Τρίτη, 27 Νοεμβρίου 2012

Δευτερονόμιον



ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΟΥΤΟΙ οι λόγοι, ους ελάλησε Μωυσής παντί Ισραήλ πέραν του Ιορδάνου εν τη ερήμω προς δυσμαίς πλησίον της ερυθράς θαλάσσης ανά μέσον Φαράν Τοφόλ και Λοβόν και Αυλών και Καταχρύσεα· 2 ένδεκα ημερών εκ Χωρήβ οδός επ ‘ όρος Σηείρ έως Κάδης Βαρνή. 3 και εγενήθη εν τω τεσσαρακοστω έτει εν τω ενδεκάτω μηνί μια του μηνός ελάλησε Μωυσής προς πάντας υιούς Ισραήλ κατά πάντα, όσα ενετείλατο Κύριος αυτω προς αυτούς. 4 μετά το πατάξαι Σηών βασιλέα Αμορραίων τον κατοικήσαντα εν Εσεβών και τον Ωγ βασιλέα της Βασάν τον κατοικήσαντα εν Ασταρώθ και εν Εδραϊν, 5 εν τω πέραν του Ιορδάνου εν γη Μωάβ, ήρξατο Μωυσής διασαφήσαι τον νόμον τούτον λέγων· 6 Κύριος ο Θεός ημών ελάλησεν ημίν εν Χωρήβ λέγων· ικανούσθω υμίν κατοικείν εν τω όρει τούτω· 7
επιστράφητε και απάρατε υμείς και εισπορεύεσθε εις όρος Αμορραίων και προς πάντας τους περιοίκους Άραβα, εις όρος και πεδίον και προς λίβα και παραλίαν γην Χαναναίων και Αντιλίβανον έως του ποταμού του μεγάλου Ευφράτου. 8 ίδετε, παραδέδωκεν ενώπιον υμών την γην· εισπορευθέντες κληρονομήσατε την γην, ην ώμοσα τοις πατράσιν υμών, τω Αβραάμ και Ισαάκ και Ιακώβ δούναι αυτοίς και τω σπέρματι αυτών μετ ‘ αυτούς. 9 και είπα προς υμάς εν τω καιρω εκείνω λέγων· ου δυνήσομαι μόνος φέρειν υμάς· 10 Κύριος ο Θεός υμών επλήθυνεν υμάς, και ιδού εστε σήμερον ωσεί τα άστρα του ουρανού τω πλήθει· 11 Κύριος ο Θεός των πατέρων υμών προσθείη υμίν ως εστέ χιλιοπλασίως και ευλογήσαι υμάς, καθότι ελάλησεν υμίν. 12 Πως δυνήσομαι μόνος φέρειν τον κόπον υμών και την υπόστασιν υμών και τας αντιλογίας υμών; 13 δότε εαυτοίς άνδρας σοφούς και επιστήμονας και συνετούς εις τας φυλάς υμών, και καταστήσω εφ ‘ υμών ηγουμένους υμών. 14 και απεκρίθητέ μοι και είπατε· καλόν το ρήμα ό ελάλησας ποιήσαι. 15 και έλαβον εξ υμών άνδρας σοφούς και επιστήμονας και συνετούς και κατέστησα αυτούς ηγείσθαι εφ ‘ υμών χιλιάρχους και εκατοντάρχους και πεντηκοντάρχους και δεκάρχους και γραμματοεισαγωγείς τοις κριταίς υμών. 16 και ενετειλάμην τοις κριταίς υμών εν τω καιρω εκείνω λέγων· διακούετε ανά μέσον των αδελφών υμών και κρίνατε δικαίως ανά μέσον ανδρός και ανά μέσον αδελφού και ανά μέσον προσηλύτου αυτού. 17 ουκ επιγνώση πρόσωπον εν κρίσει, κατά τον μικρόν και κατά τον μέγαν κρινείς, ου μη υποστείλη πρόσωπον ανθρώπου, ότι η κρίσις του Θεού εστι· και το ρήμα, ό εάν σκληρόν ή αφ ‘ υμών, ανοίσετε αυτό επ ‘ εμέ, και ακούσομαι αυτό. 18 και ενετειλάμην υμίν εν τω καιρω εκείνω πάντας τους λόγους, ους ποιήσετε. 19 και απάραντες εκ Χωρήβ επορεύθημεν πάσαν την έρημον την μεγάλην και την φοβεράν εκείνην, ην είδετε, οδόν όρους του Αμορραίου, καθότι ενετείλατο Κύριος ο Θεός ημών ημίν, και ήλθομεν έως Κάδης Βαρνή. 20 και είπα προς υμάς· ήλθατε έως του όρους του Αμορραίου, ό Κύριος ο Θεός ημών δίδωσιν υμίν. 21 ίδετε, παραδέδωκεν ημίν Κύριος ο Θεός υμών προ προσώπου υμών την γην· αναβάντες κληρονομήσατε, ον τρόπον είπε Κύριος ο Θεός των πατέρων υμών υμίν· μη φοβείσθε μηδέ δειλιάσητε. 22 και προσήλθατέ μοι πάντες και είπατε· αποστείλωμεν άνδρας προτέρους ημών, και εφοδευσάτωσαν ημίν την γην και αναγγειλάτωσαν ημίν απόκρισιν την οδόν, δι ‘ ης αναβησόμεθα εν αυτη, και τας πόλεις εις ας εισπορευσόμεθα εις αυτάς. 23 και ήρεσεν εναντίον μου το ρήμα, και έλαβον εξ υμών δώδεκα άνδρας, άνδρα ένα κατά φυλήν. 24 και επιστραφέντες ανέβησαν εις το όρος και ήλθοσαν έως Φάραγγος βότρυος και κατεσκόπευσαν αυτήν. 25 και ελάβοσαν εν ταις χερσίν αυτών από του καρπού της γης και κατήνεγκαν προς υμάς και έλεγον· αγαθή η γη, ην Κύριος ο Θεός ημών δίδωσιν ημίν. 26 και ουκ ηθελήσατε αναβήναι, αλλ ‘ ηπειθήσατε τω ρήματι Κυρίου του Θεού ημών 27 και διεγογγύζετε εν ταις σκηναίς υμών και είπατε· δια το μισείν Κύριον ημάς, εξήγαγεν ημάς εκ γης Αιγύπτου παραδούναι ημάς εις χείρας Αμορραίων, εξολοθρεύσαι ημάς. 28 που ημείς αναβαίνομεν; οι δε αδελφοί υμών απέστησαν την καρδίαν υμών λέγοντες· έθνος μέγα και πολύ και δυνατώτερον ημών και πόλεις μεγάλαι και τετειχισμέναι έως του ουρανού, αλλά και υιούς γιγάντων εωράκαμεν εκεί. 29 και είπα προς υμάς· μη πτήξετε, μηδέ φοβηθήτε απ ‘ αυτών· 30 Κύριος ο Θεός υμών ο προπορευόμενος προ προσώπου υμών αυτός συνεκπολεμήσει αυτούς μεθ ‘ υμών κατά πάντα, όσα εποίησεν υμίν εν γη Αιγύπτω 31 και εν τη ερήμω ταύτη, ην είδετε, οδόν όρους του Αμορραίου, ως ετροφοφόρησέ σε Κύριος ο Θεός σου, ως ει τις τροφοφορήσαι άνθρωπος τον υιόν αυτού, κατά πάσαν την οδόν εις ην επορεύθητε, έως ήλθετε εις τον τόπον τούτον. 32 και εν τω λόγω τούτω ουκ ενεπιστεύσατε Κυρίω τω Θεω ημών, 33 ος προπορεύεται πρότερος υμών εν τη οδω εκλέγεσθαι υμίν τόπον, οδηγών υμάς εν πυρί νυκτός, δεικνύων υμίν την οδόν καθ ‘ ην πορεύεσθε επ ‘ αυτής, και εν νεφέλη ημέρας. 34 και ήκουσε Κύριος την φωνήν των λόγων υμών και παροξυνθείς ώμοσε λέγων· 35 ει όψεταί τις των ανδρών τούτων την γην αγαθήν ταύτην, ην ώμοσα τοις πατράσιν αυτών, 36 πλήν Χάλεβ υιος Ιεφοννή, ούτος όψεται αυτήν, και τούτω δώσω την γην, εφ ‘ ην επέβη, και τοις υιοίς αυτού δια το προσκείσθαι αυτόν τα προς Κύριον. 37 και εμοί εθυμώθη Κύριος δι ‘ υμάς λέγων· ουδέ συ ου μη εισέλθης εκεί· 38 Ιησούς υιος Ναυή ο παρεστηκώς σοι, ούτος εισελεύσεται εκεί· αυτόν κατίσχυσον, ότι αυτός κατακληρονομήσει αυτήν τω Ισραήλ. 39 και παν παιδίον νέον, όστις ουκ οίδε σήμερον αγαθόν ή κακόν, ούτοι εισελεύσονται εκεί, και τούτοις δώσω αυτήν, και αυτοί κληρονομήσουσιν αυτήν. 40 και υμείς επιστραφέντες εστρατοπεδεύσατε εις την έρημον, οδόν την επί της ερυθράς θαλάσσης. 41 και απεκρίθητε και είπατε· ημάρτομεν έναντι Κυρίου του Θεού ημών· ημείς αναβάντες πολεμήσομεν κατά πάντα, όσα ενετείλατο Κύριος ο Θεός ημών ημίν. και αναλαβόντες έκαστος τα σκεύη τα πολεμικά αυτού και συναθροισθέντες ανεβαίνετε εις το όρος. 42 και είπε Κύριος προς με· ειπόν αυτοίς· ουκ αναβήσεσθε ουδέ μη πολεμήσετε, ου γαρ ειμι μεθ ‘ υμών· και ου μη συντριβήτε ενώπιον των εχθρών υμών· 43 και ελάλησα υμίν, και ουκ εισηκούσατέ μου και παρέβητε το ρήμα Κυρίου και παραβιασάμενοι ανέβητε εις το όρος. 44 και εξήλθεν ο Αμορραίος ο κατοικών εν τω όρει εκείνω εις συνάντησιν υμίν και κατεδίωξαν υμάς, ωσεί ποιήσαισαν αι μέλισσαι, και ετίτρωσκον υμάς από Σηείρ έως Ερμά. 45 και καθίσαντες εκλαίετε εναντίον Κυρίου του Θεού ημών, και ουκ εισήκουσε Κύριος της φωνής υμών ουδέ προσέσχεν υμίν. 46 και ενεκάθησθε εν Κάδης ημέρας πολλάς, όσας ποτέ ημέρας ενεκάθησθε.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ επιστραφέντες απήραμεν εις την έρημον, οδόν θάλασσαν ερυθράν, ον τρόπον ελάλησε Κύριος προς με, και εκυκλώσαμεν το όρος το Σηείρ ημέρας πολλάς. 2 και είπε Κύριος προς με· 3 ικανούσθω υμίν κυκλούν το όρος τούτο, επιστράφητε ουν επί βορράν· 4 και τω λαω έντειλαι λέγων· υμείς παραπορεύεσθε δια των ορίων των αδελφών υμών υιών Ησαύ, οί κατοικούσιν εν Σηείρ, και φοβηθήσονται υμάς και ευλαβηθήσονται υμάς σφόδρα. 5 μη συνάψητε προς αυτούς πόλεμον· ου γαρ δώ υμίν από της γης αυτών ουδέ βήμα ποδός, ότι εν κλήρω δέδωκα τοις υιοίς Ησαύ το όρος το Σηείρ. 6 αργυρίου βρώματα αγοράσατε παρ ‘ αυτών και φάγεσθε και ύδωρ μέτρω λήψεσθε παρ ‘ αυτών αργυρίου και πίεσθε· 7 ο γαρ Κύριος ο Θεός ημών ευλόγησέ σε εν παντί έργω των χειρών σου· διάγνωθι Πως διήλθες την έρημον την μεγάλην και την φοβεράν εκείνην· ιδού τεσσαράκοντα έτη Κύριος ο Θεός σου μετά σου, ουκ επεδεήθης ρήματος. 8 και παρήλθομεν τους αδελφούς ημών υιούς Ησαύ, τους κατοικούντας εν Σηείρ παρά την οδόν την Άραβα από Αιλών και από Γεσιών Γάβερ και επιστρέψαντες παρήλθομεν οδόν έρημον Μωάβ. 9 και είπε Κύριος προς με· μη εχθραίνετε τοις Μωαβίταις και μη συνάψητε προς αυτούς πόλεμον· ου γαρ μη δώ υμίν από της γης αυτών εν κλήρω, τοις γαρ υιοίς Λωτ δέδωκα την Αροήρ κληρονομείν. (10 οι ‘Ομμίν πρότεροι ενεκάθηντο επ ‘ αυτής έθνος μέγα και πολύ και ισχύοντες, ωσπερ οι Ενακίμ· 11 Ραφαϊν λογισθήσονται και ούτοι ωσπερ και οι Ενακίμ, και οι Μωαβίται επονομάζουσιν αυτούς ‘Ομμίν. 12 και εν Σηείρ ενεκάθητο ο Χορραίος το πρότερον, και υιοί Ησαύ απώλεσαν αυτούς και εξέτριψαν αυτούς από προσώπου αυτών και κατωκίσθησαν αντ ‘ αυτών, ον τρόπον εποίησεν Ισραήλ την γην της κληρονομίας αυτού, ην δέδωκε Κύριος αυτοίς). 13 νυν ουν ανάστητε και απάρατε υμείς και παραπορεύεσθε την φάραγγα Ζαρέτ. 14 και αι ημέραι, ας παρεπορεύθημεν από Κάδης Βαρνή έως ου παρήλθομεν την φάραγγα Ζαρέτ, τριάκοντα και οκτώ έτη, έως ου διέπεσε πάσα γενεά ανδρών πολεμιστών αποθνήσκοντες εκ της παρεμβολής, καθότι ώμοσε Κύριος ο Θεός αυτοίς· 15 και η χείρ του Θεού ην επ ‘ αυτοίς εξαναλώσαι αυτούς εκ μέσου της παρεμβολής, έως ου διέπεσαν. 16 και εγενήθη επειδή έπεσαν πάντες οι άνδρες οι πολεμισταί αποθνήσκοντες εκ μέσου του λαού, 17 και ελάλησε Κύριος προς με λέγων· 18 συ παραπορεύση σήμερον τα όρια Μωάβ την Σηείρ 19 και προσάξετε εγγύς υιών Αμμάν· μη εχθραίνετε αυτοίς μηδέ συνάψητε αυτοίς εις πόλεμον· ου γαρ μη δώ από της γης υιών Αμμάν σοι εν κλήρω, ότι τοις υιοίς Λωτ δέδωκα αυτήν εν κλήρω. (20 γη Ραφαϊν λογισθήσεται· και γαρ επ ‘ αυτής κατώκουν οι Ραφαϊν το πρότερον, και οι Αμμανίται επονομάζουσιν αυτούς Ζομζομμίν, 21 έθνος μέγα και πολύ και δυνατώτερον υμών, ωσπερ και οι Ενακίμ, και απώλεσεν αυτούς Κύριος προ προσώπου αυτών, και κατεκληρονόμησαν και κατωκίσθησαν αντ ‘ αυτών έως της ημέρας ταύτης· 22 ωσπερ εποίησαν τοις υιοίς Ησαύ κατοικούσιν εν Σηείρ, ον τρόπον εξέτριψαν τον Χορραίον από προσώπου αυτών και κατεκληρονόμησαν αυτούς και κατωκίσθησαν αντ ‘ αυτών έως της ημέρας ταύτης· 23 και οι Ευαίοι οι κατοικούντες εν Ασηδώθ έως Γάζης, και οι Καππάδοκες οι εξελθόντες εκ Καππαδοκίας εξέτριψαν αυτούς και κατωκίσθησαν αντ ‘ αυτών). 24 νυν ουν ανάστητε και απάρατε και παρέλθατε υμείς την φάραγγα Αρνών· ιδού παραδέδωκα εις τας χείράς σου τον Σηών βασιλέα Εσεβών τον Αμορραίον και την γην αυτού· ενάρχου κληρονομείν, σύναπτε προς αυτόν πόλεμον. 25 εν τη ημέρα ταύτη ενάρχου δούναι τον τρόμον σου και τον φόβον σου επί προσώπου πάντων των εθνών των υποκάτω του ουρανού, οίτινες ακούσαντες το όνομά σου ταραχθήσονται και ωδίνας έξουσιν από προσώπου σου.

 26 Και απέστειλα πρέσβεις εκ της ερήμου Κεδαμώθ προς Σηών βασιλέα Εσεβών λόγοις ειρηνικοίς λέγων· 27 παρελεύσομαι δια της γης σου, εν τη οδω πορεύσομαι, ουκ εκκλινώ δεξιά ουδ ‘ αριστερά· 28 βρώματα αργυρίου αποδώση μοι, και φάγομαι, και ύδωρ αργυρίου αποδώση μοι, και πίομαι· πλήν ότι παρελεύσομαι τοις ποσί, 29 καθώς εποίησάν μοι οι υιοί Ησαύ οι κατοικούντες εν Σηείρ και οι Μωαβίται οι κατοικούντες εν Αροήρ, έως αν παρέλθω τον Ιορδάνην εις την γην, ην Κύριος ο Θεός ημών δίδωσιν ημίν. 30 και ουκ ηθέλησε Σηών βασιλεύς Εσεβών παρελθείν ημάς δι ‘ αυτού, ότι εσκλήρυνε Κύριος ο Θεός ημών το πνεύμα αυτού και κατίσχυσε την καρδίαν αυτού, ίνα παραδοθή εις τας χείράς σου ως εν τη ημέρα ταύτη. 31 και είπε Κύριος προς με· ιδού ήργμαι παραδούναι προ προσώπου σου τον Σηών βασιλέα Εσεβών τον Αμορραίον και την γην αυτού· έναρξαι κληρονομήσαι την γην αυτού. 32 και εξήλθε Σηών βασιλεύς Εσεβών εις συνάντησιν ημίν, αυτός και πας ο λαός αυτού, εις πόλεμον εις Ιασσά. 33 και παρέδωκεν αυτόν Κύριος ο Θεός ημών προ προσώπου ημών, και επατάξαμεν αυτόν και τους υιούς αυτού και πάντα τον λαόν αυτού· 34 και εκρατήσαμεν πασών των πόλεων αυτού εν τω καιρω εκείνω και εξωλοθρεύσαμεν πάσαν πόλιν εξής, και τας γυναίκας αυτών και τα τέκνα αυτών, ου κατελίπομεν ζωγρείαν· 35 πλήν τα κτήνη επρονομεύσαμεν και τα σκύλα των πόλεων ελάβομεν. 36 εξ Αροήρ, ή εστι παρά το χείλος χειμάρρου Αρνών, και την πόλιν την ούσαν εν τη φάραγγι και έως όρους του Γαλαάδ ουκ εγενήθη πόλις, ήτις διέφυγεν ημάς, τας πάσας παρέδωκε Κύριος ο Θεός ημών εις τας χείρας ημών· 37 πλήν εγγύς υιών Αμμάν ου προσήλθομεν, πάντα τα συγκυρούντα χειμάρρου Ιαβόκ και τας πόλεις τας εν τη ορεινή, καθότι ενετείλατο Κύριος ο Θεός ημών ημίν.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ επιστραφέντες ανέβημεν οδόν την εις Βασάν, και εξήλθεν Ωγ βασιλεύς της Βασάν εις συνάντησιν ημίν, αυτός και πας ο λαός αυτού, εις πόλεμον εις Εδραϊμ. 2 και είπε Κύριος προς με· μη φοβηθής αυτόν, ότι εις τας χείράς σου παραδέδωκα αυτόν και πάντα τον λαόν αυτού και πάσαν την γην αυτού. και ποιήσεις αυτω ωσπερ εποίησας Σηών βασιλεί των Αμορραίων, ος κατώκει εν Εσεβών. 3 και παρέδωκεν αυτόν Κύριος ο Θεός ημών εις τας χείρας ημών, και τον Ωγ βασιλέα της Βασάν και πάντα τον λαόν αυτού, και επατάξαμεν αυτόν έως του μη καταλιπείν αυτού σπέρμα. 4 και εκρατήσαμεν πασών των πόλεων αυτού εν τω καιρω εκείνω· ουκ ην πόλις, ην ουκ ελάβομεν παρ ‘ αυτών, εξήκοντα πόλεις, πάντα τα περίχωρα Αργόβ βασιλέως Ωγ εν Βασάν, 5 πάσαι πόλεις οχυραί, τείχη υψηλά, πύλαι και μοχλοί, πλήν των πόλεων των Φερεζαίων των πολλών σφόδρα. 6 εξωλοθρεύσαμεν αυτούς, ωσπερ εποιήσαμεν τον Σηών βασιλέα Εσεβών, και εξωλοθρεύσαμεν πάσαν πόλιν εξής και τας γυναίκας και τα παιδία· 7 και πάντα τα κτήνη, και τα σκύλα των πόλεων επρονομεύσαμεν εαυτοίς.

 8 Και ελάβομεν εν τω καιρω εκείνω την γην εκ χειρών δύο βασιλέων των Αμορραίων, οί ήσαν πέραν του Ιορδάνου από του χειμάρρου Αρνών και έως Αερμών (9 οι Φοίνικες επονομάζουσι το Αερμών Σανιώρ, και ο Αμορραίος επωνόμασεν αυτό Σανίρ), 10 πάσαι πόλεις Μισώρ και πάσα Γαλαάδ και πάσα Βασάν έως Ελχά και Εδραϊμ, πόλεις βασιλείας του Ωγ εν τη Βασάν. 11 ότι πλήν Ωγ βασιλεύς Βασάν κατελείφθη από των Ραφαϊν· ιδού η κλίνη αυτού κλίνη σιδηρά, ιδού αύτη εν τη άκρα των υιών Αμμάν, εννέα πήχεων το μήκος αυτής και τεσσάρων πήχεων το εύρος αυτής εν πήχει ανδρός. 12 και την γην εκείνην εκληρονομήσαμεν εν τω καιρω εκείνω από Αροήρ, ή εστι παρά το χείλος χειμάρρου Αρνών, και το ήμισυ του όρους Γαλαάδ και τας πόλεις αυτού έδωκα τω Ρουβήν και τω Γάδ. 13 και το κατάλοιπον του Γαλαάδ και πάσαν την Βασάν βασιλείαν Ωγ έδωκα τω ημίσει φυλής Μανασσή και πάσαν περίχωρον Αργόβ, πάσαν Βασάν εκείνην· γη Ραφαϊν λογισθήσεται. 14 και Ιαϊρ Ραφαϊν λογισθήσεται. 14 και Ιαϊρ υιος Μανασσή έλαβε πάσαν την περίχωρον Αργόβ έως των ορίων Γαργασί και Μαχαθί· επωνόμασεν αυτάς επί τω ονόματι αυτού την Βασάν Αυώθ Ιαϊρ έως της ημέρας ταύτης. 15 και τω Μαχίρ έδωκα την Γαλαάδ. 16 και τω Ρουβήν και τω Γάδ δέδωκα από της Γαλαάδ έως χειμάρρου Αρνών (μέσον του χειμάρρου όριον) και έως του Ιαβόκ· ο χειμάρρους όριον τοις υιοίς Αμμάν. 17 και η Άραβα και ο Ιορδάνης όριον Μαχαναρέθ, και έως θαλάσσης Άραβα, θαλάσσης αλυκής υπό Ασηδώθ την Φασγά ανατολών 18 και ενετειλάμην υμίν εν τω καιρω εκείνω λέγων· Κύριος ο Θεός υμών έδωκεν υμίν την γην ταύτην εν κλήρω· ενοπλισάμενοι προπορεύεσθε προ προσώπου των αδελφών υμών υιών Ισραήλ, πας δυνατός· 19 πλήν αι γυναίκες υμών και τα τέκνα υμών και τα κτήνη υμών, οίδα ότι πολλά κτήνη υμίν, κατοικείτωσαν εν ταις πόλεσιν υμών, αις έδωκα υμίν, 20 έως αν καταπαύση Κύριος ο Θεός υμών τους αδελφούς υμών, ωσπερ και υμάς, και κατακληρονομήσωσι και ούτοι την γην, ην Κύριος ο Θεός ημών δίδωσιν αυτοίς εν τω πέραν του Ιορδάνου, και επαναστραφήσεσθε έκαστος εις την κληρονομίαν αυτού, ην έδωκα υμίν.

