόξη τη καρδία, και λήψεσθε τας απαρχάς μου. 3 και αύτη εστίν η απαρχή, ην λήψεσθε παρ ‘ αυτών· χρυσίον και αργύριον και χαλκόν 4 και υάκινθον και πορφύραν και κόκκινον διπλούν και βύσσον κεκλωσμένην και τρίχας αιγείας 5 και δέρματα κριών ηρυθροδανωμένα και δέρματα υακίνθινα και ξύλα άσηπτα 6 και λίθους σαρδίου και λίθους εις την γλυφήν εις την επωμίδα και τον ποδήρη. 7 και ποιήσεις μοι αγίασμα, και οφθήσομαι εν υμίν· 8 και ποιήσεις μοι κατά πάντα όσα σοι δεικνύω εν τω όρει, το παράδειγμα της σκηνής και το παράδειγμα πάντων των σκευών αυτής· ούτω ποιήσεις.

 9 Και ποιήσεις κιβωτόν μαρτυρίου εκ ξύλων ασήπτων, δύο πήχεων και ημίσους το μήκος και πήχεως και ημίσους το πλάτος και πήχεως και ημίσους το ύψος. 10 και καταχρυσώσεις αυτήν χρυσίω καθαρω, έσωθεν και έξωθεν χρυσώσεις αυτήν· και ποιήσεις αυτη κυμάτια χρυσά στρεπτά κύκλω. 11 και ελάσεις αυτη τέσσαρας δακτυλίους χρυσούς και επιθήσεις επί τα τέσσαρα κλίτη, δύο δακτυλίους επί το κλίτος το εν και δύο δακτυλίους επί το κλίτος το δεύτερον. 12 ποιήσεις δε αναφορείς ξύλα άσηπτα και καταχρυσώσεις αυτά χρυσίω· 13 και εισάξεις τους αναφορείς εις τους δακτυλίους τους εν τοις κλίτεσι της κιβωτού αίρειν την κιβωτόν εν αυτοίς· 14 εν τοις δακτυλίοις της κιβωτού έσονται οι αναφορείς ακίνητοι. 15 και εμβαλείς εις την κιβωτόν τα μαρτύρια, α αν δω σοι. 16 και ποιήσεις ιλαστήριον επίθεμα χρυσίου καθαρού, δύο πήχεων και ημίσους το μήκος και πήχεως και ημίσους το πλάτος. 17 και ποιήσεις δύο Χερουβίμ χρυσοτορευτά και επιθήσεις αυτά εξ αμφοτέρων των κλιτών του ιλαστηρίου. 18 ποιηθήσονται Χερούβ εις εκ του κλίτους τούτου και Χερούβ εις εκ του κλίτους του δευτέρου του ιλαστηρίου· και ποιήσεις τους δύο Χερουβίμ επί τα δύο κλίτη. 19 έσονται οι Χερουβίμ εκτείνοντες τας πτέρυγας επάνωθεν, συσκιάζοντες εν ταις πτέρυξιν αυτών επί του ιλαστηρίου, και τα πρόσωπα αυτών εις άλληλα· εις το ιλαστήριον έσονται τα πρόσωπα των Χερουβίμ. 20 και επιθήσεις το ιλαστήριον επί την κιβωτόν άνωθεν· και εις την κιβωτόν εμβαλείς τα μαρτύρια, α αν δω σοι. 21 και γνωσθήσομαί σοι εκείθεν και λαλήσω σοι άνωθεν του ιλαστηρίου ανά μέσον των δύο Χερουβίμ των όντων επί της κιβωτού του μαρτυρίου και κατά πάντα, όσα εάν εντείλωμαί σοι προς τους υιούς Ισραήλ.

 22 Και ποιήσεις τράπεζαν χρυσήν χρυσίου καθαρού, δύο πήχεων το μήκος και πήχεως το εύρος και πήχεως και ημίσους το ύψος. 23 και ποιήσεις αυτη στρεπτά κυμάτια χρυσά κύκλω. και ποιήσεις αυτη στεφάνην παλαιστού κύκλω· 24 και ποιήσεις στρεπτόν κυμάτιον τη στεφάνη κύκλω. 25 και ποιήσεις τέσσαρας δακτυλίους χρυσούς και επιθήσεις τους τέσσαρας δακτυλίους επί τα τέσσερα μέρη των ποδών αυτής υπό την στεφάνην, 26 και έσονται οι δακτύλιοι εις θήκας τοις αναφορεύσιν, ωστε αίρειν εν αυτοίς την τράπεζαν. 27 και ποιήσεις τους αναφορείς εκ ξύλων ασήπτων και καταχρυσώσεις αυτούς χρυσίω καθαρω, και αρθήσεται εν αυτοίς η τράπεζα.

 28 και ποιήσεις τα τρυβλία αυτής και τας θυϊσκας και τα σπονδεία και τους κιάθους, εν οίς σπείσεις εν αυτοίς· εκ χρυσίου καθαρού ποιήσεις αυτά. 29 και επιθήσεις επί την τράπεζαν άρτους ενωπίους εναντίον μου διαπαντός.

 30 Και ποιήσεις λυχνίαν εκ χρυσίου καθαρού, τορευτήν ποιήσεις την λυχνίαν· ο καυλός αυτής και οι καλαμίσκοι και οι κρατήρες και οι σφαιρωτήρες και τα κρίνα εξ αυτής έσται. 31 εξ δε καλαμίσκοι εκπορευόμενοι εκ πλαγίων, τρεις καλαμίσκοι της λυχνίας εκ του κλίτους του ενός αυτής και τρεις καλαμίσκοι της λυχνίας εκ του κλίτους του δευτέρου. 32 και τρεις κρατήρες εκτετυπωμένοι καρυϊσκους εν τω ενί καλαμίσκω, σφαιρωτήρ και κρίνον· ούτω τοις εξ καλαμίσκοις τοις εκπορευομένοις εκ της λυχνίας. 33 και εν τη λυχνία τέσσαρες κρατήρες εκτετυπωμένοι καρυϊσκους· εν τω ενί καλαμίσκω σφαιρωτήρες και τα κρίνα αυτής. 34 ο σφαιρωτήρ υπό τους δύο καλαμίσκους εξ αυτής, και σφαιρωτήρ υπό τους τέσσαρας καλαμίσκους εξ αυτής· ούτω τοις εξ καλαμίσκοις τοις εκπορευομένοις εκ της λυχνίας. 35 και εν τη λυχνία τέσσαρες κρατήρες εκτετυπωμένοι καρυϊσκους. 36 οι σφαιρωτήρες και οι καλαμίσκοι εξ αυτής έστωσαν· όλη τορευτή εξ ενός χρυσίου καθαρού. 37 και ποιήσεις τους λύχνους αυτής επτά· και επιθήσεις τους λύχνους, και φανούσιν εκ του ενός προσώπου. 38 και τον επαρυστήρα αυτής και τα υποθέματα αυτής εκ χρυσίου καθαρού ποιήσεις. 39 πάντα τα σκεύη ταύτα τάλαντον χρυσίου καθαρού. 40 όρα, ποιήσεις κατά τον τύπον τον δεδειγμένον σοι εν τω όρει.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ

 1 ΚΑΙ την σκηνήν ποιήσεις δέκα αυλαίας εκ βύσσου κεκλωσμένης και υακίνθου και πορφύρας και κοκκίνου κεκλωσμένου· Χερουβίμ εργασία υφάντου ποιήσεις αυτάς. 2 μήκος της αυλαίας της μιάς οκτώ και είκοσι πήχεων και εύρος τεσσάρων πήχεων η αυλαία η μία έσται· μέτρον το αυτό έσται πάσαις ταις αυλαίαις. 3 πέντε δε αυλαίαι έσονται εξ αλλήλων εχόμεναι η ετέρα εκ της ετέρας, και πέντε αυλαίαι έσονται συνεχόμενοι ετέρα τη ετέρα. 4 και ποιήσεις αυταίς αγκύλας υακινθίνας επί του χείλους της αυλαίας της μιάς εκ του ενός μέρους εις την συμβολήν και ούτω ποιήσεις επί του χείλους της αυλαίας της εξωτέρας προς τη συμβολή τη δευτέρα. 5 πεντήκοντα αγκύλας ποιήσεις τη αυλαία τη μια, και πεντήκοντα αγκύλας ποιήσεις εκ του μέρους της αυλαίας κατά την συμβολήν της δευτέρας, αντιπρόσωποι αντιπίπτουσαι αλλήλαις εις εκάστην. 6 και ποιήσεις κρίκους πεντήκοντα χρυσούς. και συνάψεις τας αυλαίας ετέραν τη ετέρα τοις κρίκοις. και έσται η σκηνή μία. 7 και ποιήσεις δέρρεις τριχίνας σκέπην επί της σκηνής, ένδεκα δέρρεις ποιήσεις αυτάς. 8 το μήκος της δέρρεως της μιάς, τριάκοντα πήχεων, και τεσσάρων πήχεων το εύρος της δέρρεως της μιάς· το αυτό μέτρον έσται ταις ένδεκα δέρρεσι. 9 και συνάψεις τας πέντε δέρρεις επί το αυτό, και τας εξ δέρρεις επί το αυτό. και επιδιπλώσεις την δέρριν την έκτην κατά πρόσωπον της σκηνής. 10 και ποιήσεις αγκύλας πεντήκοντα επί του χείλους της δέρρεως της μιάς, της ανά μέσον κατά συμβολήν. και πεντήκοντα αγκύλας ποιήσεις επί του χείλους της δέρρεως, της συναπτούσης της δευτέρας. 11 και ποιήσεις κρίκους χαλκούς πεντήκοντα. και συνάψεις τους κρίκους εκ των αγκυλών, και συνάψεις τας δέρρεις, και έσται εν. 12 και υποθήσεις το πλεονάζον εν ταις δέρρεσι της σκηνής. το ήμισυ της δέρρεως το υπολελειμμένον υποκαλύψεις εις το πλεονάζον των δέρρεων της σκηνής. υποκαλύψεις οπίσω της σκηνής. 13 πήχυν εκ τούτου, και πήχυν εκ τούτου, εκ του υπερέχοντος των δέρρεων, εκ του μήκους των δέρρεων της σκηνής, έσται συγκαλύπτον επί τα πλάγια της σκηνής ένθεν και ένθεν, ίνα καλύπτη. 14 και ποιήσεις κατακάλυμμα τη σκηνή δέρματα κριών ηρυθροδανωμένα, και επικαλύμματα δέρματα υακίνθινα επάνωθεν. 15 και ποιήσεις στύλους της σκηνής εκ ξύλων ασήπτων. 16 δέκα πήχεων ποιήσεις τον στύλον τον ένα, και πήχεως ενός και ημίσους το πλάτος του στύλου του ενός. 17 δύο αγκωνίσκους τω στύλω τω ενί, αντιπίπτοντας έτερον τω ετέρω. ούτω ποιήσεις πάσι τοις στύλοις της σκηνής. 18 και ποιήσεις στύλους τη σκηνή, είκοσι στύλους εκ του κλίτους του προς βορράν. 19 και τεσσαράκοντα βάσεις αργυράς ποιήσεις τοις είκοσι στύλοις. δύο βάσεις τω στύλω τω ενί εις αμφότερα τα μέρη αυτού. και δύο βάσεις τω στύλω τω ενί εις αμφότερα τα μέρη αυτού. 20 και το κλίτος το δεύτερον το προς νότον, είκοσι στύλους. 21 και τεσσαράκοντα βάσεις αυτών αργυράς. δύο βάσεις τω στύλω τω ενί εις αμφότερα τα μέρη αυτού, και δύο βάσεις τω στύλω τω ενί εις αμφότερα τα μέρη αυτού. 22 και εκ των οπίσω της σκηνής κατά το μέρος το προς θάλασσαν ποιήσεις εξ στύλους. 23 και δύο στύλους ποιήσεις επί των γωνιών της σκηνής εκ των οπισθίων. 24 και έσται εξ ίσου κάτωθεν. κατά το αυτό έσονται ίσοι εκ των κεφαλών εις σύμβλησιν μίαν. ούτω ποιήσεις αμφοτέραις ταις δυσί γωνίαις. ίσαι έστωσαν. 25 και έσονται οκτώ στύλοι, και αι βάσεις αυτών αργυραί δέκα εξ. δύο βάσεις τω ενί στύλω εις αμφότερα τα μέρη αυτού, και δύο βάσεις τω στύλω τω ενί. 26 και ποιήσεις μοχλούς εκ ξύλων ασήπτων· πέντε τω ενί στύλω εκ του ενός μέρους της σκηνής, 27 και πέντε μοχλούς τω στύλω τω ενί κλίτει της σκηνής τω δευτέρω, και πέντε μοχλούς τω στύλω τω οπισθίω τω κλίτει της σκηνής τω προς θάλασσαν. 28 και ο μοχλός ο μέσος αναμέσον των στύλων διικνείσθω από του ενός κλίτους εις το έτερον κλίτος. 29 και τους στύλους καταχρυσώσεις χρυσίω. και τους δακτυλίους ποιήσεις χρυσούς, εις ους εισάξεις τους μοχλούς. και καταχρυσώσεις τους μοχλούς χρυσίω. 30 και αναστήσεις την σκηνήν κατά το είδος το δεδειγμένον σοι εν τω όρει. 31 και ποιήσεις καταπέτασμα εξ υακίνθου, και πορφύρας, και κοκκίνου κεκλωσμένου, και βύσσου νενησμένης. έργον υφαντόν ποιήσεις αυτό Χερουβίμ. 32 και επιθήσεις αυτό επί τεσσάρων στύλων ασήπτων κεχρυσωμένων χρυσίω. και αι κεφαλίδες αυτών χρυσαί, και αι βάσεις αυτών τέσσαρες αργυραί. 33 και θήσεις το καταπέτασμα επί των στύλων. και εισοίσεις εκεί εσώτερον του καταπετάσματος την κιβωτόν του μαρτυρίου. και διοριεί το καταπέτασμα υμίν ανά μέσον του αγίου και ανά μέσον του αγίου των αγίων. 34 και κατακαλύψεις τω καταπετάσματι την κιβωτόν του μαρτυρίου εν τω αγίω των αγίων. 35 και θήσεις την τράπεζαν έξωθεν του καταπετάσματος και την λυχνίαν απέναντι της τραπέζης επί μέρους της σκηνής το προς νότον και την τράπεζαν θήσεις επί μέρους της σκηνής το προς βορράν. 36 και ποιήσεις επίσπαστρον τη θύρα της σκηνής εξ υακίνθου και πορφύρας και κοκκίνου κεκλωσμένου και βύσσου κεκλωσμένης, έργον ποικιλτού. 37 και ποιήσεις τω καταπετάσματι πέντε στύλους και χρυσώσεις αυτούς χρυσίω, και αι κεφαλίδες αυτών χρυσαί, και χωνεύσεις αυτοίς πέντε βάσεις χαλκάς.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΖ

