Τρίτη, 27 Νοεμβρίου 2012

Ρούθ




ΡΟΥΘ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΚΑΙ εγένετο εν τω κρίνειν τους κριτάς και εγένετο λιμός εν τη γη, και επορεύθη ανήρ από Βηθλεέμ της Ιούδα του παροικήσαι εν αγρω Μωάβ, αυτός και η γυνή αυτού και οι δύο υιοί αυτού. 2 και όνομα τω ανδρί Ελιμέλεχ, και όνομα τη γυναικί αυτού Νεωμίν, και όνομα τοις δυσίν υιοίς αυτού Μααλών και Χελαιών, Εφραθαίοι εκ Βηθλεέμ της Ιούδα· και ήλθοσαν εις αγρόν Μωάβ και ήσαν εκεί. 3 και απέθανεν Ελιμέλεχ ο ανήρ της Νεωμίν, και κατελείφθη αύτη και οι δύο υιοί αυτής. 4 και ελάβοσαν εαυτοίς γυναίκας Μωαβίτιδας, όνομα τη μια ‘Ορφά, και όνομα τη δευτέρα Ρουθ· και κατώκησαν εκεί ως δέκα έτη. 5 και απέθανον και γε αμφότεροι, Μααλών και Χελαιών, και κατελείφθη η γυνή από του ανδρός αυτής και από των δύο υιών αυτής. 6 και ανέστη αύτη και αι δύο νύμφαι αυτής και απέστρεψαν εξ αγρού Μωάβ, ότι ήκουσεν εν αγρω Μωάβ ότι επέσκεπται Κύριος τον λαόν αυτού δούναι αυτοίς άρτους,
7 και εξήλθεν εκ του τόπου, ου ην εκεί, και αι δύο νύμφαι αυτής μετ ‘ αυτής· και επορεύοντο εν τη οδω του επιστρέψαι εις την γην Ιούδα. 8 και είπε Νωεμίν ταις δυσί νύμφαις αυτής· πορεύεσθαι δη, αποστράφητε εκάστη εις οίκον μητρός αυτής· ποιήσαι Κύριος μετ ‘ υμών έλεος, καθώς εποιήσατε μετά των τεθνηκόταν και μετ ‘ εμού· 9 δώη Κύριος υμίν και εύροιτε ανάπαυσιν εκάστη εν οίκω ανδρός αυτής· και κατεφίλησεν αυτάς, και επήραν την φωνήν αυτών και έκλαυσαν. 10 και είπαν αυτη· μετά σου επιστρέφομεν εις τον λαόν σου. 11 και είπε Νωεμίν· επιστράφητε δη, θυγατέρες μου· και ινατί πορεύεσθε μετ ‘ εμού; μη έτι μοι υιοί εν τη κοιλία μου και έσονται υμίν εις άνδρας; 12 επιστράφητε δη, θυγατέρες μου, διότι γεγήρακα του μη είναι ανδρί· ότι είπα, ότι έστι μοι υπόστασις του γενηθήναί με ανδρί και τέξομαι υιούς, 13 μη αυτούς προσδέξεσθαι έως ου αδρυνθώσιν; ή αυτοίς κατασχεθήσεσθε του μη γενέσθαι ανδρί; μη δη, θυγατέρες μου, ότι επικράνθη μοι υπέρ υμάς, ότι εξήλθεν εν εμοί χείρ Κυρίου. 14 και επήραν την φωνήν αυτών και έκλαυσαν έτι· και κατεφίλησεν ‘Ορφά την πενθεράν αυτής και επέστρεψεν εις τον λαόν αυτής, Ρουθ δε ηκολούθησεν αυτη. 15 και είπε Νωεμίν προς Ρουθ· ιδού ανέστρεψεν η σύννυμφός σου προς λαόν αυτής και προς τους θεούς αυτής· επιστράφηθι δη και συ οπίσω της συννύμφου σου. 16 είπε δε Ρουθ· μη απάντησαί μοι του καταλιπείν σε ή αποστρέψαι όπισθέν σου· ότι συ όπου εάν πορευθής, πορεύσομαι, και ου εάν αυλισθής, αυλισθήσομαι· ο λαός σου λαός μου, και ο Θεός σου Θεός μου· 17 και ου εάν αποθάνης, αποθανούμαι, κακεί ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος και τάδε προσθείη, ότι θάνατος διαστελεί αναμέσον εμού και σου. 18 ιδούσα δε Νωεμίν ότι κραταιούται αυτή του πορεύεσθαι μετ ‘ αυτής, εκόπασε του λαλήσαι προς αυτήν έτι. 19 επορεύθησαν δε αμφότεραι, έως του παραγενέσθαι αυτάς εις Βηθλεέμ. και εγένετο εν τω ελθείν αυτάς εις Βηθλεέμ, και ήχησε πάσα η πόλις επ ‘ αυταίς και είπον· ει αύτη εστί Νωεμίν; 20 και είπε προς αυτάς· μη δη καλείτέ με Νωεμίν, καλέσατέ με Πικράν, ότι επικράνθη εν εμοί ο ικανός σφόδρα· 21 εγώ πλήρης επορεύθην, και κενήν απέστρεψέ με ο Κύριος· και ινατί καλείτέ με Νωεμίν; και Κύριος εταπείνωσέ με, και ο ικανός εκάκωσέ με. 22 και επέστρεψε Νωεμίν και Ρουθ η Μωαβίτις η νύμφη αυτής επιστρέφουσαι εξ αγρού Μωάβ· αύται δε παρεγενήθησαν εις Βηθλεέμ εν αρχή θερισμού κριθών.

