Τρίτη, 27 Νοεμβρίου 2012

Κριταί



 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΚΑΙ εγένετο μετά την τελευτήν Ιησού και επηρώτων οι υιοί Ισραήλ δια του Κυρίου λέγοντες· τις αναβήσεται ημίν προς τους Χαναναίους αφηγούμενος του πολεμήσαι προς αυτούς; 2 και είπε Κύριος· Ιούδας αναβήσεται. ιδού δέδωκα την γην εν χειρί αυτού. 3 και είπεν Ιούδας τω Συμεών αδελφω αυτού· ανάβηθι μετ ‘ εμού εν τω κλήρω μου, και παραταξώμεθα προς τους Χαναναίους, και πορεύσομαι καγώ μετά σου εν τω κλήρω σου. και επορεύθη μετ ‘ αυτού Συμεών. 4 και ανέβη Ιούδας, και παρέδωκε Κύριος τον Χαναναίον και τον Φερεζαίον εις τας χείρας αυτών. και έκοψαν αυτούς εν Βεζάκ εις δέκα χιλιάδας ανδρών. 5 και κατέλαβον τον Αδωνιβεζέκ εν τη Βεζέκ και παρετάξαντο προς αυτόν και έκοψαν τον Χαναναίον και Φερεζαίον. 6 και έφυγεν Αδωνιβεζέκ, και κατέδραμον οπίσω αυτού και ελάβοσαν αυτόν και απέκοψαν τα άκρα των χειρών αυτού και τα άκρα τώ ποδών αυτού. 7 και είπεν Αδωνιβεζέκ· εβδομήκοντα βασιλείς τα άκρα των χειρών αυτών και τα άκρα των ποδών αυτών αποκεκομμένοι ήσαν συλλέγοντες τα υποκάτω της τραπέζης μου· καθώς ουν εποίησα, ούτως ανταπέδωκέ μοι ο Θεός. και άγουσιν αυτόν εις Ιερουσαλήμ, και απέθανεν εκεί.


 8 Και επολέμουν υιοί Ιούδα την Ιερουσαλήμ και κατελάβοντο αυτήν και επάταξαν αυτήν εν στόματι ρομφαίας και την πόλιν ενέπρησαν εν πυρί. 9 και μετά ταύτα κατέβησαν οι υιοί Ιούδα πολεμήσαι προς τον Χαναναίον τον κατοικούντα την ορεινήν και το νότιον και την πεδινήν. 10 και επορεύθη Ιούδας προς τον Χαναναίον τον κατοικούντα εν Χεβρών, και εξήλθε Χεβρών εξ εναντίας· και το όνομα ην Χεβρών το πρότερον Καριαθαρβοκσεφέρ. και επάταξαν τον Σεσσί και Αχιναάν και Θολμί, γεννήματα του Ενάκ. 11 και ανέβησαν εκείθεν προς τους κατοικούντας Δαβίρ· το δε όνομα της Δαβίρ ην έμπροσθεν Καριαθσεφάρ, Πόλις γραμμάτων. 12 και είπε Χάλεβ· ος αν πατάξη την Πόλιν των γραμμάτων και προκαταλάβηται αυτήν, δώσω αυτω την Ασχά θυγατέρα μου εις γυναίκα. 13 και προκατελάβετο αυτήν Γοθονιήλ υιος Κενέζ αδελφού Χάλεβ ο νεώτερος, και έδωκεν αυτω Χάλεβ την Ασχά θυγατέρα αυτού εις γυναίκα. 14 και εγένετο εν τη εισόδω αυτής και επέσεισεν αυτήν Γοθονιήλ του αιτήσαι παρά του πατρός αυτής αγρόν, και εγόγγυζε και έκραξεν από του υποζυγίου· εις γην νότου εκδέδοσαί με. και είπεν αυτη Χάλεβ· τι εστί σοι; 15 και είπεν αυτω Ασχά· δος δη μοι ευλογίαν, ότι εις γην νότου εκδέδοσαί με, και δώσεις μοι λύτρωσιν ύδατος. και έδωκεν αυτη Χάλεβ κατά την καρδίαν αυτής λύτρωσιν μετεώρων και λύτρωσιν ταπεινών.

 16 Και οι υιοί Ιοθόρ του Κιναίου του γαμβρού Μωυσή ανέβησαν εκ πόλεως των φοινίκων μετά των υιών Ιούδα εις την έρημον την ούσαν εν τω νότω Ιούδα, ή εστιν επί καταβάσεως Αράδ, και κατώκησαν μετά του λαού. 17 και επορεύθη Ιούδας μετά Συμεών του αδελφού αυτού και έκοψε τον Χαναναίον τον κατοικούντα Σεφέκ· και εξωλόθρευσεν αυτούς, και εκάλεσε το όνομα της πόλεως Ανάθεμα. 18 και ουκ εκληρονόμησεν Ιούδας την Γάζαν ουδέ τα όρια αυτής, ουδέ την Ασκάλωνα ουδέ τα όρια αυτής, ουδέ την Ακκαρών ουδέ τα όρια αυτής, την Άζωτον ουδέ τα περισπόρια αυτής. 19 και ην Κύριος μετά Ιούδα και εκληρονόμησε το όρος, ότι ουκ ηδυνάσθησαν εξολοθρεύσαι τους κατοικούντας την κοιλάδα, ότι Ρηχάβ διεστείλατο αυτοίς. 20 και έδωκαν τω Χάλεβ την Χεβρών, καθώς ελάλησε Μωυσής, και εκληρονόμησεν εκείθεν τας τρεις πόλεις των υιών Ενάκ. 21 και τον Ιεβουσαίον τον κατοικούντα εν Ιερουσαλήμ ουκ εκληρονόμησαν οι υιοί Βενιαμίν, και κατώκησεν ο Ιεβουσαίος μετά των υιών Βενιαμίν εν Ιερουσαλήμ έως της ημέρας ταύτης. 22 και ανέβησαν οι υιοί Ιωσήφ και γε αυτοί εις Βαιθήλ, και Κύριος ην μετ ‘ αυτών. 23 και παρενέβαλον και κατεσκέψαντο Βαιθήλ· το δε όνομα της πόλεως ην έμπροσθεν Λουζά. 24 και είδον οι φυλάσσοντες, και ιδού ανήρ εξεπορεύετο εκ της πόλεως· και έλαβον αυτόν και είπον αυτω· δείξον ημίν της πόλεως την είσοδον, και ποιήσομεν μετά σου έλεος. 25 και έδειξεν αυτοίς την είσοδον της πόλεως, και επάταξαν την πόλιν εν στόματι ρομφαίας, τον δε άνδρα και την συγγένειαν αυτού εξαπέστειλαν. 26 και επορεύθη ο ανήρ εις γην Χεττίν και ωκοδόμησεν εκεί πόλιν και εκάλεσε το όνομα αυτής Λουζά· τούτο όνομα αυτής έως της ημέρας ταύτης. 27 και ουκ εξήρε Μανασσή την Βαιθσάν, ή εστι Σκυθών πόλις, ουδέ τας θυγατέρας αυτής ουδέ τα περίοικα αυτής ουδέ την Θανάκ ουδέ τας θυγατέρας αυτής, ουδέ τους κατοικούντας Δώρ ουδέ τας θυγατέρας αυτής, ουδέ τον κατοικούντα Βαλάκ ουδέ τα περίοικα αυτής ουδέ τας θυγατέρας αυτής, ουδέ τους κατοικούντας Μαγεδώ ουδέ τα περίοικα αυτής και τας θυγατέρας αυτής, ουδέ τους κατοικούντας Ιεβλαάμ ουδέ τα περίοικα αυτής ουδέ τας θυγατέρας αυτής· και ήρξατο ο Χαναναίος κατοικείν εν τη γη ταύτη. 28 και εγένετο ότε ενίσχυσεν Ισραήλ, και εποίησε τον Χαναναίον εις φόρον και εξαίρων ουκ εξήρεν αυτόν. 29 και Εφραίμ ουκ εξήρε τον Χαναναίον τον κατοικούντα εν Γαζέρ· και κατώκησεν ο Χαναναίος εν μέσω αυτού εν Γαζέρ και εγένετο εις φόρον. 30 και Ζαβουλών ουκ εξήρε τους κατοικούντας Κέδρων, ουδέ τους κατοικούντας Δωμανά· και κατώκησεν ο Χαναναίος εν μέσω αυτών και εγένετο αυτω εις φόρον. 31 και Ασήρ ουκ εξήρε τους κατοικούντας Ακχώ, και εγένετο αυτω εις φόρον, και τους κατοικούντας Δώρ και τους κατοικούντας Σιδώνα και τους κατοικούντας Ααλάφ, τον Ασχαζί και τον Χελβά και τον Ναϊ και τον Ερεώ. 32 και κατώκησεν ο Ασήρ εν μέσω του Χαναναίου του κατοικούντος την γην, ότι ουκ ηδυνήθη εξάραι αυτόν. 33 και Νεφθαλί ουκ εξήρε τους κατοικούντας Βαιθσαμύς και τους κατοικούντας Βαιθανάθ, και κατώκησε Νεφθαλί εν μέσω του Χαναναίου του κατοικούντος την γην· οι δε κατοικούντες Βαιθσαμύς και την Βαιθενέθ εγένοντο αυτοίς εις φόρον. 34 και εξέθλιψεν ο Αμορραίος τους υιούς Δάν εις το όρος, ότι ουκ αφήκαν αυτόν καταβήναι εις την κοιλάδα. 35 και ήρξατο ο Αμορραίος κατοικείν εν τω όρει τω οστρακώδει, εν ω αι άρκοι και εν ω αι αλώπεκες, εν τω Μυρσινώνι και εν Θαλαβίν· και εβαρύνθη η χείρ οίκου Ιωσήφ επί τον Αμορραίον, και εγενήθη αυτοίς εις φόρον. 36 και το όριον του Αμορραίου από της αναβάσεως Ακραβίν από της Πέτρας και επάνω.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ ανέβη άγγελος Κυρίου από Γαλγάλ επί τον Κλαυθμώνα και επί Βαιθήλ και επί τον οίκον Ισραήλ και είπε προς αυτούς· τάδε λέγει Κύριος· ανεβίβασα υμάς εξ Αιγύπτου και εισήγαγον υμάς εις την γην, ην ώμοσα τοις πατράσιν υμών, και είπα· ου διασκεδάσω την διαθήκην μου την μεθ ‘ υμών εις τον αιώνα· 2 και υμείς ου διαθήσεσθε διαθήκην τοις εγκαθημένοις εις την γην ταύτην, ουδέ τοις θεοίς αυτών προσκυνήσετε, αλλά τα γλυπτά αυτών συντρίψετε, τα θυσιαστήρια αυτών καθελείτε. και ουκ εισηκούσατε της φωνής μου, ότι ταύτα εποιήσατε. 3 καγώ είπον· ου μη εξάρω αυτούς εκ προσώπου υμών, και έσονται υμίν εις συνοχάς, και οι θεοί αυτών έσονται υμίν εις σκάνδαλον. 4 και εγένετο ως ελάλησεν ο άγγελος Κυρίου τους λόγους τούτους προς πάντας υιούς Ισραήλ, και επήραν ο λαός την φωνήν αυτών και έκλαυσαν. 5 και επωνόμασαν το όνομα του τόπου εκείνου, Κλαυθμώνες· και εθυσίασαν εκεί τω Κυρίω.

 6 Και εξαπέστειλεν Ιησούς τον λαόν, και ήλθεν ανήρ εις την κληρονομίαν αυτού κατακληρονομήσαι την γην. 7 και εδούλευσεν ο λαός τω Κυρίω πάσας τας ημέρας Ιησού και πάσας τας ημέρας των πρεσβυτέρων, όσοι εμακροημέρευσαν μετά Ιησού, όσοι έγνωσαν παν το έργον Κυρίου το μέγα, ό εποίησεν εν τω Ισραήλ. 8 και ετελεύτησεν Ιησούς υιος Ναυή δούλος Κυρίου, υιος εκατόν δέκα ετών. 9 και έθαψαν αυτόν εν ορίω της κληρονομίας αυτού εν Θαμναθαρές, εν όρει Εφραίμ από βορρά του όρους Γαάς. 10 και γε πάσα η γενεά εκείνη προσετέθησαν προς τους πατέρας αυτών, και ανέστη γενεά ετέρα μετ ‘ αυτούς, οί ουκ έγνωσαν τον Κύριον και γε το έργον, ό εποίησεν εν τω Ισραήλ.

 11 Και εποίησαν οι υιοί Ισραήλ το πονηρόν ενώπιον Κυρίου και ελάτρευσαν τοις Βααλίμ. 12 και εγκατέλιπον τον Κύριον τον Θεόν των πατέρων αυτών τον εξαγαγόντα αυτούς εκ γης Αιγύπτου και επορεύθησαν οπίσω θεών ετέρων από των θεών των εθνών των περικύκλω αυτών και προσεκύνησαν αυτοίς και παρώργισαν τον Κύριον 13 και εγκατέλιπον αυτόν και ελάτρευσαν τω Βάαλ και ταις Αστάρταις. 14 και ωργίσθη θυμω Κύριος εν τω Ισραήλ και παρέδωκεν αυτούς εις χείρας προνομευόντων, και κατεπρονόμευσαν αυτούς· και απέδοτο αυτούς εν χερσί των εχθρών αυτών κυκλόθεν, και ουκ ηδυνήθησαν έτι αντιστήναι κατά πρόσωπον των εχθρών αυτών. 15 εν πάσιν, οίς επορεύοντο, και χείρ Κυρίου ην επ ‘ αυτούς εις κακά, καθώς ελάλησε Κύριος και καθώς ώμοσε Κύριος αυτοίς, και εξέθλιψεν αυτούς σφόδρα. 16 και ήγειρε Κύριος κριτάς, και έσωσεν αυτούς Κύριος εκ χειρός των προνομευόντων αυτούς. και γε των κριτών ουχ υπήκουσαν, 17 ότι εξεπόρνευσαν οπίσω θεών ετέρων και προσεκύνησαν αυτοίς· και εξέκλιναν ταχύ εκ της οδού, ης επορεύθησαν οι πατέρες αυτών του εισακούειν των λόγων Κυρίου, ουκ εποίησαν ούτως. 18 και ότι ήγειρε Κύριος αυτοίς κριτάς, και ην Κύριος μετά του κριτού και έσωσεν αυτούς εκ χειρός εχθρών αυτών πάσας τας ημέρας του κριτού, ότι παρεκλήθη Κύριος από του στεναγμού αυτών από προσώπου των πολιορκούντων αυτούς και εκθλιβόντων αυτούς. 19 και εγένετο ως απέθνησκεν ο κριτής, και απέστρεψαν και πάλιν διέφθειραν υπέρ τους πατέρας αυτών πορεύεσθαι οπίσω θεών ετέρων, λατρεύειν αυτοίς και προσκυνείν αυτοίς· ουκ απέρριψαν τα επιτηδεύματα αυτών, και τας οδούς αυτών τας σκληράς. 20 και ωργίσθη θυμω Κύριος εν τω Ισραήλ και είπεν· ανθ ‘ ων όσα εγκατέλιπον το έθνος τούτο την διαθήκην μου, ην ενετειλάμην τοις πατράσιν αυτών, και ουκ εισήκουσαν της φωνής μου, 21 και εγώ ου προσθήσω του εξάραι άνδρα εκ προσώπου αυτών από των εθνών, ων κατέλιπεν Ιησούς υιος Ναυή εν τη γη 22 και αφήκε, του πειράσαι εν αυτοίς τον Ισραήλ, ει φυλάσσονται την οδόν Κυρίου πορεύεσθαι εν αυτη, ον τρόπον εφύλαξαν οι πατέρες αυτών, ή ου. 23 και αφήκε Κύριος τα έθνη ταύτα του μη εξάραι αυτά το τάχος και ου παρέδωκεν αυτά εν χειρί Ιησού.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ ταύτα τα έθνη, α αφήκε Κύριος αυτά ωστε πειράσαι εν αυτοίς τον Ισραήλ, πάντας τους μη εγνωκότας τους πολέμους Χαναάν. 2 πλήν δια τας γενεάς υιών Ισραήλ του διδάξαι αυτούς πόλεμον, πλήν οι έμπροσθεν αυτών ουκ έγνωσαν αυτά· 3 τας πέντε σατραπείας των αλλοφύλων και πάντα τον Χαναναίον και τον Σιδώνιον και τον Ευαίον τον κατοικούντα τον Λίβανον από του όρους του Αερμών έως Λαβωεμάθ. 4 και εγένετο ωστε πειράσαι εν αυτοίς τον Ισραήλ, γνώναι ει ακούσονται τας εντολάς Κυρίου, ας ενετείλατο τοις πατράσιν αυτών εν χειρί Μωυσή. 5 και οι υιοί Ισραήλ κατώκησαν εν μέσω του Χαναναίου και του Χετταίου και του Αμορραίου και του Φερεζαίου και του Ευαίου και του Ιεβουσαίου 6 και έλαβον τας θυγατέρας αυτών εαυτοίς εις γυναίκας και τας θυγατέρας αυτών έδωκαν τοις υιοίς αυτών και ελάτρευσαν τοις θεοίς αυτών.

 7 Και εποίησαν οι υιοί Ισραήλ το πονηρόν εναντίον Κυρίου και επελάθοντο Κυρίου του Θεού αυτών και ελάτρευσαν τοις Βααλίμ και τοις άλσεσι. 8 και ωργίσθη θυμω Κύριος εν τω Ισραήλ και απέδοτο αυτούς εν χειρί Χουσαρσαθαίμ βασιλέως Συρίας ποταμών. και εδούλευσαν οι υιοί Ισραήλ τω Χουσαρσαθαίμ έτη οκτώ. 9 και εκέκραξαν οι υιοί Ισραήλ προς Κύριον· και ήγειρε Κύριος σωτήρα τω Ισραήλ, και έσωσεν αυτούς, τον Γοθονιήλ υιόν Κενέζ αδελφού Χάλεβ τον νεώτερον υπέρ αυτόν, 10 και εγένετο επ ‘ αυτόν πνεύμα Κυρίου, και έκρινε τον Ισραήλ. και εξήλθεν εις πόλεμον προς Χουσαρσαθαίμ· και παρέδωκε Κύριος εν χειρί αυτού τον Χουσαρσαθαίμ βασιλέα Συρίας ποταμών, και εκραταιώθη χείρ αυτού επί τον Χουσαρσαθαίμ. 11 και ησύχασεν η γη έτη τεσσαράκοντα· και απέθανε Γοθονιήλ υιος Κενέζ.