 1 ΚΑΙ ποιήσεις θυσιαστήριον εκ ξύλων ασήπτων, πέντε πήχεων το μήκος και πέντε πήχεων το εύρος, τετράγωνον έσται το θυσιαστήριον, και τριών πήχεων το ύψος αυτού. 2 και ποιήσεις τα κέρατα επί των τεσσάρων γωνιών· εξ αυτού έσται τα κέρατα· και καλύψεις αυτά χαλκω. 3 και ποιήσεις στεφάνην τω θυσιαστηρίω και τον καλυπτήρα αυτού και τας φιάλας αυτού και τας κρεάγρας αυτού και το πυρείον αυτού· και πάντα τα σκεύη αυτού ποιήσεις χαλκά. 4 και ποιήσεις αυτω εσχάραν έργω δικτυωτω χαλκήν· και ποιήσεις τη εσχάρα τέσσαρας δακτυλίους χαλκούς υπό τα τέσσαρα κλίτη. 5 και υποθήσεις αυτούς υπό την εσχάραν του θυσιαστηρίου κάτωθεν· έσται δε η εσχάρα έως του ημίσους του θυσιαστηρίου. 6 και ποιήσεις τω θυσιαστηρίω αναφορείς εκ ξύλων ασήπτων και περιχαλκώσεις αυτούς χαλκω. 7 και εισάξεις τους αναφορείς εις τους δακτυλίους, και έστωσαν αναφορείς κατά πλευρά του θυσιαστηρίου εν τω αίρειν αυτό. 8 κοίλον σανιδωτόν ποιήσεις αυτό· κατά το παραδεχθέν σοι εν τω όρει, ούτω ποιήσεις αυτό.

 9 Και ποιήσεις αυλήν τη σκηνή· εις το κλίτος το προς λίβα ιστία της αυλής εκ βύσσου κεκλωσμένης, μήκος εκατόν πήχεων τω ενί κλίτει· 10 και οι στύλοι αυτών είκοσι, και αι βάσεις αυτών είκοσι χαλκαί, και οι κρίκοι αυτών και αι ψαλίδες αργυραί. 11 ούτως τω κλίτει τω προς απηλιώτην ιστία, εκατόν πήχεων μήκος· και οι στύλοι αυτών είκοσι και αι βάσεις αυτών είκοσι χαλκαί, και οι κρίκοι και αι ψαλίδες των στύλων, και αι βάσεις αυτών περιηργυρωμέναι αργυρίω. 12 το δε εύρος της αυλής το κατά θάλασσαν ιστία πεντήκοντα πήχεων· στύλοι αυτών δέκα, και βάσεις αυτών δέκα. 13 και εύρος της αυλής της προς νότον, ιστία πεντήκοντα πήχεων· στύλοι αυτών δέκα, και βάσεις αυτών δέκα. 14 και πεντεκαίδεκα πήχεων το ύψος των ιστίων τω κλίτει τω ενί· στύλοι αυτών τρεις, και αι βάσεις αυτών τρεις. 15 και το κλίτος το δεύτερον δεκαπέντε πήχεων των ιστίων το ύψος· στύλοι αυτών τρεις, και αι βάσεις αυτών τρεις. 16 και τη πύλη της αυλής κάλυμμα, είκοσι πήχεων το ύψος, εξ υακίνθου και πορφύρας και κοκκίνου κεκλωσμένου και βύσσου κεκλωσμένης τη ποικιλία του ραφιδευτού· στύλοι αυτών τέσσαρες και αι βάσεις αυτών τέσσαρες. 17 πάντες οι στύλοι της αυλής κύκλω κατηργυρωμένοι αργυρίω, και αι κεφαλίδες αυτών αργυραί, και αι βάσεις αυτών χαλκαί. 18 το δε μήκος της αυλής εκατόν εφ ‘ εκατόν, και εύρος πεντήκοντα επί πεντήκοντα, και ύψος πέντε πήχεων, εκ βύσσου κεκλωσμένης, και αι βάσεις αυτών χαλκαί. 19 και πάσα η κατασκευή και πάντα τα εργαλεία και οι πάσσαλοι της αυλής χαλκοί.

 20 Και συ σύνταξον τοις υιοίς Ισραήλ και λαβέτωσάν σοι έλαιον εξ ελαιών άτρυγον καθαρόν κεκομμένον εις φως καύσαι, ίνα καίηται λύχνος διαπαντός. 21 εν τη σκηνή του μαρτυρίου έξωθεν του καταπετάσματος του επί της διαθήκης καύσει αυτό Ααρών και οι υιοί αυτού αφ ‘ εσπέρας έως πρωϊ εναντίον Κυρίου· νόμιμον αιώνιον εις τας γενεάς υμών παρά των υιών Ισραήλ.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΗ

 1 ΚΑΙ συ προσαγάγου προς σεαυτόν τον τε Ααρών τον αδελφόν σου και τους υιούς αυτού εκ των υιών Ισραήλ ιερατεύειν μοι, Ααρών και Ναδάβ και Αβιούδ και Ελεάζαρ και Ιθάμαρ υιούς Ααρών. 2 και ποιήσεις στολήν αγίαν Ααρών τω αδελφω σου εις τιμήν και δόξαν. 3 και συ λάλησον πάσι τοις σοφοίς τη διανοία, ους ενέπλησαν πνεύματος σοφίας και αισθήσεως, και ποιήσουσι την στολήν την αγίαν Ααρών εις το άγιον, εν ή ιερατεύσει μοι. 4 και αύται αι στολαί, ας ποιήσουσι· το περιστήθιον και την επωμίδα και τον ποδήρη και χιτώνα κοσυμβωτόν και κίδαριν και ζώνην· και ποιήσουσι στολάς αγίας Ααρών και τοις υιοίς αυτού εις το ιερατεύειν μοι. 5 και αυτοί λήψονται το χρυσίον και τον υάκινθον και την πορφύραν και το κόκκινον και την βύσσον. 6 και ποιήσουσι την επωμίδα εκ βύσσου κεκλωσμένης, έργον υφαντόν ποικιλτού· 7 δύο επωμίδες συνέχουσαι έσονται αυτω ετέρα την ετέραν, επί τοις δυσί μέρεσιν εξηρτημέναι· 8 και το ύφασμα των επωμίδων, ό εστιν επ ‘ αυτω, κατά την ποίησιν εξ αυτού έσται εκ χρυσίου καθαρού και υακίνθου και πορφύρας και κοκκίνου διανενησμένου και βύσσου κεκλωσμένης· 9 και λήψη τους δύο λίθους, λίθους σμαράγδου, και γλύψεις εν αυτοίς τα ονόματα των υιών Ισραήλ, 10 εξ ονόματα επί τον λίθον τον ένα και τα εξ ονόματα τα λοιπά επί τον λίθον τον δεύτερον κατά τας γενέσεις αυτών. 11 έργον λιθουργικής τέχνης, γλύμμα σφραγίδος, διαγλύψεις τους δύο λίθους επί τοις ονόμασι των υιών Ισραήλ. 12 και θήσεις τους δύο λίθους επί των ώμων της επωμίδος· λίθοι μνημοσύνου εισί τοις υιοίς Ισραήλ· και αναλήψεται Ααρών τα ονόματα των υιών Ισραήλ έναντι Κυρίου επί των δύο ώμων αυτού, μνημόσυνον περί αυτών. 13 και ποιήσεις ασπιδίσκας εκ χρυσίου καθαρού· 14 και ποιήσεις δύο κροσσωτά εκ χρυσίου καθαρού, καταμεμιγμένα εν άνθεσιν, έργον πλοκής· και επιθήσεις τα κροσσωτά τα πεπλεγμένα επί τας ασπιδίσκας κατά τας παρωμίδας αυτών εκ των εμπροσθίων. 15 και ποιήσεις λογείον των κρίσεων, έργον ποικιλτού· κατά τον ρυθμόν της επωμίδος ποιήσεις αυτό· εκ χρυσίου και υακίνθου και πορφύρας και κοκκίνου κεκλωσμένου και βύσσου κεκλωσμένης ποιήσεις αυτό. 16 τετράγωνον έσται, διπλούν, σπιθαμής το μήκος αυτού και σπιθαμής το εύρος. 17 και καθυφανείς εν αυτω ύφασμα κατάλιθον τετράστιχον. στίχος λίθων έσται, σάρδιον, τοπάζιον και σμάραγδος, ο στίχος ο εις· 18 και ο στίχος ο δεύτερος, άνθραξ και σάπφειρος και ίασπις· 19 και ο στίχος ο τρίτος, λιγύριον, αχάτης και αμέθυστος· 20 και ο στίχος ο τέταρτος, χρυσόλιθος και βηρύλλιον και ονύχιον· περικεκαλυμμένα χρυσίω, συνδεδεμένα εν χρυσίω, έστωσαν κατά στίχον αυτών. 21 και οι λίθοι έστωσαν εκ των ονομάτων των υιών Ισραήλ δεκαδύο κατά τα ονόματα αυτών· γλυφαί σφραγίδων, έκαστος κατά το όνομα, έστωσαν εις δεκαδύο φυλάς. 22 και ποιήσεις επί το λογείον κρωσσούς συμπεπλεγμένους, έργον αλυσιδωτόν εκ χρυσίου καθαρού. 23 και λήψεται Ααρών τα ονόματα των υιών Ισραήλ επί του λογείου της κρίσεως επί του στήθους, εισιόντι εις το άγιον, μνημόσυνον εναντίον του Θεού. 24 και θήσεις επί το λογείον της κρίσεως τους κρωσσούς· τα αλυσιδωτά επ ‘ αμφοτέρων των κλιτών του λογείου επιθήσεις 25 και τας δύο ασπιδίσκας επιθήσεις επ ‘ αμφοτέρους τους ώμους της επωμίδος κατά πρόσωπον. 26 και επιθήσεις επί το λογείον της κρίσεως την δήλωσιν και την αλήθειαν, και έσται επί του στήθους Ααρών, όταν εισπορεύηται εις το άγιον έναντι Κυρίου. και οίσει Ααρών τας κρίσεις των υιών Ισραήλ επί του στήθους έναντι Κυρίου διαπαντός. 27 και ποιήσεις υποδύτην ποδήρη όλον υακίνθινον. 28 και έσται το περιστόμιον εξ αυτού μέσον, ώαν έχον κύκλω του περιστομίου, έργον υφάντου, την συμβολήν συνυφασμένην εξ αυτού, ίνα μη ραγή. 29 και ποιήσεις επί το λώμα του υποδύτου κάτωθεν, ωσεί εξανθούσης ρόας ροϊσκους εξ υακίνθου και πορφύρας και κοκκίνου διανενησμένου και βύσσου κεκλωσμένης επί του λώματος του υποδύτου κύκλω· το αυτό είδος ροϊσκους χρυσούς και κώδωνας αναμέσον τούτων περικύκλω· 30 παρά ροϊσκον χρυσούν κώδωνα και άνθινον επί του λώματος του υποδύτου κύκλω. 31 και έσται Ααρών εν τω λειτουργείν ακουστή η φωνή αυτού, εισιόντι εις το άγιον έναντι Κυρίου και εξιόντι, ίνα μη αποθάνη. 32 και ποιήσεις πέταλον χρυσούν καθαρόν και εκτυπώσεις εν αυτω εκτύπωμα σφραγίδος Αγίασμα Κυρίου. 33 και επιθήσεις αυτό επί υακίνθου κεκλωσμένης, και έσται επί της μίτρας· κατά πρόσωπον της μίτρας έσται. 34 και έσται επί του μετώπου Ααρών, και εξαρεί Ααρών τα αμαρτήματα των αγίων, όσα αν αγιάσωσιν οι υιοί Ισραήλ, παντός δόματος των αγίων αυτών· και έσται επί του μετώπου Ααρών διαπαντός, δεκτόν αυτοίς έναντι Κυρίου. 35 και οι κοσυμβωτοί των χιτώνων εκ βύσσου· και ποιήσεις κίδαριν βυσσίνην και ζώνην ποιήσεις, έργον ποικιλτού. 36 και τοις υιοίς Ααρών ποιήσεις χιτώνας και ζώνας και κιδάρεις ποιήσεις αυτοίς εις τιμήν και δόξαν. 37 και ενδύσεις αυτά Ααρών τον αδελφόν σου, και τους υιούς αυτού μετ ‘ αυτού· και χρίσεις αυτούς και εμπλήσεις αυτών τας χείρας και αγιάσεις αυτούς, ίνα ιερατεύωσί μοι. 38 και ποιήσεις αυτοίς περισκελή λινά καλύψαι ασχημοσύνην χρωτός αυτών· από οσφύος έως μηρών έσται. 39 και έξει Ααρών αυτά και υιοί αυτού, ως αν εισπορεύωνται εις την σκηνήν του μαρτυρίου ή όταν προσπορεύωνται λειτουργείν προς το θυσιαστήριον του αγίου, και ουκ επάξονται προς εαυτούς αμαρτίαν, ίνα μη αποθάνωσι· νόμιμον αιώνιον αυτω και τω σπέρματι αυτού μετ ‘ αυτόν.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘ

