Τρίτη, 27 Νοεμβρίου 2012

Α' Βασιλειών




 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΑΝΘΡΩΠΟΣ ην εξ Αρμαθαίμ Σιφά, εξ όρους Εφραίμ, και όνομα αυτω Ελκανά υιος Ιερεμεήλ υιού ‘Ηλιού υιού Θοκέ εν Νασίβ Εφραίμ. 2 και τούτω δύο γυναίκες· όνομα τη μια Άννα, και όνομα τη δευτέρα Φεννάνα· και ην τη Φεννάνα παιδία, και τη Άννα ουκ ην παιδίον. 3 και ανέβαινεν ο άνθρωπος εξ ημερών εις ημέρας εκ πόλεως αυτού εξ Αρμαθαίμ προσκυνείν και θύειν Κυρίω τω Θεω Σαβαώθ εις Σηλώ· και εκεί Ηλί και οι δύο υιοί αυτού ‘Οφνί και Φινεές ιερείς του Κυρίου. 4 και εγενήθη ημέρα και έθυσεν Ελκανά και έδωκε τη Φεννάνα, γυναικί αυτού, και τοις υιοίς αυτής μερίδας· 5 και τη Άννα έδωκε μερίδα μίαν, ότι ουκ ην αυτη παιδίον, πλήν ότι την Άνναν ηγάπα Ελκανά υπέρ ταύτην. και Κύριος απέκλεισε τα περί την μήτραν αυτής, 6 ότι ουκ έδωκεν αυτη Κύριος παιδίον κατά την θλίψιν αυτής και κατά την αθυμίαν της θλίψεως αυτής, και ηθύμει δια τούτο, ότι συνέκλεισε Κύριος τα περί την μήτραν αυτής του μη δούναι αυτη παιδίον.
7 ούτως εποίει ενιαυτόν κατ ‘ ενιαυτόν, εν τω αναβαίνειν αυτήν εις οίκον Κυρίου· και ηθύμει και έκλαιε και ουκ ήσθιε. 8 και είπεν αυτη Ελκανά ο ανήρ αυτής· Άννα. και είπεν αυτω· ιδού εγώ, κύριε. και είπεν αυτη· τι έστι σοι, ότι κλαίεις; και ινατί ουκ εσθίεις; και ινατί τύπτει σε η καρδία σου; ουκ αγαθός εγώ σοι υπέρ δέκα τέκνα; 9 και ανέστη Άννα μετά το φαγείν αυτούς εν Σηλώ και κατέστη ενώπιον Κυρίου, και Ηλί ο ιερεύς εκάθητο επί του δίφρου επί των φλιών ναού Κυρίου. 10 και αυτή κατώδυνος ψυχή και προσηύξατο προς Κύριον και κλαίουσα έκλαυσε 11 και ηύξατο ευχήν Κυρίω λέγουσα· Αδωναϊ Κύριε Ελωέ Σαβαώθ, εάν επιβλέπων επιβλέψης επί την ταπείνωσιν της δούλης σου και μνησθής μου και δως τη δούλη σου σπέρμα ανδρών, και δώσω αυτόν ενώπιόν σου δοτόν έως ημέρας θανάτου αυτού, και οίνον και μέθυσμα ου πίεται, και σίδηρος ουκ αναβήσεται επί την κεφαλήν αυτού. 12 και εγενήθη ότε επλήθυνε προσευχομένη ενώπιον Κυρίου, και Ηλί ο ιερεύς εφύλαξε το στόμα αυτής· 13 και αύτη ελάλει εν τη καρδία αυτής και τα χείλη αυτής εκινείτο, και φωνή αυτής ουκ ηκούετο· και ελογίσατο αυτή Ηλί εις μεθύουσαν. 14 και είπεν αυτη το παιδάριον Ηλί· έως πότε μεθυσθήση; περιελού τον οίνόν σου και πορεύου εκ προσώπου Κυρίου. 15 και απεκρίθη Άννα και είπεν· ουχί, κύριε· γυνή, ή σκληρά ημέρα, εγώ ειμι και οίνον και μέθυσμα ου πέπωκα και εκχέω την ψυχήν μου ενώπιον Κυρίου· 16 μη δως την δούλην σου εις θυγατέρα λοιμήν, ότι εκ πλήθους αδολεσχίας μου εκτέτακα έως νυν. 17 και απεκρίθη Ηλί και είπεν αυτη· πορεύου εις ειρήνην· ο Θεός Ισραήλ δώη σοι παν αίτημά σου, ό ητήσω παρ ‘ αυτού. 18 και είπεν· εύρεν η δούλη σου χάριν εν οφθαλμοίς σου. και επορεύθη η γυνή εις την οδόν αυτής και εισήλθεν εις το κατάλυμα αυτής και έφαγε μετά του ανδρός αυτής και έπιε, και το πρόσωπον αυτής ου συνέπεσεν έτι. 19 και ορθρίζουσι το πρωϊ και προσκυνούσι τω Κυρίω και πορεύονται την οδόν αυτών. και εισήλθεν Ελκανά εις τον οίκον αυτού Αρμαθαίμ και έγνω την Άνναν γυναίκα αυτού, και εμνήσθη αυτής Κύριος, και συνέλαβε. 20 και εγενήθη τω καιρω των ημερών και έτεκεν υιόν· και εκάλεσε το όνομα αυτού Σαμουήλ και είπεν· ότι παρά Κυρίου Θεού Σαβαώθ ητησάμην αυτόν.

 21 Και ανέβη ο άνθρωπος Ελκανά και πας ο οίκος αυτού θύσαι εν Σηλώμ την θυσίαν των ημερών και τας ευχάς αυτού και πάσας τας δεκάτας της γης αυτού· 22 και Άννα ουκ ανέβη μετ ‘ αυτού, ότι είπε τω ανδρί αυτής· έως του αναβήναι το παιδάριον, εάν απογαλακτίσω αυτό, και οφθήσεται τω προσώπω Κυρίου και καθήσεται έως αιώνος εκεί. 23 και είπεν αυτη Ελκανά ο ανήρ αυτής· ποίει το αγαθόν εν οφθαλμοίς σου, κάθου έως αν απογαλακτίσης αυτό· αλλά στήσαι Κύριος το εξελθόν εκ του στόματός σου. και εκάθισεν η γυνή και εθήλασε τον υιόν αυτής, έως αν απογαλακτίση αυτόν. 24 και ανέβη μετ ‘ αυτού εις Σηλώμ εν μόσχω τριετίζοντι και άρτοις και οιφί σεμιδάλεως και νέβελ οίνου και εισήλθεν εις οίκον Κυρίου εν Σηλώμ, και το παιδάριον μετ ‘ αυτών. 25 και προσήγαγον ενώπιον Κυρίου, και έσφαξεν ο πατήρ αυτού την θυσίαν, ην εποίει εξ ημερών εις ημέρας τω Κυρίω, και προσήγαγε το παιδάριον και έσφαξε τον μόσχον. και προσήγαγεν Άννα η μήτηρ του παιδίου προς Ηλί 26 και είπεν· εν εμοί, κύριε· ζη η ψυχή σου, εγώ η γυνή η καταστάσα ενώπιόν σου μετά σου εν τω προσεύξασθαι προς Κύριον· 27 υπέρ του παιδαρίου τούτου προσηυξάμην, και έδωκέ μοι Κύριος το αίτημά μου, ό ητησάμην παρ ‘ αυτού· 28 καγώ κιχρώ αυτόν τω Κυρίω πάσας τας ημέρας, ας ζη αυτός, χρήσιν τω Κυρίω. Και είπεν.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΕΣΤΕΡΕΩΘΗ η καρδία μου εν Κυρίω, υψώθη κέρας μου εν Θεω μου· επλατύνθη επ ‘ εχθρούς μου το στόμα μου, ευφράνθην εν σωτηρία σου. 2 ότι ουκ έστιν άγιος ως Κύριος, και ουκ έστι δίκαιος ως ο Θεός ημών· ουκ έστιν άγιος πλήν σου. 3 μη καυχάσθε, και μη λαλείτε υψηλά, μη εξελθέτω μεγαλορρημοσύνη εκ του στόματος υμών, ότι Θεός γνώσεων Κύριος και Θεός ετοιμάζων επιτηδεύματα αυτού. 4 τόξον δυνατών ησθένησε, και ασθενούντες περιεζώσαντο δύναμιν· 5 πλήρεις άρτων ηλαττώθησαν, και οι πεινώντες παρήκαν γην· ότι στείρα έτεκεν επτά, και η πολλή εν τέκνοις ησθένησε. 6 Κύριος θανατοί και ζωογονεί, κατάγει εις άδου και ανάγει· 7 Κύριος πτωχίζει και πλουτίζει, ταπεινοί και ανυψοί. 8 ανιστά από γης πένητα και από κοπρίας εγείρει πτωχόν καθίσαι μετά δυναστών λαού και θρόνον δόξης κατακληρονομών αυτοίς. 9 διδούς ευχήν τω ευχομένω και ευλόγησεν έτη δικαίου· ότι ουκ εν ισχύϊ δυνατός ανήρ, 10 Κύριος ασθενή ποιήσει αντίδικον αυτού, Κύριος άγιος. μη καυχάσθω ο φρόνιμος εν τη φρονήσει αυτού, και μη καυχάσθω ο δυνατός εν τη δυνάμει αυτού, και μη καυχάσθω ο πλούσιος εν τω πλούτω αυτού, αλλ ‘ εν τούτω καυχάσθω ο καυχώμενος, συνιείν και γινώσκειν τον Κύριον και ποιείν κρίμα και δικαιοσύνην εν μέσω της γης. Κύριος ανέβη εις ουρανούς και εβρόντησεν, αυτός κρινεί άκρα γης, και δίδωσιν ισχύν τοις βασιλεύσιν ημών και υψώσει κέρας χριστού αυτού.

 11 Και κατέλιπεν αυτόν εκεί ενώπιον Κυρίου και απήλθεν εις Αρμαθαίμ, και το παιδάριον ην λειτουργών τω προσώπω Κυρίου ενώπιον Ηλί του ιερέως.

 12 Και οι υιοί Ηλί του ιερέως υιοί λοιμοί ουκ ειδότες τον Κύριον. και το δικαίωμα του ιερέως παρά του λαού, παντός του θύοντος· 13 και ήρχετο το παιδάριον του ιερέως, ως αν ηψήθη το κρέας, και κρεάγρα τριόδους εν τη χειρί αυτού, 14 και επάταξεν αυτήν εις τον λέβητα τον μέγαν ή εις το χαλκείον ή εις την χύτραν· και παν, ό εάν ανέβη εν τη κρεάγρα, ελάμβανεν εαυτω ο ιερεύς· κατά τάδε εποίουν παντί Ισραήλ τοις ερχομένοις θύσαι Κυρίω εν Σηλώμ. 15 και πριν θυμιαθήναι το στέαρ, ήρχετο το παιδάριον του ιερέως και έλεγε τω ανδρί τω θύοντι· δος κρέας οπτήσαι τω ιερεί, και ου μη λάβω παρά σου κρέας εφθόν εκ του λέβητος. 16 και έλεγεν ο ανήρ ο θύων· θυμιαθήτω πρώτον, ως καθήκει, το στέαρ, και λάβε σεαυτω εκ πάντων, ων επιθυμεί η ψυχή σου. και είπεν· ουχί, ότι νυν δώσεις, και εάν μη, λήψομαι κραταιώς. 17 και ην η αμαρτία ενώπιον Κυρίου των παιδαρίων μεγάλη σφόδρα, ότι ηθέτουν την θυσίαν Κυρίου. 18 και Σαμουήλ ην λειτουργών ενώπιον Κυρίου παιδάριον περιεζωσμένον εφούδ βάρ, 19 και διπλοϊδα μικράν εποίησεν αυτω η μήτηρ αυτού και ανέφερεν αυτω εξ ημερών εις ημέρας εν τω αναβαίνειν αυτήν μετά του ανδρός αυτής θύσαι την θυσίαν των ημερών. 20 και ευλόγησεν Ηλί τον Ελκανά και την γυναίκα αυτού λέγων· αποτίσαι σοι Κύριος σπέρμα εκ της γυναικός ταύτης αντί του χρέους, ου έχρησας τω Κυρίω. και απήλθεν ο άνθρωπος εις τον τόπον αυτού, 21 και επεσκέψατο Κύριος την Άνναν, και έτεκεν έτι τρεις υιούς και δύο θυγατέρας. και εμεγαλύνθη το παιδάριον Σαμουήλ ενώπιον Κυρίου.

 22 Και Ηλί πρεσβύτης σφόδρα· και ήκουσεν α εποίουν οι υιοί αυτού τοις υιοίς Ισραήλ, 23 και είπεν αυτοίς· ινατί ποιείτε κατά το ρήμα τούτο, ό εγώ ακούω εκ στόματος παντός του λαού Κυρίου; 24 μη, τέκνα, ότι ουκ αγαθή η ακοή, ην εγώ ακούω· μη ποιείτε ούτως, ότι ουκ αγαθαί αι ακοαί, ας εγώ ακούω, του μη δουλεύειν λαόν Θεω. 25 εάν αμαρτάνων αμάρτη ανήρ εις άνδρα, και προσεύξονται υπέρ αυτού προς Κύριον· και εάν τω Κυρίω αμάρτη, τις προσεύξεται υπέρ αυτού; και ουκ ήκουον της φωνής του πατρός αυτών, ότι βουλόμενος εβούλετο Κύριος διαφθείραι αυτούς. 26 και το παιδάριον Σαμουήλ επορεύετο και εμεγαλύνετο και ην αγαθόν μετά Κυρίου και μετά ανθρώπων. 27 και ήλθεν ο άνθρωπος Θεού προς Ηλί και είπε· τάδε λέγει Κύριος· αποκαλυφθείς απεκαλύφθην προς οίκον του πατρός σου όντων αυτών εν γη Αιγύπτω δούλων τω οίκω Φαραώ 28 και εξελεξάμην τον οίκον του πατρός σου εκ πάντων των σκήπτρων Ισραήλ εμοί ιερατεύειν και αναβαίνειν επί θυσιαστήριόν μου και θυμιάν θυμίαμα και αίρειν εφούδ και έδωκα τω οίκω του πατρός σου τα πάντα του πυρός υιών Ισραήλ εις βρώσιν· 29 ινατί επέβλεψας επί το θυμίαμά μου και εις την θυσίαν μου αναιδεί οφθαλμω και εδόξασας τους υιούς σου υπέρ εμέ ενευλογείσθαι απαρχής πάσης θυσίας του Ισραήλ έμπροσθέν μου; 30 δια τούτο τάδε λέγει Κύριος ο Θεός Ισραήλ· είπα· ο οίκός σου και ο οίκος του πατρός σου διελεύσεται ενώπιόν μου έως αιώνος· και νυν φησί Κύριος· μηδαμώς εμοί, ότι αλλ ‘ ή τους δοξάζοντάς με δοξάσω, και ο εξουθενών με ατιμασθήσεται. 31 ιδού έρχονται ημέραι και εξολοθρεύσω το σπέρμα σου και το σπέρμα οίκου πατρός σου, 32 και ουκ έσται σοι πρεσβύτης εν οίκω μου πάσας τας ημέρας· 33 και άνδρα ουκ εξολοθρεύσω σοι από του θυσιαστηρίου μου εκλείπειν τους οφθαλμούς αυτού και καταρρείν την ψυχήν αυτού, και πας περισσεύων οίκου σου πεσούνται εν ρομφαία ανδρών. 34 και τούτό σοι το σημείον, ό ήξει επί τους δύο υιούς σου, ‘Οφνί και Φινεές· εν μια ημέρα αποθανούνται αμφότεροι. 35 και αναστήσω εμαυτω ιερέα πιστόν, ος πάντα τα εν τη καρδία μου και τα εν τη ψυχή μου ποιήσει· και οικοδομήσω αυτω οίκον πιστόν, και διελεύσεται ανώπιον χριστού μου πάσας τας ημέρας. 36 και έσται ο περισσεύων εν οίκω σου ήξει προσκυνείν αυτω οβολού αργυρίου λέγων· παράρριψόν με επί μίαν των ιερατειών σου φαγείν άρτον.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ το παιδάριον Σαμουήλ ην λειτουργών τω Κυρίω ενώπιον Ηλί του ιερέως· και ρήμα Κυρίου ην τίμιον εν ταις ημέραις εκείναις, ουκ ην όρασις διαστέλλουσα. 2 και εγένετο εν τη ημέρα εκείνη και Ηλί εκάθευδεν εν τω τόπω αυτού, και οι οφθαλμοί αυτού ήρξαντο βαρύνεσθαι, και ουκ ηδύναντο βλέπειν. 3 και ο λύχνος του Θεού πριν επισκευασθήναι, και Σαμουήλ εκάθευδεν εν τω ναω, ου η κιβωτός του Θεού. 4 και εκάλεσε Κύριος· Σαμουήλ Σαμουήλ· και είπεν· ιδού εγώ. 5 και έδραμε προς Ηλί και είπεν· ιδού εγώ, ότι κέκληκάς με· και είπεν· ου κέκληκά σε, ανάστρεφε, κάθευδε· και ανέστρεψε και εκάθευδε. 6 και προσέθετο Κύριος και εκάλεσε· Σαμουήλ Σαμουήλ· και επορεύθη προς Ηλί το δεύτερον και είπεν· ιδού εγώ, ότι κέκληκάς με· και είπεν· ου κέκληκά σε, ανάστρεφε, κάθευδε· 7 και Σαμουήλ πριν ή γνώναι Θεόν και αποκαλυφθήναι αυτω ρήμα Κυρίου. 8 και προσέθετο Κύριος καλέσαι Σαμουήλ εν τρίτω· και ανέστη και επορεύθη προς Ηλί και είπεν· ιδού εγώ, ότι κέκληκάς με. και εσοφίσατο Ηλί ότι Κύριος κέκληκε το παιδάριον, 9 και είπεν· ανάστρεφε, κάθευδε, τέκνον, και έσται εάν καλέση σε και ερείς· λάλει, Κύριε, ότι ακούει ο δούλός σου. και επορεύθη Σαμουήλ και εκοιμήθη εν τω τόπω αυτού. 10 και ήλθε Κύριος και κατέστη και εκάλεσεν αυτόν ως άπαξ και άπαξ, και είπε Σαμουήλ· λάλει, ότι ακούει ο δούλός σου. 11 και είπε Κύριος προς Σαμουήλ· ιδού εγώ ποιώ τα ρήματά μου εν Ισραήλ, ωστε παντός ακούοντος αυτά ηχήσει αμφότερα τα ώτα αυτού. 12 εν τη ημέρα εκείνη επεγερώ επί Ηλί πάντα, όσα ελάλησα εις τον οίκον αυτού, άρξομαι και επιτελέσω. 13 και ανήγγελκα αυτω ότι εκδικώ εγώ τον οίκον αυτού έως αιώνος εν αδικίαις υιών αυτού, ότι κακολογούντες Θεόν οι υιοί αυτού, και ουκ ενουθέτει αυτούς 14 και ουδ ‘ ούτως. ώμοσα τω οίκω Ηλί· ει εξιλασθήσεται αδικία οίκου Ηλί εν θυμιάματι και εν θυσίαις έως αιώνος. 15 και κοιμάται Σαμουήλ έως πρωϊ και ώρθρισε το πρωϊ και ήνοιξε τας θύρας οίκου Κυρίου· και Σαμουήλ εφοβήθη απαγγείλαι την όρασιν τω Ηλί. 16 και είπεν Ηλί προς Σαμουήλ· Σαμουήλ τέκνον· και είπεν· ιδού εγώ. 17 και είπε· τι το ρήμα το λαληθέν προς σε; μη δη κρύψης απ ‘ εμού· τάδε ποιήσαι σοι ο Θεός και τάδε προσθείη, εάν κρύψης απ ‘ εμού ρήμα εκ πάντων των λόγων των λαληθέντων σοι εν τοις ωσί σου. 18 και απήγγειλε Σαμουήλ πάντας τους λόγους και ουκ έκρυψεν απ ‘ αυτού. και είπεν Ηλί· Κύριος αυτός, το αγαθόν ενώπιον αυτού ποιήσει. 19 και εμεγαλύνθη Σαμουήλ, και ην Κύριος μετ ‘ αυτού, και ουκ έπεσεν από πάντων των λόγων αυτού επί την γην. 20 και έγνωσαν πας Ισραήλ από Δάν και έως Βηρσαβεέ ότι πιστός Σαμουήλ εις προφήτην τω Κυρίω. 21 και προσέθετο Κύριος δηλωθήναι εν Σηλώμ, ότι απεκαλύφθη Κύριος προς Σαμουήλ· και επιστεύθη Σαμουήλ του προφήτης γενέσθαι τω Κυρίω εις πάντα Ισραήλ απ ‘ άκρων της γης και έως άκρων. και Ηλί πρεσβύτης σφόδρα, και οι υιοί αυτού πορευόμενοι επορεύοντο και πονηρά η οδός αυτών ενώπιον Κυρίου.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ εγενήθη εν ταις ημέραις εκείναις και συναθροίζονται αλλόφυλοι επί Ισραήλ εις πόλεμον· και εξήλθεν Ισραήλ εις απάντησιν αυτοίς εις πόλεμον και παρεμβάλλουσιν επί Αβενέζερ, και οι αλλόφυλοι παρεμβάλλουσιν εν Αφέκ. 2 και παρατάσσονται αλλόφυλοι εις πόλεμον επί Ισραήλ· και έκλινεν ο πόλεμος, και έπταισεν ανήρ Ισραήλ ενώπιον αλλοφύλων, και επλήγησαν εν τη παρατάξει εν αγρω τέσσαρες χιλιάδες ανδρών. 3 και ήλθεν ο λαός εις την παρεμβολήν, και είπαν οι πρεσβύτεροι Ισραήλ· κατά τι έπταισεν ημάς Κύριος σήμερον ενώπιον αλλοφύλων; λάβωμεν την κιβωτόν του Θεού ημών εκ Σηλώμ, και εξελθέτω εκ μέσου ημών, και σώσει ημάς εκ χειρός εχθρών ημών. 4 και απέστειλεν ο λαός εις Σηλώμ, και αίρουσιν εκείθεν την κιβωτόν Κυρίου καθημένου Χερουβίμ· και αμφότεροι οι υιοί Ηλί μετά της κιβωτού, ‘Οφνί και Φινεές. 5 και εγενήθη ως ήλθεν η κιβωτός Κυρίου εις την παρεμβολήν, και ανέκραξε πας Ισραήλ φωνή μεγάλη, και ήχησεν η γη. 6 και ήκουσαν οι αλλόφυλοι της κραυγής, και είπον οι αλλόφυλοι· τις η κραυγή η μεγάλη αύτη εν τη παρεμβολή των Εβραίων; και έγνωσαν ότι κιβωτός Κυρίου ήκει εις την παρεμβολήν. 7 και εφοβήθησαν οι αλλόφυλοι και είπον· ούτοι οι θεοί ήκασι προς αυτούς εις την παρεμβολήν· ουαί ημίν· εξελού ημάς, κύριε, σήμερον, ότι ου γέγονε τοιαύτη εχθές και τρίτην. 8 ουαί ημίν· τις εξελείται ημάς εκ χειρός των θεών των στερεών τούτων; ούτοι οι θεοί, οι πατάξαντες την Αίγυπτον εν πάση πληγή και εν τη ερήμω. 9 κραταιούσθε και γίνεσθε εις άνδρας αλλόφυλοι, όπως μη δουλεύσητε τοις Εβραίοις, καθώς εδούλευσαν ημίν, και έσεσθε εις άνδρας και πολεμήσατε αυτούς. 10 και επολέμησαν αυτούς· και πταίει ανήρ Ισραήλ, και έφυγεν έκαστος εις σκήνωμα αυτού· και εγένετο πληγή μεγάλη σφόδρα, και έπεσον εξ Ισραήλ τριάκοντα χιλιάδες ταγμάτων. 11 και κιβωτός του Θεού ελήφθη, και αμφότεροι οι υιοί Ηλί απέθανον, ‘Οφνί και Φινεές.

