Τρίτη, 27 Νοεμβρίου 2012

'Ιησούς του Ναυή




ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΚΑΙ εγένετο μετά την τελευτήν Μωυσή, είπε Κύριος τω Ιησοί υιω Ναυή τω υπουργω Μωυσή λέγων· 2 Μωυσής ο θεράπων μου τετελεύτηκε· νυν ουν αναστάς διάβηθι τον Ιορδάνην, συ και πας ο λαός ούτος εις την γην, ην εγώ δίδωμι αυτοίς. 3 πας ο τόπος, εφ' ον αν επιβήτε τω ίχνει των ποδών υμών, υμίν δώσω αυτόν, ον τρόπον είρηκα τω Μωυσή, 4 την έρημον και τον Αντιλίβανον έως του ποταμού του μεγάλου ποταμού Ευφράτου, και έως της θαλάσσης της εσχάτης αφ' ηλίου δυσμών έσται τα όρια υμών. 5 ουκ αντιστήσεται άνθρωπος κατενώπιον υμών πάσας τας ημέρας της ζωής σου, και ωσπερ ήμην μετά Μωυσή, ούτως έσομαι και μετά σου και ουκ εγκαταλείψω σε, ουδ' υπερόψομαί σε. 6 ίσχυε και ανδρίζου, συ γαρ αποδιελείς τω λαω τούτω την γην, ην ώμοσα τοις πατράσιν υμών δούναι αυτοίς. 7 ίσχυε ουν και ανδρίζου, φυλάσσεσθαι και ποιείν καθότι ενετείλατό σοι Μωυσής ο παις μου, και ουκ εκκλινείς απ' αυτών εις δεξιά ουδέ εις αριστερά, ίνα συνής εν πάσιν οίς εάν πράσσης. 8 και ουκ αποστήσεται η βίβλος του νόμου τούτου εκ του στόματός σου, και μελετήσεις εν αυτω ημέρας και νυκτός, ίνα ειδής ποιείν πάντα τα γεγραμμένα· τότε ευοδωθήση, και ευοδώσεις τας οδούς σου και τότε συνήσεις. 9 ιδού εντέταλμαί σοι· ίσχυε και ανδρίζου, μη δειλιάσης, μηδέ φοβηθής, ότι μετά σου Κύριος ο Θεός σου εις πάντα, ου εάν πορεύη.


 10 Και ενετείλατο Ιησούς τοις γραμματεύσι του λαού λέγων· 11 εισέλθατε κατά μέσον της παρεμβολής του λαού και εντείλασθε τω λαω λέγοντες· ετοιμάζεσθε επισιτισμόν, ότι έτι τρεις ημέραι και υμείς διαβαίνετε τον Ιορδάνην τούτον εισελθόντες κατασχείν την γην, ην Κύριος ο Θεός των πατέρων υμών δίδωσιν υμίν. 12 και τω Ρουβήν και τω Γάδ και τω ημίσει φυλής Μανασσή είπεν Ιησούς· 13 μνήσθητε το ρήμα, ό ενετείλατο υμίν Μωυσής ο παις Κυρίου λέγων· Κύριος ο Θεός υμών κατέπαυσεν υμάς και έδωκεν υμίν την γην ταύτην. 14 αι γυναίκες υμών και τα παιδία υμών και τα κτήνη υμών κατοικείτωσαν εν τη γη, ή έδωκεν υμίν, υμείς δε διαβήσεσθε εύζωνοι πρότεροι των αδελφών υμών, πας ο ισχύων, και συμμαχήσετε αυτοίς, 15 έως αν καταπαύση Κύριος ο Θεός ημών τους αδελφούς υμών, ωσπερ και υμάς, και κληρονομήσωσι και ούτοι την γην, ην Κύριος ο Θεός ημών δίδωσιν αυτοίς. και απελεύσεσθε έκαστος εις την κληρονομίαν αυτού, ην έδωκεν υμίν Μωυσής εις το πέραν του Ιορδάνου επ' ανατολών ηλίου. 16 και αποκριθέντες τω Ιησού είπαν· πάντα όσα εάν εντείλη ημίν, ποιήσομεν και εις πάντα τόπον, ου εάν αποστείλης ημάς, πορευσόμεθα· 17 κατά πάντα, όσα ηκούσαμεν Μωυσή, ακουσόμεθά σου, πλήν έστω Κύριος ο Θεός ημών μετά σου, ον τρόπον ην μετά Μωυσή. 18 ο δε άνθρωπος, ος αν απειθήση σοι, και όστις μη ακούση των ρημάτων σου καθότι εάν εντείλη αυτω, αποθανέτω. αλλά ίσχυε και ανδρίζου.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ απέστειλεν Ιησούς υιος Ναυή εκ Σαττίν δύο νεανίσκους κατασκοπεύσαι λέγων· ανάβητε και ίδετε την γην και την Ιεριχώ. και πορευθέντες οι δύο νεανίσκοι εισήλθοσαν εις Ιεριχώ και εισήλθοσαν εις οικίαν γυναικός πόρνης, ή όνομα Ραάβ, και κατέλυσαν εκεί. 2 και απηγγέλη τω βασιλεί Ιεριχώ λέγοντες· εισπεπόρευνται ώδε άνδρες των υιών Ισραήλ κατασκοπεύσαι την γην. 3 και απέστειλεν ο βασιλεύς Ιεριχώ και είπε προς Ραάβ λέγων· εξάγαγε τους άνδρας τους εισπεπορευμένους εις την οικίαν σου την νύκτα, κατασκοπεύσαι γαρ την γην ήκασι. 4 και λαβούσα η γυνή τους δύο άνδρας έκρυψεν αυτούς και είπεν αυτοίς λέγουσα· εισεληλύθασι προς με οι άνδρες· 5 ως δε η πύλη εκλείετο εν τω σκότει, και οι άνδρες εξήλθον, ουκ επίσταμαι που πεπόρευνται· καταδιώξατε οπίσω αυτών, ει καταλήψεσθε αυτούς. 6 αύτη δε ανεβίβασεν αυτούς επί το δώμα και έκρυψεν αυτούς εν τη λινοκαλάμη τη εστοιβασμένη αυτη επί του δώματος. 7 και οι άνδρες κατεδίωξαν οπίσω αυτών οδόν την επί του Ιορδάνου επί τας διαβάσεις, και η πύλη εκλείσθη. 8 και εγένετο ως εξήλθοσαν οι διώκοντες οπίσω αυτών και αυτοί δε πριν ή κοιμηθήναι αυτούς, αύτη δε ανέβη προς αυτούς επί το δώμα 9 και είπε προς αυτούς· επίσταμαι ότι έδωκεν υμίν Κύριος την γην, επιπέπτωκε γαρ ο φόβος υμών εφ' ημάς· 10 ακηκόαμεν γαρ ότι κατεξήρανε Κύριος ο Θεός την ερυθράν θάλασσαν από προσώπου υμών, ότε εξεπορεύεσθε εκ γης Αιγύπτου, και όσα εποίησε τοις δυσί βασιλεύσι των Αμορραίων, οί ήσαν πέραν του Ιορδάνου, τω Σηών και Ωγ, ους εξωλοθρεύσατε αυτούς. 11 και ακούσαντες ημείς εξέστημεν τη καρδία ημών, και ουκ έστη έτι πνεύμα εν ουδενί ημών από προσώπου υμών, ότι Κύριος ο Θεός υμών Θεός εν ουρανω άνω και επί της γης κάτω. 12 και νυν ομόσατέ μοι Κύριον τον Θεόν, ότι ποιώ υμίν έλεος και ποιήσατε και υμείς έλεος εν τω οίκω του πατρός μου 13 και ζωγρήσατε τον οίκον του πατρός μου, την μητέρα μου και τους αδελφούς μου και πάντα τον οίκόν μου και πάντα, όσα εστίν αυτοίς, και εξελείσθε την ψυχήν μου εκ θανάτου. 14 και είπαν αυτη οι άνδρες· η ψυχή ημών ανθ' υμών εις θάνατον. και αυτή είπεν· ως αν παραδω Κύριος υμίν την πόλιν, ποιήσετε εις εμέ έλεος και αλήθειαν. 15 και κατεχάλασεν αυτούς δια της θυρίδος 16 και είπεν αυτοίς· εις την ορεινήν απέλθετε, μη συναντήσωσιν υμίν οι καταδιώκοντες, και κρυβήσεσθε εκεί τρεις ημέρας, έως αν αποστρέψωσιν οι καταδιώκοντες οπίσω υμών, και μετά ταύτα απελεύσεσθε εις την οδόν υμών. 17 και είπαν προς αυτήν οι άνδρες· αθωοί εσμεν τω όρκω σου τούτω· 18 ιδού ημείς εισπορευόμεθα εις μέρος της πόλεως, και θήσεις το σημείον, το σπαρτίον το κόκκινον τούτο εκδήσεις εις την θυρίδα, δι' ης κατεβίβασας ημάς δι' αυτής, τον δε πατέρα σου και την μητέρα σου και τους αδελφούς σου και πάντα τον οίκον του πατρός σου συνάξεις προς σεαυτήν εις την οικίαν σου. 19 και έσται πας, ος αν εξέλθη την θύραν της οικίας σου έξω, ένοχος εαυτω έσται, ημείς δε αθωοι τω όρκω σου τούτω. και όσοι εάν γένωνται μετά σου εν τη οικία σου, ημείς ένοχοι εσόμεθα. 20 εάν δε τις ημάς αδικήση ή και αποκαλύψη τους λόγους ημών τούτους, εσόμεθα αθωοι τω όρκω σου τούτω. 21 και είπεν αυτοίς· κατά το ρήμα υμών έστω· και εξαπέστειλεν αυτούς. 22 και επορεύθησαν και ήλθοσαν εις την ορεινήν και κατέμειναν εκεί τρεις ημέρας· και εξεζήτησαν οι καταδιώκοντες πάσας τας οδούς και ουχ εύροσαν. 23 και υπέστρεψαν οι δύο νεανίσκοι και κατέβησαν εκ του όρους και διέβησαν προς Ιησούν υιόν Ναυή και διηγήσαντο αυτω πάντα τα συμβεβηκότα αυτοίς. 24 και είπαν προς Ιησούν ότι παραδέδωκε Κύριος πάσαν την γην εν χειρί ημών, και κατέπτηχε πας ο κατοικών την γην εκείνην αφ' ημών.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ ώρθρισεν Ιησούς το πρωϊ, και απήραν εκ Σαττίν και ήλθοσαν έως του Ιορδάνου και κατέλυσαν εκεί προ του διαβήναι. 2 και εγένετο μετά τρεις ημέρας διήλθον οι γραμματείς δια της παρεμβολής 3 και ενετείλαντο τω λαω λέγοντες· όταν ίδητε την κιβωτόν της διαθήκης Κυρίου του Θεού ημών και τους ιερείς ημών και τους Λευίτας αίροντας αυτήν, απαρείτε από τον τόπον υμών και πορεύσεσθε οπίσω αυτής· 4 αλλά μακράν έστω ανά μέσον υμών και εκείνης, όσον δισχιλίους πήχεις στήσεσθε· μη προσεγγίσητε αυτη, ίνα επίστησθε την οδόν, ην πορεύσεσθε αυτήν· ου γαρ πεπόρευσθε την οδόν απ' εχθές και τρίτης ημέρας. 5 και είπεν Ιησούς τω λαω· αγνίσασθε εις αύριον, ότι αύριον ποιήσει Κύριος εν υμίν θαυμαστά. 6 και είπεν Ιησούς τοις ιερεύσιν· άρατε την κιβωτόν της διαθήκης Κυρίου και προπορεύεσθε του λαού. και ήραν οι ιερείς την κιβωτόν της διαθήκης Κυρίου και επορεύοντο έμπροσθεν του λαού. 7 και είπε Κύριος προς Ιησούν· εν τη ημέρα ταύτη άρχομαι υψώσαί σε κατενώπιον πάντων υιών Ισραήλ, ίνα γνώσιν ότι καθότι ήμην μετά Μωυσή, ούτως έσομαι και μετά σου. 8 και νυν έντειλαι τοις ιερεύσι τοις αίρουσι την κιβωτόν της διαθήκης λέγων· ως αν εισέλθητε επί μέρους του ύδατος του Ιορδάνου, και εν τω Ιορδάνη στήσεσθε. 9 και είπεν Ιησούς τοις υιοίς Ισραήλ· προσαγάγετε ώδε και ακούσατε το ρήμα Κυρίου του Θεού ημών. 10 εν τούτω γνώσεσθε ότι Θεός ζων εν υμίν και ολοθρεύων ολοθρεύσει από προσώπου ημών τον Χαναναίον και τον Χετταίον και τον Φερεζαίον και τον Ευαίον και τον Αμορραίον και τον Γεργεσαίον και τον Ιεβουσαίον· 11 ιδού η κιβωτός διαθήκης Κυρίου πάσης της γης διαβαίνει τον Ιορδάνην. 12 προχειρίσασθε υμίν δώδεκα άνδρας από των υιών Ισραήλ, ένα αφ' εκάστης φυλής. 13 και έσται ως αν καταπαύσωσιν οι πόδες των ιερέων των αιρόντων την κιβωτόν της διαθήκης Κυρίου πάσης της γης εν τω ύδατι του Ιορδάνου, το ύδωρ του Ιορδάνου εκλείψει, το δε ύδωρ το καταβαίνον στήσεται. 14 και απήρεν ο λαός εκ των σκηνωμάτων αυτών διαβήναι τον Ιορδάνην, οι δε ιερείς ήροσαν την κιβωτόν της διαθήκης Κυρίου πρότεροι του λαού. 15 ως δε εισεπορεύοντο οι ιερείς οι αίροντες την κιβωτόν της διαθήκης επί τον Ιορδάνην και οι πόδες των ιερέων των αιρόντων την κιβωτόν της διαθήκης Κυρίου εβάφησαν εις μέρος του ύδατος του Ιορδάνου· ο δε Ιορδάνης επληρούτο καθ' όλην την κρηπίδα αυτού ωσεί ημέραι θερισμού πυρών· 16 και έστη τα ύδατα τα καταβαίνοντα άνωθεν, έστη πήγμα εν αφεστηκός μακράν σφόδρα σφοδρώς έως μέρους Καριαθιαρίμ, το δε καταβαίνον κατέβη εις την θάλασσαν Άραβα, θάλασσαν αλός, έως εις το τέλος εξέλιπε· και ο λαός ειστήκει απέναντι Ιεριχώ. 17 και έστησαν οι ιερείς οι αίροντες την κιβωτόν της διαθήκης Κυρίου επί ξηράς εν μέσω του Ιορδάνου· και πάντες οι υιοί Ισραήλ διέβαινον δια ξηράς, έως συνετέλεσε πας ο λαός διαβαίνων τον Ιορδάνην.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ επεί συνετέλεσε πας ο λαός διαβαίνων τον Ιορδάνην, και είπε Κύριος τω Ιησοί λέγων· 2 παραλαβών άνδρας από του λαού, ένα αφ' εκάστης φυλής, 3 σύνταξον αυτοίς λέγων· ανέλεσθε εκ μέσου Ιορδάνου ετοίμους δώδεκα λίθους και τούτους διακομίσαντες άμα υμίν αυτοίς, θέτε αυτούς εν τη στρατοπεδεία υμών, ου εάν παρεμβάλητε εκεί την νύκτα. 4 και ανακαλεσάμενος Ιησούς δώδεκα άνδρας των ενδόξων από των υιών Ισραήλ, ένα αφ' εκάστης φυλής, 5 είπεν αυτοίς· προσαγάγετε έμπροσθέν μου προ προσώπου Κυρίου εις μέσον του Ιορδάνου, και ανελόμενος εκείθεν έκαστος λίθον αράτω επί των ώμων αυτού κατά τον αριθμόν των δώδεκα φυλών του Ισραήλ, 6 ίνα υπάρχωσιν υμίν ούτοι εις σημείον κείμενον διαπαντός, ίνα όταν ερωτά σε ο υιος σου αύριον λέγων, τι εισιν οι λίθοι ούτοι ημίν; 7 και συ δηλώσεις τω υιω σου λέγων· ότι εξέλιπεν ο Ιορδάνης ποταμός από προσώπου κιβωτού διαθήκης Κυρίου πάσης της γης, ως διέβαινεν αυτόν· και έσονται οι λίθοι ούτοι υμίν μνημόσυνον τοις υιοίς Ισραήλ έως του αιώνος. 8 και εποίησαν ούτως οι υιοί Ισραήλ, καθότι ενετείλατο Κύριος τω Ιησοί, και αναλαβόντες δώδεκα λίθους εκ μέσου του Ιορδάνου, καθάπερ συνέταξε Κύριος τω Ιησοί εν τη συντελεία της διαβάσεως των υιών Ισραήλ, και διεκόμισαν άμα εαυτοίς εις την παρεμβολήν και απέθηκαν εκεί. 9 έστησε δε Ιησούς και άλλους δώδεκα λίθους εν αυτω τω Ιορδάνη εν τω γενομένω τόπω υπό τους πόδας των ιερέων των αιρόντων την κιβωτόν της διαθήκης Κυρίου, και εισιν εκεί έως της σήμερον ημέρας. 10 ειστήκεισαν δε οι ιερείς οι αίροντες την κιβωτόν της διαθήκης εν τω Ιορδάνη, έως ου συνετέλεσεν Ιησούς πάντα, α ενετείλατο Κύριος αναγγείλαι τω λαω, και έσπευσεν ο λαός και διέβησαν. 11 και εγένετο ως συνετέλεσε πας ο λαός διαβήναι, και διέβη η κιβωτός της διαθήκης Κυρίου, και οι λίθοι έμπροσθεν αυτών. 12 και διέβησαν οι υιοί Ρουβήν και οι υιοί Γάδ και οι ημίσεις φυλής Μανασσή διεσκευασμένοι έμπροσθεν των υιών Ισραήλ, καθάπερ ενετείλατο αυτοίς Μωυσής. 13 τετρακισμύριοι εύζωνοι εις μάχην διέβησαν εναντίον Κυρίου εις πόλεμον προς την Ιεριχώ πόλιν. 14 εν εκείνη τη ημέρα ηύξησε Κύριος τον Ιησούν εναντίον του παντός γένους Ισραήλ, και εφοβούντο αυτόν, ωσπερ Μωυσήν, όσον χρόνον έζη.