 12 Και προσέθεντο οι υιοί Ισραήλ ποιήσαι το πονηρόν ενώπιον Κυρίου. και ενίσχυσε Κύριος τον Εγλώμ βασιλέα Μωάβ επί τον Ισραήλ δια το πεποιηκέναι αυτούς το πονηρόν έναντι Κυρίου. 13 και συνήγαγε προς εαυτόν πάντας τους υιούς Αμμών και Αμαλήκ και επορεύθη και επάταξε τον Ισραήλ και εκληρονόμησε την πόλιν των φοινίκων. 14 και εδούλευσαν οι υιοί Ισραήλ τω Εγλώμ βασιλεί Μωάβ έτη δεκαοκτώ. 15 και εκέκραξαν οι υιοί Ισραήλ προς Κύριον· και ήγειρεν αυτοίς σωτήρα τον Αώδ υιόν Γηρά υιόν του Ιεμενί, άνδρα αμφοτεροδέξιον. και εξαπέστειλαν οι υιοί Ισραήλ δώρα εν χειρί αυτού τω Εγλώμ βασιλεί Μωάβ. 16 και εποίησεν εαυτω Αώδ μάχαιραν δίστομον, σπιθαμής το μήκος αυτής, και περιεζώσατο αυτήν υπό τον μανδύαν επί τον μηρόν αυτού τον δεξιόν. 17 και επορεύθη και προσήνεγκε τα δώρα τω Εγλώμ βασιλεί Μωάβ· και Εγλώμ ανήρ αστείος σφόδρα. 18 και εγένετο ηνίκα συνετέλεσεν Αώδ προσφέρων τα δώρα, και εξαπέστειλε τους φέροντας τα δώρα· 19 και αυτός υπέστρεψεν από των γλυπτών των μετά της Γαλγάλ. και είπεν Αώδ· λόγος μοι κρύφιος προς σε, βασιλεύ. και είπεν Εγλώμ προς αυτόν· σιώπα· και εξαπέστειλεν αφ ‘ εαυτού πάντας τους εφεστώτας επ ‘ αυτόν. 20 και Αώδ εισήλθε προς αυτόν, και αυτός εκάθητο εν τω υπερώω τω θερινω τω εαυτού μονώτατος. και είπεν Αώδ· λόγος Θεού μοι προς σε, βασιλεύ· και εξανέστη από του θρόνου Εγλώμ εγγύς αυτού. 21 και εγένετο άμα τω αναστήναι αυτόν και εξέτεινεν Αώδ την χείρα την αριστεράν αυτού και έλαβε την μάχαιραν επάνωθεν του μηρού αυτού του δεξιού και ενέπηξεν αυτήν εν τη κοιλία αυτού 22 και επεισήνεγκε και γε την λαβήν οπίσω της φλογός, και επέκλεισε το στέαρ κατά της φλογός, ότι ουκ εξέσπασε την μάχαιραν εκ της κοιλίας αυτού. 23 και εξήλθεν Αώδ την προστάδα και εξήλθε τους διατεταγμένους και απέκλεισε τας θύρας του υπερώου κατ ‘ αυτού και εσφήνωσε· 24 και αυτός εξήλθε. και οι παίδες αυτού εισήλθον και είδον και ιδού αι θύραι του υπερώου εσφηνωμέναι, και είπαν· μη ποτε αποκενοί τους πόδας αυτού εν τω ταμείω τω θερινω; 25 και υπέμειναν έως ησχύνοντο, και ιδού ουκ έστιν ο ανοίγων τας θύρας του υπερώου· και έλαβον την κλείδα και ήνοιξαν, και ιδού ο κύριος αυτών πεπτωκώς επί την γην τεθνηκώς. 26 και Αώδ διεσώθη έως εθορυβούντο, και ουκ ην ο προσνοών αυτω· και αυτός παρήλθε τα γλυπτά και διεσώθη εις Σετειρωθά. 27 και εγένετο ηνίκα ήλθεν Αώδ εις γην Ισραήλ, και εσάλπισεν εν κερατίνη εν τω όρει Εφραίμ· και κατέβησαν συν αυτω οι υιοί Ισραήλ από του όρους, και αυτός έμπροσθεν αυτών. 28 και είπε προς αυτούς· κατάβητε οπίσω μου, ότι παρέδωκε Κύριος ο Θεός τους εχθρούς ημών την Μωάβ εν χειρί ημών. και κατέβησαν οπίσω αυτού και προκατελάβοντο τας διαβάσεις του Ιορδάνου της Μωάβ, και ουκ αφήκεν άνδρα διαβήναι. 29 και επάταξαν την Μωάβ τη ημέρα εκείνη ωσεί δέκα χιλιάδας ανδρών, παν λιπαρόν και πάντα άνδρα δυνάμεως, και ου διεσώθη ο ανήρ. 30 και ενετράπη Μωάβ εν τη ημέρα εκείνη υπό χείρα Ισραήλ, και ησύχασεν η γη ογδοήκοντα έτη, και έκρινεν αυτούς Αώδ έως ου απέθανε.

 31 Και μετ ‘ αυτόν ανέστη Σαμεγάρ υιος Δινάχ και επάταξε τους αλλοφύλους εις εξακοσίους άνδρας εν τω αροτρόποδι των βοών· και έσωσε και γε αυτός τον Ισραήλ.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ προσέθεντο οι υιοί Ισραήλ ποιήσαι το πονηρόν ενώπιον Κυρίου· και Αώδ απέθανε. 2 και απέδοτο τους υιούς Ισραήλ Κύριος εν χειρί Ιαβίν βασιλέως Χαναάν, ος εβασίλευσεν εν Ασώρ· και ο άρχων της δυνάμεως αυτού Σισάρα, και αυτός κατώκει εν Αρισώθ των εθνών. 3 και εκέκραξαν οι υιοί Ισραήλ προς Κύριον, ότι εννακόσια άρματα σιδηρά ην αυτω, και αυτός έθλιψε τον Ισραήλ κατά κράτος είκοσιν έτη. 4 και Δεββώρα γυνή προφήτις γυνή Λαφιδώθ, αύτη έκρινε τον Ισραήλ εν τω καιρω εκείνω. 5 και αυτή εκάθητο υπό φοίνικα Δεββώρα ανά μέσον της Ραμά και ανά μέσον της Βαιθήλ εν τω όρει Εφραίμ, και ανέβαινον προς αυτήν οι υιοί Ισραήλ εις κρίσιν. 6 και απέστειλε Δεββώρα και εκάλεσε τον Βαράκ υιόν Αβινεέμ εκ Κάδης Νεφθαλί και είπε προς αυτόν· ουχί ενετείλατο Κύριος ο Θεός Ισραήλ σοι και απελεύση εις όρος Θαβώρ και λήψη μετά σεαυτού δέκα χιλιάδας ανδρών εκ των υιών Νεφθαλί και εκ των υιών Ζαβουλών; 7 και επάξω προς σε εις τον χειμάρρουν Κισών τον Σισάρα άρχοντα της δυνάμεως Ιαβίν και τα άρματα αυτού και το πλήθος αυτού και παραδώσω αυτόν εις χείράς σου. 8 και είπε προς αυτήν Βαράκ· εάν πορευθής μετ ‘ εμού, πορεύσομαι, και εάν μη πορευθής, ου πορεύσομαι· ότι ουκ οίδα την ημέραν, εν ή ευοδοί Κύριος τον άγγελον μετ ‘ εμού. 9 και είπε· πορευομένη πορεύσομαι μετά σου· πλήν γίνωσκε ότι ουκ έσται το προτέρημά σου επί την οδόν, ην συ πορεύη, ότι εν χειρί γυναικός αποδώσεται Κύριος τον Σισάρα. και ανέστη Δεββώρα και επορεύθη μετά του Βαράκ εκ Κάδης. 10 και εβόησε Βαράκ τον Ζαβουλών και τον Νεφθαλί εκ Κάδης, και ανέβησαν κατά πόδας αυτού δέκα χιλιάδες ανδρών· και ανέβη Δεββώρα μετ ‘ αυτού. 11 και Χαβέρ ο Κιναίος εχωρίσθη από Καινά από των υιών Ιωβάβ γαμβρού Μωυσή και έπηξε την σκηνήν αυτού έως δρυός πλεονεκτούντων, ή εστιν εχόμενα Κεδές. 12 και ανηγγέλη Σισάρα, ότι ανέβη Βαράκ υιος Αβινεέμ εις όρος Θαβώρ. 13 και εκάλεσε Σισάρα πάντα τα άρματα αυτού εννακόσια άρματα σιδηρά, και πάντα τον λαόν τον μετ ‘ αυτού από Αρισώθ των εθνών εις τον χειμάρρουν Κισών. 14 και είπε Δεββώρα προς Βαράκ· ανάστηθι, ότι αύτη η ημέρα, εν ή παρέδωκε Κύριος τον Σισάρα εν τη χειρί σου, ότι Κύριος εξελεύσεται έμπροσθέν σου. και κατέβη Βαράκ κατά το όρος Θαβώρ και δέκα χιλιάδες ανδρών οπίσω αυτού. 15 και εξέστησε Κύριος τον Σισάρα και πάντα τα άρματα αυτού και πάσαν την παρεμβολήν αυτού εν στόματι ρομφαίας ενώπιον Βαράκ· και κατέβη Σισάρα επάνωθεν του άρματος αυτού και έφυγε τοις ποσίν αυτού. 16 και Βαράκ διώκων οπίσω των αρμάτων και οπίσω της παρεμβολής έως Αρισώθ των εθνών· και έπεσε πάσα παρεμβολή Σισάρα εν στόματι ρομφαίας, ου κατελείφθη έως ενός. 17 και Σισάρα έφυγε τοις ποσίν αυτού εις σκηνήν Ιαήλ γυναικός Χαβέρ εταίρου του Κιναίου, ότι ειρήνη ην αναμέσον Ιαβίν βασιλέως Ασώρ και αναμέσον του οίκου Χαβέρ του Κιναίου. 18 και εξήλθεν Ιαήλ εις συνάντησιν Σισάρα και είπεν αυτω· έκκλινον, κύριέ μου, έκλινον προς με, μη φοβού· και εξέκλινε προς αυτήν εις την σκηνήν. και περιέβαλεν αυτόν επιβολαίω. 19 και είπε Σισάρα προς αυτήν· πότισόν με δη μικρόν ύδωρ, ότι εδίψησα· και ήνοιξε τον ασκόν του γάλακτος, και επότισεν αυτόν και περιέβαλεν αυτόν. 20 και είπε προς αυτήν Σισάρα· στήθι δη επί την θύραν της σκηνής, και έσται εάν ανήρ έλθη προς σε και ερωτήση σε και είπη· ει έστιν ώδε ανήρ; και ερείς· ουκ έστι. 21 και έλαβεν Ιαήλ γυνή Χαβέρ τον πάσσαλον της σκηνής και έθηκε την σφύραν εν τη χειρί αυτής και εισήλθε προς αυτόν εν κρυφή και έπηξε τον πάσσαλον εν τω κροτάφω αυτού, και διεξήλθεν εν τη γη· και αυτός εξεστώς εσκοτώθη και απέθανε. 22 και ιδού Βαράκ διώκων τον Σισάρα, και εξήλθεν Ιαήλ εις συνάντησιν αυτω και είπεν αυτω· δεύρο και δείξω σοι τον άνδρα, ον συ ζητείς. και εισήλθε προς αυτήν, και ιδού Σισάρα ερριμμένος νεκρός και ο πάσσαλος εν τω κροτάφω αυτού. 23 και ετρόπωσεν ο Θεός τον Ιαβίν βασιλέα Χαναάν εν τη ημέρα εκείνη έμπροσθεν των υιών Ισραήλ. 24 και επορεύετο χείρ των υιών Ισραήλ πορευομένη και σκληρυνομένη επί Ιαβίν βασιλέα Χαναάν, έως ου εξωλόθρευσαν τον Ιαβίν βασιλέα Χαναάν.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ ήσαν Δεββώρα και Βαράκ υιος Αβινεέμ εν τη ημέρα εκείνη λέγοντες·

 2 Απεκαλύφθη αποκάλυμμα εν Ισραήλ· εν τω εκουσιασθήναι λαόν, ευλογείτε Κύριον. 3 ακούσατε, βασιλείς, και ενωτίσασθε, σατράπαι· εγώ ειμι τω Κυρίω, εγώ ειμι, άσομαι, ψαλώ τω Κυρίω τω Θεω Ισραήλ. 4 Κύριε, εν τη εξόδω σου εν Σηείρ, εν τω απαίρειν σε εξ αγρού Εδώμ, γη εσείσθη και ο ουρανός έσταξε δρόσους, και αι νεφέλαι έσταξαν ύδωρ· 5 όρη εσαλεύθησαν από προσώπου Κυρίου Ελωϊ, τούτο Σινά από προσώπου Κυρίου Θεού Ισραήλ. 6 εν ημέραις Σαμεγάρ υιού Ανάθ, εν ημέραις Ιαήλ εξέλιπον οδούς και επορεύθησαν ατραπούς, επορεύθησαν οδούς διεστραμμένας· 7 εξέλιπον δυνατοί εν Ισραήλ, εξέλιπον, έως ου ανέστη Δεββώρα, έως ου ανέστη μήτηρ εν Ισραήλ. 8 εξελέξαντο θεούς καινούς· τότε επολέμησαν πόλεις αρχόντων· θυρεός εάν οφθή και λόγχη εν τεσσαράκοντα χιλιάσιν εν Ισραήλ. 9 η καρδία μου εις τα διατεταγμένα τω Ισραήλ· οι εκουσιαζόμενοι εν λαω ευλογείτε Κύριον. 10 επιβεβηκότες επί όνου θηλείας μεσημβρίας, καθήμενοι επί κριτηρίου και πορευόμενοι επί οδούς συνέδρων εφ ‘ οδω, 11 διηγείσθε από φωνής ανακρουομένων ανά μέσον υδρευομένων· εκεί δώσουσι δικαιοσύνας Κυρίω, δικαιοσύνας αύξησον εν Ισραήλ. τότε κατέβη εις τας πόλεις λαός Κυρίου. 12 εξεγείρου, εξεγείρου, Δεββώρα. εξεγείρου, εξεγείρου, λάλησον ωδήν· ανάστα Βαράκ, και αιχμαλώτισον αιχμαλωσίαν σου, υιος Αβινεέμ. 13 τότε κατέβη κατάλειμμα τοις ισχυροίς, λαός Κυρίου κατέβη αυτω εν τοις κραταιοίς. 14 εξ εμού Εφραίμ εξερρίζωσεν αυτούς εν τω Αμαλήκ· οπίσω σου Βενιαμίν εν τοις λαοίς σου. εν εμοί Μαχίρ κατέβησαν εξερευνώντες και από Ζαβουλών έλκοντες εν ράβδω διηγήσεως γραμματέως. 15 και αρχηγοί εν Ισσάχαρ μετά Δεββώρας και Βαράκ, ούτω Βαράκ εν κοιλάσιν απέστειλεν εν ποσίν αυτού. εις τας μερίδας Ρουβήν μεγάλοι εξικνούμενοι καρδίαν. 16 εις τι εκάθισαν ανά μέσον της διγομίας του ακούσαι συρισμού αγγέλων; εις διαιρέσεις Ρουβήν μεγάλοι εξετασμοί καρδίας. 17 Γαλαάδ εν τω πέραν του Ιορδάνου εσκήνωσε· και Δάν εις τι παροικεί πλοίοις; Ασήρ εκάθισε παραλίαν θαλασσών και επί διεξόδοις αυτού σκηνώσει. 18 Ζαβουλών λαός ωνείδισε ψυχήν αυτού εις θάνατον και Νεφθαλί επί ύψη αγρού. 19 ήλθον αυτών βασιλείς, παρετάξαντο, τότε επολέμησαν βασιλείς Χαναάν εν Θαναάχ επί ύδατι Μαγεδδώ· δώρον αργυρίου ουκ έλαβον. 20 εξ ουρανού παρετάξαντο οι αστέρες, εκ τρίβων αυτών παρετάξαντο μετά Σισάρα. 21 χειμάρρους Κισών εξέσυρεν αυτούς, χειμάρρους αρχαίων, χειμάρρους Κισών· καταπατήσει αυτόν ψυχή μου δυνατή. 22 ότε ενεποδίσθησαν πτέρναι ίππου, σπουδή έσπευσαν ισχυροί αυτού. 23 καταράσθε Μηρώζ, είπεν άγγελος Κυρίου, καταράσθε, επικατάρατος πας ο κατοικών αυτήν, ότι ουκ ήλθοσαν εις βοήθειαν Κυρίου, εις βοήθειαν εν δυνατοίς. 24 ευλογηθείη εν γυναιξίν Ιαήλ γυνή Χαβέρ του Κιναίου, από γυναικών εν σκηναίς ευλογηθείη. 25 ύδωρ ήτησε, γάλα έδωκεν, εν λεκάνη υπερεχόντων προσήνεγκε βούτυρον. 26 χείρα αυτής αριστεράν εις πάσσαλον εξέτεινε και δεξιάν αυτής εις σφύραν κοπιώντων και εσφυροκόπησε Σισάρα, διήλωσε κεφαλήν αυτού και επάταξε, διήλωσε κρόταφον αυτού. 27 ανά μέσον των ποδών αυτής κατεκυλίσθη, έπεσε και εκοιμήθη· ανά μέσον των ποδών αυτής κατακλιθείς έπεσε· καθώς κατεκλίθη, εκεί έπεσεν εξοδευθείς. 28 δια της θυρίδος παρέκυψε μήτηρ Σισάρα εκτός του τοξικού, διότι ησχύνθη άρμα αυτού, διότι εχρόνισαν πόδες αρμάτων αυτού. 29 αι σοφαί άρχουσαι αυτής απεκρίθησαν προς αυτήν, και αυτή απέστρεψε λόγους αυτής εαυτη. 30 ουχ ευρήσουσιν αυτόν διαμερίζοντα σκύλα; οικτίρμων οικτειρήσει εις κεφαλήν ανδρός· σκύλα βαμμάτων τω Σισάρα, σκύλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτών αυτά, τω τραχήλω αυτού σκύλα. 31 ούτως απόλοιντο πάντες οι εχθροί σου, Κύριε· και οι αγαπώντες αυτόν ως έξοδος ηλίου εν δυνάμει αυτού.

 Και ησύχασεν η γη τεσσαράκοντα έτη.

ΚΡΙΤΑΙ

ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ εποίησαν οι υιοί Ισραήλ το πονηρόν ενώπιον Κυρίου, και έδωκεν αυτούς Κύριος εν χειρί Μαδιάμ επτά έτη. 2 και ίσχυσε χείρ Μαδιάμ επί Ισραήλ· και εποίησαν εαυτοίς οι υιοί Ισραήλ από προσώπου Μαδιάμ τας τρυμαλιάς τας εν τοις όρεσι και τα σπήλαια και τα κρεμαστά. 3 και εγένετο εάν έσπειραν οι υιοί Ισραήλ, και ανέβαινον Μαδιάμ και Αμαλήκ, και οι υιοί ανατολών συνανέβαινον αυτοίς· και παρενέβαλον εις αυτούς 4 και κατέφθειραν τους καρπούς αυτών έως ελθείν εις Γάζαν και ου κατελείποντο υπόστασιν ζωής εν τη γη Ισραήλ ουδέ εν τοις ποιμνίοις ταύρον και όνον· 5 ότι αυτοί και αι κτήσεις αυτών ανέβαινον και αι σκηναί αυτών παρεγίνοντο καθώς ακρίς εις πλήθος, και αυτοίς και ταις καμήλοις αυτών ουκ ην αριθμός, και ήρχοντο εις την γην Ισραήλ και διέφθειρον αυτήν. 6 και επτώχευσεν Ισραήλ σφόδρα από προσώπου Μαδιάμ, 7 και εβόησαν υιοί Ισραήλ προς Κύριον από προσώπου Μαδιάμ. 8 και εξαπέστειλε Κύριος άνδρα προφήτην προς τους υιούς Ισραήλ, και είπεν αυτοίς· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· εγώ ειμι ος ανήγαγον υμάς εκ γης Αιγύπτου και εξήγαγον υμάς εξ οίκου δουλείας υμών 9 και ερρυσάμην υμάς εκ χειρός Αιγύπτου και εκ χειρός πάντων των θλιβόντων υμάς και εξέβαλον αυτούς εκ προσώπου υμών και έδωκα υμίν την γην αυτών 10 και είπα υμίν· εγώ Κύριος ο Θεός υμών, ου φοβηθήσεσθε τους θεούς του Αμορραίου, εν οίς υμείς κάθησθε εν τη γη αυτών· και ουκ εισηκούσατε της φωνής μου.