 21 Και τω Ιησοί ενετειλάμην εν τω καιρω εκείνω λέγων· οι οφθαλμοί υμών εωράκασι πάντα, όσα εποίησε Κύριος ο Θεός ημών τοις δυσί βασιλεύσι τούτοις· ούτως ποιήσει Κύριος ο Θεός ημών πάσας τας βασιλείας, εφ ‘ ας συ διαβαίνεις εκεί· 22 ου φοβηθήσεσθε απ ‘ αυτών, ότι Κύριος ο Θεός ημών αυτός πολεμήσει περί υμών. 23 και εδεήθην Κυρίου εν τω καιρω εκείνω λέγων· 24 Κύριε Θεέ, συ ήρξω δείξαι τω σω θεράποντι την ισχύν σου και την δύναμίν σου και την χείρα την κραταιάν και τον βραχίονα τον υψηλόν· τις γαρ εστι Θεός εν τω ουρανω ή επί της γης, όστις ποιήσει καθά εποίησας συ και κατά την ισχύν σου; 25 διαβάς ουν όψομαι την γην την αγαθήν ταύτην την ούσαν πέραν του Ιορδάνου, το όρος τούτο το αγαθόν και τον Αντιλίβανον. 26 και υπερείδε Κύριος εμέ ένεκεν υμών και ουκ εισήκουσέ μου, και είπε Κύριος προς με· ικανούσθω σοι, μη προσθής έτι λαλήσαι τον λόγον τούτον· 27 ανάβηθι επί την κορυφήν του Λελαξευμένου και αναβλέψας τοις οφθαλμοίς σου κατά θάλασσαν και βορράν και λίβα και ανατολάς και ιδέ τοις οφθαλμοίς σου, ότι ου διαβήση τον Ιορδάνην τούτον. 28 και έντειλαι Ιησοί και κατίσχυσον αυτόν και παρακάλεσον αυτόν, ότι ούτος διαβήσεται προ προσώπου του λαού τούτου, και ούτος κατακληρονομήσει αυτοίς πάσαν την γην, ην εώρακας. 29 και ενεκαθήμεθα εν νάπη σύνεγγυς οίκου Φογώρ.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ νυν, Ισραήλ, άκουε των δικαιωμάτων και των κριμάτων, όσα εγώ διδάσκω υμάς σήμερον ποιείν, ίνα ζήτε και πολυπλασιασθήτε και εισελθόντες κληρονομήσητε την γην, ην Κύριος ο Θεός των πατέρων υμών δίδωσιν υμίν. 2 ου προσθήσετε προς το ρήμα ό εγώ εντέλλομαι υμίν, και ουκ αφελείτε απ ‘ αυτού· φυλάσσεσθε τας εντολάς Κυρίου του Θεού υμών, όσα εγώ εντέλλομαι υμίν σήμερον. 3 οι οφθαλμοί υμών εωράκασι πάντα, όσα εποίησε Κύριος ο Θεός ημών τω Βεελφεγώρ, ότι πας άνθρωπος, όστις επορεύθη οπίσω Βεελφεγώρ, εξέτριψεν αυτόν Κύριος ο Θεός υμών εξ υμών. 4 υμείς δε οι προσκείμενοι Κυρίω τω Θεω υμών ζήτε πάντες εν τη σήμερον. 5 ίδετε, δέδειχα υμίν δικαιώματα και κρίσεις, καθά ενετείλατό μοι Κύριος, ποιήσαι ούτως εν τη γη, εις ην υμείς εισπορεύεσθε εκεί κληρονομείν αυτήν· 6 και φυλάξεσθε και ποιήσετε, ότι αύτη η σοφία και η σύνεσις υμών εναντίον πάντων των εθνών, όσοι εάν ακούσωσι πάντα τα δικαιώματα ταύτα και ερούσιν· ιδού λαός σοφός και επιστήμων το έθνος το μέγα τούτο. 7 ότι ποίον έθνος μέγα, ω εστιν αυτω Θεός εγγίζων αυτοίς, ως Κύριος ο Θεός ημών εν πάσιν, οίς εάν αυτόν επικαλεσώμεθα; 8 και ποίον έθνος μέγα, ω εστιν αυτω δικαιώματα και κρίματα δίκαια κατά πάντα τον νόμον τούτον, ον εγώ δίδωμι ενώπιον υμών σήμερον; 9 πρόσεχε σεαυτω και φύλαξον την ψυχήν σου σφόδρα, μη επιλάθη πάντας τους λόγους, ους εωράκασιν οι οφθαλμοί σου· και μη αποστήτωσαν από της καρδίας σου πάσας τας ημέρας της ζωής σου, και συμβιβάσεις τους υιούς σου και τους υιούς των υιών σου 10 ημέραν, ην έστητε ενώπιον Κυρίου του Θεού ημών εν Χωρήβ τη ημέρα της εκκλησίας, ότι είπε Κύριος προς με· εκκλησίασον προς με τον λαόν, και ακουσάτωσαν τα ρήματά μου, όπως μάθωσι φοβείσθαί με πάσας τας ημέρας, ας αυτοί ζώσιν επί της γης, και τους υιούς αυτών διδάξουσι. 11 και προσήλθετε και έστητε υπό το όρος, και το όρος εκαίετο πυρί έως του ουρανού, σκότος, γνόφος, θύελλα, φωνή μεγάλη. 12 και ελάλησε Κύριος προς υμάς εκ μέσου του πυρός φωνήν ρημάτων, ην υμείς ηκούσατε, και ομοίωμα ουκ είδετε, αλλ ‘ ή φωνήν· 13 και ανήγγειλεν υμίν την διαθήκην αυτού, ην ενετείλατο υμίν ποιείν, τα δέκα ρήματα, και έγραψεν αυτά επί δύο πλάκας λιθίνας. 14 και εμοί ενετείλατο Κύριος εν τω καιρω εκείνω διδάξαι υμάς δικαιώματα και κρίσεις, ποιείν υμάς αυτά επί της γης, εις ην υμείς εισπορεύεσθε εκεί κληρονομήσαι αυτήν. 15 και φυλάξεσθε σφόδρα τας ψυχάς υμών, ότι ουκ είδετε ομοίωμα εν τη ημέρα, ή ελάλησε Κύριος προς υμάς εν Χωρήβ εν τω όρει εκ μέσου του πυρός. 16 μη ανομήσητε και ποιήσητε υμίν εαυτοίς γλυπτόν ομοίωμα πάσαν εικόνα ομοίωμα αρσενικού ή θηλυκού, 17 ομοίωμα παντός κτήνους των όντων επί της γης, ομοίωμα παντός ορνέου πτερωτού, ό πέταται υπό τον ουρανόν, 18 ομοίωμα παντός ερπετού, ό έρπει επί της γης, ομοίωμα παντός ιχθύος, όσα εστίν εν τοις ύδασιν υποκάτω της γης. 19 και μη αναβλέψας εις τον ουρανόν και ιδών τον ήλιον και την σελήνην και τους αστέρας και πάντα τον κόσμον του ουρανού, πλανηθείς προσκυνήσης αυτοίς και λατρεύσης αυτοίς, α απένειμε Κύριος ο Θεός σου αυτά πάσι τοις έθνεσι τοις υποκάτω του ουρανού. 20 υμάς δε έλαβεν ο Θεός και εξήγαγεν υμάς εκ της καμίνου της σιδηράς, εξ Αιγύπτου, είναι αυτω λαόν έγκληρον ως εν τη ημέρα ταύτη. 21 και Κύριος ο Θεός εθυμώθη μοι περί των λεγομένων υφ ‘ υμών και ώμοσεν ίνα μη διαβώ τον Ιορδάνην τούτον και ίνα μη εισέλθω εις την γην, ην Κύριος ο Θεός σου δίδωσί σοι εν κλήρω· 22 εγώ γαρ αποθνήσκω εν τη γη ταύτη και ου διαβαίνω τον Ιορδάνην τούτον, υμείς δε διαβαίνετε και κληρονομήσετε την γην την αγαθήν ταύτην. 23 προσέχετε υμείς, μη επιλάθησθε την διαθήκην Κυρίου του Θεού ημών, ην διέθετο προς υμάς, και ανομήσητε, και ποιήσητε υμίν εαυτοίς γλυπτόν ομοίωμα πάντων, ων συνέταξέ σοι Κύριος ο Θεός σου· 24 ότι Κύριος ο Θεός σου πυρ καταναλίσκον εστί, Θεός ζηλωτής.

 25 Εάν δε γεννήσης υιούς και υιούς των υιών σου και χρονίσητε επί της γης και ανομήσητε και ποιήσητε γλυπτόν ομοίωμα παντός και ποιήσητε το πονηρόν ενώπιον Κυρίου του Θεού υμών παροργίσαι αυτόν, 26 διαμαρτύρομαι υμίν σήμερον τον τε ουρανόν και την γην, ότι απωλεία απολείσθε από της γης, εις ην υμείς διαβαίνετε τον Ιορδάνην εκεί κληρονομήσαι αυτήν. ουχί πολυχρονιείτε ημέρας επ ‘ αυτής, αλλ ‘ ή εκτριβή εκτριβήσεσθε. 27 και διασπερεί Κύριος υμάς εν πάσι τοις έθνεσι και καταλειφθήσεσθε ολίγοι αριθμω εν πάσι τοις έθνεσιν, εις ους εισάξει Κύριος υμάς εκεί. 28 και λατρεύσετε εκεί θεοίς ετέροις, έργοις χειρών ανθρώπων, ξύλοις και λίθοις, οί ουκ όψονται ουδέ μη ακούσωσιν ούτε μη φάγωσιν ούτε μη οσφρανθώσι. 29 και ζητήσετε εκεί Κύριον τον Θεόν υμών και ευρήσετε αυτόν, όταν εκζητήσητε αυτόν εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου εν τη θλίψει σου· 30 και ευρήσουσί σε πάντες οι λόγοι ούτοι επ ‘ εσχάτω των ημερών, και επιστραφήση προς Κύριον τον Θεόν σου και εισακούση της φωνής αυτού· 31 ότι Θεός οικτίρμων Κύριος ο Θεός σου, ουκ εγκαταλείψει σε ουδέ μη εκτρίψη σε, ουκ επιλήσεται την διαθήκην των πατέρων σου, ην ώμοσεν αυτοίς Κύριος. 32 επερωτήσατε ημέρας προτέρας τας γενομένας προτέρας σου από της ημέρας, ης έκτισεν ο Θεός άνθρωπον επί της γης, και επί το άκρον του ουρανού έως του άκρου του ουρανού, ει γέγονε κατά το ρήμα το μέγα τούτο, ει ήκουσται τοιούτο· 33 ει ακήκοεν έθνος φωνήν Θεού ζώντος λαλούντος εκ μέσου του πυρός, ον τρόπον ακήκοας συ και έζησας· 34 ει επείρασεν ο Θεός εισελθών λαβείν εαυτω έθνος εκ μέσου έθνους εν πειρασμω και εν σημείοις και εν τέρασι και εν πολέμω και εν χειρί κραταιά και εν βραχίονι υψηλω και εν οράμασι μεγάλοις κατά πάντα, όσα εποίησε Κύριος ο Θεός ημών εν Αιγύπτω ενώπιόν σου βλέποντος· 35 ωστε ειδήσαί σε ότι Κύριος ο Θεός σου, ούτος Θεός εστι, και ουκ έστιν έτι πλήν αυτού. 36 εκ του ουρανού ακουστή εγένετο η φωνή αυτού παιδεύσαί σε, και επί της γης έδειξέ σοι το πυρ αυτού το μέγα, και τα ρήματα αυτού ήκουσας εκ μέσου του πυρός. 37 δια το αγαπήσαι αυτόν τους πατέρας σου και εξελέξατο το σπέρμα αυτών μετ ‘ αυτούς υμάς και εξήγαγέ σε αυτός εν τη ισχύϊ αυτού τη μεγάλη εξ Αιγύπτου 38 εξολοθρεύσαι έθνη μεγάλα και ισχυρότερά σου προ προσώπου σου, εισαγαγείν σε δούναί σοι την γην αυτών κληρονομείν, καθώς έχεις σήμερον. 39 και γνώση σήμερον και επιστραφήση τη διανοία ότι Κύριος ο Θεός σου ούτος Θεός εν τω ουρανω άνω και επί της γης κάτω, και ουκ έστιν έτι πλήν αυτού· 40 και φυλάξασθε τας εντολάς αυτού και τα δικαιώματα αυτού, όσα εγώ εντέλλομαί σοι σήμερον, ίνα εύ σοι γένηται και τοις υιοίς σου μετά σε, όπως μακροήμεροι γένησθε επί της γης, ης Κύριος ο Θεός σου δίδωσί σοι πάσας τας ημέρας.

 41 Τότε αφώρισε Μωυσής τρεις πόλεις πέραν του Ιορδάνου από ανατολών ηλίου 42 φυγείν εκεί τον φονευτήν, ος αν φονεύση τον πλησίον ουκ ειδώς, και ούτος ου μισών αυτόν προ της χθές και της τρίτης, και καταφεύξεται εις μίαν των πόλεων τούτων και ζήσεται· 43 την Βοσόρ εν τη ερήμω εν τη γη τη πεδινή τω Ρουβήν και την Ραμώθ εν Γαλαάδ τω Γαδδί και την Γαυλών εν Βασάν τω Μανασσή.

 44 Ούτος ο νόμος, ον παρέθετο Μωυσής ενώπιον υιών Ισραήλ· 45 ταύτα τα μαρτύρια και τα δικαιώματα και τα κρίματα, όσα ελάλησε Μωυσής τοις υιοίς Ισραήλ, εξελθόντων αυτών εκ γης Αιγύπτου 46 εν τω πέραν του Ιορδάνου, εν φάραγγι, εγγύς οίκου Φογώρ, εν γη Σηών βασιλέως των Αμορραίων, ος κατώκει εν Εσεβών, ον επάταξε Μωυσής και οι υιοί Ισραήλ, εξελθόντων αυτών εκ γης Αιγύπτου 47 και εκληρονόμησαν την γην αυτού και την γην Ωγ βασιλέως της Βασάν, δύο βασιλέων των Αμορραίων, οί ήσαν πέραν του Ιορδάνου κατά ανατολάς ηλίου, 48 από Αροήρ, ή εστιν επί του χείλους χειμάρρου Αρνών, και επί του όρους του Σηών ό εστιν Αερμών, 49 πάσαν την Άραβα πέραν του Ιορδάνου κατά ανατολάς ηλίου υπό Ασηδώθ την λαξευτήν.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ εκάλεσε Μωυσής πάντα Ισραήλ, και είπε προς αυτούς· άκουε, Ισραήλ, τα δικαιώματα και τα κρίματα, όσα εγώ λαλώ εν τοις ωσίν υμών εν τη ημέρα ταύτη, και μαθήσεσθε αυτά και φυλάξεσθε ποιείν αυτά. 2 Κύριος ο Θεός υμών διέθετο προς υμάς διαθήκην εν Χωρήβ· 3 ουχί τοις πατράσιν υμών διέθετο Κύριος την διαθήκην ταύτην, αλλ ‘ ή προς υμάς, υμείς ώδε πάντες ζώντες σήμερον· 4 πρόσωπον κατά πρόσωπον ελάλησε Κύριος προς υμάς εν τω όρει εκ μέσου του πυρός, 5 καγώ ειστήκειν ανά μέσον Κυρίου και υμών εν τω καιρω εκείνω αναγγείλαι υμίν τα ρήματα Κυρίου, ότι εφοβήθητε από προσώπου του πυρός και ουκ ανέβητε εις το όρος, λέγων· 6 εγώ ειμι Κύριος ο Θεός σου ο εξαγαγών σε εκ γης Αιγύπτου, εξ οίκου δουλείας. 7 ουκ έσονταί σοι θεοί έτεροι προ προσώπου μου. 8 ου ποιήσεις σεαυτω είδωλον ουδέ παντός ομοίωμα, όσα εν τω ουρανω άνω και όσα εν τη γη κάτω και όσα εν τοις ύδασιν υποκάτω της γης. 9 ου προσκυνήσεις αυτοίς ουδέ μη λατρεύσης αυτοίς, ότι εγώ ειμι Κύριος ο Θεός σου, Θεός ζηλωτής, αποδιδούς αμαρτίας πατέρων επί τέκνα επί τρίτην και τετάρτην γενεάν τοις μισούσί με. 10 και ποιών έλεος εις χιλιάδας τοις αγαπώσί με και τοις φυλάσσουσι τα προστάγματά μου. 11 ου λήψη το όνομα Κυρίου του Θεού σου επί ματαίω· ου γαρ μη καθαρίση Κύριος ο Θεός σου τον λαμβάνοντα το όνομα αυτού επί ματαίω. 12 φύλαξαι την ημέραν των σαββάτων αγιάζειν αυτήν, ον τρόπον ενετείλατό σοι Κύριος ο Θεός σου. 13 εξ ημέρας εργά και ποιήσεις πάντα τα έργα σου· 14 τη δε ημέρα τη εβδόμη σάββατα Κυρίω τω Θεω σου, ου ποιήσεις εν αυτη παν έργον, συ και ο υιος σου και η θυγάτηρ σου, ο παις σου και η παιδίσκη σου, ο βούς σου και το υποζύγιόν σου και παν κτήνός σου και προσήλυτος ο παροικών εν σοί, ίνα αναπαύσηται ο παις σου και η παιδίσκη σου και το υποζύγιόν σου, ωσπερ και συ· 15 και μνησθήση ότι οικέτης ήσθα εν γη Αιγύπτω και εξήγαγέ σε Κύριος ο Θεός σου εκείθεν εν χειρί κραταιά και εν βραχίονι υψηλω, δια τούτο συνέταξέ σοι Κύριος ο Θεός σου, ωστε φυλάσσεσθαι την ημέραν των σαββάτων και αγιάζειν αυτήν. 16 τίμα τον πατέρα σου και την μητέρα σου, ον τρόπον ενετείλατό σοι Κύριος ο Θεός σου, ίνα εύ σοι γένηται και ίνα μακροχρόνιος γένη επί της γης, ης Κύριος ο Θεός σου δίδωσί σοι. 17 ου φονεύσεις. 18 ου μοιχεύσεις. 19 ου κλέψεις. 20 ου ψευδομαρτυρήσεις κατά του πλησίον σου μαρτυρίαν ψευδή. 21 ουκ επιθυμήσεις την γυναίκα του πλησίον σου· ουκ επιθυμήσεις την οικίαν του πλησίον σου ούτε τον αγρόν αυτού ούτε τον παίδα αυτού ούτε την παιδίσκην αυτού ούτε του βοός αυτού ούτε του υποζυγίου αυτού ούτε παντός κτήνους αυτού ούτε πάντα όσα τω πλησίον σου εστι.

 22 Ταύτα τα ρήματα ελάλησε Κύριος προς πάσαν συναγωγήν υμών εν τω όρει εκ μέσου του πυρός, σκότος, γνόφος, θύελλα, φωνή μεγάλη, και ου προσέθηκε· και έγραψεν αυτά επί δύο πλάκας λιθίνας και έδωκέ μοι. 23 και εγένετο ως ηκούσατε την φωνήν εκ μέσου του πυρός και το όρος εκαίετο πυρί, και προσήλθετε προς με πάντες οι ηγούμενοι των φυλών υμών και η γερουσία υμών, 24 και ελέγετε· ιδού έδειξεν ημίν Κύριος ο Θεός ημών την δόξαν αυτού, και την φωνήν αυτού ηκούσαμεν εκ μέσου του πυρός· εν τη ημέρα ταύτη είδομεν ότι λαλήσει ο Θεός προς άνθρωπον, και ζήσεται. 25 και νυν μη αποθάνωμεν, ότι εξαναλώσει ημάς το πυρ το μέγα τούτο, εάν προσθώμεθα ημείς ακούσαι την φωνήν Κυρίου του Θεού ημών έτι, και αποθανούμεθα· 26 τις γαρ σάρξ, ήτις ήκουσε φωνήν Θεού ζώντος λαλούντος εκ μέσου του πυρός, ως ημείς, και ζήσεται; 27 πρόσελθε συ και άκουσον πάντα, όσα αν είπη Κύριος ο Θεός ημών, και συ λαλήσεις προς ημάς πάντα, όσα αν λαλήση Κύριος ο Θεός ημών προς σε, και ακουσόμεθα και ποιήσομεν. 28 και ήκουσε Κύριος την φωνήν των λόγων υμών λαλούντων προς με, και είπε Κύριος προς με· ήκουσα την φωνήν των λόγων του λαού τούτου, όσα ελάλησαν προς σε· ορθώς πάντα, όσα ελάλησαν. 29 τις δώσει είναι ούτω την καρδίαν αυτών εν αυτοίς, ωστε φοβείσθαί με και φυλάσσεσθαι τας εντολάς μου πάσας τας ημέρας, ίνα εύ ή αυτοίς και τοις υιοίς αυτών δι ‘ αιώνος; 30 βάδισον, ειπόν αυτοίς· αποστράφητε υμείς εις τους οίκους υμών· 31 συ δε αυτού στήθι μετ ‘ εμού, και λαλήσω προς σε τας εντολάς και τα δικαιώματα και τα κρίματα, όσα διδάξεις αυτούς, και ποιείτωσαν ούτως εν τη γη, ην εγώ δίδωμι αυτοίς εν κλήρω. 32 και φυλάξεσθε ποιείν ον τρόπον ενετείλατό σοι Κύριος ο Θεός σου· ουκ εκκλινείτε εις δεξιά ουδέ εις αριστερά, 33 κατά πάσαν την οδόν, ην ενετείλατό σοι Κύριος ο Θεός σου πορεύεσθαι εν αυτη, όπως καταπαύση σε και εύ σοι ή και μακροημερεύσητε επί της γης, ην κληρονομήσετε.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ αύται αι εντολαί και τα δικαιώματα και τα κρίματα, όσα ενετείλατο Κύριος ο Θεός ημών διδάξαι υμάς ποιείν ούτως εν τη γη, εις ην υμείς εισπορεύεσθε εκεί κληρονομήσαι αυτήν, 2 ίνα φοβήσθε Κύριον τον Θεόν υμών, φυλάσσεσθαι πάντα τα δικαιώματα αυτού και τας εντολάς αυτού, όσας εγώ εντέλλομαί σοι σήμερον, συ και οι υιοί σου και οι υιοί των υιών σου πάσας τας ημέρας της ζωής σου, ίνα μακροημερεύσητε. 3 και άκουσον, Ισραήλ, και φύλαξον ποιείν, όπως εύ σοι ή και ίνα πληθυνθήτε σφόδρα, καθάπερ ελάλησε Κύριος ο Θεός των πατέρων σου δούναί σοι γην ρέουσαν γάλα και μέλι. και ταύτα τα δικαιώματα και τα κρίματα, όσα ενετείλατο Κύριος τοις υιοίς Ισραήλ εν τη ερήμω, εξελθόντων αυτών εκ γης Αιγύπτου.

 4 Άκουε, Ισραήλ· Κύριος ο Θεός ημών Κύριος εις εστι· 5 και αγαπήσεις Κύριον τον Θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου και εξ όλης της δυνάμεώς σου. 6 και έσται τα ρήματα ταύτα, όσα εγώ εντέλλομαί σοι σήμερον, εν τη καρδία σου και εν ψυχή σου· 7 και προβιβάσεις αυτά τους υιούς σου, και λαλήσεις εν αυτοίς καθήμενος εν οίκω και πορευόμενος εν οδω και κοιταζόμενος και διανιστάμενος· 8 και αφάψεις αυτά εις σημείον επί της χειρός σου, και έσται ασάλευτον προ οφθαλμών σου· 9 και γράψετε αυτά επί τας φλιάς των οικιών υμών και των πυλών υμών.

 10 Και έσται όταν εισαγάγη σε Κύριος ο Θεός σου εις την γην, ην ώμοσε τοις πατράσι σου, τω Αβραάμ και τω Ισαάκ και τω Ιακώβ δούναί σοι, πόλεις μεγάλας και καλάς, ας ουκ ωκοδόμησας, 11 οικίας πλήρεις πάντων αγαθών ας ουκ ενέπλησας, λάκκους λελατομημένους, ους ουκ εξελατόμησας, αμπελώνας και ελαιώνας, ους ου κατεφύτευσας, και φαγών και εμπλησθείς 12 πρόσεχε σεαυτω, μη επιλάθη Κυρίου του Θεού σου του εξαγαγόντος σε εκ γης Αιγύπτου, εξ οίκου δουλείας. 13 Κύριον τον Θεόν σου φοβηθήση και αυτω μόνω λατρεύσεις και προς αυτόν κολληθήση και επί τω ονόματι αυτού ομή. 14 ου πορεύεσθε οπίσω θεών ετέρων από των θεών των εθνών των περικύκλω υμών, 15 ότι ο Θεός ζηλωτής Κύριος ο Θεός σου εν σοί, μη οργισθείς θυμω Κύριος ο Θεός σου σοι εξολοθρεύση σε από προσώπου της γης. 16 ουκ εκπειράσεις Κύριον τον Θεόν σου, ον τρόπον εξεπειράσατε εν τω Πειρασμω. 17 φυλάσσων φυλάξη τας εντολάς Κυρίου του Θεού σου, τα μαρτύρια και τα δικαιώματα, όσα ενετείλατό σοι· 18 και ποιήσεις το αρεστόν και το καλόν έναντι Κυρίου του Θεού σου, ίνα εύ σοι γένηται και εισέλθης και κληρονομήσης την γην την αγαθήν, ην ώμοσε Κύριος τοις πατράσιν υμών, 19 εκδιώξαι πάντας τους εχθρούς σου προ προσώπου σου, καθά ελάλησε Κύριος.

 20 Και έσται όταν ερωτήση σε ο υιος σου αύριον λέγων· τι εστι τα μαρτύρια και τα δικαιώματα και τα κρίματα, όσα ενετείλατο Κύριος ο Θεός ημών ημίν; 21 και ερείς τω υιω σου· οικέται ήμεν τω Φαραώ εν γη Αιγύπτω, και εξήγαγεν ημάς Κύριος εκείθεν εν χειρί κραταιά και εν βραχίονι υψηλω. 22 και έδωκε Κύριος σημεία και τέρατα μεγάλα και πονηρά εν Αιγύπτω εν Φαραώ και εν τω οίκω αυτού ενώπιον ημών· 23 και ημάς εξήγαγεν εκείθεν δούναι ημίν την γην ταύτην, ην ώμοσε δούναι τοις πατράσιν ημών. 24 και ενετείλατο ημίν Κύριος ποιείν πάντα τα δικαιώματα ταύτα φοβείσθαι Κύριον τον Θεόν ημών, ίνα εύ ή ημίν πάσας τας ημέρας, ίνα ζώμεν ωσπερ και σήμερον. 25 και ελεημοσύνη έσται ημίν, εάν φυλασσώμεθα ποιείν πάσας τας εντολάς ταύτας εναντίον Κυρίου του Θεού ημών, καθά ενετείλατο ημίν.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΕΑΝ δε εισάγη σε Κύριος ο Θεός σου εις την γην, εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν, και εξάρη έθνη μεγάλα από προσώπου σου, τον Χετταίον και Γεργεσσαίον και Αμορραίον και Χαναναίον και Φερεζαίον και Ευαίον και Ιεβουσαίον, επτά έθνη πολλά και ισχυρότερα υμών, 2 και παραδώσει αυτούς Κύριος ο Θεός σου εις τας χείράς σου και πατάξεις αυτούς, αφανισμω αφανιείς αυτούς, ου διαθήση προς αυτούς διαθήκην, ουδέ μη ελεήσητε αυτούς, 3 ουδέ μη γαμβρεύσητε προς αυτούς· την θυγατέρα σου ου δώσεις τω υιω αυτού, και την θυγατέρα αυτού ου λήψη τω υιω σου· 4 αποστήσει γαρ τον υιόν σου απ ‘ εμού, και λατρεύσει θεοίς ετέροις, και οργισθήσεται θυμω Κύριος εις υμάς και εξολοθρεύσει σε το τάχος. 5 αλλ ‘ ούτω ποιήσετε αυτοίς· τους βωμούς αυτών καθελείτε και τας στήλας αυτών συντρίψετε και τα άλση αυτών εκκόψετε και τα γλυπτά των θεών αυτών κατακαύσετε πυρί· 6 ότι λαός άγιος ει Κυρίω τω Θεω σου, και σε προείλετο Κύριος ο Θεός σου είναι αυτω λαόν περιούσιον παρά πάντα τα έθνη, όσα επί προσώπου της γης. 7 ουχ ότι πολυπληθείτε παρά πάντα τα έθνη, προείλετο Κύριος υμάς και εξελέξατο Κύριος υμάς, υμείς γαρ εστε ολιγοστοί παρά πάντα τα έθνη, 8 αλλά παρά το αγαπάν Κύριον υμάς και διατηρών τον όρκον, ον ώμοσε τοις πατράσιν υμών, εξήγαγεν υμάς Κύριος εν χειρί κραταιά και βραχίονι υψηλω και ελυτρώσατό σε Κύριος εξ οίκου δουλείας, εκ χειρός Φαραώ βασιλέως Αιγύπτου. 9 και γνώση ότι Κύριος ο Θεός σου, ούτος Θεός, Θεός πιστός, ο φυλάσσων διαθήκην και έλεος τοις αγαπώσιν αυτόν και τοις φυλάσσουσι τας εντολάς αυτού εις χιλίας γενεάς 10 και αποδιδούς τοις μισούσι κατά πρόσωπον εξολοθρεύσαι αυτούς· και ουχί βραδυνεί τοις μισούσι, κατά πρόσωπον αποδώσει αυτοίς. 11 και φυλάξη τας εντολάς και τα δικαιώματα και τα κρίματα ταύτα, όσα εγώ εντέλλομαί σοι σήμερον ποιείν.