 12 Και έδραμεν ανήρ Ιεμιναίος εκ της παρατάξεως και ήλθεν εις Σηλώμ εν τη ημέρα εκείνη, και τα ιμάτια αυτού διερρωγότα, και γη επί της κεφαλής αυτού. 13 και ήλθε, και ιδού Ηλί επί του δίφρου παρά την πύλη σκοπεύων την οδόν, ότι ην καρδία αυτού εξεστηκυία περί της κιβωτού του Θεού· και ο άνθρωπος εισήλθεν εις την πόλιν απαγγείλαι, και ανεβόησεν η πόλις. 14 και ήκουσεν Ηλί την φωνήν της βοής και είπε· τις η φωνή της βοής ταύτης; και ο άνθρωπος σπεύσας εισήλθε και απήγγειλε τω Ηλί. 15 και Ηλί υιος ενενήκοντα ετών, και οι οφθαλμοί αυτού επανέστησαν και ουκ επέβλεπε· 16 και είπεν Ηλί τοις ανδράσι τοις περιεστηκόσιν αυτω· τις η φωνή του ήχου τούτου; και ο ανήρ σπεύσας προσήλθε προς Ηλί και είπεν αυτω· εγώ ειμι ο ήκων εκ της παρεμβολής, καγώ πέφευγα εκ της παρατάξεως σήμερον. και είπεν Ηλί· τι το γεγονός ρήμα, τέκνον; 17 και απεκρίθη το παιδάριον και είπε· πέφευγεν ανήρ Ισραήλ εκ προσώπου αλλοφύλων, και εγένετο πληγή μεγάλη εν τω λαω, και αμφότεροι οι υιοί σου τεθνήκασι, και η κιβωτός του Θεού ελήφθη. 18 και εγένετο ως εμνήσθη της κιβωτού του Θεού, και έπεσεν από του δίφρου οπισθίως εχόμενος της πύλης, και συνετρίβη ο νώτος αυτού και απέθανεν, ότι πρεσβύτης ο άνθρωπος και βαρύς· και αυτός έκρινε τον Ισραήλ είκοσιν έτη.

 19 Και νύμφη αυτού γυνή Φινεές συνειληφυία του τεκείν· και ήκουσε την αγγελίαν ότι ελήφθη η κιβωτός του Θεού και ότι τέθνηκεν ο πενθερός αυτής και ο ανήρ αυτής, και έκλαυσε και έτεκεν, ότι επεστράφησαν επ ‘ αυτήν ωδίνες αυτής. 20 και εν τω καιρω αυτής αποθνήσκει, και είπον αυτη αι γυναίκες αι παρεστηκυίαι αυτη· μη φοβού, ότι υιόν τέτοκας· και ουκ απεκρίθη, και ουκ ενόησεν η καρδία αυτής. 21 και εκάλεσε το παιδάριον Ουαί Βαρχαβώθ υπέρ της κιβωτού του Θεού και υπέρ του πενθερού αυτής και υπέρ του ανδρός αυτής. 22 και είπαν· απώκισται δόξα Ισραήλ εν τω ληφθήναι την κιβωτόν Κυρίου.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ αλλόφυλοι έλαβον την κιβωτόν του Θεού και εισήνεγκαν αυτήν εξ Αβενέζερ εις Άζωτον. 2 και έλαβον αλλόφυλοι την κιβωτόν Κυρίου και εισήνεγκαν αυτήν εις οίκον Δαγών και παρέστησαν αυτήν παρά Δαγών. 3 και ώρθρισαν οι Αζώτιοι και εισήλθον εις οίκον Δαγών και είδον και ιδού Δαγών πεπτωκώς επί πρόσωπον αυτού ενώπιον κιβωτού του Θεού· και ήγειραν τον Δαγών και κατέστησαν εις τον τόπον αυτού. και εβαρύνθη χείρ Κυρίου επί τους Αζωτίους και εβασάνισεν αυτούς και επάταξεν αυτούς εις τας έδρας αυτών, την Άζωτον και τα όρια αυτής. 4 και εγένετο ότε ώρθρισαν το πρωϊ, και ιδού Δαγών πεπτωκώς επί πρόσωπον αυτού ενώπιον κιβωτού διαθήκης Κυρίου, και η κεφαλή Δαγών και αμφότερα τα ίχνη χειρών αυτού αφηρημένα επί τα εμπρόσθια αμαφέθ έκαστον, και αμφότεροι οι καρποί των χειρών αυτού πεπτωκότες επί το πρόθυρον, πλήν η ράχις Δαγών υπελείφθη. 5 δια τούτο ουκ επιβαίνουσιν οι ιερείς Δαγών και πας ο εισπορευόμενος εις οίκον Δαγών επί βαθμόν οίκου Δαγών εν Αζώτω έως της ημέρας ταύτης, ότι υπερβαίνοντες υπερβαίνουσι. 6 και εβαρύνθη η χείρ Κυρίου επί Άζωτον, και επήγαγεν αυτοίς και εξέζεσεν αυτοίς εις τας ναύς, και μέσον της χώρας αυτής ανεφύησαν μύες, και εγένετο σύγχυσις θανάτου μεγάλη εν τη πόλει. 7 και είδον οι άνδρες Αζώτου ότι ούτως, και λέγουσιν· ότι ου καθήσεται κιβωτός του Θεού Ισραήλ μεθ ‘ ημών, ότι σκληρά χείρ αυτού εφ ‘ ημάς και επί Δαγών θεόν ημών. 8 και αποστέλλουσι και συνάγουσι τους σατράπας των αλλοφύλων προς αυτούς και λέγουσι· τι ποιήσωμεν τη κιβωτω Θεού Ισραήλ; και λέγουσιν οι Γεθαίοι· μετελθέτω κιβωτός του Θεού προς ημάς· και μετήλθε κιβωτός του Θεού Ισραήλ εις Γεθ. 9 και εγενήθη μετά το μετελθείν αυτήν και γίνεται χείρ Κυρίου τη πόλει, τάραχος μέγας σφόδρα, και επάταξε τους άνδρας της πόλεως από μικρού έως μεγάλου και επάταξεν αυτούς εις τας έδρας αυτών, και εποίησαν οι Γεθαίοι εαυτοίς έδρας. 10 και εξαποστέλλουσι την κιβωτόν του Θεού εις Ασκάλωνα. και εγενήθη ως εισήλθε κιβωτός Θεού εις Ασκάλωνα, και εβόησαν οι Ασκαλωνίται λέγοντες· τι απεστρέψατε την κιβωτόν του Θεού Ισραήλ προς ημάς θανατώσαι ημάς και τον λαόν ημών; 11 και εξαποστέλλουσι και συνάγουσι τους σατράπας των αλλοφύλων και είπον· εξαποστείλατε την κιβωτόν του Θεού Ισραήλ, και καθισάτω εις τον τόπον αυτής και ου μη θανατώση ημάς και τον λαόν ημών· 12 ότι εγενήθη σύγχυσις εν όλη τη πόλει βαρεία σφόδρα, ως εισήλθε κιβωτός Θεού Ισραήλ εκεί, και οι ζώντες και ουκ αποθανόντες επλήγησαν εις τας έδρας, και ανέβη η κραυγή της πόλεως εις τον ουρανόν.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ ην κιβωτός εν αγρω των αλλοφύλων επτά μήνας, και εξέζεσεν η γη αυτών μύας. 2 και καλούσιν αλλόφυλοι τους ιερείς και τους μάντεις και τους επαοιδούς αυτών λέγοντες· τι ποιήσωμεν τη κιβωτω Κυρίου; γνωρίσατε ημίν εν τίνι αποστελούμεν αυτήν εις τον τόπον αυτής. 3 και είπαν· ει εξαποστέλλετε υμείς την κιβωτόν διαθήκης Κυρίου Θεού Ισραήλ, μη δη εξαποστείλητε αυτήν κενήν, αλλ ‘ αποδιδόντες απόδοτε αυτη της βασάνου, και τότε ιαθήσεσθε, και εξιλασθήσεται υμίν, μη ουκ αποστη η χείρ αυτού αφ ‘ υμών. 4 και λέγουσι· τι το της βασάνου αποδώσομεν αυτη; και είπαν· κατ ‘ αριθμόν των σατραπών των αλλοφύλων πέντε έδρας χρυσάς, ότι πταίσμα εν υμίν και τοις άρχουσιν υμών και τω λαω, 5 και μύς χρυσούς ομοίωμα των μυών υμών των διαφθειρόντων την γην· και δώσετε τω Κυρίω δόξαν, όπως κουφίση την χείρα αυτού αφ ‘ υμών και από των θεών υμών και από της γης υμών. 6 και ίνα τι βαρύνετε τας καρδίας υμών, ως εβάρυνεν Αίγυπτος και Φαραώ την καρδίαν αυτών; ουχί ότε ενέπαιξεν αυτοίς, εξαπέστειλαν αυτούς, και απήλθον; 7 και νυν λάβετε και ποιήσατε άμαξαν καινήν και δύο βόας πρωτοτοκούσας άνευ των τέκνων και ζεύξατε τας βόας εν τη αμάξη και απαγάγετε τα τέκνα από όπισθεν αυτών εις οίκον· 8 και λήψεσθε την κιβωτόν και θήσετε αυτήν επί την άμαξαν και τα σκεύη τα χρυσά αποδώσετε αυτη της βασάνου και θήσετε εν θέματι βερσεχθάν εκ μέρους αυτής και εξαποστελείτε αυτήν και απελάσατε αυτήν, και απελεύσεται· 9 και όψεσθε, ει εις οδόν ορίων αυτής πορεύσεται κατά Βαιθσαμύς, αυτός πεποίηκεν ημίν την κακίαν την μεγάλην ταύτην, και εάν μη, και γνωσόμεθα ότι ου χείρ αυτού ήπται ημών, αλλά σύμπτωμα τούτο γέγονεν ημίν. 10 και εποίησαν οι αλλόφυλοι ούτω. και έλαβον δύο βόας πρωτοτοκούσας και έζευξαν αυτάς εν τη αμάξη και τα τέκνα αυτών απεκώλυσαν εις οίκον 11 και έθεντο την κιβωτόν Κυρίου επί την άμαξαν και το θέμα εργάβ και τους μύς τους χρυσούς. 12 και κατεύθυναν αι βόες εν τη οδω εις οδόν Βαιθσαμύς, εν τρίβω ενί επορεύοντο και εκοπίων και ου μεθίσταντο δεξιά ουδέ αριστερά· και οι σατράπαι των αλλοφύλων επορεύοντο οπίσω αυτής έως ορίων Βαιθσαμύς. 13 και οι εν Βαιθσαμύς εθέριζον θερισμόν πυρών εν κοιλάδι· και ήραν οφθαλμούς αυτών και είδον κιβωτόν Κυρίου και ηυφράνθησαν εις απάντησιν αυτής. 14 και η άμαξα εισήλθεν εις αγρόν ‘Ωσηέ τον εν Βαιθσαμύς, και έστησαν εκεί παρ ‘ αυτη λίθον μέγαν και σχίζουσι τα ξύλα της αμάξης και τας βόας ανήνεγκαν εις ολοκαύτωσιν τω Κυρίω. 15 και οι Λευίται ανήνεγκαν την κιβωτόν του Κυρίου και το θέμα εργάβ μετ ‘ αυτής και τα επ ‘ αυτής σκεύη τα χρυσά και έθεντο επί του λίθου του μεγάλου, και οι άνδρες Βαιθσαμύς ανήνεγκαν ολοκαυτώσεις και θυσίας εν τη ημέρα εκείνη τω Κυρίω. 16 και οι πέντε σατράπαι των αλλοφύλων εώρων και ανέστρεψαν εις Ασκάλωνα τη ημέρα εκείνη. 17 και αύται αι έδραι αι χρυσαί, ας απέδωκαν οι αλλόφυλοι της βασάνου τω Κυρίω· της Αζώτου μίαν, της Γάζης μίαν, της Ασκάλωνος μίαν, της Γεθ μίαν, της Ακκαρών μίαν. 18 και μύς οι χρυσοί κατ ‘ αριθμόν πασών πόλεων των αλλοφύλων των πέντε σατραπών εκ πόλεως εστερεωμένης και έως κώμης του Φερεζαίου και έως λίθου του μεγάλου, ου επέθηκαν επ ‘ αυτού την κιβωτόν διαθήκης Κυρίου, του εν αγρω ‘Ωσηέ του Βαιθσαμυσίτου.

 19 Και ουκ ησμένισαν οι υιοί Ιεχονίου εν τοις ανδράσι Βαιθσαμύς, ότι είδον κιβωτόν Κυρίου· και επάταξεν εν αυτοίς εβδομήκοντα άνδρας, και πεντήκοντα χιλιάδας ανδρών, και επένθησεν ο λαός, ότι επάταξε Κύριος εν τω λαω πληγήν μεγάλην σφόδρα. 20 και είπαν οι άνδρες οι εκ Βαιθσαμύς· τις δυνήσεται διελθείν ενώπιον Κυρίου του Θεού του αγίου τούτου; και προς τίνα αναβήσεται κιβωτός Κυρίου εφ ‘ ημών; 21 και αποστέλλουσιν αγγέλους προς τους κατοικούντας Καριαθιαρίμ λέγοντες· απεστρόφασιν αλλόφυλοι την κιβωτόν Κυρίου· κατάβητε και αναγάγετε αυτήν προς εαυτούς.

Α ΒΑΣΙΛΕΙΩΝ

ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ έρχονται οι άνδρες Καριαθιαρίμ και ανάγουσι την κιβωτόν διαθήκης Κυρίου και εισάγουσιν αυτήν εις οίκον Αμιναδάβ τον εν τω βουνω· και τον Ελεάζαρ τον υιόν αυτού ηγίασαν φυλάσσειν την κιβωτόν διαθήκης Κυρίου.