 ΡΟΥΘ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ τη Νωεμίν ανήρ γνώριμος τω ανδρί αυτής· ο δε ανήρ δυνατός ισχύϊ εκ της συγγενείας Ελιμέλεχ, και όνομα αυτω Βοόζ. 2 και είπε Ρουθ η Μωαβίτις προς Νωεμίν· πορευθώ δη εις αγρόν και συνάξω εν τοις στάχυσι κατόπισθεν ου εάν εύρω χάριν εν οφθαλμοίς αυτού. είπε δε αυτη· πορεύου, θύγατερ. 3 και επορεύθη και ελθούσα συνέλεξεν εν τω αγρω κατόπισθεν των θεριζόντων· και περιέπεσε περιπτώματι τη μερίδι του αγρού Βοόζ του εκ της συγγενείας Ελιμέλεχ. 4 και ιδού Βοόζ ήλθεν εκ Βηθλεέμ και είπε τοις θερίζουσι· Κύριος μεθ ‘ υμών· και είπον αυτω· ευλογήσαι σε Κύριος. 5 και είπε Βοόζ τω παιδαρίω αυτού τω εφεστώτι επί τους θερίζοντας· τίνος η νεάνις αύτη; 6 και απεκρίθη το παιδάριον το εφεστώς επί τους θερίζοντας και είπεν· η παις η Μωαβίτίς εστιν η αποστραφείσα μετά Νωεμίν εξ αγρού Μωάβ 7 και είπε· συλλέξω δη και συνάξω εν τοις δράγμασιν όπισθεν των θεριζόντων· και ήλθε και έστη από πρωϊθεν και έως εσπέρας, ου κατέπαυσεν εν τω αγρω μικρόν. 8 και είπε Βοόζ προς Ρουθ· ουκ ήκουσας, θύγατερ; μη πορευθής εν αγρω συλλέξαι ετέρω, και συ ου πορεύση εντεύθεν· ώδε κολλήθητι μετά των κορασίων μου· 9 οι οφθαλμοί σου εις τον αγρόν, ου εάν θερίζωσι, και πορεύση κατόπισθεν αυτών· ιδού ενετειλάμην τοις παιδαρίοις του μη άψαισθαί σου· και ότε διψήσεις και πορευθήση εις τα σκεύη και πίεσαι όθεν εάν υδρεύωνται τα παιδάρια. 10 και έπεσεν επί πρόσωπον αυτής και προσεκύνησεν επί την γην και είπε προς αυτόν· τι ότι εύρον χάριν εν οφθαλμοίς σου του επιγνώναί με, και εγώ ειμι ξένη; 11 και απεκρίθη Βοόζ και είπεν αυτη· απαγγελία απηγγέλη μοι όσα πεποίηκας μετά της πενθεράς σου μετά το αποθανείν τον άνδρα σου και Πως κατέλιπες τον πατέρα σου και την μητέρα σου και την γην γενέσεώς σου και επορεύθης προς λαόν, ον ουκ ήδεις εχθές και τρίτης· 12 αποτίσαι Κύριος την εργασίαν σου και γένοιτο ο μισθός σου πλήρης παρά Κυρίου Θεού Ισραήλ, προς ον ήλθες πεποιθέναι υπό τας πτέρυγας αυτού. 