 15 Και είπε Κύριος τω Ιησοί λέγων· 16 έντειλαι τοις ιερεύσι τοις αίρουσι την κιβωτόν της διαθήκης του μαρτυρίου Κυρίου εκβήναι εκ του Ιορδάνου. 17 και ενετείλατο Ιησούς τοις ιερεύσι λέγων· έκβητε εκ του Ιορδάνου. 18 και εγένετο ως εξέβησαν οι ιερείς οι αίροντες την κιβωτόν της διαθήκης Κυρίου εκ του Ιορδάνου και έθηκαν τους πόδας επί της γης, ωρμησε το ύδωρ του Ιορδάνου κατά χώραν και επορεύετο καθά χθές και τρίτην ημέραν δι' όλης της κρηπίδος. 19 και ο λαός ανέβη εκ του Ιορδάνου δεκάτη του μηνός του πρώτου· και κατεστρατοπέδευσαν οι υιοί Ισραήλ εν Γαλγάλοις κατά μέρος το προς ηλίου ανατολάς από της Ιεριχώ. 20 και τους δώδεκα λίθους τούτους, ους έλαβεν εκ του Ιορδάνου, έστησεν Ιησούς εν Γαλγάλοις 21 λέγων· όταν ερωτώσιν υμάς οι υιοί υμών λέγοντες· τι εισιν οι λίθοι ούτοι; 22 αναγγείλατε τοις υιοίς υμών, ότι επί ξηράς διέβη Ισραήλ τον Ιορδάνην τούτον, 23 αποξηράναντος Κυρίου του Θεού ημών το ύδωρ του Ιορδάνου εκ των έμπροσθεν αυτών, μέχρις ου διέβησαν· καθάπερ εποίησε Κύριος ο Θεός ημών την ερυθράν θάλασσαν, ην απεξήρανε Κύριος ο Θεός ημών έμπροσθεν ημών, έως παρήλθομεν, 24 όπως γνώσι πάντα τα έθνη της γης, ότι η δύναμις του Κυρίου ισχυρά εστι, και ίνα υμείς σέβησθε Κύριον τον Θεόν ημών εν παντί χρόνω.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ εγένετο ως ήκουσαν οι βασιλείς των Αμορραίων, οί ήσαν πέραν του Ιορδάνου, και οι βασιλείς της Φοινίκης οι παρά την θάλασσαν, ότι απεξήρανε Κύριος ο Θεός τον Ιορδάνην ποταμόν εκ των έμπροσθεν των υιών Ισραήλ εν τω διαβαίνειν αυτούς, και ετάκησαν αυτών αι διάνοιαι και κατεπλάγησαν και ουκ ην εν αυτοίς φρόνησις ουδεμία από προσώπου των υιών Ισραήλ. 2 υπό δε τούτον τον καιρόν είπε Κύριος τω Ιησοί· ποίησον σεαυτω μαχαίρας πετρίνας εκ πέτρας ακροτόμου και καθίσας περίτεμε τους υιούς Ισραήλ εκ δευτέρου. 3 και εποίησεν Ιησούς μαχαίρας πετρίνας ακροτόμους και περιέτεμε τους υιούς Ισραήλ επί του καλουμένου τόπου Βουνός των ακροβυστιών. 4 ον δε τρόπον περιεκάθαρεν Ιησούς τους υιούς Ισραήλ, όσοι ποτέ εγένοντο εν τη οδω και όσοι ποτέ απερίτμητοι ήσαν των εξεληλυθότων εξ Αιγύπτου, πάντας τούτους περιέτεμεν Ιησούς· 5 τεσσαράκοντα γαρ και δύο έτη ανέστραπται Ισραήλ εν τη ερήμω τη Μαβδαρίτιδι, 6 διό απερίτμητοι ήσαν οι πλείστοι αυτών των μαχίμων των εξεληλυθότων εκ γης Αιγύπτου οι απειθήσαντες των εντολών του Θεού, οίς και διώρισε μη ιδείν αυτούς την γην, ην ώμοσε Κύριος τοις πατράσιν αυτών δούναι, γην ρέουσαν γάλα και μέλι. 7 αντί δε τούτων αντικατέστησε τους υιούς αυτών, ους Ιησούς περιέτεμε, δια το αυτούς γεγεννήσθαι κατά την οδόν απεριτμήτους. 8 περιτμηθέντες δε ησυχίαν είχον αυτόθι καθήμενοι εν τη παρεμβολή, έως υγιάσθησαν. 9 και είπε Κύριος τω Ιησοί υιω Ναυή· εν τη σήμερον ημέρα αφείλον τον ονειδισμόν Αιγύπτου αφ' υμών. και εκάλεσε το όνομα του τόπου εκείνου Γάλγαλα.

 10 Και εποίησαν οι υιοί Ισραήλ το πάσχα τη τεσσαρεσκαιδεκάτη ημέρα του μηνός αφ' εσπέρας επί δυσμών Ιεριχώ εν τω πέραν του Ιορδάνου εν τω πεδίω 11 και εφάγοσαν από του σίτου της γης άζυμα και νέα. 12 εν ταύτη τη ημέρα εξέλιπε το μάννα μετά το βεβρωκέναι αυτούς εκ του σίτου της γης, και ουκέτι υπήρχε τοις υιοίς Ισραήλ μάννα· εκαρπίσαντο δε την χώραν των Φοινίκων εν τω ενιαυτω εκείνω.

 13 Και εγένετο ως ην Ιησούς εν Ιεριχώ, και αναβλέψας τοις οφθαλμοίς είδεν άνθρωπον εστηκότα εναντίον αυτού, και η ρομφαία εσπασμένη εν τη χειρί αυτού. και προσελθών Ιησούς είπεν αυτω· ημέτερος ει ή των υπεναντίων; 14 ο δε είπεν αυτω· εγώ αρχιστράτηγος δυνάμεως Κυρίου νυνί παραγέγονα. και Ιησούς έπεσεν επί πρόσωπον επί την γην και είπεν αυτω· δέσποτα, τι προστάσσεις τω σω οικέτη; 15 και λέγει ο αρχιστράτηγος Κυρίου προς Ιησούν· λύσαι το υπόδημα εκ των ποδών σου· ο γαρ τόπος, εφ' ω νυν έστηκας επ' αυτού, άγιός εστι.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ Ιεριχώ συγκεκλεισμένη και ωχυρωμένη, και ουδείς εξεπορεύετο εξ αυτής ουδέ εισεπορεύετο. 2 και είπε Κύριος προς Ιησούν· ιδού εγώ παραδίδωμι υποχείριόν σοι την Ιεριχώ και τον βασιλέα αυτής τον εν αυτη, δυνατούς όντας εν ισχύϊ· 3 συ δε περίστησον αυτη τους μαχίμους κύκλω, 4 και έσται ως αν σαλπίσητε τη σάλπιγγι, ανακραγέτω πας ο λαός άμα· 5 και ανακραγόντων αυτών πεσείται αυτόματα τα τείχη της πόλεως, και εισελεύσεται πας ο λαός ορμήσας έκαστος κατά πρόσωπον εις την πόλιν. 6 και εισήλθεν Ιησούς ο του Ναυή προς τους ιερείς 7 και είπεν αυτοίς λέγων· παραγγείλατε τω λαω περιελθείν και κυκλώσαι την πόλιν, και οι μάχιμοι παραπορευέσθωσαν ενωπλισμένοι εναντίον Κυρίου· 8 και επτά ιερείς έχοντες επτά σάλπιγγας ιεράς παρελθέτωσαν ωσαύτως εναντίον του Κυρίου και σημαινέτωσαν ευτόνως, και η κιβωτός της διαθήκης Κυρίου επακολουθείτω· 9 οι δε μάχιμοι παραπορευέσθωσαν έμπροσθεν και οι ιερείς οι ουραγούντες οπίσω της κιβωτού της διαθήκης Κυρίου πορευόμενοι σαλπίζοντες. 10 τω δε λαω ενετείλατο Ιησούς λέγων· μη βοάτε, μηδέ ακουσάτω μηδείς την φωνήν υμών, έως αν ημέραν διαγγείλη αυτός αναβοήσαι, και τότε αναβοήσετε. 11 και περιελθούσα η κιβωτός της διαθήκης του Θεού ευθέως απήλθεν εις την παρεμβολήν και εκοιμήθη εκεί. 12 και τη ημέρα τη δευτέρα ανέστη Ιησούς το πρωϊ, και ήραν οι ιερείς την κιβωτόν της διαθήκης Κυρίου, 13 και οι επτά ιερείς οι φέροντες τας σάλπιγγας τας επτά προεπορεύοντο εναντίον Κυρίου, και μετά ταύτα εισεπορεύοντο οι μάχιμοι και ο λοιπός όχλος όπισθεν της κιβωτού της διαθήκης Κυρίου· και οι ιερείς εσάλπισαν ταις σάλπιγξι, και ο λοιπός όχλος άπας περιεκύκλωσε την πόλιν εξάκις εγγύθεν 14 και απήλθε πάλιν εις την παρεμβολήν. ούτως εποίει επί εξ ημέρας. 15 και τη ημέρα τη εβδόμη ανέστησαν όρθρου και περιήλθοσαν την πόλιν εν τη ημέρα εκείνη επτάκις· 16 και εγένετο τη περιόδω τη εβδόμη εσάλπισαν οι ιερείς, και είπεν Ιησούς τοις υιοίς Ισραήλ· κεκράξατε, παρέδωκε γαρ Κύριος υμίν την πόλιν. 17 και έσται η πόλις ανάθεμα, αυτή και πάντα, όσα εστίν εν αυτη, Κυρίω Σαβαώθ· πλήν Ραάβ την πόρνην περιποιήσασθε, αυτήν και πάντα όσα εστίν εν τω οίκω αυτής. 18 αλλά υμείς φυλάξεσθε σφόδρα από του αναθέματος, μήποτε ενθυμηθέντες υμείς αυτοί λάβητε από του αναθέματος και ποιήσητε την παρεμβολήν των υιών Ισραήλ ανάθεμα και εκτρίψητε ημάς· 19 και παν αργύριον ή χρυσίον ή χαλκός ή σίδηρος άγιον έσται τω Κυρίω, εις θησαυρόν Κυρίου εισενεχθήσεται. 20 και εσάλπισαν ταις σάλπιγξιν οι ιερείς· ως δε ήκουσεν ο λαός των σαλπίγγων, ηλάλαξε πας ο λαός άμα αλαλαγμω μεγάλω και ισχυρω και έπεσεν άπαν το τείχος κύκλω, και ανέβη πας ο λαός εις την πόλιν. 21 και ανεθεμάτισεν αυτήν Ιησούς και όσα ην εν τη πόλει από ανδρός και έως γυναικός, από νεανίσκου και έως πρεσβύτου και έως μόσχου και υποζυγίου, εν στόματι ρομφαίας. 22 και τοις δυσί νεανίσκοις τοις κατασκοπεύσασιν είπεν Ιησούς· εισέλθατε εις την οικίαν της γυναικός και εξαγάγετε αυτήν εκείθεν και όσα εστίν αυτη. 23 και εισήλθον οι δύο νεανίσκοι οι κατασκοπεύσαντες την πόλιν εις την οικίαν της γυναικός και εξηγάγοσαν Ραάβ την πόρνην και τον πατέρα αυτής και την μητέρα αυτής και τους αδελφούς αυτής και την συγγένειαν αυτής και πάντα, όσα ην αυτη, και κατέστησαν αυτήν έξω της παρεμβολής Ισραήλ. 24 και η πόλις ενεπρήσθη εν πυρισμω συν πάσι τοις εν αυτη, πλήν αργυρίου και χρυσίου και χαλκού και σιδήρου έδωκαν εις θησαυρόν Κυρίου εισενεχθήναι. 25 και Ραάβ την πόρνην και πάντα τον οίκον αυτής τον πατρικόν εζώγρησεν Ιησούς, και κατώκησεν εν τω Ισραήλ έως της σήμερον ημέρας, διότι έκρυψε τους κατασκοπεύσαντας, ους απέστειλεν Ιησούς κατασκοπεύσαι την Ιεριχώ. 26 και ωρκισεν Ιησούς εν τη ημέρα εκείνη εναντίον Κυρίου λέγων· επικατάρατος ο άνθρωπος, ος οικοδομήσει την πόλιν εκείνην· εν τω προωτοτόκω αυτού θεμελιώσει αυτήν και εν τω ελαχίστω αυτού επιστήσει τας πύλας αυτής. και ούτως εποίησεν Οζάν ο εκ Βαιθήλ εν τω Αβιρών τω πρωτοτόκω εθεμελίωσεν αυτήν και εν τω ελαχίστω διασωθέντι επέστησε τας πύλας αυτής. 27 και ην Κύριος μετά Ιησού, και ην το όνομα αυτού κατά πάσαν την γην.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ επλημμέλησαν οι υιοί Ισραήλ πλημμέλειαν μεγάλην και ενοσφίσαντο από του αναθέματος· και έλαβεν Άχαρ υιος Χαρμί υιού Ζαμβρί υιού Ζαρά εκ της φυλής Ιούδα από του αναθέματος· και εθυμώθη Κύριος οργή τοις υιοίς Ισραήλ. 2 και απέστειλεν Ιησούς άνδρας εις Γαί, ή εστι κατά Βαιθήλ, λέγων· κατασκέψασθε την Γαί· 3 και ανέβησαν οι άνδρες και κατεσκέψαντο την Γαί. και ανέστρεψαν προς Ιησούν και είπαν προς αυτόν· μη αναβήτω πας ο λαός, αλλ' ωσεί δισχίλιοι ή τρισχίλιοι άνδρες αναβήτωσαν και εκπολιορκησάτωσαν την πόλιν· μη αναγάγης εκεί τον λαόν άπαντα, ολίγοι γαρ εισι. 4 και ανέβησαν ωσεί τρισχίλιοι άνδρες και έφυγον από προσώπου ανδρών Γαί. 5 και απέκτειναν απ' αυτών άνδρες Γαί εις τριακονταέξ άνδρας και κατεδίωξαν αυτούς από της πύλης και συνέτριψαν αυτούς από του καταφερούς· και επτοήθη η καρδία του λαού και εγένετο ωσπερ ύδωρ. 6 και διέρρηξεν Ιησούς τα ιμάτια αυτού, και έπεσεν Ιησούς επί την γην επί πρόσωπον εναντίον Κυρίου έως εσπέρας, αυτός και οι πρεσβύτεροι Ισραήλ, και επεβάλοντο χουν επί τας κεφαλάς αυτών. 7 και είπεν Ιησούς· δέομαι Κύριε· ινατί διεβίβασεν ο παις σου τον λαόν τούτον τον Ιορδάνην παραδούναι αυτόν τω Αμορραίω απολέσαι ημάς; και ει κατεμείναμεν και κατωκίσθημεν παρά τον Ιορδάνην. 8 και τι ερώ, επεί μετέβαλεν Ισραήλ αυχένα απέναντι του εχθρού αυτού; 9 και ακούσας ο Χαναναίος και πάντες οι κατοικούντες την γην περικυκλώσουσιν ημάς και εκτρίψουσιν ημάς από της γης· και τι ποιήσεις το όνομά σου το μέγα; 10 και είπε Κύριος προς Ιησούν· ανάστηθι, ινατί τούτο συ πέπτωκας επί πρόσωπόν σου; 11 ημάρτηκεν ο λαός και παρέβη την διαθήκην, ην διεθέμην προς αυτούς, και κλέψαντες από του αναθέματος ενέβαλον εις τα σκεύη αυτών. 12 και ου μη δύνωνται οι υιοί Ισραήλ υποστήναι κατά πρόσωπον των εχθρών αυτών· αυχένα επιστρέψουσιν έναντι των εχθρών αυτών, ότι εγενήθησαν ανάθεμα· ου προσθήσω έτι είναι μεθ' υμών, εάν μη εξάρητε το ανάθεμα εξ υμών αυτών. 13 αναστάς αγίασον τον λαόν και ειπόν αγιασθήναι εις αύριον· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· το ανάθεμά εστιν εν υμίν, ου δυνήσεσθε αντιστήναι απέναντι των εχθρών υμών, έως αν εξάρητε το ανάθεμα εξ υμών αυτών. 14 και συναχθήσεσθε πάντες το πρωϊ κατά φυλάς, και έσται η φυλή, ην αν δείξη Κύριος, προσάξετε κατά δήμους· και τον δήμον, ον εάν δείξη Κύριος, προσάξετε κατ' οίκον· και τον οίκον, ον εάν δείξη Κύριος, προσάξετε κατ' άνδρα· 15 και ος αν ενδειχθή, κατακαυθήσεται εν πυρί και πάντα, όσα εστίν αυτω, ότι παρέβη την διαθήκην Κυρίου και εποίησεν ανόμημα εν Ισραήλ. 16 και ώρθρισεν Ιησούς και προσήγαγε τον λαόν κατά φυλάς, και ενεδείχθη η φυλή Ιούδα· 17 και προσήχθη κατά δήμους, και ενεδείχθη δήμος Ζαραϊ· 18 και προσήχθη κατ' άνδρα, και ενεδείχθη Άχαρ υιος Ζαμβρί υιού Ζαρά. 19 και είπεν Ιησούς τω Άχαρ· δος δόξαν σήμερον τω Κυρίω Θεω Ισραήλ και δος την εξομολόγησιν και ανάγγειλόν μοι τι εποίησας και μη κρύψης απ' εμού. 20 και απεκρίθη Άχαρ τω Ιησοί και είπεν· αληθώς ήμαρτον εναντίον Κυρίου του Θεού Ισραήλ· ούτως και ούτως εποίησα· 21 είδον εν τη προνομή ψιλήν ποικίλην καλήν και διακόσια δίδραχμα αργυρίου και γλώσσαν μίαν χρυσήν πεντήκοντα διδράχμων και ενθυμηθείς αυτών έλαβον, και ιδού αυτά εγκέκρυπται εν τη σκηνή μου και το αργύριον κέκρυπται υποκάτω αυτών. 22 και απέστειλεν Ιησούς αγγέλους, και έδραμον εις την σκηνήν εις την παρεμβολήν· και ταύτα ην κεκρυμμένα εις την σκηνήν αυτού, και το αργύριον υποκάτω αυτών. 23 και εξήνεγκαν αυτά εκ της σκηνής και ήνεγκαν προς Ιησούν και τους πρεσβυτέρους Ισραήλ, και έθηκαν αυτά έναντι Κυρίου. 24 και έλαβεν Ιησούς τον Άχαρ υιόν Ζαρά και ανήγαγεν αυτόν εις φάραγγα Αχώρ και τους υιούς αυτού και τας θυγατέρας αυτού και τους μόσχους αυτού και τα υποζύγια αυτού και πάντα τα πρόβατα αυτού και την σκηνήν αυτού και πάντα τα υπάρχοντα αυτού, και πας ο λαός μετ' αυτού· και ανήγαγεν αυτούς εις Εμεκαχώρ. 25 και είπεν Ιησούς τω Άχαρ· τι ωλόθρευσας ημάς; εξολοθρεύσαι σε Κύριος καθά και σήμερον. και ελιθοβόλησαν αυτόν λίθοις πας Ισραήλ. 26 και επέστησαν αυτω σωρόν λίθων μέγαν. και επαύσατο Κύριος του θυμού της οργής· δια τούτο επωνόμασεν αυτό Εμεκαχώρ έως της ημέρας ταύτης.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ είπε Κύριος προς Ιησούν· μη φοβηθής μηδέ δειλιάσης, λάβε μετά σου πάντας τους άνδρας τους πολεμιστάς και αναστάς ανάβηθι εις Γαί· ιδού δέδωκα εις τας χείράς σου τον βασιλέα Γαί και την γην αυτού. 2 και ποιήσεις την Γαί ον τρόπον εποίησας την Ιεριχώ και τον βασιλέα αυτής, και την προνομήν των κτηνών προνομεύσεις σεαυτω. κατάστησον δε σεαυτω ένεδρα τη πόλει εις τα οπίσω. 3 και ανέστη Ιησούς και πας ο λαός ο πολεμιστής ωστε αναβήναι εις Γαί. επέλεξε δε Ιησούς τριάκοντα χιλιάδας ανδρών δυνατούς εν ισχύϊ και απέστειλεν αυτούς νυκτός. 4 και ενετείλατο αυτοίς λέγων· υμείς ενεδρεύσατε οπίσω της πόλεως· μη μακράν γίνεσθε από της πόλεως και έσεσθε πάντες έτοιμοι. 5 και εγώ και πάντες οι μετ' εμού προσάξομεν προς την πόλιν, και έσται ως αν εξέλθωσιν οι κατοικούντες Γαί εις συνάντησιν ημίν, καθάπερ και πρώην, και φευξόμεθα από προσώπου αυτών. 6 και ως αν εξέλθωσιν οπίσω ημών, αποσπάσομεν αυτούς από της πόλεως, και ερούσι· φεύγουσιν ούτοι από προσώπου ημών, ον τρόπον και έμπροσθεν. 7 υμείς δε εξαναστήσεσθε εκ της ενέδρας και πορεύσεσθε εις την πόλιν. 8 κατά το ρήμα τούτο ποιήσετε· ιδού εντέταλμαι υμίν. 9 και απέστειλεν αυτούς Ιησούς, και επορεύθησαν εις την ενέδραν και ενεκάθισαν ανά μέσον Βαιθήλ και ανά μέσον Γαί, από θαλάσσης της Γαί. 10 και ορθρίσας Ιησούς το πρωϊ επεσκέψατο τον λαόν· και ανέβησαν αυτός και οι πρεσβύτεροι κατά πρόσωπον του λαού επί Γαί. 11 και πας ο λαός ο πολεμιστής μετ' αυτού ανέβησαν και πορευόμενοι ήλθον εξεναντίας της πόλεως από ανατολών, 12 και τα ένεδρα της πόλεως από θαλάσσης. 14 και εγένετο ως είδε βασιλεύς Γαί, έσπευσε και εξήλθεν εις συνάντησιν αυτοίς επ' ευθείας εις τον πόλεμον, αυτός και πας ο λαός ο μετ' αυτού. και αυτός ουκ ήδει ότι ένεδρα αυτω εστιν οπίσω της πόλεως. 15 και είδε και ανεχώρησεν Ιησούς και Ισραήλ από προσώπου αυτών. 16 και κατεδίωξαν οπίσω των υιών Ισραήλ και αυτοί απέστησαν από της πόλεως· 17 ου κατελείφθη ουδείς εν τη Γαί, ος ου κατεδίωξεν οπίσω Ισραήλ· και κατέλιπον την πόλιν ηνεωγμένην και κατεδίωξαν οπίσω Ισραήλ. 18 και είπε Κύριος προς Ιησούν· έκτεινον την χείρά σου εν τω γαισω τω εν τη χειρί σου επί την πόλιν, εις γαρ τας χείράς σου παραδέδωκα αυτήν, και τα ένεδρα εξαναστήσονται εν τάχει εκ του τόπου αυτών. και εξέτεινεν Ιησούς την χείρα αυτού, τον γαισόν, επί την πόλιν, 19 και τα ένεδρα εξανέστησαν εν τάχει εκ του τόπου αυτών και εξήλθοσαν, ότε εξέτεινε την χείρα, και εισήλθοσαν επί την πόλιν και κατελάβοντο αυτήν και σπεύσαντες ενέπρησαν την πόλιν εν πυρί. 20 και περιβλέψαντες οι κάτοικοι Γαί εις τα οπίσω αυτών και εθεώρουν καπνόν αναβαίνοντα εκ της πόλεως εις τον ουρανόν· και ουκ έτι είχον που φύγωσιν ώδε ή ώδε. 21 και Ιησούς και πας Ισραήλ είδον ότι έλαβον τα ένεδρα την πόλιν και ότι ανέβη ο καπνός της πόλεως εις τον ουρανόν, και μεταβαλόμενοι επάταξαν τους άνδρας της Γαί. 22 και ούτοι εξήλθοσαν εκ της πόλεως εις συνάντησιν και εγενήθησαν ανά μέσον της παρεμβολής, ούτοι εντεύθεν και ούτοι εντεύθεν· και επάταξαν αυτούς έως του μη καταλειφθήναι αυτών σεσωσμένον και διαπεφευγότα. 23 και τον βασιλέα της Γαί συνέλαβον ζώντα και προσήγαγον αυτόν προς Ιησούν. 24 και ως επαύσαντο οι υιοί Ισραήλ αποκτείνοντες πάντας τους εν τη Γαί, τους εν τοις πεδίοις και εν τω όρει επί της καταβάσεως, ου κατεδίωξαν αυτούς απ' αυτής εις τέλος, και επέστρεψεν Ιησούς εις Γαί και επάταξεν αυτήν εν στόματι ρομφαίας. 25 και εγενήθησαν οι πεσόντες εν τη ημέρα εκείνη από ανδρός και έως γυναικός δώδεκα χιλιάδες, πάντας τους κατοικούντας Γαί, 27 πλήν των κτηνών και των σκύλων των εν τη πόλει, πάντα α επρονόμευσαν εαυτοίς οι υιοί Ισραήλ κατά πρόσταγμα Κυρίου, ον τρόπον συνέταξε Κύριος τω Ιησοί. 28 και ενεπύρισεν Ιησούς την πόλιν εν πυρί· χώμα αοίκητον εις τον αιώνα έθηκεν αυτήν έως της ημέρας ταύτης. 29 και τον βασιλέα της Γαί εκρέμασεν επί ξύλου διδύμου, και ην επί του ξύλου έως εσπέρας· και επιδύνοντος του ηλίου συνέταξεν Ιησούς και καθείλοσαν το σώμα αυτού από του ξύλου και έρριψαν αυτό εις τον βόθρον και επέστησαν αυτω σωρόν λίθων, έως της ημέρας ταύτης.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΩΣ δε ήκουσαν οι βασιλείς των Αμορραίων οι εν τω πέραν του Ιορδάνου, οι εν τη ορεινή και οι εν τη πεδινή και οι εν πάση τη παραλία της θαλάσσης της μεγάλης και οι προς τω Αντιλιβάνω και οι Χετταίοι και οι Χαναναίοι και οι Φερεζαίοι και οι Ευαίοι και οι Αμορραίοι και οι Γεργεσαίοι και οι Ιεβουσαίοι, 2 συνήλθοσαν επί το αυτό εκπολεμήσαι Ιησούν και Ισραήλ άμα πάντες. 2α Τότε ωκοδόμησεν Ιησούς θυσιαστήριον Κυρίω τω Θεω Ισραήλ εν όρει Γαιβάλ, 2β καθότι ενετείλατο Μωυσής ο θεράπων Κυρίου τοις υιοίς Ισραήλ, καθά γέγραπται εν τω νόμω Μωυσή, θυσιαστήριον λίθων ολοκλήρων, εφ' ους ουκ επεβλήθη σίδηρος, και ανεβίβασεν εκεί ολοκαυτώματα Κυρίω και θυσίαν σωτηρίου. 2γ και έγραψεν Ιησούς επί των λίθων το δευτερονόμιον, νόμον Μωυσή, ον έγραψεν ενώπιον των υιών Ισραήλ 2δ και πας Ισραήλ και οι πρεσβύτεροι αυτών και οι δικασταί και οι γραμματείς αυτών παρεπορεύοντο ένθεν και ένθεν της κιβωτού απέναντι, και οι ιερείς και οι Λευίται ήραν την κιβωτόν της διαθήκης Κυρίου, και ο προσήλυτος και ο αυτόχθων, οί ήσαν ήμισυ πλησίον όρους Γαριζίν, και οί ήσαν ήμισυ πλησίον όρους Γαιβάλ, καθότι ενετείλατο Μωυσής ο θεράπων Κυρίου ευλογήσαι τον λαόν εν πρώτοις. 2ε και μετά ταύτα ούτως ανέγνω Ιησούς πάντα τα ρήματα του νόμου τούτου, τας ευλογίας και τας κατάρας, κατά πάντα τα γεγραμμένα εν τω νόμω Μωυσή· 2ζ ουκ ην ρήμα από πάντων ων ενετείλατο Μωυσής τω Ιησοί, ό ουκ ανέγνω Ιησούς εις τα ώτα πάσης εκκλησίας υιών Ισραήλ, τοις ανδράσι και ταις γυναιξί και τοις παιδίοις και τοις προσηλύτοις τοις προσπορευομένοις τω Ισραήλ.