 2 Και εγενήθη αφ ‘ ης ημέρας ην η κιβωτός εν Καριαθιαρίμ, επλήθυναν αι ημέραι και εγένετο είκοσι έτη, και επέβλεψε πας οίκος Ισραήλ οπίσω Κυρίου. 3 και είπε Σαμουήλ προς πάντα οίκον Ισραήλ λέγων· ει εν όλη καρδία υμών υμείς επιστρέφετε προς Κύριον, περιέλετε θεούς αλλοτρίους εκ μέσου υμών και τα άλση και ετοιμάσατε τας καρδίας υμών προς Κύριον και δουλεύσατε αυτω μόνω, και εξελείται υμάς εκ χειρός αλλοφύλων. 4 και περιείλον οι υιοί Ισραήλ τας Βααλίμ και τα άλση Ασταρώθ και εδούλευσαν Κυρίω μόνω. 5 και είπε Σαμουήλ· αθροίσατε πάντα Ισραήλ εις Μασσηφάθ, και προσεύξομαι περί υμών προς Κύριον. 6 και συνήχθησαν εις Μασσηφάθ και υδρεύονται ύδωρ και εξέχεαν ενώπιον Κυρίου επί την γην. και ενήστευσαν εν τη ημέρα εκείνη και είπαν· ημαρτήκαμεν ενώπιον Κυρίου· και εδίκαζε Σαμουήλ τους υιούς Ισραήλ εις Μασσηφάθ. 7 και ήκουσαν οι αλλόφυλοι ότι συνηθροίσθησαν πάντες οι υιοί Ισραήλ εις Μασσηφάθ, και ανέβησαν σατράπαι αλλοφύλων επί Ισραήλ· και ακούουσιν οι υιοί Ισραήλ και εφοβήθησαν από προσώπου αλλοφύλων. 8 και είπαν οι υιοί Ισραήλ προς Σαμουήλ· μη παρασιωπήσης αφ ‘ ημών του μη βοάν προς Κύριον Θεόν σου, και σώσει ημάς εκ χειρός αλλοφύλων. 9 και έλαβε Σαμουήλ άρνα γαλαθηνόν ένα, και ανήνεγκεν αυτόν ολοκαύτωσιν συν παντί τω λαω τω Κυρίω. και εβόησε Σαμουήλ προς Κύριον περί Ισραήλ, και επήκουσεν αυτού Κύριος. 10 και ην Σαμουήλ αναφέρων την ολοκαύτωσιν, και αλλόφυλοι προσήγον εις πόλεμον επί Ισραήλ. και εβρόντησε Κύριος εν φωνή μεγάλη εν τη ημέρα εκείνη επί τους αλλοφύλους, και συνεχύθησαν και έπταισαν ενώπιον Ισραήλ. 11 και εξήλθαν άνδρες Ισραήλ εκ Μασσηφάθ και κατεδίωξαν τους αλλοφύλους και επάταξαν αυτούς έως υποκάτω του Βαιθχόρ. 12 και έλαβε Σαμουήλ λίθον ένα και έστησεν αυτόν ανά μέσον Μασσηφάθ και ανά μέσον της παλαιάς και εκάλεσε το όνομα αυτού Αβενέζερ, Λίθος του βοηθού, και είπεν· έως ενταύθα εβοήθησεν ημίν Κύριος. 13 και εταπείνωσε Κύριος τους αλλοφύλους, και ου προσέθεντο έτι προσελθείν εις όριον Ισραήλ· και εγενήθη χείρ Κυρίου επί τους αλλοφύλους πάσας τας ημέρας του Σαμουήλ. 14 και απεδόθησαν αι πόλεις, ας έλαβον οι αλλόφυλοι παρά των υιών Ισραήλ, και απέδωκαν αυτάς τω Ισραήλ από Ασκάλωνος έως Αζόβ, και το όριον Ισραήλ αφείλοντο εκ χειρός αλλοφύλων. και ην ειρήνη ανά μέσον Ισραήλ και ανά μέσον του Αμορραίου. 15 και εδίκαζε Σαμουήλ τον Ισραήλ πάσας τας ημέρας της ζωής αυτού. 16 και επορεύετο κατ ‘ ενιαυτόν και εκύκλου Βαιθήλ και την Γαλγαλά και την Μασσηφάθ και εδίκαζε τον Ισραήλ εν πάσι τοις ηγιασμένοις τούτοις· 17 η δε αποστροφή αυτού εις Αρμαθαίμ ότι εκεί ην ο οίκος αυτού, και εδίκαζεν εκεί τον Ισραήλ και ωκοδόμησεν εκεί θυσιαστήριον τω Κυρίω.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ εγένετο ως εγήρασε Σαμουήλ, και κατέστησε τους υιούς αυτού δικαστάς τω Ισραήλ. 2 και ταύτα τα ονόματα των υιών αυτού· πρωτότοκος Ιωήλ, και όνομα του δευτέρου Αβιά, δικασταί εν Βηρσαβεέ. 3 και ουκ επορεύθησαν οι υιοί αυτού εν οδω αυτού και εξέκλιναν οπίσω της συντελείας και ελάμβανον δώρα και εξέκλινον δικαιώματα. 4 και συναθροίζονται άνδρες Ισραήλ και παραγίνονται εις Αρμαθαίμ προς Σαμουήλ 5 και είπαν αυτω· ιδού συ γεγήρακας, και οι υιοί σου ου πορεύονται εν τη οδω σου· και νυν κατάστησον εφ ‘ ημάς βασιλέα δικάζειν ημάς, καθά και τα λοιπά έθνη. 6 και πονηρόν το ρήμα εν οφθαλμοίς Σαμουήλ, ως είπαν, δος ημίν βασιλέα δικάζειν ημάς· και προσηύξατο Σαμουήλ προς Κύριον. 7 και είπε Κύριος προς Σαμουήλ· άκουε της φωνής του λαού, καθά αν λαλώσί σοι· ότι ου σε εξουθενήκασιν, αλλ ‘ ή εμέ εξουθενήκασι του μη βασιλεύειν επ ‘ αυτών. 8 κατά πάντα τα ποιήματα, α εποίησάν μοι αφ ‘ ης ημέρας ανήγαγον αυτούς εξ Αιγύπτου έως της ημέρας ταύτης και εγκατέλιπόν με και εδούλευον θεοίς ετέροις, ούτως αυτοί ποιούσι και σοί. 9 και νυν άκουε της φωνής αυτών· πλήν ότι διαμαρτυρόμενος διαμαρτύρη αυτοίς και απαγγελείς αυτοίς το δικαίωμα του βασιλέως, ος βασιλεύσει επ ‘ αυτούς. 10 και είπε Σαμουήλ παν το ρήμα του Κυρίου προς τον λαόν τους αιτούντας παρ ‘ αυτού βασιλέα 11 και είπε· τούτο έσται το δικαίωμα του βασιλέως, ος βασιλεύσει εφ ‘ υμάς· τους υιούς υμών λήψεται, και θήσεται αυτούς εν άρμασιν αυτού και εν ιππεύσιν αυτού και προτρέχοντας των αρμάτων αυτού 12 και θέσθαι αυτούς εαυτω εκατοντάρχους και χιλιάρχους και θερίζειν θερισμόν αυτού και τρυγάν τρυγητόν αυτού και ποιείν σκεύη πολεμικά αυτού και σκεύη αρμάτων αυτού· 13 και τας θυγατέρας υμών λήψεται εις μυρεψούς και εις μαγειρίσσας και εις πεσσούσας· 14 και τους αγρούς υμών και τους αμπελώνας υμών και τους ελαιώνας υμών τους αγαθούς λήψεται και δώσει τοις δούλοις εαυτού. 15 και τα σπέρματα υμών και τους αμπελώνας υμών αποδεκατώσει και δώσει τοις ευνούχοις αυτού και τοις δούλοις αυτού· 16 και τους δούλους υμών και τας δούλας υμών και τα βουκόλια υμών τα αγαθά και τους όνους υμών λήψεται, και αποδεκατώσει εις τα έργα αυτού 17 και τα ποίμνια υμών αποδεκατώσει· και υμείς έσεσθε αυτω δούλοι. 18 και βοήσεσθε εν τη ημέρα εκείνη εκ προσώπου βασιλέως υμών, ου εξελέξασθε εαυτοίς, και ουκ επακούσεται Κύριος υμών εν ταις ημέραις εκείναις, ότι υμείς εξελέξασθε εαυτοίς βασιλέα. 19 και ουκ εβούλετο ο λαός ακούσαι του Σαμουήλ και είπαν αυτω· ουχί, αλλ ‘ ή βασιλεύς έσται εφ ‘ ημάς, 20 και εσόμεθα και ημείς καθά πάντα τα έθνη, και δικάσει ημάς βασιλεύς ημών και εξελεύσεται έμπροσθεν ημών και πολεμήσει τον πόλεμον ημών. 21 και ήκουσε Σαμουήλ πάντας τους λόγους του λαού και ελάλησεν αυτούς εις τα ώτα Κυρίου. 22 και είπε Κύριος προς Σαμουήλ· άκουε της φωνής αυτών και βασίλευσον αυτοίς βασιλέα. και είπε Σαμουήλ προς άνδρας Ισραήλ· αποτρεχέτω έκαστος εις την πόλιν αυτού.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΚΑΙ ανήρ εξ υιών Βενιαμίν, και όνομα αυτω Κίς, υιος Αβιήλ, υιού Ιαρέδ, υιού Βαχίρ, υιού Αφέκ, υιού ανδρός Ιεμιναίου, ανήρ δυνατός. 2 και τούτω υιος, και όνομα αυτω Σαούλ, ευμεγέθης, ανήρ αγαθός, και ουκ ην εν υιοίς Ισραήλ αγαθός υπέρ αυτόν, υπερωμίαν και επάνω υψηλός υπέρ πάσαν την γην. 3 και απώλοντο αι όνοι Κίς πατρός Σαούλ, και είπε Κίς προς Σαούλ τον υιόν αυτού· λαβέ μετά σεαυτού εν των παιδαρίων και ανάστητε και πορεύθητε και ζητήσατε τας όνους. 4 και διήλθον δι ‘ όρους Εφραίμ και διήλθον δια της γης Σελχά και ουχ εύρον· και διήλθον δια της γης Σεγαλείμ, και ουκ ην· και διήλθον δια της γης Ιαμίν και ουχ εύρον. 5 αυτών δε ελθόντων εις την Σίφ, και Σαούλ είπε τω παιδαρίω αυτού τω μετ ‘ αυτού· δεύρο και αποστρέψωμεν, μη ανείς ο πατήρ μου τας όνους φροντίζη τα περί ημών· 6 και είπεν αυτω το παιδάριον· ιδού δη άνθρωπος του Θεού εν τη πόλει ταύτη, και ο άνθρωπος ένδοξος, παν, ό εάν λαλήση, παραγινόμενον παρέσται· και νυν πορευθώμεν, όπως απαγγείλη ημίν την οδόν ημών, εφ ‘ ην επορεύθημεν επ ‘ αυτήν. 7 και είπε Σαούλ τω παιδαρίω αυτού τω μετ ‘ αυτού· και ιδού πορευσόμεθα, και τι οίσομεν τω ανθρώπω του Θεού; ότι οι άρτοι εκλελοίπασιν εκ των αγγείων ημών, και πλείον ουκ έστι μεθ ‘ ημών εισενεγκείν τω ανθρώπω του Θεού το υπάρχον ημίν. 8 και προσέθετο το παιδάριον αποκριθήναι τω Σαούλ και είπεν· ιδού εύρηται εν τη χειρί μου τέταρτον σίκλου αργυρίου, και δώσεις τω ανθρώπω του Θεού, και απαγγελεί ημίν την οδόν ημών. 9 και έμπροσθεν εν Ισραήλ τάδε έλεγεν έκαστος εν τω πορεύεσθαι επερωτάν τον Θεόν· δεύρο και πορευθώμεν προς τον βλέποντα· ότι τον προφήτην εκάλει ο λαός έμπροσθεν Ο βλέπων. 10 και είπε Σαούλ προς το παιδάριον αυτού· αγαθόν το ρήμα, δεύρο και πορευθώμεν. και επορεύθησαν εις την πόλιν, ου ην εκεί ο άνθρωπος ο του Θεού. 11 αυτών αναβαινόντων την ανάβασιν της πόλεως και αυτοί ευρίσκουσι τα κοράσια εξεληλυθότα υδρεύεσθαι ύδωρ και λέγουσιν αυταίς· ει έστιν ενταύθα Ο βλέπων; 12 και απεκρίθη τα κοράσια αυτοίς και λέγουσιν αυτοίς· έστιν, ιδού κατά πρόσωπον υμών· νυν δια την ημέραν ήκει εις την πόλιν, ότι θυσία σήμερον τω λαω εν Βαμά· 13 ως αν εισέλθητε εις την πόλιν, ούτως ευρήσετε αυτόν εν τη πόλει πριν αναβήναι αυτόν εις Βαμά του φαγείν· ότι ου μη φάγη ο λαός έως του εισελθείν αυτόν, ότι ούτος ευλογεί την θυσίαν, και μετά ταύτα εσθίουσιν οι ξένοι· και νυν ανάβητε, ότι δια την ημέραν ευρήσετε αυτόν. 14 και αναβαίνουσι την πόλιν. αυτών εισπορευομένων εις μέσον της πόλεως και ιδού Σαμουήλ εξήλθεν εις την απάντησιν αυτών του αναβήναι εις Βαμά. 15 και Κύριος απεκάλυψε το ωτίον Σαμουήλ ημέρα μια έμπροσθεν του ελθείν προς αυτόν Σαούλ λέγων· 16 ως ο καιρός, αύριον αποστελώ προς σε άνδρα εκ γης Βενιαμίν, και χρίσεις αυτόν εις άρχοντα επί τον λαόν μου Ισραήλ, και σώσει τον λαόν μου εκ χειρός αλλοφύλων· ότι επέβλεψα επί την ταπείνωσιν του λαού μου, ότι ήλθε βοή αυτών προς με. 17 και Σαμουήλ είδε τον Σαούλ· και Κύριος απεκρίθη αυτω· ιδού ο άνθρωπος, ον είπά σοι, ούτος άρξει εν τω λαω μου. 18 και προσήγαγε Σαούλ προς Σαμουήλ εις μέσον της πόλεως και είπεν· απάγγειλον δη ποίος ο οίκος του βλέποντος. 19 και απεκρίθη Σαμουήλ τω Σαούλ και είπεν· εγώ ειμι αυτός· ανάβηθι έμπροσθέν μου εις Βαμά και φάγε μετ ‘ εμού σήμερον, και εξαποστελώ σε πρωϊ και πάντα τα εν τη καρδία σου απαγγελώ σοι· 20 και περί των όνων σου των απολωλυιών σήμερον τριταίων μη θής την καρδίαν σου αυταίς, ότι εύρηνται· και τίνι τα ωραία του Ισραήλ; ου σοί και τω οίκω του πατρός σου; 21 και απεκρίθη Σαούλ και είπεν· ουχί ανδρός υιος Ιεμιναίου εγώ ειμι του μικρού σκήπτρου φυλής Ισραήλ και της φυλής της ελαχίστης εξ όλους σκήπτρου Βενιαμίν; και ινατί ελάλησας προς εμέ κατά το ρήμα τούτο; 22 και έλαβε Σαμουήλ τον Σαούλ και το παιδάριον αυτού και εισήγαγεν αυτούς εις το κατάλυμα και έθετο αυτοίς εκεί τόπον εν πρώτοις των κεκλημένων ωσεί εβδομήκοντα ανδρών. 23 και είπε Σαμουήλ τω μαγείρω· δος μοι την μερίδα, ην έδωκά σοι, ην είπά σοι θείναι αυτήν παρά σοι. 24 και ήψησεν ο μάγειρος την κωλέαν, και παρέθηκεν αυτήν ενώπιον Σαούλ· και είπε Σαμουήλ τω Σαούλ· ιδού υπόλειμμα, παράθες αυτό ενώπιόν σου και φάγε, ότι εις μαρτύριον τέθειταί σοι παρά τους άλλους· απόκνιζε. και έφαγε Σαούλ μετά Σαμουήλ εν τη ημέρα εκείνη. 25 και κατέβη εκ της Βαμά εις την πόλιν· και διέστρωσαν τω Σαούλ επί τω δώματι, και εκοιμήθη. 26 και εγένετο ως ανέβαινεν ο όρθρος, και εκάλεσε Σαμουήλ τον Σαούλ επί τω δώματι λέγων· ανάστα, και εξαποστελώ σε· και ανέστη Σαούλ, και εξήλθεν αυτός και Σαμουήλ έως έξω. 27 αυτών καταβαινόντων εις μέρος της πόλεως και Σαμουήλ είπε τω Σαούλ· ειπόν τω νεανίσκω και διελθέτω έμπροσθεν ημών, και συ στήθι ως σήμερον και άκουσον ρήμα Θεού.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΚΑΙ έλαβε Σαμουήλ τον φακόν του ελαίου και επέχεεν επί την κεφαλήν αυτού και εφίλησεν αυτόν και είπεν αυτω· ουχί κέκχρικέ σε Κύριος εις άρχοντα επί τον λαόν αυτού, επί Ισραήλ; και συ άρξεις εν λαω Κυρίου, και συ σώσεις αυτόν εκ χειρός εχθρών αυτού κυκλόθεν. 2 και τούτό σοι το σημείον ότι έχρισέ σε Κύριος επί κληρονομίαν αυτού εις άρχοντα· ως αν απέλθης σήμερον απ ‘ εμού, και ευρήσεις δύο άνδρας προς τοις τάφοις Ραχήλ εν τω όρει Βενιαμίν αλλομένους μεγάλα, και ερούσί σοι· εύρηνται αι όνοι, ας επορεύθητε ζητείν, και ιδού ο πατήρ σου αποτετίνακται το ρήμα των όνων και εδαψιλεύσατο δι ‘ υμάς λέγων· τι ποιήσω υπέρ του υιού μου; 3 και απελεύση εκείθεν και επέκεινα ήξεις έως της δρυός Θαβώρ και ευρήσεις εκεί τρεις άνδρας αναβαίνοντας προς τον Θεόν εις Βαιθήλ, ένα αίροντα τρία αιγίδια και ένα αίροντα τρία αγγεία άρτων και ένα αίροντα ασκόν οίνου. 4 και ερωτήσουσί σε τα εις ειρήνην και δώσουσί σοι δύο απαρχάς άρτων, και λήψη εκ της χειρός αυτών. 5 και μετά ταύτα εισελεύση εις τον βουνόν του Θεού, ου εστιν εκεί το ανάστημα των αλλοφύλων, εκεί Νασίβ ο αλλόφυλος. και έσται ως αν εισέλθητε εκεί εις την πόλιν, και απαντήσεις χορω προφητών καταβαινόντων εκ της Βαμά, και έμπροσθεν αυτών νάβλα και τύμπανον και αυλός και κινύρα, και αυτοί προφητεύοντες· 6 και εφαλείται επί σε πνεύμα Κυρίου, και προφητεύσεις μετ ‘ αυτών και στραφήση εις άνδρα άλλον. 7 και έσται όταν ήξει τα σημεία ταύτα επί σε, ποίει πάντα, όσα εάν εύρη η χείρ σου, ότι Θεός μετά σου. 8 και καταβήση έμπροσθεν της Γαλγάλ, και ιδού καταβαίνω προς σε ανενεγκείν ολοκαύτωσιν και θυσίας ειρηνικάς· επτά ημέρας διαλείψεις έως του ελθείν με προς σε, και γνωρίσω σοι α ποιήσεις. 9 και εγενήθη ωστε επιστραφήναι τω ώμω αυτού απελθείν από Σαμουήλ, μετέστρεψεν αυτω ο Θεός καρδίαν άλλην· και ήλθε πάντα τα σημεία εν τη ημέρα εκείνη. 10 και έρχεται εκείθεν εις τον βουνόν, και ιδού χορός προφητών εξεναντίας αυτού· και ήλατο επ ‘ αυτόν πνεύμα Θεού, και προεφήτευσεν εν μέσω αυτών. 11 και εγενήθησαν πάντες οι ειδότες αυτόν εχθές και τρίτης και είδον και ιδού αυτός εν μέσω των προφητών. και είπεν ο λαός έκαστος προς τον πλησίον αυτού· τι τούτο το γεγονός τω υιω Κίς; ή και Σαούλ εν προφήταις; 12 και απεκρίθη τις αυτών και είπε· και τις πατήρ αυτού; και δια τούτο εγενήθη εις παραβολήν, ή και Σαούλ εν προφήταις; 13 και συνετέλεσε προφητεύων και έρχεται εις τον βουνόν. 14 και είπεν ο οικείος αυτού προς αυτόν και προς το παιδάριον αυτού· που επορεύθητε; και είπαν· ζητείν τας όνους· και είδαμεν ότι ουκ εισί, και εισήλθομεν προς Σαμουήλ. 15 και είπεν ο οικείος προς Σαούλ· απάγγειλον δη μοι, τι είπέ σοι Σαμουήλ; 16 και είπε Σαούλ προς τον οικείον αυτού· απήγγειλεν απαγγέλλων μοι ότι εύρηνται αι όνοι. το δε ρήμα της βασιλείας ουκ απήγγειλεν αυτω.