 11 Και ήλθεν άγγελος Κυρίου και εκάθισεν υπό την τερέμινθον την εν Εφραθά την Ιωάς πατρός του Εσδρί, και Γεδεών ο υιος αυτού ραβδίζων σίτον εν ληνω εις εκφυγείν από προσώπου του Μαδιάμ. 12 και ώφθη αυτω ο άγγελος Κυρίου και είπε προς αυτόν· Κύριος μετά σου, ισχυρός των δυνάμεων. 13 και είπε προς αυτόν Γεδεών· εν εμοί, Κύριέ μου, και ει έστι Κύριος μεθ ‘ ημών, εις τι εύρεν ημάς τα κακά ταύτα; και που εστι πάντα τα θαυμάσια αυτού, α διηγήσαντο ημίν οι πατέρες ημών λέγοντες, μη ουχί εξ Αιγύπτου ανήγαγεν ημάς Κύριος; και νυν εξέρριψεν ημάς και έδωκεν ημάς εν χειρί Μαδιάμ. 14 και επέστρεψε προς αυτόν ο άγγελος Κυρίου και είπε· πορεύου εν τη ισχύϊ σου ταύτη και σώσεις τον Ισραήλ εκ χειρός Μαδιάμ· ιδού εξαπέστειλά σε. 15 και είπε προς αυτόν Γεδεών· εν εμοί, Κύριέ μου, εν τίνι σώσω τον Ισραήλ; ιδού η χιλιάς μου ησθένησεν εν Μανασσή, και εγώ ειμι μικρότερος εν οίκω του πατρός μου. 16 και είπε προς αυτόν ο άγγελος Κυρίου· Κύριος έσται μετά σου, και πατάξεις την Μαδιάμ ωσεί άνδρα ένα. 17 και είπε προς αυτόν Γεδεών· ει δη εύρον έλεος εν οφθαλμοίς σου και ποιήσεις μοι σήμερον παν ό,τι ελάλησας μετ ‘ εμού, 18 μη χωρισθής εντεύθεν έως του ελθείν με προς σε, και εξοίσω την θυσίαν και θύσω ενώπιόν σου. και είπεν· εγώ ειμι, καθήσομαι έως του επιστρέψαι σε. 19 και Γεδεών εισήλθε και εποίησεν έριφον αιγών και οιφί αλεύρου άζυμα και τα κρέα έθηκεν εν τω κοφίνω και τον ζωμόν έβαλεν εν τη χύτρα και εξήνεγκεν αυτά προς αυτόν υπό την τερέμινθον και προσήγγισε. 20 και είπε προς αυτόν ο άγγελος του Θεού· λαβέ τα κρέα και τα άζυμα και θές προς την πέτραν εκείνην και τον ζωμόν εχόμενα έκχεε· και εποίησεν ούτως. 21 και εξέτεινεν ο άγγελος Κυρίου το άκρον της ράβδου της εν τη χειρί αυτού και ήψατο των κρεών και των αζύμων, και ανέβη πυρ εκ της πέτρας και κατέφαγε τα κρέα και τους αζύμους· και ο άγγελος Κυρίου επορεύθη απ ‘ οφθαλμών αυτού. 22 και είδε Γεδεών ότι άγγελος Κυρίου ούτός εστι, και είπε Γεδεών· α α, Κύριέ μου Κύριε, ότι είδον τον άγγελον Κυρίου πρόσωπον προς πρόσωπον. 23 και είπεν αυτω Κύριος· ειρήνη σοι, μη φοβού, ου μη αποθάνης. 24 και ωκοδόμησεν εκεί Γεδεών θυσιαστήριον τω Κυρίω και επεκάλεσεν αυτω Ειρήνη Κυρίου έως της ημέρας ταύτης, έτι αυτού όντος εν Εφραθά πατρός του Εσδρί.

 25 Και εγένετο εν τη νυκτί εκείνη και είπεν αυτω Κύριος· λαβέ τον μόσχον τον ταύρον, ος εστι τω πατρί σου, και μόσχον δεύτερον επταετή και καθελείς το θυσιαστήριον του Βάαλ ό εστι τω πατρί σου, και το άλσος το επ ‘ αυτό ολοθρεύσεις. 26 και οικοδομήσεις θυσιαστήριον τω Κυρίω τω Θεω σου επί κορυφήν του Μαουέκ τούτου εν τη παρατάξει και λήψη τον μόσχον τον δεύτερον και ανοίσεις ολοκαυτώματα εν τοις ξύλοις του άλσους, ου εξολοθρεύσεις. 27 και έλαβε Γεδεών δέκα άνδρας από των δούλων εαυτού και εποίησεν ον τρόπον ελάλησε προς αυτόν Κύριος· και εγενήθη ως εφοβήθη τον οίκον του πατρός αυτού και τους άνδρας της πόλεως του ποιήσαι ημέρας, και εποίησε νυκτός. 28 και ώρθρισαν οι άνδρες της πόλεως το πρωϊ, και ιδού καθήρητο το θυσιαστήριον του Βάαλ, και το άλσος το επ ‘ αυτω ωλόθρευτο· και είδαν τον μόσχον τον δεύτερον, ον ανήνεγκεν επί το θυσιαστήριον το ωκοδομημένον. 29 και είπεν ανήρ προς τον πλησίον αυτού· τις εποίησε το ρήμα τούτο; και επεζήτησαν και ηρεύνησαν και έγνωσαν ότι Γεδεών υιος Ιωάς εποίησε το ρήμα τούτο. 30 και είπαν οι άνδρες της πόλεως προς Ιωάς· εξένεγκε τον υιόν σου και αποθανέτω, ότι καθείλε το θυσιαστήριον του Βάαλ και ότι ωλόθρευσε το άλσος το επ ‘ αυτω. 31 και είπε Γεδεών υιος Ιωάς τοις ανδράσι πάσιν, οί επανέστησαν αυτω· μη υμείς νυν δικάζεσθε υπέρ του Βάαλ; ή υμείς σώσετε αυτόν; ος εάν δικάσηται αυτω, θανατωθήτω έως πρωϊ· ει Θεός εστι, δικαζέσθω αυτω, ότι καθείλε το θυσιαστήριον αυτού. 32 και εκάλεσεν αυτό εν τη ημέρα εκείνη Ιεροβάαλ λέγων· δικαζέσθω εν αυτω ο Βάαλ, ότι καθηρέθη το θυσιαστήριον αυτού. 33 και πάσα Μαδιάμ και Αμαλήκ και υιοί ανατολών συνήχθησαν επί το αυτό και παρενέβαλον εν τη κοιλάδι Ιεζραέλ. 34 και πνεύμα Κυρίου ενεδυνάμωσε τον Γεδεών, και εσάλπισεν εν κερατίνη και εφοβήθη Αβιέζερ οπίσω αυτού. 35 και αγγέλους απέστειλεν εις πάντα Μανασσή και εν Ασήρ και εν Ζαβουλών και εν Νεφθαλί και ανέβη εις συνάντησιν αυτών. 36 και είπε Γεδεών προς τον Θεόν· ει συ σώζεις εν χειρί μου τον Ισραήλ καθώς ελάλησας, 37 ιδού εγώ τίθημι τον πόκον του ερίου εν τη άλωνι· εάν δρόσος γένηται επί τον πόκον μόνον και επί πάσαν την γην ξηρασία, γνώσομαι ότι σώσεις εν χειρί μου τον Ισραήλ, καθώς ελάλησας. 38 και εγένετο ούτως· και ώρθρισε τη επαύριον και εξεπίασε τον πόκον, και έσταξε δρόσος από του πόκου, πλήρης λεκάνη ύ 39 και είπε Γεδεών προς τον Θεόν· μη δη οργισθήτω ο θυμός σου εν εμοί, και λαλήσω έτι άπαξ· πειράσω δη και γε έτι άπαξ εν τω πόκω, και γενέσθω η ξηρασία επί τον πόκον μόνον, και επί πάσαν την γην γενηθήτω δρόσος. 40 και εποίησεν ο Θεός ούτως εν τη νυκτί εκείνη· και εγένετο ξηρασία επί τον πόκον μόνον, και επί πάσαν την γην εγενήθη δρόσος.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ ώρθρισεν Ιεροβάαλ (αυτός εστι Γεδεών) και πας ο λαός μετ ‘ αυτού και παρενέβαλον επί πηγήν Αράδ, και παρεμβολή Μαδιάμ ην αυτω από βορρά από Γαβαάθ Αμωρά εν κοιλάδι. 2 και είπε Κύριος προς Γεδεών· πολύς ο λαός ο μετά σου, ωστε μη παραδούναί με την Μαδιάμ εν χειρί αυτών, μη ποτε καυχήσηται Ισραήλ επ ‘ εμέ λέγων· η χείρ μου έσωσέ με· 3 και νυν λάλησον δη εν ωσί του λαού λέγων· τις ο φοβούμενος και δειλός; επιστρεφέτω και εκχωρείτω από όρους Γαλαάδ. και επέστρεψεν από του λαού είκοσι και δύο χιλιάδες, και δέκα χιλιάδες υπελείφθησαν. 4 και είπε Κύριος προς Γεδεών· έτι ο λαός πολύς εστι· κατένεγκον αυτούς προς το ύδωρ, και εκκαθαρώ σοι αυτόν εκεί· και έσται ον εάν είπω προς σε, ούτος πορεύσεται συν σοί, αυτός πορεύσεται συν σοί· και πας, ον εάν είπω προς σε· ούτος ου πορεύσεται μετά σου, αυτός ου πορεύσεται μετά σου. 5 και κατήνεγκε τον λαόν προς το ύδωρ· και είπε Κύριος προς Γεδεών· πας, ος αν λάψη τη γλώσση αυτού από του ύδατος ως εάν λάψη ο κύων, στήσεις αυτόν κατά μόνας, και πας, ος εάν κλίνη επί τα γόνατα αυτού πιείν. 6 και εγένετο ο αριθμός των λαψάντων εν χειρί αυτών προς το στόμα αυτών τριακόσιοι άνδρες, και παν το κατάλοιπον του λαού έκλιναν επί τα γόνατα αυτών πιείν ύδωρ. 7 και είπε Κύριος προς Γεδεών· εν τοις τριακοσίοις ανδράσι τοις λάψασι σώσω υμάς και δώσω την Μαδιάμ εν χειρί σου, και πας ο λαός πορεύσονται ανήρ εις τον τόπον αυτού. 8 και έλαβον τον επισιτισμόν του λαού εν χειρί αυτών και τας κερατίνας αυτών, και τον πάντα άνδρα Ισραήλ εξαπέστειλεν άνδρα εις σκηνήν αυτού και τους τριακοσίους άνδρας κατίσχυσε. και η παρεμβολή Μαδιάμ ήσαν αυτού υποκάτω εν τη κοιλάδι. 9 και εγενήθη εν τη νυκτί εκείνη και είπε προς αυτόν Κύριος· αναστάς κατάβηθι εν τη παρεμβολή, ότι παρέδωκα αυτήν εν τη χειρί σου· 10 και ει φοβή συ καταβήναι, κατάβηθι συ και Φαρά το παιδάριόν σου εις την παρεμβολήν 11 και ακούση, τι λαλήσουσι· και μετά τούτο ισχύσουσιν αι χείρές σου, καταβήση εν τη παρεμβολή. και κατέβη αυτός και Φαρά το παιδάριον αυτού προς αρχήν των πεντήκοντα, οί ήσαν εν τη παρεμβολή. 12 και Μαδιάμ και Αμαλήκ και πάντες οι υιοί ανατολών βεβλημένοι εν τη κοιλάδι ωσεί ακρίς εις πλήθος, και ταις καμήλοις αυτών ουκ ην αριθμός, αλλ ‘ ήσαν ως η άμμος η επί χείλους της θαλάσσης εις πλήθος. 13 και ήλθε Γεδεών, και ιδού ανήρ εξηγούμενος τω πλησίον αυτού ενύπνιον και είπεν· ιδού ενυπνιασάμην ενύπνιον, και ιδού μαγίς άρτου κριθίνου στρεφομένη εν τη παρεμβολή Μαδιάμ και ήλθεν έως της σκηνής και επάταξεν αυτήν, και έπεσε, και ανέστρεψεν αυτήν άνω, και έπεσεν η σκηνή. 14 και απεκρίθη ο πλησίον αυτού και είπεν· ουκ έστιν αύτη ει μη ρομφαία Γεδεών υιού Ιωάς ανδρός Ισραήλ· παρέδωκεν ο Θεός εν χειρί αυτού την Μαδιάμ και πάσαν την παρεμβολήν. 15 και εγένετο ως ήκουσε Γεδεών την εξήγησιν του ενυπνίου και την σύγκρισιν αυτού, και προσεκύνησε Κυρίω και υπέστρεψεν εις την παρεμβολήν Ισραήλ και είπεν· ανάστητε, ότι παρέδωκε Κύριος εν χειρί ημών την παρεμβολήν Μαδιάμ. 16 και διείλε τους τριακοσίους άνδρας εις τρεις αρχάς και έδωκε κερατίνας εν χειρί πάντων και υδρίας κενάς και λαμπάδας εν ταις υδρίαις 17 και είπε προς αυτούς· απ ‘ εμού όψεσθε και ούτω ποιήσετε· και ιδού εγώ εισπορεύομαι εν αρχή της παρεμβολής, και έσται καθώς αν ποιήσω, ούτω ποιήσετε· 18 και σαλπιώ εν τη κερατίνη εγώ, και πάντες μετ ‘ εμού σαλπιείτε εν ταις κερατίναις κύκλω όλης της παρεμβολής και ερείτε· τω Κυρίω και τω Γεδεών. 19 και εισήλθε Γεδεών και οι εκατόν άνδρες οι μετ ‘ αυτού εν αρχή της παρεμβολής εν αρχή της φυλακής μέσης και εγείροντες ήγειραν τους φυλάσσοντας και εσάλπισαν εν ταις κερατίναις και εξετίναξαν τας υδρίας τας εν ταις χερσίν αυτών. 20 και εσάλπισαν αι τρεις αρχαί εν ταις κερατίναις και συνέτριψαν τας υδρίας και εκράτησαν εν χερσίν αριστεραίς αυτών τας λαμπάδας και εν χερσί δεξιαίς αυτών τας κερατίνας του σαλπίζειν και ανέκραξαν· ρομφαία τω Κυρίω και τω Γεδεών. 21 και έστησεν ανήρ εφ ‘ εαυτω κύκλω της παρεμβολής, και έδραμε πάσα η παρεμβολή και εσήμαναν και έφυγον. 22 και εσάλπισαν εν ταις τριακοσίαις κερατίναις, και έθηκε Κύριος την ρομφαίαν ανδρός εν τω πλησίον αυτού εν πάση τη παρεμβολή, 23 και έφυγεν η παρεμβολή έως Βηθσεεδτά Γαραγαθά έως χείλους Αβωμεουλά επί Ταβάθ. και εβόησαν ανήρ Ισραήλ από Νεφθαλί και από Ασήρ και από παντός Μανασσή και εδίωξαν οπίσω Μαδιάμ. 24 και αγγέλους επέστειλε Γεδεών εν παντί όρει Εφραίμ λέγων· κατάβητε εις συνάντησιν Μαδιάμ και καταλάβετε εαυτοίς το ύδωρ έως Βαιθηρά και τον Ιορδάνην· και εβόησε πας ανήρ Εφραίμ και προκατελάβοντο το ύδωρ έως Βαιθηρά και τον Ιορδάνην. 25 και συνελάβοντο τους άρχοντας Μαδιάμ και τον ‘Ωρήβ και τον Ζήβ και απέκτειναν τον ‘Ωρήβ εν Σουρ και τον Ζήβ απέκτειναν εν Ιακεφζήφ και κατεδίωξαν Μαδιάμ· και την κεφαλήν ‘Ωρήβ και Ζήβ ήνεγκαν προς Γεδεών από πέραν του Ιορδάνου.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ είπαν προς Γεδεών ανήρ Εφραίμ· τι το ρήμα τούτο εποίησας ημίν του μη καλέσαι ημάς, ότε επορεύθης παρατάξασθαι εν Μαδιάμ; και διελέξαντο προς αυτόν ισχυρώς. 2 και είπε προς αυτούς· τι εποίησα νυν καθώς υμείς; ή ουχί κρείσσον επιφυλλίς Εφραίμ ή τρυγητός Αβιέζερ; 3 εν χειρί υμών παρέδωκε Κύριος τους άρχοντας Μαδιάμ, τον ‘Ωρήβ και τον Ζήβ· και τι ηδυνήθην ποιήσαι ως υμείς; τότε ανέθη το πνεύμα αυτών απ ‘ αυτού εν τω λαλήσαι αυτόν τον λόγον τούτον. 4 και ήλθε Γεδεών επί τον Ιορδάνην, και διέβη αυτός και οι τριακόσιοι άνδρες οι μετ ‘ αυτού πεινώντες και διώκοντες. 5 και είπε τοις ανδράσι Σοκχώθ· δότε δη άρτους εις τροφήν τω λαω τούτω τω εν ποσί μου, ότι εκλείπουσι, και ιδού εγώ ειμι διώκων οπίσω του Ζεβεέ και Σελμανά βασιλέων Μαδιάμ. 6 και είπον οι άρχοντες Σοκχώθ· μη χείρ Ζεβεέ και Σελμανά νυν εν χειρί σου; ου δώσομεν τη δυνάμει σου άρτους; 7 και είπε Γεδεών· δια τούτο εν τω δούναι Κύριον τον Ζεβεέ και τον Σελμανά εν χειρί μου, και εγώ αλοήσω τας σάρκας υμών εν ταις ακάνθαις της ερήμου και εν ταις Βαρκηνίμ. 8 και ανέβη εκείθεν εις Φανουήλ και ελάλησε προς αυτούς ωσαύτως, και απεκρίθησαν αυτω οι άνδρες Φανουήλ ον τρόπον απεκρίθησαν άνδρες Σοκχώθ. 9 και είπε Γεδεών προς άνδρας Φανουήλ· εν επιστροφή μου μετ ‘ ειρήνης κατασκάψω τον πύργον τούτον. 10 και Ζεβεέ και Σελμανά εν Καρκάρ, και η παρεμβολή αυτών μετ ‘ αυτών ωσεί δεκαπέντε χιλιάδες, πάντες οι καταλελειμμένοι από πάσης παρεμβολής αλλοφύλων, και οι πεπτωκότες εκατόν είκοσι χιλιάδες ανδρών σπωμένων ρομφαίαν. 11 και ανέβη Γεδεών οδόν των σκηνούντων εν σκηναίς από ανατολών της Ναβαί και Ιεγεβάλ· και επάταξε την παρεμβολήν, και η παρεμβολή ην πεποιθυία. 12 και έφυγον Ζεβεέ και Σελμανά, και εδίωξαν οπίσω αυτών και εκράτησε τους δύο βασιλείς Μαδιάμ, τον Ζεβεέ και τον Σελμανά, και πάσαν την παρεμβολήν εξέστησε. 13 και επέστρεψε Γεδεών υιος Ιωάς από της παρατάξεως από επάνωθεν της παρατάξεως Αρές. 14 και συνέλαβε παιδάριον από των ανδρών Σοκχώθ και επηρώτησεν αυτόν, και έγραψε προς αυτόν ονόματα των αρχόντων Σοκχώθ και των πρεσβυτέρων αυτών, εβδομήκοντα και επτά άνδρας. 15 και παρεγένετο Γεδεών προς τους άρχοντας Σοκχώθ και είπεν· ιδού Ζεβεέ και Σελμανά, εν οίς ωνειδίσατέ με λέγοντες· μη χείρ Ζεβεέ και Σελμανά νυν εν χειρί σου, ότι δώσομεν τοις ανδράσι σου τοις εκλείπουσιν άρτους; 16 και έλαβε τους πρεσβυτέρους της πόλεως εν ταις ακάνθαις της ερήμου και ταις Βαρκηνίμ και ηλόησεν εν αυτοίς τους άνδρας της πόλεως. 17 και τον πύργον Φανουήλ κατέσκαψε και απέκτεινε τους άνδρας της πόλεως. 18 και είπε προς Ζεβεέ και Σελμανά· που οι άνδρες, ους απεκτείνατε εν Θαβώρ; και είπαν· ως συ, ως αυτοί εις ομοίωμα υιού βασιλέως. 19 και είπε Γεδεών· αδελφοί μου και υιοί της μητρός μου ήσαν· ζη Κύριος, ει εζωογονήκειτε αυτούς, ουκ αν απέκτεινα υμάς. 20 και είπεν Ιεθέρ τω πρωτοτόκω αυτού· αναστάς απόκτεινον αυτούς· και ουκ έσπασε το παιδάριον την ρομφαίαν αυτού, ότι εφοβήθη, ότι έτι νεώτερος ην. 21 και είπε Ζεβεέ και Σελμανά· ανάστα συ και συνάντησον ημίν, ότι ως ανδρός η δύναμίς σου. και ανέστη Γεδεών και απέκτεινε τον Ζεβεέ και τον Σελμανά και έλαβε τους μηνίσκους τους εν τοις τραχήλοις των καμήλων αυτών.