 3 Και οι κατοικούντες Γαβαών ήκουσαν πάντα, όσα εποίησε Κύριος τη Ιεριχώ και τη Γαί. 4 και εποίησαν και γε αυτοί μετά πανουργίας και ελθόντες επεσιτίσαντο και ητοιμάσαντο και λαβόντες σάκκους παλαιούς επί των όνων αυτών και ασκούς οίνου παλαιούς και κατερρωγότας αποδεδεμένους, 5 και τα κοίλα των υποδημάτων αυτών, και τα σανδάλια αυτών παλαιά και καταπεπελματωμένα εν τοις ποσίν αυτών. και τα ιμάτια αυτών πεπαλαιωμένα επάνω αυτών, και ο άρτος αυτών του επισιτισμού ξηρός και ευρωτιών και βεβρωμένος. 6 και ήλθοσαν προς Ιησούν εις την παρεμβολήν Ισραήλ εις Γάλγαλα και είπαν προς Ιησούν και Ισραήλ· εκ γης μακρόθεν ήκαμεν, και νυν διάθεσθε ημίν διαθήκην. 1 1 και είπαν οι υιοί Ισραήλ προς τον Χορραίον· όρα μη εν εμοί κατοικείς, και Πως σοι διαθώμαι διαθήκην; 8 και είπαν προς Ιησούν· οικέται σου εσμεν. και είπε προς αυτούς Ιησούς· πόθεν εστέ και πόθεν παραγεγόνατε; 9 και είπαν· εκ γης μακρόθεν σφόδρα ήκασιν οι παίδές σου εν ονόματι Κυρίου του Θεού σου· ακηκόαμεν γαρ το όνομα αυτού και όσα εποίησεν εν Αιγύπτω 10 και όσα εποίησε τοις βασιλεύσι των Αμορραίων, οί ήσαν πέραν του Ιορδάνου, τω Σηών βασιλεί των Αμορραίων και τω Ωγ βασιλεί της Βασάν, ος κατώκει εν Ασταρώθ και εν Εδραϊν. 11 και ακούσαντες είπαν προς ημάς οι πρεσβύτεροι ημών και πάντες οι κατοικούντες την γην ημών λέγοντες· λάβετε εαυτοίς επισιτισμόν εις την οδόν και πορεύθητε εις συνάντησιν αυτών και ερείτε προς αυτούς· οικέται σου εσμεν, και νυν διάθεσθε ημίν την διαθήκην. 12 ούτοι οι άρτοι, θερμούς εφωδιάσθημεν αυτούς εν τη ημέρα, ή εξήλθομεν παραγενέσθαι προς υμάς. νυν δε εξηράνθησαν και γεγόνασι βεβρωμένοι. 13 και ούτοι οι ασκοί του οίνου, ους επλήσαμεν καινούς, και ούτοι ερρώγασι· και τα ιμάτια ημών και τα υποδήματα ημών πεπαλαίωται από της πολλής οδού σφόδρα. 20 και έλαβον οι άρχοντες του επισιτισμού αυτών και Κύριον ουκ επηρώτησαν. 21 και εποίησεν Ιησούς προς αυτούς ειρήνην και διέθεντο προς αυτούς διαθήκην του διασώσαι αυτούς, και ώμοσαν αυτοίς οι άρχοντες της συναγωγής. 22 και εγένετο μετά τρεις ημέρας μετά το διαθέσθαι προς αυτούς διαθήκην, ήκουσαν ότι εγγύθεν αυτών εισι, και ότι εν αυτοίς κατοικούσι. 23 και απήραν οι υιοί Ισραήλ και ήλθον εις τας πόλεις αυτών· αι δε πόλεις αυτών Γαβαών και Κεφιρά και Βηρώθ και πόλεις Ιαρίν. 24 και ουκ εμαχέσαντο αυτοίς οι υιοί Ισραήλ, ότι ώμοσαν αυτοίς πάντες οι άρχοντες Κύριον τον Θεόν Ισραήλ· και διεγόγγυσαν πάσα η συναγωγή επί τοις άρχουσι. 25 και είπαν οι άρχοντες πάση τη συναγωγή· ημείς ωμόσαμεν αυτοίς Κύριον τον Θεόν Ισραήλ και νυν ου δυνησόμεθα άψασθαι αυτών· 26 τούτο ποιήσομεν, ζωγρήσαι αυτούς, και περιποιησόμεθα αυτούς, και ουκ έσται καθ' ημών οργή δια τον όρκον, ον ωμόσαμεν αυτοίς· 27 ζήσονται και έσονται ξυλοκόποι και υδροφόροι πάση τη συναγωγή, καθάπερ είπαν αυτοίς οι άρχοντες. 28 και συνεκάλεσεν αυτούς Ιησούς και είπεν αυτοίς· διατί παρελογίσασθέ με λέγοντες, μακράν από σου εσμεν σφόδρα, υμείς δε εγχώριοί εστε των κατοικούντων εν ημίν; 29 και νυν επικατάρατοί εστε· ου μη εκλίπη εξ υμών δούλος ουδέ ξυλοκόπος ουδέ υδροφόρος εμοί και τω Θεω μου. 30 και απεκρίθησαν τω Ιησοί λέγοντες· ανηγγέλη ημίν όσα συνέταξε Κύριος ο Θεός σου Μωυσή τω παιδί αυτού, δούναι υμίν την γην ταύτην και εξολοθρεύσαι ημάς και πάντας τους κατοικούντας επ' αυτής προ προσώπου υμών, και εφοβήθημεν σφόδρα περί των ψυχών ημών από προσώπου υμών και εποιήσαμεν το πράγμα τούτο. 31 και νυν ιδού ημείς υποχείριοι υμίν· ως αρέσκει υμίν και ως δοκεί υμίν, ποιήσατε ημίν. 32 και εποίησαν αυτοίς ούτως· και εξείλατο αυτούς Ιησούς εν τη ημέρα εκείνη εκ χειρών υιών Ισραήλ, και ουκ ανείλον αυτούς. 33 και κατέστησεν αυτούς Ιησούς εν τη ημέρα εκείνη ξυλοκόπους και υδροφόρους πάση τη συναγωγή και τω θυσιαστηρίω του Θεού· δια τούτο εγένοντο οι κατοικούντες Γαβαών ξυλοκόποι και υδροφόροι του θυσιαστηρίου του Θεού έως της σήμερον ημέρας, και εις τον τόπον, ον αν εκλέξηται Κύριος.

ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΩΣ δε ήκουσεν Αδωνιβεζέκ βασιλεύς Ιερουσαλήμ ότι έλαβεν Ιησούς την Γαί και εξωλόθρευσεν αυτήν, ον τρόπον εποίησαν την Ιεριχώ και τον βασιλέα αυτής, ούτως εποίησαν και την Γαί και τον βασιλέα αυτής, και ότι ηυτομόλησαν οι κατοικούντες Γαβαών προς Ιησούν και προς Ισραήλ, 2 και εφοβήθησαν απ' αυτών σφόδρα· ήδει γαρ ότι πόλις μεγάλη Γαβαών, ωσεί μία των μητροπόλεων, και πάντες οι άνδρες αυτής ισχυροί· 3 και απέστειλεν Αδωνιβεζέκ βασιλεύς Ιερουσαλήμ προς Ελάμ βασιλέα Χεβρών και προς Φιδών βασιλέα Ιεριμούθ και προς Ιεφθά βασιλέα Λαχίς και προς Δαβίν βασιλέα ‘Οδολλάμ λέγων· 4 δεύτε, ανάβητε προς με και βοηθήσατέ μοι, και εκπολεμήσωμεν Γαβαών· ηυτομόλησαν γαρ προς Ιησούν και προς τους υιούς Ισραήλ. 5 και ανέβησαν οι πέντε βασιλείς των Ιεβουσαίων, βασιλεύς Ιερουσαλήμ και βασιλεύς Χεβρών και βασιλεύς Ιεριμούθ και βασιλεύς Λαχίς και βασιλεύς ‘Οδολλάμ, αυτοί και πας ο λαός αυτών και περιεκάθισαν την Γαβαών και εξεπολιόρκουν αυτήν. 6 και απέστειλαν οι κατοικούντες Γαβαών προς Ιησούν εις την παρεμβολήν Ισραήλ εις Γάλγαλα λέγοντες· μη εκλύσης τας χείράς σου από των παίδων σου· ανάβηθι προς ημάς το τάχος και βοήθησον ημίν και εξελού ημάς· ότι συνηγμένοι εισίν εφ' ημάς πάντες οι βασιλείς των Αμορραίων, οι κατοικούντες την ορεινήν. 7 και ανέβη Ιησούς εκ Γαλγάλων, αυτός και πας ο λαός ο πολεμιστής μετ' αυτού, πας δυνατός εν ισχύϊ. 8 και είπε Κύριος προς Ιησούν· μη φοβηθής αυτούς, εις γαρ τας χείράς σου παραδέδωκα αυτούς, ουχ υπολειφθήσεται εξ αυτών ουδείς ενώπιον υμών. 9 και επεί παρεγένετο Ιησούς επ' αυτούς άφνω, όλην την νύκτα εισεπορεύθη εκ Γαλγάλων. 10 και εξέστησεν αυτούς Κύριος από προσώπου των υιών Ισραήλ, και συνέτριψεν αυτούς Κύριος συντρίψει μεγάλη εν Γαβαών, και κατεδίωξαν αυτούς οδόν αναβάσεως ‘Ωρωνίν και κατέκοπτον αυτούς έως Αζηκά και έως Μακηδά. 11 εν δε τω φεύγειν αυτούς από προσώπου των υιών Ισραήλ επί της καταβάσεως ‘Ωρωνίν και Κύριος επέρριψεν αυτοίς λίθους χαλάζης εκ του ουρανού έως Αζηκά, και εγένοντο πλείους οι αποθανόντες δια τους λίθους της χαλάζης ή ους απέκτειναν οι υιοί Ισραήλ μαχαίρα εν τω πολέμω.

 12 Τότε ελάλησεν Ιησούς προς Κύριον, ή ημέρα παρέδωκεν ο Θεός τον Αμορραίον υποχείριον Ισραήλ, ηνίκα συνέτριψεν αυτούς εν Γαβαών και συνετρίβησαν από προσώπου υιών Ισραήλ, και είπεν Ιησούς· στήτω ο ήλιος κατά Γαβαών και η σελήνη κατά φάραγγα Αιλών. 13 και έστη ο ήλιος και η σελήνη εν στάσει, έως ημύνατο ο Θεός τους εχθρούς αυτών. και έστη ο ήλιος κατά μέσον του ουρανού, ου προεπορεύετο εις δυσμάς εις τέλος ημέρας μιάς. 14 και ουκ εγένετο ημέρα τοιαύτη ουδέ το πρότερον ουδέ το έσχατον, ωστε επακούσαι Θεόν ανθρώπου, ότι Κύριος συνεξεπολέμησε τω Ισραήλ.