 17 Και παρήγγειλε Σαμουήλ παντί τω λαω προς Κύριον εις Μασσηφάθ 18 και είπε προς υιούς Ισραήλ· τάδε είπε Κύριος ο Θεός Ισραήλ λέγων· εγώ ανήγαγον τους υιούς Ισραήλ εξ Αιγύπτου και εξειλάμην υμάς εκ χειρός Φαραώ βασιλέως Αιγύπτου και εκ πασών των βασιλειών των θλιβουσών υμάς· 19 και υμείς σήμερον εξουδενήκατε τον Θεόν, ος αυτός εστιν υμών σωτήρ εκ πάντων των κακών υμών και θλίψεων υμών, και είπατε· ουχί, αλλ ‘ ή ότι βασιλέα καταστήσεις εφ ‘ ημών· και νυν κατάστητε ενώπιον Κυρίου κατά τα σκήπτρα υμών και κατά τας φυλάς υμών. 20 και προσήγαγε Σαμουήλ πάντα τα σκήπτρα Ισραήλ, και κατακληρούται σκήπτρον Βενιαμίν· 21 και προσάγει σκήπτρον Βενιαμίν εις φυλάς, και κατακληρούται φυλή Ματταρί· και προσάγουσι την φυλήν Ματταρί εις άνδρας, και κατακληρούται Σαούλ υιος Κίς. και εζήτει αυτόν, και ουχ ευρίσκετο. 22 και επηρώτησε Σαμουήλ έτι εν Κυρίω· ει έρχεται ο ανήρ ενταύθα; και είπε Κύριος· ιδού αυτός κέκρυπται εν τοις σκεύεσι. 23 και έδραμε και λαμβάνει αυτόν εκείθεν και κατέστησεν εν μέσω του λαού, και υψώθη υπέρ πάντα τον λαόν υπερωμίαν και επάνω. 24 και είπε Σαμουήλ προς πάντα τον λαόν· ει εωράκατε ον εκλέλεκται εαυτω Κύριος, ότι ουκ έστιν όμοιος αυτω εν πάσιν υμίν; και έγνωσαν πας ο λαός και είπαν· ζήτω ο βασιλεύς. 25 και είπε Σαμουήλ προς τον λαόν το δικαίωμα του βασιλέως και έγραψεν εν βιβλίω και έθηκεν ενώπιον Κυρίου. και εξαπέστειλε Σαμουήλ πάντα τον λαόν, και απήλθεν έκαστος εις τον τόπον αυτού. 26 και Σαούλ απήλθεν εις τον οίκον αυτού εις Γαβαά· και επορεύθησαν υιοί δυνάμεων, ων ήψατο Κύριος καρδίας αυτών μετά Σαούλ. 27 και υιοί λοιμοί είπαν· τις σώσει υμάς ούτος; και ητίμασαν αυτόν και ουκ ήνεγκαν αυτω δώρα.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΚΑΙ εγενήθη ως μετά μήνα και ανέβη Νάας ο Αμμανίτης και παρεμβάλλει επί Ιαβίς Γαλαάδ. και είπαν πάντες οι άνδρες Ιαβίς προς Νάας τον Αμμανίτην· διάθου ημίν διαθήκην, και δουλεύσομέν σοι. 2 και είπε προς αυτούς Νάας ο Αμμανίτης· εν ταύτη διαθήσομαι διαθήκην υμίν, εν τω εξορύξαι υμών πάντα οφθαλμόν δεξιόν, και θήσομαι όνειδος επί Ισραήλ. 3 και λέγουσιν αυτω οι άνδρες Ιαβίς· άνες ημίν επτά ημέρας, και αποστελούμεν αγγέλους εις παν όριον Ισραήλ· εάν μη ή ο σώζων ημάς, εξελευσόμεθα προς υμάς. 4 και έρχονται οι άγγελοι εις Γαβαά προς Σαούλ και λαλούσι τους λόγους εις τα ώτα του λαού, και ήραν πας ο λαός την φωνήν αυτών και έκλαυσαν. 5 και ιδού Σαούλ ήρχετο μετά το πρωϊ εξ αγρού, και είπε Σαούλ· τι ότι κλαίει ο λαός; και διηγούνται αυτω τα ρήματα των ανδρών Ιαβίς. 6 και εφήλατο πνεύμα Κυρίου επί Σαούλ ως ήκουσε τα ρήματα ταύτα, και εθυμώθη επ ‘ αυτούς οργή αυτού σφόδρα. 7 και έλαβε δύο βόας και εμέλισεν αυτάς και απέστειλεν εις παν όριον Ισραήλ εν χειρί αγγέλων λέγων· ος ουκ έστιν εκπορευόμενος οπίσω Σαούλ και οπίσω Σαμουήλ, κατά τάδε ποιήσουσι τοις βουσίν αυτού. και επήλθεν έκστασις Κυρίου επί τον λαόν Ισραήλ, και εβόησαν ως ανήρ εις. 8 και επισκέπτεται αυτούς Αβιεζέκ εν Βαμά, πάντα άνδρα Ισραήλ εξακοσίας χιλιάδας και άνδρας Ιούδα εβδομήκοντα χιλιάδας. 9 και είπε τοις αγγέλοις τοις ερχομένοις· τάδε ερείτε τοις ανδράσιν Ιαβίς· αύριον υμίν η σωτηρία διαθερμάναντος του ηλίου. και ήλθον οι άγγελοι εις την πόλιν και απαγγέλλουσι τοις ανδράσιν Ιαβίς, και ευφράνθησαν. 10 και είπον οι άνδρες Ιαβίς προς Νάας τον Αμμανίτην· αύριον εξελευσόμεθα προς υμάς, και ποιήσετε ημίν το αγαθόν ενώπιον υμών. 11 και εγενήθη μετά την αύριον και έθετο Σαούλ τον λαόν εις τρεις αρχάς, και εισπορεύονται μέσον της παρεμβολής εν φυλακή τη εωθινή και έτυπτον τους υιούς Αμμών έως διεθερμάνθη η ημέρα, και εγενήθη και υπολελειμμένοι διεσπάρησαν, και ουχ υπελείφθησαν εν αυτοίς δύο κατά το αυτό. 12 και είπεν ο λαός προς Σαμουήλ· τις ο είπας ότι Σαούλ ου βασιλεύσει ημών; παράδος τους άνδρας, και θανατώσομεν αυτούς. 13 και είπε Σαούλ· ουκ αποθανείται ουδείς εν τη ημέρα ταύτη, ότι σήμερον εποίησε Κύριος σωτηρίαν εν Ισραήλ. 14 και είπε Σαμουήλ προς τον λαόν λέγων· πορευθώμεν εις Γάλγαλα, και εγκαινίσωμεν εκεί την βασιλείαν. 15 και επορεύθη πας ο λαός εις Γάλγαλα, και έχρισε Σαμουήλ εκεί τον Σαούλ εις βασιλέα ενώπιον Κυρίου εν Γαλγάλοις και έθυσεν εκεί θυσίας και ειρηνικάς ενώπιον Κυρίου· και ευφράνθη Σαμουήλ και πας Ισραήλ ωστε λίαν.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΚΑΙ είπε Σαμουήλ προς πάντα Ισραήλ· ιδού ήκουσα φωνής υμών εις πάντα, όσα είπατέ μοι, και εβασίλευσα εφ ‘ υμάς βασιλέα. 2 και νυν ιδού ο βασιλεύς διαπορεύεται ενώπιον υμών, καγώ γεγήρακα και καθήσομαι, και οι υιοί μου ιδού εν υμίν· καγώ ιδού διελήλυθα ενώπιον υμών εκ νεότητος και έως της ημέρας ταύτης. 3 ιδού εγώ, αποκρίθητε κατ ‘ εμού ενώπιον Κυρίου και ενώπιον χριστού αυτού· μόσχον τίνος είληφα ή όνον τίνος είληφα ή τίνα κατεδυνάστευσα υμών ή τίνα εξεπίεσα ή εκ χειρός τίνος είληφα εξίλασμα και υπόδημα; αποκρίθητε κατ ‘ εμού, και αποδώσω υμίν. 4 και είπαν προς Σαμουήλ· ουκ ηδίκησας ημάς και ου κατεδυνάστευσας ημάς και ουκ έθλασας ημάς και ουκ είληφας εκ χειρός ουδενός ουδέν. 5 και είπε Σαμουήλ προς τον λαόν· μάρτυς Κύριος εν υμίν και μάρτυς χριστός αυτού σήμερον εν ταύτη τη ημέρα, ότι ουχ ευρήκατε εν χειρί μου ουδέν. και είπαν· μάρτυς. 6 και είπε Σαμουήλ προς τον λαόν λέγων· μάρτυς Κύριος ο ποιήσας τον Μωυσήν και τον Ααρών, ο αναγαγών τους πατέρας ημών εξ Αιγύπτου. 7 και νυν κατάστητε, και δικάσω υμάς ενώπιον Κυρίου και απαγγελώ υμίν την πάσαν δικαιοσύνην Κυρίου, α εποίησεν εν υμίν και εν τοις πατράσιν υμών· 8 ως εισήλθεν Ιακώβ και οι υιοί αυτού εις Αίγυπτον, και εταπείνωσεν αυτούς Αίγυπτος, και εβόησαν οι πατέρες ημών προς Κύριον, και απέστειλε Κύριος τον Μωυσήν και τον Ααρών και εξήγαγον τους πατέρας ημών εξ Αιγύπτου και κατώκισεν αυτούς εν τω τόπω τούτω. 9 και επελάθοντο Κυρίου του Θεού αυτών, και απέδοτο αυτούς εις χείρας Σισάρα αρχιστρατήγω Ιαβίν βασιλέως Ασώρ και εις χείρας αλλοφύλων και εις χείρας βασιλέως Μωάβ, και επολέμησαν εν αυτοίς. 10 και εβόησαν προς Κύριον και έλεγον· ημάρτομεν, ότι εγκατελίπομεν τον Κύριον και εδουλεύσαμεν τοις Βααλίμ και τοις άλσεσι· και νυν εξελού ημάς εκ χειρός εχθρών ημών, και δουλεύσομέν σοι. 11 και απέστειλε Κύριος τον Ιεροβάαλ και τον Βαράκ και τον Ιεφθάε και τον Σαμουήλ και εξείλατο ημάς εκ χειρός εχθρών ημών των κυκλόθεν, και κατωκείτε πεποιθότες. 12 και ίδετε ότι Νάας βασιλεύς υιών Αμμών ήλθεν εφ ‘ υμάς, και είπατε· ουχί, αλλ ‘ ή ότι βασιλεύς βασιλεύσει εφ ‘ ημών· και Κύριος ο Θεός ημών βασιλεύς ημών. 13 και νυν ιδού ο βασιλεύς, ον εξελέξασθε, και ιδού δέδωκε Κύριος εφ ‘ υμάς βασιλέα. 14 εάν φοβηθήτε τον Κύριον και δουλεύσητε αυτω και ακούσητε της φωνής αυτού και μη ερίσητε τω στόματι Κυρίου και ήτε και υμείς και ο βασιλεύς ο βασιλεύων εφ ‘ υμών οπίσω Κυρίου πορευόμενοι· 15 εάν δε μη ακούσητε της φωνής Κυρίου και ερίσητε τω στόματι Κυρίου, και έσται χείρ Κυρίου εφ ‘ υμάς και επί τον βασιλέα υμών. 16 και νυν κατάστητε και ίδετε το ρήμα το μέγα τούτο, ό ο Κύριος ποιήσει εν οφθαλμοίς υμών. 17 ουχί θερισμός πυρών σήμερον; επικαλέσομαι Κύριον, και δώσει φωνάς και υετόν, και γνώτε και ίδετε ότι η κακία υμών μεγάλη, ην εποιήσατε ενώπιον Κυρίου, αιτήσαντες εαυτοίς βασιλέα. 18 και επεκαλέσατο Σαμουήλ τον Κύριον, και έδωκε Κύριος φωνάς και υετόν εν τη ημέρα εκείνη· και εφοβήθησαν πας ο λαός τον Κύριον σφόδρα και τον Σαμουήλ. 19 και είπαν πας ο λαός προς Σαμουήλ· πρόσευξαι υπέρ των δούλων σου προς Κύριον Θεόν σου, και ου μη αποθάνωμεν, ότι προστεθείκαμεν προς πάσας τας αμαρτίας ημών κακίαν αιτήσαντες εαυτοίς βασιλέα. 20 και είπε Σαμουήλ προς τον λαόν· μη φοβείσθε· υμείς πεποιήκατε την πάσαν κακίαν ταύτην, πλήν μη εκκλίνητε από όπισθεν Κυρίου και δουλεύσατε τω Κυρίω εν όλη καρδία υμών 21 και μη παραβήτε οπίσω των μηθέν όντων, οί ου περανούσιν ουθέν και οί ουκ εξελούνται, ότι ουθέν εισιν. 22 ότι ουκ απώσεται Κύριος τον λαόν αυτού δια το όνομα αυτού το μέγα, ότι επιεικώς Κύριος προσελάβετο υμάς εις λαόν. 23 και εμοί μηδαμώς του αμαρτείν τω Κυρίω ανιέναι του προσεύχεσθαι περί υμών, και δουλεύσω τω Κυρίω και δείξω υμίν την οδόν την αγαθήν και την ευθείαν· 24 πλήν φοβείσθε τον Κύριον και δουλεύσατε αυτω εν αληθεία και εν όλη καρδία υμών, ότι ίδετε α εμεγάλυνε μεθ ‘ υμών, 25 και εάν κακία κακοποιήσητε, και υμείς και ο βασιλεύς υμών προστεθήσεσθε.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

1 ΚΑΙ εκλέγεται εαυτω Σαούλ τρεις χιλιάδας ανδρών εκ των ανδρών Ισραήλ, και ήσαν μετά Σαούλ δισχίλιοι οι εν Μαχμάς, και εν τω όρει Βαιθήλ, και χίλιοι ήσαν μετά Ιωνάθαν εν Γαβαά του Βενιαμίν, και το κατάλοιπον του λαού εξαπέστειλεν έκαστον εις το σκήνωμα αυτού. 3 και επάταξεν Ιωνάθαν τον Νασίβ τον αλλόφυλον τον εν τω βουνω· και ακούουσιν οι αλλόφυλοι. και Σαούλ σάλπιγγι σαλπίζει εις πάσαν την γην λέγων· ηθετήκασιν οι δούλοι. 4 και πας Ισραήλ ήκουσε λεγόντων· πέπαικε Σαούλ τον Νασίβ τον αλλόφυλον, και ησχύνθησαν Ισραήλ εν τοις αλλοφύλοις. και ανέβησαν οι υιοί Ισραήλ οπίσω Σαούλ εν Γαλγάλοις. 5 και οι αλλόφυλοι συνάγονται εις πόλεμον επί Ισραήλ, και αναβαίνουσιν επί Ισραήλ τριάκοντα χιλιάδες αρμάτων και εξ χιλιάδες ιππέων και λαός ως η άμμος η παρά την θάλασσαν τω πλήθει· και αναβαίνουσι και παρεμβάλλουσιν εν Μαχμάς εξ εναντίας Βαιθωρών κατά νότου. 6 και ανήρ Ισραήλ είδεν ότι στενώς αυτω μη προσάγειν αυτόν, και εκρύβη ο λαός εν τοις σπηλαίοις και εν ταις μάνδραις και εν ταις πέτραις και εν τοις βόθροις και εν τοις λάκκοις, 7 και οι διαβαίνοντες διέβησαν τον Ιορδάνην εις γην Γάδ και Γαλαάδ. και Σαούλ έτι ην εν Γαλγάλοις, και πας ο λαός εξέστη οπίσω αυτού. 8 και διέλιπεν επτά ημέρας τω μαρτυρίω, ως είπε Σαμουήλ, και ου παρεγένετο Σαμουήλ εις Γάλγαλα, και διεσπάρη ο λαός αυτού απ ‘ αυτού. 9 και είπε Σαούλ· προσαγάγετε, όπως ποιήσω ολοκαύτωσιν και ειρηνικάς· και ανήνεγκε την ολοκαύτωσιν. 10 και εγένετο ως συνετέλεσεν αναφέρων την ολοκαύτωσιν, και Σαμουήλ παραγίνεται· και εξήλθε Σαούλ εις απάντησιν αυτού ευλογήσαι αυτόν. 11 και είπε Σαμουήλ· τι πεποίηκας; και είπε Σαούλ· ότι είδον ως διεσπάρη ο λαός απ ‘ εμού και συ ου παρεγένου ως διετάξω εν τω μαρτυρίω των ημερών, και οι αλλόφυλοι συνήχθησαν εις Μαχμάς, 12 και είπα· νυν καταβήσονται οι αλλόφυλοι προς με εις Γάλγαλα και του προσώπου του Κυρίου ουκ εδεήθην· και ενεκρατευσάμην και ανήνεγκα την ολοκαύτωσιν. 13 και είπε Σαμουήλ προς Σαούλ· μεματαίωταί σοι, ότι ουκ εφύλαξας την εντολήν μου, ην ενετείλατό σοι Κύριος, ως νυν ητοίμασε Κύριος την βασιλείαν σου επί Ισραήλ έως αιώνος· 14 και νυν η βασιλεία σου ου στήσεταί σοι, και ζητήσει Κύριος εαυτω άνθρωπον κατά την καρδίαν αυτού, και εντελείται Κύριος αυτω εις άρχοντα επί τον λαόν αυτού, ότι ουκ εφύλαξας όσα ενετείλατό σοι Κύριος. 15 και ανέστη Σαμουήλ και απήλθεν εκ Γαλγάλων εις οδόν αυτού, και το κατάλειμμα του λαού ανέβη οπίσω Σαούλ εις απάντησιν οπίσω του λαού του πολεμιστού. αυτών παραγενομένων εκ Γαλγάλων εις Γαβαά Βενιαμίν και επεσκέψατο Σαούλ τον λαόν τον ευρεθέντα μετ ‘ αυτού ως εξακοσίους άνδρας. 16 και Σαούλ και Ιωνάθαν υιος αυτού και ο λαός οι ευρεθέντες μετ ‘ αυτών εκάθισαν εν Γαβαά Βενιαμίν και έκλαιον, και οι αλλόφυλοι παρεμβεβλήκεισαν εν Μαχμάς. 17 και εξήλθε διαφθείρων εξ αγρού αλλοφύλων τρισίν αρχαίς· η αρχή η μία επιβλέπουσα οδόν Γοφερά επί γην Σωγάλ, 18 και η αρχή η μία επιβλέπουσα οδόν Βαιθωρών, και η αρχή η μία επιβλέπουσα οδόν Γαβαέ την εισκύπτουσαν επί Γαί την Σαβίμ. 19 και τέκτων σιδήρου ουχ ευρίσκετο εν πάση γη Ισραήλ, ότι είπον οι αλλόφυλοι· μη ποιήσωσιν οι Εβραίοι ρομφαίαν και δόρυ. 20 και κατέβαινον πας Ισραήλ εις γην αλλοφύλων χαλκεύειν έκαστος το θέριστρον αυτού και το σκεύος αυτού και έκαστος την αξίνην αυτού και το δρέπανον αυτού. 21 και ην ο τρυγητός έτοιμος του θερίζειν· τα δε σκεύη ην τρεις σίκλοι εις τον οδόντα, και τη αξίνη και τω δρεπάνω υπόστασις ην η αυτή. 22 και εγενήθη εν ταις ημέραις του πολέμου Μαχμάς και ουχ ευρέθη ρομφαία και δόρυ εν χειρί παντός του λαού του μετά Σαούλ και μετά Ιωνάθαν, και ευρέθη τω Σαούλ και τω Ιωνάθαν υιω αυτού. 23 και εξήλθεν εξ υποστάσεως των αλλοφύλων την εν τω πέραν Μαχμάς.

Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΚΑΙ γίνεται η ημέρα και είπεν Ιωνάθαν υιος Σαούλ τω παιδαρίω τω αίροντι τα σκεύη αυτού· δεύρο, και διαβώμεν εις Μεσσάβ των αλλοφύλων την εν τω πέραν εκείνω· και τω πατρί αυτού ουκ απήγγειλε. 2 και Σαούλ εκάθητο επ ‘ άκρου του βουνού υπό την ροάν την εν Μαγδών, και ήσαν μετ ‘ αυτού ως εξακόσιοι άνδρες· 3 και Αχιά υιος Αχιτώβ αδελφού Ιωχαβήδ υιού Φινεές υιού Ηλί ιερεύς του Θεού εν Σηλώμ αίρων εφούδ. και ο λαός ουκ ήδει ότι πεπόρευται Ιωνάθαν. 4 και ανά μέσον της διαβάσεως, ου εζήτει Ιωνάθαν διαβήναι εις την υπόστασιν των αλλοφύλων, και οδούς πέτρας εκ τούτου και οδούς πέτρας εκ τούτου, όνομα τω ενί Βασές και όνομα τω άλλω Σεννά· 5 η οδός η μία από βορρά ερχομένω Μαχμάς και η οδός η άλλη από νότου ερχομένω Γαβαέ. 6 και είπεν Ιωνάθαν προς το παιδάριον το αίρον τα σκεύη αυτού· δεύρο διαβώμεν εις Μεσσάβ των απεριτμήτων τούτων, είτι ποιήσαι Κύριος ημίν· ότι ουκ έστι τω Κυρίω συνεχόμενον σώζειν εν πολλοίς ή εν ολίγοις. 7 και είπεν αυτω ο αίρων τα σκεύη αυτού· ποίει παν, ό εάν η καρδία σου εκλίνη, ιδού εγώ μετά σου, ως η καρδία σου καρδία μου. 8 και είπεν Ιωνάθαν· ιδού ημείς διαβαίνομεν προς τους άνδρας και κατακυλισθησόμεθα προς αυτούς· 9 εάν τάδε είπωσι προς ημάς· απόστητε εκεί έως αν απαγγείλωμεν υμίν, και στησόμεθα εφ ‘ εαυτοίς και ου μη αναβώμεν επ ‘ αυτούς· 10 εάν τάδε είπωσι προς ημάς· ανάβητε προς ημάς, και αναβησόμεθα, ότι παραδέδωκεν αυτούς Κύριος εις χείρας ημών· τούτο ημίν το σημείον. 11 και εισήλθον αμφότεροι εις Μεσσάβ των αλλοφύλων· και λέγουσιν οι αλλόφυλοι· ιδού Εβραίοι εκπορεύονται εκ των τρωγλών αυτών, ου εκρύβησαν εκεί. 12 και απεκρίθησαν οι άνδρες Μεσσάβ προς Ιωνάθαν και προς τον αίροντα τα σκεύη αυτού και λέγουσιν· ανάβητε προς ημάς, και γνωριούμεν υμίν ρήμα. και είπεν Ιωνάθαν προς τον αίροντα τα σκεύη αυτού· ανάβηθι οπίσω μου, ότι παρέδωκεν αυτούς Κύριος εις χείρας Ισραήλ. 13 και ανέβη Ιωνάθαν επί τας χείρας αυτού και επί τους πόδας αυτού και ο αίρων τα σκεύη αυτού μετ ‘ αυτού· και επέβλεψαν κατά πρόσωπον Ιωνάθαν, και επάταξεν αυτούς, και ο αίρων τα σκεύη αυτού επεδίδου οπίσω αυτού. 14 και εγενήθη η πληγή η πρώτη, ην επάταξεν Ιωνάθαν και ο αίρων τα σκεύη αυτού, ως είκοσιν άνδρες εν βολίσι και εν πετροβόλοις και εν κόχλαξι του πεδίου. 15 και εγενήθη έκστασις εν τη παρεμβολή και εν αγρω, και πας ο λαός ο εν Μεσσάβ και οι διαφθείροντες εξέστησαν, και αυτοί ουκ ήθελον ποιείν· και εθάμβησεν η γη, και εγενήθη έκστασις παρά Κυρίου. 16 και είδον οι σκοποί του Σαούλ εν Γαβαά Βενιαμίν και ιδού η παρεμβολή τεταραγμένη ένθεν και ένθεν. 17 και είπε Σαούλ τω λαω τω μετ ‘ αυτού· επισκέψασθε δη και ίδετε τις πεπόρευται εξ υμών· και επεσκέψαντο, και ιδού ουχ ευρίσκετο Ιωνάθαν και ο αίρων τα σκεύη αυτού. 18 και είπε Σαούλ τω Αχιά· προσάγαγε το εφούδ· ότι αυτός ήρε το εφούδ εν τη ημέρα εκείνη ενώπιον Ισραήλ. 19 και εγενήθη ως ελάλει Σαούλ προς τον ιερέα, και ο ήχος εν τη παρεμβολή των αλλοφύλων επορεύετο πορευόμενος και επλήθυνε· και είπε Σαούλ προς τον ιερέα· συνάγαγε τας χείράς σου. 20 και ανέβη Σαούλ και πας ο λαός ο μετ ‘ αυτού και έρχονται έως του πολέμου, και ιδού εγένετο ρομφαία ανδρός επί τον πλησίον αυτού, σύγχυσις μεγάλη σφόδρα. 21 και οι δούλοι οι όντες εχθές και τρίτην ημέραν μετά των αλλοφύλων οι αναβάντες εις την παρεμβολήν επεστράφησαν και αυτοί είναι μετά Ισραήλ των μετά Σαούλ και Ιωνάθαν. 22 και πας Ισραήλ οι κρυπτόμενοι εν τω όρει Εφραίμ και ήκουσαν ότι πεφεύγασιν οι αλλόφυλοι, και συνάπτουσι και αυτοί οπίσω αυτών εις πόλεμον. 23 και έσωσε Κύριος εν τη ημέρα εκείνη τον Ισραήλ.