 12 Και έσται ηνίκα αν ακούσητε τα δικαιώματα ταύτα και φυλάξητε και ποιήσητε αυτά, και διαφυλάξει Κύριος ο Θεός σου σοι την διαθήκην και το έλεος, ό ώμοσε τοις πατράσιν υμών, 13 και αγαπήσει σε και ευλογήσει σε και πληθυνεί σε και ευλογήσει τα έκγονα της κοιλίας σου και τον καρπόν της γης σου, τον σίτόν σου και τον οίνόν σου και το έλαιόν σου, τα βουκόλια των βοών σου και τα ποίμνια των προβάτων σου επί της γης, ης ώμοσε Κύριος τοις πατράσι σου δούναί σοι. 14 ευλογητός έση παρά πάντα τα έθνη· ουκ έσται εν υμίν άγονος ουδέ στείρα και εν τοις κτήνεσί σου. 15 και περιελεί Κύριος ο Θεός σου από σου πάσαν μαλακίαν· και πάσας νόσους Αιγύπτου τας πονηράς, ας εώρακας, και όσα έγνως, ουκ επιθήσει επί σε και επιθήσει αυτά επί πάντας τους μισούντάς σε. 16 και φαγή πάντα τα σκύλα των εθνών, α Κύριος ο Θεός σου δίδωσί σοι· ου φείσεται ο οφθαλμός σου επ ‘ αυτοίς, και ου μη λατρεύσης τοις θεοίς αυτών, ότι σκώλον τούτό εστί σοι. 17 εάν δε λέγης εν τη διανοία σου, ότι πολύ το έθνος τούτο ή εγώ, Πως δυνήσομαι εξολοθρεύσαι αυτούς; 18 ου φοβηθήση αυτούς· μνεία μνησθήση όσα εποίησε Κύριος ο Θεός σου τω Φαραώ και πάσι τοις Αιγυπτίοις, 19 τους πειρασμούς τους μεγάλους, ους είδοσαν οι οφθαλμοί σου, τα σημεία και τα τέρατα τα μεγάλα εκείνα, την χείρα την κραταιάν και τον βραχίονα τον υψηλόν, ως εξήγαγέ σε Κύριος ο Θεός σου, ούτω ποιήσει Κύριος ο Θεός υμών πάσι τοις έθνεσιν, ους συ φοβή από προσώπου αυτών. 20 και τας σφηκίας αποστελεί Κύριος ο Θεός σου εις αυτούς, έως αν εκτριβώσιν οι καταλελειμμένοι και οι κεκρυμμένοι από σου. 21 ου τρωθήση από προσώπου αυτών, ότι Κύριος ο Θεός σου εν σοί, Θεός μέγας και κραταιός, 22 και καταναλώσει Κύριος ο Θεός σου τα έθνη ταύτα από προσώπου σου κατά μικρόν μικρόν· ου δυνήση εξαναλώσαι αυτούς το τάχος, ίνα μη γένηται η γη έρημος και πληθυνθή επί σε τα θηρία τα άγρια. 23 και παραδώσει αυτούς Κύριος ο Θεός σου εις τας χείράς σου και απολείς αυτούς απωλεία μεγάλη, έως αν εξολοθρεύσητε αυτούς. 24 και παραδώσει τους βασιλείς αυτών εις τας χείρας υμών, και απολείται το όνομα αυτών εκ του τόπου εκείνου· ουκ αντιστήσεται ουδείς κατά πρόσωπόν σου, έως αν εξολοθρεύσης αυτούς. 25 τα γλυπτά των θεών αυτών καύσετε πυρί· ουκ επιθυμήσεις αργύριον ουδέ χρυσίον απ ‘ αυτών συ λήψη σεαυτω, μη πταίσης δι ‘ αυτό, ότι βδέλυγμα Κυρίω τω Θεω σου εστι· 26 και ουκ εισοίσεις βδέλυγμα εις τον οίκόν σου και ανάθεμα έση ωσπερ τούτο· προσοχθίσματι προσοχθιείς και βδελύγματι βδελύξη, ότι ανάθημά εστι.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΠΑΣΑΣ τας εντολάς, ας εγώ εντέλλομαι υμίν σήμερον, φυλάξεσθε ποιείν, ίνα ζήτε και πολυπλασιασθήτε και εισέλθητε και κληρονομήσητε την γην, ην ώμοσε Κύριος ο Θεός υμών τοις πατράσιν υμών. 2 και μνησθήση πάσαν την οδόν, ην ήγαγέ σε Κύριος ο Θεός σου εν τη ερήμω, όπως αν κακώση σε και πειράση σε και διαγνωσθή τα εν τη καρδία σου, ει φυλάξη τας εντολάς αυτού ή ου. 3 και εκάκωσέ σε και ελιμαγχόνησέ σε και εψώμισέ σε το μάννα, ό ουκ ήδεισαν οι πατέρες σου, ίνα αναγγείλη σοι, ότι ουκ επ ‘ άρτω μόνω ζήσεται ο άνθρωπος, αλλ ‘ επί παντί ρήματι τω εκπορευομένω δια στόματος Θεού ζήσεται ο άνθρωπος. 4 τα ιμάτιά σου ουκ επαλαιώθη από σου, τα υποδήματά σου ου κατετρίβη από σου, οι πόδες σου ουκ ετυλώθησαν, ιδού τεσσαράκοντα έτη. 5 και γνώση τη καρδία σου ότι ως ει τις άνθρωπος παιδεύση τον υιόν αυτού, ούτω Κύριος ο Θεός σου παιδεύσει σε, 6 και φυλάξη τας εντολάς Κυρίου του Θεού σου πορεύεσθαι εν ταις οδοίς αυτού και φοβείσθαι αυτόν· 7 ο γαρ Κύριος ο Θεός σου εισάξει σε εις γην αγαθήν και πολλήν, ου χείμαρροι υδάτων και πηγαί αβύσσων εκπορευόμεναι δια των πεδίων και δια των ορέων· 8 γη πυρού και κριθής, άμπελοι, συκαί, ροαί, γη ελαίας ελαίου και μέλιτος· 9 γη, εφ ‘ ης ου μετά πτωχείας φαγή τον άρτον σου και ουκ ενδεηθήση επ ‘ αυτής ουδέν· γη, ης οι λίθοι σίδηρος, και εκ των ορέων αυτής μεταλλεύσεις χαλκόν· 10 και φαγή και εμπλησθήση και ευλογήσεις Κύριον τον Θεόν σου επί της γης της αγαθής, ης δέδωκέ σοι. 11 πρόσεχε σεαυτω, μη επιλάθη Κυρίου του Θεού σου του μη φυλάξαι τας εντολάς αυτού και τα κρίματα και τα δικαιώματα αυτού, όσα εγώ εντέλλομαί σοι σήμερον, 12 μη φαγών και εμπλησθείς και οικίας καλάς οικοδομήσας και κατοικήσας εν αυταίς 13 και των βοών σου και των προβάτων σου πληθυνθέντων σοι, αργυρίου και χρυσίου πληθυνθέντος σοι και πάντων, όσων σοι έσται, πληθυνθέντων σοι, 14 υψωθής τη καρδία και επιλάθη Κυρίου του Θεού σου του εξαγαγόντος σε εκ γης Αιγύπτου, εξ οίκου δουλείας, 15 του αγαγόντος σε δια της ερήμου της μεγάλης και της φοβεράς εκείνης, ου όφις δάκνων και σκορπίος και δίψα, ου ουκ ην ύδωρ, του εξαγαγόντος σοι εκ πέτρας ακροτόμου πηγήν ύδατος, 16 του ψωμίσαντός σε το μάννα εν τη ερήμω, ό ουκ ήδεις συ και ουκ ήδεισαν οι πατέρες σου, ίνα κακώση σε και εκπειράση σε και εύ σε ποιήση επ ‘ εσχάτων των ημερών σου. 17 μη είπης εν τη καρδία σου· η ισχύς μου και το κράτος της χειρός μου εποίησέ μοι την δύναμιν την μεγάλην ταύτην· 18 και μνησθήση Κυρίου του Θεού σου, ότι αυτός σοι δίδωσιν ισχύν του ποιήσαι δύναμιν και ίνα στήση την διαθήκην αυτού, ην ώμοσε Κύριος τοις πατράσι σου, ως σήμερον. 19 και έσται εάν λήθη επιλάθη Κυρίου του Θεού σου και πορευθής οπίσω θεών ετέρων και λατρεύσης αυτοίς και προσκυνήσης αυτοίς, διαμαρτύρομαι υμίν σήμερον τον τε ουρανόν και την γην, ότι απωλεία απολείσθε· 20 καθά και τα λοιπά έθνη, όσα Κύριος ο Θεός απολλύει προ προσώπου υμών, ούτως απολείσθε, ανθ ‘ ων ουκ ηκούσατε της φωνής Κυρίου του Θεού υμών.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΑΚΟΥΕ, Ισραήλ· συ διαβαίνεις σήμερον τον Ιορδάνην εισελθείν κληρονομήσαι έθνη μεγάλα και ισχυρότερα μάλλον ή υμείς, πόλεις μεγάλας και τειχήρεις έως του ουρανού, 2 λαόν μέγαν και πολύν και ευμήκη, υιούς Ενάκ, ους συ οίσθα και συ ακήκοας· τις αντιστήσεται κατά πρόσωπον υιών Ενάκ; 3 και γνώση σήμερον, ότι Κύριος ο Θεός σου, ούτος προπορεύσεται προ προσώπου σου· πυρ καταναλίσκον εστίν· ούτος εξολοθρεύσει αυτούς, και ούτος αποστρέψει αυτούς από προσώπου σου, και απολεί αυτούς εν τάχει, καθάπερ είπέ σοι Κύριος. 4 μη είπης εν τη καρδία σου εν τω εξαναλώσαι Κύριον τον Θεόν σου τα έθνη ταύτα προ προσώπου σου λέγων· δια τας δικαιοσύνας μου εισήγαγέ με Κύριος κληρονομήσαι την γην την αγαθήν ταύτην· 5 ουχί δια την δικαιοσύνην σου, ουδέ δια την οσιότητα της καρδίας σου συ εισπορεύη κληρονομήσαι την γην αυτών, αλλά δια την ασέβειαν των εθνών τούτων Κύριος εξολοθρεύσει αυτούς από προσώπου σου και ίνα στήση την διαθήκην αυτού, ην ώμοσε Κύριος τοις πατράσιν ημών, τω Αβραάμ και τω Ισαάκ και τω Ιακώβ. 6 και γνώση σήμερον ότι ουχί δια τας δικαιοσύνας σου Κύριος ο Θεός σου δίδωσί σοι την γην την αγαθήν ταύτην κληρονομήσαι, ότι λαός σκληροτράχηλος ει. 7 μνήσθητι, μη επιλάθη όσα παρώξυνας Κύριον τον Θεόν σου εν τη ερήμω· αφ ‘ ης ημέρας εξήλθετε εξ Αιγύπτου έως ήλθετε εις τον τόπον τούτον, απειθούντες διετελείτε τα προς Κύριον. 8 και εν Χωρήβ παρωξύνατε Κύριον, και εθυμώθη Κύριος εφ ‘ υμίν εξολοθρεύσαι υμάς, 9 αναβαίνοντός μου εις το όρος λαβείν τας πλάκας τας λιθίνας, πλάκας διαθήκης, ας διέθετο Κύριος προς υμάς. και κατεγινόμην εν τω όρει τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας· άρτον ουκ έφαγον και ύδωρ ουκ έπιον. 10 και έδωκέ μοι Κύριος τας δύο πλάκας τας λιθίνας γεγραμμένας εν τω δακτύλω του Θεού, και επ ‘ αυταίς εγέγραπτο πάντες οι λόγοι, ους ελάλησε Κύριος προς υμάς εν τω όρει ημέρα εκκλησίας· 11 και εγένετο δια τεσσαράκοντα ημερών και δια τεσσαράκοντα νυκτών έδωκε Κύριος εμοί τας δύο πλάκας τας λιθίνας, πλάκας διαθήκης. 12 και είπε Κύριος προς με· ανάστηθι, κατάβηθι το τάχος εντεύθεν, ότι ηνόμησεν ο λαός σου, ους εξήγαγες εκ γης Αιγύπτου· παρέβησαν ταχύ εκ της οδού, ης ενετείλω αυτοίς· και εποίησαν εαυτοίς χώνευμα. 13 και είπε Κύριος προς με λέγων· λελάληκα προς σε άπαξ και δις λέγων· εώρακα τον λαόν τούτον, και ιδού λαός σκληροτράχηλός εστι· 14 και νυν έασόν με εξολοθρεύσαι αυτούς, και εξαλείψω το όνομα αυτών υποκάτωθεν του ουρανού και ποιήσω σε εις έθνος μέγα και ισχυρόν και πολύ μάλλον ή τούτο. 15 και επιστρέψας κατέβην εκ του όρους, και το όρος εκαίετο πυρί έως του ουρανού, και αι δύο πλάκες των μαρτυρίων επί ταις δυσί χερσί μου. 16 και ιδών ότι ημάρτετε εναντίον Κυρίου του Θεού υμών και εποιήσατε υμίν αυτοίς χωνευτόν και παρέβητε από της οδού, ης ενετείλατο Κύριος υμίν ποιείν, 17 και επιλαβόμενος των δύο πλακών έρριψα αυτάς από των δύο χειρών μου, και συνέτριψα εναντίον υμών. 18 και εδεήθην εναντίον Κυρίου δεύτερον καθάπερ και το πρότερον τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας, άρτον ουκ έφαγον και ύδωρ ουκ έπιον, περί πασών των αμαρτιών υμών, ων ημάρτετε ποιήσαι το πονηρόν εναντίον Κυρίου του Θεού παροξύναι αυτόν. 19 και έκφοβός ειμι δια τον θυμόν και την οργήν, ότι παρωξύνθη Κύριος εφ ‘ υμίν του εξολοθρεύσαι υμάς και εισήκουσε Κύριος εμού και εν τω καιρω τούτω. 20 και επί Ααρών εθυμώθη εξολοθρεύσαι αυτόν, και ηυξάμην και περί Ααρών εν τω καιρω εκείνω. 21 και την αμαρτίαν υμών, ην εποιήσατε, τον μόσχον, έλαβον αυτόν και κατέκαυσα αυτόν εν πυρί και συνέκοψα αυτόν καταλέσας σφόδρα, έως ου εγένετο λεπτόν· και εγένετο ωσεί κονιορτός, και έρριψα τον κονιορτόν εις τον χειμάρρουν τον καταβαίνοντα εκ του όρους. 22 και εν τω Εμπυρισμω και εν τω Πειρασμω, και εν τοις Μνήμασι της επιθυμίας παροξύναντες ήτε Κύριον τον Θεόν υμών. 23 και ότε εξαπέστειλεν υμάς Κύριος εκ Κάδης Βαρνή λέγων· ανάβητε και κληρονομήσατε την γην, ην δίδωμι υμίν, και ηπειθήσατε τω ρήματι Κυρίου του Θεού υμών και ουκ επιστεύσατε αυτω και ουκ εισηκούσατε της φωνής αυτού. 24 απειθούντες ήτε τα προς Κύριον από της ημέρας, ης εγνώσθη υμίν. 25 και εδεήθην έναντι Κυρίου τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας, όσας εδεήθην· είπε γαρ Κύριος εξολοθρεύσαι υμάς· 26 και ηυξάμην προς τον Θεόν και είπα· Κύριε βασιλεύ των θεών, μη εξολοθρεύσης τον λαόν σου και την μερίδα σου, ην ελυτρώσω, ους εξήγαγες εκ γης Αιγύπτου εν τη ισχύϊ σου τη μεγάλη και εν τη χειρί σου τη κραταιά και εν τω βραχίονί σου τω υψηλω· 27 μνήσθητι Αβραάμ και Ισαάκ και Ιακώβ των θεραπόντων σου, οίς ώμοσας κατά σεαυτού· μη επιβλέψης επί την σκληρότητα του λαού τούτου και τα ασεβήματα, και τα αμαρτήματα αυτών, 28 μη είπωσιν οι κατοικούντες την γην, όθεν εξήγαγες ημάς εκείθεν, λέγοντες· παρά το μη δύνασθαι Κύριον εισαγαγείν αυτούς εις την γην, ην είπεν αυτοίς, και παρά το μισήσαι αυτούς εξήγαγεν αυτούς εν τη ερήμω αποκτείναι αυτούς. 29 και ούτοι λαός σου και κλήρός σου, ους εξήγαγες εκ γης Αιγύπτου εν τη ισχύϊ σου τη μεγάλη και εν τη χειρί σου τη κραταιά και εν τω βραχίονί σου τω υψηλω.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΕΝ εκείνω τω καιρω είπε Κύριος προς με· λάξευσον σεαυτω δύο πλάκας λιθίνας, ωσπερ τας πρώτας, και ανάβηθι προς με εις το όρος· και ποιήσεις σεαυτω κιβωτόν ξυλίνην· 2 και γράψεις επί τας πλάκας τα ρήματα, α ην εν ταις πλαξί ταις πρώταις, ας συνέτριψας, και εμβαλείς αυτάς εις την κιβωτόν. 3 και εποίησα κιβωτόν εκ ξύλων ασήπτων και ελάξευσα τας πλάκας λιθίνας, ως αι πρώται· και ανέβην εις το όρος και αι δύο πλάκες επί ταις χερσί μου. 4 και έγραψεν επί τας πλάκας κατά την γραφήν την πρώτην τους δέκα λόγους, ους ελάλησε Κύριος προς υμάς εν τω όρει εκ μέσου του πυρός, και έδωκεν αυτάς Κύριος εμοί. 5 και επιστρέψας κατέβην εκ του όρους και ενέβαλον τας πλάκας εις την κιβωτόν, ην εποίησα, και ήσαν εκεί, καθά ενετείλατό μοι Κύριος. 6 και οι υιοί Ισραήλ απήραν εκ Βηρώθ υιών Ιακίμ Μισαδαϊ· εκεί απέθανεν Ααρών και ετάφη εκεί, και ιεράτευσεν Ελεάζαρ υιος αυτού αντ ‘ αυτού. 7 εκείθεν απήραν εις Γαδγάδ και από Γαδγάδ εις Ετεβαθά, γη χείμαρροι υδάτων. 8 εν εκείνω τω καιρω διέστειλε Κύριος την φυλήν την Λευί αίρειν την κιβωτόν της διαθήκης Κυρίου, παρεστάναι έναντι Κυρίου, λειτουργείν και επεύχεσθαι επί τω ονόματι αυτού έως της ημέρας ταύτης. 9 δια τούτο ουκ έστι τοις Λευίταις μερίς και κλήρος εν τοις αδελφοίς αυτών· Κύριος αυτός κλήρος αυτού, καθότι είπεν αυτω. 10 καγώ ειστήκειν εν τω όρει τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας, και εισήκουσε Κύριος εμού και εν τω καιρω τούτω, και ουκ ηθέλησε Κύριος εξολοθρεύσαι υμάς. 11 και είπε Κύριος προς με· βάδιζε, άπαρον εναντίον του λαού τούτου, και εισπορευέσθωσαν και κληρονομήτωσαν την γην, ην ώμοσα τοις πατράσιν αυτών δούναι αυτοίς.

 12 Και νυν, Ισραήλ, τι Κύριος ο Θεός σου αιτείται παρά σου, αλλ ‘ ή φοβείσθαι Κύριον τον Θεόν σου και πορεύεσθαι εν πάσαις ταις οδοίς αυτού και αγαπάν αυτόν και λατρεύειν Κυρίω τω Θεω σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου, 13 φυλάσσεσθαι τας εντολάς Κυρίου του Θεού σου και τα δικαιώματα αυτού, όσα εγώ εντέλλομαί σοι σήμερον, ίνα εύ σοι ή; 14 ιδού Κυρίου του Θεού σου ο ουρανός και ο ουρανός του ουρανού, η γη και πάντα όσα εστίν εν αυτη· 15 πλήν τους πατέρας υμών προείλετο Κύριος αγαπάν αυτούς, και εξελέξατο το σπέρμα αυτών μετ ‘ αυτούς υμάς παρά πάντα τα έθνη κατά την ημέραν ταύτην. 16 και περιτεμείσθε την σκληροκαρδίαν υμών και τον τράχηλον υμών ου σκληρυνείτε έτι· 17 ο γαρ Κύριος ο Θεός υμών ούτος Θεός των θεών και Κύριος των κυρίων, ο Θεός ο μέγας· και ισχυρός και φοβερός, όστις ου θαυμάζει πρόσωπον, ουδ ‘ ου μη λάβη δώρον, 18 ποιών κρίσιν προσηλύτω και ορφανω και χήρα, και αγαπά τον προσήλυτον δούναι αυτω άρτον και ιμάτιον. 19 και αγαπήσετε τον προσήλυτον· προσήλυτοι γαρ ήτε εν γη Αιγύπτω. 20 Κύριον τον Θεόν σου φοβηθήση και αυτω λατρεύσεις και προς αυτόν κολληθήση και επί τω ονόματι αυτού ομή· 21 ούτος καύχημά σου και ούτος Θεός σου, όστις εποίησεν εν σοί τα μεγάλα και τα ένδοξα ταύτα, α είδοσαν οι οφθαλμοί σου. 22 εν εβδομήκοντα ψυχαίς κατέβησαν οι πατέρες σου εις Αίγυπτον, νυνί δε εποίησέ σε Κύριος ο Θεός σου ωσεί τα άστρα του ουρανού τω πλήθει.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΚΑΙ αγαπήσεις Κύριον τον Θεόν σου και φυλάξη τα φυλάγματα αυτού και τα δικαιώματα αυτού και τας εντολάς αυτού και τας κρίσεις αυτού πάσας τας ημέρας. 2 και γνώσεσθε σήμερον, ότι ουχί τα παιδία υμών, όσοι ουκ οίδασιν ουδέ είδοσαν την παιδείαν Κυρίου του Θεού σου και τα μεγαλεία αυτού και την χείρα την κραταιάν και τον βραχίονα τον υψηλόν 3 και τα σημεία αυτού και τα τέρατα αυτού, όσα εποίησεν εν μέσω Αιγύπτου Φαραώ βασιλεί Αιγύπτου και πάση τη γη αυτού, 4 και όσα εποίησε την δύναμιν των Αιγυπτίων, τα άρματα αυτών και την ίππον αυτών, και την δύναμιν αυτών, ως επέκλυσε το ύδωρ της θαλάσσης της ερυθράς επί προσώπου αυτών καταδιωκόντων αυτών εκ των οπίσω υμών και απώλεσεν αυτούς Κύριος έως της σήμερον ημέρας, 5 και όσα εποίησεν υμίν εν τη ερήμω, έως ήλθετε εις τον τόπον τούτον, 6 και όσα εποίησε τω Δαθάν και Αβειρών υιούς Ελιάβ υιού Ρουβήν, ους ανοίξασα η γη το στόμα αυτής κατέπιεν αυτούς και τους οίκους αυτών και τας σκηνάς αυτών και πάσαν αυτών την υπόστασιν την μετ ‘ αυτών εν μέσω παντός Ισραήλ, 7 ότι οι οφθαλμοί υμών εώρακαν πάντα τα έργα Κυρίου τα μεγάλα, όσα εποίησεν εν υμίν σήμερον. 8 και φυλάξεσθε πάσας τας εντολάς αυτού, όσας εγώ εντέλλομαί σοι σήμερον, ίνα ζήτε και πολυπλασιασθήτε και εισελθόντες κληρονομήσετε την γην, εις ην υμείς διαβαίνετε τον Ιορδάνην εκεί κληρονομήσαι αυτήν, 9 ίνα μακροημερεύσητε επί της γης, ης ώμοσε Κύριος τοις πατράσιν υμών δούναι αυτοίς και τω σπέρματι αυτών μετ ‘ αυτούς, γην ρέουσαν γάλα και μέλι· 10 έστι γαρ η γη, εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν, ουχ ωσπερ γη Αιγύπτου εστίν, όθεν εκπεπόρευσθε εκείθεν, όταν σπείρωσι τον σπόρον και ποτίζωσι τοις ποσίν αυτών ωσεί κήπον λαχανείας· 11 η δε γη, εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν, γη ορεινή και πεδεινή, εκ του υετού του ουρανού πίεται ύδωρ, 12 γη, ην Κύριος ο Θεός σου επισκοπείται αυτήν διαπαντός, οι οφθαλμοί Κυρίου του Θεού σου επ ‘ αυτής απ ‘ αρχής του ενιαυτού και έως συντελείας του ενιαυτού.

 13 Εάν δε ακοή ακούσητε πάσας τας εντολάς, ας εγώ εντέλλομαί σοι σήμερον, αγαπάν Κύριον το Θεόν σου και λατρεύειν αυτω εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου, 14 και δώσει τον υετόν τη γη σου καθ ‘ ωραν πρώϊμον και όψιμον, και εισοίσεις τον σίτόν σου και τον οίνόν σου και το έλαιόν σου· 15 και δώσει χορτάσματα εν τοις αγροίς σου τοις κτήνεσί σου· 16 και φαγών και εμπλησθείς πρόσεχε σεαυτω, μη πλατυνθή η καρδία σου και παραβήτε και λατρεύσητε θεοίς ετέροις και προσκυνήσητε αυτοίς, 17 και θυμωθείς οργή Κύριος εφ ‘ υμίν και συσχή τον ουρανόν, και ουκ έσται υετός, και η γη ου δώσει τον καρπόν αυτής, και απολείσθε εν τάχει από της γης της αγαθής, ης Κύριος έδωκεν υμίν. 18 και εμβαλείτε τα ρήματα ταύτα εις την καρδίαν υμών και εις την ψυχήν υμών· και αφάψετε αυτά εις σημείον επί της χειρός υμών, και έσται ασάλευτον προ οφθαλμών υμών· 19 και διδάξετε αυτά τα τέκνα υμών λαλείν εν αυτοίς καθημένους εν οίκω και πορευομένους εν οδω και καθεύδοντας και διανισταμένους. 20 και γράψετε αυτά επί τας φλιάς των οικιών υμών και των πυλών υμών, 21 ίνα μακροημερεύσητε και αι ημέραι των υιών υμών επί της γης, ης ώμοσε Κύριος τοις πατράσιν υμών δούναι αυτοίς, καθώς αι ημέραι του ουρανού επί της γης. 22 και έσται εάν ακοή ακούσητε πάσας τας εντολάς ταύτας, ας εγώ εντέλλομαί σοι σήμερον ποιείν, αγαπάν Κύριον τον Θεόν ημών και πορεύεσθαι εν πάσαις ταις οδοίς αυτού και προσκολλάσθαι αυτω, 23 και εκβαλεί Κύριος πάντα τα έθνη ταύτα από προσώπου υμών, και κληρονομήσετε έθνη μεγάλα και ισχυρά μάλλον ή υμείς. 24 πάντα τον τόπον, ου εάν πατήση το ίχνος του ποδός υμών, υμίν έσται· από της ερήμου και Αντιλιβάνου και από του ποταμού του μεγάλου, ποταμού Ευφράτου, και έως της θαλάσσης της επί δυσμών έσται τα όριά σου. 25 ουκ αντιστήσεται ουδείς κατά πρόσωπον υμών· τον φόβον υμών και τον τρόμον υμών επιθήσει Κύριος ο Θεός υμών επί πρόσωπον πάσης της γης, εφ ‘ ης αν επιβήτε επ ‘ αυτής, ον τρόπον ελάλησε προς υμάς.