 22 Και είπον ανήρ Ισραήλ προς Γεδεών· κύριε, άρξον ημών και συ και ο υιος σου και ο υιος του υιού σου, ότι συ έσωσας ημάς εκ χειρός Μαδιάμ. 23 και είπε προς αυτούς Γεδεών· ουκ άρξω εγώ, και ουκ άρξει ο υιος μου εν υμίν· Κύριος άρξει υμών. 24 και είπε προς αυτούς Γεδεών· αιτήσομαι παρ ‘ υμών αίτημα και δότε μοι ανήρ ενώτιον εκ σκύλων αυτού· ότι ενώτια χρυσά αυτοίς, ότι ήσαν Ισμαηλίται. 25 και είπαν· διδόντες δώσομεν· και ανέπτυξε το ιμάτιον αυτού, και έβαλεν εκεί ανήρ ενώτιον σκύλων αυτού. 26 και εγένετο ο σταθμός των ενωτίων των χρυσών, ων ήτησε, χίλιοι και επτακόσιοι χρυσοί, πάρεξ των μηνίσκων και των στραγγαλίδων και των ιματίων και πορφυρίδων των επί βασιλεύσι Μαδιάμ και εκτός των περιθεμάτων, α ην εν τοις τραχήλοις των καμήλων αυτών. 27 και εποίησεν αυτό Γεδεών εις Εφώδ και έστησεν αυτό εν πόλει αυτού Εφραθά· και εξεπόρνευσε πας Ισραήλ οπίσω αυτού εκεί, και εγένετο τω Γεδεών και τω οίκω αυτού εις σκώλον. 28 και συνεστάλη Μαδιάμ ενώπιον υιών Ισραήλ και ου προσέθηκαν άραι κεφαλήν αυτών. και ησύχασεν η γη τεσσαράκοντα έτη εν ημέραις Γεδεών. 29 και επορεύθη Ιεροβάαλ υιος Ιωάς και εκάθισεν εν οίκω αυτού. 30 και τω Γεδεών ήσαν υιοί εβδομήκοντα εκπορευόμενοι εκ μηρών αυτού, ότι γυναίκες πολλαί ήσαν αυτω. 31 και παλλακή αυτού ην εν Συχέμ· και έτεκεν αυτω και γε αυτή υιόν, και έθηκε το όνομα αυτού Αβιμέλεχ. 32 και απέθανε Γεδεών υιος Ιωάς εν πόλει αυτού και ετάφη εν τω τάφω Ιωάς του πατρός αυτού εν Εφραθά Αβιεσδρί.

 33 Και εγενήθη ως απέθανε Γεδεών, και επέστρεψαν οι υιοί Ισραήλ και εξεπόρνευσαν οπίσω των Βααλίμ και έθηκαν εαυτοίς τω Βάαλ διαθήκην του είναι αυτοίς αυτόν εις θεόν. 34 και ουκ εμνήσθησαν οι υιοί Ισραήλ Κυρίου του Θεού του ρυσαμένου αυτούς εκ χειρός πάντων των θλιβόντων αυτούς κυκλόθεν. 35 και ουκ εποίησαν έλεος μετά του οίκου Ιεροβάαλ (αυτός εστι Γεδεών) κατά πάντα τα αγαθά, α εποίησε μετά Ισραήλ.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΚΑΙ επορεύθη Αβιμέλεχ υιος Ιεροβάαλ εις Συχέμ προς αδελφούς μητρός αυτού και ελάλησε προς αυτούς και προς πάσαν συγγένειαν οίκου πατρός μητρός αυτού λέγων· 2 λαλήσατε δη εν τοις ωσί πάντων των ανδρών Συχέμ· τι το αγαθόν υμίν, κυριεύσαι υμών εβδομήκοντα άνδρας, πάντας υιούς Ιεροβάαλ, ή κυριεύειν υμών άνδρα ένα; και μνήσθητε ότι οστούν υμών και σάρξ υμών ειμι. 3 και ελάλησαν περί αυτού οι αδελφοί της μητρός αυτού εν τοις ωσί πάντων των ανδρών Συχέμ πάντας τους λόγους τούτους, και έκλινεν η καρδία αυτών οπίσω Αβιμέλεχ, ότι είπαν· αδελφός ημών εστι. 4 και έδωκαν αυτω εβδομήκοντα αργυρίου εξ οίκου Βααλβερίθ, και εμισθώσατο εαυτω Αβιμέλεχ άνδρας κενούς και δειλούς, και επορεύθησαν οπίσω αυτού. 5 και εισήλθεν εις τον οίκον του πατρός αυτού εις Εφραθά και απέκτεινε τους αδελφούς αυτού υιούς Ιεροβάαλ εβδομήκοντα άνδρας επί λίθον ένα· και κατελείφθη Ιωάθαμ υιος Ιεροβάαλ ο νεώτερος, ότι εκρύβη. 6 και συνήχθησαν πάντες άνδρες Σικίμων και πας οίκος Βηθμααλών και επορεύθησαν και εβασίλευσαν τον Αβιμέλεχ προς τη βαλάνω τη ευρετη της στάσεως της εν Σικίμοις.

 7 Και ανηγγέλη τω Ιωάθαμ, και επορεύθη και έστη επί κορυφήν όρους Γαριζίν και επήρε την φωνήν αυτού και έκλαυσε και είπεν αυτοίς· ακούσατέ μου, άνδρες Σικίμων, και ακούσεται υμών ο Θεός. 8 πορευόμενα επορεύθη τα ξύλα του χρίσαι εφ ‘ εαυτά βασιλέα και είπον τη ελαία· βασίλευσον εφ ‘ ημών. 9 και είπεν αυτοίς η ελαία· μη απολείψασα την ποιότητά μου, εν ή δοξάσουσι τον Θεόν άνδρες, πορεύσομαι κινείσθαι επί των ξύλων; 10 και είπαν τα ξύλα τη συκή· δεύρο βασίλευσον εφ ‘ ημών. 11 και είπεν αυτοίς η συκή· μη απολείψασα εγώ την γλυκύτητά μου και τα γενήματά μου τα αγαθά, πορεύσομαι κινείσθαι επί των ξύλων; 12 και είπαν τα ξύλα προς την άμπελον· δεύρο βασίλευσον εφ ‘ ημών. 13 και είπεν αυτοίς η άμπελος· μη απολείψασα τον οίνόν μου τον ευφραίνοντα Θεόν και ανθρώπους, πορεύσομαι κινείσθαι επί των ξύλων; 14 και είπαν πάντα τα ξύλα τη ράμνω· δεύρο συ βασίλευσον εφ ‘ ημών. 15 και είπεν η ράμνος προς τα ξύλα· ει εν αληθεία χρίετέ με υμείς του βασιλεύειν εφ ‘ υμάς, δεύτε υπόστητε εν τη σκιά μου· και ει μη, εξέλθοι πυρ απ ‘ εμού και καταφάγοι τας κέδρους του Λιβάνου. 16 και νυν ει εν αληθεία και τελειότητι εποιήσατε και εβασιλεύσατε τον Αβιμέλεχ, και ει αγαθωσύνην εποιήσατε μετά Ιεροβάαλ, και μετά του οίκου αυτού, και ει ως ανταπόδοσις χειρός αυτού εποιήσατε αυτω, 17 ως παρετάξατο ο πατήρ μου υπέρ υμών και εξέρριψε την ψυχήν αυτού εξεναντίας και ερρύσατο υμάς εκ χειρός Μαδιάμ, 18 και υμείς επανέστητε επί τον οίκον του πατρός μου σήμερον και απεκτείνατε τους υιούς αυτού εβδομήκοντα άνδρας επί λίθον ένα, και εβασιλεύσατε τον Αβιμέλεχ υιόν παιδίσκης αυτού επί τους άνδρας Σικίμων, ότι αδελφός υμών εστι, 19 και ει εν αληθεία και τελειότητι εποιήσατε μετά Ιεροβάαλ και μετά του οίκου αυτού εν τη ημέρα ταύτη, ευφρανθείη τε εν Αβιμέλεχ, και ευφρανθείη και γε αυτός εφ ‘ υμίν. 20 ει δε ου, εξέλθοι πυρ από Αβιμέλεχ και καταφάγοι τους άνδρας Σικίμων και τον οίκον Βηθμααλών και εξέλθοι πυρ από ανδρών Σικίμων και εκ του οίκου Βηθμααλών και καταφάγοι τον Αβιμέλεχ. 21 και έφυγεν Ιωάθαμ και απέδρα και επορεύθη έως Βαιήρ και ώκησεν εκεί από προσώπου Αβιμέλεχ αδελφού αυτού.

 22 Και ήρξεν Αβιμέλεχ επί Ισραήλ τρία έτη. 23 και εξαπέστειλεν ο Θεός πνεύμα πονηρόν ανά μέσον Αβιμέλεχ και ανά μέσον των ανδρών Σικίμων, και ηθέτησαν άνδρες Σικίμων εν τω οίκω Αβιμέλεχ, 24 του επαγαγείν την αδικίαν των εβδομήκοντα υιών Ιεροβάαλ και τα αίματα αυτών του θείναι επί Αβιμέλεχ τον αδελφόν αυτών, ος απέκτεινεν αυτούς, και επί άνδρας Σικίμων, ότι ενίσχυσαν τας χείρας αυτού αποκτείναι τους αδελφούς αυτού. 25 και έθηκαν αυτω οι άνδρες Σικίμων ενεδρεύοντας επί τας κεφαλάς των ορέων και διήρπαζον πάντα, ος παρεπορεύετο επ ‘ αυτούς εν τη οδω· και απηγγέλη τω βασιλεί Αβιμέλεχ. 26 και ήλθε Γαάλ υιος Ιωβήλ και οι αδελφοί αυτού και παρήλθον εν Σικίμοις, και ήλπισαν εν αυτω οι άνδρες Σικίμων. 27 και εξήλθον εις αγρόν και ετρύγησαν τους αμπελώνας αυτών και επάτησαν και εποίησαν Ελλουλίμ και εισήνεγκαν εις οίκον Θεού αυτών και έφαγον και έπιον και κατηράσαντο τον Αβιμέλεχ. 28 και είπε Γαάλ υιος Ιωβήλ· τις εστιν Αβιμέλεχ και τις εστιν υιος Συχέμ, ότι δουλεύσομεν αυτω; ουχ υιος Ιεροβάαλ, και Ζεβούλ επίσκοπος αυτού δούλος αυτού συν τοις ανδράσιν Εμμώρ πατρός Συχέμ; και τι ότι δουλεύσομεν αυτω ημείς; 29 και τις δώη τον λαόν τούτον εν χειρί μου; και μεταστήσω τον Αβιμέλεχ και ερώ προς αυτόν· πλήθυνον την δύναμίν σου και έξελθε. 30 και ήκουσε Ζεβούλ άρχων της πόλεως τους λόγους Γαάλ υιού Ιωβήλ και ωργίσθη θυμω αυτός. 31 και απέστειλεν αγγέλους προς Αβιμέλεχ εν κρυφή λέγων· ιδού Γαάλ υιος Ιωβήλ και οι αδελφοί αυτού έρχονται εις Συχέμ, και ιδού αυτοί περικάθηνται την πόλιν επί σε· 32 και νυν ανάστηθι νυκτός, συ και ο λαός ο μετά σου, και ενέδρευσον εν τω αγρω, 33 και έσται το πρωϊ άμα τω ανατείλαι τον ήλιον, ορθριείς και εκτενείς επί την πόλιν, και ιδού αυτός και ο λαός ο μετ ‘ αυτού εκπορεύονται προς σε, και ποιήσεις αυτω όσα αν εύρη η χείρ σου. 34 και ανέστη Αβιμέλεχ και πας ο λαός μετ ‘ αυτού νυκτός και ενήδρευσαν επί Συχέμ τέτρασιν αρχαίς. 35 και εξήλθε Γαάλ υιος Ιωβήλ και έστη προς τη θύρα της πύλης της πόλεως, και ανέστη Αβιμέλεχ και ο λαός ο μετ ‘ αυτού από του ενέδρου. 36 και είδε Γαάλ υιος Ιωβήλ τον λαόν και είπε προς Ζεβούλ· ιδού λαός καταβαίνει από των κεφαλών των ορέων. και είπε προς αυτόν Ζεβούλ· την σκιάν των ορέων συ βλέπεις ως άνδρας. 37 και προσέθετο έτι Γαάλ του λαλήσαι και είπεν· ιδού λαός καταβαίνων κατά θάλασσαν από του εχόμενα ομφαλού της γης, και αρχή ετέρα έρχεται δι ‘ οδού Ηλωνμαωνενίμ. 38 και είπε προς αυτόν Ζεβούλ· και που εστι το στόμα σου ως ελάλησας, τις εστιν Αβιμέλεχ, ότι δουλεύσομεν αυτω; μη ουχί ούτος ο λαός, ον εξουδένωσας; έξελθε δη νυν και παράταξαι αυτω. 39 και εξήλθε Γαάλ ενώπιον ανδρών Συχέμ και παρετάξατο προς Αβιμέλεχ. 40 και εδίωξεν αυτόν Αβιμέλεχ, και εφυγεν από προσώπου αυτού· και έπεσον τραυματίαι πολλοί έως της θύρας της πύλης. 41 και εισήλθεν Αβιμέλεχ εν Αρημά· και εξέβαλε Ζεβούλ τον Γαάλ και τους αδελφούς αυτού μη οικείν εν Συχέμ. 42 και εγένετο τη επαύριον και εξήλθεν ο λαός εις τον αγρόν, και ανήγγειλε τω Αβιμέλεχ. 43 και έλαβε τον λαόν, και διείλεν αυτούς εις τρεις αρχάς και ενήδρευσεν εν αγρω· και είδε και ιδού λαός εξήλθεν εκ της πόλεως, και ανέστη επ ‘ αυτούς και επάταξεν αυτούς. 44 και Αβιμέλεχ και οι αρχηγοί οι μετ ‘ αυτού εξέτειναν και έστησαν παρά την θύραν της πύλης της πόλεως, και αι δύο αρχαί εξέτειναν επί πάντας τους εν τω αγρω και επάταξαν αυτούς. 45 και Αβιμέλεχ παρετάσσετο εν τη πόλει όλην την ημέραν εκείνην και κατελάβετο την πόλιν και τον λαόν τον εν αυτη απέκτεινε και την πόλιν καθείλε και έσπειρεν αυτήν άλας. 46 και ήκουσαν πάντες οι άνδρες πύργων Συχέμ και ήλθον εις συνέλευσιν Βαιθηλβερίθ. 47 και ανηγγέλη τω Αβιμέλεχ ότι συνήχθησαν πάντες οι άνδρες πύργων Συχέμ. 48 και ανέβη Αβιμέλεχ εις όρος Ερμών και πας ο λαός ο μετ ‘ αυτού, και έλαβεν Αβιμέλεχ τας αξίνας εν τη χειρί αυτού και έκοψε κλάδον ξύλου και ήρε και έθηκεν επί ώμων αυτού και είπε τω λαω τω μετ ‘ αυτού· ό είδετέ με ποιούντα, ταχέως ποιήσατε ως εγώ. 49 και έκοψαν και γε ανήρ κλάδον πας ανήρ και επορεύθησαν οπίσω Αβιμέλεχ και επέθηκαν επί την συνέλευσιν και ενεπύρισαν επ ‘ αυτούς την συνέλευσιν εν πυρί, και απέθανον και γε πάντες οι άνδρες πύργου Σικίμων ωσεί χίλιοι άνδρες και γυναίκες.

 50 Και επορεύθη Αβιμέλεχ εκ Βαιθηλβερίθ και παρενέβαλεν εν Θήβης και κατέλαβεν αυτήν. 51 και πύργος ισχυρός ην εν μέσω της πόλεως, και έφυγον εκεί πάντες οι άνδρες και αι γυναίκες της πόλεως και έκλεισαν έξωθεν αυτών και ανέβησαν επί το δώμα του πύργου. 52 και ήλθεν Αβιμέλεχ έως του πύργου, και παρετάξαντο αυτω· και ήγγισεν Αβιμέλεχ έως της θύρας του πύργου του εμπρήσαι αυτόν εν πυρί. 53 και έρριψε γυνή μία κλάσμα επιμύλιον επί κεφαλήν Αβιμέλεχ και έκλασε το κρανίον αυτού. 54 και εβόησε ταχύ προς το παιδάριον το αίρον τα σκεύη αυτού και είπεν αυτω· σπάσον την ρομφαίαν μου και θανάτωσόν με, μη ποτε είπωσι· γυνή απέκτεινεν αυτόν. και εξεκέντησεν αυτόν το παιδάριον αυτού, και απέθανε. 55 και είδεν ανήρ Ισραήλ ότι απέθανεν Αβιμέλεχ, και επορεύθησαν ανήρ εις τον τόπον αυτού. 56 και επέστρεψεν ο Θεός την πονηρίαν Αβιμέλεχ, ην εποίησε τω πατρί αυτού αποκτείναι τους εβδομήκοντα αδελφούς αυτού. 57 και την πάσαν πονηρίαν ανδρών Συχέμ επέστρεψεν ο Θεός εις κεφαλήν αυτών, και επήλθεν επ ‘ αυτούς η κατάρα Ιωάθαμ υιού Ιεροβάαλ.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΚΑΙ ανέστη μετά Αβιμέλεχ του σώσαι τον Ισραήλ Θωλά υιος Φουά, υιος πατραδέλφου αυτού, ανήρ Ισσάχαρ, και αυτός ώκει εν Σαμίρ εν όρει Εφραίμ. 2 και έκρινε τον Ισραήλ είκοσι τρία έτη και απέθανε και ετάθη εν Σαμίρ.

 3 Και ανέστη μετ ‘ αυτόν Ιαϊρ ο Γαλαάδ, και έκρινε τον Ισραήλ είκοσι δύο έτη. 4 και ήσαν αυτω τριάκοντα και δύο υιοί επιβαίνοντες επί τριάκοντα δύο πώλους· και τριάκοντα δύο πόλεις αυτοίς, και εκάλουν αυτάς επαύλεις Ιαϊρ έως της ημέρας ταύτης εν γη Γαλαάδ. 5 και απέθανεν Ιαϊρ και ετάφη εν Ραμνών.

 6 Και προσέθεντο οι υιοί Ισραήλ του ποιήσαι το πονηρόν ενώπιον Κυρίου και εδούλευσαν τοις Βααλίμ και τοις Ασταρώθ και τοις θεοίς Αράδ και τοις θεοίς Σιδώνος και τοις θεοίς Μωάβ και τοις θεοίς υιών Αμμών και τοις θεοίς Φυλιστιϊμ και εγκατέλιπον τον Κύριον και ουκ εδούλευσαν αυτω. 7 και ωργίσθη θυμω Κύριος εν Ισραήλ και επέδοτο αυτούς εν χειρί Φυλιστιϊμ και εν χειρί υιών Αμμών. 8 και έθλιψαν και έθλασαν τους υιούς Ισραήλ εν τω καιρω εκείνω οκτωκαίδεκα έτη, τους πάντας υιούς Ισραήλ τους εν τω πέραν του Ιορδάνου εν γη του Αμορρί του εν Γαλαάδ. 9 και διέβησαν οι υιοί Αμμών τον Ιορδάνην παρατάξασθαι προς Ιούδαν και Βενιαμίν και προς Εφραίμ και εθλίβη Ισραήλ σφόδρα. 10 και εβόησαν οι υιοί Ισραήλ προς Κύριον λέγοντες· ημάρτομέν σοι, ότι εγκατελίπομεν τον Θεόν και εδουλεύσαμεν τω Βααλίμ. 11 και είπε Κύριος προς τους υιούς Ισραήλ· μη ουχί εξ Αιγύπτου και από του Αμορραίου και από υιών Αμμών και από Φυλιστιϊμ 12 και Σιδωνίων και Αμαλήκ και Μαδιάμ, οί έθλιψαν υμάς, και εβοήσατε προς με, και έσωσα υμάς εκ χειρός αυτών; 13 και υμείς εγκατελίπετέ με και εδουλεύσατε θεοίς ετέροις· δια τούτο ου προσθήσω του σώσαι υμάς. 14 πορεύεσθε και βοήσατε προς τους θεούς, ους εξελέξασθε εαυτοίς, και αυτοί σωσάτωσαν υμάς εν καιρω θλίψεως υμών. 15 και είπαν οι υιοί Ισραήλ προς Κύριον· ημάρτομεν, ποίησον συ ημίν κατά παν το αγαθόν εν οφθαλμοίς σου, πλήν εξελού ημάς εν τη ημέρα ταύτη. 16 και εξέκλιναν τους θεούς τους αλλοτρίους εκ μέσου αυτών και εδούλευσαν τω Κυρίω μόνω, και ωλιγώθη η ψυχή αυτού εν κόπω Ισραήλ.