 16 Και έφυγον οι πέντε βασιλείς ούτοι και κατεκρύβησαν εις το σπήλαιον το εν Μακηδά. 17 και απηγγέλη τω Ιησού λέγοντες· εύρηνται οι πέντε βασιλείς κεκρυμμένοι εν τω σπηλαίω τω εν Μακηδά. 18 και είπεν Ιησούς· κυλίσατε λίθους επί το στόμα του σπηλαίου και καταστήσατε άνδρας φυλάσσειν επ' αυτούς, 19 υμείς δε μη εστήκατε καταδιώκοντες οπίσω των εχθρών υμών και καταλάβετε την ουραγίαν αυτών και μη αφήτε εισελθείν εις τας πόλεις αυτών· παρέδωκε γαρ αυτούς Κύριος ο Θεός ημών εις τας χείρας ημών. 20 και εγένετο ως κατέπαυσεν Ιησούς και πας υιος Ισραήλ κόπτοντες αυτούς κοπήν μεγάλην σφόδρα έως εις τέλος, και οι διασωζόμενοι διεσώθησαν εις τας πόλεις τας οχυράς, 21 και απεστράφη πας ο λαός προς Ιησούν εις Μακηδά υγιείς, και ουκ έγρυξεν ουδείς των υιών Ισραήλ τη γλώσση αυτού. 22 και είπεν Ιησούς· ανοίξατε το σπήλαιον και εξαγάγετε τους πέντε βασιλείς τούτους εκ του σπηλαίου. 23 και εξηγάγοσαν τους πέντε βασιλείς εκ του σπηλαίου, τον βασιλέα Ιερουσαλήμ και τον βασιλέα Χεβρών και τον βασιλέα Ιεριμούθ και τον βασιλέα Λαχίς και τον βασιλέα ‘Οδολλάμ. 24 και επεί εξήγαγον αυτούς προς Ιησούν, και συνεκάλεσεν Ιησούς πάντα Ισραήλ, και τους εναρχομένους του πολέμου τους συμπορευομένους αυτω, λέγων αυτοίς· προπορεύεσθε και επίθετε τους πόδας υμών επί τους τραχήλους αυτών. και προσελθόντες επέθηκαν τους πόδας αυτών επί τους τραχήλους αυτών. 25 και είπεν Ιησούς προς αυτούς· μη φοβηθήτε αυτούς μηδέ δειλιάσητε· ανδρίζεσθε και ισχύετε, ότι ούτω ποιήσει Κύριος πάσι τοις εχθροίς υμών, ους υμείς καταπολεμείτε αυτούς. 26 και απέκτεινεν αυτούς Ιησούς και εκρέμασεν αυτούς επί πέντε ξύλων, και ήσαν κρεμάμενοι επί των ξύλων έως εσπέρας. 27 και εγενήθη προς ηλίου δυσμάς ενετείλατο Ιησούς και καθείλον αυτούς από των ξύλων και έρριψαν αυτούς εις το σπήλαιον, εις ό κατεφύγοσαν εκεί, και επεκύλισαν λίθους επί το σπήλαιον έως της σήμερον ημέρας.

 28 Και την Μακηδά ελάβοσαν εν τη ημέρα εκείνη και εφόνευσαν αυτήν εν στόματι ξίφους και εξωλόθρευσαν παν εμπνέον, ό ην εν αυτη, και ου κατελείφθη ουδείς εν αυτη διασεσωσμένος και διαπεφευγώς· και εποίησαν τω βασιλεί Μακηδά ον τρόπον εποίησαν τω βασιλεί Ιεριχώ. 29 και απήλθεν Ιησούς και πας Ισραήλ μετ' αυτού εκ Μακηδά εις Λεβνά και επολιόρκει Λεβνά. 30 και παρέδωκεν αυτήν Κύριος εις χείρας Ισραήλ, και έλαβον αυτήν και τον βασιλέα αυτής και εφόνευσαν αυτήν εν στόματι ξίφους και παν εμπνέον εν αυτη, και ου κατελείφθη εν αυτη διασεσωσμένος και διαπεφευγώς· και εποίησαν τω βασιλεί αυτής ον τρόπον εποίησαν τω βασιλεί Ιεριχώ.

 31 και απήλθεν Ιησούς και πας Ισραήλ μετ' αυτού εκ Λεβνά εις Λαχίς και περιεκάθισεν αυτήν και επολιόρκει αυτήν. 32 και παρέδωκε Κύριος την Λαχίς εις τας χείρας Ισραήλ, και έλαβεν αυτήν εν τη ημέρα τη δευτέρα και εφόνευσαν αυτήν εν στόματι ξίφους και εξωλόθρευσαν αυτήν, ον τρόπον εποίησαν την Λεβνά. 33 τότε ανέβη Ελάμ βασιλεύς Γαζέρ βοηθήσων τη Λαχίς, και επάταξεν αυτόν Ιησούς εν στόματι ξίφους και τον λαόν αυτού έως του μη καταλειφθήναι αυτών σεσωσμένον και διαπεφευγότα. 34 και απήλθεν Ιησούς και πας Ισραήλ μετ' αυτού εκ Λαχίς εις ‘Οδολλάμ και περιεκάθισεν αυτήν και εξεπολιόρκησεν αυτήν. 35 και παρέδωκεν αυτήν Κύριος εν χειρί Ισραήλ, και έλαβεν αυτήν εν τη ημέρα εκείνη και εφόνευσεν αυτήν εν στόματι ξίφους, και παν εμπνέον εν αυτη εφόνευσαν, ον τρόπον εποίησαν τη Λαχίς. 36 και απήλθεν Ιησούς και πας Ισραήλ μετ' αυτού εις Χεβρών και περιεκάθισεν αυτήν. 37 και επάταξεν αυτήν εν στόματι ξίφους και παν το εμπνέον, όσα ην εν αυτη, ουκ ην διασεσωσμένος· ον τρόπον εποίησαν την ‘Οδολλάμ, εξωλόθρευσαν αυτήν και όσα ην εν αυτη. 38 και απέστρεψεν Ιησούς και πας Ισραήλ εις Δαβίρ και περικαθίσαντες αυτήν 39 έλαβον αυτήν και τον βασιλέα αυτής και τας κώμας αυτής και επάταξεν αυτήν εν στόματι ξίφους και εξωλόθρευσαν αυτήν και παν εμπνέον εν αυτη και ου κατέλιπον αυτη ουδένα διασεσωσμένον· ον τρόπον εποίησαν τη Χεβρών και τω βασιλεί αυτής, ούτως εποίησαν τη Δαβίρ και τω βασιλεί αυτής. 40 και επάταξεν Ιησούς πάσαν την γην της ορεινής και την Ναγέβ και την πεδινήν και την Ασηδώθ και τους βασιλείς αυτής, ου κατέλιπον αυτών σεσωσμένον· και παν εμπνέον ζωής εξωλόθρευσεν, ον τρόπον ενετείλατο Κύριος ο Θεός Ισραήλ, 41 από Κάδης Βαρνή έως Γάζης, πάσαν την Γοσόμ έως της Γαβαών, 42 και πάντας τους βασιλείς αυτών και την γην αυτών επάταξεν Ιησούς εισάπαξ, ότι Κύριος ο Θεός Ισραήλ συνεπολέμει τω Ισραήλ.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΩΣ δε ήκουσεν Ιαβίν βασιλεύς Ασώρ, απέστειλε προς Ιαβάβ βασιλέα Μαρών και προς βασιλέα Συμοών και προς βασιλέα Αζίφ 2 και προς βασιλείς τους κατά Σιδώνα την μεγάλην, εις την ορεινήν και εις Άραβα απέναντι Κενερώθ και εις το πεδίον και εις Φεναεδδώρ 3 και εις τους παραλίους Χαναναίους από ανατολών και εις τους παραλίους Αμορραίους και τους Χετταίους και Φερεζαίους και Ιεβουσαίους τους εν τω όρει και τους Ευαίους και τους υπό την Αερμών εις γην Μασσηφά. 4 και εξήλθον αυτοί και οι βασιλείς αυτών μετ' αυτών, ωσπερ η άμμος της θαλάσσης τω πλήθει, και ίπποι και άρματα πολλά σφόδρα. 5 και συνήλθον πάντες οι βασιλείς αυτοί και παρεγένοντο επί το αυτό και παρενέβαλον επί του ύδατος Μαρών πολεμήσαι τον Ισραήλ. 6 και είπε Κύριος προς Ιησούν· μη φοβηθής από προσώπου αυτών, ότι αύριον ταύτην την ωραν εγώ παραδίδωμι τετροπωμένους αυτούς εναντίον του Ισραήλ· τους ίππους αυτών νευροκοπήσεις και τα άρματα αυτών κατακαύσεις εν πυρί. 7 και ήλθεν Ιησούς και πας ο λαός ο πολεμιστής επ' αυτούς επί το ύδωρ Μαρών εξάπινα και επέπεσαν επ' αυτούς εν τη ορεινή. 8 και παρέδωκεν αυτούς Κύριος υποχειρίους Ισραήλ, και κόπτοντες αυτούς κατεδίωκον έως Σιδώνος της μεγάλης και έως Μασερών και έως των πεδίων Μασσώχ κατ' ανατολάς και κατέκοψαν αυτούς έως του μη καταλειφθήναι αυτών διασεσωσμένον. 9 και εποίησεν αυτοίς Ιησούς ον τρόπον ενετείλατο αυτω Κύριος· τους ίππους αυτών ενευροκόπησε και τα άρματα αυτών ενέπρησε πυρί.

 10 Και απεστράφη Ιησούς εν τω καιρω εκείνω και κατελάβετο Ασώρ και τον βασιλέα αυτής· ην δε Ασώρ το πρότερον άρχουσα πασών των βασιλειών τούτων. 11 και απέκτειναν παν εμπνέον εν αυτη εν ξίφει και εξωλόθρευσαν πάντας, και ου κατελείφθη εν αυτη εμπνέον· και την Ασώρ ενέπρησαν εν πυρί. 12 και πάσας τας πόλεις των βασιλειών και τους βασιλείς αυτών έλαβεν Ιησούς και ανείλεν αυτούς εν στόματι ξίφους, και εξωλόθρευσαν αυτούς, ον τρόπον συνέταξε Μωυσής ο παις Κυρίου. 13 αλλά πάσας τας πόλεις τας κεχωματισμένας ουκ ενέπρησεν Ισραήλ, πλήν Ασώρ μόνην ενέπρησεν Ισραήλ 14 και πάντα τα σκύλα αυτής επρονόμευσαν εαυτοίς οι υιοί Ισραήλ, αυτούς δε πάντας εξωλόθρευσαν εν στόματι ξίφους, έως απώλεσεν αυτούς, ου κατέλιπον εξ αυτών ουδέν εμπνέον. 15 ον τρόπον συνέταξε Κύριος τω Μωυσή τω παιδί αυτού, και Μωυσής ωσαύτως ενετείλατο τω Ιησοί, και ούτως εποίησεν Ιησούς· ου παρέβη ουδέν από πάντων, ων συνέταξεν αυτω Μωυσής.

 16 Και έλαβεν Ιησούς πάσαν την γην την ορεινήν και πάσαν την γην Ναγέβ και πάσαν την γην Γοσόμ και την πεδινήν και την προς δυσμαίς και το όρος Ισραήλ και τα ταπεινά τα προς τω όρει 17 από όρους Χελχά και ό προσαναβαίνει εις Σηείρ και έως Βααλγάδ και τα πεδία του Λιβάνου υπό το όρος το Αερμών και πάντας τους βασιλείς αυτών έλαβε και ανείλε και απέκτεινε. 18 και ημέρας πλείους εποίησεν Ιησούς προς τους βασιλείς τούτους τον πόλεμον, 19 και ουκ ην πόλις, ην ουκ έλαβεν Ισραήλ, πάντα ελάβοσαν εν πολέμω. 20 ότι δια Κυρίου εγένετο κατισχύσαι αυτών την καρδίαν συναντάν εις πόλεμον προς Ισραήλ, ίνα εξολοθρευθώσιν, όπως μη δοθή αυτοίς έλεος, αλλ' ίνα εξολοθρευθώσιν, ον τρόπον είπε Κύριος προς Μωυσήν.

 21 Και ήλθεν Ιησούς εν τω καιρω εκείνω και εξωλόθρευσε τους Ενακίμ εκ της ορεινής, εκ Χεβρών και εκ Δαβίρ και εξ Αναβώθ και εκ παντός γένους Ισραήλ και εκ παντός όρους Ιούδα συν ταις πόλεσιν αυτών, και εξωλόθρευσεν αυτούς Ιησούς. 22 ου κατελείφθη των Ενακίμ από των υιών Ισραήλ, αλλά πλήν εν Γάζη και εν Γεθ και εν Ασεδώθ κατελείφθη. 23 και έλαβεν Ιησούς πάσαν την γην, καθότι ενετείλατο Κύριος τω Μωυσή και έδωκεν αυτούς Ιησούς εν κληρονομία Ισραήλ εν μερισμω κατά φυλάς αυτών. και η γη κατέπαυσε πολεμουμένη.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΚΑΙ ούτοι οι βασιλείς της γης, ους ανείλον οι υιοί Ισραήλ και κατεκληρονόμησαν την γην αυτών πέραν του Ιορδάνου αφ' ηλίου ανατολών από φάραγγος Αρνών έως του όρους Αερμών και πάσαν την γην Άραβα απ' ανατολών· 2 Σηών τον βασιλέα των Αμορραίων, ος κατώκει εν Εσεβών κυριεύων από Αροήρ, ή εστιν εν τη φάραγγι, κατά μέρος της φάραγγος, και το ήμισυ της Γαλαάδ έως Ιαβόκ, όρια υιών Αμμών, 3 και Άραβα έως της θαλάσσης Χενερέθ κατ' ανατολάς και έως της θαλάσσης Άραβα, θάλασσαν των αλών από ανατολών, οδόν την κατά Ασειμώθ, από Θαιμάν την υπό Ασηδώθ Φασγά· 4 και Ωγ βασιλεύς Βασάν υπελείφθη εκ των γιγάντων ο κατοικών εν Ασταρώθ και εν Εδραϊν, 5 άρχων από όρους Αερμών και από Σελχοί και πάσαν την γην Βασάν έως ορίων Γεσουρί και την Μαχί και το ημισυ Γαλαάδ ορίων Σηών βασιλέως Εσεβών. 6 Μωυσής ο παις Κυρίου και υιοί Ισραήλ επάταξαν αυτούς, και έδωκεν αυτήν Μωυσής εν κληρονομία Ρουβήν και Γάδ και τω ημίσει φυλής Μανασσή.

 7 Και ούτοι οι βασιλείς των Αμορραίων, ους ανείλεν Ιησούς και υιοί Ισραήλ εν τω πέραν του Ιορδάνου παρά θάλασσαν Βααλγάδ εν τω πεδίω του Λιβάνου και έως όρους του Χελχά αναβαινόντων εις Σηείρ, και έδωκεν αυτήν Ιησούς ταις φυλαίς Ισραήλ κληρονομείν κατά κλήρον αυτών, 8 εν τω όρει και εν τω πεδίω και εν Άραβα και εν Ασηδώθ και εν τη ερήμω και Ναγέβ, τον Χετταίον και τον Αμορραίον και τον Χαναναίον και τον Φερεζαίον και τον Ευαίον και τον Ιεβουσαίον· 9 τον βασιλέα Ιεριχώ και τον βασιλέα της Γαί, ή εστι πλησίον Βαιθήλ, 10 βασιλέα Ιερουσαλήμ, βασιλέα Χεβρών, 11 βασιλέα Ιεριμούθ, βασιλέα Λαχίς, 12 βασιλέα Αιλάμ, βασιλέα Γαζέρ, 13 βασιλέα Δαβίρ, βασιλέα Γαδέρ, 14 βασιλέα Ερμάθ, βασιλέα Αράθ, 15 βασιλέα Λεβνά, βασιλέα ‘Οδολλάμ, 16 βασιλέα ‘Ηλάθ, 17 βασιλέα Ταφούγ, βασιλέα ‘Οφέρ, 1 18-2 1 2 βασιλέα Αφέκ της Σαρών, βασιλέα Ασώρ, βασιλέα Συμοών, βασιλέα Μαρών, βασιλέα Αζίφ, βασιλέα Κάδης, βασιλέα Τανάχ, βασιλέα Μαγεδών, βασιλέα Ιεκονάμ του Χερμέλ, 23 βασιλέα Δώρ του Ναφεδδώρ, βασιλέα Γωϊμ της Γαλιλαίας, 24 βασιλέα Θαρσά· πάντες ούτοι βασιλείς είκοσιν εννέα.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΚΑΙ Ιησούς πρεσβύτερος προβεβηκώς των ημερών. και είπε Κύριος προς Ιησούν· συ προβέβηκας των ημερών, και η γη υπολέλειπται πολλή εις κληρονομίαν. 2 και αύτη η γη καταλελειμμένη· όρια Φυλιστιείμ, ο Γεσιρί και ο Χαναναίος· 3 από της αοικήτου της κατά πρόσωπον Αιγύπτου έως των ορίων Ακκαρών εξ ευωνύμων των Χαναναίων προσλογίζεται ταις πέντε σατραπείαις των Φυλιστιείμ, τω Γαζαίω και τω Αζωτίω και τω Ασκαλωνίτη και τω Γετθαίω και τω Ακκαρωνίτη· και τω Ευαίω 4 εκ Θαιμάν και πάση γη Χαναάν εναντίον Γάζης, και οι Σιδώνιοι έως Αφέκ, έως των ορίων των Αμορραίων, 5 και πάσαν την γην Γαβλί Φυλιστιείμ· και πάντα τον Λίβανον από ανατολών ηλίου, από Γαλγάλ υπό το όρος το Αερμών έως της εισόδου Εμάθ· 6 πας ο κατοικών την ορεινήν από του Λιβάνου έως της Μασερεφωθαίμ, πάντας τους Σιδωνίους, εγώ αυτούς εξολοθρεύσω από προσώπου Ισραήλ· αλλά διάδος αυτήν εν κλήρω τω Ισραήλ, ον τρόπον σοι ενετειλάμην. 7 και νυν μέρισον την γην ταύτην εν κληρονομία ταις εννέα φυλαίς και τω ημίσει φυλής Μανασσή· από του Ιορδάνου έως της θαλάσσης της μεγάλης κατά δυσμάς ηλίου δώσεις αυτήν, η θάλασσα η μεγάλη οριεί. 8 ταις δυσί φυλαίς και τω ημίσει φυλής Μανασσή, τω Ρουβήν και τω Γάδ, έδωκε Μωυσής εν τω πέραν του Ιορδάνου· κατ' ανατολάς ηλίου δέδωκεν αυτήν Μωυσής ο παις Κυρίου, 9 από Αροήρ, ή εστιν επί του χείλους χειμάρρου Αρνών, και την πόλιν την εν μέσω της φάραγγος και πάσαν την Μισώρ από Μαιδαβά έως Δαιβάν, 10 πάσας τας πόλεις Σηών βασιλέως Αμορραίων, ος εβασίλευσεν εν Εσεβών, έως των ορίων υιών Αμμών, 11 και την Γαλααδίτιδα και τα όρια Γεσιρί και του Μαχατί, παν όρος Αερμών και πάσαν την Βασανίτιν έως Σελλά, 12 πάσαν την βασιλείαν Ωγ εν τη Βασανίτιδι, ος εβασίλευσεν εν Ασταρώθ και εν Εδραϊν· ούτος κατελείφθη από των γιγάντων, και επάταξεν αυτόν Μωυσής και εξωλόθρευσε. 13 και ουκ εξωλόθρευσαν οι υιοί Ισραήλ τον Γεσιρί και τον Μαχατί και τον Χαναναίον, και κατώκει βασιλεύς Γεσιρί και ο Μαχατί εν τοις υιοίς Ισραήλ έως της σήμερον ημέρας. 14 πλήν της φυλής Λευί ουκ εδόθη κληρονομία· Κύριος ο Θεός Ισραήλ, ούτος κληρονομία αυτών, καθά είπεν αυτοίς Κύριος. και ούτος ο καταμερισμός, ον κατεμέρισε Μωυσής τοις υιοίς Ισραήλ εν Αραβώθ Μωάβ εν τω πέραν του Ιορδάνου κατά Ιεριχώ.