 26 Ιδού εγώ δίδωμι ενώπιον υμών σήμερον την ευλογίαν και την κατάραν· 27 την ευλογίαν, εάν ακούσητε τας εντολάς Κυρίου του Θεού υμών, όσας εγώ εντέλλομαι υμίν σήμερον, 28 και την κατάραν, εάν μη ακούσητε τας εντολάς Κυρίου του Θεού ημών, όσα εγώ εντέλλομαι υμίν σήμερον, και πλανηθήτε από της οδού, ης ενετειλάμην υμίν, πορευθέντες· λατρεύειν θεοίς ετέροις, ους ουκ οίδατε. 29 και έσται όταν εισαγάγη σε Κύριος ο Θεός σου εις την γην, εις ην διαβαίνεις εκεί κληρονομήσαι αυτήν, και δώσεις την ευλογίαν επ ‘ όρος Γαριζίν και την κατάραν επ ‘ όρος Γαιβάλ. (30 ουκ ιδού ταύτα πέραν του Ιορδάνου οπίσω οδόν δυσμών ηλίου εν γη Χαναάν το κατοικούν επί δυσμών εχόμενον του Γολγόλ πλησίον της δρυός της υψηλής;) 31 υμείς γαρ διαβαίνετε τον Ιορδάνην εισελθόντες κληρονομήσαι την γην, ην Κύριος ο Θεός ημών δίδωσιν υμίν εν κλήρω πάσας τας ημέρας, και κατοικήσετε εν αυτη· 32 και φυλάξεσθε του ποιείν πάντα τα προστάγματα αυτού και τας κρίσεις ταύτας, όσας εγώ δίδωμι ενώπιον υμών σήμερον.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΚΑΙ ταύτα τα προστάγματα και αι κρίσεις, ας φυλάξετε του ποιείν εν τη γη, ην Κύριος ο Θεός των πατέρων υμών δίδωσιν υμίν εν κλήρω πάσας τας ημέρας, ας υμείς ζήτε επί της γης. 2 απωλεία απολείτε πάντας τους τόπους, εν οίς ελάτρευσαν εκεί τοις θεοίς αυτών, ους υμείς κληρονομείτε αυτούς, επί των ορέων των υψηλών και επί των θινών και υποκάτω δένδρου δασέος. 3 και κατασκάψετε τους βωμούς αυτών και συντρίψετε τας στήλας αυτών και τα άλση αυτών εκκόψετε και τα γλυπτά των θεών αυτών κατακαύσετε πυρί, και απολείται το όνομα αυτών εκ του τόπου εκείνου. 4 ου ποιήσετε ούτω Κυρίω τω Θεω υμών, 5 αλλ ‘ ή εις τον τόπον, ον αν εκλέξηται Κύριος ο Θεός σου εν μια των πόλεων υμών επονομάσαι το όνομα αυτού εκεί και επικληθήναι, και εκζητήσετε και εισελεύσεσθε εκεί 6 και οίσετε εκεί τα ολοκαυτώματα υμών και τα θυσιάσματα υμών και τας απαρχάς υμών και τας ευχάς υμών και τα εκούσια υμών και τας ομολογίας υμών, τα πρωτότοκα των βοών υμών και των προβάτων υμών 7 και φάγεσθε εκεί εναντίον Κυρίου του Θεού υμών και ευφρανθήσεσθε επί πάσιν, ου εάν επιβάλητε την χείρα, υμείς και οι οίκοι υμών, καθότι ευλόγησέ σε Κύριος ο Θεός σου. 8 ου ποιήσετε πάντα όσα ημείς ποιούμεν ώδε σήμερον, έκαστος το αρεστόν ενώπιον αυτού· 9 ου γαρ ήκατε έως του νυν εις την κατάπαυσιν και εις την κληρονομίαν ην Κύριος ο Θεός ημών δίδωσιν υμίν. 10 και διαβήσεσθε τον Ιορδάνην, και κατοικήσετε επί της γης, ης Κύριος ο Θεός ημών κατακληρονομεί υμίν, και καταπαύσει υμάς από πάντων των εχθρών υμών των κύκλω, και κατοικήσετε μετά ασφαλείας. 11 και έσται ο τόπος, ον αν εκλέξηται Κύριος ο Θεός σου επικληθήναι το όνομα αυτού εκεί, εκεί οίσετε πάντα, όσα εγώ εντέλλομαι υμίν σήμερον, τα ολοκαυτώματα υμών και τα θυσιάσματα υμών και τα επιδέκατα υμών και τας απαρχάς των χειρών υμών και παν εκλεκτόν των δώρων υμών, όσα αν εύξησθε Κυρίω τω Θεω υμών, 12 και ευφρανθήσεσθε εναντίον Κυρίου του Θεού υμών, υμείς και οι υιοί υμών και αι θυγατέρες υμών και οι παίδες υμών και αι παιδίσκαι υμών και ο Λευίτης ο επί των πυλών υμών, ότι ουκ έστιν αυτω μερίς ουδέ κλήρος μεθ ‘ υμών. 13 πρόσεχε σεαυτω, μη ανενέγκης τα ολοκαυτώματά σου εν παντί τόπω, ου εάν ίδης, 14 αλλ ‘ ή εις τον τόπον, ον αν εκλέξηται Κύριος ο Θεός σου αυτόν εν μια των φυλών σου, εκεί ανοίσετε τα ολοκαυτώματα υμών και εκεί ποιήσεις πάντα, όσα εγώ εντέλλομαί σοι σήμερον. 15 αλλ ‘ ή εν πάση επιθυμία σου θύσεις και φαγή κρέα κατά την ευλογίαν Κυρίου του Θεού σου, ην έδωκέ σοι εν πάση πόλει· ο ακάθαρτος εν σοί και ο καθαρός επί το αυτό φάγεται αυτό, ως δορκάδα ή έλαφον. 16 πλήν το αίμα ου φάγεσθε, επί την γην εκχεείτε αυτό ως ύδωρ 17 ου δυνήση φαγείν εν ταις πόλεσί σου το επιδέκατον του σίτου σου και του οίνου σου και του ελαίου σου, τα πρωτότοκα των βοών σου και των προβάτων σου και πάσας τας ευχάς, όσας αν εύξησθε, και τας ομολογίας υμών και τας απαρχάς των χειρών υμών, 18 αλλ ‘ ή εναντίον Κυρίου του Θεού σου φαγή αυτό εν τω τόπω, ω αν εκλέξηται Κύριος ο Θεός σου αυτω, συ και ο υιος σου και η θυγάτηρ σου, ο παις σου και η παιδίσκη σου και ο προσήλυτος ο εν ταις πόλεσιν υμών, και ευφρανθήση εναντίον Κυρίου του Θεού σου επί πάντα, ου εάν επιβάλης την χείρά σου. 19 πρόσεχε σεαυτω, μη εγκαταλίπης τον Λευίτην πάντα τον χρόνον, όσον αν ζής επί της γης.

 20 Εάν δε εμπλατύνη Κύριος ο Θεός σου τα όριά σου, καθάπερ ελάλησέ σοι, και ερείς· φάγομαι κρέα, εάν επιθυμήση η ψυχή σου ωστε φαγείν κρέα, εν πάση επιθυμία της ψυχής σου φαγή κρέα. 21 εάν δε μακράν απέχη σου ο τόπος, ον αν εκλέξηται Κύριος ο Θεός σου εκεί επικληθήναι το όνομα αυτού εκεί, και θύσεις από των βοών σου και από των προβάτων σου, ων αν δω ο Θεός σοι, ον τρόπον ενετειλάμην σοι και φαγή εν ταις πόλεσί σου κατά την επιθυμίαν της ψυχής σου· 22 ως έσθεται η δορκάς και η έλαφος, ούτω φαγή αυτό, ο ακάθαρτος εν σοί και ο καθαρός ωσαύτως έδεται. 23 πρόσεχε ισχυρώς του μη φαγείν αίμα, ότι το αίμα αυτού ψυχή· ου βρωθήσεται ψυχή μετά των κρεών, 24 ου φάγεσθε, επί την γην εκχεείτε αυτό ως ύδωρ· 25 ου φαγή αυτό, ίνα εύ σοι γένηται και τοις υιοίς σου μετά σε, εάν ποιήσης το καλόν και το αρεστόν εναντίον Κυρίου του Θεού σου. 26 πλήν τα άγιά σου, εάν γένηταί σοι, και τας ευχάς σου λαβών ήξεις εις τον τόπον, ον αν εκλέξηται Κύριος ο Θεός σου επικληθήναι το όνομα αυτού εκεί, 27 και ποιήσεις τα ολοκαυτώματά σου· τα κρέα ανοίσεις επί το θυσιαστήριον Κυρίου του Θεού σου, το δε αίμα των θυσιών σου προσχεείς προς την βάσιν του θυσιαστηρίου Κυρίου του Θεού σου, τα δε κρέα φαγή. 28 φυλάσσου και άκουε και ποιήσεις πάντας τους λόγους, ους εγώ εντέλλομαί σοι, ίνα εύ σοι γένηται και τοις υιοίς σου δι ‘ αιώνος, εάν ποιήσης το αρεστόν και το καλόν εναντίον Κυρίου του Θεού σου.

 29 Εάν δε εξολοθρεύση Κύριος ο Θεός σου τα έθνη, εις ους εισπορεύη εκεί κληρονομήσαι την γην αυτών, από προσώπου σου και κατακληρονομήσης αυτήν, και κατοικήσης εν τη γη αυτών, 30 πρόσεχε σεαυτω, μη εκζητήσης επακολουθήσαι αυτοίς μετά το εξολοθρευθήναι αυτούς από προσώπου σου λέγων· Πως ποιούσι τα έθνη ταύτα τοις θεοίς αυτών, ποιήσω καγώ. 31 ου ποιήσεις ούτω τω Θεω σου· τα γαρ βδελύγματα Κυρίου, α εμίσησεν, εποίησαν εν τοις θεοίς αυτών, ότι τους υιούς αυτών και τας θυγατέρας αυτών κατακαίουσιν εν πυρί τοις θεοίς αυτών.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΠΑΝ ρήμα ό εγώ εντέλλομαι υμίν σήμερον, τούτο φυλάξη ποιείν· ου προσθήσεις επ ‘ αυτό ουδέ αφελείς απ ‘ αυτού. 2 εάν δε αναστη εν σοί προφήτης ή ενυπνιαζόμενος το ενύπνιον και δω σοι σημείον ή τέρας 3 και έλθη το σημείον ή το τέρας, ό ελάλησε προς σε λέγων· πορευθώμεν και λατρεύσωμεν θεοίς ετέροις, ους ουκ οίδατε, 4 ουκ ακούσεσθε των λόγων του προφήτου εκείνου ή του ενυπνιαζομένου το ενύπνιον εκείνο, ότι πειράζει Κύριος ο Θεός σου υμάς ειδέναι, ει αγαπάτε τον Θεόν υμών εξ όλης της καρδίας υμών και εξ όλης της ψυχής υμών. 5 οπίσω Κυρίου του Θεού υμών πορεύσεσθε και τούτον φοβηθήσεσθε και της φωνής αυτού ακούσεσθε και αυτω προστεθήσεσθε. 6 και ο προφήτης εκείνος ή ο το ενύπνιον ενυπνιαζόμενος εκείνος αποθανείται· ελάλησε γαρ πλανήσαί σε από Κυρίου του Θεού σου του εξαγαγόντος σε εκ γης Αιγύπτου, του λυτρωσαμένου σε εκ της δουλείας, εξώσαί σε από της οδού, ης ενετείλατό σοι Κύριος ο Θεός σου πορεύεσθαι εν αυτη· και αφανιείς το πονηρόν εξ υμών αυτών.

 7 Εάν δε παρακαλέση σε ο αδελφός σου εκ πατρός σου ή εκ μητρός σου ή ο υιος σου ή η θυγάτηρ ή η γυνή σου η εν κόλπω σου ή φίλος ίσος τη ψυχή σου λάθρα λέγων· βαδίσωμεν και λατρεύσωμεν θεοίς ετέροις, ους ουκ ήδεις συ και οι πατέρες σου, 8 από των θεών των εθνών των περικύκλω υμών, των εγγιζόντων σοι ή των μακράν από σου, απ ‘ άκρου της γης έως άκρου της γης, 9 ου συνθελήσεις αυτω και ουκ εισακούση αυτού και ου φείσεται ο οφθαλμός σου επ ‘ αυτω, ουκ επιποθήσεις επ ‘ αυτω ουδ ‘ ου μη σκεπάσης αυτόν· 10 αναγγέλων αναγγελείς περί αυτού, και αι χείρές σου έσονται επ ‘ αυτόν εν πρώτοις αποκτείναι αυτόν, και αι χείρες παντός του λαού επ ‘ εσχάτω, 11 και λιθοβολήσουσιν αυτόν εν λίθοις, και αποθανείται, ότι εζήτησεν αποστήσαί σε από Κυρίου του Θεού σου του εξαγαγόντος σε εκ γης Αιγύπτου, εξ οίκου δουλείας. 12 και πας Ισραήλ ακούσας φοβηθήσεται και ου προσθήσωσι ποιήσαι έτι κατά το ρήμα το πονηρόν τούτο εν υμίν.

 13 Εάν δε ακούσης εν μια των πόλεών σου, ων Κύριος ο Θεός σου δίδωσί σοι κατοικείν σε εκεί, λεγόντων· 14 εξήλθοσαν άνδρες παράνομοι εξ υμών και απέστησαν πάντας τους κατοικούντας την γην αυτών λέγοντες· πορευθώμεν και λατρεύσωμεν θεοίς ετέροις, ους ουκ ήδειτε, 15 και ετάσεις και ερωτήσεις και ερευνήσεις σφόδρα, και ιδού αληθής σαφώς ο λόγος, γεγένηται το βδέλυγμα τούτο εν υμίν, 16 αναιρών ανελείς πάντας τους κατοικούντας εν τη γη εκείνη εν φόνω μαχαίρας, αναθέματι αναθεματιείτε αυτήν και πάντα τα εν αυτη 17 και πάντα τα σκύλα αυτής συνάξεις εις τας διόδους αυτής και εμπρήσεις την πόλιν εν πυρί και πάντα τα σκύλα αυτής πανδημεί εναντίον Κυρίου του Θεού σου, και έσται αοίκητος εις τον αιώνα, ουκ ανοικοδομηθήσεται έτι. 18 και ου προσκολληθήσεται ουδέν από του αναθέματος εν τη χειρί σου, ίνα αποστραφή Κύριος από θυμού της οργής αυτού και δώση σοι έλεος και ελεήση σε και πληθύνη σε, ον τρόπον ώμοσε τοις πατράσι σου, 19 εάν ακούσης της φωνής Κυρίου του Θεού σου, φυλάσσειν τας εντολάς αυτού, όσας εγώ εντέλλομαί σοι σήμερον, ποιείν το καλόν και το αρεστόν εναντίον Κυρίου του Θεού σου.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΥΙΟΙ εστε Κυρίου του Θεού υμών· ουκ επιθήσετε φαλάκρωμα ανά μέσον των οφθαλμών υμών επί νεκρω· 2 ότι λαός άγιος ει Κυρίω τω Θεω σου, και σε εξελέξατο Κύριος ο Θεός σου γενέσθαι σε λαόν αυτω περιούσιον από πάντων των εθνών των επί προσώπου της γης.

 3 Ου φάγεσθε παν βδέλυγμα. 4 ταύτα κτήνη, α φάγεσθε, μόσχον εκ βοών και αμνόν εκ προβάτων και χίμαρον εξ αιγών, 5 έλαφον και δορκάδα και πύγαργον, όρυγα και καμηλοπάρδαλιν· 6 παν κτήνος διχηλούν οπλήν και ονυχιστήρας ονυχίζον δύο χηλών και ανάγον μηρυκισμόν εν τοις κτήνεσι, ταύτα φάγεσθε. 7 και ταύτα ου φάγεσθε από των αναγόντων μηρυκισμόν και από των διχηλούντων τας οπλάς και ονυχιζόντων ονυχιστήρας· τον κάμηλον και δασύποδα και χοιρογρύλλιον, ότι ανάγουσι μηρυκισμόν και οπλήν ου διχηλούσιν, ακάθαρτα ταύτα υμίν εστι· 8 και τον ύν, ότι διχηλεί οπλήν τούτο και ονυχίζει ονυχιστήρας οπλής, και τούτο μηρυκισμόν ου μηρυκάται, ακάθαρτον τούτο υμίν· από των κρεών αυτών ου φάγεσθε και των θνησιμαίων αυτών ουχ άψεσθε. 9 και ταύτα φάγεσθε από πάντων των εν τω ύδατι· πάντα όσα εστίν εν αυτοίς πτερύγια και λεπίδες, φάγεσθε. 10 και πάντα όσα ουκ έστιν αυτοίς πτερύγια και λεπίδες, ου φάγεσθε, ακάθαρτα υμίν εστι. 11 παν όρνεον καθαρόν φάγεσθε. 12 και ταύτα ου φάγεσθε απ ‘ αυτών· τον αετόν και τον γρύπα και τον αλιαίετον 13 και τον γύπα και τον ίκτινον και τα όμοια αυτω 14 και πάντα κόρακα και τα όμοια αυτω 15 και στρουθόν και γλαύκα και λάρον 16 και ερωδιόν και κύκνον και ίβιν 17 και καταράκτην και ιέρακα και τα όμοια αυτω και έποπα και νυκτικόρακα 18 και πελεκάνα και χαραδριόν και τα όμοια αυτω και πορφυρίωνα και νυκτερίδα. 19 πάντα τα ερπετά των πετεινών ακάθαρτά εστιν υμίν, ου φάγεσθε απ ‘ αυτών. 20 παν πετεινόν καθαρόν φάγεσθε. 21 παν θνησιμαίον ου φάγεσθε· τω παροίκω τω εν ταις πόλεσί σου δοθήσεται, και φάγεται, ή αποδώση τω αλλοτρίω· ότι λαός άγιος ει Κυρίω τω Θεω σου. ουχ εψήσεις άρνα εν γάλακτι μητρός αυτού.

 22 Δεκάτην αποδεκατώσεις παντός γενήματος του σπέρματός σου, το γένημα του αγρού σου ενιαυτόν κατ ‘ ενιαυτόν, 23 και φαγή αυτό εν τω τόπω ω εάν εκλέξηται Κύριος ο Θεός σου, επικληθήναι το όνομα αυτού εκεί· οίσετε τα επιδέκατα του σίτου σου και του οίνου σου και του ελαίου σου, τα πρωτότοκα των βοών σου και των προβάτων σου, ίνα μάθης φοβείσθαι Κύριον τον Θεόν σου πάσας τας ημέρας. 24 εάν δε μακράν γένηται η οδός από σου και μη δύνη αναφέρειν αυτά, ότι μακράν από σου ο τόπος, ον αν εκλέξηται Κύριος ο Θεός σου επικληθήναι το όνομα αυτού εκεί, ότι ευλογήσει σε Κύριος ο Θεός σου, 25 και αποδώση αυτά αργυρίου και λήψη το αργύριον εν ταις χερσί σου και πορεύση εις τον τόπον, ον αν εκλέξηται Κύριος ο Θεός σου αυτόν, 26 και δώσεις αργύριον επί παντός, ου αν επιθυμή η ψυχή σου, επί βουσίν ή επί προβάτοις, επ ‘ οίνω ή επί σίκερα ή επί παντός, ου αν επιθυμή η ψυχή σου, και φαγή εκεί εναντίον Κυρίου του Θεού σου και ευφρανθήση συ και ο οίκός σου 27 και ο Λευίτης ο εν ταις πόλεσί σου, ότι ουκ έστιν αυτω μερίς ουδέ κλήρος μετά σου. 28 μετά τρία έτη εξοίσεις παν το επιδέκατον των γενημάτων σου· εν τω ενιαυτω εκείνω θήσεις αυτό εν ταις πόλεσί σου, 29 και ελεύσεται ο Λευίτης, ότι ουκ έστιν αυτω μερίς ουδέ κλήρος μετά σου, και ο προσήλυτος και ο ορφανός και η χήρα η εν ταις πόλεσί σου και φάγονται και εμπλησθήσονται, ίνα ευλογήση σε Κύριος ο Θεός σου εν πάσι τοις έργοις, οίς εάν ποιής.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΔΙ ‘ επτά ετών ποιήσεις άφεσιν. 2 και ούτω το πρόσταγμα της αφέσεως· αφήσεις παν χρέος ίδιον, ό οφείλει σοι ο πλησίον, και τον αδελφόν σου ουκ απαιτήσεις, επικέκληται γαρ άφεσις Κυρίω τω Θεω σου. 3 τον αλλότριον απαιτήσεις όσα εάν ή σοι παρ' αυτω, τω δε αδελφω σου άφεσιν ποιήσεις του χρέους σου· 4 ότι ουκ έσται εν σοί ενδεής, ότι ευλογών ευλογήσει σε Κύριος ο Θεός σου εν τη γη, ή Κύριος ο Θεός σου δίδωσί σοι εν κλήρω κατακληρονομήσαι αυτήν. 5 εάν δε ακοή εισακούσητε της φωνής Κυρίου του Θεού υμών φυλάσσειν και ποιείν πάσας τας εντολάς ταύτας, όσας εγώ εντέλλομαί σοι σήμερον, 6 ότι Κύριος ο Θεός σου ευλόγησέ σε, ον τρόπον ελάλησέ σοι, και δανειείς έθνεσι πολλοίς, συ δε ου δανειή, και άρξεις εθνών πολλών, σου δε ουκ άρξουσιν.

 7 Εάν δε γένηται εν σοί ενδεής εκ των αδελφών σου εν μια των πόλεών σου εν τη γη, ή Κύριος ο Θεός σου δίδωσί σοι, ουκ αποστέρξεις την καρδίαν σου ουδ ‘ ου μη συσφίγξης την χείρά σου από του αδελφού σου του επιδεομένου· 8 ανοίγων ανοίξεις τας χείράς σου αυτω και δάνειον δανειείς αυτω όσον επιδέεται, καθότι ενδεείται. 9 πρόσεχε σεαυτω, μη γένηται ρήμα κρυπτόν εν τη καρδία σου ανόμημα λέγων· εγγίζει το έτος το έβδομον, έτος της αφέσεως, και πονηρεύσηται ο οφθαλμός σου τω αδελφω σου τω επιδεομένω, και ου δώσεις αυτω, και καταβοήσεται κατά σου προς Κύριον, και έσται εν σοί αμαρτία μεγάλη. 10 διδούς δώσεις αυτω και δάνειον δανειείς αυτω όσον επιδέεται, και ου λυπηθήση τη καρδία σου διδόντος σου αυτω, ότι δια το ρήμα τούτο ευλογήσει σε Κύριος ο Θεός σου εν πάσι τοις έργοις και εν πάσιν, ου αν επιβάλης την χείρά σου· 11 ου γαρ μη εκλίπη ενδεής από της γης σου. δια τούτο εγώ σοι εντέλλομαι ποιείν το ρήμα τούτο λέγων· ανοίγων ανοίξεις τας χείράς σου τω αδελφω σου τω πένητι και τω επιδεομένω τω επί της γης σου.

 12 Εάν δε πραθή σοι ο αδελφός σου ο Εβραίος ή Εβραία, δουλεύσει σοι εξ έτη, και τω εβδόμω εξαποστελείς αυτόν ελεύθερον από σου. 13 όταν δε εξαποστέλλης αυτόν ελεύθερον από σου, ουκ εξαποστελείς αυτόν κενόν· 14 εφόδιον εφοδιάσεις αυτόν από των προβάτων σου και από του σίτου σου και από του οίνου σου· καθά ευλόγησέ σε Κύριος ο Θεός σου, δώσεις αυτω. 15 και μνησθήση ότι οικέτης ήσθα εν γη Αιγύπτου και ελυτρώσατό σε Κύριος ο Θεός σου εκείθεν· δια τούτο εγώ σοι εντέλλομαι ποιείν το ρήμα τούτο. 16 εάν δε λέγη προς σε, ουκ εξελεύσομαι από σου, ότι ηγάπηκέ σε και την οικίαν σου, ότι εύ εστιν αυτω παρά σοί, 17 και λήψη το οπήτιον, και τρυπήσεις το ωτίον αυτού προς την θύραν, και έσται σοι οικέτης εις τον αιώνα· και την παιδίσκην σου ωσαύτως ποιήσεις. 18 ου σκληρόν έσται εναντίον σου εξαποστελλομένων αυτών ελευθέρων από σου, ότι επέτειον μισθόν του μισθωτού εδούλευσέ σοι εξ έτη· και ευλογήσει σε Κύριος ο Θεός σου εν πάσιν, οίς εάν ποιής.

 19 Παν πρωτότοκον, ό εάν τεχθή εν ταις βουσί σου και εν τοις προβάτοις σου, τα αρσενικά, αγιάσεις Κυρίω τω Θεω σου· ουκ εργά εν τω πρωτοτόκω μόσχω σου και ου μη κείρης τα πρωτότοκα των προβάτων σου· 20 έναντι Κυρίου φαγή αυτό ενιαυτόν εξ ενιαυτού εν τω τόπω, ω εάν εκλέξηται Κύριος ο Θεός σου, συ και ο οίκός σου. 21 εάν δε ή εν αυτω μώμος, χωλόν ή τυφλόν ή και πας μώμος πονηρός, ου θύσεις αυτό Κυρίω τω Θεω σου· 22 εν ταις πόλεσί σου φαγή αυτό, ο ακάθαρτος εν σοί και ο καθαρός ωσαύτως έδεται ως δορκάδα ή έλαφον· 23 πλήν αίμα ου φάγεσθε, επί την γην εκχεείς αυτό ως ύδωρ.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΦΥΛΑΞΑΙ τον μήνα των νέων και ποιήσεις το πάσχα Κυρίω τω Θεω σου, ότι εν τω μηνί των νέων εξήλθες εξ Αιγύπτου νυκτός. 2 και θύσεις το πάσχα Κυρίω τω Θεω σου πρόβατα και βόας εν τω τόπω, ω εάν εκλέξηται Κύριος ο Θεός σου αυτόν επικληθήναι το όνομα αυτού εκεί. 3 ου φαγή επ ‘ αυτού ζύμην· επτά ημέρας φαγή επ ‘ αυτού άζυμα, άρτον κακώσεως, ότι εν σπουδή εξήλθετε εξ Αιγύπτου· ίνα μνησθήτε την ημέραν της εξοδίας υμών εκ γης Αιγύπτου πάσας τας ημέρας της ζωής υμών. 4 ουκ οφθήσεταί σοι ζύμη εν πάσι τοις ορίοις σου επτά ημέρας, και ου κοιμηθήσεται από των κρεών, ων εάν θύσης το εσπέρας τη ημέρα τη πρώτη εις το πρωϊ. 5 ου δυνήση θύσαι το πάσχα εν ουδεμιά των πόλεών σου, ων Κύριος ο Θεός σου δίδωσί σοι, 6 αλλ ‘ ή εις τον τόπον, ον αν εκλέξηται Κύριος ο Θεός σου επικληθήναι το όνομα αυτού εκεί, θύσεις το πάσχα εσπέρας προς δυσμάς ηλίου εν τω καιρω, ω εξήλθες εξ Αιγύπτου, 7 και εψήσεις και οπτήσεις και φαγή εν τω τόπω, ου εάν εκλέξηται Κύριος ο Θεός σου αυτόν, και αποστραφήση το πρωϊ και ελεύση εις τους οίκους σου. 8 εξ ημέρας φαγή άζυμα, και τη ημέρα τη εβδόμη εξόδιον, εορτή Κυρίω τω Θεω σου· ου ποιήσεις εν αυτη παν έργον πλήν όσα ποιηθήσεται ψυχή. 9 επτά εβδομάδας εξαριθμήσεις σεαυτω· αρξαμένου σου δρέπανον επ ‘ αμητόν, άρξη εξαριθμήσαι επτά εβδομάδας. 10 και ποιήσεις εορτήν εβδομάδων Κυρίω τω Θεω σου καθώς η χείρ σου ισχύει, όσα αν δω Κύριος ο Θεός σου· 11 και ευφρανθήση εναντίον Κυρίου του Θεού σου, συ και ο υιος σου και η θυγάτηρ σου, ο παις σου και η παιδίσκη σου και ο Λευίτης και ο προσήλυτος και ο ορφανός και η χήρα η ούσα εν υμίν, εν τω τόπω, ω εάν εκλέξηται Κύριος ο Θεός σου αυτόν επικληθήναι το όνομα αυτού εκεί, 12 και μνησθήση ότι οικέτης εγένου εν γη Αιγύπτω, και φυλάξη και ποιήσεις τας εντολάς ταύτας. 13 εορτήν σκηνών ποιήσεις σεαυτω επτά ημέρας εν τω συναγαγείν σε εκ της άλωνός σου και από της ληνού σου· 14 και ευφρανθήση εν τη εορτη σου, συ και ο υιος σου και η θυγάτηρ σου, ο παις σου και η παιδίσκη σου και ο Λευίτης και ο προσήλυτος και ο ορφανός και η χήρα η ούσα εν ταις πόλεσί σου. 15 επτά ημέρας εορτάσεις Κυρίω τω Θεω σου εν τω τόπω, ω αν εκλέξηται Κύριος ο Θεός σου αυτω· εάν δε ευλογήση σε Κύριος ο Θεός σου εν πάσι τοις γενήμασί σου και εν παντί έργω των χειρών σου, και έση ευφραινόμενος. 16 τρεις καιρούς του ενιαυτού οφθήσεται παν αρσενικόν σου εναντίον Κυρίου του Θεού σου εν τω τόπω, ω εάν εκλέξηται αυτόν Κύριος, εν τη εορτη των αζύμων και εν τη εορτη των εβδομάδων και εν τη εορτη της σκηνοπηγίας. ουκ οφθήση ενώπιον Κυρίου του Θεού σου κενός· 17 έκαστος κατά δύναμιν των χειρών υμών, κατά την ευλογίαν Κυρίου του Θεού σου, ην έδωκέ σοι.

 18 Κριτάς και γραμματοεισαγωγείς ποιήσεις σεαυτω εν ταις πόλεσί σου, αις Κύριος ο Θεός σου δίδωσί σοι, κατά φυλάς, και κρινούσι τον λαόν κρίσιν δικαίαν. 19 ουκ εκκλινούσι κρίσιν, ουδέ επιγνώσονται πρόσωπον ουδέ λήψονται δώρον· τα γαρ δώρα αποτυφλοί οφθαλμούς σοφών και εξαίρει λόγους δικαίων. 20 δικαίως το δίκαιον διώξη, ίνα ζήτε και εισελθόντες κληρονομήσητε την γην, ην Κύριος ο Θεός σου δίδωσί σοι.

 21 Ου φυτεύσεις σεαυτω άλσος, παν ξύλον, παρά το θυσιαστήριον του Θεού σου ου ποιήσεις σεαυτω. 22 ου στήσεις σεαυτω στήλην, α εμίσησε Κύριος ο Θεός σου.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΟΥ θύσεις Κυρίω τω Θεω σου μόσχον ή πρόβατον, εν ω εστιν εν αυτω μώμος, παν ρήμα πονηρόν, ότι βδέλυγμα Κυρίω τω Θεω σου εστιν.