13 η δε είπεν· εύροιμι χάριν εν οφθαλμοίς σου, κύριε, ότι παρεκάλεσάς με και ότι ελάλησας επί καρδίαν της δούλης σου, και ιδού εγώ έσομαι ως μία των παιδισκών σου. 14 και είπεν αυτη Βοόζ· ήδη ωρα του φαγείν, πρόσελθε ώδε και φάγεσαι των άρτων και βάψεις τον ψωμόν σου εν τω όξει. και εκάθισε Ρουθ εκ πλαγίων των θεριζόντων, και εβούνισεν αυτη Βοόζ άλφιτον, και έφαγε και ενεπλήσθη και κατέλιπε. 15 και ανέστη του συλλέγειν, και ενετείλατο Βοόζ τοις παιδαρίοις αυτού λέγων· και γε ανά μέσον των δραγμάτων συλλεγέτω, και μη καταισχύνητε αυτήν· 16 και βαστάζοντες βαστάσατε αυτη και γε παραβάλλοντες παραβαλείτε αυτη εκ των βεβουνισμένων· και φάγεται και συλλέξει, και ουκ επιτιμήσετε αυτη. 17 και συνέλεξεν εν τω αγρω έως εσπέρας· και ερράβδισεν α συνέλεξε, και εγενήθη ως οιφί κριθών. 18 και ήρε και εισήλθεν εις την πόλιν, και είδεν η πενθερά αυτής α συνέλεξε, και εξενέγκασα Ρουθ έδωκεν αυτη α κατέλιπεν, εξ ων ενεπλήσθη. 19 και είπεν αυτη η πενθερά αυτής· που συνέλεξας σήμερον και που εποίησας; είη ο επιγνούς σε ευλογημένος. και ανήγγειλε Ρουθ τη πενθερά αυτής που εποίησε, και είπε· το όνομα του ανδρός, μεθ ‘ ου εποίησα σήμερον, Βοόζ. 20 είπε δε Νωεμίν τη νύμφη αυτής· ευλογητός εστι τω Κυρίω, ότι ουκ εγκατέλιπε το έλεος αυτού μετά των ζώντων και μετά των τεθνηκότων. και είπεν αυτη Νωεμίν· εγγίζει ημίν ο ανήρ, εκ των αγχιστευόντων ημίν εστι. 21 και είπε Ρουθ προς την πενθεράν αυτής· και γε ότι είπε προς με· μετά των κορασίων των εμών προσκολλήθητι έως αν τελέσωσιν όλον τον αμητόν, ος υπάρχει μοι. 22 και είπε Νωεμίν προς Ρουθ την νύμφην αυτής· αγαθόν, θύγατερ, ότι εξήλθες μετά των κορασίων αυτού, και ουκ απαντήσονταί σοι εν αγρω ετέρω. 23 και προσεκολλήθη Ρουθ τοις κορασίοις του Βοόζ του συλλέγειν έως του συντελέσαι τον θερισμόν των κριθών και των πυρών.