 17 Και ανέβησαν οι υιοί Αμμών, και παρενέβαλον εν Γαλαάδ. και συνήχθησαν οι υιοί Ισραήλ και παρενέβαλον εν τη σκοπιά. 18 και είπον ο λαός οι άρχοντες Γαλαάδ, ανήρ προς τον πλησίον αυτού· τις ο ανήρ, όστις αν άρξεται παρατάξασθαι προς υιούς Αμμών; και έσται εις άρχοντα πάσι τοις κατοικούσι Γαλαάδ.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΚΑΙ Ιεφθάε ο Γαλααδίτης επηρμένος δυνάμει· και αυτός υιος γυναικός πόρνης, ή εγέννησε τω Γαλαάδ τον Ιεφθάε. 2 και έτεκεν η γυνή Γαλαάδ αυτω υιούς· και ηδρύνθησαν οι υιοί της γυναικός και εξέβαλον τον Ιεφθάε και είπαν αυτω· ου κληρονομήσεις εν τω οίκω του πατρός ημών, ότι υιος γυναικός εταίρας συ. 3 και έφυγεν Ιεφθάε από προσώπου των αδελφών αυτού και ώκησεν εν γη Τώβ, και συνεστράφησαν προς Ιεφθάε άνδρες κενοί και εξήλθον μετ ‘ αυτού. 4 και εγένετο ηνίκα παρετάξαντο οι υιοί Αμμών μετά Ισραήλ, 5 και επορεύθησαν οι πρεσβύτεροι Γαλαάδ λαβείν τον Ιεφθάε από της γης Τώβ 6 και είπαν τω Ιεφθάε· δεύρο και έση ημίν εις αρχηγόν, και παραταξόμεθα προς υιούς Αμμών. 7 και είπεν Ιεφθάε τοις πρεσβυτέροις Γαλαάδ· ουχί υμείς εμισήσατέ με και εξεβάλατέ με εκ του οίκου του πατρός μου και εξαπεστείλατέ με αφ ‘ υμών; και διατί ήλθατε προς με νυν, ηνίκα χρήζετε; 8 και είπαν οι πρεσβύτεροι Γαλαάδ προς Ιεφθάε· δια τούτο νυν επεστρέψαμεν προς σε, και πορεύση μεθ ‘ ημών και παρατάξη προς υιούς Αμμών· και έση ημίν εις άρχοντα πάσι τοις κατοικούσι Γαλαάδ. 9 και είπεν Ιεφθάε προς τους πρεσβυτέρους Γαλαάδ· ει επιστρέφετέ με υμείς παρατάξασθαι εν υιοίς Αμμών και παραδω αυτούς Κύριος ενώπιον εμού, και εγώ υμίν έσομαι εις άρχοντα. 10 και είπαν οι πρεσβύτεροι Γαλαάδ προς Ιεφθάε· Κύριος έστω ακούων ανά μέσον ημών, ει μη κατά το ρήμά σου ούτω ποιήσομεν. 11 και επορεύθη Ιεφθάε μετά των πρεσβυτέρων Γαλαάδ, και έθηκαν αυτόν ο λαός επ ‘ αυτούς εις κεφαλήν και εις αρχηγόν. και ελάλησεν Ιεφθάε πάντας τους λόγους αυτού ενώπιον Κυρίου εν Μασσηφά.

 12 Και απέστειλεν Ιεφθάε αγγέλους προς βασιλέα υιών Αμμών λέγων· τι εμοί και σοί, ότι ήλθες προς με του παρατάξασθαι εν τη γη μου; 13 και είπε βασιλεύς υιών Αμμών προς τους αγγέλους Ιεφθάε· ότι έλαβεν Ισραήλ την γην μου εν τω αναβαίνειν αυτόν εξ Αιγύπτου από Αρνών έως Ιαβόκ και έως του Ιορδάνου· και νυν επίστρεψον αυτάς εν ειρήνη, και πορεύσομαι. 14 και προσέθηκεν έτι Ιεφθάε και απέστειλεν αγγέλους προς βασιλέα υιών Αμμών. 15 και είπεν αυτω· ούτω λέγει Ιεφθάε· ουκ έλαβεν Ισραήλ την γην Μωάβ και την γην υιών Αμμών· 16 ότι εν τω αναβαίνειν αυτούς εξ Αιγύπτου επορεύθη Ισραήλ εν τη ερήμω έως θαλάσσης Σίφ και ήλθεν εις Κάδης. 17 και απέστειλεν Ισραήλ αγγέλους προς βασιλέα Εδώμ λέγων· παρελεύσομαι δη εν τη γη σου· και ουκ ήκουσε βασιλεύς Εδώμ. και γε προς βασιλέα Μωάβ απέστειλε, και ουκ ευδόκησε. και εκάθισεν Ισραήλ εν Κάδης. 18 και επορεύθη εν τη ερήμω και εκύκλωσε την γην Εδώμ και την γην Μωάβ και ήλθεν από ανατολών ηλίου τη γη Μωάβ και παρενέβαλεν εν πέραν Αρνών και ουκ εισήλθεν εν ορίοις Μωάβ, ότι Αρνών όριον Μωάβ. 19 και απέστειλεν Ισραήλ αγγέλους προς Σηών βασιλέα του Αμορραίου βασιλέα Εσεβών, και είπεν αυτω Ισραήλ· παρέλθωμεν δη εν τη γη σου έως του τόπου ημών. 20 και ουκ ενεπίστευσε Σηών τω Ισραήλ παρελθείν εν τω ορίω αυτού· και συνήξε Σηών πάντα τον λαόν αυτού, και παρενέβαλον εις Ιασά, και παρετάξατο προς Ισραήλ. 21 και παρέδωκε Κύριος ο Θεός Ισραήλ τον Σηών και πάντα τον λαόν αυτού εν χειρί Ισραήλ, και επάταξεν αυτόν· και εκληρονόμησεν Ισραήλ πάσαν την γην του Αμμοραίου του κατοικούντος την γην εκείνην. 22 από Αρνών και έως του Ιαβόκ και από του ερήμου έως του Ιορδάνου. 23 και νυν Κύριος ο Θεός Ισραήλ εξήρε τον Αμορραίον από προσώπου λαού αυτού Ισραήλ, και συ κληρονομήσεις αυτόν; 24 ουχί α εάν κληρονομήσει σε Χαμώς ο θεός σου, αυτά κληρονομήσεις, και τους πάντας, ους εξήρε Κύριος ο Θεός ημών από προσώπου υμών, αυτούς κληρονομήσομεν; 25 και νυν μη εν αγαθω αγαθώτερος συ υπέρ Βαλάκ υιόν Σεπφώρ βασιλέως Μωάβ; μη μαχόμενος εμαχέσατο μετά Ισραήλ ή πολεμών επολέμησεν αυτόν; 26 εν τω οικήσαι εν Εσεβών και εν τοις ορίοις αυτής και εν γη Αροήρ και εν τοις ορίοις αυτής και εν πάσαις ταις πόλεσι ταις παρά τον Ιορδάνην τριακόσια έτη, και διατί ουκ ερρύσω αυτούς εν τω καιρω εκείνω; 27 και νυν εγώ ειμι ουχ ήμαρτόν σοι, και συ ποιείς μετ ‘ εμού πονηρίαν του παρατάξασθαι εν εμοί· κρίναι Κύριος ο κρίνων σήμερον ανά μέσον υιών Ισραήλ και ανά μέσον υιών Αμμών. 28 και ουκ ήκουσε βασιλεύς Αμμών των λόγων Ιεφθάε, ων απέστειλε προς αυτόν.

 29 Και εγένετο επί Ιεφθάε πνεύμα Κυρίου, και παρήλθε τον Γαλαάδ και τον Μανασσή και παρήλθε την σκοπιάν Γαλαάδ εις το πέραν υιών Αμμών. 30 και ηύξατο Ιεφθάε ευχήν τω Κυρίω και είπεν· εάν διδούς δως μοι τους υιούς Αμμών εν τη χειρί μου, 31 και έσται ο εκπορευόμενος, ος αν εξέλθη από της θύρας του οίκου μου εις συνάντησίν μου εν τω επιστρέφειν με εν ειρήνη από υιών Αμμών, και έσται τω Κυρίω ανοίσω αυτόν ολοκαύτωμα. 32 και παρήλθεν Ιεφθάε προς υιούς Αμμών παρατάξασθαι προς αυτούς, και παρέδωκεν αυτούς Κύριος εν χειρί αυτού. 33 και επάταξεν αυτούς από Αροήρ έως ελθείν άχρις Αρνών εν αριθμω είκοσι πόλεις και έως Εβελχαρμίμ πληγήν μεγάλην σφόδρα, και συνεστάλησαν οι υιοί Αμμών από προσώπου υιών Ισραήλ.

 34 Και ήλθεν Ιεφθάε εις Μασσηφά εις τον οίκον αυτού, και ιδού η θυγάτηρ αυτού εξεπορεύετο εις υπάντησιν εν τυμπάνοις και χοροίς· και αύτη ην μονογενής, ουκ ην αυτω έτερος υιος ή θυγάτηρ. 35 και εγένετο ως είδεν αυτήν αυτός, διέρρηξε τα ιμάτια αυτού και είπεν· α α, θυγάτηρ μου, ταραχή ετάραξάς με και συ ης εν τω ταράχω μου, και εγώ ειμι ήνοιξα κατά σου το στόμα μου προς Κύριον και ου δυνήσομαι αποστρέψαι. 36 η δε είπε προς αυτόν· πάτερ, ήνοιξας το στόμα σου προς Κύριον; ποίησόν μοι ον τρόπον εξήλθεν εκ στόματός σου, εν τω ποιήσαί σοι Κύριον εκδίκησιν των εχθρών σου από των υιών Αμμών. 37 και ήδε είπε προς τον πατέρα αυτής· ποιησάτω δη ο πατήρ μου τον λόγον τούτον· έασόν με δύο μήνας, και πορεύσομαι και καταβήσομαι επί τα όρη και κλαύσομαι επί τα παρθένιά μου, εγώ ειμι και αι συνεταιρίδες μου. 38 και είπε· πορεύου· και απέστειλεν αυτήν δύο μήνας. και επορεύθη, αυτή και αι συνεταιρίδες αυτής, και έκλαυσεν επί τα παρθένια αυτής επί τα όρη. 39 και εγένετο εν τέλει των δύο μηνών και επέστρεψε προς τον πατέρα αυτής, και εποίησεν εν αυτη ευχήν αυτού, ην ηύξατο· και αύτη ουκ έγνω άνδρα. και εγένετο εις πρόσταγμα εν Ισραήλ· 40 από ημερών εις ημέρας επορεύοντο θυγατέρες Ισραήλ θρηνείν την θυγατέρα Ιεφθάε του Γαλααδίτου επί τέσσαρας ημέρας εν τω ενιαυτω.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΚΑΙ εβόησεν ανήρ Εφραίμ, και παρήλθαν εις βορράν και είπαν προς Ιεφθάε· διατί παρήλθες παρατάξασθαι εν υιοίς Αμμών και ημάς ου κέκληκας πορευθήναι μετά σου; τον οίκόν σου εμπρήσομεν επί σε εν πυρί. 2 και είπε προς αυτούς Ιεφθάε· ανήρ μαχητής ήμην εγώ και ο λαός μου, και οι υιοί Αμμών σφόδρα· και εβόησα υμάς, και ουκ εσώσατέ με εκ χειρός αυτών. 3 και είδον ότι ουκ ει σωτήρ, και έθηκα την ψυχήν μου εν χειρί μου και παρήλθον προς υιούς Αμμών, και έδωκεν αυτούς Κύριος εν χειρί μου· και εις τι ανέβητε επ ‘ εμέ εν τη ημέρα ταύτη παρατάξασθαι εν εμοί; 4 και συνέστρεψεν Ιεφθάε πάντας τους άνδρας Γαλαάδ και παρετάξατο τω Εφραίμ, και επάταξαν άνδρες Γαλαάδ τον Εφραίμ, ότι είπαν, οι διασωζόμενοι του Εφραίμ ημείς, Γαλαάδ εν μέσω του Εφραίμ και εν μέσω του Μανασσή. 5 και προκατελάβετο Γαλαάδ τας διαβάσεις του Ιορδάνου του Εφραίμ, και είπαν αυτοίς οι διασωζόμενοι Εφραίμ· διαβώμεν, και είπαν αυτοίς οι άνδρες Γαλαάδ· μη Εφραθίτης ει; και είπεν· ου. 6 και είπαν αυτω· είπον δη Στάχυς· και ου κατεύθυνε του λαλήσαι ούτως. και επελάβοντο αυτού, και έθυσαν αυτόν προς τας διαβάσεις του Ιορδάνου, και έπεσαν εν τω καιρω εκείνω από Εφραίμ δύο και τεσσαράκοντα χιλιάδες. 7 και έκρινεν Ιεφθάε τον Ισραήλ εξ έτη. και απέθανεν Ιεφθάε ο Γαλααδίτης, και ετάφη εν πόλει αυτού Γαλαάδ.