 2 Εάν δε ευρεθή εν μια των πόλεών σου, ων Κύριος ο Θεός σου δίδωσί σοι, ανήρ ή γυνή, ος ποιήσει το πονηρόν εναντίον Κυρίου του Θεού σου παρελθύειν την διαθήκην αυτού, 3 και ελθόντες λατρεύσωσι θεοίς ετέροις και προσκυνήσωσιν αυτοίς, τω ηλίω ή τη σελήνη ή παντί των εκ του κόσμου του ουρανού, α ου προσέξατέ σοι, 4 και αναγγελή σοι, και εκζητήσεις σφόδρα, και ιδού αληθώς γέγονε το ρήμα, γεγένηται το βδέλυγμα τούτο εν Ισραήλ, 5 και εξάξεις τον άνθρωπον εκείνον ή την γυναίκα εκείνην και λιθοβολήσετε αυτούς εν λίθοις, και τελευτήσουσιν. 6 επί δυσί μάρτυσιν ή επί τρισί μάρτυσιν αποθανείται ο αποθνήσκων· ουκ αποθανείται εφ ‘ ενί μάρτυρι. 7 και η χείρ των μαρτύρων έσται επ ‘ αυτω εν πρώτοις θανατώσαι αυτόν, και η χείρ του λαού επ ‘ εσχάτων· και εξαρείς τον πονηρόν εξ υμών αυτών.

 8 Εάν δε αδυνατήση από σου ρήμα εν κρίσει αναμέσον αίμα αίματος και αναμέσον κρίσις κρίσεως και αναμέσον αφή αφής και αναμέσον αντιλογία αντιλογίας, ρήματα κρίσεως εν ταις πόλεσιν

 υμών, και αναστάς αναβήση εις τον τόπον, ον αν εκλέξηται Κύριος ο Θεός σου εκεί, 9 και ελεύση προς τους ιερείς τους Λευίτας και προς τον κριτήν, ος αν γένηται εν ταις ημέραις εκείναις, και εκζητήσαντες αναγγελούσί σοι την κρίσιν. 10 και ποιήσεις κατά το πράγμα, ό αν αναγγείλωσί σοι εκ του τόπου, ου εάν εκλέξηται Κύριος ο Θεός σου, και φυλάξη ποιήσαι πάντα όσα αν νομοθετηθή σοι· 11 κατά τον νόμον και κατά την κρίσιν, ην αν είπωσί σοι, ποιήσεις, ουκ εκκλινείς από του ρήματος, ου εάν αναγγείλωσί σοι, δεξιά ουδέ αριστερά. 12 και ο άνθρωπος, ος εάν ποιήση εν υπερηφανία ωστε μη υπακούσαι του ιερέως του παρεστηκότος λειτουργείν επί τω ονόματι Κυρίου του Θεού σου ή του κριτού, ος αν ή εν ταις ημέραις εκείναις, και αποθανείται ο άνθρωπος εκείνος, και εξαρείς τον πονηρόν εξ Ισραήλ· 13 και πας ο λαός ακούσας φοβηθήσεται και ουκ ασεβήσει έτι.

 14 Εάν δε εισέλθης εις την γην, ην Κύριος ο Θεός σου δίδωσί σοι, και κληρονομήσης αυτήν και κατοικήσης επ ‘ αυτήν και είπης· καταστήσω επ ‘ εμαυτόν άρχοντα, καθά και τα λοιπά έθνη τα κύκλω μου, 15 καθιστών καταστήσεις επί σεαυτόν άρχοντα, ον αν εκλέξηται Κύριος ο Θεός αυτόν. εκ των αδελφών σου καταστήσεις επί σεαυτόν άρχοντα· ου δυνήση καταστήσαι επί σεαυτόν άνθρωπον αλλότριον, ότι ουκ αδελφός σου εστι. 16 διότι ου πληθυνεί εαυτω ίππον ουδέ μη αποστρέψη τον λαόν εις Αίγυπτον, όπως μη πληθύνη αυτω ίππον, ο δε Κύριος είπεν· ου προσθήσεσθε αποστρέψαι τη οδω ταύτη έτι. 17 και ου πληθυνεί εαυτω γυναίκας, ίνα μη μεταστη αυτού η καρδία· και αργύριον και χρυσίον ου πληθυνεί εαυτω σφόδρα. 18 και όταν καθίση επί της αρχής αυτού, και γράψει αυτω το δευτερονόμιον τούτο εις βιβλίον παρά των ιερέων των Λευιτών, 19 και έσται μετ ‘ αυτού, και αναγνώσεται εν αυτω πάσας τας ημέρας της ζωής αυτού, ίνα μάθη φοβείσθαι Κύριον τον Θεόν σου και φυλάσσεσθαι πάσας τας εντολάς ταύτας και τα δικαιώματα ταύτα ποιείν, 20 ίνα μη υψωθή η καρδία αυτού από των αδελφών αυτού, ίνα μη παραβή από των εντολών δεξιά ή αριστερά, όπως αν μακροχρονίση επί της αρχής αυτού, αυτός και οι υιοί αυτού εν τοις υιοίς Ισραήλ.

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΟΥΚ έσται τοις ιερεύσι τοις Λευίταις, όλη φυλή Λευί, μερίς ουδέ κλήρος μετά Ισραήλ· καρπώματα Κυρίου ο κλήρος αυτών, φάγονται αυτά. 2 κλήρος δε ουκ έσται αυτοίς εν τοις αδελφοίς αυτών· Κύριος αυτός κλήρος αυτού, καθότι είπεν αυτω. 3 και αύτη η κρίσις των ιερέων, τα παρά του λαού, παρά των θυόντων τα θύματα, εάν τε μόσχον εάν τε πρόβατον· και δώσεις τον βραχίονα τω ιερεί και τα σιαγόνια και το ένυστρον. 4 και τας απαρχάς του σίτου σου και του οίνου σου και του ελαίου σου και την απαρχήν των κουρών των προβάτων σου δώσεις αυτω· 5 ότι αυτόν εξελέξατο Κύριος εκ πασών των φυλών σου παρεστάναι έναντι Κυρίου του Θεού, λειτουργείν και ευλογείν επί τω ονόματι αυτού, αυτός και οι υιοί αυτού εν τοις υιοίς Ισραήλ. 6 εάν δε παραγένηται ο Λευίτης εκ μιάς των πόλεων εκ πάντων των υιών Ισρήλ, ου αυτός παροικεί, καθ ‘ ότι επιθυμεί η ψυχή αυτού, εις τον τόπον ον αν εκλέξηται Κύριος. 7 και λειτουργήσει τω ονόματι Κυρίου του Θεού αυτού, ωσπερ πάντες οι αδελφοί αυτού οι Λευίται οι παρεστηκότες εκεί εναντίον Κυρίου του Θεού σου· 8 μερίδα μεμερισμένην φάγεται, πλήν της πράσεως της κατά πατριάν.

 9 Εάν δε εισέλθης εις την γην, ην Κύριος ο Θεός σου δίδωσί σοι, ου μαθήση ποιείν κατά τα βδελύγματα των εθνών εκείνων. 10 ουχ ευρεθήσεται εν σοί περικαθαίρων τον υιόν αυτού ή την θυγατέρα αυτού εν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος και οιωνιζόμενος, 11 φαρμακός επαείδων επαοιδήν, εγγαστρίμυθος και τερατοσκόπος, επερωτών τους νεκρούς. 12 έστι γαρ βδέλυγμα Κυρίω τω Θεω σου πας ποιών ταύτα· ένεκεν γαρ των βδελυγμάτων τούτων Κύριος εξολοθρεύσει αυτούς από προσώπου σου. 13 τέλειος έση εναντίον Κυρίου του Θεού σου· 14 τα γαρ έθνη ταύτα, ους συ κατακληρονομείς αυτούς, ούτοι κληδόνων και μαντειών ακούσονται, σοί δε ουχ ούτως έδωκε Κύριος ο Θεός σου. 15 προφήτην εκ των αδελφών σου ως εμέ αναστήσει σοι Κύριος ο Θεός σου, αυτού ακούσεσθε 16 κατά πάντα, όσα ητήσω παρά Κυρίου του Θεού σου εν Χωρήβ τη ημέρα της εκκλησίας λέγοντες· ου προσθήσομεν ακούσαι την φωνήν Κυρίου του Θεού σου και το πυρ τούτο το μέγα ουκ οψόμεθα έτι, ουδέ μη αποθάνωμεν. 17 και είπε Κύριος προς με· ορθώς πάντα όσα ελάλησαν προς σε· 18 προφήτην αναστήσω αυτοίς εκ των αδελφών αυτών, ωσπερ σε, και δώσω τα ρήματα εν τω στόματι αυτού, και λαλήσει αυτοίς καθ ‘ ότι αν εντείλωμαι αυτω· 19 και ο άνθρωπος, ος εάν μη ακούση όσα αν λαλήση ο προφήτης εκείνος επί τω ονόματί μου, εγώ εκδικήσω εξ αυτού. 20 πλήν ο προφήτης, ος αν ασεβήση λαλήσαι επί τω ονόματί μου ρήμα, ό ου προσέταξα λαλήσαι, και ος αν λαλήση εν ονόματι θεών ετέρων, αποθανείται ο προφήτης εκείνος. 21 εάν δε είπης εν τη καρδία σου· Πως γνωσόμεθα το ρήμα, ό ουκ ελάλησε Κύριος; 22 όσα εάν λαλήση ο προφήτης εκείνος τω ονόματι Κυρίου, και μη γένηται και μη συμβή, τούτο το ρήμα ό ουκ ελάλησε Κύριος· εν ασεβεία ελάλησεν ο προφήτης εκείνος, ουκ εφέξεσθε αυτού.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΕΑΝ δε αφανίση Κύριος ο Θεός σου τα έθνη, α ο Θεός δίδωσί σοι την γην αυτών, και κατακληρονομήσητε αυτούς και κατοικήσετε εν ταις πόλεσιν αυτών και εν τοις οίκοις αυτών, 2 τρεις πόλεις διαστελείς σεαυτω εν μέσω της γης σου, ης Κύριος ο Θεός σου δίδωσί σοι. 3 στόχασαί σοι την οδόν και τριμεριείς τα όρια της γης σου, ην καταμερίζει σοι Κύριος ο Θεός σου, και έσται εκεί καταφυγή παντί φονευτη. 4 τούτο δε έσται το πρόσταγμα του φονευτού, ος αν φύγη εκεί και ζήσεται· ος αν πατάξη τον πλησίον αυτού ουκ ειδώς και ούτος ου μισών αυτόν προ της χθές και τρίτης, 5 και ος εάν εισέλθη μετά του πλησίον εις τον δρυμόν συναγαγείν ξύλα, και εκκρουσθή η χείρ αυτού τη αξίνη κόπτοντος το ξύλον, και εκπεσόν το σιδήριον από του ξύλου τύχη του πλησίον, και αποθάνη, ούτος καταφεύξεται εις μίαν των πόλεων τούτων και ζήσεται, 6 ίνα μη διώξας ο αγχιστεύων του αίματος οπίσω του φονεύσαντος, ότι παρατεθέρμανται τη καρδία, και καταλάβη αυτόν, εάν μακροτέρα ή η οδός, και πατάξη αυτού ψυχήν, και αποθάνη, και τούτω ουκ έστι κρίσις θανάτου, ότι ου μισών ην αυτόν προ της χθές, ουδέ προ της τρίτης. 7 δια τούτο εγώ σοι εντέλλομαι το ρήμα τούτο λέγων· τρεις πόλεις διαστελείς σεαυτω· 8 εάν δε εμπλατύνη Κύριος ο Θεός σου τα όριά σου, ον τρόπον ώμοσε τοις πατράσι σου, και δω σοι Κύριος πάσαν την γην, ην είπε δούναι τοις πατράσι σου, 9 εάν ακούσης ποιείν πάσας τας εντολάς ταύτας, ας εγώ εντέλλομαί σοι σήμερον, αγαπάν Κύριον τον Θεόν σου, πορεύεσθαι εν πάσαις ταις οδοίς αυτού πάσας τας ημέρας, προσθήσεις σεαυτω έτι τρεις πόλεις προς τας τρεις ταύτας, 10 και ουκ εκχυθήσεται αίμα αναίτιον εν τη γη, ή Κύριος ο Θεός σου δίδωσί σοι εν κλήρω, και ουκ έσται εν σοί αίματι ένοχος. 11 εά δε γένηται εν σοί άνθρωπος μισών τον πλησίον και ενεδρεύση αυτόν και επαναστη επ ‘ αυτόν και πατάξη αυτού ψυχήν, και αποθάνη, και φύγη εις μίαν των πόλεων τούτων, 12 και αποστελούσιν η γερουσία της πόλεως αυτού και λήψονται αυτόν εκείθεν και παραδώσουσιν αυτόν εις χείρας των αγχιστευόντων του αίματος, και αποθανείται· 13 ου φείσεται ο οφθαλμός σου επ ‘ αυτω και καθαριείς το αίμα το αναίτιον εξ Ισραήλ, και εύ σοι έσται.

 14 Ου μετακινήσεις όρια του πλησίον, α έστησαν οι πατέρες σου εν τη κληρονομία, ή κατεκληρονομήθης εν τη γη, ην Κύριος ο Θεός σου δίδωσί σοι εν κλήρω.

 15 Ουκ εμμενεί μάρτυς εις μαρτυρήσαι κατά ανθρώπου κατά πάσαν αδικίαν και κατά παν αμάρτημα και κατά πάσαν αμαρτίαν, ην εάν αμάρτη· επί στόματος δύο μαρτύρων και επί στόματος τριών μαρτύρων στήσεται παν ρήμα. 16 εάν δε καταστη μάρτυς άδικος κατά ανθρώπου καταλέγων αυτού ασέβειαν, 17 και στήσονται οι δύο άνθρωποι, οίς εστιν αυτοίς η αντιλογία, έναντι Κυρίου και έναντι των ιερέων και έναντι των κριτών, οί αν ώσιν εν ταις ημέραις εκείναις, 18 και εξετάσωσιν οι κριταί ακριβώς, και ιδού μάρτυς άδικος εμαρτύρησεν άδικα, αντέστη κατά του αδελφού αυτού, 19 και ποιήσετε αυτω ον τρόπον επονηρεύσατο ποιήσαι κατά του αδελφού αυτού, και εξαρείς το πονηρόν εξ υμών αυτών. 20 και οι επίλοιποι ακούσαντες φοβηθήσονται και ου προσθήσουσιν έτι ποιήσαι κατά το ρήμα το πονηρόν τούτο εν υμίν. 21 ου φείσεται ο οφθαλμός σου επ ‘ αυτω· ψυχήν αντί ψυχής, οφθαλμόν αντί οφθαλμού, οδόντα αντί οδόντος, χείρα αντί χειρός, πόδα αντί ποδός.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΕΑΝ δε εξέλθης εις πόλεμον επί τους εχθρούς σου και ίδης ίππον και αναβάτην και λαόν πλείονά σου, ου φοβηθήση απ ‘ αυτών, ότι Κύριος ο Θεός σου μετά σου ο αναβιβάσας σε εκ γης Αιγύπτου. 2 και έσται όταν εγγίσης τω πολέμω, και προσεγγίσας ο ιερεύς λαλήσει τω λαω και ερεί προς αυτούς· 3 άκουε, Ισραήλ· υμείς πορεύεσθε σήμερον εις τον πόλεμον επί τους εχθρούς υμών, μη εκλυέσθω η καρδία υμών, μη φοβείσθε μηδέ θραύεσθε μηδέ εκκλίνετε από προσώπου αυτών, 4 ότι Κύριος ο Θεός υμών ο προπορευόμενος μεθ ‘ υμών συνεκπολεμήσαι υμίν τους εχθρούς υμών, διασώσαι υμάς. 5 και λαλήσουσιν οι γραμματείς προς τον λαόν λέγοντες· τις ο άνθρωπος ο οικοδομήσας οικίαν καινήν και ουκ ενεκαίνισεν αυτήν; πορευέσθω και αποστραφήτω εις την οικίαν αυτού, μη αποθάνη εν τω πολέμω και άνθρωπος έτερος εγκαινιεί αυτήν. 6 και τις ο άνθρωπος, όστις εφύτευσεν αμπελώνα και ουκ ευφράνθη εξ αυτού; πορευέσθω και αποστραφήτω εις την οικίαν αυτού, μη αποθάνη εν τω πολέμω και άνθρωπος έτερος ευφρανθήσεται εξ αυτού. 7 και τις ο άνθρωπος, όστις μεμνήστευται γυναίκα και ουκ έλαβεν αυτήν; πορευέσθω και αποστραφήτω εις την οικίαν αυτού, μη αποθάνη εν τω πολέμω και άνθρωπος έτερος λήψεται αυτήν. 8 και προσθήσουσιν οι γραμματείς λαλήσαι προς τον λαόν και ερούσι· τις ο άνθρωπος ο φοβούμενος και δειλός τη καρδία; πορευέσθω και αποστραφήτω εις την οικίαν αυτού, ίνα μη δειλιάνη την καρδίαν του αδελφού αυτού ωσπερ η αυτού. 9 και έσται όταν παύσωνται οι γραμματείς λαλούντες προς τον λαόν, και καταστήσουσιν άρχοντας της στρατιάς προηγουμένους του λαού.

 10 Εάν δε προσέλθης προς πόλιν εκπολεμήσαι αυτούς, και εκκαλέσαι αυτούς μετ ‘ ειρήνης· 11 εάν μεν ειρηνικά αποκριθώσί σοι και ανοίξωσί σοι, έσται πας ο λαός οι ευρεθέντες εν αυτη έσονταί σοι φορολόγητοι και υπήκοοί σου· 12 εάν δε μη υπακούσωσί σοι και ποιώσι προς σε πόλεμον, περικαθαριείς αυτήν, 13 έως αν παραδω σοι αυτήν Κύριος ο Θεός σου εις τας χείράς σου, και πατάξεις παν αρσενικόν αυτής εν φόνω μαχαίρας, 14 πλήν των γυναικών και της αποσκευής και πάντα τα κτήνη και πάντα, όσα αν υπάρχη εν τη πόλει, και πάσαν την απαρτίαν προνομεύσεις σεαυτω και φαγή πάσαν την προνομήν των εχθρών σου, ων Κύριος ο Θεός σου δίδωσί σοι. 15 ούτω ποιήσεις πάσας τας πόλεις τας μακράν ούσας σου σφόδρα, αι ουχί εκ των πόλεων των εθνών τούτων, ων Κύριος ο Θεός σου δίδωσί σοι κληρονομείν την γην αυτών. 16 ιδού δε από των πόλεων των εθνών τούτων, ων ο Κύριος ο Θεός σου δίδωσί σοι κληρονομείν την γην αυτών, ου ζωγρήσετε απ ‘ αυτών παν εμπνέον, 17 αλλ ‘ ή αναθέματι αναθεματιείτε αυτούς, τον Χετταίον και Αμορραίον και Χαναναίον και Φερεζαίον και Ευαίον και Ιεβουσαίον και Γεργεσαίον, ον τρόπον ενετείλατό σοι Κύριος ο Θεός σου, 18 ίνα μη διδάξωσι ποιείν υμάς πάντα τα βδελύγματα αυτών, όσα εποίησαν τοις θεοίς αυτών, και αμαρτήσεσθε εναντίον Κυρίου του Θεού υμών.

 19 Εάν δε περικαθήσης περί πόλιν μίαν ημέρας πλείους εκπολεμήσαι αυτήν εις κατάληψιν αυτής, ουκ εξολοθρεύσεις τα δένδρα αυτής επιβαλείν επ ‘ αυτά σίδηρον, αλλ ‘ ή απ ‘ αυτού φαγή, αυτό δε ουκ εκκόψεις. μη άνθρωπος το ξύλον το εν τω αγρω εισελθείν από προσώπου σου εις τον χάρακα; 20 αλλά ξύλον, ό επίστασαι ότι ου καρπόβρωτόν εστι, τούτο ολοθρεύσεις και εκκόψεις και οικοδομήσεις χαράκωσιν επί την πόλιν, ήτις ποιεί προς σε τον πόλεμον, έως αν παραδοθή.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΕΑΝ δε ευρεθή τραυματίας εν τη γη, ή Κύριος ο Θεός σου δίδωσί σοι κληρονομήσαι, πεπτωκώς εν τω πεδίω και ουκ οίδασι τον πατάξαντα, 2 εξελεύσεται η γερουσία σου και οι κριταί σου και εκμετρήσουσιν επί τας πόλεις τας κύκλω του τραυματίου, 3 και έσται η πόλις η εγγίζουσα τω τραυματία και λήψεται η γερουσία της πόλεως εκείνης δάμαλιν εκ βοών, ήτις ουκ είργασται, και ήτις ουχ είλκυσε ζυγόν, 4 και καταβιβάσουσιν η γερουσία της πόλεως εκείνης δάμαλιν εις φάραγγα τραχείαν, ήτις ουκ είργασται ουδέ σπείρεται, και νευροκοπήσουσι την δάμαλιν εν τη φάραγγι. 5 και προσελεύσονται οι ιερείς οι Λευίται, ότι αυτούς επέλεξε Κύριος ο Θεός παρεστηκέναι αυτω και ευλογείν επί τω ονόματι αυτού, και επί τω στόματι αυτών έσται πάσα αντιλογία και πάσα αφή. 6 και πάσα η γερουσία της πόλεως εκείνης οι εγγίζοντες τω τραυματία νίψονται τας χείρας επί την κεφαλήν της δαμάλεως της νενευροκοπημένης εν τη φάραγγι 7 και αποκριθέντες ερούσιν· αι χείρες ημών ουκ εξέχεαν το

 αίμα τούτο, και οι οφθαλμοί ημών ουχ εωράκασιν· 8 ίλεως γενού τω λαω σου Ισραήλ, ους ελυτρώσω, Κύριε, ίνα μη γένηται αίμα αναίτιον εν τω λαω σου Ισραήλ. και εξιλασθήσεται αυτοίς το αίμα. 9 συ δε εξαρείς το αίμα· το αναίτιον εξ υμών αυτών, εάν ποιήσης το καλόν και το αρεστόν έναντι Κυρίου του Θεού σου.

 10 Εάν δε εξελθών εις πόλεμον επί τους εχθρούς σου και παραδω σοι Κύριος ο Θεός σου εις τας χείράς σου και προνομεύσης την προνομήν αυτών 11 και ίδης εν τη προνομή γυναίκα καλήν τω είδει και ενθυμηθής αυτής και λάβης αυτήν σεαυτω γυναίκα 12 και εισάξης αυτήν ένδον εις την οικίαν σου, και ξυρήσεις την κεφαλήν αυτής και περιονυχιείς αυτήν 13 και περιελείς τα ιμάτια της αιχμαλωσίας απ ‘ αυτής και καθιείται εν τη οικία σου και κλαύσεται τον πατέρα και την μητέρα μηνός ημέρας, και μετά ταύτα εισελεύση προς αυτήν και συνοικισθήση αυτη, και έσται σου γυνή. 14 και έσται εάν μη θέλης αυτήν, εξαποστελείς αυτήν ελευθέραν και πράσει ου πραθήσεται αργυρίου· ουκ αθετήσεις αυτήν, διότι εταπείνωσας αυτήν.

 15 Εάν δε γένωνται ανθρώπω δύο γυναίκες, μία αυτών ηγαπημένη και μία αυτών μισουμένη, και τέκωσιν αυτω η ηγαπημένη και η μισουμένη και γένηται υιος πρωτότοκος της μισουμένης, 16 και έσται ή αν ημέρα κατακληρονομή τοις υιοίς αυτού τα υπάρχοντα αυτού, ου δυνήσεται πρωτοτοκεύσαι τω υιω της ηγαπημένης, υπεριδών τον υιόν της μισουμένης τον πρωτότοκον, 17 αλλά τον πρωτότοκον υιόν της μισουμένης επιγνώσεται δούναι αυτω διπλά από πάντων, ων αν ευρεθή αυτω, ότι ούτός εστιν αρχή τέκνων αυτού, και τούτω καθήκει τα πρωτοτοκεία.

 18 Εάν δε τινι ή υιος απειθής και ερεθιστής, ουχ υπακούων φωνήν πατρός και φωνήν μητρός, και παιδεύωσιν αυτόν και μη εισακούη αυτών, 19 και συλλαβόντες αυτόν ο πατήρ αυτού και η μήτηρ αυτού και εξάξουσιν αυτόν επί την γερουσίαν της πόλεως αυτού και επί την πύλην του τόπου 20 και ερούσι τοις ανδράσι της πόλεως αυτών· ο υιος ημών ούτος απειθεί και ερεθίζει, ουχ υπακούει της φωνής ημών, συμβολοκοπών οινοφλυγεί· 21 και λιθοβολήσουσιν αυτόν οι άνδρες της πόλεως αυτού εν λίθοις, και αποθανείται· και εξαρείς τον πονηρόν εξ υμών αυτών, και οι επίλοιποι ακούσαντες φοβηθήσονται.

 22 Εάν δε γένηται εν τινι αμαρτία κρίμα θανάτου και αποθάνη και κρεμάσητε αυτόν επί ξύλου, 23 ου κοιμηθήσεται το σώμα αυτού επί του ξύλου, αλλά ταφή θάψετε αυτό εν τη ημέρα εκείνη, ότι κεκατηραμένος υπό Θεού πας κρεμάμενος επί ξύλου· και ου μη μιανείτε την γην, ην Κύριος ο Θεός σου δίδωσί σοι εν κλήρω.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΜΗ ιδών τον μόσχον του αδελφού σου ή το πρόβατον αυτού πλανώμενα εν τη οδω υπερίδης αυτά· αποστροφή αποστρέψεις αυτά τω αδελφω σου, και αποδώσεις αυτω. 2 εάν δε μη εγγίζη ο αδελφός σου προς σε μηδέ επίστη αυτόν, συνάξεις αυτά ένδον εις την οικίαν σου, και έσται μετά σου, έως αν ζητήση αυτά ο αδελφός σου, και αποδώσεις αυτω. 3 ούτω ποιήσεις τον όνον αυτού και ούτω ποιήσεις το ιμάτιον αυτού και ούτω ποιήσεις κατά πάσαν απώλειαν του αδελφού σου, όσα εάν απολήται παρ ‘ αυτού και εύρης· ου δυνήση υπεριδείν. 4 ουκ όψη τον όνον του αδελφού σου ή τον μόσχον αυτού πεπτωκότας εν τη οδω, μη υπερίδης αυτούς· ανιστών αναστήσεις μετ ‘ αυτού.

 5 Ουκ έσται σκεύη ανδρός επί γυναικί, ουδέ μη ενδύσηται ανήρ στολήν γυναικείαν, ότι βδέλυγμα Κυρίω τω Θεω σου εστι πας ποιών ταύτα.

 6 Εάν δε συναντήσης νοσσιά ορνέων προ προσώπου σου εν τη οδω ή επί παντί δένδρω ή επί της γης, νεοσσοίς ή ωοίς, και η μήτηρ θάλπη επί των νεοσσών ή επί των ωών, ου λήψη την μητέρα μετά των τέκνων· 7 αποστολή αποστελείς την μητέρα, τα δε παιδία λήψη σεαυτω, ίνα εύ σοι γένηται και πολυήμερος γένη.

 8 Εάν δε οικοδομήσης οικίαν καινήν, και ποιήσεις στεφάνην τω δώματί σου· και ου ποιήσεις φόνον εν τη οικία σου, εάν πέση ο πεσών απ ‘ αυτού.

 9 Ου κατασπερείς τον αμπελώνά σου διάφορον, ίνα μη αγιασθή το γένημα και το σπέρμα, ό εάν σπείρης μετά του γενήματος του αμπελώνός σου. 10 ουκ αροτριάσεις εν μόσχω και όνω επί το αυτό. 11 ουκ ενδύση κίβδηλον, έρια και λίνον, εν τω αυτω.

 12 Στρεπτά ποιήσεις σεαυτω επί των τεσσάρων κρασπέυδων των περιβολαίων σου, α εάν περιβάλη εν αυτοίς.