 15 Και έδωκε Μωυσής τη φυλή Ρουβήν κατά δήμους αυτών. 16 και εγενήθη αυτών τα όρια από Αροήρ, ή εστι κατά πρόσωπον φάραγγος Αρνών, και η πόλις η εν τη φάραγγι Αρνών. και πάσαν την Μισώρ έως Εσεβών 17 και πάσας τας πόλεις τας ούσας εν τη Μισώρ και Δαιβών και Βαμωθβάαλ και οίκου Βεελμών 18 και Ιασσά και Κεδημώθ και Μεφαάθ 19 και Καριαθαίμ και Σεβαμά και Σεραδά και Σιώρ εν τω όρει Εμάκ 20 και Βαιθφογόρ και Ασηδώθ Φασγά και Βαιθασειμώθ 21 και πάσας τας πόλεις του Μισώρ και πάσαν την βασιλείαν του Σηών βασιλέως των Αμορραίων, ον επάταξε Μωυσής αυτόν και τους ηγουμένους Μαδιάμ και τον Ευί και τον Ροκόμ και τον Σουρ και τον Ούρ και τον Ροβέ άρχοντας παρά Σηών και τους κατοικούντας την γην. 22 και τον Βαλαάμ τον του Βεώρ, τον μάντιν, απέκτειναν εν τη ροπή. 23 εγένετο δε τα όρια Ρουβήν· Ιορδάνης όριον, αύτη η κληρονομία υιών Ρουβήν κατά δήμους αυτών, αι πόλεις αυτών και αι επαύλεις αυτών. 24 έδωκε δε Μωυσής τοις υιοίς Γάδ κατά δήμους αυτών. 25 και εγένετο τα όρια αυτών Ιαζήρ, πάσαι πόλεις Γαλαάδ και το ήμισυ γης υιών Αμμών έως Αροήρ, ή εστι κατά πρόσωπον Ραββά, 26 και από Εσεβών έως Ραμώθ κατά την Μασσηφά και Βοτανίμ και Μααναϊν έως των ορίων Δαβίρ, 27 και Εμέκ Βαιθαράμ Βανθαναβρά και Σοκχωθά και Σαφάν και την λοιπήν βασιλείαν Σηών βασιλέως Εσεβών, και ο Ιορδάνης οριεί έως μέρους της θαλάσσης Χενερέθ πέραν του Ιορδάνου απ' ανατολών. 28 αύτη η κληρονομία υιών Γάδ κατά δήμους αυτών, αι πόλεις αυτών και αι επαύλεις αυτών. 29 και έδωκε Μωυσής τω ημίσει φυλής Μανασσή κατά δήμους αυτών. 30 και εγένετο τα όρια αυτών από Μααναϊμ και πάσα βασιλεία Βασανί και πάσα βασιλεία Ωγ βασιλέως της Βασάν και πάσας τας κώμας Ιαϊρ, αι εισιν εν τη Νασανίτιδι, εξήκοντα πόλεις, 31 και το ήμισυ της Γαλαάδ και εν Ασταρώθ και εν Εδραϊν, πόλεις βασιλείας Ωγ εν τη Βασανίτιδι και εδόθησαν τοις υιοίς Μαχίρ υιού Μανασσή, κατά δήμους αυτών. 32 ούτοι ους κατεκληρονόμησε Μωυσής πέραν του Ιορδάνου εν Αραβώθ Μωάβ εν τω πέραν του Ιορδάνου του κατά Ιεριχώ απ' ανατολών.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΚΑΙ ούτοι οι κατακληρονομήσαντες υιών Ισραήλ εν τη γη Χαναάν, οίς κατεκληρονόμησαν αυτοίς Ελεάζαρ ο ιερεύς και Ιησούς ο του Ναυή και οι άρχοντες πατριών φυλών των υιών Ισραήλ. 2 κατά κλήρους εκληρονόμησαν, ον τρόπον ενετείλατο Κύριος εν χειρί Ιησού ταις εννέα φυλαίς και τω ημίσει φυλής από του πέραν του Ιορδάνου, 3 και τοις Λευίταις ουκ έδωκε κλήρον εν αυτοίς, 4 ότι ήσαν οι υιοί Ιωσήφ δύο φυλαί Μανασσή και Εφραίμ, και ουκ εδόθη μερίς εν τη γη τοις Λευίταις, αλλ' ή πόλεις κατοικείν και τα αφωρισμένα αυτών τοις κτήνεσι και τα κτήνη αυτών.

 5 ον τρόπον ενετείλατο Κύριος τω Μωυσή, ούτως εποίησαν οι υιοί Ισραήλ και εμέρισαν την γην.

 6 Και προσήλθοσαν οι υιοί Ιούδα προς Ιησούν εν Γαλγάλ, και είπε προς αυτόν Χάλεβ ο του Ιεφονή ο Κενεζαίος· συ επίστη το ρήμα, ό ελάλησε Κύριος προς Μωυσήν άνθρωπον του Θεού περί εμού και σου εν Κάδης Βαρνή· 7 τεσσαράκοντα γαρ ετών ήμην ότε απέστειλέ με Μωυσής ο παις του Θεού εκ Κάδης Βαρνή κατασκοπεύσαι την γην, και απεκρίθην αυτω λόγον κατά τον νουν αυτού, 8 οι αδελφοί μου οι αναβάντες μετ' εμού μετέστησαν την καρδίαν του λαού, εγώ δε προσετέθην επακολουθήσαι Κυρίω τω Θεω μου, 9 και ώμοσε Μωυσής εν εκείνη τη ημέρα λέγων· η γη, εφ' ην επέβης, σοί έσται εν κλήρω και τοις τέκνοις σου εις τον αιώνα, ότι προσετέθης επακολουθήσαι οπίσω Κυρίου του Θεού ημών. 10 και νυν διέθρεψέ με Κύριος, ον τρόπον είπε, τούτο τεσσαρακοστόν και πέμπτον έτος, αφ' ου ελάλησε Κύριος το ρήμα τούτο προς Μωυσήν και επορεύθη Ισραήλ εν τη ερήμω. και νυν ιδού εγώ σήμερον ογδοήκοντα και πέντε ετών· 11 έτι ειμί σήμερον ισχύων, ωσεί ότε απέστειλέ με Μωυσής, ωσαύτως ισχύω νυν εξελθείν και εισελθείν εις τον πόλεμον. 12 και νυν αιτούμαί σε το όρος τούτο, καθά είπε Κύριος τη ημέρα εκείνη· ότι συ ακήκοας το ρήμα τούτο εν τη ημέρα εκείνη. νυν δε οι Ενακίμ εκεί εισι, πόλεις οχυραί και μεγάλαι· εάν ουν Κύριος μετ' εμού ή, εξολοθρεύσω αυτούς, ον τρόπον ειπέ μοι Κύριος. 13 και ευλόγησεν αυτόν Ιησούς και έδωκε Χεβρών τω Χάλεβ υιω Ιεφονή υιω Κενέζ εν κλήρω. 14 δια τούτο εγενήθη η Χεβρών τω Χάλεβ τω του Ιεφονή του Κενεζαίου εν κλήρω έως της ημέρας ταύτης, δια το αυτόν επακολουθήσαι τω προστάγματι Κυρίου Θεού Ισραήλ. 15 το δε όνομα της Χεβρών ην το πρότερον πόλις Αρβόκ· μητρόπολις των Ενακίμ αύτη. και η γη εκόπασε του πολέμου.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΚΑΙ εγένετο τα όρια φυλής Ιούδα κατά δήμους αυτών από των ορίων της Ιδουμαίας από της ερήμου Σίν έως Κάδης προς λίβα. 2 και εγενήθη αυτών τα όρια από λιβός έως μέρους θαλάσσης της αλυκής, από της λοφιάς της φερούσης επί λίβα 3 και διαπορεύεται απέναντι της προσαναβάσεως Ακραβίν και εκπεριπορεύεται Σενά και αναβαίνει από λιβός επί Κάδης Βαρνή και εκπορεύεται Ασωρών και προσαναβαίνει εις Σάραδα και εκπορεύεται την κατά δυσμάς Κάδης 4 και εκπορεύεται επί Σελμωνάν και διεκβάλλει έως φάραγγος Αιγύπτου, και έσται αυτού η διέξοδος των ορίων επί την θάλασσαν· τούτό εστιν αυτών όρια από λιβός. 5 και τα όρια από ανατολών· πάσα η θάλασσα η αλυκή έως του Ιορδάνου. και τα όρια αυτών από βορρά και από της λοφιάς της θαλάσσης και από του μέρους του Ιορδάνου· 6 επιβαίνει τα όρια επί Βαιθαγλά και παραπορεύεται από Βορρά επί Βαιθάραβα, και προσαναβαίνει τα όρια επί λίθον Βαιών υιού Ρουβήν, 7 και προσαναβαίνει τα όρια επί το τέταρτον της φάραγγος Αχώρ και καταβαίνει επί Γαλγάλ, ή εστιν απέναντι της προσβάσεως Αδδαμίν, ή εστι κατά λίβα τη φάραγγι, και διεκβάλλει επί το ύδωρ πηγής του ηλίου, και έσται αυτού η διέξοδος πηγή Ρωγήλ, 8 και αναβαίνει τα όρια εις φάραγγα ‘Ονόμ επί νώτου Ιεβούς από λιβός (αύτη εστίν Ιερουσαλήμ) και διεκβάλλει τα όρια επί κορυφήν όρους, ή εστι κατά πρόσωπον φάραγγος ‘Ονόμ προς θαλάσσης, ή εστιν εκ μέρους γης Ραφαϊν επί βορρά, 9 και διεκβάλλει το όριον από κορυφής του όρους επί πηγήν ύδατος Ναφθώ και διεκβάλλει εις το όρος Εφρών, και άξει το όριον εις Βαάλ (αύτη εστί πόλις Ιαρίμ), 10 και περιελεύσεται όριον από Βαάλ επί θάλασσαν και παρελεύσεται εις όρος Ασσάρ επί νώτου, Πόλιν Ιαρίν από βορρά (αύτη εστί Χασλών) και καταβήσεται επί Πόλιν ηλίου και παρελεύσεται επί λίβα, 11 και διεκβάλλει το όριον κατά νώτου Ακκαρών επί βορράν, και διεκβαλεί τα όρια εις Σοκχώθ και παρελεύσεται όρια επί λίβα και διεκβαλεί επί Λεβνά, και έσται η διέξοδος των ορίων επί θάλασσαν. και τα όρια αυτών από θαλάσσης· η θάλασσα η μεγάλη οριεί. 12 ταύτα τα όρια υιών Ιούδα κύκλω κατά δήμους αυτών. 13 και τω Χάλεβ υιω Ιεφονή έδωκε μερίδα εν μέσω υιών Ιούδα δια προστάγματος του Θεού, και έδωκεν αυτω Ιησούς την πόλιν Αρβόκ μητρόπολιν Ενάκ (αύτη εστί Χεβρών). 14 και εξωλόθρευσεν εκείθεν Χάλεβ υιος Ιεφονή τους τρεις υιούς Ενάκ, τον Σουσί και Θολαμί και τον Αχιμά. 15 και ανέβη εκείθεν Χάλεβ επί τους κατοικούντας Δαβίρ· το δε όνομα Δαβίρ ην το πρότερον Πόλις γραμμάτων. 16 και είπε Χάλεβ· ος εάν λάβη και εκκόψη την Πόλιν των γραμμάτων και κυριεύση αυτής, δώσω αυτω την Ασχάν θυγατέρα μου εις γυναίκα· 17 και έλαβεν αυτήν Γοθονιήλ υιος Κενέζ αδελφός Χάλεβ ο νεώτερος και έδωκεν αυτω την Ασχάν θυγατέρα αυτού γυναίκα. 18 και εγένετο εν τω εκπορεύεσθαι αυτήν και συνεβουλεύσατο αυτω λέγουσα· αιτήσομαι τον πατέρα μου αγρόν· και εβόησεν εκ του όνου. και είπεν αυτη Χάλεβ· τι εστί σοι; 19 και είπεν αυτω· δος μοι ευλογίαν, ότι εις γην Ναγέβ δέδωκάς με· δος μοι την Γολαθμαίν. και έδωκεν αυτη Χάλεβ την Γολαθμαίν την άνω και την Γολαθμαίν την κάτω. 20 αύτη η κληρονομία φυλής υιών Ιούδα.