 1 ΚΑΙ ταύτά εστιν, α ποιήσεις αυτοίς αγιάσαι αυτούς, ωστε ιερατεύειν μοι αυτούς. λήψη μοσχάριον εκ βοών εν και κριούς αμώμους δύο 2 και άρτους αζύμους πεφυραμένους εν ελαίω και λάγανα άζυμα κεχρισμένα εν ελαίω· σεμίδαλιν εκ πυρών ποιήσεις αυτά. 3 και επιθήσεις αυτά επί κανούν εν και προσοίσεις αυτά επί τω κανω και το μοσχάριον και τους δύο κριούς. 4 και Ααρών και τους υιούς αυτού προσάξεις επί τας θύρας της σκηνής του μαρτυρίου και λούσεις αυτούς εν ύδατι. 5 και λαβών τας στολάς ενδύσεις Ααρών τον αδελφόν σου και τον χιτώνα τον ποδήρη και την επωμίδα και το λογείον και συνάψεις αυτω το λογείον προς την επωμίδα. 6 και επιθήσεις την μίτραν επί την κεφαλήν αυτού και επιθήσεις το πέταλον το Αγίασμα επί τη μίτραν. 7 και λήψη του ελαίου του χρίσματος και επιχεείς αυτό επί την κεφαλήν αυτού και χρίσεις αυτόν. 8 και τους υιούς αυτού προσάξεις και ενδύσεις αυτούς χιτώνας 9 και ζώσεις αυτούς ταις ζώναις, και περιθήσεις αυτοίς τας κιδάρεις, και έσται αυτοίς ιερατεία μοι εις τον αιώνα. και τελειώσεις Ααρών τας χείρας αυτού και τας χείρας των υιών αυτού. 10 και προσάξεις τον μόσχον επί τας θύρας της σκηνής του μαρτυρίου, και επιθήσουσιν Ααρών και οι υιοί αυτού τας χείρας αυτών επί την κεφαλήν του μόσχου έναντι Κυρίου παρά τας θύρας της σκηνής του μαρτυρίου· 11 και σφάξεις τον μόσχον έναντι Κυρίου παρά τας θύρας της σκηνής του μαρτυρίου. 12 και λήψη από του αίματος του μόσχου και θήσεις επί των κεράτων του θυσιαστηρίου τω δακτύλω σου· το δε λοιπόν παν αίμα εκχεείς παρά την βάσιν του θυσιαστηρίου. 13 και λήψη παν το στέαρ το επί της κοιλίας και τον λοβόν του ήπατος και τους δύο νεφρούς και το στέαρ το επ ‘ αυτών και επιθήσεις επί το θυσιαστήριον. 14 τα δε κρέατα του μόσχου και το δέρμα και την κόπρον κατακαύσεις πυρί έξω της παρεμβολής· αμαρτίας γαρ εστι. 15 και τον κριόν λήψη τον ένα, και επιθήσουσιν Ααρών και οι υιοί αυτού τας χείρας αυτών επί την κεφαλήν του κριού· 16 και σφάξεις αυτόν και λαβών το αίμα προσχεείς προς το θυσιαστήριον κύκλω. 17 και τον κριόν διχοτομήσεις κατά μέλη και πλυνείς τα ενδόσθια και τους πόδας ύδατι και επιθήσεις επί τα διχοτομήματα συν τη κεφαλή. 18 και ανοίσεις όλον τον κριόν επί το θυσιαστήριον, ολοκαύτωμα τω Κυρίω εις οσμήν ευωδίας· θυσίασμα Κυρίω εστί. 19 και λήψη τον κριόν τον δεύτερον, και επιθήσει Ααρών και οι υιοί αυτού τας χείρας αυτών επί την κεφαλήν του κριού· 20 και σφάξεις αυτόν, και λήψη του αίματος αυτού και επιθήσεις επί τον λοβόν του ωτός Ααρών του δεξιού και επί το άκρον της δεξιάς χειρός και επί το άκρον του ποδός του δεξιού, και επί τους λοβούς των ώτων των υιών αυτού των δεξιών και επί τα άκρα των χειρών αυτών των δεξιών και επί τα άκρα των ποδών αυτών των δεξιών. 21 και λήψη από του αίματος του από του θυσιαστηρίου και από του ελαίου της χρίσεως και ρανείς επί Ααρών και επί την στολήν αυτού και επί τους υιούς αυτού και επί τας στολάς των υιών αυτού μετ ‘ αυτού, και αγιασθήσεται αυτός και η στολή αυτού και οι υιοί αυτού και αι στολαί των υιών αυτού μετ ‘ αυτού· το δε αίμα του κριού προσχεείς προς το θυσιαστήριον κύκλω. 22 και λήψη από του κριού το στέαρ αυτού και το στέαρ το κατακαλύπτον την κοιλίαν και τον λοβόν του ήπατος και τους δύο νεφρούς και το στέαρ το επ ‘ αυτών και τον βραχίονα τον δεξιόν· έστι γαρ τελείωσις αύτη· 23 και άρτον ένα εξ ελαίου και λάγανον εν από του κανού των αζύμων των προτεθειμένων έναντι Κυρίου 24 και επιθήσεις τα πάντα επί τας χείρας Ααρών και επί τας χείρας των υιών αυτού και αφοριείς αυτά αφόρισμα έναντι Κυρίου. 25 και λήψη αυτά εκ των χειρών αυτών και ανοίσεις επί το θυσιαστήριον της ολοκαυτώσεως εις οσμήν ευωδίας έναντι Κυρίου· κάρπωμά εστι Κυρίω. 26 και λήψη το στηθύνιον από του κριού της τελειώσεως, ό εστιν Ααρών, και αφοριείς αυτό αφόρισμα έναντι Κυρίου, και έσται σοι εν μερίδι. 27 και αγιάσεις το στηθύνιον αφόρισμα και τον βραχίονα του αφαιρέματος, ος αφώρισται και ος αφήρηται από του κριού της τελειώσεως από του Ααρών και από των υιών αυτού, 28 και έσται Ααρών και τοις υιοίς αυτού νόμιμον αιώνιον παρά των υιών Ισραήλ· έστι γαρ αφαίρεμα τούτο και αφαίρεμα έσται παρά των υιών Ισραήλ από των θυμάτων των σωτηρίων των υιών Ισραήλ, αφαίρεμα Κυρίω. 29 και η στολή του αγίου, ή εστιν Ααρών, έσται τοις υιοίς αυτού μετ ‘ αυτόν, χρισθήναι αυτούς εν αυτοίς και τελειώσαι τας χείρας αυτών. 30 επτά ημέρας ενδύσεται αυτά ο ιερεύς ο αντ ‘ αυτού εκ των υιών αυτού, ος εισελεύσεται εις την σκηνήν του μαρτυρίου λειτουργείν εν τοις αγίοις. 31 και τον κριόν της τελειώσεως λήψη και εψήσεις τα κρέα εν τόπω αγίω, 32 και έδονται Ααρών και οι υιοί αυτού τα κρέα του κριού και τους άρτους τους εν τω κανω παρά τας θύρας της σκηνής του μαρτυρίου· 33 έδονται αυτά, εν οίς ηγιάσθησαν εν αυτοίς τελειώσαι τας χείρας αυτών, αγιάσαι αυτούς, και αλλογενής ουκ έδεται απ ‘ αυτών· έστι γαρ άγια. 34 εάν δε καταλειφθή από των κρεών της θυσίας της τελειώσεως και των άρτων έως πρωϊ, κατακαύσεις τα λοιπά πυρί· ου βρωθήσεται, αγίασμα γαρ εστι. 35 και ποιήσεις Ααρών και τοις υιοίς αυτού ούτω κατά πάντα, όσα ενετειλάμην σοι· επτά ημέρας τελειώσεις τας χείρας αυτών. 36 και το μοσχάριον της αμαρτίας ποιήσεις τη ημέρα του καθαρισμού και καθαριείς το θυσιαστήριον εν τω αγιάζειν σε επ ‘ αυτω και χρίσεις αυτό ωστε αγιάσαι αυτό. 37 επτά ημέρας καθαριείς το θυσιαστήριον και αγιάσεις αυτό, και έσται το θυσιαστήριον άγιον του αγίου· πας ο απτόμενος του θυσιαστηρίου αγιασθήσεται.

 38 Και ταύτά εστιν, α ποιήσεις επί του θυσιαστηρίου· αμνούς ενιαυσίους αμώμους δύο την ημέραν επί το θυσιαστήριον ενδελεχώς, κάρπωμα ενδελεχισμού. 39 τον αμνόν τον ένα ποιήσεις το πρωϊ και τον αμνόν τον δεύτερον ποιήσεις το δειλινόν· 40 και δέκατον σεμιδάλεως πεφυραμένης εν ελαίω κεκομμένω τω τετάρτω του είν και σπονδήν το τέταρτον του είν οίνου τω αμνω τω ενί· 41 και τον αμνόν τον δεύτερον ποιήσεις το δειλινόν, κατά την θυσίαν την πρωϊνήν και κατά την σπονδήν αυτού ποιήσεις εις οσμήν ευωδίας, κάρπωμα Κυρίω, 42 θυσίαν ενδελεχισμού εις γενεάς υμών, επί θύρας της σκηνής του μαρτυρίου έναντι Κυρίου, εν οίς γνωσθήσομαί σοι εκείθεν, ωστε λαλήσαί σοι. 43 και τάξομαι εκεί τοις υιοίς Ισραήλ και αγιασθήσομαι εν δόξη μου· 44 και αγιάσω την σκηνήν του μαρτυρίου και το θυσιαστήριον και Ααρών και τους υιούς αυτού αγιάσω ιερατεύειν μοι. 45 και επικληθήσομαι εν τοις υιοίς Ισραήλ και έσομαι αυτών Θεός, 46 και γνώσονται ότι εγώ ειμι Κύριος ο Θεός αυτών, ο εξαγαγών αυτούς εκ γης Αιγύπτου, επικληθήναι αυτοίς και είναι αυτών Θεός.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Λ

 1 ΚΑΙ ποιήσεις θυσιαστήριον θυμιάματος εκ ξύλων ασήπτων· 2 και ποιήσεις αυτό πήχεως το μήκος και πήχεως το εύρος, τετράγωνον έσται, και δύο πήχεων το ύψος· εξ αυτού έσται τα κέρατα αυτού. 3 και καταχρυσώσεις αυτά χρυσίω καθαρω, την εσχάραν αυτού και τους τοίχους αυτού κύκλω και τα κέρατα αυτού, και ποιήσεις αυτω στρεπτήν στεφάνην χρυσήν κύκλω. 4 και δύο δακτυλίους χρυσούς καθαρούς ποιήσεις υπό την στρεπτήν στεφάνην αυτού, εις τα δύο κλίτη ποιήσεις εν τοις δυσί πλευροίς· και έσονται ψαλίδες ταις σκυτάλαις, ωστε αίρειν αυτό εν αυταίς. 5 και ποιήσεις σκυτάλας εκ ξύλων ασήπτων και καταχρυσώσεις αυτάς χρυσίω. 6 και θήσεις αυτό απέναντι του καταπετάσματος του όντος επί της κιβωτού των μαρτυρίων, εν οίς γνωσθήσομαί σοι εκείθεν. 7 και θυμιάσει απ ‘ αυτού Ααρών θυμίαμα σύνθετον λεπτόν· το πρωϊ πρωϊ, όταν επισκευάζη τους λύχνους, θυμιάσει επ ‘ αυτού, 8 και όταν εξάπτη Ααρών τους λύχνους οψέ, θυμιάσει επ ‘ αυτού· θυμίαμα ενδελεχισμού δια παντός έναντι Κυρίου εις γενεάς αυτών. 9 και ουκ ανοίσεις επ ‘ αυτού θυμίαμα έτερον, κάρπωμα, θυσίαν· και σπονδήν ου σπείσεις επ ‘ αυτού. 10 και εξιλάσεται επ ‘ αυτού Ααρών επί των κεράτων αυτού άπαξ του ενιαυτού· από του αίματος του καθαρισμού καθαριεί αυτό εις γενεάς αυτών· άγιον των αγίων εστί Κυρίω.