 13 Εάν δε τις λάβη γυναίκα και συνοικήση αυτη και μισήση αυτήν 14 και επιθή αυτη προφασιστικούς λόγους και κατενέγκη αυτής όνομα πονηρόν και λέγη· την γυναίκα ταύτην είληφα και προσελθών αυτη ουκ εύρηκα αυτής τα παρθένια, 15 και λαβών ο πατήρ της παιδός και η μήτηρ εξοίσουσι τα παρθένια της παιδός προς την γερουσίαν επί την πύλην, 16 και ερεί ο πατήρ της παιδός τη γερουσία· την θυγατέρα μου ταύτην δέδωκα τω ανθρώπω τούτω γυναίκα, και μισήσας αυτήν 17 νυν ούτος επιτίθησιν αυτη προφασιστικούς λόγους λέγων· ουχ εύρηκα τη θυγατρί σου παρθένια, και ταύτα τα παρθένια της θυγατρός μου· και αναπτύξουσι το ιμάτιον εναντίον της γερουσίας της πόλεως. 18 και λήψεται η γερουσία της πόλεως εκείνης τον άνθρωπον εκείνον και παιδεύσουσιν αυτόν 19 και ζημιώσουσιν αυτόν εκατόν σίκλους και δώσουσι τω πατρί της νεάνιδος, ότι εξήνεγκεν όνομα πονηρόν επί παρθένον Ισραηλίτιν· και αυτού έσται γυνή, ου δυνήσεται εξαποστείλαι αυτήν τον άπαντα χρόνον. 20 εάν δε επ ‘ αληθείας γένηται ο λόγος ούτος και μη ευρεθή παρθένια τη νεάνιδι, 21 και εξάξουσι την νεάνιν επί τας θύρας του οίκου του πατρός αυτής, και λιθοβολήσουσιν αυτήν εν λίθοις, και αποθανείται, ότι εποίησεν αφροσύνην εν υιοίς Ισραήλ εκπορνεύσαι τον οίκον του πατρός αυτής· και εξαρείς τον πονηρόν εξ υμών αυτών.

 22 Εάν δε ευρεθή άνθρωπος κοιμώμενος μετά γυναικός συνωκισμένης ανδρί, αποκτενείτε αμφοτέρους, τον άνδρα τον κοιμώμενον μετά της γυναικός και την γυναίκα· και εξαρείς τον πονηρόν εξ Ισραήλ.

 23 Εάν δε γένηται παις παρθένος μεμνηστευμένη ανδρί και ευρών αυτήν άνθρωπος εν πόλει κοιμηθή μετ ‘ αυτής, 24 εξάξετε αμφοτέρους επί την πύλην της πόλεως αυτών και λιθοβοληθήσονται εν λίθοις και αποθανούνται· την νεάνιν, ότι ουκ εβόησεν εν τη πόλει, και τον άνθρωπον, ότι εταπείνωσε την γυναίκα του πλησίον· και εξαρείς τον πονηρόν εξ υμών αυτών. 25 εάν δε εν πεδίω εύρη άνθρωπος την παίδα την μεμνηστευμένην και βιασάμενος κοιμηθή μετ ‘ αυτής, αποκτενείτε τον κοιμώμεμον μετ ‘ αυτής μόνον 26 και τη νεάνιδι ου ποιήσετε ουδέν· ουκ έστιν αμάρτημα θανάτου, ότι ως ει τις επαναστη άνθρωπος επί τον πλησίον και φονεύση αυτού ψυχήν, ούτω το πράγμα τούτο, 27 ότι εν τω αγρω εύρεν αυτήν, εβόησεν η νεάνις η μεμνηστευμένη, και ουκ ην ο βοηθήσων αυτη.

 28 Εάν δε τις εύρη την παίδα την παρθένον, ήτις ου μεμνήστευται, και βιασάμενος κοιμηθή μετ ‘ αυτής και ευρεθή, 29 δώσει ο άνθρωπος ο κοιμηθείς μετ ‘ αυτής τω πατρί της νεάνιδος πεντήκοντα δίδραχμα αργυρίου, και αυτού έσται γυνή, ανθ ‘ ων εταπείνωσεν αυτήν· ου δυνήσεται εξαποστείλαι αυτήν τον άπαντα χρόνον.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 ΟΥ λήψεται άνθρωπος την γυναίκα του πατρός αυτού και ουκ αποκαλύψει συγκάλυμμα του πατρός αυτού.

 2 Ουκ εισελεύσεται θλαδίας ουδέ αποκεκομμένος εις την εκκλησίαν Κυρίου. 3 ουκ εισελεύσεται εκ πόρνης εις εκκλησίαν Κυρίου. 4 ουκ εισελεύσεται Αμμανίτης και Μωαβίτης εις εκκλησίαν Κυρίου· και έως δεκάτης γενεάς ουκ εισελεύσεται εις την εκκλησίαν Κυρίου και έως εις τον αιώνα, 5 παρά το μη συναντήσαι αυτούς υμίν μετά άρτων και ύδατος εν τη οδω, εκπορευομένων υμών εξ Αιγύπτου, και ότι εμισθώσαντο επί σε τον Βαλαάμ υιόν Βεώρ εκ της Μεσοποταμίας καταράσθαί σε· 6 και ουκ ηθέλησε Κύριος ο Θεός σου εισακούσαι του Βαλαάμ, και μετέστρεψε Κύριος ο Θεός σου τας κατάρας εις ευλογίαν, ότι ηγάπησέ σε Κύριος ο Θεός σου. 7 ου προσαγορεύσεις ειρηνικά αυτοίς και συμφέροντα αυτοίς πάσας τας ημέρας σου εις τον αιώνα. 8 ου βδελύξη Ιδουμαίον, ότι αδελφός σου εστιν· ου βδελύξη Αιγύπτιον, ότι πάροικος εγένου εν τη γη αυτού· 9 υιοί εάν γεννηθώσιν αυτοίς, γενεά τρίτη εισελεύσονται εις εκκλησίαν Κυρίου.

 10 Εάν δε εξέλθης παρεμβαλείν επί τους εχθρούς σου, και φυλάξη από παντός ρήματος πονηρού. 11 εάν ή εν σοί άνθρωπος, ος ουκ έσται καθαρός εκ ρύσεως αυτού νυκτός, και εξελεύσεται έξω της παρεμβολής και ουκ εισελεύσεται εις την παρεμβολήν· 12 και έσται το προς εσπέραν λούσεται το σώμα αυτού ύδατι και δεδυκότος ηλίου εισελεύσεται εις την παρεμβολήν. 13 και τόπος έσται σοι έξω της παρεμβολής, και εξελεύση εκεί έξω· 14 και πάσσαλος έσται σοι επί της ζώνης σου, και έσται όταν διακαθιζάνης έξω, και ορύξεις εν αυτω και επαγαγών καλύψεις την ασχημοσύνην σου εν αυτω· 15 ότι Κύριος ο Θεός σου εμπεριπατεί εν τη παρεμβολή σου εξελέσθαι σε και παραδούναι τον εχθρόν σου προ προσώπου σου, και έσται η παρεμβολή σου αγία, και ουκ οφθήσεται εν σοί ασχημοσύνη πράγματος και αποστρέψει από σου.

 16 Ου παραδώσεις παίδα τω κυρίω αυτού, ος προστέθειταί σοι παρά του κυρίου αυτού· 17 μετά σου κατοικήσει, εν υμίν κατοικήσει ου αν αρέση αυτω, ου θλίψεις αυτόν.

 18 Ουκ έσται πόρνη από θυγατέρων Ισραήλ, και ουκ έσται πορνεύων από υιών Ισραήλ· ουκ έσται τελεσφόρος από θυγατέρων Ισραήλ, και ουκ έσται τελεισκόμενος από υιών Ισραήλ. 19 ου προσοίσεις μίσθωμα πόρνης ουδέ άλλαγμα κυνός εις τον οίκον Κυρίου του Θεού σου προς πάσαν ευχήν, ότι βδέλυγμα Κυρίω τω Θεω σου εστι και αμφότερα.

 20 Ουκ εκτοκιείς τω αδελφω σου τόκον αργυρίου και τόκον βρωμάτων και τόκον παντός πράγματος, ου εάν εκδανείσης. 21 τω αλλοτρίω εκτοκιείς, τω δε αδελφω σου ουκ εκτοκιείς, ίνα ευλογήση σε Κύριος ο Θεός σου εν πάσι τοις έργοις σου επί της γης, εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν.

 22 Εάν δε εύξη ευχήν Κυρίω τω Θεω σου, ου χρονιείς αποδούναι αυτήν, ότι εκζητών εκζητήσει Κύριος ο Θεός σου παρά σου, και έσται εν σοί αμαρτία· 23 εάν δε μη θέλης εύξασθαι, ουκ έστιν εν σοί αμαρτία. 24 τα εκπορευόμενα δια των χειλέων σου φυλάξη και ποιήσεις ον τρόπον ηύξω Κυρίω τω Θεω σου δόμα, ό ελάλησας τω στόματί σου.

 25 Εάν δε εισέλθης εις αμητόν του πλησίον σου, και συλλέξης εν ταις χερσί σου στάχυς και δρέπανον ου μη επιβάλης επ ‘ αμητόν του πλησίον σου. 26 εάν δε εισέλθης εις τον αμπελώνα του πλησίον σου, φαγή σταφυλήν όσον ψυχήν σου εμπλησθήναι, εις δε άγγος ουκ εμβαλείς.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΕΑΝ δε τις λάβη γυναίκα και συνοικήση αυτη, και έσται εάν μη εύρη χάριν εναντίον αυτού, ότι εύρεν εν αυτη άσχημον πράγμα, και γράψει αυτη βιβλίον αποστασίου και δώσει εις τας χείρας αυτής και εξαποστελεί αυτήν εκ της οικίας αυτού, 2 και απελθούσα γένηται ανδρί ετέρω, 3 και μισήση αυτήν ο ανήρ ο έσχατος και γράψει αυτη βιβλίον αποστασίου και δώσει εις τας χείρας αυτής και εξαποστελεί αυτήν εκ της οικίας αυτού, ή αποθάνη ο ανήρ ο έσχατος, ος έλαβεν αυτήν εαυτω γυναίκα, 4 ου δυνήσεται ο ανήρ ο πρότερος ο εξαποστείλας αυτήν επαναστρέψας λαβείν αυτήν εαυτω γυναίκα, μετά το μιανθήναι αυτήν, ότι βδέλυγμά εστιν εναντίον Κυρίου του Θεού σου· και ου μιανείτε την γην, ην Κύριος ο Θεός σου δίδωσί σοι εν κλήρω.

 5 Εάν δε τις λάβη γυναίκα προσφάτως, ουκ εξελεύσεται εις πόλεμον, και ουκ επιβληθήσεται αυτω ουδέν πράγμα· αθωος έσται εν τη οικία αυτού ενιαυτόν ένα, ευφρανεί την γυναίκα αυτού, ην έλαβεν.

 6 Ουκ ενεχυράσεις μύλον, ουδέ επιμύλιον, ότι ψυχήν ούτος ενεχυράζει.

 7 Εάν δε αλω άνθρωπος κλέπτων ψυχήν εκ των αδελφών αυτού των υιών Ισραήλ και καταδυναστεύσας αυτόν αποδώται, αποθανείται ο κλέπτης εκείνος· και εξαρείς τον πονηρόν εξ υμών αυτών.

 8 Πρόσεχε σαυτω εν τη αφή της λέπρας· φυλάξη σφόδρα ποιείν κατά πάντα τον νόμον, ον αν αναγγείλωσιν υμίν οι ιερείς οι Λευίται· ον τρόπον ενετειλάμην υμίν, φυλάξασθε ποιείν. 9 μνήσθητι όσα εποίησε Κύριος ο Θεός σου τη Μαριάμ εν τη οδω, εκπορευομένων υμών εξ Αιγύπτου.

 10 Εάν οφείλημα ή εν τω πλησίον σου, οφείλημα οτιούν, ουκ εισελεύση εις την οικίαν αυτού ενεχυράσαι το ενέχυρον αυτού· 11 έξω στήση, και ο άνθρωπος ου το δάνειόν σου εστιν εν αυτω, εξοίσει σοι το ενέχυρον έξω. 12 εάν δε ο άνθρωπος πένηται, ου κοιμηθήση εν τω ενεχύρω αυτού· 13 αποδόσει αποδώσεις το ενέχυρον αυτού προς δυσμάς ηλίου, και κοιμηθήσεται εν τω ιματίω αυτού και ευλογήσει σε, και έσται σοι ελεημοσύνη εναντίον Κυρίου του Θεού σου.

 14 Ουκ απαδικήσεις μισθόν πένητος και ενδεούς εκ των αδελφών σου ή εκ των προσηλύτων των εν ταις πόλεσί σου· 15 αυθημερόν αποδώσεις τον μισθόν αυτού, ουκ επιδύσεται ο ήλιος επ ‘ αυτω, ότι πένης εστί και εν αυτω έχει την ελπίδα· και καταβοήσεται κατά σου προς Κύριον, και έσται εν σοί αμαρτία.

 16 Ουκ αποθανούνται πατέρες υπέρ τέκνων, και οι υιοί ουκ αποθανούνται υπέρ πατέρων· έκαστος εν τη εαυτού αμαρτία αποθανείται.

 17 Ουκ εκκλινείς κρίσιν προσηλύτου και ορφανού και χήρας, ουκ ενεχυράσεις ιμάτιον χήρας· 18 και μνησθήση ότι οικέτης ήσθα εν γη Αιγύπτω και ελυτρώσατό σε Κύριος ο Θεός σου εκείθεν· δια τούτο εγώ σοι εντέλλομαι ποιείν το ρήμα τούτο.

 19 Εάν δε αμήσης αμητόν εν τω αγρω σου και επιλάθη δράγμα εν τω αγρω σου, ουκ αναστραφήση λαβείν αυτό· τω προσηλύτω και τω ορφανω και τη χήρα έσται, ίνα ευλογήση σε Κύριος ο Θεός σου εν πάσι τοις έργοις των χειρών σου. 20 εάν δε ελαιολογής, ουκ επαναστρέψεις καλαμήσασθαι τα οπίσω σου· τω προσηλύτω και τω ορφανω και τη χήρα έσται και μνησθήση ότι οικέτης ήσθα εν γη Αιγύπτω, δια τούτο εγώ σοι εντέλλομαι ποιείν το ρήμα τούτο. 21 εάν δε τρυγήσης τον αμπελώνά σου, ουκ επανατρυγήσεις αυτόν τα οπίσω σου· τω προσηλύτω και τω ορφανω και τη χήρα έσται· 22 και μνησθήση ότι οικέτης ήσθα εν γη Αιγύπτω, δια τούτο εγώ σοι εντέλλομαι ποιείν το ρήμα τούτο.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΕ

 1 ΕΑΝ δε γένηται αντιλογία ανά μέσον ανθρώπων και προσέλθωσιν εις κρίσιν και κρίνωσι και δικαιώσωσι το δίκαιον και καταγνώσι του ασεβούς, 2 και έσται εάν άξιος ή πληγών ο ασεβών, καθιείς αυτόν έναντι των κριτών και μαστιγώσουσιν αυτόν εναντίον αυτών κατά την ασέβειαν αυτού. 3 αριθμω τεσσαράκοντα μαστιγώσουσιν αυτόν, ου προσθήσουσιν· εάν δε προσθής μαστιγώσαι υπέρ ταύτας τας πληγάς πλείους, ασχημονήσει ο αδελφός σου εναντίον σου.

 4 Ου φιμώσεις βούν αλοώντα.

 5 Εάν δε κατοικώσιν αδελφοί επί το αυτό και αποθάνη εις εξ αυτών, σπέρμα δε μη ή αυτω, ουκ έσται η γυνή του τεθνηκότος έξω ανδρί μη εγγίζοντι· ο αδελφός του ανδρός αυτής εισελεύσεται προς αυτήν και λήψεται αυτήν εαυτω γυναίκα και συνοικήσει αυτη. 6 και έσται το παιδίον, ό εάν τέκη, κατασταθήσεται εκ του ονόματος του τετελευτηκότος, και ουκ εξαλειφθήσεται το όνομα αυτού εξ Ισραήλ. 7 εάν δε μη βούληται ο άνθρωπος λαβείν την γυναίκα του αδελφού αυτού, και αναβήσεται η γυνή επί την πύλην επί την γερουσίαν και ερεί· ου θέλει ο αδελφός του ανδρός μου αναστήσαι το όνομα του αδελφού αυτού εν Ισραήλ, ουκ ηθέλησεν ο αδελφός του ανδρός μου. 8 και καλέσουσιν αυτόν η γερουσία της πόλεως αυτού και ερούσιν αυτω, και στάς είπη· ου βούλομαι λαβείν αυτήν· 9 και προσελθούσα η γυνή του αδελφού αυτού έναντι της γερουσίας και υπολύσει το υπόδημα αυτού το εν από του ποδός αυτού και εμπτύσεται κατά πρόσωπον αυτού και αποκριθείσα ερεί· ούτω ποιήσουσι τω ανθρώπω, ος ουκ οικοδομήσει τον οίκον του αδελφού αυτού εν Ισραήλ· 10 και κληθήσεται το όνομα αυτού εν Ισραήλ Οίκος του υπολυθέντος το υπόδημα.

 11 Εάν δε μάχωνται άνθρωποι επί το αυτό, άνθρωπος μετά του αδελφού αυτού, και προσέλθη η γυνή ενός αυτών εξελέσθαι τον άνδρα αυτής εκ χειρός του τύπτοντος αυτόν και εκτείνασα την χείρα επιλάβηται των διδύμων αυτού, 12 αποκόψεις την χείρα αυτής· ου φείσεται ο οφθαλμός σου επ ‘ αυτη.

 13 Ουκ έσται εν τω μαρσίππω σου στάθμιον και στάθμιον, μέγα ή μικρόν· 14 ουκ έσται εν τη οικία σου μέτρον και μέτρον, μέγα ή μικρόν· 15 στάθμιον αληθινόν και δίκαιον έσται σοι, και μέτρον αληθινόν και δίκαιον έσται σοι, ίνα πολυήμερος γένη επί της γης, ης Κύριος ο Θεός σου δίδωσί σοι εν κλήρω· 16 ότι βδέλυγμα Κυρίω τω Θεω σου πας ποιών ταύτα, πας ποιών άδικον.

 17 Μνήσθητι όσα εποίησέ σοι Αμαλήκ εν τη οδω εκπορευομένου σου εκ γης Αιγύπτου, 18 Πως αντέστη σοι εν τη οδω, και έκοψέ σου την ουραγίαν, τους κοπιώντας οπίσω σου, συ δε επείνας και εκοπίας, και ουκ εφοβήθη τον Θεόν. 19 και έσται ηνίκα εάν καταπαύση σε Κύριος ο Θεός σου από πάντων των εχθρών σου των κύκλω σου εν τη γη, ή Κύριος ο Θεός σου δίδωσί σοι κληρονομήσαι, εξαλείψεις το όνομα Αμαλήκ εκ της υπό τον ουρανόν και ου μη επιλάθη.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ

 1 ΚΑΙ έσται εάν εισέλθης εις την γην, ην Κύριος ο Θεός σου δίδωσί σοι κληρονομήσαι, και κατακληρονομήσης αυτήν και κατοικήσης επ ‘ αυτής, 2 και λήψη από της απαρχής των καρπών της γης σου, ης Κύριος ο Θεός σου δίδωσί σοι, και εμβαλείς εις κάρταλλον και πορεύση εις τον τόπον, ον αν εκλέξηται Κύριος ο Θεός σου επικληθήναι το όνομα αυτού εκεί, 3 και ελεύση προς τον ιερέα, ος έσται εν ταις ημέραις εκείναις, και ερείς προς αυτόν· αναγγέλλω σήμερον Κυρίω τω Θεω μου ότι εισελήλυθα εις την γην, ην ώμοσε Κύριος τοις πατράσιν ημών δούναι ημίν. 4 και λήψεται ο ιερεύς τον κάρταλλον εκ των χειρών σου και θήσει αυτόν

απέναντι του θυσιαστηρίου Κυρίου του Θεού σου, 5 και αποκριθείς ερείς έναντι Κυρίου του Θεού σου· Συρίαν απέβαλεν ο πατήρ μου και κατέβη εις Αίγυπτον και παρώκησεν εκεί εν αριθμω βραχεί και εγένετο εκεί εις έθνος μέγα και πλήθος πολύ· 6 και εκάκωσαν ημάς οι Αιγύπτιοι και εταπείνωσαν ημάς και επέθηκαν ημίν έργα σκληρά· 7 και ανεβοήσαμεν προς Κύριον τον Θεόν ημών, και εισήκουσε Κύριος της φωνής ημών και είδε την ταπείνωσιν ημών και τον μόχθον ημών και τον θλιμμόν ημών· 8 και εξήγαγεν ημάς Κύριος εξ Αιγύπτου αυτός εν ισχύϊ αυτού τη μεγάλη και εν χειρί κραταιά και βραχίονι υψηλω και εν οράμασι μεγάλοις και εν σημείοις και εν τέρασι 9 και εισήγαγεν ημάς εις τον τόπον τούτον και έδωκεν ημίν την γην ταύτην, γην ρέουσαν γάλα και μέλι· 10 και νυν ιδού ενήνοχα την απαρχήν των γενημάτων της γης, ης έδωκάς μοι, Κύριε, γην ρέουσαν γάλα και μέλι. και αφήσεις αυτά απέναντι Κυρίου του Θεού σου και προσκυνήσεις έναντι Κυρίου του Θεού σου· 11 και ευφρανθήση εν πάσι τοις αγαθοίς, οίς έδωκέ σοι Κύριος ο Θεός σου, και η οικία σου και ο Λευίτης και ο προσήλυτος ο εν σοί.

 12 Εάν δε συντελέσης αποδεκατώσαι παν το επιδέκατον των γενημάτων σου εν τω έτει τω τρίτω, το δεύτερον επιδέκατον δώσεις τω Λευίτη και τω προσηλύτω και τω ορφανω και τη χήρα, και φάγονται εν ταις πόλεσί σου και ευφρανθήσονται. 13 και ερείς έναντι Κυρίου του Θεού σου· εξεκάθαρα τα άγια εκ της οικίας μου και έδωκα αυτά τω Λευίτη και τω προσηλύτω και τω ορφανω και τη χήρα κατά πάσας τας εντολάς, ας ενετείλω μοι, ου παρήλθον την εντολήν σου και ουκ επελαθόμην· 14 και ουκ έφαγον εν οδύνη μου απ ‘ αυτών, ουκ εκάρπωσα απ ‘ αυτών εις ακάθαρτον, ουκ έδωκα απ ‘ αυτών τω τεθνηκότι· υπήκουσα της φωνής Κυρίου του Θεού ημών, εποίησα καθά ενετείλω μοι. 15 κάτιδε εκ του οίκου του αγίου σου εκ του ουρανού και ευλόγησον τον λαόν σου τον Ισραήλ και την γην, ην έδωκας αυτοίς, καθά ώμοσας τοις πατράσιν ημών δούναι ημίν γην ρέουσαν γάλα και μέλι.

 16 Εν τη ημέρα ταύτη Κύριος ο Θεός σου ενετείλατό σοι ποιήσαι πάντα τα δικαιώματα και τα κρίματα, και φυλάξεσθε και ποιήσετε αυτά εξ όλης της καρδίας υμών και εξ όλης της ψυχής υμών. 17 τον Θεόν είλου σήμερον είναί σου Θεόν και πορεύεσθαι εν πάσαις ταις οδοίς αυτού και φυλάσσεσθαι τα δικαιώματα και τα κρίματα και υπακούειν της φωνής αυτού. 18 και Κύριος είλατό σε σήμερον γενέσθαι σε αυτω λαόν περιούσιον, καθάπερ είπέ σοι, φυλάττειν τας εντολάς αυτού 19 και είναί σε υπεράνω πάντων των εθνών, ως εποίησέ σε ονομαστόν και καύχημα και δοξαστόν, είναί σε λαόν άγιον Κυρίω τω Θεω σου, καθώς ελάλησε.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ ΚΖ

 1 ΚΑΙ προσέταξε Μωυσής και η γερουσία Ισραήλ λέγων· φυλάσσεσθε πάσας τας εντολάς ταύτας, όσας εγώ εντέλλομαι υμίν σήμερον. 2 και έσται ή αν ημέρα διαβήτε τον Ιορδάνην εις την γην, ην Κύριος ο Θεός σου δίδωσί σοι, και στήσεις σεαυτω λίθους μεγάλους και κονιάσεις αυτούς κονία 3 και γράψεις επί των λίθων τούτων πάντας τους λόγους του νόμου τούτου, ως αν διαβήτε τον Ιορδάνην, ηνίκα αν εισέλθητε εις την γην, ην Κύριος ο Θεός των πατέρων σου δίδωσί σοι, γην ρέουσαν γάλα και μέλι, ον τρόπον είπε Κύριος ο Θεός των πατέρων σου σοι· 4 και έσται ως αν διαβήτε τον Ιορδάνην, στήσετε τους λίθους τούτους, ους εγώ εντέλλομαί σοι σήμερον, εν όρει Γαιβάλ και κονιάσεις αυτούς κονία. 5 και οικοδομήσεις εκεί θυσιαστήριον Κυρίω τω Θεω σου, θυσιαστήριον εκ λίθων, ουκ επιβαλείς επ ‘ αυτό σίδηρον· 6 λίθους ολοκλήρους οικοδομήσεις θυσιαστήριον Κυρίω τω Θεω σου και ανοίσεις επ ‘ αυτό ολοκαυτώματα Κυρίω τω Θεω σου 7 και θύσεις εκεί θυσίαν σωτηρίου και φαγή και εμπλησθήση και ευφρανθήση έναντι Κυρίου του Θεού σου. 8 και γράψεις επί των λίθων πάντα τον νόμον τούτον σαφώς σφόδρα.