 8 Και έκρινε μετ ‘ αυτόν τον Ισραήλ Αβαισσάν από Βαιθλεέμ. 9 και ήσαν αυτω τριάκοντα υιοί και τριάκοντα θυγατέρες, ας εξαπέστειλεν έξω, και τριάκοντα θυγατέρας εισήνεγκε τοις υιοίς αυτού έξωθεν. και έκρινε τον Ισραήλ επτά έτη. 10 και απέθανεν Αβαισσάν και ετάφη εν Βαιθλεέμ. 11 και έκρινε μετ ‘ αυτόν τον Ισραήλ Αιλώμ ο Ζαβουλωνίτης δέκα έτη. 12 και απέθανεν Αιλώμ ο Ζαβουλωνίτης και ετάφη εν Αιλώμ εν γη Ζαβουλών. 13 και έκρινε μετ ‘ αυτόν τον Ισραήλ Αβδών υιος Ελλήλ ο Φαραθωνίτης. 14 και ήσαν αυτω τεσσαράκοντα υιοί και τριάκοντα υιών υιοί επιβαίνοντες επί εβδομήκοντα πώλους. και έκρινε τον Ισραήλ οκτώ έτη. 15 και απέθανεν Αβδών υιος Ελλήλ ο Φαραθωνίτης και ετάφη εν Φαραθών εν γη Εφραίμ εν όρει του Αμαλήκ.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΚΑΙ προσέθηκαν έτι οι υιοί Ισραήλ ποιήσαι το πονηρόν ενώπιον Κυρίου, και παρέδωκεν αυτούς Κύριος εν χειρί Φυλιστιϊμ τεσσαράκοντα έτη. 2 και ην ανήρ εις από Σαραά από δήμου συγγενείας του Δανί, και όνομα αυτω Μανωέ, και γυνή αυτού στείρα και ουκ έτεκε. 3 και ώφθη άγγελος Κυρίου προς την γυναίκα, και είπε προς αυτήν· ιδού συ στείρα και ου τέτοκας, και συλλήψη υιόν. 4 και νυν φύλαξαι δη και μη πίης οίνον και μέθυσμα και μη φάγης παν ακάθαρτον· 5 ότι ιδού συ εν γαστρί έχεις και τέξη υιόν, και σίδηρος επί την κεφαλήν αυτού ουκ αναβήσεται, ότι ναζίρ Θεού έσται το παιδάριον από της κοιλίας, και αυτός άρξεται σώσαι τον Ισραήλ εκ χειρός Φυλιστιϊμ. 6 και εισήλθεν η γυνή και είπε τω ανδρί αυτής λέγουσα· άνθρωπος Θεού ήλθε προς με, και είδος αυτού ως είδος αγγέλου Θεού, φοβερόν σφόδρα· και ουκ ηρώτησα αυτόν, πόθεν εστί, και το όνομα αυτού ουκ απήγγειλέ μοι. 7 και είπέ μοι· ιδού συ εν γαστρί έχεις και τέξη υιόν· και νυν μη πίης οίνον και μέθυσμα και μη φάγης παν ακάθαρτον, ότι Θεού άγιον έσται το παιδάριον από γαστρός έως ημέρας θανάτου αυτού. 8 και προσηύξατο Μανωέ προς Κύριον και είπεν· εν εμοί, Κύριε Αδωναϊέ, τον άνθρωπον του Θεού, ον απέστειλας, ελθέτω δη έτι προς ημάς και συμβιβασάτω ημάς τι ποιήσωμεν τω παιδίω τω τικτομένω. 9 και εισήκουσεν ο Θεός της φωνής Μανωέ, και ήλθεν ο άγγελος του Θεού έτι προς την γυναίκα, και αύτη εκάθητο εν αγρω, και Μανωέ ο ανήρ αυτής ουκ ην μετ ‘ αυτής. 10 και ετάχυνεν η γυνή και έδραμε και ανήγγειλε τω ανδρί αυτής και είπε προς αυτόν· ιδού ώπται προς με ο ανήρ, ος ήλθεν εν ημέρα προς με. 11 και ανέστη και επορεύθη Μανωέ οπίσω της γυναικός αυτού και ήλθε προς τον άνδρα και είπεν αυτω· ει συ ει ο ανήρ ο λαλήσας προς την γυναίκα; και είπεν ο άγγελος· εγώ. 12 και είπε Μανωέ· νυν ελεύσεται ο λόγος σου· τις έσται κρίσις του παιδίου και τα ποιήματα αυτού; 13 και είπεν ο άγγελος Κυρίου προς Μανωέ· από πάντων, ων είρηκα προς την γυναίκα, φυλάξεται· 14 από παντός, ό εκπορεύεται εξ αμπέλου του οίνου, ου φάγεται και οίνον και μέθυσμα μη πιέτω και παν ακάθαρτον μη φαγέτω· πάντα όσα ενετειλάμην αυτη, φυλάξεται. 15 και είπε Μανωέ προς τον άγγελον Κυρίου· κατάσχωμεν ώδέ σε και ποιήσωμεν ενώπιόν σου έριφον αιγών. 16 και είπεν ο άγγελος Κυρίου προς Μανωέ· εάν κατάσχης με, ου φάγομαι από των άρτων σου, και εάν ποιήσης ολοκαύτωμα, τω Κυρίω ανοίσεις αυτό· ότι ουκ έγνω Μανωέ ότι άγγελος Κυρίου αυτός. 17 και είπε Μανωέ προς τον άγγελον Κυρίου· τι το όνομά σοι; ότι έλθοι το ρήμά σου, και δοξάσομέν σε. 18 και είπεν αυτω ο άγγελος Κυρίου· εις τι τούτο ερωτάς το όνομά μου; και αυτό εστι θαυμαστόν. 19 και έλαβε Μανωέ τον έριφον των αιγών και την θυσίαν και ανήνεγκεν επί την πέτραν τω Κυρίω· και διεχώρισε ποιήσαι, και Μανωέ και γυνή αυτού βλέποντες. 20 και εγένετο εν τω αναβήναι την φλόγα επάνω του θυσιαστηρίου έως του ουρανού και ανέβη ο άγγελος Κυρίου εν τη φλογί του θυσιαστηρίου, και Μανωέ και η γυνή αυτού βλέποντες και έπεσαν επί πρόσωπον αυτών επί την γην. 21 και ου προσέθηκεν έτι ο άγγελος Κυρίου οφθήναι προς Μανωέ και προς την γυναίκα αυτού· τότε έγνω Μανωέ ότι άγγελος Κυρίου ούτος. 22 και είπε Μανωέ προς την γυναίκα αυτού· θανάτω αποθανούμεθα, ότι Θεόν είδομεν. 23 και είπεν αυτω η γυνή αυτού· ει ήθελεν ο Κύριος θανατώσαι ημάς, ουκ αν έλαβεν εκ χειρός ημών ολοκαύτωμα και θυσίαν και ουκ αν έδειξεν ημίν ταύτα πάντα και καθώς καιρός ουκ αν ηκούτισεν ημάς ταύτα. 24 και έτεκεν η γυνή υιόν και εκάλεσε το όνομα αυτού Σαμψών· και ηδρύνθη το παιδάριον, και ευλόγησεν αυτό Κύριος. 25 και ήρξατο πνεύμα Κυρίου συνεκπορεύεσθαι αυτω εν παρεμβολή Δάν και ανά μέσον Σαραά και ανά μέσον Εσθαόλ.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΚΑΙ κατέβη Σαμψών εις Θαμναθά και είδε γυναίκα εν Θαμναθά από των θυγατέρων των αλλοφύλων. 2 και ανέβη και απήγγειλε τω πατρί αυτού και τη μητρί αυτού και είπε· γυναίκα εώρακα εν Θαμναθά από των θυγατέρων Φυλιστιϊμ, και νυν λάβετε αυτήν εμοί εις γυναίκα. 3 και είπεν αυτω ο πατήρ αυτού και η μήτηρ αυτού· μη ουκ εισί θυγατέρες των αδελφών σου και εκ παντός του λαού μου γυνή, ότι συ πορεύη λαβείν γυναίκα από των αλλοφύλων των απεριτμήτων; και είπε Σαμψών προς τον πατέρα αυτού· ταύτην λάβε μοι, ότι αύτη ευθεία εν οφθαλμοίς μου. 4 και ο πατήρ αυτού και η μήτηρ αυτού ουκ έγνωσαν ότι παρά Κυρίου εστίν, ότι εκδίκησιν αυτός ζητεί εκ των αλλοφύλων· και εν τω καιρω εκείνω οι αλλόφυλοι κυριεύοντες εν Ισραήλ. 5 και κατέβη Σαμψών και ο πατήρ αυτού και η μήτηρ αυτού εις Θαμναθά. και ήλθεν έως του αμπελώνος Θαμναθά, και ιδού σκύμνος λέοντος ωρυόμενος εις συνάντησιν αυτού· 6 και ήλατο επ ‘ αυτόν πνεύμα Κυρίου, και συνέτριψεν αυτόν, ωσεί συντρίψει έριφον αιγών, και ουδέν ην εν ταις χερσίν αυτού. και ουκ απήγγειλε τω πατρί αυτού και τη μητρί αυτού ό εποίησε. 7 και κατέβησαν και ελάλησαν τη γυναικί, και ηυθύνθη εν οφθαλμοίς Σαμψών. 8 και υπέστρεψε μεθ ‘ ημέρας λαβείν αυτήν και εξέκλινεν ιδείν το πτώμα του λέοντος, και ιδού συναγωγή μελισσών εν τω στόματι του λέοντος και μέλι. 9 και εξείλεν αυτό εις χείρας αυτού και επορεύετο πορευόμενος και εσθίων· και επορεύθη προς τον πατέρα αυτού και προς την μητέρα αυτού και έδωκεν αυτοίς, και έφαγον· και ουκ ανήγγειλεν αυτοίς ότι από στόματος του λέοντος εξείλε το μέλι. 10 και κατέβη ο πατήρ αυτού προς την γυναίκα· και εποίησεν εκεί Σαμψών πότον ημέρας επτά, ότι ούτως ποιούσιν οι νεανίσκοι. 11 και εγένετο ότε είδον αυτόν, και έλαβον τριάκοντα κλητούς, και ήσαν μετ ‘ αυτού. 12 και είπεν αυτοίς Σαμψών· πρόβλημα υμίν προβάλλομαι· εάν απαγγέλλοντες απαγγείλητε αυτό εν ταις επτά ημέραις του πότου και εύρητε, δώσω υμίν τριάκοντα σινδόνας και τριάκοντα στολάς ιματίων· 13 και εάν μη δύνησθε απαγγείλαί μοι, δώσετε υμείς εμοί τριάκοντα οθόνια και τριάκοντα αλλασσομένας στολάς ιματίων· και είπαν αυτω· προβάλλου το πρόβλημά σου, και ακουσόμεθα αυτό. 14 και είπεν αυτοίς· τι βρωτόν εξήλθεν εκ βιβρώσκοντος και από ισχυρού γλυκύ; και ουκ ηδύναντο απαγγείλαι το πρόβλημα επί τρεις ημέρας. 15 και εγένετο εν τη ημέρα τη τετάρτη και είπαν τη γυναικί Σαμψών· απάτησον δη τον άνδρα σου και απαγγειλάτω σοι το πρόβλημα, μη ποτε κατακαύσωμέν σε και τον οίκον του πατρός σου εν πυρί· ή εκβιάσαι ημάς κεκλήκατε; 16 και έκλαυσεν η γυνή Σαμψών προς αυτόν και είπε· πλήν μεμίσηκάς με και ουκ ηγάπησάς με, ότι το πρόβλημα, ό προεβάλου τοις υιοίς του λαού μου, ουκ απήγγειλάς μοι αυτό· και είπεν αυτη Σαμψών· ει τω πατρί μου και τη μητρί μου ουκ απήγγελκα, σοί απαγγείλω; 17 και έκλαυσε προς αυτόν επί τας επτά ημέρας, ας ην αυτοίς ο πότος· και εγένετο εν τη ημέρα τη εβδόμη και απήγγειλεν αυτη, ότι παρηνώχλησεν αυτω· και αυτή απήγγειλε τοις υιοίς του λαού αυτής. 18 και είπαν αυτω οι άνδρες της πόλεως εν τη ημέρα τη εβδόμη προ του ανατείλαι τον ήλιον· τι γλυκύτερον μέλιτος, και τι ισχυρότερον λέοντος; και είπεν αυτοίς Σαμψών· ει μη ηροτριάσατε εν τη δαμάλει μου, ουκ αν έγνωτε το πρόβλημά μου. 19 και ήλατο επ ‘ αυτόν πνεύμα Κυρίου, και κατέβη εις Ασκάλωνα και επάταξεν εξ αυτών τριάκοντα άνδρας και έλαβε τα ιμάτια αυτών και έδωκε τας στολάς τοις απαγγείλασι το πρόβλημα. και ωργίσθη θυμω Σαμψών και ανέβη εις τον οίκον του πατρός αυτού. 20 και εγένετο η γυνή Σαμψών ενί των φίλων αυτού, ων εφιλίασεν.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΚΑΙ εγένετο μεθ ‘ ημέρας εν ημέραις θερισμού πυρών και επεσκέψατο Σαμψών την γυναίκα αυτού εν ερίφω αιγών και είπεν· εισελεύσομαι προς την γυναίκά μου και εις το ταμιείον· και ουκ έδωκεν αυτόν ο πατήρ αυτής εισελθείν. 2 και είπεν ο πατήρ αυτής λέγων· είπα ότι μισών εμίσησας αυτήν, και έδωκα αυτήν ενί των εκ των φίλων σου· μη ουχί η αδελφή αυτής η νεωτέρα αγαθωτέρα υπέρ αυτήν; έστω δη σοι αντί αυτής. 3 και είπεν αυτοίς Σαμψών· ηθώωμαι και το άπαξ από αλλοφύλων, ότι ποιώ εγώ μετ ‘ αυτών πονηρίαν. 4 και επορεύθη Σαμψών και συνέλαβε τριακοσίας αλώπεκας και έλαβε λαμπάδας και επέστρεψε κέρκον προς κέρκον και έθηκε λαμπάδα μίαν αναμέσον των δύο κέρκων και έδησε· 5 και εξέκαυσε πυρ εν ταις λαμπάσι και εξαπέστειλεν εν τοις στάχυσι των αλλοφύλων, και εκάησαν από άλωνος και έως σταχύων ορθών και έως αμπελώνος και ελαίας. 6 και είπαν οι αλλόφυλοι· τις εποίησε ταύτα; και είπαν· Σαμψών ο νυμφίος του Θαμνί, ότι έλαβε την γυναίκα αυτού και έδωκεν αυτήν τω εκ των φίλων αυτού· και ανέβησαν οι αλλόφυλοι και ενέπρησαν αυτήν και τον οίκον του πατρός αυτής εν πυρί. 7 και είπεν αυτοίς Σαμψών· εάν ποιήσητε ούτως ταύτην, ότι ή μην εκδικήσω εν υμίν και έσχατον κοπάσω. 8 και επάταξεν αυτούς κνήμην επί μηρόν πληγήν μεγάλην· και κατέβη και εκάθισεν εν τρυμαλιά της πέτρας ‘Ητάμ.

 9 Και ανέβησαν οι αλλόφυλοι και παρενέβαλον εν Ιούδα και εξερρίφησαν εν Λεχί. 10 και είπαν ανήρ Ιούδα· εις τι ανέβητε εφ ‘ ημάς; και είπον οι αλλόφυλοι· δήσαι τον Σαμψών ανέβημεν και ποιήσαι αυτω ον τρόπον εποίησεν ημίν. 11 και κατέβησαν τρισχίλιοι από Ιούδα άνδρες εις τρυμαλιάν πέτρας ‘Ητάμ και είπαν προς Σαμψών· ουκ οίδας ότι κυριεύουσιν οι αλλόφυλοι ημών, και τι τούτο εποίησας ημίν; και είπεν αυτοίς Σαμψών· ον τρόπον εποίησάν μοι, ούτως εποίησα αυτοίς. 12 και είπαν αυτω· δήσαί σε κατέβημεν του δούναί σε εν χειρί αλλοφύλων. και είπεν αυτοίς Σαμψών· ομόσατέ μοι μη ποτε συναντήσητε εν εμοί υμείς. 13 και είπον αυτω λέγοντες· ουχί, ότι αλλ ‘ ή δεσμω δήσομέν σε και παραδώσομέν σε εν χειρί αυτών και θανάτω ου θανατώσομέν σε· και έδησαν αυτόν εν δυσί καλωδίοις καινοίς και ανήνεγκαν αυτόν από της πέτρας εκείνης. 14 και ήλθον έως Σιαγόνος· και οι αλλόφυλοι ηλάλαξαν και έδραμον εις συνάντησιν αυτού· και ήλατο επ ‘ αυτόν πνεύμα Κυρίου, και εγενήθη τα καλώδια τα επί βραχίοσιν αυτού ωσεί στυππίον, ό εξεκαύθη εν πυρί, και ετάκησαν δεσμοί αυτού από χειρών αυτού. 15 και εύρε σιαγόνα όνου εξερριμένη και εξέτεινε την χείρα αυτού και έλαβεν αυτήν και επάταξεν εν αυτη χιλίους άνδρας. 16 και είπε Σαμψών· εν σιαγόνι όνου εξαλείφων εξήλειψα αυτούς, ότι εν τη σιαγόνι του όνου επάταξα χιλίους άνδρας. 17 και εγένετο ως επαύσατο λαλών, και έρριψε την σιαγόνα εκ της χειρός αυτού· και εκάλεσε τον τόπον εκείνον Αναίρεσις σιαγόνος. 18 και εδίψησε σφόδρα, και έκλαυσε προς Κύριον και είπε· συ ευδόκησας εν χειρί δούλου σου την σωτηρίαν την μεγάλην ταύτην, και νυν αποθανούμαι τω δίψει και εμπεσούμαι εν χειρί των απεριτμήτων. 19 και έρρηξεν ο Θεός τον λάκκον τον εν τη σιαγόνι, και εξήλθεν εξ αυτού ύδωρ, και έπιε, και επέστρεψε το πνεύμα αυτού και έζησε. δια τούτο εκλήθη το όνομα αυτής Πηγή του επικαλουμένου, ή εστιν εν Σιαγόνι, έως της ημέρας ταύτης. 20 και έκρινε τον Ισραήλ εν ημέραις αλλοφύλων είκοσιν έτη.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΚΑΙ επορεύθη Σαμψών εις Γάζαν· και είδεν εκεί γυναίκα πόρνην και εισήλθε προς αυτήν. 2 και ανηγγέλη τοις Γαζαίοις λέγοντες· ήκει Σαμψών ώδε. και εκύκλωσαν και ενήδρευσαν επ ‘ αυτόν όλην την νύκτα εν τη πύλη της πόλεως και εκώφευσαν όλην την νύκτα λέγοντες· έως διαφαύση ο όρθρος, και φονεύσωμεν αυτόν. 3 και εκοιμήθη Σαμψών έως μεσονυκτίου· και ανέστη εν ημίσει της νυκτός και επελάβετο των θυρών της πύλης της πόλεως συν τοις δυσί σταθμοίς και ανεβάσταζεν αυτάς συν τω μοχλω και έθηκεν επί ώμων αυτού και ανέβη επί την κορυφήν του όρους του επί προσώπου του Χεβρών και έθηκεν αυτά εκεί.

 4 Και εγένετο μετά τούτο και ηγάπησε γυναίκα εν Αλσωρήχ, και όνομα αυτη Δαλιδά. 5 και ανέβησαν προς αυτήν οι άρχοντες των αλλοφύλων και είπαν αυτη· απάτησον αυτόν, και ιδέ εν τίνι η ισχύς αυτού η μεγάλη και εν τίνι δυνησόμεθα αυτω και δήσομεν αυτόν του ταπεινώσαι αυτόν, και ημείς δώσομέν σοι ανήρ χιλίους και εκατόν αργυρίου. 6 και είπε Δαλιδά προς Σαμψών· απάγγειλον δη μοι εν τίνι η ισχύς σου η μεγάλη και εν τίνι δεθήση του ταπεινωθήναί σε. 7 και είπε προς αυτήν Σαμψών· εάν δήσωσί με εν επτά νευραίς υγραίς μη διεφθαρμέναις, και ασθενήσω και έσομαι ως εις των ανθρώπων. 8 και ανήνεγκαν αυτη οι άρχοντες των αλλοφύλων επτά νευράς υγράς μη διεφθαρμένας, και έδησεν αυτόν εν αυταίς· 9 και το ένεδρον αυτη εκάθητο εν τω ταμιείω· και είπεν αυτω· αλλόφυλοι επί σε, Σαμψών· και διέσπασε τας νευράς, ως ει τις αποσπάσοι στρέμμα στυπίου εν τω οσφρανθήναι αυτό πυρός· και ουκ εγνώσθη η ισχύς αυτού. 10 και είπε Δαλιδά προς Σαμψών· ιδού επλάνησάς με και ελάλησας προς με ψευδή· νυν ουν ανάγγειλόν μοι εν τίνι δεθήση. 11 και είπε προς αυτήν· εάν δεσμεύοντες δήσωσί με εν καλωδίοις καινοίς, οίς ουκ εγένετο εν αυτοίς έργον, και ασθενήσω και έσομαι ως εις των ανθρώπων. 12 και έλαβε Δαλιδά καλώδια καινά και έδησεν αυτόν εν αυτοίς· και τα ένεδρα εξήλθεν εκ του ταμιείου· και είπεν· αλλόφυλοι επί σε, Σαμψών· και διέσπασεν αυτά από βραχιόνων αυτού ωσεί σπαρτίον. 13 και είπε Δαλιδά προς Σαμψών· ιδού επλάνησάς με και ελάλησας προς με ψευδή· ανάγγειλον δη μοι εν τίνι δεθήση. και είπε προς αυτήν· εάν υφάνης τας επτά σειράς της κεφαλής μου συν τω διάσματι και εγκρούσης τω πασσάλω εις τον τοίχον, και έσομαι ως εις των ανθρώπων ασθενής. 14 και εγένετο εν τω κοιμάσθαι αυτόν και έλαβε Δαλιδά τας επτά σειράς της κεφαλής αυτού και ύφανεν εν τω διάσματι και έπηξε τω πασσάλω εις τον τοίχον και είπεν· αλλόφυλοι επί σε, Σαμψών· και εξυπνίσθη από του ύπνου αυτού και εξήρε τον πάσσαλον του υφάσματος εκ του τοίχου. 15 και είπε προς Σαμψών Δαλιδά· Πως λέγεις, ηγάπηκά σε, και η καρδία σου ουκ έστι μετ ‘ εμού; τούτο τρίτον επλάνησάς με και ουκ απήγγειλάς μοι εν τίνι η ισχύς σου η μεγάλη. 16 και εγένετο ότε εξέθλιψεν αυτόν εν λόγοις αυτής πάσας τας ημέρας και εστενοχώρησεν αυτόν, και ωλιγοψύχησεν έως του αποθανείν· 17 και ανήγγειλεν αυτη πάσαν την καρδίαν αυτού και είπεν αυτη· σίδηρος ουκ ανέβη επί την κεφαλήν μου, ότι άγιος Θεού εγώ ειμι από κοιλίας μητρός μου· εάν ουν ξυρήσωμαι, αποστήσεται απ ‘ εμού η ισχύς μου, και ασθενήσω και έσομαι ως πάντες οι άνθρωποι. 18 και είδε Δαλιδά, ότι απήγγειλεν αυτη πάσαν την καρδίαν αυτού, και απέστειλε και εκάλεσε τους άρχοντας των αλλοφύλων, λέγουσα· ανάβητε έτι το άπαξ τούτο, ότι απήγγειλέ μοι πάσαν την καρδίαν αυτού· και ανέβησαν προς αυτήν οι άρχοντες των αλλοφύλων και ανήνεγκαν το αργύριον εν χερσίν αυτών. 19 και εκοίμισε Δαλιδά τον Σαμψών επί τα γόνατα αυτής· και εκάλεσεν άνδρα, και εξύρησε τας επτά σειράς της κεφαλής αυτού· και ήρξατο ταπεινώσαι αυτόν, και απέστη η ισχύς αυτού απ ‘ αυτού. 20 και είπε Δαλιδά· αλλόφυλοι επί σε, Σαμψών. και εξυπνίσθη εκ του ύπνου αυτού και είπεν· εξελεύσομαι ως άπαξ και άπαξ και εκτιναχθήσομαι· και αυτός ουκ έγνω ότι ο Κύριος απέστη απάνωθεν αυτού. 21 και εκράτησαν αυτόν οι αλλόφυλοι και εξέκοψαν τους οφθαλμούς αυτού· και κατήνεγκαν αυτόν εις Γάζαν και επέδησαν αυτόν εν πέδαις χαλκείαις, και ην αλήθων εν οίκω του δεσμωτηρίου.