 11 Και ελάλησε Κύριος προς Μωυσήν λέγων· 12 εάν λάβης τον συλλογισμόν των υιών Ισραήλ εν τη επισκοπή αυτών, και δώσουσιν έκαστος λύτρα της ψυχής αυτού Κυρίω, και ουκ έσται εν αυτοίς πτώσις εν τη επισκοπή αυτών. 13 και τούτό εστιν ό δώσουσιν όσοι αν παραπορεύωνται την επίσκεψιν· το ήμισυ του διδράχμου, ό εστιν κατά το δίδραχμον το άγιον· είκοσιν οβολοί το δίδραχμον, το δε ήμισυ του διδράχμου εισφορά Κυρίω. 14 πας ο παραπορευόμενος εις την επίσκεψιν από εικοσαετούς και επάνω, δώσουσι την εισφοράν Κυρίω. 15 ο πλουτών ου προσθήσει και ο πενόμενος ουκ ελαττονήσει από του ημίσους του διδράχμου εν τω διδόναι την εισφοράν Κυρίω εξιλάσασθαι περί των ψυχών υμών. 16 και λήψη το αργύριον της εισφοράς παρά των υιών Ισραήλ και δώσεις αυτό εις το κάτεργον της σκηνής του μαρτυρίου, και έσται τοις υιοίς Ισραήλ μνημόσυνον έναντι Κυρίου εξιλάσασθαι περί των ψυχών υμών.

 17 Και ελάλησε Κύριος προς Μωυσήν λέγων· 18 ποίησον λουτήρα χαλκούν και βάσιν αυτω χαλκήν, ωστε νίπτεσθαι· και θήσεις αυτόν ανά μέσον της σκηνής του μαρτυρίου και ανά μέσον του θυσιαστηρίου και εκχεείς εις αυτόν ύδωρ, 19 και νίψεται Ααρών και οι υιοί αυτού εξ αυτού τας χείρας και τους πόδας ύδατι. 20 όταν εισπορεύωνται εις την σκηνήν του μαρτυρίου, νίψονται ύδατι και ου μη αποθάνωσιν· ή όταν προσπορεύωνται προς το θυσιαστήριον λειτουργείν και αναφέρειν τα ολοκαυτώματα Κυρίω, 21 νίψονται τας χείρας και τους πόδας ύδατι· όταν εισπορεύωνται εις την σκηνήν του μαρτυρίου, νίψονται ύδατι, ίνα μη αποθάνωσι· και έσται αυτοίς νόμιμον αιώνιον, αυτω και ταις γενεαίς αυτού μετ ‘ αυτόν. 22 και ελάλησε Κύριος προς Μωυσήν λέγων· 23 και συ λάβε ηδύσματα, το άνθος σμύρνης εκλεκτής πεντακοσίους σίκλους και κινναμώμου ευώδους το ήμισυ τούτου διακοσίους πεντήκοντα και καλάμου ευώδους διακοσίους πεντήκοντα 24 και ίρεως πεντακοσίους σίκλους του αγίου και έλαιον εξ ελαιών είν 25 και ποιήσεις αυτό έλαιον χρίσμα άγιον, μύρον μυρεψικόν τέχνη μυρεψού· έλαιον χρίσμα άγιον έσται. 26 και χρίσεις εξ αυτού την σκηνήν του μαρτυρίου και την κιβωτόν της σκηνής του μαρτυρίου 27 και πάντα τα σκεύη αυτής και την λυχνίαν και πάντα τα σκεύη αυτής και το θυσιαστήριον του θυμιάματος 28 και το θυσιαστήριον των ολοκαυτωμάτων και πάντα αυτού τα σκεύη και την τράπεζαν και πάντα τα σκεύη αυτής και τον λουτήρα και την βάσιν αυτού 29 και αγιάσεις αυτά, και έσται άγια των αγίων· πας ο απτόμενος αυτών αγιασθήσεται. 30 και Ααρών και τους υιούς αυτού χρίσεις και αγιάσεις αυτούς ιερατεύειν μοι. 31 και τοις υιοίς Ισραήλ λαλήσεις λέγων· έλαιον άλειμμα χρίσεως άγιον έσται τούτο υμίν εις τας γενεάς υμών. 32 επί σάρκα ανθρώπου ου χρισθήσεται, και κατά την σύνθεσιν ταύτην ου ποιήσετε υμίν εαυτοίς ωσαύτως· άγιόν εστι και αγίασμα έσται υμίν. 33 ος αν ποιήση ωσαύτως, και ος αν δω απ ‘ αυτού αλλογενεί, εξολοθρευθήσεται εκ του λαού αυτού. 34 και είπε Κύριος προς Μωυσήν· λάβε σεαυτω ηδύσματα, στακτήν, όνυχα, χαλβάνην ηδυσμού και λίβανον διαφανή, ίσον ίσω έσται· 35 και ποιήσουσιν εν αυτω θυμίαμα, μυρεψικόν έργον μυρεψού, μεμιγμένον, καθαρόν, έργον άγιον. 36 και συγκόψεις εκ τούτων λεπτόν και θήσεις απέναντι των μαρτυρίων εν τη σκηνή του μαρτυρίου, όθεν γνωσθήσομαί σοι εκείθεν· άγιον των αγίων έσται υμίν. 37 θυμίαμα κατά την σύνθεσιν ταύτην ου ποιήσετε υμίν εαυτοίς· αγίασμα έσται υμίν Κυρίω· 38 ος αν ποιήση ωσαύτως ωστε οσφραίνεσθαι εν αυτω, απολείται εκ του λαού αυτού.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΑ

 1 ΚΑΙ ελάλησε Κύριος προς Μωυσήν λέγων· 2 ιδού ανακέκλημαι εξ ονόματος τον Βεσελεήλ τον του Ουρείου τον Ωρ, εκ της φυλής Ιούδα, 3 και ενέπλησα αυτόν πνεύμα θείον σοφίας και συνέσεως και επιστήμης εν παντί έργω διανοείσθαι 4 και αρχιτεκτονήσαι, εργάζεσθαι το χρυσίον και το αργύριον και τον χαλκόν και την υάκινθον και την πορφύραν και το κόκκινον το νηστόν 5 και τα λιθουργικά και εις τα έργα τα τεκτονικά των ξύλων, εργάζεσθαι κατά πάντα τα έργα. 6 και εγώ έδωκα αυτόν και τον Ελιάβ τον του Αχισαμάχ εκ φυλής Δάν και παντί συνετω καρδία δέδωκα σύνεσιν, και ποιήσουσι πάντα όσα συνέταξά σοι, 7 την σκηνήν του μαρτυρίου και την κιβωτόν της διαθήκης και το ιλαστήριον το επ ‘ αυτής και την διασκευήν της σκηνής 8 και τα θυσιαστήρια και την τράπεζαν και πάντα τα σκεύη αυτής και την λυχνίαν την καθαράν και πάντα τα σκεύη αυτής 9 και τον λουτήρα και την βάσιν αυτού 10 και τας στολάς τας λειτουργικάς Ααρών και τας στολάς των υιών αυτού ιερατεύειν μοι 11 και το έλαιον της χρίσεως και το θυμίαμα της συνθέσεως του αγίου· κατά πάντα, όσα εγώ ενετειλάμην σοι, ποιήσουσι.

 12 Και ελάλησε Κύριος προς Μωυσήν λέγων· 13 και συ σύνταξον τοις υιοίς Ισραήλ λέγων· οράτε, και τα σάββατά μου φυλάξεσθε· σημείόν εστι παρ ‘ εμοί και εν εμοί εις τας γενεάς υμών, ίνα γνώτε ότι εγώ Κύριος ο αγιάζων υμάς. 14 και φυλάξεσθε τα σάββατα, ότι άγιον τούτό εστι Κυρίω υμίν· ο βεβηλών αυτό θανάτω θανατωθήσεται· πας ος ποιήσει εν αυτω έργον, εξολοθρευθήσεται η ψυχή εκείνη εκ μέσου του λαού αυτού. 15 εξ ημέρας ποιήσεις έργα, τη δε ημέρα τη εβδόμη σάββατα, ανάπαυσις αγία τω Κυρίω· πας ος ποιήσει έργον τη ημέρα τη εβδόμη, θανατωθήσεται. 16 και φυλάξουσιν οι υιοί Ισραήλ τα σάββατα ποιείν αυτά εις τας γενεάς αυτών· διαθήκη αιώνιος. 17 εν εμοί και τοις υιοίς Ισραήλ σημείόν εστιν εν εμοί αιώνιον· ότι εξ ημέραις εποίησε Κύριος τον ουρανόν και την γην και τη ημέρα τη εβδόμη επαύσατο και κατέπαυσε.

 18 Και έδωκε Μωυσή, ηνίκα κατέπαυσε λαλών αυτω εν τω όρει τω Σινά, τας δύο πλάκας του μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τω δακτύλω του Θεού.

 ΕΞΟΔΟΣ

  ΚΕΦΑΛΑΙΟΝ ΛΒ

 1 ΚΑΙ ιδών ο λαός ότι κεχρόνικε Μωυσής καταβήναι εκ του όρους, συνέστη ο λαός επί Ααρών και λέγουσιν αυτω· ανάστηθι και ποίησον ημίν θεούς, οί προπορεύσονται ημών· ο γαρ Μωυσής ούτος ο άνθρωπος, ος εξήγαγεν ημάς εκ γης Αιγύπτου, ουκ οίδαμεν τι γέγονεν αυτω. 2 και λέγει αυτοίς Ααρών· περιέλεσθε τα ενώτια τα χρυσά τα εκ τοις ωσί των γυναικών υμών και θυγατέρων και ενέγκατε προς με. 3 και περιείλαντο πας ο λαός τα ενώτια τα χρυσά τα εν τοις ωσίν αυτών και ήνεγκαν προς Ααρών. 4 και εδέξατο εκ των χειρών αυτών και έπλασεν αυτά εν τη γραφίδι και εποίησεν αυτά μόσχον χωνευτόν και είπεν· ούτοι οι θεοί σου, Ισραήλ, οίτινες ανεβίβασάν σε εκ γης Αιγύπτου. 5 και ιδών Ααρών ωκοδόμησε θυσιαστήριον κατέναντι αυτού, και εκήρυξεν Ααρών λέγων· εορτήν του Κυρίου αύριον. 6 και ορθρίσας τη επαύριον ανεβίβασεν ολοκαυτώματα και προσήνεγκε θυσίαν σωτηρίου, και εκάθισεν ο λαός φαγείν και πιείν και ανέστησαν παίζειν.

 7 Και ελάλησε Κύριος προς Μωυσήν λέγων· βάδιζε το τάχος, κατάβηθι εντεύθεν· ηνόμησε γαρ ο λαός σου, ον εξήγαγες εκ γης Αιγύπτου· 8 παρέβησαν ταχύ εκ της οδού, ης ενετείλω αυτοίς· εποίησαν εαυτοίς μόσχον και προσκεκυνήκασιν αυτω και τεθύκασιν αυτω και είπαν· ούτοι οι θεοί σου, Ισραήλ, οίτινες ανεβίβασάν σε εκ γης Αιγύπτου. 9 και νυν έασόν με και θυμωθείς οργή εις αυτούς εκτρίψω αυτούς 10 και ποιήσω σε εις έθνος μέγα. 11 και εδεήθη Μωυσής έναντι Κυρίου του Θεού και είπεν· ινατί, Κύριε, θυμοί οργή εις τον λαόν σου, ους εξήγαγες εκ γης Αιγύπτου εν ισχύϊ μεγάλη και εν τω βραχίονί σου τω υψηλω; 12 μη ποτε είπωσιν οι Αιγύπτιοι λέγοντες· μετά πονηρίας εξήγαγεν αυτούς αποκτείναι εν τοις όρεσι και εξαναλώσαι αυτούς από της γης. παύσαι της οργής του θυμού σου και ίλεως γενού επί τη κακία του λαού σου, 13 μνησθείς Αβραάμ και Ισαάκ και Ιακώβ των σών οικετών, οίς ώμοσας κατά σεαυτού και ελάλησας προς αυτούς λέγων· πολυπληθυνώ το σπέρμα υμών ωσεί τα άστρα του ουρανού τω πλήθει, και πάσαν την γην ταύτην, ην είπας δούναι τω σπέρματι αυτών, και καθέξουσιν αυτήν εις τον αιώνα. 14 και ιλάσθη Κύριος περί της κακίας, ης είπε ποιήσαι τον λαόν αυτού.