 9 Και ελάλησε Μωυσής και οι ιερείς οι Λευίται παντί Ισραήλ λέγοντες· σιώπα και άκουε, Ισραήλ· εν τη ημέρα ταύτη γέγονας εις λαόν Κυρίω τω Θεω σου· 10 και εισακούση της φωνής Κυρίου του Θεού σου και ποιήσεις πάσας τας εντολάς αυτού και τα δικαιώματα αυτού, όσα εγώ εντέλλομαί σοι σήμερον. 11 Και ενετείλατο Μωυσής τω λαω εν τη ημέρα εκείνη λέγων· 12 ούτοι στήσονται ευλογείν τον λαόν εν όρει Γαριζίν διαβάντες τον Ιορδάνην· Συμεών, Λευί, Ιούδας, Ισσάχαρ, Ιωσήφ και Βενιαμίν. 13 και ούτοι στήσονται επί της κατάρας εν όρει Γαιβάλ· Ρουβήν, Γάδ και Ασήρ, Ζαβουλών, Δάν και Νεφθαλί. 14 και αποκριθέντες ερούσιν οι Λευίται παντί Ισραήλ φωνή μεγάλη· 15 Επικατάρατος άνθρωπος, όστις ποιήσει γλυπτόν και χωνευτόν, βδέλυγμα Κυρίω, έργον χειρών τεχνιτών, και θήσει αυτό εν αποκρύφω· και αποκριθείς πας ο λαός ερούσι· γένοιτο. 16 επικατάρατος ο ατιμάζων πατέρα αυτού ή μητέρα αυτού· και ερούσι πας ο λαός· γένοιτο. 17 επικατάρατος ο μετατιθείς όρια του πλησίον· και ερούσι πας ο λαός· γένοιτο. 18 επικατάρατος ο πλανών τυφλόν εν οδω· και ερούσι πας ο λαός· γένοιτο. 19 επικατάρατος ος αν εκκλίνη κρίσιν προσηλύτου και ορφανού και χήρας· και ερούσι πας ο λαός· γένοιτο. 20 επικατάρατος ο κοιμώμενος μετά γυναικός του πατρός αυτού, ότι απεκάλυψε συγκάλυμμα του πατρός αυτού· και ερούσι πας ο λαός· γένοιτο. 21 επικατάρατος ο κοιμώμενος μετά παντός κτήνους· και ερούσι πας ο λαός· γένοιτο. 22 επικατάρατος ο κοιμώμενος μετά αδελφής εκ πατρός ή μητρός αυτού· και ερούσι πας ο λαός· γένοιτο. 23 επικατάρατος ο κοιμώμενος μετά πενθεράς αυτού· και ερούσι πας ο λαός· γένοιτο. επικατάρατος ο κοιμώμενος μετά της αδελφής της γυναικός αυτού· και ερούσι πας ο λαός· γένοιτο. 24 επικατάρατος ο τύπτων τον πλησίον δόλω· και ερούσι πας ο λαός· γένοιτο. 25 επικατάρατος ος αν λάβη δώρα πατάξαι ψυχήν αίματος αθώου· και ερούσι πας ο λαός· γένοιτο. 26 επικατάρατος πας άνθρωπος ος ουκ εμμενεί εν πάσι τοις λόγοις του νόμου τούτου ποιήσαι αυτούς· και ερούσι πας ο λαός· γένοιτο.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΗ

 1 ΚΑΙ έσται ως αν διαβήτε τον Ιορδάνην εις την γην ην Κύριος ο Θεός υμών δίδωσιν υμίν, εάν ακοή ακούσης της φωνής Κυρίου του Θεού σου, φυλάσσειν και ποιείν πάσας τας εντολάς ταύτας, ας εγώ εντέλλομαί σοι σήμερον, και δώσει σε Κύριος ο Θεός σου υπεράνω πάντων των εθνών της γης, 2 και ήξουσιν επί σε πάσαι αι ευλογίαι αύται και ευρήσουσί σε, εάν ακοή ακούσης της φωνής Κυρίου του Θεού σου. 3 ευλογημένος συ εν πόλει και ευλογημένος συ εν αγρω· 4 ευλογημένα τα έκγονα της κοιλίας σου και τα γενήματα της γης σου και τα βουκόλια των βοών σου και τα ποίμνια των προβάτων σου· 5 ευλογημέναι αι αποθήκαί σου και τα εγκαταλείμματά σου· 6 ευλογημένος συ εν τω εισπορεύεσθαί σε, και ευλογημένος συ εν τω εκπορεύεσθαί σε. 7 παραδω Κύριος ο Θεός σου τους εχθρούς σου τους ανθεστηκότας σοι συντετριμμένους προ προσώπου σου· οδω μια εξελεύσονται προς σε και εν επτά οδοίς φεύξονται από προσώπου σου. 8 αποστείλαι Κύριος επί σε την ευλογίαν εν τοις ταμιείοις σου και επί πάντα, ου αν επιβάλης την χείρά σου, επί της γης, ης Κύριος ο Θεός σου δίδωσί σοι. 9 αναστήσαι σε Κύριος εαυτω λαόν άγιον, ον τρόπον ώμοσε τοις πατράσι σου, εάν ακούσης της φωνής Κυρίου του Θεού σου και πορευθής εν πάσαις ταις οδοίς αυτού· 10 και όψονταί σε πάντα τα έθνη της γης, ότι το όνομα Κυρίου επικέκληταί σοι, και φοβηθήσονταί σε. 11 και πληθυνεί σε Κύριος ο Θεός σου εις αγαθά εν τοις εκγόνοις της κοιλίας σου, και επί τοις εκγόνοις των κτηνών σου και επί τοις γενήμασι της γης σου, επί της γης σου ης ώμοσε Κύριος τοις πατράσι σου δούναί σοι. 12 ανοίξαι σοι Κύριος τον θησαυρόν αυτού τον αγαθόν, τον ουρανόν, δούναι τον υετόν τη γη σου επί καιρού αυτού· ευλογήσαι πάντα τα έργα των χειρών σου, και δανειείς έθνεσι πολλοίς, συ δε ου δανειή, και άρξεις συ εθνών πολλών, σου δε ουκ άρξουσι. 13 καταστήσαι σε Κύριος ο Θεός σου εις κεφαλήν και μη εις ουράν, και έση τότε επάνω και ουκ έση υποκάτω, εάν ακούσης της φωνής Κυρίου του Θεού σου, όσα εγώ εντέλλομαί σοι σήμερον φυλάσσειν και ποιείν· 14 ου παραβήση από πασών των εντολών, ων εγώ εντέλλομαί σοι σήμερον, δεξιά ουδέ αριστερά πορεύεσθαι οπίσω θεών ετέρων λατρεύειν αυτοίς.

 15 Και έσται εάν μη εισακούσης της φωνής Κυρίου του Θεού σου, φυλάσσειν και ποιείν πάσας τας εντολάς αυτού, όσας εγώ εντέλλομαί σοι σήμερον, και ελεύσονται επί σε πάσαι αι κατάραι αύται και καταλήψονταί σε. 16 επικατάρατος συ εν πόλει, και επικατάρατος συ εν αγρω· 17 επικατάρατοι αι αποθήκαί σου και τα εγκαταλείμματά σου· 18 επικατάρατα τα έκγονα της κοιλίας σου και τα γενήματα της γης σου, τα βουκόλια των βοών σου και τα ποίμνια των προβάτων σου· 19 επικατάρατος συ εν τω εισπορεύεσθαί σε και επικατάρατος συ εν τω εκπορεύεσθαί σε. 20 αποστείλαι Κύριος επί σε την ένδειαν και την εκλιμίαν και την ανάλωσιν επί πάντα, ου εάν επιβάλης την χείρά σου, έως αν εξολοθρεύση σε και έως αν απολέση σε εν τάχει δια τα πονηρά επιτηδεύματά σου, διότι εγκατέλιπές με. 21 προσκολλήσαι Κύριος εις σε τον θάνατον, έως αν εξαναλώση σε επί της γης, εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν. 22 πατάξαι σε Κύριος εν απορία και πυρετω και ρίγει και ερεθισμω και ανεμοφθορία και τη ώχρα, και καταδιώξονταί σε, έως αν απολέσωσί σε. 23 και έσται σοι ο ουρανός ο υπέρ κεφαλής σου χαλκούς, και η γη η υποκάτω σου σιδηρά. 24 δώη Κύριος ο Θεός σου τον υετόν της γης σου κονιορτόν, και Χους εκ του ουρανού καταβήσεται επί σε, έως αν εκτρίψη σε και έως αν απολέση σε εν τάχει. 25 δώη σε Κύριος επισκοπήν εναντίον των εχθρών σου· εν οδω μια εξελεύση προς αυτούς, και εν επτά οδοίς φεύξη από προσώπου αυτών· και έση εν διασπορά εν πάσαις βασιλείαις της γης. 26 και έσονται οι νεκροί υμών κατάβρωμα τοις πετεινοίς του ουρανού και τοις θηρίοις της γης, και ουκ έσται ο αποσοβών. 27 πατάξαι σε Κύριος έλκει Αιγυπτίω εις την έδραν και ψώρα αγρία και κνήφη, ωστε μη δύνασθαί σε ιαθήναι. 28 πατάξαι σε Κύριος παραπληξία και αορασία και εκστάσει διανοίας, 29 και έση ψηλαφών μεσημβρίας, ωσεί τις ψηλαφήσαι τυφλός εν τω σκότει, και ουκ ευοδώσει τας οδούς σου· και έση τότε αδικούμενος και διαρπαζόμενος πάσας τας ημέρας, και ουκ έσται σοι ο βοηθών. 30 γυναίκα λήψη, και ανήρ έτερος έξει αυτήν· οικίαν οικοδομήσεις, και ουκ οικήσεις εν αυτη· αμπελώνα φυτεύσεις, και ου μη τρυγήσης αυτόν· 31 ο μόσχος σου εσφαγμένος εναντίον σου, και ου φάγη εξ αυτού· ο όνος σου ηρπασμένος από σου, και ουκ αποδοθήσεταί σοι· τα πρόβατά σου δεδομένα τοις εχθροίς σου, και ουκ έσται σοι ο βοηθών· 32 οι υιοί σου και αι θυγατέρες σου δεδομέναι έθνει ετέρω και οι οφθαλμοί σου βλέψονται σφακελίζοντες εις αυτά, ουκ ισχύσει η χείρ σου· 33 τα εκφόρια της γης σου και πάντας τους πόνους σου φάγεται έθνος, ό ουκ επίστασαι, και έση αδικούμενος και τεθραυσμένος πάσας τας ημέρας· 34 και έση παράκλητος δια τα οράματα των οφθαλμών σου, α βλέψη. 35 πατάξαι σε Κύριος εν έλκει πονηρω επί τα γόνατα και επί τας κνήμας, ωστε μη δύνασθαι ιαθήναί σε από ίχνους των ποδών σου έως της κορυφής σου. 36 απαγάγοι Κύριός σε και τους άρχοντάς σου, ους αν καταστήσης επί σεαυτόν, επ ‘ έθνος, ό ουκ επίστασαι συ και οι πατέρες σου, και λατρεύσεις εκεί θεοίς ετέροις, ξύλοις και λίθοις. 37 και έση εκεί εν αινίγματι και παραβολή και διηγήματι εν πάσι τοις έθνεσιν, εις ους αν απαγάγη σε Κύριος εκεί. 38 σπέρμα πολύ εξοίσεις εις το πεδίον και ολίγα εισοίσεις, ότι κατέδεται αυτά η ακρίς. 39 αμπελώνα φυτεύσεις και κατεργά, και οίνον ου πίεσαι, ουδέ ευφρανθήση εξ αυτού, ότι καταφάγεται αυτά ο σκώληξ. 40 ελαίαι έσονταί σοι εν πάσι τοις ορίοις σου, και έλαιον ου χρίση, ότι εκρυήσεται η ελαία σου. 41 υιούς και θυγατέρας γεννήσεις και ουκ έσονταί σοι, απελεύσονται γαρ εν αιχμαλωσία. 42 πάντα τα ξύλινά σου και τα γενήματα της γης σου εξαναλώσει η ερισύβη. 43 ο προσήλυτος, ος εστιν εν σοί, αναβήσεται επί σε άνω άνω, συ δε καταβήση κάτω κάτω· 44 ούτος δανειεί σοι, συ δε τούτω ου δανειείς, συ δε τούτω ου δανειείς· ούτος έσται κεφαλή, συ δε έση ουρά. 45 και ελεύσονται επί σε πάσαι αι κατάραι αύται και καταδιώξονταί σε και καταλήψονταί σε, έως αν εξολοθρεύση σε και έως αν απολέση σε, ότι ουκ εισήκουσας της φωνής Κυρίου του Θεού σου, φυλάξαι τας εντολάς αυτού και τα δικαιώματα, όσα ενετείλατό σοι. 46 και έσται εν σοί σημεία και τέρατα εν τω σπέρματί σου έως του αιώνος, 47 ανθ ‘ ων ουκ ελάτρευσας Κυρίω τω Θεω σου εν ευφροσύνη και αγαθή διανοία δια το πλήθος πάντων. 48 και λατρεύσεις τοις εχθροίς σου, ους εξαποστελεί Κύριος επί σε, εν λιμω και εν δίψει και εν γυμνότητι και εν εκλείψει πάντων· και επιθήση κλοιόν σιδηρούν επί τον τράχηλόν σου, έως αν εξολοθρεύση σε. 49 επάξει επί σε Κύριος έθνος μακρόθεν απ ‘ εσχάτου της γης ωσεί όρμημα αετού, έθνος, ό ουκ ακούση της φωνής αυτού, 50 έθνος αναιδές προσώπω, όστις ου θαυμάσει πρόσωπον πρεσβύτου και νέον ουκ ελεήσει, 51 και κατέδεται τα έκγονα των κτηνών σου και τα γενήματα της γης σου, ωστε μη καταλιπείν σοι σίτον, οίνον, έλαιον, τα βουκόλια των βοών σου, και τα ποίμνια των προβάτων σου, έως αν απολέση σε 52 και εκτρίψη σε εν ταις πόλεσί σου, έως αν καθαιρεθώσι τα τείχη τα υψηλά και τα οχυρά, εφ ‘ οίς συ πέποιθας επ ‘ αυτοίς, εν πάση τη γη σου, και θλίψει σε εν ταις πόλεσί σου, αις έδωκέ σοι. 53 και φαγή τα έκγονα της κοιλίας σου, κρέα υιών σου και θυγατέρων σου, όσα έδωκέ σοι Κύριος ο Θεός σου, εν τη στενοχωρία σου και εν τη θλίψει σου, ή θλίψει σε ο εχθρός σου. 54 ο απαλός ο εν σοί και ο τρυφερός σφόδρα βασκανεί τω οφθαλμω τον αδελφόν και την γυναίκα την εν τω κόλπω αυτού και τα καταλελειμμένα τέκνα, α αν καταλειφθή αυτω, 55 ωστε δούναι ενί αυτών από των σαρκών των τέκνων αυτού, ων αν κατέσθη, δια το μη καταλειφθήναι αυτω ουδέν εν τη στενοχωρία σου και εν τη θλίψει σου, ή αν θλίψωσί σε οι εχθροί σου εν πάσαις ταις πόλεσί σου. 56 και η απαλή εν υμίν και η τρυφερά, ης ουχί πείραν έλαβεν ο πούς αυτής βαίνειν επί της γης δια την τρυφερότητα και δια την απαλότητα, βασκανεί τω οφθαλμω αυτής τον άνδρα αυτής τον εν κόλπω αυτής και τον υιόν και την θυγατέρα αυτής 57 και το χόριον αυτής το εξελθόν δια των μηρών αυτής και το τέκνον, ό εάν τέκη· καταφάγεται γαρ αυτά δια την ένδειαν πάντων κρυφή εν τη στενοχωρία σου και εν τη θλίψει σου, ή θλίψει σε ο εχθρός σου εν ταις πόλεσί σου. 58 εάν μη εισακούσης ποιείν πάντα τα ρήματα του νόμου τούτου τα γεγραμμένα εν τω βιβλίω τούτω φοβείσθαι το όνομα το έντιμον το θαυμαστόν τούτο, Κύριον τον Θεόν σου, 59 και παραδοξάσει Κύριος τας πληγάς σου και τας πληγάς του σπέρματός σου, πληγάς μεγάλας και θαυμαστάς, και νόσους πονηράς και πιστάς 60 και επιστρέψει πάσαν την οδύνην Αιγύπτου την πονηράν, ην διευλαβού από προσώπου αυτών, και κολληθήσονται εν σοί. 61 και πάσαν μαλακίαν και πάσαν πληγήν την μη γεγραμμένην και πάσαν την γεγραμμένην εν τω βιβλίω του νόμου τούτου επάξει Κύριος επί σε, έως αν εξολοθρεύση σε. 62 και καταλειφθήσεσθε εν αριθμω βραχεί, ανθ ‘ ων ότι ήτε ωσεί τα άστρα του ουρανού τω πλήθει, ότι ουκ εισήκουσας της φωνής Κυρίου του Θεού σου. 63 και έσται ον τρόπον ευφράνθη Κύριος εφ ‘ υμίν εύ ποιήσαι υμάς και πληθύναι υμάς, ούτως ευφρανθήσεται Κύριος εφ ‘ υμίν εξολοθρεύσαι υμάς, και εξαρθήσεσθε εν τάχει από της γης, εις ην εισπορεύεσθε εκεί κληρονομήσαι αυτήν. 64 και διασπερεί σε Κύριος ο Θεός σου εις πάντα τα έθνη απ ‘ άκρου της γης έως άκρου της γης, και δουλεύσεις εκεί θεοίς ετέροις, ξύλοις και λίθοις, ους ουκ ηπίστω συ και οι πατέρες σου. 65 αλλά και εν τοις έθνεσιν εκείνοις ουκ αναπαύσει σε, ουδ ‘ ου μη γένηται στάσις τω ίχνει του ποδός σου, και δώσει σοι Κύριος εκεί καρδίαν αθυμούσαν και εκλείποντας οφθαλμούς και τηκομένην ψυχήν. 66 και έσται η ζωή σου κρεμαμένη απέναντι των οφθαλμών σου, και φοβηθήση ημέρας και νυκτός και ου πιστεύσεις τη ζωή σου· 67 το πρωϊ ερείς· Πως αν γένοιτο εσπέρα; και το εσπέρας ερείς· Πως αν γένοιτο πρωϊ; από του φόβου της καρδίας σου, α φοβηθήση, και από των οραμάτων των οφθαλμών σου, ων όψη. 68 και αποστρέψει σε Κύριος εις Αίγυπτον εν πλοίοις και εν τη οδω, ή είπα· ου προσθήση έτι ιδείν αυτήν· και πραθήσεσθε εκεί τοις εχθροίς υμών εις παίδας και παιδίσκας, και ουκ έσται ο κτώμενος.

 69 Ούτοι οι λόγοι της διαθήκης, ους ενετείλατο Κύριος Μωυσή στήσαι τοις υιοίς Ισραήλ εν γη Μωάβ, πλήν της διαθήκης, ης διέθετο αυτοίς εν Χωρήβ.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘ

 1 ΚΑΙ εκάλεσε Μωυσής πάντας τους υιούς Ισραήλ και είπε προς αυτούς· υμείς εωράκατε πάντα, όσα εποίησε Κύριος εν γη Αιγύπτω ενώπιον υμών Φαραώ και τοις θεράπουσιν αυτού και πάση τη γη αυτού, 2 τους πειρασμούς τους μεγάλους, ους εωράκασιν οι οφθαλμοί σου, τα σημεία και τα τέρατα τα μεγάλα εκείνα· 3 και ουκ έδωκε Κύριος ο Θεός υμίν καρδίαν ειδέναι και οφθαλμούς βλέπειν και ώτα ακούειν έως της ημέρας ταύτης. 4 και ήγαγεν υμάς τεσσαράκοντα έτη εν τη ερήμω· ουκ επαλαιώθη τα ιμάτια υμών, και τα υποδήματα υμών ου κατετρίβη από των ποδών υμών· 5 άρτον ουκ εφάγετε, οίνον και σίκερα ουκ επίετε, ίνα γνώτε, ότι Κύριος ο Θεός υμών εγώ. 6 και ήλθετε έως του τόπου τούτου, και εξήλθε Σηών βασιλεύς Εσεβών και Ωγ βασιλεύς Βασάν εις συνάντησιν ημίν εν πολέμω, και επατάξαμεν αυτούς 7 και ελάβομεν την γην αυτών, και έδωκα αυτήν εν κλήρω τω Ρουβήν και τω Γαδδί και τω ημίσει φυλής Μανασσή. 8 και φυλάξεσθε ποιείν πάντας τους λόγους της διαθήκης ταύτης, ίνα συνήτε πάντα, όσα ποιήσετε.

 9 Υμείς εστήκατε πάντες σήμερον εναντίον Κυρίου του Θεού υμών, οι αρχίφυλοι υμών και η γερουσία υμών και οι κριταί υμών, και οι γραμματοεισαγωγείς υμών, πας ανήρ Ισραήλ, 10 αι γυναίκες υμών και τα έκγονα υμών και ο προσήλυτος ο εν μέσω της παρεμβολής υμών, από ξυλοκόπου υμών και έως υδροφόρου υμών, 11 παρελθείν εν τη διαθήκη Κυρίου του Θεού υμών και εν ταις αραίς αυτού, όσα Κύριος ο Θεός σου διατίθεται προς σε σήμερον, 12 ίνα στήση σε αυτω εις λαόν, και αυτός έσται σου Θεός, ον τρόπον είπέ σοι, και ον τρόπον ώμοσε τοις πατράσι σου, Αβραάμ και Ισαάκ και Ιακώβ. 13 και ουχ υμίν μόνοις εγώ διατίθεμαι την διαθήκην ταύτην και την αράν ταύτην, 14 αλλά και τοις ώδε ούσι μεθ ‘ υμών σήμερον εναντίον Κυρίου του Θεού υμών και τοις μη ούσι μεθ ‘ υμών ώδε σήμερον. 15 ότι υμείς οίδατε Πως κατωκήσαμεν εν γη Αιγύπτω, ως παρήλθομεν εν μέσω των εθνών, ους παρήλθετε, 16 και ίδετε τα βδελύγματα αυτών και τα είδωλα αυτών, ξύλον και λίθον, αργύριον και χρυσίον, α εστι παρ ‘ αυτοίς. 17 μη τις εστιν εν υμίν ανήρ ή γυνή ή πατριά ή φυλή, τίνος η διάνοια εξέκλινεν από Κυρίου του Θεού υμών πορεύεσθαι λατρεύειν τοις θεοίς των εθνών εκείνων; μη τις εστιν εν υμίν ρίζα άνω φύουσα εν χολή και πικρία; 18 και έσται εάν ακούση τα ρήματα της αράς ταύτης και επιφημίσηται εν τη καρδία αυτού λέγων· όσιά μοι γένοιτο, ότι ενή αποπλανήσει της καρδίας μου πορεύσομαι, ίνα μη συναπολέση ο αμαρτωλός τον αναμάρτητον. 19 ου μη θελήσει ο Θεός ευϊλατεύσαι αυτω, αλλ ‘ ή τότε εκκαυθήσεται οργή Κυρίου και ο ζήλος αυτού εν τω ανθρώπω εκείνω, και κολληθήσονται εν αυτω πάσαι αι αραί της διαθήκης ταύτης αι γεγραμμέναι εν τω βιβλίω του νόμου τούτου, και εξαλείψει Κύριος το όνομα αυτού εκ της υπό τον ουρανόν· 20 και διαστελεί αυτόν Κύριος εις κακά εκ πάντων υιών Ισραήλ κατά πάσας τας αράς της διαθήκης τας γεγραμμένας εν τω βιβλίω του νόμου τούτου. 21 και ερούσιν η γενεά η ετέρα, οι υιοί υμών, οί αναστήσονται μεθ ‘ υμάς, και ο αλλότριος, ος αν έλθη εκ γης μακρόθεν, και όψονται τας πληγάς της γης εκείνης και τας νόσους αυτής, ας απέστειλε Κύριος επ ‘ αυτήν, 22 θείον και άλα κατακεκαυμένον, πάσα η γη αυτής ου σπαρήσεται ουδέ ανατελεί, ουδέ μη αναβή επ ‘ αυτήν παν χλωρόν, ωσπερ κατεστράφη Σόδομα και Γόμορρα, Αδαμά και Σεβωϊμ, ας κατέστρεψε Κύριος εν θυμω και οργή, 23 και ερούσι πάντα τα έθνη· διατί εποίησε Κύριος ούτω τη γη ταύτη; τις ο θυμός της οργής ο μέγας ούτος; 24 και ερούσιν· ότι κατέλιπον την διαθήκην Κυρίου του Θεού των πατέρων αυτών, α διέθετο τοις πατράσιν αυτών, ότε εξήγαγεν αυτούς εκ γης Αιγύπτου, 25 και πορευθέντες ελάτρευσαν θεοίς ετέροις, ους ουκ ηπίσταντο, ουδέ διένειμεν αυτοίς· 26 και ωργίσθη θυμω Κύριος επί την γην εκείνην επαγαγείν επ ‘ αυτήν κατά πάσας τας κατάρας τας γεγραμμένας εν τω βιβλίω του νόμου τούτου, 27 και εξήρεν αυτούς Κύριος από της γης αυτών εν θυμω και οργή και παροξυσμω μεγάλω σφόδρα, και εξέβαλεν αυτούς εις γην ετέραν ωσεί νυν. 28 τα κρυπτά Κυρίω τω Θεω ημών, τα δε φανερά ημίν και τοις τέκνοις ημών εις τον αιώνα, ποιείν πάντα τα ρήματα του νόμου τούτου.

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ Λ

 1 ΚΑΙ έσται ως αν έλθωσιν επί σε πάντα τα ρήματα ταύτα, η ευλογία και η κατάρα, ην έδωκα προ προσώπου σου, και δέξη εις την καρδίαν σου εν πάσι τοις έθνεσιν, ου εάν διασκορπίση σε Κύριος εκεί, 2 και επιστραφήση επί Κύριον τον Θεόν σου και εισακούση της φωνής αυτού κατά πάντα, όσα εγώ εντέλλομαί σοι σήμερον, εξ όλης της καρδίας σου, και εξ όλης της ψυχής σου, 3 και ιάσεται Κύριος τας αμαρτίας σου και ελεήσει σε και πάλιν συνάξει σε εκ πάντων των εθνών, εις ους διεσκόρπισέ σε Κύριος εκεί. 4 εάν ή η διασπορά σου απ ‘ άκρου του ουρανού έως άκρου του ουρανού, εκείθεν συνάξει σε Κύριος ο Θεός σου, και εκείθεν λήψεταί σε Κύριος ο Θεός σου· 5 και εισάξει σε ο Θεός σου εκείθεν εις την γην, ην εκληρονόμησαν οι πατέρες σου, και κληρονομήσεις αυτήν· και εύ σε ποιήσει και πλεοναστόν σε ποιήσει υπέρ τους πατέρας σου. 6 και περικαθαριεί Κύριος την καρδίαν σου και την καρδίαν του σπέρματός σου, αγαπάν Κύριον τον Θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου, ίνα ζής συ. 7 και δώσει Κύριος ο Θεός σου τας αράς ταύτας επί τους εχθρούς σου και επί τους μισούντάς σε, οί εδίωξάν σε. 8 και συ επιστραφήση και εισακούση της φωνής Κυρίου του Θεού σου και ποιήσεις τας εντολάς αυτού, όσα εγώ εντέλλομαί σοι σήμερον, 9 και πολυωρήσει σε Κύριος ο Θεός σου εν παντί έργω των χειρών σου, εν τοις εκγόνοις της κοιλίας σου και εν τοις εκγόνοις των κτηνών σου και εν τοις γενήμασι της γης σου· ότι επιστρέψει Κύριος ο Θεός σου ευφρανθήναι επί σοί εις αγαθά, καθότι ευφράνθη επί τοις πατράσι σου, 10 εάν εισακούσης της φωνής Κυρίου του Θεού σου, φυλάσσεσθαι τας εντολάς αυτού και τα δικαιώματα αυτού και τας κρίσεις αυτού τας γεγραμμένας εν τω βιβλίω του νόμου τούτου, εάν επιστραφής επί Κύριον τον Θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου.

 11 Οτι η εντολή αύτη, ην εγώ εντέλλομαί σοι σήμερον, ουχ υπέρογκός εστιν ουδέ μακράν από σου εστιν. 12 ουκ εν τω ουρανω άνω εστί λέγων· τις αναβήσεται ημίν εις τον ουρανόν και λήψεται ημίν αυτήν, και ακούσαντες αυτήν ποιήσομεν; 13 ουδέ πέραν της θαλάσσης εστί λέγων· τις διαπεράσει ημίν εις το πέραν της θαλάσσης και λήψεται ημίν αυτήν, και ακουστήν ημίν ποιήση αυτήν, και ποιήσομεν; 14 εγγύς σου εστι το ρήμα σφόδρα εν τω στόματί σου και εν τη καρδία σου και εν ταις χερσί σου ποιείν αυτό.