 21 Εγενήθησαν δε πόλεις αυτών· πόλις πρώτη φυλής υιών Ιούδα εφ' ορίων Εδώμ επί της ερήμου, 22 και Βαισελεήλ και Αρά και Ασώρ και Ικάμ και Ρεγμά και Αρουήλ 23 και Κάδης και Ασοριωναίν και Μαινάμ 24 και Βαλμαινάν και αι κώμαι αυτών 25 και αι πόλεις Ασερών (αύτη Ασώρ) 26 και Σήν και Σαλμαά και Μωλαδά 27 και Σερί και Βαιφαλάδ 28 και Χολασεωλά και Βηρσαβεέ και αι κώμαι αυτών και αι επαύλεις αυτών, 29 Βαλά και Βακώκ και Ασόμ 30 και Ελβωϋδάδ και Βαιθήλ και Ερμά 31 και Σεκελάκ και Μαχαρίμ και Σεθεννάκ 32 και Λαβώς και Σαλή και Ερωμώθ, πόλεις εικοσιεννέα, και αι κώμαι αυτών. 33 εν τη πεδινή· Ασταώλ και Ράα και Άσσα 34 και Ράμεν και Τανώ και Ιλουθώθ και Μαιανί 35 και Ιερμούθ και ‘Οδολλάμ και Μεμβρά και Σαωχώ και Αζηκά 36 και Σακαρίμ και Γάδηρα και αι επαύλεις αυτής, πόλεις δεκατέσσαρες και αι κώμαι αυτών· 37 Σεννά και Αδασάν και Μαγαδαλγάδ 38 και Δαλάλ και Μασφά και Ιαχαρεήλ και Λαχίς 39 και Βασηδώθ και Ιδεαδαλέα 40 και Χαβρά και Μαχές και Μααχώς 41 και Γεδδώρ και Βαγαδιήλ και Νωμάν και Μαχηδάν, πόλεις εκκαίδεκα και αι κώμαι αυτών· 42 Λεβνά και Ιθάκ και Ανώχ 43 και Ιανά και Νασίβ 44 και Κεϊλάμ και Ακιεζί και Κεζίβ και Βαθησάρ και Αιλώμ, πόλεις δέκα και αι κώμαι αυτών· 45 Ακκαρών και αι κώμαι αυτής και αι επαύλεις αυτών· 46 από Ακκαρών Γεμνά και πάσαι, όσαι εισί πλησίον Ασηδώθ, και αι κώμαι αυτών· 47 Ασιεδώθ και αι κώμαι αυτής και αι επαύλεις αυτής· Γάζα και αι κώμαι αυτής και αι επαύλεις αυτής έως του χειμάρρου Αιγύπτου· και η θάλασσα η μεγάλη διορίζει. 48 και εν τη ορεινή· Σαμίρ και Ιεθέρ και Σωχά 49 και Ρεννά και Πόλις γραμμάτων (αύτη Δαβίρ) 50 και Ανών και Εσκαιμάν και Αισάμ 51 και Γοσόμ και Χαλού και Χαννά, πόλεις ένδεκα και αι κώμαι αυτών· 52 Αιρέμ και Ρεμνά και Σομά 53 και Ιεμαϊν και Βαιθαχού και Φακουά 54 και Ευμά και πόλις Αρβόκ (αύτη εστί Χεβρών) και Σωραίθ, πόλεις εννέα και αι επαύλεις αυτών· 55 Μαώρ και Χερμέλ και ‘Οζίβ και Ιτάν 56 και Ιαριήλ και Αρικάμ και Ζακαναϊμ 57 και Γαβαά και Θαμναθά, πόλεις εννέα και αι κώμαι αυτών· 58 Αλουά και Βαιθσούρ και Γεδδών 59 και Μαγαρώθ και Βαιθανάμ και Θεκούμ, πόλεις εξ και αι κώμαι αυτών· Θεκώ και Εφραθά (αύτη εστί Βηθλεέμ) και Φαγώρ και Αιτάν και Κουλόν και Τατάμ και Θωβής και Καρέμ και Γαλέμ και Θεθήρ και Μανοχώ, πόλεις ένδεκα και αι κώμαι αυτών· 60 Καριαθβαάλ (αύτη η πόλις Ιαρίμ) και Σωθηβά, πόλεις δύο και αι επαύλεις αυτών 61 και Βαδδαργείς και Θαραβαάμ και Αινών 62 και Αιχιοζά και Ναφλαζών και αι πόλεις Σαδών και Αγκάδης, πόλεις επτά και αι κώμαι αυτών. 63 και ο Ιεβουσαίος κατώκει εν Ιερουσαλήμ, και ουκ ηδυνάσθησαν οι υιοί Ιούδα απολέσαι αυτούς· και κατώκησαν οι Ιεβουσαίοι εν Ιερουσαλήμ έως της ημέρας ταύτης.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΚΑΙ εγένετο τα όρια υιών Ιωσήφ από του Ιορδάνου του κατά Ιεριχώ από ανατολών και αναβήσεται από Ιεριχώ εις την ορεινήν, την έρημον, εις Βαιθήλ Λουζά, 2 και εξελεύσεται εις Βαιθήλ και παρελεύσεται επί τα όρια του Αχαταρωθί 3 και διελεύσεται επί την θάλασσαν επί τα όρια Απταλίμ έως των ορίων Βαιθωρών την κάτω, και έσται η διέξοδος αυτών επί την θάλασσαν. 4 και εκληρονόμησαν οι υιοί Ιωσήφ Εφραίμ και Μανασσή· 5 και εγενήθη όρια υιών Εφραίμ κατά δήμους αυτών· και εγενήθη τα όρια της κληρονομίας αυτών απ' ανατολών Αταρώθ και Ερώκ έως Βαιθωρών την άνω και Γαζαρά, 6 και διελεύσεται τα όρια επί την θάλασσαν εις Ικασμών από βορρά Θερμά, περιελεύσεται επ' ανατολάς εις Θηνασά και Σελλησά και παρελεύσεται απ' ανατολών εις Ιανωκά 7 και εις Μαχώ, και Αταρώθ και αι κώμαι αυτών και ελεύσεται επί Ιεριχώ και διεκβαλεί επί τον Ιορδάνην. 8 και από Τάφου πορεύσεται τα όρια επί θάλασσαν επί Χελκανά, και έσται η διέξοδος αυτών επί θάλασσαν· αύτη η κληρονομία φυλής Εφραίμ κατά δήμους αυτών. 9 και αι πόλεις αι αφορισθείσαι τοις υιοίς Εφραίμ ανά μέσον της κληρονομίας υιών Μανασσή, πάσαι αι πόλεις και αι κώμαι αυτών. 10 και ουκ απώλεσεν Εφραίμ τον Χαναναίον τον κατοικούντα εν Γαζέρ, και κατώκει ο Χαναναίος εν τω Εφραίμ έως της ημέρας ταύτης, έως ανέβη Φαραώ βασιλεύς Αιγύπτου και έλαβεν αυτήν και ενέπρησεν αυτήν εν πυρί, και τους Χαναναίους και τους Φερεζαίους και τους κατοικούντας εν Γαζέρ εξεκέντησαν, και έδωκεν αυτήν Φαραώ εν φερνή τη θυγατρί αυτού.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΚΑΙ εγένετο τα όρια φυλής υιών Μανασσή, ότι ούτος πρωτότοκος τω Ιωσήφ· τω Μαχίρ πρωτοτόκω Μανασσή πατρί Γαλαάδ (ανήρ γαρ πολεμιστής ην) εν τη Γαλααδίτιδι και εν τη Βασανίτιδι. 2 και εγενήθη τοις υιοίς Μανασσή τοις λοιποίς κατά δήμους αυτών, τοις υιοίς Ιεζέρ και τοις υιοίς Κελέζ και τοις υιοίς Ιεζιήλ και τοις υιοίς Συχέμ και τοις υιοίς Συμαρίμ και τοις υιοίς ‘Οφέρ· ούτοι άρσενες κατά δήμους αυτών. 3 και τω Σαλπαάδ υιω ‘Οφέρ ουκ ήσαν αυτω υιοί, αλλ' ή θυγατέρες. και ταύτα τα ονόματα των θυγατέρων Σαλπαάδ· Μααλά και Νουά και Εγλά και Μελχά και Θερσά. 4 και έστησαν εναντίον Ελεάζαρ του ιερέως, και εναντίον Ιησού, και εναντίον των αρχόντων λέγουσαι· ο Θεός ενετείλατο δια χειρός Μωυσή δούναι ημίν κληρονομίαν εν μέσω των αδελφών ημών. και εδόθη αυταίς δια προστάγματος Κυρίου κλήρος εν τοις αδελφοίς του πατρός αυτών. 5 και έπεσεν ο σχοινισμός αυτών από Ανάσσα και πεδίον Λαβέκ εκ της γης Γαλαάδ, ή εστι πέραν του Ιορδάνου· 6 ότι θυγατέρες υιών Μανασσή εκληρονόμησαν κλήρον εν μέσω των αδελφών αυτών· η δε γη Γαλαάδ εγενήθη τοις υιοίς Μανασσή τοις καταλελειμμένοις. 7 και εγενήθη όρια υιών Μανασσή Δηλανάθ, ή εστι κατά πρόσωπον υιών Ανάθ, και πορεύεται επί τα όρια επί Ιαμίν και Ιασσίβ επί πηγήν Θαφθώθ· 8 τω Μανασσή έσται, και Θαφέθ επί των ορίων Μανασσή, τοις υιοίς Εφραίμ. 9 και καταβήσεται τα όρια επί φάραγγα Καρανά επί λίβα κατά φάραγγα Ιαριήλ, τερέβινθος τω Εφραίμ ανά μέσον πόλεως Μανασσή· και όρια Μανασσή επί τον βορράν εις τον χειμάρρουν, και έσται αυτού η διέξοδος θάλασσα. 10 από λιβός τω Εφραίμ, και επί βορράν Μανασσή, και έσται η θάλασσα όρια αυτοίς· και επί Ασήβ συνάψουσιν επί βορράν και τω Ισσάχαρ από ανατολών. 11 και έσται Μανασσή εν Ισσάχαρ και εν Ασήρ Βαιθσάν και αι κώμαι αυτών και τους κατοικούντας Δώρ και τας κώμας αυτής, και τους κατοικούντας Μαγεδδώ, και τας κώμας αυτής, και το τρίτον της Ναφετά και τας κώμας αυτής. 12 και ουκ ηδυνάσθησαν οι υιοί Μανασσή εξολοθρεύσαι τας πόλεις ταύτας, και ήρχετο ο Χαναναίος κατοικείν εν τη γη ταύτη· 13 και εγενήθη και επεί κατίσχυσαν οι υιοί Ισραήλ, και εποίησαν τους Χαναναίους υπηκόους, εξολοθρεύσαι δε αυτούς ουκ εξωλόθρευσαν. 14 αντείπαν δε οι υιοί Ιωσήφ τω Ιησοί λέγοντες· διατί εκληρονόμησας ημάς κλήρον ένα και σχοίνισμα εν; εγώ δε λαός πολύς ειμι, και ο Θεός ευλόγησέ με. 15 και είπεν αυτοίς Ιησούς· ει λαός πολύς ει, ανάβηθι εις τον δρυμόν και εκκάθαρον σεαυτω, ει στενοχωρεί σε το όρος το Εφραίμ. 16 και είπαν· ουκ αρέσκει ημίν το όρος το Εφραίμ, και ίππος επίλεκτος και σίδηρος τω Χαναναίω τω κατοικούντι εν αυτω εν Βαιθσάν και εν ταις κώμαις αυτής, εν τη κοιλάδι Ιεσραέλ. 17 και είπεν Ιησούς τοις υιοίς Ιωσήφ· ει λαός πολύς ει, και ισχύν μεγάλην έχεις, ουκ έσται σοι κλήρος εις· 18 ο γαρ δρυμός έσται σοι, ότι δρυμός εστι και εκκαθαριείς αυτόν, και έσται σοι· και όταν εξολοθρεύσης τον Χαναναίον, ότι ίππος επίλεκτος αυτω εστι, συ γαρ υπερισχύεις αυτού.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΚΑΙ εξεκκλησιάσθη πάσα συναγωγή υιών Ισραήλ εις Σηλώ και έπηξαν εκεί την σκηνήν του μαρτυρίου, και η γη εκρατήθη υπ' αυτών. 2 και κατελείφθησαν οι υιοί Ισραήλ, οί ουκ εκληρονόμησαν, επτά φυλαί. 3 και είπεν Ιησούς τοις υιοίς Ισραήλ· έως τίνος εκλυθήσεσθε κληρονομήσαι την γην, ην έδωκε Κύριος ο Θεός ημών; 4 δότε εξ υμών άνδρας τρεις εκ φυλής, και αναστάντες διελθέτωσαν την γην και διαγραψάτωσαν αυτήν εναντίον μου, καθά δεήσει διελείν αυτήν (και διήλθοσαν προς αυτόν, 5 και διείλεν αυτοίς επτά μερίδας). Ιούδας στήσεται αυτοίς όριον από λιβός, και οι υιοί Ιωσήφ στήσονται αυτοίς από βορρά. 6 υμείς δε μερίσατε την γην επτά μερίδας και ενέγκατε ώδε προς με, και εξοίσω υμίν κλήρον έναντι Κυρίου του Θεού ημών. 7 ου γαρ εστι μερίς τοις υιοίς Λευί εν υμίν, ιερατεία γαρ Κυρίου μερίς αυτού· και Γάδ και Ρουβήν και το ήμισυ φυλής Μανασσή ελάβοσαν την κληρονομίαν αυτών πέραν του Ιορδάνου επ' ανατολάς, ην έδωκεν αυτοίς Μωυσής ο παις Κυρίου. 8 και αναστάντες οι άνδρες επορεύθησαν, και ενετείλατο Ιησούς τοις ανδράσι τοις πορευομένοις χωροβατήσαι την γην λέγων· πορεύεσθε και χωροβατήσατε την γην και παραγενήθητε προς με, και ώδε εξοίσω υμίν κλήρον έναντι Κυρίου εν Σηλώ. 9 και επορεύθησαν και εχωροβάτησαν την γην και είδοσαν αυτήν και έγραψαν αυτήν κατά πόλεις, επτά μερίδας εις βιβλίον, και ήνεγκαν προς Ιησούν. 10 και ενέβαλεν αυτοίς Ιησούς κλήρον εν Σηλώ έναντι Κυρίου.

 11 Και εξήλθεν ο κλήρος φυλής Βενιαμίν πρώτος κατά δήμους αυτών, και εξήλθεν όρια του κλήρου αυτών ανά μέσον υιών Ιούδα και ανά μέσον των υιών Ιωσήφ. 12 και εγενήθη αυτών τα όρια από βορρά, από του Ιορδάνου προσαναβήσεται τα όρια κατά νώτου Ιεριχώ από βορρά και αναβήσεται επί το όρος επί την θάλασσαν, και έσται αυτού η διέξοδος η Μαβδαρίτις Βαιθών, 13 και διελεύσεται εκείθεν τα όρια Λουζά επί νώτου Λουζά από λιβός (αύτη εστί Βαιθήλ), και καταβήσεται τα όρια Μααταρωθορέχ επί την ορεινήν, ή εστι προς λίβα Βαιθωρών η κάτω, 14 και διελεύσεται τα όρια και περιελεύσεται επί το μέρος το βλέπον παρά θάλασσαν από λιβός από του όρους επί πρόσωπον Βαιθωρών λίβα, και έσται αυτού η διέξοδος εις Καριαθβάαλ (αύτη εστί Καριαθιαρίν, πόλις υιών Ιούδα)· τούτό εστι το μέρος το προς θάλασσαν. 15 και μέρος το προς λίβα από μέρους Καριαθβάαλ, και διελεύσεται όρια εις Γασίν επί πηγήν ύδατος Ναφθώ, 16 και καταβήσεται τα όρια επί μέρους του όρους, ό εστι κατά πρόσωπον νάπης ‘Οννάμ, ό εστιν εκ μέρους Εμεκραφαϊν από βορρά, και καταβήσεται Γαίεννα επί νώτον Ιεβουσαί από λιβός και καταβήσεται επί πηγήν Ρωγήλ 17 και διελεύσεται επί πηγήν Βαιθσαμύς και παρελεύσεται επί Γαλιλώθ, ή εστιν απέναντι προς ανάβασαιν Αιθαμίν, και καταβήσεται επί λίθον Βαιών υιών Ρουβήν 18 και διελεύσεται κατά νώτου Βαιθάραβα από βορρά, και καταβήσεται επί τα όρια επί νώτον θάλασσαν από βορρά, 19 και έσται η διέξοδος των ορίων επί λοφιάν της θαλάσσης των αλών επί βορράν εις μέρος του Ιορδάνου από λιβός· ταύτα τα όριά εστιν από λιβός. 20 και ο Ιορδάνης οριεί από μέρους ανατολών. αύτη η κληρονομία υιών Βενιαμίν, τα όρια αυτής κύκλω κατά δήμους. 21 και εγενήθησαν αι πόλεις των υιών Βενιαμίν κατά δήμους αυτών Ιεριχώ και Βεθεγαιώ και Αμεκασίς, 22 και Βαιθαβαρά και Σαρά και Βησανά 23 και Αιείν και Φαρά και Εφραθά 24 και Καραφά και Κεφιρά και Μονί και Γαβαά, πόλεις δώδεκα και αι κώμαι αυτών· 25 Γαβαών και Ραμά και Βεηρωθά 26 και Μασσημά και Μιρών και Αμωκή 27 και Φιρά και Καφάν και Νακάν και Σεληκάν και Θαρεηλά 28 και Ιεβούς (αύτη εστίν Ιερουσαλήμ) και Γαβαωθιαρίμ, πόλεις δεκατρείς και αι κώμαι αυτών. αύτη η κληρονομία υιών Βενιαμίν κατά δήμους αυτών.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΚΑΙ εξήλθεν ο δεύτερος κλήρος των υιών Συμεών, και εγενήθη η κληρονομία αυτών αναμέσον κλήρων υιών Ιούδα. 2 και εγενήθη ο κλήρος αυτών Βηρσαβεέ και Σαμαά και Κωλαδάμ 3 και Αρσωλά και Βωλά και Ασόμ 4 και Ελθουλά και Βουλά και Ερμά 5 και Σικελάκ και Βαιθμαχερέβ και Σαρσουσίν 6 και Βαθαρώθ και οι αγροί αυτών, πόλεις δεκατρείς και αι κώμαι αυτών· 7 Ερεμμών και Θαλχά και Εθέρ και Ασάν, πόλεις τέσσαρες και αι κώμαι αυτών 8 κύκλω των πόλεων αυτών έως Βαρέκ πορευομένων Βαμέθ κατά λίβα. αύτη η κληρονομία φυλής υιών Συμεών κατά δήμους αυτών. 9 από του κλήρου του Ιούδα η κληρονομία φυλής υιών Συμεών, ότι εγενήθη η μερίς υιών Ιούδα μείζων της αυτών και εκληρονόμησαν οι υιοί Συμεών εν μέσω του κλήρου αυτών.

 10 Και εξήλθεν ο κλήρος ο τρίτος τω Ζαβουλών κατά δήμους αυτών. έσται τα όρια της κληρονομίας αυτών Εσεδεκγωλά· όρια αυτών 11 η θάλασσα και Μαραγγιλά και συνάψει επί Βαιθάραβα εις την φάραγγα, ή εστι κατά πρόσωπον Ιεκμάν, 12 και ανέστρεψεν από Σεδδούκ εξ εναντίας από ανατολών Βαιθσαμύς επί τα όρια Χασελωθαίθ και διελεύσεται επί Δαβιρώθ και προσαναβήσεται επί Φαγγαί 13 και εκείθεν περιελεύσεται εξ εναντίας επ' ανατολάς επί Γεβερέ, επί πόλιν Κατασέμ, και διελεύσεται επί Ρεμμωνά Αμαθάρ Αοζά 14 και περιελεύσεται όρια επί βορράν επί Αμώθ, και έσται η διέξοδος αυτών επί Γαιφαήλ 15 και Κατανάθ και Ναβαάλ και Συμοών και Ιεριχώ και Βαιθμάν. 16 αύτη η κληρονομία της φυλής υιών Ζαβουλών κατά δήμους αυτών, πόλεις και αι κώμαι αυτών.

 17 Και τω Ισσάχαρ εξήλθεν ο κλήρος ο τέταρτος. 18 και εγενήθη τα όρια αυτών Ιαζήλ και Χασαλώθ και Σουνάμ 19 και Αγίν και Σιωνά και Ρεηρώθ 20 και Αναχερέθ και Δαβιρών και Κισών και Ρεβές 21 και Ρεμμάς και Ιεών και Τομμάν και Αιμαρέκ και Βηρσαφής, 22 και συνάψει τα όρια επί Γαιθβώρ και επί Σαλίμ κατά θάλασσαν και Βαιθσαμύς, και έσται αυτού η διέξοδος των ορίων ο Ιορδάνης. 23 αύτη η κληρονομία φυλής υιών Ισσάχαρ κατά δήμους αυτών, αι πόλεις και αι κώμαι αυτών.

 24 Και εξήλθεν ο κλήρος ο πέμπτος Ασήρ κατά δήμους αυτών. 25 και εγενήθη τα όρια αυτών Εξελεκέθ και Αλέφ και Βαιθόκ και Κεάφ 26 και Ελιμελέχ και Αμιήλ και Μαασά και συνάψει τω Καρμήλω κατά θάλασσαν και τω Σιών και Λαβανάθ 27 και επιστρέψει από ανατολών ηλίου και Βαιθεγενέθ και συνάψει τω Ζαβουλών και Εκγαί και Φθαιήλ κατά βορράν, και εισελεύσεται όρια Σαφθαιβαιθμέ και Ιναήλ και διελεύσεται εις Χωβαμασομέλ 28 και Ελβών και Ραάβ και Εμεμαών και Κανθάν έως Σιδώνος της μεγάλης, 29 και αναστρέψει τα όρια εις Ραμά και έως πηγής Μασφασσάτ και των Τυρίων, και αναστρέψει τα όρια επί Ιασίφ, και έσται η διέξοδος αυτού η θάλασσα και Απολέβ και Εχοζόβ 30 και Αρχόβ και Αφέκ και Ρααύ. 31 αύτη η κληρονομία φυλής υιών Ασήρ κατά δήμους αυτών, πόλεις και αι κώμαι αυτών.

 32 Και τω Νεφθαλί εξήλθεν ο κλήρος ο έκτος. 33 και εγενήθη τα όρια αυτών Μοολάμ και Μωλά και Βεσεμιϊν και Αρμέ και Ναβόκ και Ιεφθαμαί έως Δωδάμ, και εγενήθησαν αι διέξοδοι αυτού Ιορδάνης· 34 και επιστρέψει τα όρια επί θάλασσαν Ενάθ Θαβώρ και διελεύσεται εκείθεν Ιακανά και συνάψει τω Ζαβουλών από νώτου και Ασήρ συνάψει κατά θάλασσαν, και ο Ιορδάνης από ανατολών ηλίου. 35 και αι πόλεις τειχήρεις των Τυρίων, Τύρος και ‘Ωμαθά, Δακέθ και Κενερέθ 36 και Αρμαϊθ και Αραήλ και Ασώρ 37 και Κάδες και Ασσαρί και πηγή Ασόρ 38 και Κερωέ και Μεγαλά Αρίμ και Βαιθθαμέ και Θεσσαμύς. 39 αύτη η κληρονομία φυλής υιών Νεφθαλί.

 40 Και τω Δάν εξήλθεν ο κλήρος ο έβδομος. 41 και εγενήθη τα όρια αυτών Σαράθ και Ασά και πόλεις Σαμμάυς 42 και Σαλαμίν και Αμμών και Σιλαθά 43 και Ελών και Θαμναθά και Ακκαρών 44 και Αλκαθά και Βεγεθών και Γεβεελάν 45 και Αζώρ και Βαναιβακάτ και Γεθρεμών, 46 και από θαλάσσης Ιεράκων όριον πληρίον Ιόππης. 47 αύτη η κληρονομία φυλής υιών Δάν κατά δήμους αυτών, αι πόλεις αυτών και αι κώμαι αυτών. και ουκ εξέθλιψαν οι υιοί Δάν τον Αμορραίον τον θλίβοντα αυτούς εν τω όρει· και ουκ είων αυτούς οι Αμορραίοι καταβήναι εις την κοιλάδα και έθλιψαν απ' αυτών το όριον της μερίδος αυτών. 48 και επορεύθησαν οι υιοί Δάν και επολέμησαν την Λαχίς και κατελάβοντο αυτήν και επάταξαν αυτήν εν στόματι μαχαίρας και κατώκησαν αυτήν και εκάλεσαν το όνομα αυτής Λασενδάκ και ο Αμορραίος υπέμεινε του κατοικείν εν Ελώμ και εν Σαλαμίν· και εβαρύνθη η χείρ του Εφραίμ επ' αυτούς, και εγένοντο αυτοίς εις φόρον.