 15 Και αποστρέψας Μωυσής κατέβη από του όρους, και αι δύο πλάκες του μαρτυρίου εν ταις χερσίν αυτού, πλάκες λίθιναι καταγεγραμμέναι εξ αμφοτέρων των μερών αυτών, ένθεν και ένθεν ήσαν γεγραμμέναι· 16 και αι πλάκες έργον Θεού ήσαν, και η γραφή γραφή Θεού κεκολαμμένη εν ταις πλαξί. 17 και ακούσας Ιησούς της φωνής του λαού κραζόντων λέγει προς Μωυσήν· φωνή πολέμου εν τη παρεμβολή. 18 και λέγει· ουκ έστι φωνή εξαρχόντων κατ ‘ ισχύν, ουδέ φωνή εξαρχόντων τροπής, αλλά φωνήν εξαρχόντων οίνου εγώ ακούω. 19 και ηνίκα ήγγιζε τη παρεμβολή, ορά τον μόσχον και τους χορούς, και οργισθείς θυμω Μωυσής έρριψεν από των χειρών αυτού τας δύο πλάκας, και συνέτριψεν αυτάς υπό το όρος. 20 και λαβών τον μόσχον, ον εποίησαν, κατέκαυσεν αυτόν εν πυρί και κατήλεσεν αυτόν λεπτόν και έσπειρεν αυτόν επί το ύδωρ και επότισεν αυτό τους υιούς Ισραήλ. 21 και είπε Μωυσής τω Ααρών· τι εποίησέ σοι ο λαός ούτος, ότι επήγαγες επ ‘ αυτούς αμαρτίαν μεγάλην; 22 και είπεν Ααρών προς Μωυσήν· μη οργίζου, κύριε· συ γαρ οίδας το όρμημα του λαού τούτου. 23 λέγουσι γαρ μοι· ποίησον ημίν θεούς, οί προπορεύσονται ημών· ο γαρ Μωυσής ούτος ο άνθρωπος, ος εξήγαγεν ημάς εξ Αιγύπτου, ουκ οίδαμεν τι γέγονεν αυτω. 24 και είπα αυτοίς· ει τινι υπάρχει χρυσία, περιέλεσθε. και έδωκάν μοι· και έρριψα εις το πυρ, και εξήλθεν ο μόσχος ούτος. 25 και ιδών Μωυσής τον λαόν ότι διεσκέδασται, διεσκέδασε γαρ αυτούς Ααρών επίχαρμα τοις υπεναντίοις αυτών, 26 έστη δε Μωυσής επί της πύλης της παρεμβολής και είπε· τις προς Κύριον; ίτω προς με. συνήλθον ουν προς αυτόν πάντες οι υιοί Λευί. 27 και λέγει αυτοίς· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· θέσθε έκαστος την εαυτού ρομφαίαν επί τον μηρόν και διέλθατε και ανακάμψατε από πύλης επί πύλην δια της παρεμβολής και αποκτείνατε έκαστος τον αδελφόν αυτού και έκαστος τον πλησίον αυτού και έκαστος το έγγιστα αυτού. 28 και εποίησαν οι υιοί Λευί καθά ελάλησεν αυτοίς Μωυσής, και έπεσαν εκ του λαού εν εκείνη τη ημέρα εις τρισχιλίους άνδρας. 29 και είπεν αυτοίς Μωυσής· επληρώσατε τας χείρας υμών σήμερον Κυρίω, έκαστος εν τω υιω ή εν τω αδελφω αυτού, δοθήναι εφ ‘ υμάς ευλογίαν.

 30 Και εγένετο μετά την αύριον είπε Μωυσής προς τον λαόν· υμείς ημαρτήκατε αμαρτίαν μεγάλην· και νυν αναβήσομαι προς τον Θεόν, ίνα εξιλάσωμαι περί της αμαρτίας υμών. 31 υπέστρεψε δε Μωυσής προς Κύριον και είπε· δέομαι, Κύριε· ημάρτηκεν ο λαός ούτος αμαρτίαν μεγάλην και εποίησαν εαυτοίς θεούς χρυσούς. 32 και νυν ει μεν αφείς αυτοίς την αμαρτίαν αυτών, άφες· ει δε μη, εξάλειψόν με εκ της βίβλου σου, ης έγραψας. 33 και είπε Κύριος προς Μωυσήν· ει τις ημάρτηκεν ενώπιόν μου, εξαλείψω αυτούς εκ της βίβλου μου. 34 νυνί δε βάδιζε, κατάβηθι και οδήγησον τον λαόν τούτον εις τον τόπον, ον είπά σοι· ιδού ο άγγελός μου προπορεύσεται προ προσώπου σου· ή δ ‘ αν ημέρα επισκέπτωμαι, επάξω επ ‘ αυτούς την αμαρτίαν αυτών. 35 και επάταξε Κύριος τον λαόν περί της ποιήσεως του μόσχου, ου εποίησεν Ααρών.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΓ

 1 ΚΑΙ είπε Κύριος προς Μωυσήν· προπορεύου, ανάβηθι εντεύθεν συ και ο λαός σου, ους εξήγαγες εκ γης Αιγύπτου, εις την γην, ην ώμοσα τω Αβραάμ και Ισαάκ και Ιακώβ λέγων· τω σπέρματι υμών δώσω αυτήν. 2 και συναποστελώ τον άγγελόν μου προ προσώπου σου, και εκβαλεί τον Αμορραίον και Χετταίον και Φερεζαίον και Γεργεσαίον και Ευαίον και Ιεβουσαίον και Χαναναίον. 3 και εισάξω σε εις γην ρέουσαν γάλα και μέλι· ου γαρ μη συναναβώ μετά σου, δια το λαόν σκληροτράχηλόν σε είναι, ίνα μη εξαναλώσω σε εν τη οδω. 4 και ακούσας ο λαός το ρήμα το πονηρόν τούτο, κατεπένθησεν εν πενθικοίς. 5 και είπε Κύριος τοις υιοίς Ισραήλ· υμείς λαός σκληροτράχηλος· οράτε, μη πληγήν άλλην επάξω εγώ εφ ‘ υμάς και εξαναλώσω υμάς. νυν ουν αφέλεσθε τας στολάς των δοξών υμών και τον κόσμον, και δείξω σοι α ποιήσω σοι. 6 και περιείλαντο οι υιοί Ισραήλ τον κόσμον αυτών και την περιστολήν από του όρους του Χωρήβ.

 7 Και λαβών Μωυσής την σκηνήν αυτού έπηξεν έξω της παρεμβολής, μακράν από της παρεμβολής, και εκλήθη σκηνή μαρτυρίου· και εγένετο, πας ο ζητών Κύριον εξεπορεύετο εις την σκηνήν την έξω της παρεμβολής. 8 ηνίκα δ ‘ αν εισεπορεύετο Μωυσής εις την σκηνήν έξω της παρεμβολής, ειστήκει πας ο λαός σκοπεύοντες έκαστος παρά τας θύρας της σκηνής αυτού και κατενοούσαν απιόντος Μωυσή έως του εισελθείν αυτόν εις την σκηνήν. 9 ως δ ‘ αν εισήλθε Μωυσής εις την σκηνήν, κατέβαινεν ο στύλος της νεφέλης, και ίστατο επί την θύραν της σκηνής, και ελάλει Μωυσή· 10 και εώρα πας ο λαός τον στύλον της νεφέλης εστώτα επί της θύρας της σκηνής, και στάντες πας ο λαός προσεκύνησαν έκαστος από της θύρας της σκηνής αυτού. 11 και ελάλησε Κύριος προς Μωυσήν ενώπιος ενωπίω, ως ει τις λαλήσει προς τον εαυτού φίλον. και απελύετο εις την παρεμβολήν, ο δε θεράπων Ιησούς υιος Ναυή νέος ουκ εξεπορεύετο εκ της σκηνής.

 12 Και είπε Μωυσής προς Κύριον· ιδού συ μοι λέγεις· ανάγαγε τον λαόν τούτον, συ δε ουκ εδήλωσάς μοι, ον συναποστελείς μετ ‘ εμού· συ δε μοι είπας· οίδά σε παρά πάντας, και χάριν έχεις παρ ‘ εμοί. 13 ει ουν εύρηκα χάριν εναντίον σου, εμφάνισόν μοι σεαυτόν γνωστώς, ίνα ίδω σε, όπως αν ω ευρηκώς χάριν εναντίον σου, και ίνα γνώ ότι λαός σου το έθνος το μέγα τούτο. 14 και λέγει· αυτός προπορεύσομαί σου και καταπαύσω σε. 15 και λέγει προς αυτόν· ει μη αυτός συ συμπορεύη, μη με αναγάγης εντεύθεν· 16 και Πως γνωστόν έσται αληθώς, ότι εύρηκα χάριν παρά σοί, εγώ τε και ο λαός σου, αλλ ‘ ή συμπορευομένου σου μεθ ‘ ημών; και ενδοξασθήσομαι εγώ τε και ο λαός σου παρά πάντα τα έθνη, όσα επί της γης εστι. 17 και είπε Κύριος προς Μωυσήν· και τούτόν σοι τον λόγον, ον είρηκας, ποιήσω· εύρηκας γαρ χάριν ενώπιον εμού, και οίδά σε παρά πάντας. 18 και λέγει· εμφάνισόν μοι σεαυτόν, 19 και είπεν· εγώ παρελεύσομαι πρότερός σου τη δόξη μου και καλέσω τω ονόματί μου, Κύριος εναντίον σου· και ελεήσω ον αν ελεώ, και οικτειρήσω ον αν οικτείρω. 20 και είπεν· ου δυνήση ιδείν το πρόσωπόν μου· ου γαρ μη ίδη άνθρωπος το πρόσωπόν μου και ζήσεται. 21 και είπε Κύριος· ιδού τόπος παρ ‘ εμοί, στήση επί της πέτρας· 22 ηνίκα δ ‘ αν παρέλθη η δόξα μου, και θήσω σε εις οπήν της πέτρας και σκεπάσω τη χειρί μου επί σε, έως αν παρέλθω· 23 και αφελώ την χείρα, και τότε όψει τα οπίσω μου, το δε πρόσωπόν μου ουκ οφθήσεταί σοι.