 ΡΟΥΘ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ εκάθισε μετά της πενθεράς αυτής. είπε δε αυτη Νωεμίν η πενθερά αυτής· θύγατερ, ου μη ζητήσω σοι ανάπαυσιν, ίνα εύ γένηταί σοι; 2 και νυν ουχί Βοόζ γνώριμος ημών, ου ης μετά των κορασίων αυτού; ιδού αυτός λικμά τον άλωνα των κριθών ταύτη τη νυκτί. 3 συ δε λούση και αλείψη και περιθήσεις τον ιματισμόν σου επί σεαυτη και αναβήση επί τον άλω· μη γνωρισθής τω ανδρί έως του συντελέσαι αυτόν του φαγείν και πιείν· 4 και έσται εν τω κοιμηθήναι αυτόν, και γνώση τον τόπον όπου κοιμάται εκεί, και ελεύση και αποκαλύψεις τα προς ποδών αυτού και κοιμηθήση, και αυτός απαγγελεί σοι α ποιήσεις. 5 είπε δε Ρουθ προς αυτήν· πάντα όσα αν είπης, ποιήσω. 6 και κατέβη εις τον άλω και εποίησε κατά πάντα, όσα ενετείλατο αυτη η πενθερά αυτής. 7 και έφαγε Βοόζ και έπιε και ηγαθύνθη η καρδία αυτού, και ήλθε κοιμηθήναι εν μερίδι της στοιβής· η δε ήλθε κρυφή και απεκάλυψε τα προς ποδών αυτού. 8 εγένετο δε εν τω μεσονυκτίω και εξέστη ο ανήρ και εταράχθη, και ιδού γυνή κοιμάται προς ποδών αυτού. 9 είπε δε· τις ει συ; η δε είπεν· εγώ ειμι Ρουθ η δούλη σου, και περιβαλείς το πτερύγιόν σου επί την δούλην σου, ότι αγχιστεύς ει συ. 10 και είπε Βοόζ· ευλογημένη συ τω Κυρίω Θεω, θύγατερ, ότι ηγάθυνας το έλεός σου το έσχατον υπέρ το πρώτον, μη πορευθήναί σε οπίσω νεανιών, είτοι πτωχός είτοι πλούσιος. 11 και νυν, θύγατερ, μη φοβού· πάντα, όσα εάν είπης, ποιήσω σοι· οίδε γαρ πάσα φυλή λαού μου ότι γυνή δυνάμεως ει συ. 12 και νυν ο αληθώς αγχιστεύς εγώ ειμι. και γε εστιν αγχιστεύς εγγίων υπέρ εμέ. 13 αυλίσθητι την νύκτα, και έσται το πρωϊ, εάν αγχιστεύση σε, αγαθόν, αγχιστευέτω· εάν δε μη βούληται αγχιστεύσαί σε, αγχιστεύσω σε εγώ, ζη Κύριος· κοιμήθητι έως το πρωϊ. 14 και εκοιμήθη προς ποδών αυτού έως πρωϊ. η δε ανέστη προ του επιγνώναι άνδρα τον πλησίον αυτού· και είπε Βοόζ· μη γνωσθήτω ότι ήλθε γυνή εις τον άλω. 15 και είπεν αυτη· φέρε το περίζωμα το επάνω σου. και εκράτησεν αυτό, και εμέτρησεν εξ κριθών και επέθηκεν επ ‘ αυτήν· και εισήλθεν εις την πόλιν. 16 και Ρουθ εισήλθε προς την πενθεράν αυτής· η δε είπεν αυτη· θύγατερ· και είπεν αυτη πάντα, όσα εποίησεν αυτη ο ανήρ. 17 και είπεν αυτη· τα εξ των κριθών ταύτα έδωκέ μοι, ότι είπε προς με· μη εισέλθης κενή προς την πενθεράν σου. 18 η δε είπε· κάθου, θύγατερ, έως του επιγνώναί σε Πως ου πεσείται ρήμα· ου γαρ μη ησυχάση ο ανήρ, έως αν τελεσθή το ρήμα σήμερον.

 ΡΟΥΘ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ Βοόζ ανέβη επί την πύλην, και εκάθισεν εκεί, και ιδού ο αγχιστεύς παρεπορεύετο, ον ελάλησε Βοόζ. και είπε προς αυτόν Βοόζ· εκκλίνας κάθισον ώδε, κρύφιε. και εξέκλινε και εκάθισε. 2 και έλαβε Βοόζ δέκα άνδρας από των πρεσβυτέρων της πόλεως και είπε· καθίσατε ώδε· και εκάθισαν. 