 49 Και επορεύθησαν εμβατεύσαι την γην κατά το όριον αυτών. και έδωκαν οι υιοί Ισραήλ κλήρον τω Ιησοί τω υιω Ναυή εν αυτοίς 50 δια προστάγματος του Θεού· και έδωκαν αυτω την πόλιν, ην ητήσατο, Θαμνασαράχ, ή εστιν εν τω όρει Εφραίμ· και ωκοδόμησε την πόλιν και κατώκει εν αυτη. 51 αύται αι διαιρέσεις ας κατεκληρονόμησεν Ελεάζαρ ο ιερεύς και Ιησούς ο του Ναυή και οι άρχοντες των πατριών εν ταις φυλαίς Ισραήλ κατά κλήρους εν Σηλώ, έναντι Κυρίου, παρά τας θύρας της σκηνής του μαρτυρίου· και επορεύθησαν εμβατεύσαι την γην.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΚΑΙ ελάλησε Κύριος τω Ιησοί λέγων· 2 λάλησον τοις υιοίς Ισραήλ λέγων· δότε τας πόλεις των φυγαδευτηρίων, ας είπα προς υμάς δια Μωυσή. 3 φυγαδευτήριον τω φονευτη τω πατάξαντι ψυχήν ακουσίως, και έσονται υμίν αι πόλεις φυγαδευτήριον, και ουκ αποθανείται ο φονευτής υπό του αγχιστεύοντος το αίμα, έως αν καταστη εναντίον της συναγωγής εις κρίσιν*[( Εκ του κώδ. Α) 4 Και φεύξεται εις μίαν των πόλεων τούτων και στήσεται επί την θύραν της πόλεως και λαλήσει εν τοις ωσί των πρεσβυτέρων της πόλεως εκείνης τους λόγους τούτους και επιστρέψουσιν αυτόν η συναγωγή προς αυτούς και δώσουσιν αυτω τόπον και κατοικήσει μετ' αυτών 5 και ότι διώξεται ο αγχιστεύων το αίμα οπίσω αυτού και ου συγκλείσουσι τον φονεύσαντα εν τη χειρί αυτού, ότι ουκ ειδώς επάταξε τον πλησίον αυτού και ου μισών αυτός αυτόν απ' εχθές και της τρίτης 6 και κατοικήσει εν τη πόλει εκείνη έως στη κατά πρόσωπον της συναγωγής εις κρίσιν έως αποθάνη ο ιερεύς ο μέγας, ος έσται εν ταις ημέραις εκείναις· τότε επιστρέψει ο φονεύσας και ελεύσεται εις την πόλιν αυτού και προς τον οίκον αυτού και προς πόλιν όθεν έφυγεν εκείθεν.]. 7 και διέστειλε την Κάδης εν τη Γαλιλαία εν τω όρει τω Νεφθαλί και Συχέμ εν τω όρει τω Εφραίμ και την πόλιν Αρβόκ (αύτη εστί Χεβρών) εν τω όρει τω Ιούδα. 8 και εν τω πέραν του Ιορδάνου έδωκε Βοσόρ εν τη ερήμω εν τω πεδίω από της φυλής Ρουβήν και Αρημώθ εν τη Γαλαάδ εκ της φυλής Γάδ, και την Γαυλών εν τη Βασανίτιδι εκ της φυλής Μανασσή. 9 αύται αι πόλεις αι επίκλητοι τοις υιοίς Ισραήλ και τω προσηλύτω τω προσκειμένω εν αυτοίς καταφυγείν εκεί παντί παίοντι ψυχήν ακουσίως, ίνα μη αποθάνη εν χειρί του αγχιστεύοντος το αίμα, έως αν καταστη έναντι της συναγωγής εις κρίσιν.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΚΑΙ προσήλθοσαν οι αρχιπατριώται των υιών Λευί προς Ελεάζαρ τον ιερέα και Ιησούν τον του Ναυή και προς τους αρχιφύλους πατριών εκ των φυλών Ισραήλ 2 και είπον προς αυτούς εν Σηλώ εν γη Χαναάν λέγοντες· ενετείλατο Κύριος εν χειρί Μωυσή δούναι ημίν πόλεις κατοικείν και τα περισπόρια τοις κτήνεσιν ημών. 3 και έδωκαν οι υιοί Ισραήλ τοις λευίταις εν τω κατακληρονομείν δια προστάγματος Κυρίου τας πόλεις και τα περισπόρια αυτών. 4 και εξήλθεν ο κλήρος τω δήμω Καάθ, και εγένετο τοις υιοίς Ααρών τοις ιερεύσι τοις Λευίταις από φυλής Ιούδα και από φυλής Συμεών και από φυλής Βενιαμίν κληρωτί πόλεις δεκατρείς· 5 και τοις υιοίς Καάθ καταλελειμμένοις εκ της φυλής Εφραίμ και εκ της φυλής Δάν και από του ημίσους φυλής Μανασσή κληρωτί πόλεις δέκα· 6 και τοις υιοίς Γεδσών από της φυλής Ισσάχαρ και από της φυλής Ασήρ και από της φυλής Νεφθαλί και από του ημίσους φυλής Μανασσή εν τη Βασάν πόλεις δεκατρείς· 7 και τοις υιοίς Μεραρί κατά δήμους αυτών από φυλής Ρουβήν και από φυλής Γάδ και από φυλής Ζαβουλών κληρωτί πόλεις δώδεκα. 8 και έδωκαν οι υιοί Ισραήλ τοις Λευίταις τας πόλεις και τα περισπόρια αυτών, ον τρόπον ενετείλατο Κύριος τω Μωυσή, κληρωτί. 9 και έδωκεν η φυλή υιών Ιούδα και η φυλή υιών Συμεών και από της φυλής υιών Βενιαμίν τας πόλεις ταύτας, και επεκλήθησαν 10 τοις υιοίς Ααρών από του δήμου του Καάθ των υιών Λευί, ότι τούτοις εγενήθη ο κλήρος. 11 και έδωκεν αυτοίς την Καριαθαρβόκ μητρόπολιν των Ενάκ (αύτη εστί Χεβρών) εν τω όρει Ιούδα· τα δε περισπόρια κύκλω αυτής 12 και τους αγρούς της πόλεως και τας κώμας αυτής έδωκεν Ιησούς τοις υιοίς Χάλεβ υιού Ιεφοννή εν κατασχέσει· 13 και τοις υιοίς Ααρών έδωκε την πόλιν φυγαδευτήριον τω φονεύσαντι, την Χεβρών και τα αφωρισμένα τα συν αυτη και την Λεμνά και τα αφωρισμένα τα προς αυτη. 14 και την Αιλώμ και τα αφωρισμένα αυτη και την Τεμά και τα αφωρισμένα αυτη 15 και την Γελλά και τα αφωρισμένα αυτη και την Δαβίρ και τα αφωρισμένα αυτη 16 και Ασά και τα αφωρισμένα αυτη και Τανύ και τα αφωρισμένα αυτη και Βαιθσαμύς και τα αφωρισμένα αυτη, πόλεις εννέα παρά των δύο φυλών τούτων. 17 και παρά της φυλής Βενιαμίν την Γαβαών και τα αφωρισμένα αυτη και Γαθέθ και τα αφωρισμένα αυτη 18 και Αναθώθ και τα αφωρισμένα αυτη και Γάμαλα και τα αφωρισμένα αυτη, πόλεις τέσσαρες. 19 πάσαι αι πόλεις υιών Ααρών των ιερέων δεκατρείς. 20 και τοις δήμοις υιοίς Καάθ τοις Λευίταις τοις καταλελειμμένοις από των υιών Καάθ και εγενήθη η πόλις των ιερέων αυτών από φυλής Εφραίμ, 21 και έδωκαν αυτοίς την πόλιν του φυγαδευτηρίου την του φονεύσαντος, την Συχέμ και τα αφωρισμένα αυτη και Γάζαρα και τα προς αυτήν και τα αφωρισμένα αυτη 22 και Βαιθωρών και τα αφωρισμένα τα αυτη, πόλεις τέσσαρες. 23 και εκ της φυλής Δάν την Ελκωθαίμ και τα αφωρισμένα αυτη και την Γεθεδάν και τα αφωρισμένα αυτη 24 και Αιλών και τα αφωρισμένα αυτη και την Γεθερεμμών και τα αφωρισμένα αυτη, πόλεις τέσσαρες. 25 και από του ημίσους φυλής Μανασσή την Τανάχ και τα αφωρισμένα αυτη και την Ιεβαθά και τα αφωρισμένα αυτη, πόλεις δύο. 26 πάσαι πόλεις δέκα και τα αφωρισμένα αυτη τα προς αυταίς τοις δήμοις υιών Καάθ τοις υπολελειμμένοις. 27 και τοις υιοίς Γεδσών τοις Λευίταις εκ του ημίσους φυλής Μανασσή τας πόλεις τας αφωρισμένας τοις φονεύσασι, την Γαυλών εν τη Βασανίτιδι και τα αφωρισμένα αυτη και την Βοσοράν και τα αφωρισμένα αυτη, πόλεις δύο. 28 και εκ της φυλής Ισσάχαρ την Κισών και τα αφωρισμένα αυτη και την Δεββά και τα αφωρισμένα αυτη 29 και την Ρεμμάθ και τα αφωρισμένα αυτη και Πηγήν γραμμάτων και τα αφωρισμένα αυτη, πόλεις τέσσαρες. 30 και εκ της φυλής Ασήρ την Βασελλάν και τα αφωρισμένα αυτη και την Δαββών και τα αφωρισμένα αυτη 31 και Χελκάτ και τα αφωρισμένα αυτη και την Ραάβ και τα αφωρισμένα αυτη, πόλεις τέσσαρες. 32 και εκ της φυλής Νεφθαλί την πόλιν την αφωρισμένην τω φονεύσαντι, την Κάδης εν τη Γαλιλαία και τα αφωρισμένα αυτη και την Εμμάθ και τα αφωρισμένα αυτη και Θεμμών και τα αφωρισμένα αυτη, πόλεις τρεις. 33 πάσαι αι πόλεις του Γεδσών κατά δήμους αυτών πόλεις δεκατρείς. 34 και τω δήμω υιών Μεραρί τοις Λευίταις τοις λοιποίς εκ της φυλής Ζαβουλών την Μαάν και τα περισπόρια αυτής και την Κάδης και τα περισπόρια αυτής 35 και Σελλά και τα περισπόρια αυτής, πόλεις τρεις. 36 και πέραν του Ιορδάνου του κατά Ιεριχώ εκ της φυλής Ρουβήν, την πόλιν το φυγαδευτήριον του φονεύσαντος, την Βοσόρ εν τη ερήμω τη Μισώρ και τα περισπόρια αυτής και την Ιαζήρ και τα περισπόρια αυτής 37 και την Δεκμών και τα περισπόρια αυτής και την Μαφά και τα περισπόρια αυτής, πόλεις τέσσαρες. 38 και από φυλής Γάδ την πόλιν το φυγαδευτήριον του φονεύσαντος, την Ραμώθ εν τη Γαλαάδ και τα περισπόρια αυτής και την Καμίν και τα περισπόρια αυτής 39 και την Εσεβών και τα περισπόρια αυτής και την Ιαζήρ και τα περισπόρια αυτής, πάσαι αι πόλεις τέσσαρες. 40 πάσαι αι πόλεις τοις υιοίς Μεραρί κατά δήμους αυτών των καταλελειμμένων από της φυλής της Λευί· και εγενήθη τα όρια πόλεις δεκαδύο. 41 πάσαι αι πόλεις των Λευιτών εν μέσω κατασχέσεως υιών Ισραήλ τεσσαράκοντα οκτώ πόλεις και τα περισπόρια αυτών κύκλω των πόλεων τούτων, 42 πόλις και τα περισπόρια κύκλω της πόλεως πάσαις ταις πόλεσι ταύταις.

 42α Και συνετέλεσεν Ιησούς διαμερίσας την γην εν τοις ορίοις αυτών. 42β και έδωκαν οι υιοί Ισραήλ μερίδα τω Ιησοί κατά πρόσταγμα Κυρίου· έδωκαν αυτω την πόλιν, ην ητήσατο· την Θαμνασαράχ έδωκαν αυτω εν τω όρει Εφραίμ. 42γ και ωκοδόμησεν Ιησούς την πόλιν και ώκησεν εν αυτη. 42δ και έλαβεν Ιησούς τας μαχαίρας τας πετρίνας, εν αις περιέτεμε τους υιούς Ισραήλ τους γενομένους εν τη οδω εν τη ερήμω, και έθηκεν αυτάς εν Θαμνασαράχ.

 43 Και έδωκε Κύριος τω Ισραήλ πάσαν την γην, ην ώμοσε δούναι τοις πατράσιν αυτών, και κατεκληρονόμησαν αυτήν και κατώκησαν εν αυτη. 44 και κατέπαυσεν αυτούς Κύριος κυκλόθεν, καθά ώμοσε τοις πατράσιν αυτών· ουκ αντέστη ουθείς κατενώπιον αυτών από πάντων των εχθρών αυτών· πάντας τους εχθρούς αυτών παρέδωκε Κύριος εις τας χείρας αυτών. 45 ου διέπεσεν από πάντων των ρημάτων των καλών, ων ελάλησε Κύριος τοις υιοίς Ισραήλ· πάντα παρεγένετο.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΤΟΤΕ συνεκάλεσεν Ιησούς τους υιούς Ρουβήν και τους υιούς Γάδ και το ήμισυ φυλής Μανασσή 2 και είπεν αυτοίς· υμείς ακηκόατε πάντα, όσα ενετείλατο υμίν Μωυσής ο παις Κυρίου, και υπηκούσατε της φωνής μου κατά πάντα όσα ενετειλάμην υμίν. 3 ουκ εγκαταλελοίπατε τους αδελφούς υμών ταύτας τας ημέρας και πλείους έως της σήμερον ημέρας· εφυλάξασθε την εντολήν Κυρίου του Θεού υμών. 4 νυν δε κατέπαυσε Κύριος ο Θεός ημών τους αδελφούς ημών, ον τρόπον είπεν αυτοίς· νυν ουν αποστραφέντες απέλθατε εις τους οίκους υμών και εις την γην της κατασχέσεως υμών, ην έδωκεν υμίν Μωυσής εν τω πέραν του Ιορδάνου. 5 αλλά φυλάξασθε σφόδρα ποιείν τας εντολάς και τον νόμον, ον ενετείλατο ημίν ποιείν Μωυσής ο παις Κυρίου, αγαπάν Κύριον τον Θεόν ημών, πορεύεσθαι πάσαις ταις οδοίς αυτού, φυλάξασθαι τας εντολάς αυτού και προσκείσθαι αυτω και λατρεύειν αυτω εξ όλης της διανοίας υμών και εξ όλης της ψυχής υμών. 6 και ευλόγησεν αυτούς Ιησούς και εξαπέστειλεν αυτούς, και επορεύθησαν εις τους οίκους αυτών. 7 και τω ημίσει φυλής Μανασσή έδωκε Μωυσής εν τη Βασανίτιδι, και τω ημίσει έδωκεν Ιησούς μετά των αδελφών αυτού εν τω πέραν του Ιορδάνου παρά την θάλασσαν. και ηνίκα εξαπέστειλεν αυτούς Ιησούς εις τους οίκους αυτών και ευλόγησεν αυτούς, 8 και εν χρήμασι πολλοίς απήλθοσαν εις τους οίκους αυτών, και κτήνη πολλά σφόδρα και αργύριον και χρυσίον και σίδηρον και ιματισμόν πολύν διείλαντο την προνομήν των εχθρών μετά των αδελφών αυτών.

 9 Και επορεύθησαν οι υιοί Ρουβήν και οι υιοί Γάδ και το ήμισυ φυλής Μανασσή από των υιών Ισραήλ εκ Σηλώ εν γη Χαναάν απελθείν εις την Γαλαάδ εις γην κατασχέσεως αυτών, ην εκληρονόμησαν αυτήν δια προστάγματος Κυρίου εν χειρί Μωυσή. 10 και ήλθον εις Γάλγαλα του Ιορδάνου, ή εστιν εν γη Χαναάν, και ωκοδόμησαν οι υιοί Ρουβήν και οι υιοί Γάδ και το ήμισυ φυλής Μανασσή εκεί βωμόν επί του Ιορδάνου, βωμόν μέγαν του ιδείν. 11 και ήκουσαν οι υιοί Ισραήλ λεγόντων· ιδού ωκοδομήκασιν οι υιοί Ρουβήν και οι υιοί Γάδ και το ήμισυ φυλής Μανασσή βωμόν εφ' ορίων γης Χαναάν επί του Γαλαάδ του Ιορδάνου εν τω πέραν υιών Ισραήλ. 12 και συνηθροίσθησαν πάντες οι υιοί Ισραήλ εις Σηλώ, ωστε αναβάντες εκπολεμήσαι αυτούς. 13 και απέστειλαν οι υιοί Ισραήλ προς τους υιούς Ρουβήν και προς τους υιούς Γάδ και προς τους υιούς ήμισυ φυλής Μανασσή εις γην Γαλαάδ τον τε Φινεές υιόν Ελεάζαρ υιού Ααρών του αρχιερέως 14 και δέκα των αρχόντων μετ' αυτού, άρχων εις από οίκου πατριάς από πασών φυλών Ισραήλ· άρχοντες οίκων πατριών εισι, χιλίαρχοι Ισραήλ. 15 και παρεγένοντο προς τους υιούς Ρουβήν και προς τους υιούς Γάδ και προς τους ημίσεις φυλής Μανασσή εις γην Γαλαάδ και ελάλησαν προς αυτούς λέγοντες· 16 τάδε λέγει πάσα η συναγωγή Κυρίου· τις η πλημμέλεια αύτη, ην επλημμελήσατε εναντίον του Θεού Ισραήλ, αποστραφήναι σήμερον από Κυρίου οικοδομήσαντες υμίν εαυτοίς βωμόν, αποστάτας υμάς γενέσθαι από του Κυρίου; 17 μη μικρόν υμίν το αμάρτημα Φογώρ; ότι ουκ εκαθαρίσθημεν απ' αυτού έως της ημέρας ταύτης και εγενήθη πληγή εν τη συναγωγή Κυρίου. 18 και υμείς απεστράφητε σήμερον από Κυρίου; και έσται εάν αποστήτε σήμερον από Κυρίου, και αύριον επί πάντα Ισραήλ έσται η οργή. 19 και νυν ει μικρά η γη υμών της κατασχέσεως υμών, διάβητε εις την γην της Κυρίου κατασχέσεως, ου κατασκηνοί εκεί η σκηνή Κυρίου, και κατακληρονομήσατε εν ημίν· και μη από Θεού αποστάται γενήθητε και υμείς μηδ' απόστητε από Κυρίου δια το οικοδομήσαι υμάς βωμόν έξω του θυσιαστηρίου Κυρίου του Θεού ημών. 20 ουκ ιδού Άχαρ ο του Ζαρά πλημμελεία επλημμέλησεν από του αναθέματος και επί πάσαν συναγωγήν Ισραήλ εγενήθη οργή; και ούτος εις αυτός απέθανε τη εαυτού αμαρτία.