 ΕΞΟΔΟΣ

  ΚΕΦΑΛΑΙΟΝ ΛΔ

 1 ΚΑΙ είπε Κύριος προς Μωυσήν· λάξευσον σεαυτω δύο πλάκας λιθίνας, καθώς και αι πρώται και ανάβηθι προς με εις το όρος, και γράψω επί των πλακών τα ρήματα, α ην εν ταις πλαξί ταις πρώταις, αις συνέτριψας. 2 και γίνου έτοιμος εις το πρωϊ και αναβήση επί το όρος το Σινά και στήσει μοι εκεί επ ‘ άκρου του όρους. 3 και μηδείς αναβήτω μετά σου μηδέ οφθήτω εν παντί τω όρει· και τα πρόβατα και βόες μη νεμέσθωσαν πλησίον του όρους εκείνου. 4 και ελάξευσε δύο πλάκας λιθίνας, καθάπερ και αι πρώται· και ορθρίσας Μωυσής ανέβη εις το όρος το Σινά, καθότι συνέταξεν αυτω Κύριος· και έλαβε Μωυσής τας δύο πλάκας τας λιθίνας. 5 και κατέβη Κύριος εν νεφέλη και παρέστη αυτω εκεί· και εκάλεσε τω ονόματι Κυρίου. 6 και παρήλθε Κύριος προ προσώπου αυτού και εκάλεσε· Κύριος ο Θεός οικτίρμων και ελεήμων, μακρόθυμος και πολυέλεος και αληθινός, 7 και δικαιοσύνην διατηρών και έλεος εις χιλιάδας, αφαιρών ανομίας και αδικίας και αμαρτίας, και ου καθαριεί τον ένοχον, επάγων ανομίας πατέρων επί τέκνα και επί τέκνα τέκνων, επί τρίτην και τετάρτην γενεάν. 8 και σπεύσας Μωυσής, κύψας επί την γην προσεκύνησε 9 και είπεν· ει εύρηκα χάριν ενώπιόν σου, συμπορευθήτω ο Κύριός μου μεθ ‘ ημών· ο λαός γαρ σκληροτράχηλός εστι, και αφελείς συ τας αμαρτίας ημών και τας ανομίας ημών, και εσόμεθα σοί. 10 και είπε Κύριος προς Μωυσήν· ιδού εγώ τίθημί σοι διαθήκην· ενώπιον παντός του λαού σου ποιήσω ένδοξα, α ου γέγονεν εν πάση τη γη και εν παντί έθνει, και όψεται πας ο λαός, εν οίς ει συ, τα έργα Κυρίου, ότι θαυμαστά εστιν, α εγώ ποιήσω σοι. 11 πρόσεχε συ πάντα, όσα εγώ εντέλλομαί σοι. ιδού εγώ εκβάλλω προ προσώπου υμών τον Αμορραίον και Χαναναίον και Φερεζαίον και Χετταίον και Ευαίον και Γεργεσαίον και Ιεβουσαίον· 12 πρόσεχε σεαυτω, μη ποτε θής διαθήκην τοις εγκαθημένοις επί της γης, εις ην εισπορεύη εις αυτήν, μη σοι γένηται πρόσκομμα εν υμίν. 13 τους βωμούς αυτών καθελείτε και τας στήλας αυτών συντρίψετε και τα άλση αυτών εκκόψετε, και τα γλυπτά των θεών αυτών κατακαύσετε εν πυρί· 14 ου γαρ μη προσκυνήσητε θεοίς ετέροις· ο γαρ Κύριος ο Θεός ζηλωτόν όνομα, Θεός ζηλωτής εστι. 15 μη ποτε θής διαθήκην τοις εγκαθημένοις επί της γης, και εκπορνεύσωσιν οπίσω των θεών αυτών και θύσωσι τοις θεοίς αυτών, και καλέσωσί σε, και φάγης των αιμάτων αυτών, 16 και λάβης των θυγατέρων αυτών τοις υιοίς σου και των θυγατέρων σου δως τοις υιοίς αυτών, και εκπορνεύσωσιν αι θυγατέρες σου οπίσω των θεών αυτών, και εκπορνεύσωσιν οι υιοί σου οπίσω των θεών αυτών. 17 και θεούς χωνευτούς ου ποιήσεις σεαυτω. 18 και την εορτήν των αζύμων φυλάξη· επτά ημέρας φαγή άζυμα, καθάπερ εντέταλμαί σοι, εις τον καιρόν εν μηνί των νέων· εν γαρ μηνί των νέων εξήλθες εξ Αιγύπτου. 19 παν διανοίγον μήτραν εμοί, τα αρσενικά, παν πρωτότοκον μόσχου και πρωτότοκον προβάτου. 20 και πρωτότοκον υποζυγίου λυτρώση προβάτω· εάν δε μη λυτρώση αυτό, τιμήν δώσεις. παν πρωτότοκον των υιών σου λυτρώση· ουκ οφθήση ενώπιόν μου κενός. 21 εξ ημέρας εργά, τη δε εβδόμη καταπαύσεις· τω σπόρω και τω αμήτω κατάπαυσις. 22 και εορτήν εβδομάδων ποιήσεις μοι, αρχήν θερισμού πυρού, και εορτήν συναγωγής μεσούντος του ενιαυτού. 23 τρεις καιρούς του ενιαυτού οφθήσεται παν αρσενικόν σου ενώπιον Κυρίου του Θεού Ισραήλ· 24 όταν γαρ εκβάλω τα έθνη προ προσώπου σου και πλατύνω τα όριά σου, ουκ επιθυμήσει ουδείς της γης σου, ηνίκα αν αναβαίνης οφθήναι εναντίον Κυρίου του Θεού σου τρεις καιρούς του ενιαυτού. 25 ου σφάξεις επί ζύμη αίμα θυσιασμάτων μου, και ου κοιμηθήσεται εις το πρωϊ θύματα εορτής του πάσχα. 26 τα πρωτογεννήματα της γης σου θήσεις εις τον οίκον Κυρίου του Θεού σου. ουχ εψήσεις άρνα εν γάλακτι μητρός αυτού.

 27 Και είπε Κύριος προς Μωυσήν· γράψον σεαυτω τα ρήματα ταύτα· επί γαρ των λόγων τούτων τέθειμαί σοι διαθήκην και τω Ισραήλ. 28 και ην εκεί Μωυσής εναντίον Κυρίου τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας· άρτον ουκ έφαγε και ύδωρ ουκ έπιε· και έγραψεν επί των πλακών τα ρήματα ταύτα της διαθήκης, τους δέκα λόγους. 29 ως δε κατέβαινε Μωυσής εκ του όρους, και αι δύο πλάκες επί των χειρών Μωυσή· καταβαίνοντος δε αυτού εκ του όρους, Μωυσής ουκ ήδει ότι δεδόξασται η όψις του χρώματος του προσώπου αυτού εν τω λαλείν αυτόν αυτω. 30 και είδεν Ααρών και πάντες οι πρεσβύτεροι Ισραήλ τον Μωυσήν και ην δεδοξασμένη η όψις του χρώματος του προσώπου αυτού, και εφοβήθησαν εγγίσαι αυτω. 31 και εκάλεσεν αυτούς Μωυσής, και επεστράφησαν προς αυτόν Ααρών και πάντες οι άρχοντες της συναγωγής, και ελάλησεν αυτοίς Μωυσής. 32 και μετά ταύτα προσήλθον προς αυτόν πάντες οι υιοί Ισραήλ, και ενετείλατο αυτοίς πάντα, όσα ενετείλατο Κύριος προς αυτόν εν τω όρει Σινά. 33 και επειδή κατέπαυσε λαλών προς αυτούς, επέθηκεν επί το πρόσωπον αυτού κάλυμμα. 34 ηνίκα δ ‘ αν εισεπορεύετο Μωυσής έναντι Κυρίου λαλείν αυτω, περιηρείτο το κάλυμμα έως του εκπορεύεσθαι. και εξελθών ελάλει πάσι τοις υιοίς Ισραήλ όσα ενετείλατο αυτω Κύριος, 35 και είδον οι υιοί Ισραήλ το πρόσωπον Μωυσέως ότι δεδόξασται, και περιέθηκε Μωυσής κάλυμμα επί το πρόσωπον εαυτού, έως αν εισέλθη συλλαλείν αυτω.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΕ

 1 ΚΑΙ συνήθροισε Μωυσής πάσαν συναγωγήν υιών Ισραήλ και είπεν· ούτοι οι λόγοι, ους είπε Κύριος ποιήσαι αυτούς. 2 εξ ημέρας ποιήσεις έργα, τη δε ημέρα τη εβδόμη κατάπαυσις, άγια σάββατα, ανάπαυσις Κυρίω· πας ο ποιών έργον εν αυτη τελευτάτω. 3 ου καύσετε πυρ εν πάση κατοικία υμών τη ημέρα των σαββάτων· εγώ Κύριος.

 4 Και είπε Μωυσής προς πάσαν συναγωγήν υιών Ισραήλ λέγων· τούτο το ρήμα, ό συνέταξε Κύριος λέγων· 5 λάβετε παρ ‘ υμών αυτών αφαίρεμα Κυρίω· πας ο καταδεχόμενος τη καρδία οίσουσι τας απαρχάς Κυρίω, χρυσίον, αργύριον, χαλκόν, 6 υάκινθον, πορφύραν, κόκκινον διπλούν διανενησμένον και βύσσον κεκλωσμένην και τρίχας αιγείας 7 και δέρματα κριών ηρυθροδανωμένα και δέρματα υακίνθινα και ξύλα άσηπτα. 8 και λίθους σαρδίου και λίθους εις την γλυφήν εις την επωμίδα και τον ποδήρη. 9 και πας σοφός τη καρδία εν υμίν ελθών εργαζέσθω πάντα, όσα συνέταξε Κύριος· 10 την σκηνήν και τα παραρύματα και τα κατακαλύμματα και τα διατόνια και τους μοχλούς και τους στύλους 11 και την κιβωτόν του μαρτυρίου και τους αναφορείς αυτής και το ιλαστήριον αυτής και το καταπέτασμα 12 και τα ιστία της αυλής και τους στύλους αυτής 13 και τους λίθους τους της σμαράγδου 14 και το θυμίαμα και το έλαιον του χρίσματος 15 και την τράπεζαν και πάντα τα σκεύη αυτής 16 και την λυχνίαν του φωτός και πάντα τα σκεύη αυτής 17 και το θυσιαστήριον και πάντα τα σκεύη αυτού 18 και τας στολάς τας αγίας Ααρών του ιερέως και τας στολάς, εν αις λειτουργήσουσιν εν αυταίς, 19 και τους χιτώνας τοις υιοίς Ααρών της ιερατείας και το έλαιον του χρίσματος και το θυμίαμα της συνθέσεως. 20 και εξήλθε πάσα συναγωγή υιών Ισραήλ από Μωυσή 21 και ήνεγκαν έκαστος, ων έφερεν η καρδία αυτών, και όσοις έδοξε τη ψυχή αυτών, ήνεγκαν αφαίρεμα Κυρίω εις πάντα τα έργα της σκηνής του μαρτυρίου και εις πάντα τα κάτεργα αυτής, και εις πάσας τας στολάς του αγίου. 22 και ήνεγκαν οι άνδρες παρά των γυναικών, πας ω έδοξε τη διανοία, ήνεγκαν σφραγίδας και ενώτια και δακτυλίους και εμπλόκια και περιδέξια, παν σκεύος χρυσούν, και πάντες όσοι ήνεγκαν αφαιρέματα χρυσίου Κυρίω. 23 και παρ ‘ ω ευρέθη βύσσος και δέρματα υακίνθινα και δέρματα κριών ηρυθροδανωμένα, ήνεγκαν. 24 και πας ο αφαιρών αφαίρεμα, ήνεγκαν αργύριον και χαλκόν, τα αφαιρέματα Κυρίω, και παρ ‘ οίς ευρέθη ξύλα άσηπτα εις πάντα τα έργα της παρασκευής ήνεγκαν. 25 και πάσα γυνή σοφή τη διανοία ταις χερσί νήθειν ήνεγκαν νενησμένα, την υάκινθον και την πορφύραν και το κόκκινον και την βύσσον· 26 και πάσαι αι γυναίκες, αις έδοξε τη διανοία αυτών εν σοφία, ένησαν τας τρίχας τας αιγείας. 27 και οι άρχοντες ήνεγκαν τους λίθους της σμαράγδου και τους λίθους της πληρώσεως εις την επωμίδα και το λογείον 28 και τας συνθέσεις, και εις το έλαιον της χρίσεως και την σύνθεσιν του θυμιάματος. 29 και πας ανήρ και γυνή, ων έφερεν η διάνοια αυτών εισελθόντας ποιείν πάντα τα έργα, όσα συνέταξε Κύριος ποιήσαι αυτά δια Μωυσή, ήνεγκαν οι υιοί Ισραήλ αφαίρεμα Κυρίω.

 30 Και είπε Μωυσής τοις υιοίς Ισραήλ· ιδού ανακέκληκεν ο Θεός εξ ονόματος τον Βεσελεήλ τον του Ουρίου τον Ωρ, εκ της φυλής Ιούδα, 31 και ενέπλησεν αυτόν πνεύμα θείον σοφίας και συνέσεως και επιστήμης πάντων 32 αρχιτεκτονείν κατά πάντα τα έργα της αρχιτεκτονίας, ποιείν το χρυσίον και το αργύριον και τον χαλκόν 33 και λιθουργήσαι τον λίθον και κατεργάζεσθαι τα ξύλα και ποιείν εν παντί έργω σοφίας· 34 και προβιβάσαι γε έδωκεν εν τη διανοία αυτω τε και τω Ελιάβ τω του Αχισαμάχ, εκ φυλής Δάν. 35 και ενέπλησεν αυτούς σοφίας, συνέσεως, διανοίας, πάντα συνιέναι ποιήσαι τα έργα του αγίου και τα υφαντά και ποικιλτά υφάναι τω κοκκίνω και τη βύσσω, ποιείν παν έργον αρχιτεκτονίας ποικιλίας.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ

 1 ΚΑΙ εποίησε Βεσελεήλ και Ελιάβ και πας σοφός τη διανοία, ω εδόθη σοφία και επιστήμη εν αυτοίς συνιέναι ποιείν πάντα τα έργα κατά τα άγια καθήκοντα, κατά πάντα όσα συνέταξε Κύριος. 2 και εκάλεσε Μωυσής Βεσελεήλ και Ελιάβ και πάντας τους έχοντας την σοφίαν, ω έδωκεν ο Θεός επιστήμην εν τη καρδία, και πάντας τους εκουσίως βουλομένους προσπορεύεσθαι προς τα έργα, ωστε συντελείν αυτά, 3 και έλαβον παρά Μωυσή πάντα τα αφαιρέματα, α ήνεγκαν οι υιοί Ισραήλ εις πάντα τα έργα του αγίου ποιείν αυτά, και αυτοί προσεδέχοντο έτι τα προσφερόμενα παρά των φερόντων το πρωϊ. 4 και παρεγίνοντο πάντες οι σοφοί οι ποιούντες τα έργα του αγίου, έκαστος κατά το αυτού έργον, ό ειργάζοντο αυτοί, 5 και είπαν προς Μωυσήν· ότι πλήθος φέρει ο λαός κατά τα έργα, όσα συνέταξε Κύριος ποιήσαι. 6 και προσέταξε Μωυσής και εκήρυξεν εν τη παρεμβολή λέγων· ανήρ και γυνή μηκέτι εργαζέσθωσαν εις τας απαρχάς του αγίου· και εκωλύθη ο λαός έτι προσφέρειν. 7 και τα έργα ην αυτοίς ικανά εις την κατασκευήν ποιήσαι, και προσκατέλιπον.