 Και ο πόλεμος διήλθε την Βαμώθ, και πας ο λαός ην μετά Σαούλ ως δέκα χιλιάδες ανδρών· και ην ο πόλεμος διεσπαρμένος εις όλην την πόλιν εν τω όρει Εφραίμ. 24 και Σαούλ ηγνόησεν άγνοιαν μεγάλην εν τη ημέρα εκείνη και αράται τω λαω λέγων· επικατάρατος ο άνθρωπος, ος φάγεται άρτον έως εσπέρας, και εκδικήσω τον εχθρόν μου· και ουκ εγεύσατο πας ο λαός άρτου. και πάσα η γη ηρίστα. 25 και Ιάαλ δρυμός ην μελισσώνος κατά πρόσωπον του αγρού, 26 και εισήλθεν ο λαός εις τον μελισσώνα, και ιδού επορεύετο λαλών, και ιδού ουκ ην επιστρέφων την χείρα αυτού εις το στόμα αυτού, ότι εφοβήθη ο λαός τον όρκον Κυρίου. 27 και Ιωνάθαν ουκ ακηκόει εν τω ορκίζειν τον πατέρα αυτού τον λαόν· και εξέτεινε το άκρον του σκήπτρου αυτού του εν τη χειρί αυτού και έβαψεν αυτό εις το κηρίον του μέλιτος και επέστρεψε την χείρα αυτού εις το στόμα αυτού, και ανέβλεψαν οι οφθαλμοί αυτού. 28 και απεκρίθη εις εκ του λαού και είπεν· ορκίσας ωρκισε τον λαόν ο πατήρ σου λέγων· επικατάρατος ο άνθρωπος, ος φάγεται άρτον σήμερον, και εξελύθη ο λαός. 29 και έγνω Ιωνάθαν και είπεν· απήλλαχεν ο πατήρ μου την γην· ιδέ δη ότι είδον οι οφθαλμοί μου ότι εγευσάμην βραχύ τι του μέλιτος τούτου· 30 αλλ ‘ ότι ει έφαγεν έσθων σήμερον ο λαός των σκύλων των εχθρών αυτών, ων εύρεν, ότι νυν αν μείζων ην η πληγή η εν τοις αλλοφύλοις. 31 και επάταξεν εν τη ημέρα εκείνη εκ των αλλοφύλων εν Μαχμάς, και εκοπίασεν ο λαός σφόδρα. 32 και εκλήθη ο λαός εις τα σκύλα, και έλαβεν ο λαός ποίμνια και βουκόλια και τέκνα βοών και έσφαξεν επί την γην, και ήσθιεν ο λαός συν τω αίματι. 33 και απηγγέλη Σαούλ λέγοντες· ημάρτηκεν ο λαός τω Κυρίω φαγών συν τω αίματι. και είπε Σαούλ εκ Γεθθαίμ· κυλίσατέ μοι λίθον ενταύθα μέγαν. 34 και είπε Σαούλ· διασπάρητε εν τω λαω και είπατε αυτοίς προσαγαγείν ενταύθα έκαστος τον μόσχον αυτού και έκαστος το πρόβατον αυτού, και σφαζέτω επί τούτου, και ου μη αμάρτητε τω Κυρίω του εσθίειν συν τω αίματι· και προσήγεν ο λαός έκαστος το εν τη χειρί αυτού και έσφαζον εκεί. 35 και ωκοδόμησεν εκεί Σαούλ θυσιαστήριον τω Κυρίω· τούτο ήρξατο Σαούλ οικοδομήσαι θυσιαστήριον τω Κυρίω.

 36 Και είπε Σαούλ· καταβώμεν οπίσω των αλλοφύλων την νύκτα και διαρπάσωμεν εν αυτοίς έως διαφαύση ημέρα, και μη υπολείπωμεν εν αυτοίς άνδρα. και είπαν· παν το αγαθόν ενώπιόν σου ποίει. και είπεν ο ιερεύς· προσέλθωμεν ενταύθα προς τον Θεόν. 37 και επηρώτησε Σαούλ τον Θεόν· ει καταβώ οπίσω των αλλοφύλων, ει παραδώσεις αυτούς εις χείρας Ισραήλ; και ουκ απεκρίθη αυτω εν τη ημέρα εκείνη. 38 και είπε Σαούλ· προσαγάγετε ενταύθα πάσας τας γωνίας του Ισραήλ και γνώτε και ίδετε εν τίνι γέγονεν η αμαρτία αύτη σήμερον· 39 ότι ζη Κύριος ο σώσας τον Ισραήλ, ότι εάν αποκριθή κατά Ιωνάθαν του υιού μου, θανάτω αποθανείται. και ουκ ην ο αποκρινόμενος εκ παντός του λαού. 40 και είπε παντί ανδρί Ισραήλ· υμείς έσεσθε εις δουλείαν, και εγώ και Ιωνάθαν ο υιος μου εσόμεθα εις δουλείαν. και είπεν ο λαός προς Σαούλ· το αγαθόν ενώπιόν σου ποίει. 41 και είπε Σαούλ· Κύριε ο Θεός Ισραήλ, τι ότι ουκ απεκρίθης τω δούλω σου σήμερον; ει εν εμοί ή εν Ιωνάθαν τω υιω μου η αδικία; Κύριε ο Θεός Ισραήλ δος δήλους· και εάν τάδε είπης, εν τω λαω σου Ισραήλ, δος δη οσιότητα. και κληρούται Ιωνάθαν και Σαούλ, και ο λαός εξήλθε. 42 και είπε Σαούλ· βάλετε ανά μέσον εμού και ανά μέσον Ιωνάθαν του υιού μου· ον αν κατακληρώσηται Κύριος, αποθανέτω. και είπεν ο λαός προς Σαούλ· ουκ έστι το ρήμα τούτο. και κατεκράτησε Σαούλ του λαού, και βάλλουσιν ανά μέσον αυτού και ανά μέσον Ιωνάθαν του υιού αυτού, και κατακληρούται Ιωνάθαν. 43 και είπε Σαούλ προς Ιωνάθαν· απάγγειλόν μοι τι πεποίηκας. και απήγγειλεν αυτω Ιωνάθαν και είπε· γευόμενος εγευσάμην εν άκρω τω σκήπτρω τω εν τη χειρί μου βραχύ μέλι, και ιδού εγώ αποθνήσκω. 44 και είπεν αυτω Σαούλ· τάδε ποιήσαι μοι ο Θεός και τάδε προσθείη, ότι θανάτω αποθανή σήμερον. 45 και είπεν ο λαός προς Σαούλ· ει σήμερον θανατωθήσεται ο ποιήσας την σωτηρίαν την μεγάλην ταύτην εν Ισραήλ; ζη Κύριος, ει πεσείται τριχός της κεφαλής αυτού επί την γην· ότι ο λαός του Θεού εποίησε την ημέραν ταύτην. και προσηύξατο ο λαός περί Ιωνάθαν εν τη ημέρα εκείνη, και ουκ απέθανε. 46 και ανέβη Σαούλ από όπισθεν των αλλοφύλων, και οι αλλόφυλοι απήλθον εις τον τόπον αυτών.

 47 Και Σαούλ κατακληρούται έργον επί Ισραήλ. και επολέμει κύκλω πάντας τους εχθρούς αυτού, εις τον Μωάβ και εις τους υιούς Αμμών και εις τους υιούς Εδώμ και εις τον Βαιθεώρ και εις βασιλέα Σουβά και εις τους αλλοφύλους· ου αν εστράφη, εσώζετο. 48 και εποίησε δύναμιν και επάταξε τον Αμαλήκ και εξείλατο τον Ισραήλ εκ χειρός των καταπατούντων αυτόν. 49 και ήσαν οι υιοί Σαούλ Ιωνάθαν και Ιεσσιού και Μελχισά· και ονόματα των δύο θυγατέρων αυτού, όνομα τη πρωτοτόκω Μερόβ, και όνομα τη δευτέρα Μελχόλ· 50 και όνομα τη γυναικί αυτού Αχινοόμ θυγάτηρ Αχιμάας. και όνομα τω αρχιστρατήγω αυτού Αβεννήρ, υιος Νήρ, υιού οικείου Σαούλ· 51 και Κίς πατήρ Σαούλ και Νήρ πατήρ Αβεννήρ υιος Ιαμίν υιού Αβιήλ. 52 και ην ο πόλεμος κραταιός επί τους αλλοφύλους πάσας τας ημέρας Σαούλ. και ιδών Σαούλ πάντα άνδρα δυνατόν και πάντα άνδρα υιόν δυνάμεως και συνήγαγεν αυτούς προς αυτόν.

Α ΒΑΣΙΛΕΙΩΝ

ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΚΑΙ είπε Σαμουήλ προς Σαούλ· εμέ απέστειλε Κύριος χρίσαί σε εις βασιλέα επί Ισραήλ, και νυν άκουε της φωνής Κυρίου· 2 τάδε είπε Κύριος Σαβαώθ· νυν εκδικήσω α εποίησεν Αμαλήκ τω Ισραήλ, ως απήντησεν αυτω εν τη οδω αναβαίνοντος αυτού εξ Αιγύπτου· 3 και νυν πορεύου και πατάξεις τον Αμαλήκ και Ιερίμ και πάντα τα αυτού και ου περιποιήση εξ αυτού και εξολοθρεύσεις αυτόν και αναθεματιείς αυτόν και πάντα τα αυτού και ου φείση απ ‘ αυτού και αποκτενείς από ανδρός και έως γυναικός και από νηπίου έως θηλάζοντος και από μόσχου έως προβάτου και από καμήλου έως όνου. 4 και παρήγγειλε Σαούλ τω λαω και επισκέπτεται αυτούς εν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων και τον Ιούδαν τριάκοντα χιλιάδας ταγμάτων. 5 και ήλθε Σαούλ έως των πόλεων Αμαλήκ και ενήδρευσεν εν τω χειμάρρω. 6 και είπε Σαούλ προς τον Κιναίον· άπελθε και έκκλινον εκ μέσου του Αμαληκίτου, μη προσθώ σε μετ ‘ αυτού, και συ εποίησας έλεος μετά των υιών Ισραήλ εν τω αναβαίνειν αυτούς εξ Αιγύπτου· και εξέκλινεν ο Κιναίος εκ μέσου Αμαλήκ. 7 και επάταξε Σαούλ τον Αμαλήκ από Ευιλάτ έως Σουρ επί προσώπου Αιγύπτου. 8 και συνέλαβε τον Αγάγ βασιλέα Αμαλήκ ζώντα και πάντα τον λαόν και Ιερίμ απέκτεινεν εν στόματι ρομφαίας. 9 και περιεποιήσατο Σαούλ και πας ο λαός τον Αγάγ ζώντα και τα αγαθά των ποιμνίων και των βουκολίων και των εδεσμάτων και των αμπελώνων και πάντων των αγαθών και ουκ εβούλοντο εξολοθρεύσαι αυτά· και παν έργον ητιμωμένον και εξουδενωμένον εξωλόθρευσαν.

 10 Και εγενήθη ρήμα Κυρίου προς Σαμουήλ λέγων· 11 παρακέκλημαι ότι εβασίλευσα τον Σαούλ εις βασιλέα, ότι απέστρεψεν από όπισθέν μου και τους λόγους μου ουκ ετήρησε. και ηθύμησε Σαμουήλ και εβόησε προς Κύριον όλην την νύκτα. 12 και ώρθρισε Σαμουήλ και επορεύθη εις απάντησιν Ισραήλ το πρωϊ. και απηγγέλη τω Σαούλ λέγοντες· ήκει Σαμουήλ εις Κάρμηλον και ανέστακεν αυτω χείρα και επέστρεψε το άρμα. και κατέβη εις Γάλγαλα προς Σαούλ, και ιδού αυτός ανέφερεν ολοκαύτωσιν τω Κυρίω τα πρώτα των σκύλων, ων ήνεγκεν εξ Αμαλήκ. 13 και παρεγένετο Σαμουήλ προς Σαούλ, και είπεν αυτω Σαούλ· ευλογητός συ τω Κυρίω· έστησα πάντα, όσα ελάλησε Κύριος. 14 και είπε Σαμουήλ· και τις η φωνή του ποιμνίου τούτου εν τοις ωσί μου και φωνή των βοών, ων εγώ ακούω; 15 και είπε Σαούλ· εξ Αμαλήκ ήνεγκα αυτά, α περιεποιήσατο ο λαός τα κράτιστα του ποιμνίου και των βοών, όπως τυθή Κυρίω τω Θεω σου, και τα λοιπά εξωλόθρευσα. 16 και είπε Σαμουήλ προς Σαούλ· άνες και απαγγελώ σοι α ελάλησε Κύριος προς με την νύκτα· και είπεν αυτω· λάλησον. 17 και είπε Σαμουήλ προς Σαούλ· ουχί μικρός ει συ ενώπιον αυτού ηγούμενος σκήπτρου φυλής Ισραήλ; και έχρισέ σε Κύριος εις βασιλέα επί Ισραήλ. 18 και απέστειλέ σε Κύριος εν οδω και είπέ σοι· πορεύθητι και εξολόθρευσον τους αμαρτάνοντας εις εμέ, τον Αμαλήκ, και πολεμήσεις αυτούς έως συντελέσης αυτούς. 19 και ινατί ουκ ήκουσας φωνής Κυρίου, αλλ ‘ ωρμησας του θέσθαι επί τα σκύλα και εποίησας το πονηρόν ενώπιον Κυρίου; 20 και είπε Σαούλ προς Σαμουήλ· δια το ακούσαί με της φωνής του λαού· και επορεύθην τη οδω, ή απέστειλέ με Κύριος, και ήγαγον τον Αγάγ βασιλέα Αμαλήκ και τον Αμαλήκ εξωλόθρευσα· 21 και έλαβεν ο λαός των σκύλων ποίμνια και βουκόλια, τα πρώτα του εξολοθρεύματος, θύσαι ενώπιον Κυρίου Θεού ημών εν Γαλγάλοις. 22 και είπε Σαμουήλ· ει θελητόν τω Κυρίω ολοκαυτώματα και θυσίας ως το ακούσαι φωνής Κυρίου; ιδού ακοή υπέρ θυσίαν αγαθήν και η επακρόασις υπέρ στέαρ κριών· 23 ότι αμαρτία οιώνισμά εστιν, οδύνην και πόνους θεραφίν επάγουσιν· ότι εξουδένωσας το ρήμα Κυρίου, και εξουδενώσει σε Κύριος μη είναι βασιλέα επί Ισραήλ. 24 και είπε Σαούλ προς Σαμουήλ· ημάρτηκα ότι παρέβην τον λόγον Κυρίου και το ρήμά σου, ότι εφοβήθην τον λαόν και ήκουσα της φωνής αυτών· 25 και νυν άρον δη το αμάρτημά μου και ανάστρεψον μετ ‘ εμού, και προσκυνήσω Κυρίω τω Θεω σου. 26 και είπε Σαμουήλ προς Σαούλ· ουκ αναστρέφω μετά σου, ότι εξουδένωσας το ρήμα Κυρίου, και εξουδενώσει σε Κύριος του μη είναι βασιλέα επί τον Ισραήλ. 27 και επέστρεψε Σαμουήλ το πρόσωπον αυτού του απελθείν. και εκράτησε Σαούλ του πτερυγίου της διπλοϊδος αυτού και διέρρηξεν αυτό· 28 και είπε προς αυτόν Σαμουήλ· διέρρηξε Κύριος την βασιλείαν σου από Ισραήλ εκ χειρός σου σήμερον και δώσει αυτήν τω πλησίον σου τω αγαθω υπέρ σε· 29 και διαιρεθήσεται Ισραήλ εις δύο, και ουκ αποστρέψει ουδέ μετανοήσει, ότι ουχ ως άνθρωπός εστι του μετανοήσαι αυτός. 30 και είπε Σαούλ· ημάρτηκα, αλλά δόξασόν με δη ενώπιον πρεσβυτέρων Ισραήλ και ενώπιον λαού μου και ανάστρεψον μετ ‘ εμού, και προσκυνήσω Κυρίω τω Θεω σου. 31 και ανέστρεψε Σαμουήλ οπίσω Σαούλ και προσεκύνησε τω Κυρίω. 32 και είπε Σαμουήλ· προσαγάγετέ μοι τον Αγάγ βασιλέα Αμαλήκ. και προσήλθε προς αυτόν Αγάγ τρέμων, και είπεν Αγάγ· ει ούτω πικρός ο θάνατος; 33 και είπε Σαμουήλ προς Αγάγ· καθότι ητέκνωσε γυναίκας η ρομφαία σου, ούτως ατεκνωθήσεται εκ γυναικών η μήτηρ σου, και έσφαξε Σαμουήλ τον Αγάγ ενώπιον Κυρίου εν Γαλγάλ. 34 και απήλθε Σαμουήλ εις Αρμαθαίμ, και Σαούλ ανέβη εις τον οίκον αυτού εις Γαβαά. 35 και ου προσέθετο έτι Σαμουήλ ιδείν τον Σαούλ έως ημέρας θανάτου αυτού, ότι επένθει Σαμουήλ επί Σαούλ· και Κύριος μετεμελήθη ότι εβασίλευσε τον Σαούλ επί Ισραήλ.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΚΑΙ είπε Κύριος προς Σαμουήλ· έως πότε συ πενθείς επί Σαούλ, καγώ εξουδένωκα αυτόν μη βασιλεύειν επί Ισραήλ; πλήσον το κέρας σου ελαίου, και δεύρο αποστείλω σε προς Ιεσσαί έως Βηθλεέμ, ότι εώρακα εν τοις υιοίς αυτού εμοί βασιλέα. 2 και είπε Σαμουήλ· Πως πορευθώ; και ακούσεται Σαούλ και αποκτενεί με. και είπε Κύριος· δάμαλιν βοών λαβέ εν τη χειρί σου και ερείς· θύσαι τω Κυρίω ήκω· 3 και καλέσεις τον Ιεσσαί εις την θυσίαν, και γνωριώ σοι α ποιήσεις, και χρίσεις ον αν είπω προς σε. 4 και εποίησε Σαμουήλ πάντα, α ελάλησεν αυτω Κύριος, και ήλθεν εις Βηθλεέμ. και εξέστησαν οι πρεσβύτεροι της πόλεως τη απαντήσει αυτού και είπαν· ειρήνη η είσοδός σου, ο βλέπων; 5 και είπεν· ειρήνη· θύσαι τω Κυρίω ήκω, αγιάσθητε και ευφράνθητε μετ ‘ εμού σήμερον, και ηγίασε τον Ιεσσαί και τους υιούς αυτού και εκάλεσεν αυτούς εις την θυσίαν. 6 και εγενήθη εν τω εισιέναι αυτούς και είδε τον Ελιάβ και είπεν· αλλά και ενώπιον Κυρίου χριστός αυτού. 7 και είπε Κύριος προς Σαμουήλ· μη επιβλέψης επί την όψιν αυτού μηδέ εις την έξιν μεγέθους αυτού, ότι εξουδένωκα αυτόν· ότι ουχ ως εμβλέψεται άνθρωπος, όψεται ο Θεός, ότι άνθρωπος όψεται εις πρόσωπον, ο δε Θεός όψεται εις καρδίαν. 8 και εκάλεσεν Ιεσσαί τον Αμιναδάβ, και παρήλθε κατά πρόσωπον Σαμουήλ, και είπεν· ουδέ τούτον εξελέξατο ο Θεός. 9 και παρήγαγεν Ιεσσαί τον Σαμά· και είπε· και εν τούτω ουκ εξελέξατο Κύριος. 10 και παρήγαγεν Ιεσσαί τους επτά υιούς αυτού ενώπιον Σαμουήλ· και είπε Σαμουήλ· ουκ εξελέξατο Κύριος εν τούτοις. 11 και είπε Σαμουήλ προς Ιεσσαί· εκλελοίπασι τα παιδάρια; και είπεν· έτι ο μικρός ιδού ποιμαίνει εν τω ποιμνίω. και είπε Σαμουήλ προς Ιεσσαί· απόστειλον και λαβέ αυτόν, ότι ου μη κατακλιθώμεν έως του ελθείν αυτόν. 12 και απέστειλε και εισήγαγεν αυτόν· και αυτός πυρράκης μετά κάλλους οφθαλμών και αγαθός οράσει Κυρίω. και είπε Κύριος προς Σαμουήλ· ανάστα και χρίσον τον Δαυίδ, ότι ούτός εστιν αγαθός. 13 και έλαβε Σαμουήλ το κέρας του ελαίου και έχρισεν αυτό εν μέσω των αδελφών αυτού, και εφήλατο πνεύμα Κυρίου επί Δαυίδ από της ημέρας εκείνης και επάνω. και ανέστη Σαμουήλ και απήλθεν εις Αρμαθαίμ.