 22 Και ήρξατο θρίξ της κεφαλής αυτού βλαστάνειν, καθώς εξυρήσατο. 23 και οι άρχοντες των αλλοφύλων συνήχθησαν θυσιάσαι θυσίασμα μέγα τω Δαγών θεω αυτών και ευφρανθήναι και είπαν· έδωκεν ο Θεός εν χειρί ημών τον Σαμψών τον εχθρόν ημών. 24 και είδον αυτόν ο λαός και ύμνησαν τον θεόν αυτών, ότι παρέδωκεν ο θεός ημών τον εχθρόν ημών εν χειρί ημών, τον ερημούντα την γην ημών, και ος επλήθυνε τους τραυματίας ημών. 25 και ότε ηγαθύνθη η καρδία αυτών, και είπαν· καλέσατε τον Σαμψών εξ οίκου φυλακής, και παιξάτω ενώπιον ημών. και εκάλεσαν τον Σαμψών εξ οίκου δεσμωτηρίου, και έπαιζεν ενώπιον αυτών, και ερράπιζον αυτόν και έστησαν αυτόν ανά μέσον των κιόνων. 26 και είπε Σαμψών προς τον νεανίαν τον κρατούντα την χείρα αυτού· άφες με και ψηλαφήσω τους κίονας, εφ ‘ οίς ο οίκος επ ‘ αυτούς, και επιστηριχθήσομαι επ ‘ αυτούς. 27 και ο οίκος πλήρης των ανδρών και των γυναικών, και εκεί πάντες οι άρχοντες των αλλοφύλων, και επί το δώμα ωσεί τρισχίλιοι άνδρες και γυναίκες οι θεωρούντες εν παγνίαις Σαμψών. 28 και έκλαυσε Σαμψών προς Κύριον, και είπεν· Αδωναϊέ Κύριε, μνήσθητι δη μου νυν και ενίσχυσόν με έτι το άπαξ τούτο, Θεέ, και ανταποδώσω ανταπόδοσιν μίαν περί των δύο οφθαλμών μου τοις αλλοφύλοις. 29 και περιέλαβε Σαμψών τους δύο κίονας του οίκου, εφ ‘ ους ο οίκος ειστήκει, και επεστηρίχθη επ ‘ αυτούς και εκράτησεν ένα τη δεξιά αυτού και ένα τη αριστερά αυτού. 30 και είπε Σαμψών· αποθανέτω ψυχή μου μετά των αλλοφύλων· και εβάσταξεν εν ισχύϊ, και έπεσεν ο οίκος επί τους άρχοντας και επί πάντα τον λαόν τον εν αυτω· και ήσαν οι τεθνηκότες, ους εθανάτωσε Σαμψών εν τω θανάτω αυτού, πλείους ή ους εθανάτωσεν εν τη ζωή αυτού. 31 και κατέβησαν οι αδελφοί αυτού και ο οίκος του πατρός αυτού και έλαβον αυτόν και ανέβησαν και έθαψαν αυτόν ανά μέσον Σαραά και ανά μέσον Εσθαόλ εν τω τάφω Μανωέ του πατρός αυτού. και αυτός έκρινε τον Ισραήλ είκοσιν έτη.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΚΑΙ εγένετο ανήρ από όρους Εφραίμ, και όνομα αυτω Μιχαίας. 2 και είπε τη μητρί αυτού· οι χίλιοι και εκατόν, ους έλαβες αργυρίου σεαυτη και με ηράσω και προσείπας εν ωσί μου, ιδού το αργύριον παρ ‘ εμοί, εγώ έλαβον αυτό. και είπεν η μήτηρ αυτού· ευλογητός ο υιος μου τω Κυρίω. 3 και απέδωκε τους χιλίους και εκατόν του αργυρίου τη μητρί αυτού· και είπεν η μήτηρ αυτού· αγιάζουσα ηγίασα το αργύριον τω Κυρίω εκ της χειρός μου τω υιω μου του ποιήσαι γλυπτόν και χωνευτόν, και νυν αποδώσω αυτό σοι. 4 και απέδωκε το αργύριον τη μητρί αυτού· και έλαβεν η μήτηρ αυτού διακοσίους αργυρίου και έδωκεν αυτό αργυροκόπω, και εποίησεν αυτό γλυπτόν και χωνευτόν· και εγενήθη εν οίκω Μιχαία. 5 και ο οίκος Μιχαία, αυτω οίκος Θεού· και εποίησεν εφώδ και θεραφίν και επλήρωσε την χείρα από ενός υιών αυτού, και εγένετο αυτω εις ιερέα. 6 εν δε ταις ημέραις εκείναις ουκ ην βασιλεύς εν Ισραήλ· ανήρ το ευθές εν οφθαλμοίς αυτού εποίει.

 7 Και εγενήθη νεανίας εκ Βηθλεέμ δήμου Ιούδα, και αυτός Λευίτης, και ούτος παρώκει εκεί. 8 και επορεύθη ο ανήρ από Βηθλεέμ της πόλεως Ιούδα παροικήσαι εν ω εάν εύρη τόπω, και ήλθεν έως όρους Εφραίμ και έως οίκου Μιχαία του ποιήσαι οδόν αυτού. 9 και είπεν αυτω Μιχαίας· πόθεν έρχη; και είπε προς αυτόν· Λευίτης ειμί εκ Βηθλεέμ Ιούδα, και εγώ πορεύομαι παροικήσαι εν ω εάν εύρω τόπω. 10 και είπεν αυτω Μιχαίας· κάθου μετ ‘ εμού και γίνου μοι εις πατέρα και εις ιερέα, και εγώ δώσω σοι δέκα αργυρίου εις ημέραν και στολήν ιματίων και τα προς ζωήν σου. 11 και επορεύθη ο Λευίτης και ήρξατο παροικείν παρά τω ανδρί, και εγενήθη ο νεανίας αυτω ως εις από υιών αυτού. 12 και επλήρωσε Μιχαίας την χείρα του Λευίτου, και εγένετο αυτω εις ιερέα και εγένετο εν τω οίκω Μιχαία. 13 και είπε Μιχαίας· νυν έγνων ότι αγαθυνεί μοι Κύριος, ότι εγένετό μοι ο Λευίτης εις ιερέα.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΕΝ ταις ημέραις εκείναις ουκ ην βασιλεύς εν Ισραήλ. και εν ταις ημέραις εκείναις η φυλή Δάν εζήτει εαυτη κληρονομίαν κατοικήσαι, ότι ουκ ενέπεσεν αυτη έως της ημέρας εκείνης εν μέσω φυλών υιών Ισραήλ κληρονομία. 2 και απέστειλαν οι υιοί Δάν από δήμων αυτών πέντε άνδρας υιούς δυνάμεως από Σαραά και από Εσθαόλ του κατασκέψασθαι την γην και εξιχνιάσαι αυτήν και είπαν προς αυτούς· πορεύεσθε και εξιχνιάσατε την γην. και ήλθον έως όρους Εφραίμ έως οίκου Μιχαία και ηυλίσθησαν αυτοί εκεί 3 εν οίκω Μιχαία, και αυτοί επέγνωσαν την φωνήν του νεανίσκου του Λευίτου και εξέκλιναν εκεί και είπαν αυτω· τις ήνεγκέ σε ώδε, και συ τι ποιείς εν τω τόπω τούτω, και τι σοι ώδε; 4 και είπε προς αυτούς· ούτω και ούτως εποίησέ μοι Μιχαίας και εμισθώσατό με, και εγενόμην αυτω εις ιερέα. 5 και είπαν αυτω· επερώτησον δη εν τω Θεω, και γνωσόμεθα ει ευοδωθήσεται η οδός ημών, εν ή ημείς πορευόμεθα εν αυτη. 6 και είπεν αυτοίς ο ιερεύς· πορεύεσθε εν ειρήνη· ενώπιον Κυρίου η οδός υμών, εν ή πορεύεσθε εν αυτη. 7 και επορεύθησαν οι πέντε άνδρες και ήλθον εις Λαισά· και είδαν τον λαόν τον εν μέσω αυτής καθήμενον επ ‘ ελπίδι, ως κρίσις Σιδωνίων ησυχάζουσα, και ουκ έστι διατρέπων ή καταισχύνων λόγον εν τη γη, κληρονόμος εκπιέζων θησαυρούς, και μακράν εισι Σιδωνίων και λόγον ουκ έχουσι προς άνθρωπον. 8 και ήλθον οι πέντε άνδρες προς τους αδελφούς αυτών εις Σαραά και Εσθαόλ και είπον τοις αδελφοίς αυτών· τι υμείς κάθησθε; 9 και είπαν· ανάστητε και αναβώμεν επ ‘ αυτούς, ότι είδομεν την γην και ιδού αγαθή σφόδρα· και υμείς ησυχάζετε; μη οκνήσητε του πορευθήναι και εισελθείν του κληρονομήσαι την γην. 10 και ηνίκα εάν έλθητε, εισελεύσεσθε προς λαόν επ ‘ ελπίδι, και η γη πλατεία, ότι έδωκεν αυτήν ο Θεός εν χειρί υμών, τόπος, όπου ουκ έστιν εκεί υστέρημα παντός ρήματος των εν τη γη.

 11 Και απήραν εκείθεν από δήμων του Δάν από Σαραά και από Εσθαόλ εξακόσιοι άνδρες εζωσμένοι σκεύη παρατάξεως. 12 και ανέβησαν και παρενέβαλον εν Καριαθιαρίμ εν Ιούδα· δια τούτο εκλήθη εν εκείνω τω τόπω Παρεμβολή Δάν έως της ημέρας ταύτης, ιδού οπίσω Καριαθιαρίμ. 13 και παρήλθον εκείθεν όρος Εφραίμ και ήλθον έως οίκου Μιχαία. 14 και απεκρίθησαν οι πέντε άνδρες οι πορευόμενοι κατασκέψασθαι την γην Λαισά και είπαν προς τους αδελφούς· έγνωτε ότι εστίν εν τω οίκω τούτω εφώδ και θεραφίν και γλυπτόν και χωνευτόν; και νυν γνώτε ό,τι ποιήσετε. 15 και εξέκλιναν εκεί και εισήλθον εις τον οίκον του νεανίσκου του Λευίτου, εις τον οίκον Μιχαία, και ηρώτησαν αυτόν εις ειρήνην. 16 και οι εξακόσιοι άνδρες οι ανεζωσμένοι τα σκεύη της παρατάξεως αυτών εστώτες παρά θύρας της πύλης, οι εκ των υιών Δάν. 17 και ανέβησαν οι πέντε άνδρες οι πορευθέντες κατασκέψασθαι την γην και εισήλθον εκεί εις οίκον Μιχαία, και ο ιερεύς εστώς· 18 και έλαβον το γλυπτόν και το εφώδ και το θεραφίν και το χωνευτόν. και είπε προς αυτούς ο ιερεύς· τι υμείς ποιείτε; 19 και είπαν αυτω· κώφευσον, επίθες την χείρά σου επί το στόμα σου και δεύρο μεθ ‘ ημών και γένου ημίν εις πατέρα και εις ιερέα· μη αγαθόν είναί σε ιερέα οίκου ανδρός ενός ή γενέσθαι σε ιερέα φυλής και οίκου εις δήμον Ισραήλ; 20 και ηγαθύνθη η καρδία του ιερέως, και έλαβε το εφώδ και το θεραφίν και το γλυπτόν και το χωνευτόν και ήλθεν εν μέσω του λαού. 21 και επέστρεψαν και απήλθαν· και έθηκαν τα τέκνα και την κτήσιν και το βάρος έμπροσθεν αυτών. 22 αυτοί εμάκρυναν από οίκου Μιχαία και ιδού Μιχαίας και οι άνδρες οι εν ταις οικίαις ταις μετά οίκου Μιχαία εβόησαν και κατελάβοντο τους υιούς Δάν. 23 και επέστρεψαν οι υιοί Δάν το πρόσωπον αυτών και είπαν τω Μιχαία· τι εστί σοι, ότι εβόησας; 24 και είπε Μιχαίας· ότι το γλυπτόν μου, ό εποίησα, ελάβετε και τον ιερέα και επορεύθητε· και τι μοι έτι; και τι τούτο λέγετε προς με· τι κράζεις; 25 και είπαν προς αυτόν οι υιοί Δάν· μη ακουσθήτω δη φωνή σου μεθ ‘ ημών, μη ποτε συναντήσωσιν ημίν άνδρες πικροί ψυχή και προσθήσουσι ψυχήν σου και την ψυχήν του οίκου σου. 26 και επορεύθησαν οι υιοί Δάν εις οδόν αυτών· και είδε Μιχαίας ότι δυνατώτεροί εισιν υπέρ αυτόν, και επέστρεψεν εις τον οίκον αυτού. 27 και οι υιοί Δάν έλαβον ό εποίησε Μιχαίας, και τον ιερέα, ος ην αυτω, και ήλθον επί Λαισά, επί λαόν ησυχάζοντα και πεποιθότα επ ‘ ελπίδι και επάταξαν αυτούς εν στόματι ρομφαίας και την πόλιν ενέπρησαν εν πυρί· 28 και ουκ ην ο ρυόμενος, ότι μακράν εστιν από Σιδωνίων, και λόγος ουκ έστιν αυτοίς μετά ανθρώπου, και αυτή εν τη κοιλάδι του οίκου Ραάβ. και ωκοδόμησαν την πόλιν και κατεσκήνωσαν εν αυτη 29 και εκάλεσαν το όνομα της πόλεως Δάν εν ονόματι Δάν πατρός αυτών, ος ετέχθη τω Ισραήλ· και ην Ουλαμαϊς όνομα της πόλεως το πρότερον. 30 και έστησαν εαυτοίς οι υιοί Δάν το γλυπτόν· και Ιωνάθαν υιος Γηρσών υιος Μανασσή, αυτός και οι υιοί αυτού ήσαν ιερείς τη φυλή Δάν έως ημέρας της αποικίας της γης. 31 και έθηκαν εαυτοίς το γλυπτόν, ό εποίησε Μιχαίας πάσας τας ημέρας, ας ην ο οίκος του Θεού εν Σηλώμ.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΚΑΙ εγένετο εν ταις ημέραις εκείναις ουκ ην βασιλεύς εν Ισραήλ· και εγένετο ανήρ Λευίτης παροικών εν μηροίς όρους Εφραίμ και έλαβεν αυτω γυναίκα παλλακήν από Βηθλεέμ Ιούδα. 2 και επορεύθη απ ‘ αυτού η παλλακή αυτού και απήλθε παρ ‘ αυτού εις οίκον πατρός αυτής εις Βηθλεέμ Ιούδα και ην εκεί ημέρας μηνών τεσσάρων. 3 και ανέστη ο ανήρ αυτής και επορεύθη οπίσω αυτής του λαλήσαι επί καρδίαν αυτής του επιστρέψαι αυτήν αυτω, και νεανίας αυτού μετ ‘ αυτού και ζεύγος όνων· η δε εισήνεγκεν αυτόν εις οίκον πατρός αυτής, και είδεν αυτόν ο πατήρ της νεάνιδος και ηυφράνθη εις συνάντησιν αυτού. 4 και κατέσχεν αυτόν ο γαμβρός αυτού ο πατήρ της νεάνιδος και εκάθισε μετ ‘ αυτού επί τρεις ημέρας, και έφαγον και έπιον και ηυλίσθησαν εκεί. 5 και εγένετο τη ημέρα τη τετάρτη και ώρθρισαν το πρωϊ και ανέστη του πορευθήναι· και είπεν ο πατήρ της νεάνιδος προς τον νυμφίον αυτού· στήρισον την καρδίαν σου ψωμω άρτου, και μετά τούτο πορεύσεσθε. 6 και εκάθισαν και έφαγον οι δύο επί το αυτό και έπιον· και είπεν ο πατήρ της νεάνιδος προς τον άνδρα· άγε δη αυλίσθητι, και αγαθυνθήσεται η καρδία σου. 7 και ανέστη ο ανήρ του πορεύεσθαι αυτός· και εβιάσατο αυτόν ο γαμβρός αυτού, και εκάθισε και ηυλίσθη εκεί. 8 και ώρθρισε το πρωϊ τη ημέρα τη πέμπτη του πορευθήναι· και είπεν ο πατήρ της νεάνιδος· στήρισον δη την καρδίαν σου και στράτευσον έως κλίναι την ημέραν· και έφαγον οι δύο. 9 και ανέστη ο ανήρ του πορευθήναι, αυτός και η παλλακή αυτού και ο νεανίας αυτού· και είπεν αυτω ο γαμβρός αυτού ο πατήρ της νεάνιδος· ιδού δη ησθένησεν ημέρα εις την εσπέραν· αυλίσθητι ώδε, και αγαθυνθήσεται η καρδία σου, και ορθριείτε αύριον εις οδόν υμών και πορεύση εις το σκήνωμά σου. 10 και ουκ ευδόκησεν ο ανήρ αυλισθήναι και ανέστη και απήλθε και ήλθεν έως απέναντι Ιεβούς (αύτη εστίν Ιερουσαλήμ), και μετ ‘ αυτού ζεύγος όνων επισεσαγμένων, και η παλλακή αυτού μετ ‘ αυτού. 11 και ήλθοσαν έως Ιεβούς, και η ημέρα προβεβήκει σφόδρα· και είπεν ο νεανίας προς τον κύριον αυτού· δεύρο δη και εκκλίνωμεν εις πόλιν του Ιεβουσί ταύτην και αυλισθώμεν εν αυτη. 12 και είπε προς αυτόν ο κύριος αυτού· ουκ εκκλινούμεν εις πόλιν αλλοτρίαν, εν ή ουκ έστιν από υιών Ισραήλ ώδε, και παρελευσόμεθα έως Γαβαά. 13 και είπε τω νεανία αυτού· δεύρο και εγγίσωμεν ενί των τόπων και αυλισθησόμεθα εν Γαβαά ή εν Ραμά. 14 και παρήλθον και επορεύθησαν, και έδυ αυτοίς ο ήλιος εχόμενα της Γαβαά, ή εστι τω Βενιαμίν. 15 και εξέκλιναν εκεί του εισελθείν αυλισθήναι εν Γαβαά· και εισήλθον και εκάθισαν εν τη πλατεία της πόλεως, και ουκ ην ανήρ συνάγων αυτούς εις οικίαν αυλισθήναι. 16 και ιδού ανήρ πρεσβύτης ήρχετο εξ έργων αυτού εξ αγρού εν εσπέρα· και ο ανήρ ην εξ όρους Εφραίμ, και αυτός παρώκει εν Γαβαά, και οι άνδρες του τόπου υιοί Βενιαμίν. 17 και ήρε τους οφθαλμούς αυτού και είδε τον οδοιπόρον άνδρα εν τη πλατεία της πόλεως· και είπεν ο ανήρ ο πρεσβύτης· που πορεύη και πόθεν έρχη; 18 και είπεν προς αυτόν· παραπορευόμεθα ημείς από Βηθλεέμ Ιούδα έως μηρών όρους Εφραίμ· εκείθεν εγώ ειμι και επορεύθην έως Βηθλεέμ Ιούδα, και εις τον οίκόν μου εγώ πορεύομαι, και ουκ έστιν ανήρ συνάγων με εις την οικίαν· 19 και γε άχυρα και χορτάσματά εστι τοις όνοις ημών, και άρτος και οίνός εστιν εμοί και τη παιδίσκη και τω νεανίσκω μετά των παίδων σου, ουκ έστιν υστέρημα παντός πράγματος. 20 και είπεν ο ανήρ πρεσβύτης· ειρήνη σοι, πλήν παν το υστέρημά σου επ ‘ εμέ· πλήν εν τη πλατεία ου μη αυλισθήση. 21 και εισήνεγκεν αυτόν εις τον οίκον αυτού και τόπον εποίησε τοις όνοις, και αυτοί ενίψαντο τους πόδας αυτών και έφαγον και έπιον. 22 αυτοί δε αγαθύνοντες καρδίαν αυτών και ιδού άνδρες της πόλεως υιοί παρανόμων εκύκλωσαν την οικίαν κρούοντες επί την θύραν. και είπον προς τον άνδρα τον κύριον του οίκου τον πρεσβύτην λέγοντες· εξένεγκε τον άνδρα, ος εισήλθεν εις την οικίαν σου, ίνα γνώμεν αυτόν. 23 και εξήλθε προς αυτούς ο ανήρ ο κύριος του οίκου και είπε· μη αδελφοί, μη κακοποιήσητε δη μετά το εισελθείν τον άνδρα τούτον εις την οικίαν μου, μη ποιήσητε την αφροσύνην ταύτην· 24 ιδέ η θυγάτηρ μου η παρθένος και η παλλακή αυτού, εξάξω αυτάς, και ταπεινώσατε αυτάς και ποιήσατε αυταίς το αγαθόν εν οφθαλμοίς υμών· και τω ανδρί τούτω μη ποιήσητε το ρήμα της αφροσύνης ταύτης. 25 και ουκ ευδόκησαν οι άνδρες του εισακούσαι αυτού. και επελάβετο ο ανήρ της παλλακής αυτού και εξήγαγεν αυτήν προς αυτούς έξω, και έγνωσαν αυτήν και ενέπαιζον εν αυτη όλην την νύκτα έως το πρωϊ· και εξαπέστειλαν αυτήν, ως ανέβη το πρωϊ. 26 και ήλθεν η γυνή προς τον όρθρον και έπεσε παρά την θύραν του οίκου, ου ην αυτής εκεί ο ανήρ, έως ου διέφαυσε. 27 και ανέστη ο ανήρ αυτής το πρωϊ και ήνοιξε τας θύρας του οίκου, και εξήλθε του πορευθήναι την οδόν αυτού, και ιδού η γυνή αυτού η παλλακή πεπτωκυία παρά τας θύρας του οίκου, και αι χείρες αυτής επί το πρόθυρον. 28 και είπε προς αυτήν· ανάστα και απέλθωμεν· και ουκ απεκρίθη, ότι ην νεκρά. και έλαβεν αυτήν επί τον όνον και επορεύθη εις τον τόπον αυτού. 29 και έλαβε την ρομφαίαν και εκράτησε την παλλακήν αυτού και εμέλισεν αυτήν εις δώδεκα μέλη και απέστειλεν αυτά εν παντί ορίω Ισραήλ. 30 και εγένετο πας ο βλέπων έλεγεν· ουκ εγένετο και ουχ εώραται από ημέρας αναβάσεως υιών Ισραήλ εκ γης Αιγύπτου έως της ημέρας ταύτης θέσθε υμίν αυτοίς βουλήν επ ‘ αυτήν και λαλήσατε.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΚΑΙ εξήλθον πάντες οι υιοί Ισραήλ, και εξεκκλησιάσθη η συναγωγή ως ανήρ εις από Δάν και έως Βηρσαβεέ και γη του Γαλαάδ προς Κύριον εις Μασσηφά. 2 και εστάθησαν κατά πρόσωπον Κυρίου πάσαι αι φυλαί του Ισραήλ εν εκκλησία του λαού του Θεού, τετρακόσιαι χιλιάδες ανδρών πεζών έλκοντες ρομφαίαν. 3 και ήκουσαν οι υιοί Βενιαμίν ότι ανέβησαν οι υιοί Ισραήλ εις Μασσηφά. και ελθόντες είπαν οι υιοί Ισραήλ· λαλήσατε, που εγένετο η πονηρία αύτη; 4 και απεκρίθη ο ανήρ ο Λευίτης, ο ανήρ της γυναικός της φονευθείσης, και είπεν· εις Γαβαά της Βενιαμίν ήλθον εγώ και η παλλακή μου του αυλισθήναι. 5 και ανέστησαν επ ‘ εμέ οι άνδρες της Γαβαά και εκύκλωσαν επ ‘ εμέ επί την οικίαν νυκτός· εμέ ηθέλησαν φονεύσαι και την παλλακήν μου εταπείνωσαν και απέθανε. 6 και εκράτησα την παλλακήν μου και εμέλισα αυτήν και εξαπέστειλα εν παντί ορίω κληρονομίας υιών Ισραήλ, ότι εποίησαν ζέμα και απόπτωμα εν Ισραήλ. 7 ιδού πάντες υμείς, υιοί Ισραήλ, δότε εαυτοίς λόγον και βουλήν εκεί. 8 και ανέστη πας ο λαός ως ανήρ εις, λέγοντες· ουκ απελευσόμεθα ανήρ εις σκήνωμα αυτού και ουκ επιστρέψομεν ανήρ εις τον οίκον αυτού. 9 και νυν τούτο το ρήμα, ό ποιηθήσεται τη Γαβαά· αναβησόμεθα επ ‘ αυτήν εν κλήρω, 10 πλήν ληψόμεθα δέκα άνδρας τοις εκατόν εις πάσας φυλάς Ισραήλ και εκατόν τοις χιλίοις και χιλίους τοις μυρίοις, λαβείν επισιτισμόν του ποιήσαι ελθείν αυτούς εις Γαβαά Βενιαμίν, ποιήσαι αυτη κατά παν το απόπτωμα, ό εποίησεν εν Ισραήλ. 11 και συνήχθη πας ανήρ Ισραήλ εις την πόλιν ως ανήρ εις.