 8 Και εποίησε πας σοφός εν τοις εργαζομένοις (Κεφ. ΛΘ 1) τας στολάς των αγίων, αι εισιν Ααρών τω ιερεί, καθά συνέταξε Κύριος τω Μωυσή. 9 και εποίησε την επωμίδα εκ χρυσίου και υακίνθου και πορφύρας και κοκκίνου νενησμένου και βύσσου κεκλωσμένης. 10 και ετμήθη τα πέταλα του χρυσίου τρίχες, ωστε συνυφάναι συν τη υακίνθω και τη πορφύρα και συν τω κοκκίνω τω διανενησμένω και τη βύσσω τη κεκλωσμένη, έργον υφαντόν εποίησαν αυτό· 11 επωμίδας συνεχούσας εξ αμφοτέρων των μερών, έργον υφαντόν εις άλληλα συμπεπλεγμένον καθ ‘ εαυτό 12 εξ αυτού εποίησαν κατά την αυτού ποίησιν εκ χρυσίου και υακίνθου και πορφύρας και κοκκίνου διανενησμένου και βύσσου κεκλωσμένης, καθά συνέταξε Κύριος τω Μωυσή. 13 και εποίησαν αμφοτέρους τους λίθους της σμαράγδου συμπεπορπημένους και περισεσιαλωμένους χρυσίω, γεγλυμμένους και εκκεκολαμμένους εγκόλαμμα σφραγίδος εκ των ονομάτων των υιών Ισραήλ· 14 και επέθηκεν αυτούς επί τους ώμους της επωμίδος, λίθους μνημοσύνου των υιών Ισραήλ, καθά συνέταξε Κύριος τω Μωυσή.

 15 Και εποίησαν λογείον, έργον υφαντόν ποικιλία κατά το έργον της επωμίδος εκ χρυσίου και υακίνθου και πορφύρας και κοκκίνου διανενησμένου και βύσσου κεκλωσμένης· 16 τετράγωνον διπλούν εποίησαν το λογείον, σπιθαμής το μήκος και σπιθαμής το εύρος, διπλούν. 17 και συνυφάνθη εν αυτω ύφασμα κατάλιθον τετράστιχον· στίχος λίθων, σάρδιον και τοπάζιον και σμάραγδος, ο στίχος ο εις· 18 και ο στίχος ο δεύτερος, άνθραξ και σάπφειρος και ίασπις· 19 και ο στίχος ο τρίτος λιγύριον και αχάτης και αμέθυστος· 20 και ο στίχος ο τέταρτος χρυσόλιθος και βηρύλλιον και ονύχιον· περικεκυκλωμένα χρυσίω και συνδεδεμένα χρυσίω. 21 και οι λίθοι ήσαν εκ των ονομάτων των υιών Ισραήλ δώδεκα εκ των ονομάτων αυτών, εγγεγλυμμένα εις σφραγίδας, έκαστος εκ του εαυτού ονόματος, εις τας δώδεκα φυλάς. 22 και εποίησαν επί το λογείον κρωσσούς συμπεπλεγμένους, έργον εμπλοκίου εκ χρυσίου καθαρού· 23 και εποίησαν δύο ασπιδίσκας χρυσάς και δύο δακτυλίους χρυσούς 24 και επέθηκαν τους δύο δακτυλίους τους χρυσούς επ ‘ αμφοτέρας τας αρχάς του λογείου· 25 και επέθηκαν τα εμπλόκια εκ χρυσίου επί τους δακτυλίους επ ‘ αμφοτέρων των μερών του λογείου και εις τας δύο συμβολάς τα δύο εμπλόκια 26 και επέθηκαν επί τας δύο ασπιδίσκας και επέθηκαν επί τους ώμους της επωμίδος εξεναντίας κατά πρόσωπον. 27 και εποίησαν δύο δακτυλίους χρυσούς και επέθηκαν επί τα δύο πτερύγια επ ‘ άκρου του λογείου και επί το άκρον του οπισθίου της επωμίδος έσωθεν. 28 και εποίησαν δύο δακτυλίους χρυσούς και επέθηκαν επ ‘ αμφοτέρους τους ώμους της επωμίδος κάτωθεν αυτού κατά πρόσωπον κατά την συμβολήν άνωθεν της συνυφής της επωμίδος. 29 και συνέσφιγξε το λογείον από των δακτυλίων των επ ‘ αυτού εις τους δακτυλίους της επωμίδος, συνεχομένους εκ της υακίνθου, συμπεπλεγμένους εις το ύφασμα της επωμίδος, ίνα μη χαλάται το λογείον από της επωμίδος, καθά συνέταξε Κύριος τω Μωυσή.

 30 Και εποίησαν τον υποδύτην υπό την επωμίδα, έργον υφαντόν, όλον υακίνθινον· 31 το δε περιστόμιον του υποδύτου εν τω μέσω διϋφασμένον συμπλεκτόν, ώαν έχον κύκλω το περιστόμιον αδιάλυτον. 32 και εποίησαν επί του λώματος του υποδύτου κάτωθεν ως εξανθούσης ρόας ροϊσκους, εξ υακίνθου και πορφύρας και κοκκίνου νενησμένου και βύσσου κεκλωσμένης 33 και εποίησαν κώδωνας χρυσούς και επέθηκαν τους κώδωνας επί το λώμα του υποδύτου κύκλω ανά μέσον των ροϊσκων· 34 κώδων χρυσούς και ροϊσκος επί του λώματος του υποδύτου κύκλω εις το λειτουργείν, καθά συνέταξε Κύριος τω Μωυσή.

 35 Και εποίησαν χιτώνας βυσσίνους, έργον υφαντόν, Ααρών και τοις υιοίς αυτού 36 και τας κιδάρεις εκ βύσσου και την μίτραν εκ βύσσου και τα περισκελή εκ βύσσου κεκλωσμένης 37 και τας ζώνας αυτών εκ βύσσου και υακίνθου και πορφύρας και κοκκίνου νενησμένου, έργον ποικιλτού, ον τρόπον συνέταξε Κύριος τω Μωυσή.

 38 Και εποίησαν το πέταλον το χρυσούν, αφόρισμα του αγίου, χρυσίου καθαρού· 39 και έγραψεν επ ‘ αυτού γράμματα εκτετυπωμένα σφραγίδος Αγίασμα Κυρίω· 40 και επέθηκαν επί το λώμα υακίνθυνον, ωστε επικείσθαι επί την μίτραν άνωθεν, ον τρόπον συνέταξε Κύριος τω Μωυσή.

 ΚΕΦΑΛΑΙΟΝ ΛΖ (Κεφ. ΛΣΤ 8)

 1 ΚΑΙ εποίησαν τη σκηνή δέκα αυλαίας, 2 οκτώ και είκοσι πήχεων μήκος της αυλαίας της μιάς (το αυτό ην πάσαις) και τεσσάρων πήχεων το εύρος της αυλαίας της μιάς. 3 και εποίησαν το καταπέτασμα εξ υακίνθου και πορφύρας και κοκκίνου νενησμένου και βύσσου κεκλωσμένης, έργον υφάντου Χερουβίμ, 4 και επέθηκαν αυτό επί τέσσαρας στύλους ασήπτους κατακεχρυσωμένους εν χρυσίω και αι κεφαλίδες αυτών χρυσαί, και αι βάσεις αυτών τέσσαρες αργυραί. 5 και εποίησαν το καταπέτασμα της θύρας της σκηνής του μαρτυρίου εξ υακίνθου και πορφύρας και κοκκίνου νενησμένου και βύσσου κεκλωσμένης, έργον υφάντου Χερουβίμ, 6 και τους στύλους αυτού πέντε και τους κρίκους· και τας κεφαλίδας αυτών και τας ψαλίδας αυτών κατεχρύσωσαν χρυσίω, και αι βάσεις αυτών πέντε χαλκαί.

 (Κεφ. ΛΗ 9). 7 Και εποίησαν την αυλήν· τα προς λίβα ιστία της αυλής εκ βύσσου κεκλωσμένης εκατόν εφ ‘ εκατόν, 8 και οι στύλοι αυτών είκοσι, και αι βάσεις αυτών είκοσι· 9 και το κλίτος το προς βορράν εκατόν εφ ‘ εκατόν και το κλίτος το προς νότον εκατόν εφ ‘ εκατόν, και οι στύλοι αυτών είκοσι, και αι βάσεις αυτών είκοσι· 10 και το κλίτος το προς θάλασσαν αυλαίαι πεντήκοντα πήχεων, στύλοι αυτών δέκα, και αι βάσεις αυτών δέκα· 11 και το κλίτος το προς ανατολάς πεντήκοντα πήχεων, ιστία 12 πεντεκαίδεκα πήχεων το κατά νώτου, και οι στύλοι αυτών τρεις, και αι βάσεις αυτών τρεις, 13 και επί του νώτου του δευτέρου ένθεν και ένθεν κατά την πύλην της αυλής αυλαίαι πεντεκαίδεκα πήχεων, και οι στύλοι αυτών τρεις και αι βάσεις αυτών τρεις. 14 πάσαι αι αυλαίαι της σκηνής εκ βύσου κεκλωσμένης, 15 και αι βάσεις των στύλων αυτών χαλκαί, και αι αγκύλαι αυτών αργυραί, και αι κεφαλίδες αυτών περιηργυρωμέναι αργυρίω, και οι στύλοι περιηργυρωμένοι αργυρίω, πάντες οι στύλοι της αυλής. 16 και το καταπέτασμα της πύλης της αυλής έργον ποικιλτού εξ υακίνθου και πορφύρας και κοκκίνου νενησμένου και βύσσου κεκλωσμένης, είκοσι πήχεων το μήκος, και το ύψος και το εύρος πέντε πήχεων εξισούμενον τοις ιστίοις της αυλής· 17 και οι στύλοι αυτών τέσσαρες, και αι βάσεις αυτών τέσσαρες χαλκαί, και αι αγκύλαι αυτών αργυραί, και αι κεφαλίδες αυτών περιηργυρωμέναι αργυρίω· 18 και πάντες οι πάσσαλοι της αυλής κύκλω χαλκοί, και αυτοί περιηργυρωμένοι αργυρίω.

 19 Και αύτη η σύνταξις της σκηνής του μαρτυρίου, καθά συνετάγη Μωυσή, την λειτουργίαν είναι των Λευιτών δια Ιθάμαρ του υιού Ααρών του ιερέως. 20 και Βεσελεήλ ο του Ουρίου, εκ φυλής Ιούδα, εποίησε καθά συνέταξε Κύριος τω Μωυσή, 21 και Ελιάβ ο του Αχισαμάχ, εκ φυλής Δάν, ος ηρχιτεκτόνησε τα υφαντά και τα ραφιδευτά και ποικιλτικά υφάναι τω κοκκίνω και τη βύσσω.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΗ (Κεφ. ΛΖ 1)

 1 ΚΑΙ εποίησε Βεσελεήλ την κιβωτόν. 2 και κατεχρύσωσεν αυτήν χρυσίω καθαρω έσωθεν και έξωθεν. 3 και εχώνευσεν αυτη τέσσαρας δακτυλίους χρυσούς, δύο επί το κλίτος το εν και δύο επί το κλίτος το δεύτερον, 4 ευρείς τοις διωστήρσιν ωστε αίρειν αυτήν εν αυτοίς. 5 και εποίησε το ιλαστήριον επάνωθεν της κιβωτού εκ χρυσίου καθαρού 6 και τους δύο Χερουβίμ χρυσούς, 7 Χερούβ ένα επί το άκρον του ιλαστηρίου το εν και Χερούβ ένα επί το άκρον του ιλαστηρίου το δεύτερον, 8 σκιάζοντα ταις πτέρυξιν αυτών επί το ιλαστήριον.

 9 Και εποίησε την τράπεζαν την προκειμένην εκ χρυσίου καθαρού· 10 και εχώνευσεν αυτη τέσσαρας δακτυλίους, δύο επί του κλίτους του ενός και δύο επί του κλίτους του δευτέρου, ευρείς ωστε αίρειν τοις διωστήρσιν εν αυτοίς. 11 και τους διωστήρας της κιβωτού και της τραπέζης εποίησε και κατεχρύσωσεν αυτούς χρυσίω. 12 και εποίησε τα σκεύη της τραπέζης, τα τε τρυβλία και τας θυϊσκας και τους κυάθους και τα σπονδεία, εν οίς σπείσει εν αυτοίς, χρυσά.

 13 Και εποίησε την λυχνίαν, ή φωτίζει, χρυσήν, 14 στερεάν τον καυλόν, και τους καλαμίσκους εξ αμφοτέρων των μερών αυτής·

 15 εκ των καλαμίσκων αυτής οι βλαστοί εξέχοντες, τρεις εκ τούτου, και τρεις εκ τούτου, εξισούμενοι αλλήλοις· 16 και τα λαμπάδια αυτών, α εστιν επί των άκρων, καρυωτά εξ αυτών· και τα ενθέμια εξ αυτών, ίνα ώσιν οι λύχνοι επ ‘ αυτών, και το ενθέμιον το έβδομον, το επ ‘ άκρου του λαμπαδίου, επί της κορυφής άνωθεν, στερεόν όλον χρυσούν· 17 και επτά λύχνους επ ‘ αυτής χρυσούς και τας λαβίδας αυτής χρυσάς και τας επαρυστρίδας αυτών χρυσάς.