3 και είπε Βοόζ τω αγχιστεί· την μερίδα του αγρού, ή εστι του αδελφού ημών του Ελιμέλεχ, ή δέδοται Νωεμίν τη επιστρεφούση εξ αγρού Μωάβ, 4 καγώ είπα· αποκαλύψω το ους σου λέγων· κτήσαι εναντίον των καθημένων και εναντίον των πρεσβυτέρων του λαού μου· ει αγχιστεύεις, αγχίστευε· ει δε μη αγχιστεύεις, ανάγγειλόν μοι και γνώσομαι· ότι ουκ έστι πάρεξ σου του αγχιστεύσαι, καγώ ειμι μετά σε. ο δε είπεν· εγώ ειμι, αγχιστεύσω. 5 και είπε Βοόζ· εν ημέρα του κτήσασθαί σε τον αγρόν εκ χειρός Νωεμίν και παρά Ρουθ της Μωαβίτιδος γυναικός του τεθνηκότος, και αυτήν κτήσασθαί σε δεί ωστε αναστήσαι το όνομα του τεθνηκότος επί της κληρονομίας αυτού. 6 και είπεν ο αγχιστεύς· ου δυνήσομαι αγχιστεύσαι εμαυτω, μη ποτε διαφθείρω την κληρονομίαν μου· αγχίστευσον σεαυτω την αγχιστείαν μου, ότι ου δυνήσομαι αγχιστεύσαι. 7 και τούτο το δικαίωμα έμπροσθεν εν τω Ισραήλ επί την αγχιστείαν και επί το αντάλλαγμα του στήσαι πάντα λόγον, και υπελύετο ανήρ το υπόδημα αυτού και εδίδου τω πλησίον αυτού τω αγχιστεύοντι την αγχιστείαν αυτού, και τούτο ην μαρτύριον εν Ισραήλ. 8 και είπεν ο αγχιστεύς τω Βοόζ· κτήσαι σεαυτω την αγχιστείαν μου· και υπελύσατο το υπόδημα αυτού και έδωκεν αυτω. 9 και είπε Βοόζ τοις πρεσβυτέροις και παντί τω λαω· μάρτυρες υμείς σήμερον, ότι κέκτημαι πάντα τα του Ελιμέλεχ και πάντα, όσα υπάρχει τω Χελαιών και τω Μααλών εκ χειρός Νωεμίν· 10 και γε Ρουθ την Μωαβίτιν την γυναίκα Μααλών κέκτημαι εμαυτω εις γυναίκα του αναστήσαι το όνομα του τεθνηκότος επί της κληρονομίας αυτού, και ουκ εξολοθρευθήσεται το όνομα του τεθνηκότος εκ των αδελφών αυτού και εκ της φυλής λαού αυτού· μάρτυρες υμείς σήμερον. 11 και είποσαν πας ο λαός οι εν τη πύλη· μάρτυρες. και οι πρεσβύτεροι είποσαν· δώη Κύριος την γυναίκά σου την εισπορευομένην εις τον οίκόν σου ως Ραχήλ και ως Λείαν, αι ωκοδόμησαν αμφότεροι τον οίκον του Ισραήλ και εποίησαν δύναμιν εν Εφραθά, και έσται όνομα εν Βηθλεέμ· 12 και γένοιτο ο οίκός σου ως ο οίκος Φαρές, ον έτεκε Θάμαρ τω Ιούδα, εκ του σπέρματος ου δώσει Κύριός σοι εκ της παιδίσκης ταύτης. 13 και έλαβε Βοόζ την Ρουθ, και εγενήθη αυτω εις γυναίκα, και εισήλθε προς αυτήν, και έδωκεν αυτη Κύριος κύησιν, και έτεκεν υιόν. 14 και είπαν αι γυναίκες προς Νωεμίν· ευλογητός Κύριος, ος ου κατέλυσέ σοι σήμερον τον αγχιστέα, και καλέσαι το όνομά σου εν Ισραήλ, 15 και έσται σοι εις επιστρέφοντα ψυχήν και του διαθρέψαι την πολιάν σου, ότι η νύμφη η αγαπήσασά σε έτεκεν αυτόν, ή εστιν αγαθή σοι υπέρ επτά υιούς. 16 και έλαβε Νωεμίν το παιδίον και έθηκεν εις τον κόλπον αυτής και εγενήθη αυτω εις τιθηνόν. 17 και εκάλεσαν αυτού αι γείτονες όνομα λέγουσαι· ετέχθη υιος τη Νωεμίν· και εκάλεσαν το όνομα αυτού ‘Ωβήδ· ούτος πατήρ Ιεσσαί πατρός Δαυίδ. 18 και αύται αι γενέσεις Φαρές· Φαρές εγέννησε τον Εσρώμ, 19 Εσρώμ δε εγέννησε τον Αράν, και Αράν εγέννησε τον Αμιναδάβ, 20 και Αμιναδάβ εγέννησε τον Ναασσών, και Ναασσών εγέννησε τον Σαλμάν, 21 και Σαλμάν εγέννησε τον Βοόζ, και Βοόζ εγέννησε τον ‘Ωβήδ, 22 και ‘Ωβήδ εγέννησε τον Ιεσσαί, και Ιεσσαί εγέννησε τον Δαυίδ.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.