 12 Και απέστειλαν αι φυλαί Ισραήλ άνδρας εν πάση φυλή Βενιαμίν λέγοντες· τις η πονηρία αύτη η γενομένη εν υμίν; 13 και νυν δότε τους άνδρας υιούς παρανόμων τους εν Γαβαά, και θανατώσομεν αυτούς και εκκαθαριούμεν πονηρίαν από Ισραήλ. και ουκ ευδόκησαν οι υιοί Βενιαμίν ακούσαι της φωνής των αδελφών αυτών υιών Ισραήλ. 14 και συνήχθησαν οι υιοί Βενιαμίν από των πόλεων αυτών εις Γαβαά εξελθείν εις παράταξιν προς υιούς Ισραήλ. 15 και επεσκέπησαν οι υιοί Βενιαμίν εν τη ημέρα εκείνη από των πόλεων είκοσι τρεις χιλιάδες, ανήρ έλκων ρομφαίαν, εκτός των οικούντων την Γαβαά, οί επεσκέπησαν επτακόσιοι άνδρες 16 εκλεκτοί εκ παντός λαού αμφοτεροδέξιοι· πάντες ούτοι σφενδονήται εν λίθοις προς τρίχα, και ουκ εξαμαρτάνοντες. 17 και ανήρ Ισραήλ επεσκέπησαν εκτός του Βενιαμίν, τετρακόσιαι χιλιάδες ανδρών ελκόντων ρομφαίαν· πάντες ούτοι άνδρες παρατάξεως. 18 και ανέστησαν και ανέβησαν εις Βαιθήλ και ηρώτησαν εν τω Θεω και είπαν οι υιοί Ισραήλ· τις αναβήσεται ημίν εν αρχή εις παράταξιν προς υιούς Βενιαμίν; και είπε Κύριος· Ιούδας εν αρχή αναβήσεται αφηγούμενος. 19 και ανέστησαν οι υιοί Ισραήλ το πρωϊ και παρενέβαλον επί Γαβαά. 20 και εξήλθον πας ανήρ Ισραήλ εις παράταξιν προς Βενιαμίν και συνήψαν αυτοίς επί Γαβαά. 21 και εξήλθον οι υιοί Βενιαμίν από της Γαβαά και διέφθειραν εν Ισραήλ εν τη ημέρα εκείνη δύο και είκοσι χιλιάδας ανδρών επί την γην. 22 και ενίσχυσαν ανήρ Ισραήλ και προσέθηκαν συνάψαι παράταξιν εν τω τόπω, όπου συνήψαν εν τη ημέρα τη πρώτη. 23 και ανέβησαν οι υιοί Ισραήλ και έκλαυσαν ενώπιον Κυρίου έως εσπέρας και ηρώτησαν εν Κυρίω λέγοντες· ει προσθώμεν εγγίσαι εις παράταξιν προς υιούς Βενιαμίν αδελφούς ημών; και είπε Κύριος· ανάβητε προς αυτούς. 24 και προσήλθον οι υιοί Ισραήλ προς υιούς Βενιαμίν εν τη ημέρα τη δευτέρα. 25 και εξήλθον οι υιοί Βενιαμίν εις συνάντησιν αυτοίς από της Γαβαά εν τη ημέρα τη δευτέρα και διέφθειραν από υιών Ισραήλ έτι οκτωκαίδεκα χιλιάδας ανδρών επί την γην· πάντες ούτοι έλκοντες ρομφαίαν. 26 και ανέβησαν πάντες οι υιοί Ισραήλ και πας ο λαός και ήλθον εις Βαιθήλ και έκλαυσαν, και εκάθισαν εκεί ενώπιον Κυρίου και ενήστευσαν εν τη ημέρα εκείνη έως εσπέρας και ανήνεγκαν ολοκαυτώσεις και τελείας ενώπιον Κυρίου· 27 ότι εκεί κιβωτός διαθήκης Κυρίου του Θεού, 28 και Φινεές υιος Ελεάζαρ υιού Ααρών παρεστηκώς ενώπιον αυτής εν ταις ημέραις εκείναις. και επηρώτησαν οι υιοί Ισραήλ εν Κυρίω λέγοντες· ει προσθώμεν έτι εξελθείν εις παράταξιν προς υιούς Βενιαμίν αδελφούς ημών ή επίσχωμεν; και είπε Κύριος· ανάβητε, ότι αύριον δώσω αυτούς εις χείρας υμών.

 29 Και έθηκαν οι υιοί Ισραήλ ένεδρα τη Γαβαά κύκλω. 30 και ανέβησαν οι υιοί Ισραήλ προς υιούς Βενιαμίν εν τη ημέρα τη τρίτη και συνήψαν προς την Γαβαά ως άπαξ και άπαξ. 31 και εξήλθον οι υιοί Βενιαμίν εις συνάντησιν του λαού και εξεκενώθησαν εκ της πόλεως και ήρξαντο πατάσσειν από του λαού τραυματίας ως άπαξ και άπαξ εν ταις οδοίς, ή εστι μία αναβαίνουσα εις Βαιθήλ και μία εις Γαβαά εν αγρω, ως τριάκοντα άνδρας εν Ισραήλ. 32 και είπαν οι υιοί Βενιαμίν· πίπτουσιν ενώπιον ημών ως το πρώτον. και οι υιοί Ισραήλ είπαν· φύγωμεν και εκκενώσωμεν αυτούς από της πόλεως εις τας οδούς· και εποίησαν ούτω. 33 και πας ανήρ ανέστη εκ του τόπου αυτών και συνήψαν εν Βααλθαμάρ, και το ένεδρον Ισραήλ επήρχετο εκ του τόπου αυτού από Μαοραγαβέ. 34 και ήλθον εξ εναντίας Γαβαά δέκα χιλιάδες ανδρών εκλεκτών εκ παντός Ισραήλ και παράταξις βαρεία· και αυτοί ου έγνωσαν, ότι φθάνει επ ‘ αυτούς η κακία. 35 και επάταξε Κύριος τον Βενιαμίν ενώπιον υιών Ισραήλ, και διέφθειραν οι υιοί Ισραήλ εκ του Βενιαμίν εν τη ημέρα εκείνη είκοσι και πέντε χιλιάδας και εκατόν άνδρας· πάντες ούτοι είλκον ρομφαίαν. 36 και είδον οι υιοί Βενιαμίν ότι επλήγησαν· και έδωκεν ανήρ Ισραήλ τω Βενιαμίν τόπον, ότι ήλπισαν προς το ένεδρον, ό έθηκαν επί τη Γαβαά. 37 και εν τω αυτούς υποχωρήσαι και το ένεδρον εκινήθη και εξέτειναν επί την Γαβαά, και εξεχύθη το ένεδρον και επάταξαν την πόλιν εν στόματι ρομφαίας. 38 και σημείον ην τοις υιοίς Ισραήλ μετά του ενέδρου της μάχης ανενέγκαι αυτούς σύσσημον καπνού από της πόλεως. 39 και είδον οι υιοί Ισραήλ ότι προκατελάβετο το ένεδρον την Γαβαά, και έστησαν εν τη παρατάξει, και Βενιαμίν ήρξατο πατάσσειν τραυματίας εν ανδράσιν Ισραήλ ως τριάκοντα άνδρας, ότι είπαν· πάλιν πτώσει πίπτουσιν ενώπιον ημών ως η παράταξις η πρώτη. 40 και το σύσσημον ανέβη επί πλείον επί της πόλεως ως στύλος καπνού· και επέβλεψε Βενιαμίν οπίσω αυτού, και ιδού ανέβη συντέλεια της πόλεως έως ουρανού. 41 και ανήρ Ισραήλ επέστρεψε, και έσπευσαν άνδρες Βενιαμίν, ότι είδον ότι συνήντησεν επ ‘ αυτούς η πονηρία. 42 και επέβλεψαν ενώπιον υιών Ισραήλ εις την οδόν της ερήμου και έφυγον, και η παράταξις έφθασεν επ ‘ αυτούς, και οι από των πόλεων διέφθειρον αυτούς εν μέσω αυτών. 43 και κατέκοπτον τον Βενιαμίν και εδίωξαν αυτόν από Νουά κατά πόδα αυτού έως απέναντι Γαβαά προς ανατολάς ηλίου. 44 και έπεσον από Βενιαμίν οκτωκαίδεκα χιλιάδες ανδρών· οι πάντες ούτοι άνδρες δυνάμεως. 45 και επέβλεψαν οι λοιποί και έφευγον εις την έρημον προς την πέτραν του Ρεμμών, και εκαλαμήσαντο εξ αυτών οι υιοί Ισραήλ πεντακισχιλίους άνδρας· και κατέβησαν οπίσω αυτών οι υιοί Ισραήλ έως Γεδάν και επάταξαν εξ αυτών δισχιλίους άνδρας. 46 και εγένοντο πάντες οι πεπτωκότες από Βενιαμίν εικοσιπέντε χιλιάδες ανδρών ελκόντων ρομφαίαν εν τη ημέρα εκείνη· οι πάντες ούτοι άνδρες δυνάμεως. 47 και επέβλεψαν οι λοιποί και έφυγον εις την έρημον προς την πέτραν του Ρεμμών, εξακόσιοι άνδρες, και εκάθισαν εν πέτρα Ρεμμών τέσσαρας μήνας. 48 και οι υιοί Ισραήλ επέστρεψαν προς υιούς Βενιαμίν και επάταξαν αυτούς εν στόματι ρομφαίας από πόλεως Μεθλά και έως κτήνους και έως παντός του ευρισκομένου εις πάσας τας πόλεις· και τας πόλεις τας ευρεθείσας ενέπρησαν εν πυρί.

 ΚΡΙΤΑΙ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΚΑΙ οι υιοί Ισραήλ ώμοσαν εν Μασσηφάθ λέγοντες· ανήρ εξ ημών ου δώσει θυγατέρα αυτού τω Βενιαμίν εις γυναίκα. 2 και ήλθεν ο λαός εις Βαιθήλ και εκάθισαν εκεί έως εσπέρας ενώπιον του Θεού και ήραν φωνήν αυτών και έκλαυσαν κλαυθμόν μέγαν 3 και είπαν· εις τι, Κύριε Θεέ Ισραήλ, εγενήθη αύτη του επισκεπήναι σήμερον από Ισραήλ φυλήν μίαν; 4 και εγένετο τη επαύριον και ώρθρισεν ο λαός και ωκοδόμησαν εκεί θυσιαστήριον, και ανήνεγκαν ολοκαυτώσεις και τελείας. 5 και είπαν οι υιοί Ισραήλ· τις ουκ ανέβη εν τη εκκλησία από πασών φυλών Ισραήλ προς Κύριον; ότι ο όρκος μέγας ην τοις ουκ αναβεβηκόσι προς Κύριον εις Μασσηφάθ λέγοντες· θανάτω θανατωθήσεται. 6 και παρεκλήθησαν οι υιοί Ισραήλ προς Βενιαμίν αδελφόν αυτών και είπαν· εξεκόπη σήμερον φυλή μία από Ισραήλ· 7 τι ποιήσωμεν αυτοίς τοις περισσοίς τοις υπολειφθείσιν εις γυναίκας; και ημείς ωμόσαμεν εν Κυρίω του μη δούναι αυτοίς από των θυγατέρων ημών εις γυναίκας. 8 και είπαν· τις εις από φυλών Ισραήλ, ος ουκ ανέβη προς Κύριον εις Μασσηφάθ; και ιδού ουκ ήλθεν ανήρ εις την παρεμβολήν από Ιαβίς Γαλαάδ εις την εκκλησίαν. 9 και επεσκέπη ο λαός, και ουκ ην εκεί ανήρ από οικούντων Ιαβίς Γαλαάδ. 10 και απέστειλεν εκεί η συναγωγή δώδεκα χιλιάδας ανδρών από υιών της δυνάμεως και ενετείλατο αυτοίς λέγοντες· πορεύεσθε και πατάξατε τους οικούντας Ιαβίς Γαλαάδ εν στόματι ρομφαίας. 11 και τούτο ποιήσετε· παν άρσεν και πάσαν γυναίκα ευδυίαν κοίτην άρσενος αναθεματιείτε, τας δε παρθένους περιποιήσεσθε. και εποίησαν ούτως. 12 και εύρον από οικούντων Ιαβίς Γαλαάδ τετρακοσίας νεάνιδας παρθένους, αίτινες ουκ έγνωσαν άνδρα εις κοίτην άρσενος, και ήνεγκαν αυτάς εις την παρεμβολήν εις Σηλώμ την εν γη Χαναάν. 13 και απέστειλαν πάσα η συναγωγή και ελάλησαν προς τους υιούς Βενιαμίν εν τη πέτρα Ρεμμών και εκάλεσαν αυτούς εις ειρήνην. 14 και επέστρεψε Βενιαμίν προς τους υιούς Ισραήλ εν τω καιρω εκείνω, και έδωκαν αυτοίς οι υιοί Ισραήλ τας γυναίκας, ας εζωοποίησαν από των θυγατέρων Ιαβίς Γαλαάδ· και ήρεσεν αυτοίς ούτω.

 15 Και ο λαός παρεκλήθη επί τω Βενιαμίν, ότι εποίησε Κύριος διακοπήν εν ταις φυλαίς Ισραήλ. 16 και είπον οι πρεσβύτεροι της συναγωγής· τι ποιήσωμεν τοις περισσοίς εις γυναίκας; ότι ηφανίσθη από Βενιαμίν γυνή. 17 και είπαν· Κληρονομία διασωζομένων των Βενιαμίν, και ουκ εξαλειφθήσεται φυλή από Ισραήλ· 18 ότι ημείς ου δυνησόμεθα δούναι αυτοίς γυναίκας από των θυγατέρων ημών, ότι ωμόσαμεν εν υιοίς Ισραήλ λέγοντες· επικατάρατος ο διδούς γυναίκα τω Βενιαμίν. 19 και είπαν· ιδού δη εορτή Κυρίου εν Σηλώμ αφ ‘ ημερών εις ημέρας, ή εστιν από βορρά της Βαιθήλ κατ ‘ ανατολάς ηλίου επί της οδού της αναβαινούσης από Βαιθήλ εις Συχέμ και από νότου της Λεβωνά. 20 και ενετείλαντο τοις υιοίς Βενιαμίν λέγοντες· πορεύεσθε και ενεδρεύσατε εν τοις αμπελώσι· 21 και όψεσθε και ιδού, εάν εξέλθωσιν αι θυγατέρες των οικούντων Σηλώ χορεύειν εν τοις χοροίς, και εξελεύσεσθε εκ των αμπελώνων και αρπάσατε εαυτοίς ανήρ γυναίκα, από των θυγατέρων Σηλώμ και πορεύεσθε εις γην Βενιαμίν. 22 και έσται όταν έλθωσιν οι πατέρες αυτών ή οι αδελφοί αυτών κρίνεσθαι προς ημάς, και ερούμεν αυτοίς· έλεος ποιήσατε ημίν αυτάς, ότι ουκ ελάβομεν ανήρ γυναίκα αυτού εν τη παρατάξει, ότι ουχ υμείς εδώκατε αυτοίς· ως κλήρος πλημμελήσατε. 23 και εποίησαν ούτως οι υιοί Βενιαμίν και έλαβον γυναίκας εις αριθμόν αυτών από των χορευουσών, ων ήρπασαν· και επορεύθησαν και υπέστρεψαν εις την κληρονομίαν αυτών και ωκοδόμησαν τας πόλεις και εκάθισαν εν αυταίς. 24 και περιεπάτησαν εκείθεν οι υιοί Ισραήλ εν τω καιρω εκείνω ανήρ εις φυλήν αυτού και εις συγγένειαν αυτού, και εξήλθον εκείθεν ανήρ εις την κληρονομίαν αυτού. 25 εν δε ταις ημέραις εκείναις ουκ ην βασιλεύς εν Ισραήλ· ανήρ το ευθές ενώπιον αυτού εποίει.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.