 14 Και πνεύμα Κυρίου απέστη από Σαούλ, και έπνιγεν αυτόν πνεύμα πονηρόν παρά Κυρίου. 15 και είπαν οι παίδες Σαούλ προς αυτόν· ιδού δη πνεύμα Κυρίου πονηρόν πνίγει σε· 16 ειπάτωσαν δη οι δούλοί σου ενώπιόν σου, και ζητησάτωσαν τω Κυρίω ημών άνδρα ειδότα ψάλλειν εν κινύρα, και έσται εν τω είναι πνεύμα πονηρόν επί σοι και ψαλή εν τη κινύρα αυτού και αγαθόν σοι έσται και αναπαύσει σε. 17 και είπε Σαούλ προς τους παίδας αυτού· ίδετε δη μοι άνδρα ορθώς ψάλλοντα και εισαγάγετε αυτόν προς με. 18 και απεκρίθη εις των παιδαρίων αυτού και είπεν· ιδού εώρακα υιόν τω Ιεσσαί Βηθλεεμίτην και αυτόν ειδότα ψαλμόν, και ο ανήρ συνετός και πολεμιστής και σοφός λόγω, και ο ανήρ αγαθός τω είδει, και Κύριος μετ ‘ αυτού. 19 και απέστειλε Σαούλ αγγέλους προς Ιεσσαί λέγων· απόστειλον προς με τον υιόν σου Δαυίδ τον εν τω ποιμνίω σου. 20 και έλαβεν Ιεσσαί γομόρ άρτων και ασκόν οίνου και έριφον αιγών ένα και εξαπέστειλεν εν χειρί Δαυίδ του υιού αυτού προς Σαούλ. 21 και εισήλθε Δαυίδ προς Σαούλ και παρειστήκει ενώπιον αυτού· και ηγάπησεν αυτόν σφόδρα, και εγενήθη αυτω αίρων τα σκεύη αυτού. 22 και απέστειλε Σαούλ προς Ιεσσαί λέγων· παριστάσθω δη Δαυίδ ενώπιον εμού, ότι εύρε χάριν εν οφθαλμοίς μου. 33 και εγενήθη εν τω είναι πνεύμα πονηρόν επί Σαούλ και ελάμβανε Δαυίδ την κινύραν και έψαλλεν εν χειρί αυτού. και ανέψυχε Σαούλ, και αγαθόν αυτω. και αφίστατο απ ‘ αυτού το πνεύμα το πονηρόν.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΚΑΙ συνάγουσιν αλλόφυλοι τας παρεμβολάς αυτών εις πόλεμον και συνάγονται εις Σοκχώθ της Ιουδαίας και παρεμβάλλουσιν ανά μέσον Σοκχώθ και ανά μέσον Αζηκά Εφερμέμ. 2 και Σαούλ και οι άνδρες Ισραήλ συνάγονται και παρεμβάλλουσιν εν τη κοιλάδι αυτοί και παρατάσσονται εις πόλεμον εξεναντίας των αλλοφύλων. 3 και αλλόφυλοι ίστανται επί του όρους ενταύθα, και Ισραήλ ίσταται επί του όρους ενταύθα, και ο αυλών ανά μέσον αυτών. 4 και εξήλθεν ανήρ δυνατός εκ της παρατάξεως των αλλοφύλων Γολιάθ όνομα αυτών εκ Γεθ, ύψος αυτού τεσσάρων πήχεων και σπιθαμής· 5 και περικεφαλαία επί της κεφαλής αυτού, και θώρακα αλυσιδωτόν αυτός ενδεδυκώς, και ο σταθμός του θώρακος αυτού πέντε χιλιάδες σίκλων χαλκού και σιδήρου· 6 και κνημίδες χαλκαί επί των σκελών αυτού, και ασπίς χαλκή ανά μέσον των ώμων αυτού· 7 και ο κοντός του δόρατος αυτού ωσεί μέσακλον υφαινόντων, και η λόγχη αυτού εξακοσίων σίκλων σιδήρου· και ο αίρων τα όπλα αυτού προεπορεύετο αυτού. 8 και έστη και ανεβόησεν εις την παράταξιν Ισραήλ και είπεν αυτοίς· τι εκπορεύεσθε παρατάξασθαι πολέμω εξεναντίας ημών; ουκ εγώ ειμι αλλόφυλος και υμείς Εβραίοι του Σαούλ; εκλέξασθε εαυτοίς άνδρα και καταβήτω προς με, 9 και εάν δυνηθή πολεμήσαι προς με και εάν πατάξη με, και εσόμεθα υμίν εις δούλους· εάν δε εγώ δυνηθώ και πατάξω αυτόν, έσεσθε ημίν εις δούλους και δουλεύσετε ημίν. 10 και είπεν ο αλλόφυλος· ιδού εγώ ωνείδισα την παράταξιν Ισραήλ σήμερον εν τη ημέρα ταύτη· δότε μοι άνδρα, και μονομαχήσομεν αμφότεροι. 11 και ήκουσε Σαούλ και πας Ισραήλ τα ρήματα του αλλοφύλου ταύτα και εξέστησαν και εφοβήθησαν σφόδρα.

[12 Και είπε Δαυίδ υιος ανθρώπου Εφραθαίου· ούτος εκ Βηθλεέμ Ιούδα, και όνομα αυτω Ιεσσαί, και αυτω οκτω υιοί· και ο ανήρ εν ταις ημέραις Σαούλ πρεσβύτερος εληλυθώς εν ανδράσι. 13 και επορεύθησαν οι τρεις υιοί Ιεσσαί οι μείζονες οπίσω Σαούλ εις πόλεμον, και όνομα των υιών αυτού των πορευθέντων εις τον πόλεμον, Ελιάβ ο πρωτότοκος αυτού και ο δεύτερος αυτού Αμιναδάβ και ο τρίτος αυτού Σαμμά. 14 και Δαυίδ αυτός εστιν ο νεώτερος και οι τρεις οι μείζονες επορεύθησαν οπίσω Σαούλ. 15 Και Δαυίδ απήλθε και ανέστρεψεν από του Σαούλ, ποιμαίνων τα πρόβατα του πατρός αυτού εν Βηθλεέμ. 16 και προήγεν ο αλλόφυλος ορθρίζων και οψίζων και εστηλώθη τεσσαράκοντα ημέρας. 17 και είπεν Ιεσσαί προς Δαυίδ· λαβέ δη τοις αδελφοίς σου οιφί του αλφίτου και δέκα άρτους τούτους και διάδραμε εις την παρεμβολήν και δος τοις αδελφοίς σου, 18 και τας δέκα τρυφαλίδας του γάλακτος τούτου εισοίσεις τω χιλιάρχω, και τους αδελφούς σου επισκέψη εις ειρήνην, και όσα αν χρήζωσι γνώση. 19 και Σαούλ αυτός και πας ανήρ Ισραήλ εν τη κοιλάδι της δρυός πολεμούντες μετά των αλλοφύλων. 20 και ώρθρισε Δαυίδ το πρωϊ, και αφήκε τα πρόβατα φύλακι, και έλαβε και απήλθε, καθά ενετείλατο αυτω Ιεσσαί· και ήλθεν εις την στρογγύλωσιν και δύναμιν την εκπορευομένην εις την παράταξιν· και ηλάλαξαν εν τω πολέμω. 21 και παρετάξαντο Ισραήλ και οι αλλόφυλοι παράταξιν εξεναντίας παρατάξεως. 22 και αφήκε Δαυίδ τα σκεύη αυτού αφ ‘ εαυτού επί χείρα φύλακος και έδραμεν εις την παράταξιν και ήλθε και ηρώτησε τους αδελφούς αυτού εις ειρήνην. 23 και αυτού λαλούντος μετ ‘ αυτών, ιδού ανήρ ο μεσαίος ανέβαινε, Γολιάθ ο Φιλισταίος όνομα αυτω εκ Γεθ, εκ των παρατάξεων των αλλοφύλων, και ελάλησε κατά τα ρήματα ταύτα και ήκουσε Δαυίδ. 24 Και πας ανήρ Ισραήλ εν τω ιδείν αυτούς τον άνδρα, και έφυγον εκ προσώπου αυτού και εφοβήθησαν σφόδρα. 25 και είπεν ανήρ Ισραήλ· ει εωράκατε τον άνδρα τον αναβαίνοντα τούτον, ότι ονειδίσαι τον Ισραήλ ανέβη; και έσται ανήρ, ος αν πατάξη αυτόν, πλουτίσει αυτόν ο βασιλεύς πλούτον μέγαν και την θυγατέρα αυτού δώσει αυτω και τον οίκον του πατρός αυτού ποιήσει ελεύθερον εν τω ισραήλ. 26 και είπε Δαυίδ προς τους άνδρας τους συνεστηκότας μετ ‘ αυτού λέγων· ή ποιηθήσεται τω ανδρί, ος αν πατάξει τον αλλόφυλον εκείνον, και αφελεί ονειδισμόν από Ισραήλ; ότι τις αλλόφυλος ο απερίτμητος αυτός, ότι ωνείδισε παράταξιν Θεού ζώντος; 27 και είπεν αυτω ο λαός κατά το ρήμα τούτο λέγων· ούτως ποιηθήσεται τω ανδρί, ος αν πατάξει αυτόν. 28 και ήκουσεν Ελιάβ ο αδελφός αυτού ο μείζων εν τω λαλείν αυτόν προς τους άνδρας και ωργίσθη θυμω Ελιάβ εν τω Δαυίδ και είπεν· ινατί τούτο κατέβης και επί τίνα αφήκας τα μικρά πρόβατα εκείνα εν τη ερήμω; εγώ οίδα την υπερηφανίαν σου και την κακίαν της καρδίας σου, ότι ένεκεν του ιδείν τον πόλεμον κατέβης. 29 και είπε Δαυίδ· τι εποίησα νυν; ουχί ρήμά εστι; 30 και επέστρεψε παρ ‘ αυτού εις εναντίον ετέρου και είπε κατά το ρήμα τούτο, καίαπεκρίθη αυτω ο λαός κατά το ρήμα του πρώτου. 31 και ηκούσθησαν οι λόγοι, ους ελάλησε Δαυίδ, και ανηγγέλησαν οπίσω Σαούλ και παρέλαβεν αυτόν.]

 32 Και είπε Δαυίδ προς Σαούλ· μη δη συμπεσέτω καρδία του Κυρίου μου επ ‘ αυτόν· ο δούλός σου πορεύσεται και πολεμήσει μετά του αλλοφύλου τούτου. 33 και είπε Σαούλ προς τον Δαυίδ· ου μη δυνήση πορευθήναι προς τον αλλόφυλον του πολεμείν μετ ‘ αυτού, ότι παιδάριον ει συ, και αυτός ανήρ πολεμιστής εκ νεότητος αυτού. 34 και είπε Δαυίδ προς Σαούλ· ποιμαίνων ην ο δούλός σου τω πατρί αυτού εν τω ποιμνίω, και όταν ήρχετο ο λέων και η άρκος και ελάμβανε πρόβατον εκ της αγέλης, 35 και εξεπορευόμην οπίσω αυτού και επάταξα αυτόν και εξέσπασα εκ του στόματος αυτού, και ει επανίστατο επ ‘ εμέ, και εκράτησα του φάρυγγος αυτού και επάταξα και εθανάτωσα αυτόν. 36 και τον λέοντα και την άρκον έτυπτεν ο δούλός σου, και έσται ο αλλόφυλος ο απερίτμητος ως εν τούτων· ουχί πορεύσομαι και πατάξω αυτόν, και αφελώ σήμερον όνειδος εξ Ισραήλ; διότι τις ο απερίτμητος ούτος, ος ωνείδισε παράταξιν Θεού ζώντος; 37 Κύριος, ος εξείλατό με εκ χειρός του λέοντος και εκ χειρός της άρκου, αυτός εξελείταί με εκ χειρός του αλλοφύλου του απεριτμήτου τούτου. και είπε Σαούλ προς Δαυίδ· πορεύου, και έσται Κύριος μετά σου. 38 και ενέδυσε Σαούλ τον Δαυίδ μανδύαν και περικεφαλαίαν χαλκήν περί την κεφαλήν αυτού 39 και έζωσε τον Δαυίδ την ρομφαίαν αυτού επάνω του μανδύου αυτού. και εκοπίασε περιπατήσας άπαξ και δις· και είπε Δαυίδ προς Σαούλ· ου μη δύνωμαι πορευθήναι εν τούτοις, ότι ου πεπείραμαι. και αφαιρούσιν αυτά απ ‘ αυτού. 40 και έλαβε την βακτηρίαν αυτού εν τη χειρί αυτού και εξελέξατο εαυτω πέντε λίθους λείους εκ του χειμάρρου και έθετο αυτούς εν τω καδίω τω ποιμαινικω τω όντι αυτω εις συλλογή και σφενδόνην αυτού εν τη χειρί αυτού και προσήλθε προς τον άνδρα τον αλλόφυλον.

[41 Και επορεύθη ο αλλόφυλος πορευόμενος και εγγίζων προς Δαυίδ, και ανήρ ο αίρων τον θυρεόν έμπροσθεν αυτού, και επέβλεψεν ο αλλόφυλος.]

42 και είδε Γολιάθ τον Δαυίδ και εξητίμασεν αυτόν, ότι αυτός ην παιδάριον και αυτός πυρράκης μετά κάλλους οφθαλμών. 43 και είπεν ο αλλόφυλος προς Δαυίδ· ωσεί κύων εγώ ειμι, ότι συ έρχη επ ‘ εμέ εν ράβδω και λίθοις; και είπε Δαυίδ· ουχί, αλλ ‘ ή χείρων κυνός. και κατηράσατο ο αλλόφυλος τον Δαυίδ εν τοις θεοίς αυτού. 44 και είπεν ο αλλόφυλος προς Δαυίδ· δεύρο προς με, και δώσω τας σάρκας σου τοις πετεινοίς του ουρανού και τοις κτήνεσι της γης. 45 και είπε Δαυίδ προς τον αλλόφυλον· συ έρχη προς με εν ρομφαία και εν δόρατι και εν ασπίδι, καγώ πορεύομαι προς σε εν ονόματι Κυρίου Θεού Σαβαώθ παρατάξεως Ισραήλ, ην ωνείδισας σήμερον· 46 και αποκλείσει σε Κύριος σήμερον εις την χείρά μου, και αποκτενώ σε και αφελώ την κεφαλήν σου από σου και δώσω τα κώλά σου και τα κώλα παρεμβολής αλλοφύλων εν ταύτη τη ημέρα τοις πετεινοίς του ουρανού και τοις θηρίοις της γης, και γνώσεται πάσα η γη, ότι έστι Θεός εν Ισραήλ· 47 και γνώσεται πάσα η εκκλησία αύτη ότι ουκ εν ρομφαία και δόρατι σώζει Κύριος, ότι του Κυρίου ο πόλεμος, και παραδώσει Κύριος υμάς εις χείρας ημών. 48 και ανέστη ο αλλόφυλος και επορεύθη εις συνάντησιν Δαυίδ. 49 και εξέτεινε Δαυίδ την χείρα αυτού εις το κάδιον και έλαβεν εκείθεν λίθον ένα και εσφενδόνισε και επάταξε τον αλλόφυλον επί το μέτωπον αυτού, και διέθυ ο λίθος δια της περικεφαλαίας εις το μέτωπον αυτού, και έπεσεν επί πρόσωπον αυτού επί την γην.

[50 Και εκραταίωσε Δαυίδ υπέρ τον αλλόφυλον εν τη σφενδόνη και εν τω λίθω, και επάταξε τον αλλόφυλον και εθανάτωσεν αυτόν· και ρομφαία ουκ ην εν χειρί Δαυίδ.]

51 και έδραμε Δαυίδ και επέστη επ ‘ αυτόν και έλαβε την ρομφαίαν αυτού και εθανάτωσεν αυτόν και αφείλε την κεφαλήν αυτού. και είδον οι αλλόφυλοι ότι τέθνηκεν ο δυνατός αυτών, και έφυγον. 52 και ανίστανται άνδρες Ισραήλ και Ιούδα και ηλάλαξαν και κατεδίωξαν οπίσω αυτών έως εισόδου Γεθ και έως της πύλης Ασκάλωνος, και έπεσον τραυματίαι των αλλοφύλων εν τη οδω των πυλών και έως Γεθ και έως Ακκαρών. 53 και ανέστρεψαν άνδρες Ισραήλ εκκλίνοντες οπίσω των αλλοφύλων και κατεπάτουν τας παρεμβολάς αυτών. 54 και έλαβε Δαυίδ την κεφαλήν του αλλοφύλου, και ήνεγκεν αυτήν εις Ιερουσαλήμ και τα σκεύη αυτού έθηκεν εν τω σκηνώματι αυτού.

[55 Και ως είδε Σαούλ τον Δαυίδ εκπορευόμενον εις απάντησιν του αλλοφύλου, είπε προς Αβεννήρ τον άρχοντα της δυνάμεως· Υιος τίνος ο νεανίσκος ούτος; και είπεν Αβεννήρ· ζη η ψυχή σου, βασιλεύ, ει οίδα. 56 και είπεν ο βασιλεύς· επερώτησον συ, υιος τίνος ο νεανίσκος ούτος. 57 και ως επέστρεψε Δαυίδ του πατάξαι τον αλλόφυλον, και παρέλαβεν αυτόν Αβεννήρ και εισήγαγεν αυτόν ενώπιον Σαούλ, και η κεφαλή του αλλοφύλου εν τη χειρί αυτού. 58 και είπε προς αυτόν Σαούλ· υιος τίνος ει, παιδάριον, και είπε Δυαίδ· υιος δούλου σου Ιεσσαί του Βηθλεεμείτου.]

 Α¢ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

[1 Και εγένετο ως συνετέλεσε λαλών προς Σαούλ, και η ψυχή Ιωνάθαν συνεδέθη τη ψυχή Δαυίδ και ηγάπησεν αυτόν Ιωνάθαν κατά την ψυχήν αυτού. 2 και έλαβεν αυτόν Σαούλ εν τη ημέρα εκείνη και ουκ έδωκεν αυτόν επιστρέψαι εν τω οίκω του πατρός αυτού. 3 και διέθετο Ιωνάθαν και Δαυίδ εν τω αγαπάν αυτόν κατά την ψυχήν αυτού. 4 και εξεδύσατο Ιωνάθαν τον επενδύτην τον επάνω και έδωκεν αυτόν τω Δαυίδ και τον μανδύαν αυτού και έως της ρομφαίας αυτού και έως του τόξου αυτού και έως της ζώνης αυτού. 5 και εξεπορεύετο Δαυίδ, εν πάσιν, οίς απέστειλεν αυτόν Σαούλ, συνήκε· και κατέστησεν αυτόν Σαούλ επί τους άνδρας του πολέμου, και ήρεσεν εν οφθαλμοίς παντός του λαού και γε εν οφθαλμοίς δούλων Σαούλ.]

6 ΚΑΙ εξήλθον αι χορεύουσαι εις συνάντησιν Δαυίδ εκ πασών πόλεων Ισραήλ εν τυμπάνοις και εν χαρμοσύνη και εν κυμβάλοις. 7 και εξήρχον αι γυναίκες και έλεγον· επάταξε Σαούλ εν χιλιάσιν αυτού και Δαυίδ εν μυριάσιν αυτού. 8 και πονηρόν εφάνη το ρήμα εν οφθαλμοίς Σαούλ περί του λόγου τούτου, και είπε· τω Δαυίδ έδωκαν τας μυριάδας και εμοί έδωκαν τας χιλιάδας.

[9 Και ην Σαούλ υποβλεπόμενος τον Δαυίδ από της ημέρας εκείνης και επέκεινα. 10 και εγενήθη από της επαύριον και έπεσε πνεύμα Θεού πονηρόν επί Σαούλ και προεφήτευσεν εν μέσω οίκου αυτού. Και Δαυίδ έψαλλεν εν χειρί αυτού ως καθ ‘ εκάστην ημέραν, και το δόρυ εν τη χειρί Σαούλ. 11 και ήρε Σαούλ το δόρυ και είπε· πατάξω εν Δαυίδ και εν τω τοίχω· και εξέκλινε Δαυίδ από προσώπου αυτού δις.]

12 και εφοβήθη Σαούλ από προσώπου Δαυίδ, 13 και απέστησεν αυτόν απ ‘ αυτού και κατέστησεν αυτόν εαυτω χιλίαρχον, και εξεπορεύετο και εισεπορεύετο έμπροσθεν του λαού. 14 και ην Δαυίδ εν πάσαις ταις οδοίς αυτού συνιών, και Κύριος ην μετ ‘ αυτού. 15 και είδε Σαούλ ως αυτός συνιεί σφόδρα, και ευλαβείτο από προσώπου αυτού. 16 και πας Ισραήλ και Ιούδας ηγάπα τον Δαυίδ, ότι αυτός εισεπορεύετο και εξεπορεύετο προ προσώπου του λαού.

[17 Και είπε Σαούλ προς Δαυίδ· ιδού η θυγάτηρ μου η μείζων Μερόβ, αυτήν δώσω σοι εις γυναίκα, και πλήν γίνου μοι εις υιόν δυνάμεως και πολέμει τους πολέμους Κυρίου. και Σαούλ είπε· μη έστω χείρ μου επ ‘ αυτω, και έσται επ ‘ αυτόν χείρ αλλοφύλων. 18 και είπε Δαυίδ προς Σαούλ· τις εγώ ειμι και τις η ζωή της συγγενείας του πατρός μου εν Ισραήλ, ότι έσομαι γαμβρός του βασιλέως; 19 και εγενήθη εν τω καιρω του δοθήναι την Μερόβ θυγατέρα Σαούλ τω Δαυίδ, και αύτη εδόθη τω Ισραήλ τω Μοθυλαθείτη εις γυναίκα.