 15 Ιδού δέδωκα προ προσώπου σου σήμερον την ζωήν και τον θάνατον, το αγαθόν και το κακόν. 16 εάν εισακούσης τας εντολάς Κυρίου του Θεού σου, ας εγώ εντέλλομαί σοι σήμερον, αγαπάν Κύριον τον Θεόν σου, πορεύεσθαι εν πάσαις ταις οδοίς αυτού και φυλάσσεσθαι τα δικαιώματα αυτού και τας κρίσεις αυτού, και ζήσεσθε, και πολλοί έσεσθε, και ευλογήσει σε Κύριος ο Θεός σου εν πάση τη γη, εις ην εισπορεύη εκεί κληρονομήσαι αυτήν. 17 και εάν μεταστη η καρδία σου και μη εισακούσης και πλανηθείς προσκυνήσης θεοίς ετέροις και λατρεύσης αυτοίς, 18 αναγγέλλω σοι σήμερον ότι απωλεία απολείσθε και ου μη πολυήμεροι γένησθε επί της γης, εις ην υμείς διαβαίνετε τον Ιορδάνην εκεί κληρονομήσαι αυτήν. 19 διαμαρτύρομαι υμίν σήμερον τον τε ουρανόν και την γην, την ζωήν και τον θάνατον δέδωκα προ προσώπου υμών, την ευλογίαν και την κατάραν· έκλεξαι την ζωήν συ, ίνα ζήσης συ και το σπέρμα σου, 20 αγαπάν Κύριον τον Θεόν σου, εισακούειν της φωνής αυτού και έχεσθαι αυτού· ότι τούτο η ζωή σου και η μακρότης των ημερών σου, κατοικείν επί της γης, ης ώμοσε Κύριος τοις πατράσι σου Αβραάμ και Ισαάκ και Ιακώβ δούναι αυτοίς.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΛΑ

 1 ΚΑΙ συνετέλεσε Μωυσής λαλών πάντας τους λόγους τούτους προς πάντας υιούς Ισραήλ, 2 και είπε προς αυτούς· εκατόν και είκοσιν ετών εγώ ειμι σήμερον· ου δυνήσομαι έτι εισπορεύεσθαι και εκπορεύεσθαι, Κύριος δε είπε προς με· ου διαβήση τον Ιορδάνην τούτον. 3 Κύριος ο Θεός σου ο προπορευόμενος προ προσώπου σου, αυτός εξολοθρεύσει τα έθνη ταύτα από προσώπου σου, και κατακληρονομήσεις αυτούς· και Ιησούς ο προπορευόμενος προ προσώπου σου, καθά ελάλησε Κύριος. 4 και ποιήσει Κύριος ο Θεός σου αυτοίς καθώς εποίησε Σηών και Ωγ, τοις δυσί βασιλεύσι των Αμορραίων, οί ήσαν πέραν του Ιορδάνου, και τη γη αυτών, καθότι εξωλόθρευσεν αυτούς· 5 και παρέδωκεν αυτούς Κύριος υμίν, και ποιήσετε αυτοίς, καθότι ενετειλάμην υμίν. 6 ανδρίζου και ίσχυε, μη φοβού μηδέ δειλιάσης μηδέ πτοηθής από προσώπου αυτών, ότι Κύριος ο Θεός σου ο προπορευόμενος μεθ ‘ υμών εν υμίν, ούτε μη σε ανή, ούτε μη σε εγκαταλίπη. 7 και εκάλεσε Μωυσής Ιησούν και είπεν αυτω έναντι παντός Ισραήλ· ανδρίζου και ίσχυε, συ γαρ εισελεύση προ προσώπου του λαού τούτου εις την γην, ην ώμοσε Κύριος τοις πατράσιν υμών δούναι αυτοίς, και συ κατακληρονομήσεις αυτήν αυτοίς· 8 και Κύριος ο συμπορευόμενος μετά σου ουκ ανήσει σε, ουδέ μη σε εγκαταλίπη· μη φοβού μηδέ δειλία.

 9 Και έγραψε Μωυσής τα ρήματα του νόμου τούτου εις βιβλίον και έδωκε τοις ιερεύσι τοις υιοίς Λευί τοις αίρουσι την κιβωτόν της διαθήκης Κυρίου, και τοις προσβυτέροις των υιών Ισραήλ. 10 και ενετείλατο Μωυσής αυτοίς εν τη ημέρα εκείνη λέγων· μετά επτά έτη εν καιρω ενιαυτού αφέσεως εν εορτη σκηνοπηγίας, 11 εν τω συμπορεύεσθαι πάντα Ισραήλ οφθήναι ενώπιον Κυρίου του Θεού υμών, εν τω τόπω ω αν εκλέξηται Κύριος, αναγνώσεσθε τον νόμον τούτον εναντίον παντός Ισραήλ εις τα ώτα αυτών· 12 εκκλησιάσας τον λαόν, τους άνδρας και τας γυναίκας και τα έκγονα και τον προσήλυτον τον εν ταις πόλεσιν υμών, ίνα ακούσωσι και ίνα μάθωσι φοβείσθαι Κύριον τον Θεόν υμών, και ακούσονται ποιείν πάντας τους λόγους του νόμου τούτου· 13 και οι υιοί αυτών, οί ουκ οίδασιν, ακούσονται και μαθήσονται φοβείσθαι Κύριον τον Θεόν σου πάσας τας ημέρας, όσας αυτοί ζώσιν επί της γης, εις ην υμείς διαβαίνετε τον Ιορδάνην εκεί κληρονομήσαι αυτήν.

 14 Και είπε Κύριος προς Μωυσήν· ιδού εγγίκασιν αι ημέραι του θανάτου σου· κάλεσον Ιησούν και στήτε παρά τας θύρας της σκηνής του μαρτυρίου, και εντελούμαι αυτω. και επορεύθη Μωυσής και Ιησούς εις την σκηνήν του μαρτυρίου, και έστησαν παρά τας θύρας της σκηνής του μαρτυρίου. 15 και κατέβη Κύριος εν νεφέλη και έστη παρά τας θύρας της σκηνής του μαρτυρίου, και έστη ο στύλος της νεφέλης παρά τας θύρας της σκηνής του μαρτυρίου. 16 και είπε Κύριος προς Μωυσήν· ιδού συ κοιμά μετά των πατέρων σου, και αναστάς ούτος ο λαός εκπορνεύσει οπίσω θεών αλλοτρίων της γης, εις ην ούτος εισπορεύεται, και καταλείψουσί με και διασκεδάσουσι την διαθήκην μου, ην διεθέμην αυτοίς. 17 και οργισθήσομαι θυμω εις αυτούς εν τη ημέρα εκείνη και καταλείψω αυτούς και αποστρέψω το πρόσωπόν μου απ ‘ αυτών, και έσται κατάβρωμα, και ευρήσουσιν αυτόν κακά πολλά και θλίψεις, και ερεί εν τη ημέρα εκείνη· διότι ουκ έστι Κύριος ο Θεός μου εν εμοί, εύροσάν με τα κακά ταύτα. 18 εγώ δε αποστροφή αποστρέψω το πρόσωπόν μου απ ‘ αυτών εν τη ημέρα εκείνη δια πάσας τας κακίας, ας εποίησαν, ότι απέστρεψαν επί θεούς αλλοτρίους. 19 και νυν γράψατε τα ρήματα της ωδής ταύτης και διδάξατε αυτήν τους υιούς Ισραήλ και εμβαλείτε αυτήν εις το στόμα αυτών, ίνα γένηταί μοι η ωδή αύτη κατά πρόσωπον μαρτυρούσα εν υιοίς Ισραήλ. 20 εισάξω γαρ αυτούς εις την γην την αγαθήν, ην ώμοσα τοις πατράσιν αυτών δούναι αυτοίς, γην ρέουσαν γάλα και μέλι, και φάγονται και εμπλησθέντες κορήσουσι· και επιστραφήσονται επί θεούς αλλοτρίους και λατρεύσουσιν αυτοίς και παροξυνούσί με και διασκεδάσουσι την διαθήκην μου. 21 και αντικαταστήσεται η ωδή αύτη κατά πρόσωπον μαρτυρούσα, ου γαρ μη επιλησθή από στόματος αυτών και από στόματος του σπέρματος αυτών· εγώ γαρ οίδα την πονηρίαν αυτών, όσα ποιούσιν ώδε σήμερον προ του εισαγαγείν με αυτούς εις την γην την αγαθήν, ην ώμοσα τοις πατράσιν αυτών. 22 και έγραψε Μωυσής την ωδήν ταύτην εν εκείνη τη ημέρα και εδίδαξεν αυτήν τους υιούς Ισραήλ. 23 και ενετείλατο Μωυσής Ιησοί και είπεν· ανδρίζου και ίσχυε, συ γαρ εισάξεις τους υιούς Ισραήλ εις την γην, ην ώμοσεν αυτοίς Κύριος, και αυτός έσται μετά σου.

 24 Ηνίκα δε συνετέλεσε Μωυσής γράφων πάντας τους λόγους του νόμου τούτου εις βιβλίον έως εις τέλος, 25 και ενετείλατο τοις Λευίταις τοις αίρουσι την κιβωτόν της διαθήκης Κυρίου λέγων· 26 λαβόντες το βιβλίον του νόμου τούτου θήσετε αυτό εκ πλαγίων της κιβωτού της διαθήκης Κυρίου του Θεού υμών, και έσται εκεί εν σοί εις μαρτύριον. 27 ότι εγώ επίσταμαι τον ερεθισμόν σου και τον τράχηλόν σου τον σκληρόν· έτι γαρ εμού ζώντος μεθ ‘ υμών σήμερον, παραπικραίνοντες ήτε τα προς τον Θεόν, Πως ουχί και έσχατον του θανάτου μου; 28 εκκλησιάσατε προς με τους φυλάρχους υμών και τους πρεσβυτέρους υμών και τους κριτάς υμών και τους γραμματοεισαγωγείς υμών, ίνα λαλήσω εις τα ώτα αυτών πάντας τους λόγους τούτους, και διαμαρτύρωμαι αυτοίς τον τε ουρανόν και την γην· 29 οίδα γαρ ότι έσχατον της τελευτής μου ανομία ανομήσετε και εκκλινείτε εκ της οδού, ης ενετειλάμην υμίν, και συναντήσεται υμίν τα κακά έσχατον των ημερών, ότι ποιήσετε τα πονηρά εναντίον Κυρίου παροργίσαι αυτόν εν τοις έργοις των χειρών υμών. 30 και ελάλησε Μωυσής εις τα ώτα πάσης εκκλησίας τα ρήματα της ωδής ταύτης έως εις τέλος.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΛΒ

 1 ΠΡΟΣΕΧΕ ουρανέ, και λαλήσω, και ακουέτω η γη ρήματα εκ στόματός μου. 2 προσδοκάσθω ως υετός το απόφθεγμά μου, και καταβήτω ως δρόσος τα ρήματά μου, ωσεί όμβρος επ ‘ άγνωστιν και ωσεί νιφετός επί χόρτον. 3 ότι το όνομα Κυρίου εκάλεσα· δότε μεγαλωσύνην τω Θεω ημών. 4 Θεός, αληθινά τα έργα αυτού, και πάσαι αι οδοί αυτού κρίσεις· Θεός πιστός, και ουκ έστιν αδικία, δίκαιος και όσιος Κύριος. 5 ημάρτοσαν ουκ αυτω τέκνα μωμητά, γενεά σκολιά και διεστραμμένη. 6 ταύτα Κυρίω ανταποδίδοτε; ούτω λαός μωρός και ουχί σοφός; ουκ αυτός ούτός σου πατήρ εκτήσατό σε και εποίησέ σε και έπλασέ σε; 7 μνήσθητε ημέρας αιώνος, σύνετε έτη γενεάς γενεών· επερώτησον τον πατέρα σου, και αναγγελεί σοι, τους πρεσβυτέρους σου, και ερούσί σοι. 8 ότε διεμέριζεν ο Ύψιστος έθνη, ως διέσπειρεν υιούς Αδάμ, έστησεν όρια εθνών κατά αριθμόν αγγέλων Θεού, 9 και εγενήθη μερίς Κυρίου λαός αυτού Ιακώβ, σχοίνισμα κληρονομίας αυτού Ισραήλ. 10 αυτάρκησεν αυτόν εν γη ερήμω, εν δίψει καύματος εν γη ανύδρω· εκύκλωσεν αυτόν και επαίδευσεν αυτόν και διεφύλαξεν αυτόν ως κόρην οφθαλμού, 11 ως αετός σκεπάσαι νοσσιάν αυτού και επί τοις νεοσσοίς αυτού επεπόθησε, διείς τας πτέρυγας αυτού εδέξατο αυτούς και ανέλαβεν αυτούς επί τώ μεταφρένων αυτού. 12 Κύριος μόνος ήγεν αυτούς και ουκ ην μετ ‘ αυτών θεός αλλότριος. 13 ανεβίβασεν αυτούς επί την ισχύν της γης, εψώμισεν αυτούς γενήματα αγρών· εθήλασαν μέλι εκ πέτρας και έλαιον εκ στερεάς πέτρας, 14 βούτυρον βοών και γάλα προβάτων μετά στέατος αρνών και κριών, υιών ταύρων και τράγων, μετά στέατος νεφρών πυρού, και αίμα σταφυλής έπιον οίνον. 15 και έφαγεν Ιακώβ και ενεπλήσθη, και απελάκτισεν ο ηγαπημένος, ελιπάνθη, επαχύνθη, επλατύνθη· και εγκατέλιπε τον Θεόν τον ποιήσαντα αυτόν και απέστη από Θεού σωτήρος αυτού. 16 παρώξυνάν με επ ‘ αλλοτρίοις, εν βδελύγμασιν αυτών παρεπίκρανάν με· 17 έθυσαν δαιμονίοις και ου Θεω, θεοίς, οίς ουκ ήδεισαν· καινοί και πρόσφατοι ήκασιν, ους ουκ ήδεισαν οι πατέρες αυτών. 18 Θεόν τον γεννήσαντά σε εγκατέλιπες και επελάθου Θεού του τρέφοντός σε. 19 και είδε Κύριος και εζήλωσε και παρωξύνθη δι ‘ οργήν υιών αυτού και θυγατέρων 20 και είπεν· αποστρέψω το πρόσωπόν μου απ ‘ αυτών και δείξω τι έσται αυτοίς επ ‘ εσχάτων ημερών· ότι γενεά εξεστραμμένη εστίν, υιοί, οίς ουκ έστι πίστις εν αυτοίς. 21 αυτοί παρεζήλωσάν με επ ‘ ου Θεω, παρώξυνάν με εν τοις ειδώλοις αυτών· καγώ παραζηλώσω αυτούς επ ‘ ουκ έθνει, επί έθνει ασυνέτω παροργιώ αυτούς. 22 ότι πυρ εκκέκαυται εκ του θυμού μου, καυθήσεται έως άδου κάτω, καταφάγεται γην και τα γενήματα αυτής, φλέξει θεμέλια ορέων. 23 συνάξω εις αυτούς κακά και τα βέλη μου συντελέσω εις αυτούς. 24 τηκόμενοι λιμω και βρώσει ορνέων και οπισθότονος ανίατος· οδόντας θηρίων επαποστελώ εις αυτούς μετά θυμού συρόντων επί γην. 25 έξωθεν ατεκνώσει αυτούς μάχαιρα και εκ των ταμιείων φόβος· νεανίσκος συν παρθένω, θηλάζων μετά καθεστηκότος πρεσβύτου. 26 είπα· διασπερώ αυτούς, παύσω δε εξ ανθρώπων το μνημόσυνον αυτών, 27 ει μη δι ‘ οργήν εχθρών, ίνα μη μακροχρονίσωσιν, ίνα μη συνεπιθώνται οι υπεναντίοι, μη είπωσιν· η χείρ ημών η υψηλή και ουχί Κύριος εποίησε ταύτα πάντα. 28 ότι έθνος απολωλεκός βουλήν εστι, και ουκ έστιν εν αυτοίς επιστήμη. 29 ουκ εφρόνησαν συνιέναι ταύτα· καταδεξάσθωσαν εις τον επιόντα χρόνον. 30 Πως διώξεται εις χιλίους και δύο μετακινήσουσι μυριάδας, ει μη ο Θεός απέδοτο αυτούς και Κύριος παρέδωκεν αυτούς; 31 ότι ουκ εισίν ως ο Θεός ημών οι θεοί αυτών· οι δε εχθροί ημών ανόητοι. 32 εκ γαρ αμπέλου Σοδόμων η άμπελος αυτών, και η κληματίς αυτών εκ Γομόρρας· η σταφυλή αυτών σταφυλή χολής, βότρυς πικρίας αυτοίς· 33 θυμός δρακόντων ο οίνος αυτών και θυμός ασπίδων ανίατος. 34 ουκ ιδού ταύτα συνήκται παρ ‘ εμοί και εσφράγισται εν τοις θησαυροίς μου; 35 εν ημέρα εκδικήσεως ανταποδώσω, εν καιρω, όταν σφαλή ο πούς αυτών, ότι εγγύς ημέρα απωλείας αυτοίς, και πάρεστιν έτοιμα υμίν. 36 ότι κρινεί Κύριος τον λαόν αυτού και επί τοις δούλοις αυτού παρακληθήσεται· είδε γαρ παραλελυμένους αυτούς και εκλελοιπότας εν επαγωγή και παρειμένους. 37 και είπε Κύριος· που εισιν οι θεοί αυτών, εφ ‘ οίς επεποίθεισαν επ ‘ αυτοίς; 38 ων το στέαρ των θυσιών αυτών ησθίετε και επίνετε τον οίνον των σπονδών αυτών; αναστήτωσαν και βοηθησάτωσαν υμίν και γενηθήτωσαν υμίν σκεπασταί. 39 ίδετε ίδετε ότι εγώ ειμι, και ουκ έστι Θεός πλήν εμού· εγώ αποκτενώ και ζήν ποιήσω, πατάξω καγώ ιάσομαι, και ουκ έστιν ος εξελείται εκ των χειρών μου. 40 ότι αρώ εις τον ουρανόν την χείρά μου και ομούμαι τη δεξιά μου και ερώ· ζω εγώ εις τον αιώνα, 41 ότι παροξυνώ ως αστραπήν την μάχαιράν μου, και ανθέξεται κρίματος η χείρ μου, και αποδώσω δίκην τοις εχθροίς και τοις μισούσί με ανταποδώσω· 42 μεθύσω τα βέλη μου αφ ‘ αίματος, και η μάχαιρά μου φάγεται κρέα, αφ ‘ αίματος τραυματιών και αιχμαλωσίας, από κεφαλής αρχόντων εχθρών. 43 ευφράνθητε, ουρανοί, άμα αυτω, και προσκυνησάτωσαν αυτω πάντες άγγελοι Θεού· ευφράνθητε, έθνη μετά του λαού αυτού, και ενισχυσάτωσαν αυτω πάντες υιοί Θεού· ότι το αίμα των υιών αυτού εκδικάται, και εκδικήσει και ανταποδώσει δίκην τοις εχθροίς και τοις μισούσιν ανταποδώσει, και εκκαθαριεί Κύριος την γην του λαού αυτού.

 44 Και έγραψε Μωυσής την ωδήν ταύτην εν τη ημέρα εκείνη και εδίδαξεν αυτήν τους υιούς Ισραήλ. και εισήλθε Μωυσής και ελάλησε πάντας τους λόγους του νόμου τούτου εις τα ώτα του λαού, αυτός και Ιησούς ο του Ναυή. 45 και συνετέλεσε Μωυσής λαλών παντί Ισραήλ. 46 και είπε προς αυτούς· προσέχετε τη καρδία επί πάντας τους λόγους τούτους, ους εγώ διαμαρτύρομαι υμίν σήμερον, α εντελείσθε τοις υιοίς υμών φυλάσσειν και ποιείν πάντας τους λόγους του νόμου τούτου· 47 ότι ουχί λόγος κενός ούτος υμίν, ότι αύτη η ζωή υμών, και ένεκεν του λόγου τούτου μακροημερεύσετε επί της γης, εις ην υμείς διαβαίνετε τον Ιορδάνην εκεί κληρονομήσαι αυτήν.

 48 Και ελάλησε Κύριος προς Μωυσήν εν τη ημέρα ταύτη λέγων· 49 ανάβηθι εις το όρος το Αβαρίμ τούτο, όρος Ναβαύ, ό εστιν εν γη Μωάβ κατά πρόσωπον Ιεριχώ, και ιδέ την γην Χαναάν, ην εγώ δίδωμι τοις υιοίς Ισραήλ, εις κατάσχεσιν, 50 και τελεύτα εν τω όρει, εις ό αναβαίνεις εκεί, και προστέθητι προς τον λαόν σου, ον τρόπον απέθανεν Ααρών ο αδελφός σου εν Ωρ τω όρει, και προσετέθη προς τον λαόν αυτού, 51 ότι ηπειθήσατε τω ρήματί μου εν τοις υιοίς Ισραήλ επί του ύδατος αντιλογίας Κάδης εν τη ερήμω Σίν, διότι ουχ ηγιάσατέ με εν τοις υιοίς Ισραήλ· 52 ότι απέναντι όψη την γην και εκεί ουκ εισελεύση.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΛΓ

 1 ΚΑΙ αύτη η ευλογία ην ηυλόγησε Μωυσής άνθρωπος του Θεού τους υιούς Ισραήλ προ της τελευτής αυτού· 2 και είπε·

 Κύριος εκ Σινά ήκει και επέφανεν εκ Σηείρ ημίν και κατέσπευσεν εξ όρους Φαράν συν μυριάσι Κάδης, εκ δεξιών αυτού άγγελοι μετ ‘ αυτού. 3 και εφείσατο του λαού αυτού, και πάντες οι ηγιασμένοι υπό τας χείράς σου· και ούτοι υπό σε εισι, και εδέξατο από των λόγων αυτού 4 νόμον, ον ενετείλατο ημίν Μωυσής, κληρονομίαν συναγωγαίς Ιακώβ. 5 και έσται εν τω ηγαπημένω άρχων, συναχθέντων αρχόντων λαών άμα φυλαίς Ισραήλ. 6 ζήτω Ρουβήν και μη αποθανέτω και έστω πολύς εν αριθμω. 7 και αύτη Ιούδα. εισάκουσον, Κύριε, φωνής Ιούδα, και εις τον λαόν αυτού εισέλθοισαν· αι χείρες αυτού διακρινούσιν αυτω, και βοηθός εκ των εχθρών αυτού έση. 8 και τω Λευί είπε· δότε Λευί δήλους αυτού και αλήθειαν αυτού, τω ανδρί τω οσίω, ον επείρασαν αυτόν εν πείρα, ελοιδόρησαν αυτόν επί ύδατος αντιλογίας· 9 ο λέγων τω πατρί και τη μητρί· ουχ εώρακά σε, και τους αδελφούς αυτού ουκ επέγνω και τους υιούς αυτού απέγνω· εφύλαξε τα λόγιά σου και την διαθήκην σου διετήρησε. 10 δηλώσουσι τα δικαιώματά σου τω Ιακώβ και τον νόμον σου τω Ισραήλ· επιθήσουσι θυμίαμα εν οργή σου δια παντός επί το θυσιαστήριόν σου. 11 ευλόγησον, Κύριε, την ισχύν αυτού και τα έργα των χειρών αυτού δέξαι· κάταξον οσφύν εχθρών επανεστηκότων αυτω, και οι μισούντες αυτόν μη αναστήτωσαν. 12 και τω Βενιαμίν είπεν· ηγαπημένος υπό Κυρίου κατασκηνώσει πεποιθώς, και ο Θεός σκιάζει επ ‘ αυτω πάσας τας ημέρας, και ανά μέσον των ώμων αυτού κατέπαυσε. 13 και τω Ιωσήφ είπεν· απ ‘ ευλογίας Κυρίου η γη αυτού, από ωρών ουρανού και δρόσου και από αβύσσων πηγών κάτωθεν 14 και καθ ‘ ωραν γενημάτων ηλίου τροπών και από συνόδων μηνών, 15 από κορυφής ορέων αρχής και από κορυφής βουνών αενάων 16 και καθ ‘ ωραν γης πληρώσεως. και τα δεκτά τω οφθέντι εν τη βάτω έλθοισαν επί κεφαλήν Ιωσήφ, και επί κορυφής δοξασθείς επ ‘ αδελφοίς. 17 πρωτότοκος ταύρου το κάλλος αυτού, κέρατα μονοκέρωτος τα κέρατα αυτού· εν αυτοίς έθνη κερατιεί άμα έως απ ‘ άκρου γης. αύται μυριάδες Εφραϊμ, και αύται χιλιάδες Μανασσή. 18 και τω Ζαβουλών είπεν· ευφράνθητι, Ζαβουλών, εν εξοδία σου και Ισσάχαρ εν τοις σκηνώμασιν αυτού. 19 έθνη εξολοθρεύσουσι, και επικαλέσεσθε εκεί και θύσετε εκεί θυσίαν δικαιοσύνης, ότι πλούτος θαλάσσης θηλάσει σε και εμπόρια παράλιον κατοικούντων. 20 και τω Γάδ είπεν· ευλογημένος εμπλατύνων Γάδ· ως λέων ενεπαύσατο, συντρίψας βραχίονα και άρχοντα. 21 και είδεν απαρχήν αυτού, ότι εκεί εμερίσθη γη αρχόντων συνηγμένων άμα αρχηγοίς λαών· δικαιοσύνην Κύριος εποίησε και κρίσιν αυτού μετά Ισραήλ. 22 και τω Δάν είπε· Δάν σκύμνος λέοντος και εκπηδήσεται εκ του Βασάν. 23 και τω Νεφθαλί είπε· Νεφθαλί πλησμονή δεκτών και εμπλησθήτω ευλογίας παρά Κυρίου· θάλασσαν και λίβα κληρονομήσει. 24 και τω Ασήρ είπεν· ευλογημένος από τέκνων Ασήρ και έσται δεκτός τοις αδελφοίς αυτού. βάψει εν ελαίω τον πόδα αυτού· 25 σίδηρος και χαλκός το υπόδημα αυτού έσται, ως αι ημέραι σου η ισχύς σου. 26 ούκ εστιν ωσπερ ο Θεός του ηγαπημένου· ο επιβαίνων επί τον ουρανόν βοηθός σου και ο μεγαλοπρεπής του στερεώματος. 27 και σκεπάσει σε Θεού αρχή και υπό ισχύ βραχιόνων αενάων και εκβαλεί από προσώπου σου εχθρόν λέγων· απόλοιο. 28 και κατασκηνώσει Ισραήλ πεποιθώς μόνος επί γης Ιακώβ, επί σίτω και οίνω, και ο ουρανός αυτω συνεφφής δρόσω. 29 μακάριος συ, Ισραήλ· τις όμοιός σοι λαός σωζόμενος υπό Κυρίου; υπερασπιεί ο βοηθός σου, και η μάχαιρα καύχημά σου· και ψεύσονταί σε οι εχθροί σου, και συ επί τον τράχηλον αυτών επιβήση.

 ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

 ΚΕΦΑΛΑΙΟΝ ΛΔ

 1 ΚΑΙ ανέβη Μωυσής από Αραβώθ Μωάβ επί το όρος Ναβαύ, επί κορυφήν Φασγά, ή εστιν επί προσώπου Ιεριχώ. και έδειξεν αυτω Κύριος πάσαν την γην Γαλαάδ έως Δάν 2 και πάσαν την γην Νεφθαλί και πάσαν την γην Εφραϊμ και Μανασσή και πάσαν την γην Ιούδα έως της θαλάσσης της εσχάτης 3 και την έρημον και τα περίχωρα Ιεριχώ, πόλιν φοινίκων έως Σηγώρ. 4 και είπε Κύριος προς Μωυσήν· αύτη η γη, ην ώμοσα τω Αβραάμ και Ισαάκ και Ιακώβ λέγων· τω σπέρματι υμών δώσω αυτήν· και έδειξα τοις οφθαλμοίς σου, και εκεί ουκ εισελεύση. 5 και ετελεύτησε Μωυσής ο οικέτης Κυρίου εν γη Μωάβ δια ρήματος Κυρίου. 6 και έθαψαν αυτόν εν Γαί εγγύς οίκου Φογώρ· και ουκ είδεν ουδείς την ταφήν αυτού έως της ημέρας ταύτης. 7 Μωυσής δε ην εκατόν και είκοσιν ετών εν τω τελευτάν αυτόν· ουκ ημαυρώθησαν οι οφθαλμοί αυτού, ουδέ εφθάρησαν τα χελώνια αυτού. 8 και έκλαυσαν οι υιοί Ισραήλ Μωυσήν εν Αραβώθ Μωάβ επί του Ιορδάνου κατά Ιεριχώ τριάκοντα ημέρας· και συνετελέσθησαν αι ημέραι πένθους κλαυθμού Μωυσή. 9 και Ιησούς υιος Ναυή ενεπλήσθη πνεύματος συνέσεως, επέθηκε γαρ Μωυσής τας χείρας αυτού επ ‘ αυτόν· και εισήκουσαν αυτού οι υιοί Ισραήλ και εποίησαν καθότι ενετείλατο Κύριος τω Μωυσή. 10 και ουκ ανέστη έτι προφήτης εν Ισραήλ ως Μωυσής, ον έγνω Κύριος αυτόν πρόσωπον κατά πρόσωπον, 11 εν πάσι τοις σημείοις και τέρασιν, ον απέστειλεν αυτόν Κύριος ποιήσαι αυτά εν γη Αιγύπτω Φαραώ και τοις θεράπουσιν αυτού και πάση τη γη αυτού, 12 τα θαυμάσια τα μεγάλα και την χείρα την κραταιάν, α εποίησε Μωυσής έναντι παντός Ισραήλ.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.