 (Κεφ. ΛΣΤ 1 34-36) 18 Ούτος περιηργύρωσε τους στύλους και εχώνευσε τω στύλω δακτυλίους χρυσούς και εχρύσωσε τους μοχλούς χρυσίω και κατεχρύσωσε τους στύλους του καταπετάσματος χρυσίω και εποίησε τας αγκύλας χρυσάς. 19 ούτος εποίησε και τους κρίκους της σκηνής χρυσούς και τους κρίκους της αυλής και κρίκους εις το εκτείνειν το κατακάλυμμα άνωθεν χαλκούς. 20 ούτος εχώνευσε τας κεφαλίδας τας αργυράς της σκηνής και τας κεφαλίδας τας χαλκάς της θύρας της σκηνής και την πύλην της αυλής και αγκύλας εποίησε τοις στύλοις αργυράς επί των στύλων· ούτος περιηργύρωσεν αυτάς. (Κεφ. ΛΗ 20) 21 ούτος εποίησε τους πασσάλους της σκηνής και τους πασσάλους της αυλής χαλκούς. 22 ούτος εποίησε το θυσιαστήριον το χαλκούν εκ των πυρείων των χαλκών, α ήσαν τοις ανδράσι τοις καταστασιάσασι μετά της Κορέ συναγωγής. 23 ούτος εποίησε πάντα τα σκεύη του θυσιαστηρίου και το πυρείον αυτού και την βάσιν και τας φιάλας και τας κρεάγρας τας χαλκάς. 24 ούτος εποίησε θυσιαστηρίω παράθεμα, έργον δικτυωτόν κάτωθεν του πυρείου υπό αυτό έως του ημίσους αυτού, και επέθηκεν αυτω τέσσαρας δακτυλίους εκ των τεσσάρων μερών του παραθέματος του θυσιαστηρίου χαλκούς, ευρείς τοις μοχλοίς ωστε αίρεν εν αυτοίς το θυσιαστήριον. (Κεφ. ΛΖ 29) 25 ούτος εποίησε το έλαιον της χρίσεως το άγιον και την σύνθεσιν του θυμιάματος, καθαρόν έργον μυρεψού. (Κεφ. ΛΗ 8) 26 ούτος εποίησε τον λουτήρα τον χαλκούν και την βάσιν αυτού χαλκήν εκ των κατόπτρων των νηστευσασών, αι ενήστευσαν παρά τας θύρας της σκηνής του μαρτυρίου, εν ή ημέρα έπηξεν αυτήν· (Κεφ. Μ 1 30-31) 2 1 7 και εποίησε τον λουτήρα, ίνα νίπτωνται εξ αυτού Μωυσής και Ααρών και οι υιοί αυτού τας χείρας αυτών και τους πόδας· εισπορευομένων αυτών εις την σκηνήν του μαρτυρίου ή όταν προσπορεύωνται προς το θυσιαστήριον λειτουργείν, ενίπτοντο εξ αυτού, καθάπερ συνέταξε Κύριος τω Μωυσή.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΘ (Κεφ. ΛΗ 24)

 1 ΠΑΝ το χρυσίον, ό κατειργάσθη εις τα έργα κατά πάσαν την εργασίαν των αγίων, εγένετο χρυσίου του της απαρχής, εννέα και είκοσι τάλαντα και επτακόσιοι είκοσι σίκλοι κατά τον σίκλον

 τον άγιον· 2 και αργυρίου αφαίρεμα παρά των επεσκεμμένων ανδρών της συναγωγής εκατόν τάλαντα και χίλιοι επτακόσιοι εβδομήκοντα πέντε σίκλοι, δραχμή μία τη κεφαλή το ήμισυ του σίκλου, κατά τον σίκλον τον άγιον, 3 πας ο παραπορευόμενος την επίσκεψιν από εικοσαετούς και επάνω εις τας εξήκοντα μυριάδας και τρισχίλιοι πεντακόσιοι και πεντήκοντα. 4 και εγενήθη τα εκατόν τάλαντα του αργυρίου εις την χώνευσιν των εκατόν κεφαλίδων της σκηνής και εις τας κεφαλίδας του καταπετάσματος, 5 εκατόν κεφαλίδες εις τα εκατόν τάλαντα, τάλαντον τη κεφαλίδι. 6 και τους χιλίους επτακοσίους εβδομήκοντα πέντε σίκλους εποίησεν εις τας αγκύλας τοις στύλοις, και κατεχρύσωσε τας κεφαλίδας αυτών και κατεκόσμησεν αυτούς. 7 και ο χαλκός του αφαιρέματος εβδομήκοντα τάλαντα και χίλιοι πεντακόσιοι σίκλοι. 8 και εποίησαν εξ αυτού τας βάσεις της θύρας της σκηνής του μαρτυρίου 9 και τας βάσεις της αυλής κύκλω και τας βάσεις της πύλης της αυλής και τους πασσάλους της σκηνής και τους πασσάλους της αυλής κύκλω 10 και το παράθεμα το χαλκούν του θυσιαστηρίου και πάντα τα σκεύη του θυσιαστηρίου και πάντα τα εργαλεία της σκηνής του μαρτυρίου. (Κεφ. ΛΘ 32) 11 και εποίησαν οι υιοί Ισραήλ, καθά συνέταξε Κύριος τω Μωυσή, ούτως εποίησαν.

 12 Τό δε λοιπόν χρυσίον του αφαιρέματος εποίησαν σκεύη εις το λειτουργείν εν αυτοίς έναντι Κυρίου. 13 και την καταλειφθείσαν υάκινθον και πορφύραν και το κόκκινον εποίησαν στολάς λειτουργικάς Ααρών, ωστε λειτουργείν εν αυταίς εν τω αγίω.

 14 Και ήνεγκαν τας στολάς προς Μωυσήν και την σκηνήν και τα σκεύη αυτής και τας βάσεις και τους μοχλούς αυτής και τους στύλους 15 και την κιβωτόν της διαθήκης και τους διωστήρας αυτής και το θυσιαστήριον και πάντα τα σκεύη αυτού 16 και το έλαιον της χρίσεως και το θυμίαμα της συνθέσεως και την λυχνίαν την καθαράν 17 και τους λύχνους αυτής, λύχνους της καύσεως, και το έλαιον του φωτός 18 και την τράπεζαν της προθέσεως και πάντα τα σκεύη αυτής, και τους άρτους τους προκειμένους, 19 και τας στολάς του αγίου, αι εισιν Ααρών, και τας στολάς των υιών αυτού εις την ιερατείαν 20 και τα ιστία της αυλής και τους στύλους και το καταπέτασμα της θύρας της σκηνής και της πύλης της αυλής, 21 και πάντα τα σκεύη της σκηνής και πάντα τα εργαλεία αυτής, και τας διφθέρας δέρματα κριών ηρυθροδανωμένα και τα καλύμματα υακίνθινα και των λοιπών τα επικαλύμματα και τους πασσάλους και πάντα τα εργαλεία τα εις τα έργα της σκηνής του μαρτυρίου· 22 όσα συνέταξε Κύριος τω Μωυσή, ούτως εποίησαν οι υιοί Ισραήλ πάσαν την αποσκευήν. 23 και είδε Μωυσής πάντα τα έργα, και ήσαν πεποιηκότες αυτά ον τρόπον συνέταξε Κύριος τω Μωυσή, ούτως εποίησαν αυτά· και ευλόγησεν αυτούς Μωυσής.

 ΕΞΟΔΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Μ

 1 ΚΑΙ ελάλησε Κύριος προς Μωυσήν λέγων· 2 εν ημέρα μια του μηνός του πρώτου νουμηνία στήσεις την σκηνήν του μαρτυρίου 3 και θήσεις την κιβωτόν του μαρτυρίου και σκεπάσεις την κιβωτόν τω καταπετάσματι 4 και εισοίσεις την τράπεζαν και προθήσεις την πρόθεσιν αυτής και εισοίσεις την λυχνίαν και επιθήσεις τους λύχνους αυτής. 5 και θήσεις το θυσιαστήριον το χρυσούν εις το θυμιάν εναντίον της κιβωτού και επιθήσεις κάλυμμα καταπετάσματος επί την θύραν της σκηνής του μαρτυρίου 6 και το θυσιαστήριον των καρπωμάτων θήσεις παρά τας θύρας της σκηνής του μαρτυρίου και περιθήσεις την σκηνήν και πάντα τα αυτής αγιάσεις κύκλω. 7 και λήψη το έλαιον του χρίσματος και χρίσεις την σκηνήν και πάντα τα εν αυτη και αγιάσεις αυτήν και πάντα τα σκεύη αυτής και έσται αγία. 8 και χρίσεις το θυσιαστήριον των καρπωμάτων και πάντα τα σκεύη αυτού. 9 και αγιάσεις το θυσιαστήριον, και έσται το θυσιαστήριον άγιον των αγίων. 10 και προσάξεις Ααρών και τους υιούς αυτού επί τας θύρας της σκηνής του μαρτυρίου και λούσεις αυτούς ύδατι 11 και ενδύσεις Ααρών τας στολάς τας αγίας και χρίσεις αυτόν και αγιάσεις αυτόν, και ιερατεύσει μοι· 12 και τους υιούς αυτού προσάξεις και ενδύσεις αυτούς χιτώνας 13 και αλείψεις αυτούς, ον τρόπον ήλειψας τον πατέρα αυτών, και ιερατεύσουσί μοι· και έσται ωστε είναι αυτοίς χρίσμα ιερατείας εις τον αιώνα, εις τας γενεάς αυτών. 14 και εποίησε Μωυσής πάντα, όσα ενετείλατο αυτω Κύριος, ούτως εποίησε.

 15 Και εγένετο εν τω μηνί τω πρώτω, τω δευτέρω έτει, εκπορευομένων αυτών εξ Αιγύπτου, νουμηνία εστάθη η σκηνή· 16 και έστησε Μωυσής την σκηνήν, και επέθηκε τας κεφαλίδας και διενέβαλε τους μοχλούς και έστησε τους στύλους 17 και εξέτεινε τας αυλαίας επί την σκηνήν, και επέθηκε το κατακάλυμμα της σκηνής επ ‘ αυτήν άνωθεν, καθά συνέταξε Κύριος τω Μωυσή. 18 και λαβών τα μαρτύρια ενέβαλεν εις την κιβωτόν και υπέθηκε τους διωστήρας υπό την κιβωτόν 19 και εισήνεγκε την κιβωτόν εις την σκηνήν, και επέθηκε το κατακάλυμμα του καταπετάσματος και εσκέπασε την κιβωτόν του μαρτυρίου, ον τρόπον συνέταξε Κύριος τω Μωυσή. 20 και επέθηκε την τράπεζαν εις την σκηνήν του μαρτυρίου επί το κλίτος της σκηνής του μαρτυρίου το προς βορράν, έξωθεν του καταπετάσματος της σκηνής, 21 και προέθηκεν επ ‘ αυτής άρτους της προθέσεως έναντι Κυρίου, ον τρόπον συνέταξε Κύριος τω Μωυσή. 22 και έθηκε την λυχνίαν εις την σκηνήν του μαρτυρίου εις το κλίτος της σκηνής το προς νότον 23 και επέθηκε τους λύχνους αυτής έναντι Κυρίου, ον τρόπον συνέταξε Κύριος τω Μωυσή. 24 και έθηκε το θυσιαστήριον το χρυσούν εν τη σκηνή του μαρτυρίου απέναντι του καταπετάσματος 25 και εθυμίασεν επ ‘ αυτού θυμίαμα της συνθέσεως, καθάπερ συνέταξε Κύριος τω Μωυσή. 26 και το θυσιαστήριον των καρπωμάτων έθηκε παρά τας θύρας της σκηνής 27 και έστησε την αυλήν κύκλω της σκηνής και του θυσιαστηρίου. και συνετέλεσε Μωυσής πάντα τα έργα.

 28 Και εκάλυψεν η νεφέλη την σκηνήν του μαρτυρίου, και δόξης Κυρίου επλήσθη η σκηνή· 29 και ουκ ηδυνάσθη Μωυσής εισελθείν εις την σκηνήν του μαρτυρίου, ότι επεσκίαζεν επ ‘ αυτήν η νεφέλη και δόξης Κυρίου ενεπλήσθη η σκηνή. 30 ηνίκα δ ‘ αν ανέβη η νεφέλη από της σκηνής, ανεζεύγνυσαν οι υιοί Ισραήλ συν τη απαρτία αυτών· 31 ει δε μη ανέβη η νεφέλη, ουκ ανεζεύγνυσαν έως ημέρας, ης ανέβη η νεφέλη· 32 νεφέλη γαρ ην επί της σκηνής ημέρας και πυρ ην επ ‘ αυτής νυκτός εναντίον παντός Ισραήλ, εν πάσαις ταις αναζυγαίς αυτών.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.