 εν σοί ο βασιλεύς, και πάντες οι παίδες αυτού αγαπώσί σε, και συ επιγάμβρευσον τω βασιλεί. 23 και ελάλησαν οι παίδες Σαούλ εις τα ώτα Δαυίδ τα ρήματα ταύτα, και είπε Δαυίδ· ει κούφον εν οφθαλμοίς υμών επιγαμβρεύσαι βασιλεί; καγώ ανήρ ταπεινός και ουχί ένδοξος. 24 και απήγγειλαν οι παίδες Σαούλ αυτω κατά τα ρήματα ταύτα, α ελάλησε Δαυίδ. 25 και είπε Σαούλ· τάδε ερείτε τω Δαυίδ· ου βούλεται ο βασιλεύς εν δόματι, αλλ ‘ ή εν εκατόν ακροβυστίαις αλλοφύλων εκδικήσαι εχθρούς του βασιλέως· και Σαούλ ελογίσατο εμβαλείν αυτόν εις χείρας των αλλοφύλων. 26 και απαγγέλλουσιν οι παίδες Σαούλ τω Δαυίδ τα ρήματα ταύτα, και ηυθύνθη ο λόγος εν οφθαλμοίς Δαυίδ επιγαμβρεύσαι τω βασιλεί. 27 και ανέστη Δαυίδ και επορεύθη αυτός και οι άνδρες αυτού και επάταξεν εν τοις αλλοφύλοις εκατόν άνδρας και ανήνεγκε τας ακροβυστίας αυτών. και επιγαμβρεύεται τω βασιλεί και δίδωσιν αυτω την Μελχόλ θυγατέρα αυτού αυτω εις γυναίκα. 28 και είδε Σαούλ ότι Κύριος μετά Δαυίδ και πας Ισραήλ ηγάπα αυτόν, 29 και προσέθετο ευλαβείσθαι από Δαυίδ έτι.]

 20 Και ηγάπησε Μελχόλ η θυγάτηρ Σαούλ τον Δαυίδ, και απηγγέλη τω Σαούλ, και ηυθύνθη εν τοις οφθαλμοίς αυτού. 21 και είπε Σαούλ· δώσω αυτήν αυτω, και έσται αυτω εις σκάνδαλον. και ην επί Σαούλ χείρ αλλοφύλων. 22 και ενετείλατο Σαούλ τοις παισίν αυτού λέγων· λαλήσετε υμείς λάθρα τω Δαυίδ λέγοντες· ιδού θέλει

 Α¢ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΚΑΙ ελάλησε Σαούλ προς Ιωνάθαν τον υιόν αυτού και προς πάντας τους παίδας αυτού θανατώσαι τον Δαυίδ. 2 και Ιωνάθαν ο υιος Σαούλ ηρείτο τον Δαυίδ σφόδρα, και απήγγειλεν Ιωνάθαν τω Δαυίδ λέγων· Σαούλ ζητεί θανατώσαί σε· φύλαξαι ουν αύριον πρωϊ και κρύβηθι και κάθισον κρυφή, 3 και εγώ εξελεύσομαι και στήσομαι εχόμενος του πατρός μου εν αγρω, ου εάν ης εκεί, και εγώ λαλήσω περί σου προς τον πατέρα μου και όψομαι ό,τι εάν ή, και απαγγελώ σοι. 4 και ελάλησεν Ιωνάθαν περί Δαυίδ αγαθά προς Σαούλ τον πατέρα αυτού και είπε προς αυτόν· μη αμαρτησάτω ο βασιλεύς εις τον δούλόν σου Δαυίδ, ότι ουχ ημάρτηκεν εις σε, και τα ποιήματα αυτού αγαθά σφόδρα, 5 και έθετο την ψυχήν αυτού εν τη χειρί αυτού και επάταξε τον αλλόφυλον, και εποίησε Κύριος σωτηρίαν μεγάλην, και πας Ισραήλ είδον και εχάρησαν· και ινατί αμαρτάνεις εις αίμα αθωον θανατώσαι τον Δαυίδ δωρεάν; 6 και ήκουσε Σαούλ της φωνής Ιωνάθαν, και ώμοσε Σαούλ λέγων· ζη Κύριος, ει αποθανείται. 7 και εκάλεσεν Ιωνάθαν τον Δαυίδ, και απήγγειλεν αυτω πάντα τα ρήματα ταύτα, και εισήγαγεν Ιωνάθαν τον Δαυίδ προς Σαούλ, και ην ενώπιον αυτού ως εχθές και τρίτην ημέραν. 8 και προσέθετο ο πόλεμος γενέσθαι προς Σαούλ, και κατίσχυσε Δαυίδ και επολέμησε τους αλλοφύλους και επάταξεν εν αυτοίς πληγήν μεγάλην σφόδρα, και έφυγον εκ προσώπου αυτού.

 9 Και εγένετο πνεύμα Θεού πονηρόν επί Σαούλ, και αυτός εν οίκω καθεύδων, και δόρυ εν τη χειρί αυτού, και Δαυίδ έψαλλε ταις χερσίν αυτού· 10 και εζήτει Σαούλ πατάξαι το δόρυ εις Δαυίδ, και απέστη Δαυίδ εκ προσώπου Σαούλ και επάταξε το δόρυ εις τον τοίχον, και Δαυίδ ανεχώρησε και διεσώθη. 11 και εγενήθη εν τη νυκτί εκείνη και απέστειλε Σαούλ αγγέλους εις οίκον Δαυίδ φυλάξαι αυτόν του θανατώσαι αυτόν πρωϊ· και απήγγειλε τω Δαυίδ Μελχόλ η γυνή αυτού λέγουσα· εάν μη συ σώσης την ψυχήν σαυτού την νύκτα ταύτην, αύριον θανατωθήση. 12 και κατάγει η Μελχόλ τον Δαυίδ δια της θυρίδος, και απήλθε και έφυγε και σώζεται. 13 και έλαβεν η Μελχόλ τα κενοτάφια και έθετο επί την κλίνην και ήπαρ των αιγών έθετο προς κεφαλής αυτού και εκάλυψεν αυτά ιματίω. 14 και απέστειλε Σαούλ αγγέλους λαβείν τον Δαυίδ, και λέγουσιν ενοχλείσθαι αυτόν· 15 και αποστέλλει επί τον Δαυίδ λέγων· αγάγετε αυτόν επί της κλίνης προς με του θανατώσαι αυτόν. 16 και έρχονται οι άγγελοι, και ιδού τα κενοτάφια επί της κλίνης, και ήπαρ των αιγών προς κεφαλής αυτού. 17 και είπε Σαούλ τη Μελχόλ· ινατί ούτως παρελογίσω με και εξαπέστειλας τον εχθρόν μου και διεσώθη; και είπε Μελχόλ τω Σαούλ· αυτός είπεν· εξαπόστειλόν με, ει δε μη, θανατώσω σε.

 18 Και Δαυίδ έφυγε και διεσώθη και παραγίνεται προς Σαμουήλ εις Αρμαθαίμ και απαγγέλλει αυτω πάντα, όσα εποίησεν αυτω Σαούλ, και επορεύθη Σαμουήλ και Δαυίδ και εκάθισαν εν Ναυάθ εν Ραμά. 19 και απηγγέλη τω Σαούλ λέγοντες· ιδού Δαυίδ εν Ναυάθ εν Ραμά. 20 και απέστειλε Σαούλ αγγέλους λαβείν τον Δαυίδ, και είδαν την εκκλησίαν των προφητών, και Σαμουήλ ειστήκει καθεστηκώς επ ‘ αυτών, και εγενήθη επί τους αγγέλους του Σαούλ πνεύμα Θεού, και προφητεύουσι. 21 και απηγγέλη τω Σαούλ, και απέστειλεν αγγέλους ετέρους, και επροφήτευσαν και αυτοί. και προσέθετο Σαούλ αποστείλαι αγγέλους τρίτους, και επροφήτευσαν και αυτοί. 22 και εθυμώθη οργή Σαούλ και επορεύθη και αυτός εις Αρμαθαίμ και έρχεται έως του φρέατος του άλω του εν τω Σεφί και ηρώτησε και είπε· που Σαμουήλ και Δαυίδ; και είπαν· ιδού εν Ναυάθ εν Ραμά. 23 και επορεύθη εκείθεν εις Ναυάθ εν Ραμά, και εγενήθη και επ ‘ αυτω πνεύμα Θεού, και επορεύετο προφητεύων έως του ελθείν αυτόν εις Ναυάθ εν Ραμά. 24 και εξεδύσατο τα ιμάτια αυτού και επροφήτευσεν ενώπιον αυτών και έπεσε γυμνός όλην την ημέραν εκείνην και όλην την νύκτα· δια τούτο έλεγον· ει και Σαούλ εν προφήταις;

 Α ΒΑΣΙΛΕΙΩΝ

ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΚΑΙ απέδρα Δαυίδ εκ Ναυάθ εν Ραμά και έρχεται ενώπιον Ιωνάθαν και είπε· τι πεποίηκα και τι το αδίκημά μου και τι ημάρτηκα ενώπιον του πατρός σου, ότι επιζητεί την ψυχήν μου; 2 και είπεν αυτω Ιωνάθαν· μηδαμώς σοι, ου μη αποθάνης· ιδού ου μη ποιήσει ο πατήρ μου ρήμα μέγα ή μικρόν και ουκ αποκαλύψει το ωτίον μου· και τι ότι κρύψει ο πατήρ μου απ ‘ εμού το ρήμα τούτο; ουκ έστι τούτο. 3 και απεκρίθη Δαυίδ τω Ιωνάθαν και είπε· γινώσκων οίδεν ο πατήρ σου ότι εύρηκα χάριν εν οφθαλμοίς σου, και είπε· μη γνώτω τούτο Ιωνάθαν, μη ου βούληται· αλλά ζη Κύριος και ζη η ψυχή σου, ότι, καθώς είπον, εμπέπλησται ανά μέσον εμού και του θανάτου. 4 και είπεν Ιωνάθαν προς Δαυίδ· τι επιθυμεί η ψυχή σου και τι ποιήσω σοι; 5 και είπε Δαυίδ προς Ιωνάθαν· ιδού δη νεομηνία αύριον, και εγώ καθίσας ου καθήσομαι φαγείν, και εξαποστελείς με, και κρυβήσομαι εν τω πεδίω έως δείλης. 6 και εάν επισκεπτόμενος επισκέψηταί με ο πατήρ σου, και ερείς· παραιτούμενος παρητήσατο απ ‘ εμού Δαυίδ δραμείν έως εις Βηθλεέμ την πόλιν αυτού, ότι θυσία των ημερών εκεί όλη τη φυλή. 7 εάν τάδε είπη· αγαθώς, ειρήνη τω δούλω σου· και εάν σκληρώς αποκριθή σοι, γνώθι ότι συντετέλεσται η κακία παρ ‘ αυτού. 8 και ποιήσεις έλεος μετά του δούλου σου, ότι εισήγαγες εις διαθήκην Κυρίου τον δούλόν σου μετά σεαυτού· και ει έστιν αδικία εν τω δούλω σου, θανάτωσόν με συ, και έως του πατρός σου ινατί ούτως εισάγεις με; 9 και είπεν Ιωνάθαν· μηδαμώς σοι, ότι εάν γινώσκων γνώ ότι συντετέλεσται η κακία παρά του πατρός μου του ελθείν επί σε, και εάν μη ή εις τας πόλεις σου, εγώ απαγγελώ σοι. 10 και είπε Δαυίδ προς Ιωνάθαν· τις απαγγείλη μοι, εάν αποκριθή ο πατήρ σου σκληρώς; 11 και είπεν Ιωνάθαν προς Δαυίδ· πορεύου και μένε εις αγρόν. και εκπορεύονται αμφότεροι εις αγρόν. 12 και είπεν Ιωνάθαν προς Δαυίδ· Κύριος ο Θεός Ισραήλ είδεν, ότι ανακρινώ τον πατέρα μου ως αν ο καιρός τρισσώς, και ιδού αγαθόν ή περί Δαυίδ, και ου μη αποστείλω προς σε εις αγρόν· 13 τάδε ποιήσαι ο Θεός τω Ιωνάθαν και τάδε προσθείη, ότι ανοίσω τα κακά επί σε και αποκαλύψω το ωτίον σου και εξαποστελώ σε και απελεύση εις ειρήνην· και έσται Κύριος μετά σου, καθώς ην μετά του πατρός μου. 14 και εάν μεν έτι μου ζώντος και ποιήσεις έλεος μετ ‘ εμού, και εάν θανάτω αποθάνω, 15 ουκ εξαρείς έλεός σου από του οίκου μου έως του αιώνος· και ει μη, εν τω εξαίρειν Κύριον τους εχθρούς Δαυίδ έκαστον από του προσώπου της γης ευρεθήναι το όνομα του Ιωνάθαν από του οίκου Δαυίδ, και εκζητήσαι Κύριος εχθρούς του Δαυίδ. 17 και προσέθετο έτι Ιωνάθαν ομόσαι τω Δαυίδ, ότι ηγάπησε ψυχήν αγαπώντος αυτόν. 18 και είπεν Ιωνάθαν· αύριον νεομηνία, και επισκεπήση, ότι επισκεπήσεται καθέδρα σου. 19 και τρισσεύσεις και επισκέψη και ήξεις εις τον τόπον σου, ου κρυβής εν τη ημέρα τη εργασίμη, και καθήση παρά το εργάβ εκείνο. 20 και εγώ τρισσεύσω ταις σχίζαις ακοντίζων, εκπέμπων εις την αματταρί. 21 και ιδού αποστέλλω το παιδάριον λέγων· δεύρο ευρέ μοι την σχίζαν· 22 εάν είπω λέγων τω παιδαρίω· ώδε η σχίζα από σου και ώδε, λάβε αυτήν, παραγίνου, ότι ειρήνη σοι, και ουκ έστι λόγος, ζη Κύριος· εάν τάδε είπω τω νεανίσκω· ώδε η σχίζα από σου και επέκεινα, πορεύου ότι εξαπέσταλκέ σε Κύριος. 23 και το ρήμα ό ελαλήσαμεν εγώ και συ, ιδού Κύριος μάρτυς ανά μέσον εμού και σου έως αιώνος.

 24 Και κρύπτεται Δαυίδ εν αγρω, και παραγίνεται ο μην, και έρχεται ο βασιλεύς επί την τράπεζαν του φαγείν. 25 και εκάθισεν επί την καθέδραν αυτού ως άπαξ και άπαξ, επί της καθέδρας παρά τοίχον, και προέφθασε τον Ιωνάθαν, και εκάθισεν Αβεννήρ εκ πλαγίων Σαούλ, και επεσκέπη ο τόπος Δαυίδ. 26 και ουκ ελάλησε Σαούλ εν τη ημέρα εκείνη, ότι είρηκε· σύμπτωμα φαίνεται μη καθαρός είναι, ότι ου κεκαθάρισται. 27 και εγενήθη τη επαύριον του μηνός τη ημέρα τη δευτέρα και επεσκέπη ο τόπος του Δαυίδ, και είπε Σαούλ προς Ιωνάθαν τον υιόν αυτού· τι ότι ου παραγέγονεν ο υιος Ιεσσαί και εχθές και σήμερον επί την τράπεζαν; 28 και απεκρίθη Ιωνάθαν τω Σαούλ και είπεν αυτω· παρήτηται παρ ‘ εμού Δαυίδ έως εις Βηθλεέμ την πόλιν αυτού πορευθήναι. 29 και είπεν· εξαπόστειλον δη με, ότι θυσία της φυλής ημίν εν τη πόλει, και ενετείλαντο προς με οι αδελφοί μου, και νυν ει εύρηκα χάριν εν οφθαλμοίς σου, διαβήσομαι δη και όψομαι τους αδελφούς μου· δια τούτο ου παραγέγονεν επί την τράπεζαν του βασιλέως. 30 και εθυμώθη οργή Σαούλ επί Ιωνάθαν σφόδρα και είπεν αυτω· υιε κορασίων αυτομολούντων, ου γαρ οίδα ότι μέτοχος ει συ τω υιω Ιεσσαί εις αισχύνην σου και εις αισχύνην αποκαλύψεως μητρός σου; 31 ότι πάσας τας ημέρας, ας ο υιος Ιεσσαί ζη επί της γης, ουχ ετοιμασθήσεται η βασιλεία σου· νυν ουν αποστείλας λάβε τον νεανίαν, ότι υιος θανάτου ούτος. 32 και απεκρίθη Ιωνάθαν τω Σαούλ· ινατί αποθνήσκει; τι πεποίηκε; 33 και επήρε Σαούλ το δόρυ επί Ιωνάθαν του θανατώσαι αυτόν. και έγνω Ιωνάθαν ότι συντετέλεσται η κακία αύτη παρά του πατρός αυτού θανατώσαι τον Δαυίδ, 34 και ανεπήδησεν Ιωνάθαν από της τραπέζης εν οργή θυμού και ουκ έφαγεν εν τη δευτέρα του μηνός άρτον, ότι εθραύσθη επί τον Δαυίδ, ότι συνετέλεσεν επ ‘ αυτόν ο πατήρ αυτού.

 35 Και εγενήθη πρωϊ και εξήλθεν Ιωνάθαν εις αγρόν, καθώς ετάξατο εις το μαρτύριον Δαυίδ, και παιδάριον μικρόν μετ ‘ αυτού. 36 και είπε τω παιδαρίω· δράμε, ευρέ μοι τας σχίζας, εν αις εγώ ακοντίζω. και το παιδάριον έδραμε, και αυτός ηκόντιζε τη σχίζη και παρήγαγεν αυτήν. 37 και ήλθε το παιδάριον έως του τόπου της σχίζης, ου ηκόντιζεν Ιωνάθαν, και ανεβόησεν Ιωνάθαν οπίσω του νεανίου και είπεν· εκεί η σχίζα από σου και επέκεινα· 38 και ανεβόησεν Ιωνάθαν οπίσω του παιδαρίου αυτού λέγων· ταχύνας σπεύσον και μη στης. και ανέλεξε το παιδάριον Ιωνάθαν τας σχίζας και ήνεγκε τας σχίζας προς τον κύριον αυτού. 39 και το παιδάριον ουκ έγνω ουθέν, πάρεξ Ιωνάθαν και Δαυίδ έγνωσαν το ρήμα. 40 και Ιωνάθαν έδωκε τα σκεύη αυτού επί το παιδάριον αυτού και είπε τω παιδαρίω αυτού· πορεύου, είσελθε εις την πόλιν. 41 και ως εισήλθε το παιδάριον, και Δαυίδ ανέστη από του εργάβ και έπεσεν επί πρόσωπον αυτού και προσεκύνησεν αυτω τρίς, και κατεφίλησεν έκαστος τον πλησίον αυτού, και έκλαυσεν έκαστος τω πλησίον αυτού έως συντελείας μεγάλης. 42 και είπεν Ιωνάθαν τω Δαυίδ· πορεύου εις ειρήνην, και ως ομωμόκαμεν ημείς αμφότεροι εν ονόματι Κυρίου λέγοντες· Κύριος έσται μάρτυς ανά μέσον εμού και σου και ανά μέσον του σπέρματός μου και ανά μέσον του σπέρματός σου έως αιώνος.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΚΑΙ ανέστη Δαυίδ και απήλθε, και Ιωνάθαν εισήλθεν εις την πόλιν. 2 και έρχεται Δαυίδ εις Νομβά προς Αβιμέλεχ τον ιερέα. και εξέστη Αβιμέλεχ τη απαντήσει αυτού και είπεν αυτω· τι ότι συ μόνος και ουθείς μετά σου; 3 και είπε Δαυίδ τω ιερεί· ο βασιλεύς εντέταλταί μοι ρήμα σήμερον και είπέ μοι· μηδείς γνώτω το ρήμα, περί ου εγώ αποστέλλω σε και υπέρ ου εγώ εντέταλμαί σοι· και τοις παιδαρίοις διαμεμαρτύρημαι εν τω τόπω τω λεγομένω Θεού πίστις, Φελλανί Αλεμωνί· και νυν ει εισίν υπό την χείρά σου πέντε άρτοι, δος εις χείρά μου το ευρεθέν. 4 και απεκρίθη ο ιερεύς τω Δαυίδ, και είπεν· ουκ εισίν άρτοι βέβηλοι υπό την χείρά μου, ότι αλλ ‘ ή άρτοι άγιοί εισιν· ει πεφυλαγμένα τα παιδάριά εστιν από γυναικός, και φάγεται. 5 και απεκρίθη Δαυίδ τω ιερεί και είπεν αυτω· αλλά από γυναικός απεσχήμεθα εχθές και τρίτην ημέραν· εν τω εξελθείν με εις οδόν γέγονε πάντα τα παιδία ηγνισμένα, και αυτή η οδός βέβηλος, διότι αγιασθήσεται σήμερον δια τα σκεύη μου. 6 και έδωκεν αυτω Αβιμέλεχ ο ιερεύς τους άρτους της προθέσεως, ότι ουκ ην εκεί άρτος, αλλ ‘ ή άρτοι του προσώπου οι αφηρημένοι εκ προσώπου Κυρίου του παρατεθήναι άρτον θερμόν ή ημέρα έλαβεν αυτούς. 7 και εκεί ην εν των παιδαρίων του Σαούλ εν τη ημέρα εκείνη συνεχόμενος νεεσσαράν ενώπιον Κυρίου, και όνομα αυτω Δωήκ ο Σύρος νέμων τας ημιόνους Σαούλ. 8 και είπε Δαυίδ προς Αβιμέλεχ· ιδέ ει έστιν ενταύθα υπό την χείρά σου δόρυ ή ρομφαία, ότι την ρομφαίαν μου και τα σκεύη ουκ είληφα εν τη χειρί μου, ότι ην το ρήμα του βασιλέως κατά σπουδήν. 9 και είπεν ο ιερεύς· ιδού η ρομφαία Γολιάθ του αλλοφύλου, ον επάταξας εν τη κοιλάδι ‘Ηλά, και αυτήν ενειλημμένη ην εν ιματίω· ει ταύτην λήψη, σεαυτω λαβέ, ότι ουκ έστιν ετέρα πάρεξ ταύτης ενταύθα. και είπε Δαυίδ· ιδού ουκ έστιν ωσπερ αυτή, δος μοι αυτήν. 10 και έδωκεν αυτήν αυτω· και ανέστη Δαυίδ και έφυγεν εν τη ημέρα εκείνη εκ προσώπου Σαούλ.