 21 Και απεκρίθησαν οι υιοί Ρουβήν και οι υιοί Γάδ και το ήμισυ φυλής Μανασσή και ελάλησαν τοις χιλιάρχοις Ισραήλ λέγοντες· 22 ο Θεός Θεός Κύριός εστι, και ο Θεός Θεός αυτός οίδε, και Ισραήλ αυτός γνώσεται· ει εν αποστασία επλημμελήσαμεν έναντι του Κυρίου, μη ρύσαιτο ημάς εν τη ημέρα ταύτη· 23 και ει ωκοδομήσαμεν εαυτοίς βωμόν ωστε αποστήναι από Κυρίου του Θεού ημών, ωστε αναβιβάσαι επ' αυτόν θυσίαν ολοκαυτωμάτων ή ωστε ποιήσαι επ' αυτού θυσίαν σωτηρίου, Κύριος εκζητήσει. 24 αλλ' ένεκεν ευλαβείας ρήματος εποιήσαμεν τούτο λέγοντες· ίνα μη είπωσιν αύριον τα τέκνα υμών τοις τέκνοις ημών, τι υμίν και Κυρίω τω Θεω Ισραήλ; 25 και όρια έθηκε Κύριος ανά μέσον ημών και υμών τον Ιορδάνην, και ουκ έστιν υμίν μερίς Κυρίου. και απαλλοτριώσουσιν οι υιοί υμών τους υιούς ημών, ίνα μη σέβωνται Κύριον. 26 και είπαμεν ποιήσαι ούτω, του οικοδομήσαι τον βωμόν τούτον ουχ ένεκεν καρπωμάτων ουδέ ένεκεν θυσιών, 27 αλλ' ίνα ή τούτο μαρτύριον ανά μέσον ημών και υμών και ανά μέσον των γενεών ημών μεθ' ημάς, του λατρεύειν λατρείαν Κυρίου εναντίον αυτού, εν τοις καρπώμασιν ημών και εν ταις θυσίαις ημών και εν ταις θυσίαις των σωτηρίων ημών· και ουκ ερούσι τα τέκνα υμών τοις τέκνοις ημών αύριον· ουκ έστιν υμίν μερίς Κυρίου. 28 και είπομεν· εάν γένηταί ποτε και λαλήσωσι προς ημάς και ταις γενεαίς ημών αύριον, και ερούσιν· ίδετε ομοίωμα του θυσιαστηρίου Κυρίου, ό εποίησαν οι πατέρες ημών ουχ ένεκεν καρπωμάτων ουδέ ένεκεν θυσιών, αλλά μαρτύριόν εστιν ανά μέσον υμών και ανά μέσον ημών και ανά μέσον των υιών ημών. 29 μη γένοιτο ουν ημάς αποστραφήναι από Κυρίου εν τη σήμερον ημέρα αποστήναι από Κυρίου, ωστε οικοδομήσαι ημάς θυσιαστήριον τοις καρπώμασι και ταις θυσίαις Σαλαμίν και τη θυσία του σωτηρίου, πλήν του θυσιαστηρίου Κυρίου, ό εστιν εναντίον της σκηνής αυτού.

 30 Και ακούσας Φινεές ο ιερεύς και πάντες οι άρχοντες της συναγωγής Ισραήλ, οί ήσαν μετ' αυτού, τους λόγους, ους ελάλησαν οι υιοί Ρουβήν και οι υιοί Γάδ και το ήμισυ φυλής Μανασσή, και ήρεσεν αυτοίς. 31 και είπε Φινεές ο ιερεύς τοις υιοίς Ρουβήν και τοις υιοίς Γάδ και τω ημίσει φυλής Μανασσή· σήμερον εγνώκαμεν ότι μεθ' ημών Κύριος, διότι ουκ επλημμελήσατε εναντίον Κυρίου πλημμέλειαν και ότι ερρύσασθε τους υιούς Ισραήλ εκ χειρός Κυρίου. 32 και απέστρεψε Φινεές ο ιερεύς και οι άρχοντες από των υιών Ρουβήν και από των υιών Γάδ και από του ημίσους φυλής Μανασσή εκ της Γαλαάδ εις γην Χαναάν προς τους υιούς Ισραήλ και απεκρίθησαν αυτοίς τους λόγους, 33 και ήρεσε τοις υιοίς Ισραήλ. και ελάλησαν προς τους υιούς Ισραήλ, και ευλόγησαν τον Θεόν υιών Ισραήλ και είπαν μηκέτι αναβήναι προς αυτούς εις πόλεμον εξολοθρεύσαι την γην των υιών Ρουβήν και των υιών Γάδ και του ημίσους φυλής Μανασσή. και κατώκησαν επ' αυτής. 34 και επωνόμασεν Ιησούς τον βωμόν των Ρουβήν και των Γάδ και του ημίσους φυλής Μανασσή και είπεν ότι μαρτύριόν εστιν ανά μέσον αυτών, ότι Κύριος ο Θεός αυτών εστι.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 ΚΑΙ εγένετο μεθ' ημέρας πλείους μετά το καταπαύσαι Κύριον τον Ισραήλ από πάντων των εχθρών αυτού κυκλόθεν, και Ιησούς πρεσβύτερος προβεβηκώς ταις ημέραις, 2 και συνεκάλεσεν Ιησούς πάντας τους υιούς Ισραήλ και την γερουσίαν αυτών και τους άρχοντας αυτών και τους δικαστάς αυτών και τους γραμματείς αυτών και είπε προς αυτούς· εγώ γεγήρακα και προβέβηκα ταις ημέραις. 3 υμείς δε εωράκατε όσα εποίησε Κύριος ο Θεός ημών πάσι τοις έθνεσι τούτοις από προσώπου ημών, ότι Κύριος ο Θεός υμών ο εκπολεμήσας υμίν. 4 ίδετε ότι επέρριφα υμίν τα έθνη τα καταλελειμμένα υμίν ταύτα εν τοις κλήροις εις τας φυλάς υμών· από του Ιορδάνου πάντα τα έθνη, α εξωλόθρευσα, και από της θαλάσσης της μεγάλης οριεί επί δυσμάς ηλίου. 5 Κύριος δε ο Θεός ημών ούτος εξολοθρεύσει αυτούς από προσώπου ημών, έως αν απόλωνται, και αποστελεί αυτοίς τα θηρία τα άγρια, έως αν εξολοθρεύση αυτούς και τους βασιλείς αυτών από προσώπου υμών, και κατακληρονομήσετε την γην αυτών, καθά ελάλησε Κύριος ο Θεός ημών υμίν. 6 κατισχύσατε ουν σφόδρα φυλάσσειν και ποιείν πάντα τα γεγραμμένα εν τω βιβλίω του νόμου Μωυσή, ίνα μη εκκλίνητε εις δεξιά ή ευώνυμα, 7 όπως μη εισέλθητε εις τα έθνη τα καταλελειμμένα ταύτα, και τα ονόματα των θεών αυτών ουκ ονομασθήσεται εν υμίν, ουδέ μη λατρεύσητε ουδέ μη προσκυνήσητε αυτοίς, 8 αλλά Κυρίω τω Θεω υμών προσκολληθήσεσθε, καθάπερ εποιήσατε έως της ημέρας ταύτης. 9 και εξολοθρεύσει αυτούς Κύριος από προσώπου υμών έθνη μεγάλα και ισχυρά, και ουδείς αντέστη κατενώπιον ημών έως της ημέρας ταύτης. 10 εις υμών εδίωξε χιλίους, ότι Κύριος ο Θεός ημών ούτος εξεπολέμει υμίν, καθάπερ είπεν ημίν. 11 και φυλάξασθε σφόδρα του αγαπάν Κύριον τον Θεόν ημών. 12 εάν γαρ αποστραφήτε και προσθήσθε τοις υπολειφθείσιν έθνεσι τούτοις τοις μεθ' υμών και επιγαμίας ποιήσητε προς αυτούς και συγκαταμιγήτε αυτοίς και αυτοί υμίν, 13 γινώσκετε ότι ου μη προσθή Κύριος του εξολοθρεύσαι τα έθνη ταύτα από προσώπου υμών, και έσονται υμίν εις παγίδας και εις σκάνδαλα και εις ήλους εν ταις πτέρναις υμών και εις βολίδας εν τοις οφθαλμοίς υμών, έως αν απόλησθε από της γης της αγαθής ταύτης, ην έδωκεν υμίν Κύριος ο Θεός υμών. 14 εγώ δε αποτρέχω την οδόν, καθά και πάντες οι επί της γης, και γνώσεσθε τη καρδία υμών και τη ψυχή υμών, διότι ουκ έπεσεν εις λόγος από πάντων των λόγων, ων είπε Κύριος ο Θεός ημών προς πάντα τα ανήκοντα ημίν, ου διεφώνησεν εξ αυτών. 15 και έσται ον τρόπον ήκει προς ημάς πάντα τα ρήματα τα καλά, α ελάλησε Κύριος εφ' υμάς, ούτως επάξει Κύριος ο Θεός εφ' υμάς πάντα τα ρήματα τα πονηρά έως αν εξολοθρεύση υμάς από της γης της αγαθής ταύτης, ης έδωκε Κύριος υμίν, 16 εν τω παραβήναι υμάς την διαθήκην Κυρίου του Θεού ημών, ην ενετείλατο ημίν, και πορευθέντες λατρεύσητε θεοίς ετέροις και προσκυνήσητε αυτοίς.

 ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΚΑΙ συνήγαγεν Ιησούς πάσας φυλάς Ισραήλ εις Σηλώ και συνεκάλεσε τους πρεσβυτέρους αυτών και τους γραμματείς αυτών και τους δικαστάς αυτών και έστησεν αυτούς απέναντι του Θεού. 2 και είπεν Ιησούς προς πάντα τον λαόν· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· πέραν του ποταμού παρώκησαν οι πατέρες υμών το απ' αρχής, Θάρα ο πατήρ Αβραάμ και ο πατήρ Ναχώρ, και ελάτρευσαν θεοίς ετέροις. 3 και έλαβον τον πατέρα υμών τον Αβραάμ εκ του πέραν του ποταμού και ωδήγησα αυτόν εν πάση τη γη και επλήθυνα αυτού σπέρμα 4 και έδωκα αυτω τον Ισαάκ, και τω Ισαάκ τον Ιακώβ και τον Ησαύ· και έδωκα τω Ησαύ το όρος το Σηείρ κληρονομήσαι αυτω, και Ιακώβ και οι υιοί αυτού κατέβησαν εις Αίγυπτον και εγένοντο εκεί εις έθνος μέγα και πολύ και κραταιόν. και εκάκωσαν αυτούς οι Αιγύπτιοι, 5 και επάταξε Κύριος την Αίγυπτον εν σημείοις, οίς εποίησεν εν αυτοίς. 6 και μετά ταύτα εξήγαγε τους πατέρας ημών εξ Αιγύπτου, και εισήλθατε εις την θάλασσαν την ερυθράν. και κατεδίωξαν οι Αιγύπτιοι οπίσω των πατέρων ημών εν άρμασι και εν ίπποις εις την θάλασσαν την ερυθράν, 7 και ανεβοήσαμεν προς Κύριον, και έδωκε νεφέλην και γνόφον αναμέσον ημών και αναμέσον των Αιγυπτίων και επήγαγεν επ' αυτούς την θάλασσαν, και εκάλυψεν αυτούς, και είδοσαν οι οφθαλμοί υμών όσα εποίησε Κύριος εν γη Αιγύπτω, και ήτε εν τη ερήμω ημέρας πλείους. 8 και ήγαγεν ημάς εις γην Αμορραίων των κατοικούντων πέραν του Ιορδάνου, και παρετάξαντο υμίν και παρέδωκεν αυτούς Κύριος εις τας χείρας υμών, και κατεκληρονομήσατε την γην αυτών και εξωλοθρεύσατε αυτούς από προσώπου υμών. 9 και ανέστη Βαλάκ ο του Σεπφώρ βασιλεύς Μωάβ και παρετάξατο τω Ισραήλ και αποστείλας εκάλεσε τον Βαλαάμ αράσασθαι ημίν· 10 και ουκ ηθέλησε Κύριος ο Θεός σου απολέσαι σε, και ευλογίαις ευλόγησεν υμάς, και εξείλατο υμάς εκ χειρών αυτών, και παρέδωκεν αυτούς. 11 και διέβητε τον Ιορδάνην και παρεγενήθητε εις Ιεριχώ· και επολέμησαν προς ημάς οι κατοικούντες Ιεριχώ, ο Αμορραίος και ο Χαναναίος και ο Φερεζαίος και ο Ευαίος και ο Ιεβουσαίος και ο Χετταίος και ο Γεργεσαίος, και παρέδωκεν αυτούς Κύριος εις τας χείρας υμών. 12 και εξαπέστειλε προτέραν υμών την σφηκιάν, και εξαπέστειλεν αυτούς από προσώπου υμών, δώδεκα βασιλείς των Αμορραίων, ουκ εν τη ρομφαία σου ουδέ εν τω τόξω σου. 13 και έδωκεν υμίν γην, εφ' ην ουκ εκοπιάσατε επ ‘ αυτής, και πόλεις, ας ουκ ωκοδομήκατε, και κατωκίσθητε εν αυταίς· και αμπελώνας και ελαιώνας, ους ουκ εφυτεύσατε υμείς, έδεσθε. 14 και νυν φοβήθητε Κύριον, και λατρεύσατε αυτω εν ευθύτητι και εν δικαιοσύνη και περιέλεσθε τους θεούς τους αλλοτρίους, οίς ελάτρευσαν οι πατέρες ημών εν τω πέραν του ποταμού και εν Αιγύπτω, και λατρεύσατε Κυρίω. 15 ει δε μη αρέσκει υμίν λατρεύειν Κυρίω, εκλέξασθε υμίν αυτοίς σήμερον, τίνι λατρεύσητε, είτε τοις θεοίς των πατέρων υμών, τοις εν τω πέραν του ποταμού, είτε τοις θεοίς των Αμορραίων, εν οίς υμείς κατοικείτε επί της γης αυτών· εγώ δε και η οικία μου λατρεύσομεν Κυρίω, ότι άγιός εστι.

 16 Και αποκριθείς ο λαός είπε· μη γένοιτο ημίν καταλιπείν Κύριον, ωστε λατρεύειν θεοίς ετέροις. 17 Κύριος ο Θεός ημών, αυτός Θεός εστιν· αυτός ανήγαγεν ημάς και τους πατέρας ημών εξ Αιγύπτου και διεφύλαξεν ημάς εν πάση τη οδω, ή επορεύθημεν εν αυτη, και εν πάσι τοις έθνεσιν, ους παρήλθομεν δι' αυτών. 18 και εξέβαλε Κύριος τον Αμορραίον και πάντα τα έθνη τα κατοικούντα την γην από προσώπου ημών. αλλά και ημείς λατρεύσομεν Κυρίω· ούτος γαρ Θεός ημών εστι. 19 και είπεν Ιησούς προς τον λαόν· ου μη δύνησθε λατρεύειν Κυρίω, ότι ο Θεός άγιός εστι, και ζηλώσας ούτος ουκ ανήσει τα αμαρτήματα υμών και τα ανομήματα υμών· 20 ηνίκα αν εγκαταλίπητε Κύριον και λατρεύσητε θεοίς ετέροις, και επελθών κακώσει υμάς και εξαναλώσει υμάς ανθ' ων εύ εποίησεν υμάς. 21 και είπεν ο λαός προς Ιησούν· ουχί, αλλά Κυρίω λατρεύσομεν. 22 και είπεν Ιησούς προς τον λαόν· μάρτυρες υμείς καθ' υμών, ότι υμείς εξελέξασθε Κυρίω λατρεύειν αυτω. 23 και νυν περιέλεσθε τους θεούς τους αλλοτρίους τους εν υμίν και ευθύνατε την καρδίαν υμών προς Κύριον Θεόν Ισραήλ. 24 και είπεν ο λαός προς Ιησούν· Κυρίω λατρεύσομεν και της φωνής αυτού ακουσόμεθα. 25 και διέθετο Ιησούς διαθήκην προς τον λαόν εν τη ημέρα εκείνη και έδωκεν αυτω νόμον και κρίσιν εν Σηλώ ενώπιον της σκηνής του Θεού Ισραήλ. 26 και έγραψε τα ρήματα ταύτα εις βιβλίον νόμων του Θεού· και έλαβε λίθον μέγαν και έστησεν αυτόν Ιησούς υπό την τερέμινθον απέναντι Κυρίου. 27 και είπεν Ιησούς προς τον λαόν· ιδού ο λίθος ούτος έσται εν υμίν εις μαρτύριον, ότι αυτός ακήκοε πάντα τα λεχθέντα αυτω υπό Κυρίου, ό,τι ελάλησε προς υμάς σήμερον· και ούτος έσται εν υμίν εις μαρτύριον επ' εσχάτων των ημερών, ηνίκα αν ψεύσησθε Κυρίω τω Θεω μου. 28 και απέστειλεν Ιησούς τον λαόν, και επορεύθησαν έκαστος εις τον τόπον αυτού. 29 και ελάτρευσεν Ισραήλ τω Κυρίω πάσας τας ημέρας Ιησού και πάσας τας ημέρας των πρεσβυτέρων, όσοι εφείλκυσαν τον χρόνον μετά Ιησού και όσοι είδοσαν πάντα τα έργα Κυρίου, όσα εποίησε τω Ισραήλ.

 30 Και εγένετο μετ' εκείνα και απέθανεν Ιησούς υιος Ναυή δούλος Κυρίου εκατόν δέκα ετών. 31 και έθαψαν αυτόν προς τοις ορίοις του κλήρου αυτού εν Θαμνασασάχ εν τω όρει τω Εφραίμ από βορρά του όρους Γαάς· εκεί έθηκαν μετ' αυτού εις το μνήμα, εις ό έθαψαν αυτόν εκεί, τας μαχαίρας τας πετρίνας, εν αις περιέτεμε τους υιούς Ισραήλ εν Γαλγάλοις, ότε εξήγαγεν αυτούς εξ Αιγύπτου, καθά συνέταξεν αυτοίς Κύριος, και εκεί εισιν έως της σήμερον ημέρας. 32 και τα οστά Ιωσήφ ανήγαγον οι υιοί Ισραήλ εξ Αιγύπτου και κατώρυξαν εν Σικίμοις, εν τη μερίδι του αγρού, ου εκτήσατο Ιακώβ παρά των Αμορραίων των κατοικούντων εν Σικίμοις αμνάδων εκατόν και έδωκεν αυτήν Ιωσήφ εν μερίδι. 33 και εγένετο μετά ταύτα και Ελεάζαρ υιος Ααρών ο αρχιερεύς ετελεύτησε και ετάφη εν Γαβαάρ Φινεές του υιού αυτού, ην έδωκεν αυτω εν τω όρει Εφραίμ. εν εκείνη τη ημέρα λαβόντες οι υιοί Ισραήλ την κιβωτόν του Θεού περιεφέροσαν εν εαυτοίς, και Φινεές ιεράτευσεν αντί Ελεάζαρ του πατρός αυτού, έως απέθανε και κατωρύγη εν Γαβαάρ τη εαυτού. οι δε υιοί Ισραήλ απήλθοσαν έκαστος εις τον τόπον αυτών και εις την εαυτών πόλιν. και εσέβοντο οι υιοί Ισραήλ την Αστάρτην και Ασταρώθ και τους θεούς των εθνών των κύκλω αυτών· και παρέδωκεν αυτούς Κύριος εις χείρας Εγλώμ τω βασιλεί Μωάβ, και εκυρίευσεν αυτών έτη δεκαοκτώ.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.