 Και ήλθε Δαυίδ προς Αγχούς βασιλέα Γεθ. 11 και είπον οι παίδες Αγχούς προς αυτόν· ουχί ούτος Δαυίδ ο βασιλεύς της γης; ουχί τούτω εξήρχον αι χορεύουσαι λέγουσαι· επάταξε Σαούλ εν χιλιάσιν αυτού και Δαυίδ εν μυριάσιν αυτού; 12 και έθετο Δαυίδ τα ρήματα εν τη καρδία αυτού και εφοβήθη σφόδρα από προσώπου Αγχούς βασιλέως Γεθ. 13 και ηλλοίωσε το πρόσωπον αυτού ενώπιον αυτού και προσεποιήσατο εν τη ημέρα εκείνη και ετυμπάνιζεν επί ταις θύραις της πόλεως και παρεφέρετο εν ταις χερσίν αυτού και έπιπτεν επί τας θύρας της πύλης, και τα σίελα αυτού κατέρρει επί τον πώγωνα αυτού. 14 και είπεν Αγχούς προς τους παίδας αυτού· ιδού ίδετε άνδρα επίληπτον, ινατί εισηγάγετε αυτόν προς με; 15 μη ελαττούμαι επιλήπτων εγώ, ότι εισαγηόχατε αυτόν επιληπτεύεσθαι προς με; ούτος ουκ εισελεύσεται εις οικίαν.

 Α¢ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΚΑΙ απήλθεν εκείθεν Δαυίδ και διεσώθη και έρχεται εις το σπήλαιον το ‘Οδολλάμ. και ακούουσιν οι αδελφοί αυτού και ο οίκος του πατρός αυτού και καταβαίνουσι προς αυτόν εκεί. 2 και συνήγοντο προς αυτόν πας εν ανάγκη και πας υπόχρεως και πας κατώδυνος ψυχή, και ην επ ‘ αυτών ηγούμενος· και ήσαν μετ ‘ αυτού ως τετρακόσιοι άνδρες. 3 και απήλθε Δαυίδ εκείθεν εις Μασσηφάθ της Μωάβ και είπε προς βασιλέα Μωάβ· γινέσθωσαν δη ο πατήρ μου και η μήτηρ μου παρά σοί, έως ότου γνώ τι ποιήσει μοι ο Θεός. 4 και παρεκάλεσε το πρόσωπον του βασιλέως Μωάβ, και κατώκουν μετ ‘ αυτού πάσας τας ημέρας όντος του Δαυίδ εν τη περιοχή. 5 και είπε Γάδ ο προφήτης προς Δαυίδ· μη κάθου εν τη περιοχή, πορεύου και ήξεις εις γην Ιούδα. και επορεύθη Δαυίδ και ήλθε και εκάθισεν εν πόλει Σαρίχ.

 6 Και ήκουσε Σαούλ, ότι έγνωσται Δαυίδ και οι άνδρες οι μετ ‘ αυτού· και Σαούλ εκάθητο εν τω βουνω υπό την άρουραν την εν Ραμά, και το δόρυ εν τη χειρί αυτού, και πάντες οι παίδες αυτού παρειστήκεισαν αυτω. 7 και είπε Σαούλ προς τους παίδας αυτού τους παρεστηκότας αυτω· ακούσατε δη υιοί Βενιαμίν· ει αληθώς πάσιν υμίν δώσει ο υιος Ιεσσαί αγρούς και αμπελώνας και πάντας υμάς τάξει εκατοντάρχους και χιλιάρχους; 8 ότι σύγκεισθε πάντες υμείς επ ‘ εμέ, και ουκ έστιν ο αποκαλύπτων το ωτίον μου εν τω διαθέσθαι τον υιόν μου διαθήκην μετά του υιού Ιεσσαί, και ουκ έστι πονών περί εμού εξ υμών και αποκαλύπτων το ωτίον μου, ότι επήγειρεν ο υιος μου τον δούλόν μου επ ‘ εμέ εις εχθρόν, ως η ημέρα αύτη. 9 και αποκρίνεται Δωήκ ο Σύρος ο καθεστηκώς επί τας ημιόνους Σαούλ και είπεν· εώρακα τον υιόν Ιεσσαί παραγινόμενον εις Νομβά προς Αβιμέλεχ υιόν Αχιτώβ τον ιερέα, 10 και ηρώτα αυτω δια του Θεού και επισιτισμόν έδωκεν αυτω και την ρομφαίαν Γολιάθ του αλλοφύλου έδωκεν αυτω. 11 και απέστειλεν ο βασιλεύς καλέσαι τον Αβιμέλεχ υιόν Αχιτώβ και πάντας τους υιούς του πατρός αυτού τους ιερείς τους εν Νομβά, και παρεγένοντο πάντες προς τον βασιλέα. 12 και είπε Σαούλ· άκουε δη, υιε Αχιτώβ· και είπεν· ιδού εγώ, λάλει κύριε. 13 και είπεν αυτω Σαούλ· ινατί συνέθου κατ ‘ εμού συ και ο υιος Ιεσσαί δούναί σε αυτω άρτον και ρομφαίαν και ερωτάν αυτω δια του Θεού θέσθαι αυτόν επ ‘ εμέ εις εχθρόν, ως η ημέρα αύτη; 14 και απεκρίθη τω βασιλεί και είπε· και τις εν πάσι τοις δούλοις σου ως Δαυίδ πιστός και γαμβρός του βασιλέως και άρχων παντός παραγγέλματός σου και ένδοξος εν τω οίκω σου; 15 ή σήμερον ήργμαι ερωτάν αυτω δια του Θεού; μηδαμώς. μη δότω ο βασιλεύς κατά του δούλου αυτού λόγον και εφ ‘ όλον τον οίκον του πατρός μου, ότι ουκ ήδει ο δούλός σου εν πάσι τούτοις ρήμα μικρόν ή μέγα. 16 και είπεν ο βασιλεύς Σαούλ· θανάτω αποθανή, Αβιμέλεχ, συ και πας ο οίκος του πατρός σου. 17 και είπεν ο βασιλεύς τοις παρατρέχουσι τοις εφεστηκόσι προς αυτόν· προσαγάγετε και θανατούτε τους ιερείς του Κυρίου, ότι η χείρ αυτών μετά Δαυίδ, και ότι έγνωσαν ότι φεύγει αυτός, και ουκ απεκάλυψαν το ωτίον μου. και ουκ εβουλήθησαν οι παίδες του βασιλέως επενεγκείν τας χείρας αυτών απαντήσαι εις τους ιερείς Κυρίου. 18 και είπεν ο βασιλεύς τω Δωήκ· επιστρέφου συ και απάντα εις τους ιερείς. και επεστράφη Δωήκ ο Σύρος και εθανάτωσε τους ιερείς του Κυρίου εν τη ημέρα εκείνη, τριακοσίους και πέντε άνδρας, πάντας αίροντας εφούδ. 19 και την Νομβά την πόλιν των ιερέων επάταξεν εν στόματι ρομφαίας απ ‘ ανδρός έως γυναικός, από νηπίου έως θηλάζοντος και μόσχου και όνου και προβάτου. 20 και διασώζεται υιος εις τω Αβιμέλεχ υιω Αχιτώβ, και όνομα αυτω Αβιάθαρ, και έφυγεν οπίσω Δαυίδ. 21 και απήγγειλεν Αβιάθαρ τω Δαυίδ, ότι εθανάτωσε Σαούλ πάντας τους ιερείς του Κυρίου. 22 και είπε Δαυίδ τω Αβιάθαρ· ήδειν ότι εν τη ημέρα εκείνη ότι Δωήκ ο Σύρος ότι απαγγέλλων απαγγελεί τω Σαούλ· εγώ ειμι αίτιος των ψυχών οίκου του πατρός σου· 23 κάθου μετ ‘ εμού, μη φοβού, ότι ου εάν ζητώ τη ψυχή μου τόπον, ζητήσω και τη ψυχή σου, ότι πεφύλαξαι συ παρ ‘ εμοί.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 ΚΑΙ απηγγέλη τω Δαυίδ λέγοντες· ιδού οι αλλόφυλοι πολεμούσιν εν τη Κεϊλά, και αυτοί διαρπάζουσι, καταπατούσι τους άλω. 2 και επηρώτησε Δαυίδ δια του Κυρίου λέγων· ει πορευθώ και πατάξω τους αλλοφύλους τούτους; και είπε Κύριος· πορεύου και πατάξεις εν τοις αλλοφύλοις τούτοις και σώσεις την Κεϊλά. 3 και είπαν οι άνδρες του Δαυίδ προς αυτόν· ιδού ημείς ενταύθα εν τη Ιουδαία φοβούμεθα, και Πως έσται εάν πορευθώμεν εις Κεϊλά; εις τα σκύλα των αλλοφύλων εισπορευσόμεθα; 4 και προσέθετο Δαυίδ έτι επερωτήσαι δια του Κυρίου, και απεκρίθη αυτω Κύριος και είπεν αυτω· ανάστηθι και κατάβηθι εις Κεϊλά, ότι εγώ παραδίδωμι τους αλλοφύλους εις χείράς σου. 5 και επορεύθη Δαυίδ και οι άνδρες οι μετ ‘ αυτού εις Κεϊλά και επολέμησε τοις αλλοφύλοις, και έφυγον εκ προσώπου αυτού, και απήγαγε τα κτήνη αυτών και επάταξεν εν αυτοίς πληγήν μεγάλην, και έσωσε Δαυίδ τους κατοικούντας Κεϊλά.

 6 Και εγένετο εν τω φεύγειν Αβιάθαρ υιόν Αβιμέλεχ προς Δαυίδ και αυτός μετά Δαυίδ εις Κεϊλά κατέβη έχων εφούδ εν τη χειρί αυτού. 7 και απηγγέλη τω Σαούλ ότι ήκει ο Δαυίδ εις Κεϊλά, και είπε Σαούλ· πέπρακεν αυτόν ο Θεός εις τας χείράς μου, ότι αποκέκλεισται εισελθών εις πόλιν θυρών και μοχλών. 8 και παρήγγειλε Σαούλ παντί τω λαω καταβαίνειν εις πόλεμον εις Κεϊλά συνέχειν τον Δαυίδ και τους άνδρας αυτού. 9 και έγνω Δαυίδ ότι ου παρασιωπά Σαούλ περί αυτού την κακίαν, και είπε Δαυίδ προς Αβιάθαρ τον ιερέα· προσάγαγε το εφούδ Κυρίου. 10 και είπε Δαυίδ· Κύριε ο Θεός Ισραήλ, ακούων ακήκοεν ο δούλός σου ότι ζητεί Σαούλ ελθείν επί Κεϊλά διαφθείραι την πόλιν δι ‘ εμέ. 11 ει αποκλεισθήσεται; και νυν ει καταβήσεται Σαούλ, καθώς ήκουσεν ο δούλός σου; Κύριε ο Θεός Ισραήλ, απάγγειλον τω δούλω σου. και είπε Κύριος· αποκλεισθήσεται.

[12 Και είπε Δαυίδ· ει παραδώσουσι παρά της Κεϊλά εμέ και τους άνδρας μου εις χείρας Σαούλ; και είπε Κύριος· παραδώσουσι.]

13 και ανέστη Δαυίδ και οι άνδρες οι μετ ‘ αυτού ως τετρακόσιοι και εξήλθον εκ Κεϊλά και επορεύοντο ου εάν επορεύοντο· και τω Σαούλ απηγγέλη ότι, διασέσωσται Δαυίδ εκ Κεϊλά, και ανήκε του ελθείν.

 14 Και εκάθισε Δαυίδ εν τη ερήμω, εν Μασερέμ εν τοις στενοίς, και εκάθητο εν τη ερήμω εν τω όρει Ζίφ, εν τη γη τη αυχμώδει· και εζήτει αυτόν Σαούλ πάσας τας ημέρας, και ου παρέδωκεν αυτόν Κύριος εις τας χείρας αυτού. 15 και είδε Δαυίδ ότι εξέρχεται Σαούλ του ζητείν τον Δαυίδ· και Δαυίδ ην εν τω όρει τω αυχμώδει εν τη Καινή Ζίφ. 16 και ανέστη Ιωνάθαν υιος Σαούλ και επορεύθη προς Δαυίδ εις Καινήν και εκραταίωσε τας χείρας αυτού εν Κυρίω. 17 και είπε προς αυτόν· μη φοβού, ότι ου μη εύρη σε η χείρ Σαούλ του πατρός μου, και συ βασιλεύσεις επί Ισραήλ, και εγώ έσομαί σοι εις δεύτερον· και Σαούλ ο πατήρ μου οίδεν ούτως. 18 και διέθεντο αμφότεροι διαθήκην ενώπιον Κυρίου. και ακάθητο Δαυίδ εν Καινή, και Ιωνάθαν απήλθεν εις οίκον αυτού.

 19 Και ανέβησαν οι Ζιφαίοι εκ της αυχμώδους προς Σαούλ επί τον βουνόν λέγοντες· ουκ ιδού Δαυίδ κέκρυπται παρ ‘ ημίν εν Μεσσαρά, εν τοις στενοίς, εν τη Καινή εν τω βουνω του Εχελά του εκ δεξιών του Ιεσσαιμούν; 20 και νυν παν το προς ψυχήν του βασιλέως εις κατάβασιν καταβαινέτω προς ημάς· κεκλείκασιν αυτόν εις χείρας του βασιλέως. 21 και είπεν αυτοίς Σαούλ· ευλογημένοι υμείς τω Κυρίω, ότι επονέσατε περί εμού· 22 πορεύθητε δη και ετοιμάσατε έτι και γνώτε τον τόπον αυτού, ου έσται ο πούς αυτού εν τάχει εκεί, ου είπατε, μη ποτε πανουργεύσηται· 23 και ίδετε και γνώτε, και πορεύσομαι μεθ ‘ υμών, και έσται ει έστιν επί της γης, και εξερευνήσω αυτόν εν πάσαις χιλιάσιν Ιούδα. 24 και ανέστησαν οι Ζιφαίοι και επορεύθησαν έμπροσθεν Σαούλ· και Δαυίδ και οι άνδρες αυτού εν τη ερήμω τη Μαάν καθ ‘ εσπέραν εκ δεξιών του Ιεσσαιμούν. 25 και επορεύθη Σαούλ και οι άνδρες αυτού ζητείν αυτόν· και απήγγειλαν τω Δαυίδ, και κατέβη εις την πέτραν την εν τη ερήμω Μαάν. και ήκουσε Σαούλ και κατεδίωξεν οπίσω Δαυίδ εις την έρημον Μαάν. 26 και πορεύονται Σαούλ και οι άνδρες αυτού εκ μέρους του όρους τούτου, και ην Δαυίδ και οι άνδρες αυτού εκ μέρους του όρους τούτου· και ην Δαυίδ σκεπαζόμενος πορεύεσθαι από προσώπου Σαούλ, και Σαούλ και οι άνδρες αυτού παρενέβαλον επί Δαυίδ και τους άνδρας αυτού συλλαβείν αυτούς. 27 και προς Σαούλ ήλθεν άγγελος λέγων· σπεύδε και δεύρο, ότι αλλόφυλοι επέθεντο επί την γην. 28 και ανέστρεψε Σαούλ μη καταδιώκειν οπίσω Δαυίδ και επορεύθη εις συνάντησιν των αλλοφύλων· δια τούτο επεκλήθη ο τόπος εκείνος Πέτρα η μερισθείσα.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΚΑΙ ανέστη Δαυίδ εκείθεν και εκάθισεν εν τοις στενοίς Εγγαδδί. 2 και εγενήθη ως ενέστρεψε Σαούλ από όπισθεν των αλλοφύλων, και απηγγέλη αυτω λεγόντων, ότι Δαυίδ εν τη ερήμω Εγγαδδί. 3 και έλαβε μεθ ‘ εαυτού τρεις χιλιάδας ανδρών εκλεκτούς εκ παντός Ισραήλ και επορεύθη ζητείν τον Δαυίδ και τους άνδρας αυτού επί πρόσωπον Σαδαιέμ. 4 και ήλθεν εις τας αγέλας των ποιμνίων τας επί της οδού, και ην εκεί σπήλαιον, και Σαούλ εισήλθε παρασκευάσασθαι· και Δαυίδ και οι άνδρες αυτού εσώτερον του σπηλαίου εκάθηντο. 5 και είπον οι άνδρες Δαυίδ προς αυτόν· ιδού η ημέρα αύτη, ην είπε Κύριος προς σε παραδούναι τον εχθρόν σου εις τας χείράς σου, και ποιήσεις αυτω ως αγαθόν εν οφθαλμοίς σου. και ανέστη Δαυίδ και αφείλε το πτερύγιον της διπλοϊδος του Σαούλ λαθραίως. 6 και εγενήθη μετά ταύτα και επάταξε καρδία Δαυίδ αυτόν, ότι αφείλε το πτερύγιον της διπλοϊδος αυτού, 7 και είπε Δαυίδ προς τους άνδρας αυτού· μηδαμώς μοι παρά Κυρίου, ει ποιήσω το ρήμα τούτο τω κυρίω μου τω χριστω Κυρίου επενέγκαι χείρά μου επ ‘ αυτόν, ότι χριστός Κυρίου εστίν ούτος· 8 και έπεισε Δαυίδ τους άνδρας αυτού εν λόγοις και ουκ έδωκεν αυτοίς αναστάντας θανατώσαι τον Σαούλ. και ανέστη Σαούλ και κατέβη την οδόν. 9 και ανέστη Δαυίδ οπίσω αυτού εκ του σπηλαίου, και εβόησε Δαυίδ οπίσω Σαούλ λέγων· κύριε βασιλεύ· και επέβλεψε Σαούλ εις τα οπίσω αυτού, και έκυψε Δαυίδ επί πρόσωπον αυτού επί την γην και προσεκύνησεν αυτω. 10 και είπε Δαυίδ προς Σαούλ· ινατί ακούεις των λόγων του λαού λεγόντων· ιδού Δαυίδ ζητεί την ψυχήν σου; 11 ιδού εν τη ημέρα ταύτη εωράκασιν οι οφθαλμοί σου ως παρέδωκέ σε Κύριος σήμερον εις χείράς μου εν τω σπηλαίω, και ουκ ηβουλήθην αποκτείναί σε και εφεισάμην σου και είπα· ουκ εποίσω χείρά μου επί κύριόν μου, ότι χριστός Κυρίου ούτός εστι. 12 και ιδού το πτερύγιον της διπλοϊδος σου εν τη χειρί μου· εγώ αφήρηκα το πτερύγιον και ουκ απέκταγκά σε. και γνώθι και ιδέ σήμερον ότι ουκ έστι κακία εν τη χειρί μου ουδέ ασέβεια και αθέτησις, και ουχ ημάρτηκα εις σε· και συ δεσμεύεις την ψυχήν μου λαβείν αυτήν. 13 δικάσαι Κύριος ανά μέσον εμού και σου, και εκδικήσαι με Κύριος εκ σου· και η χείρ μου ουκ έσται επί σοί, 14 καθώς λέγεται η παραβολή η αρχαία· εξ ανόμων εξελεύσεται πλημμέλεια· και η χείρ μου ουκ έσται επί σε. 15 και νυν οπίσω τίνος συ εκπορεύη, βασιλεύ Ισραήλ; οπίσω τίνος καταδιώκεις συ; οπίσω κυνός τεθνηκότος και οπίσω ψύλλου ενός; 16 γένοιτο Κύριος εις κριτήν και δικαστήν ανά μέσον εμού και ανά μέσον σου· ίδοι Κύριος και κρίναι την κρίσιν μου και δικάσαι μοι εκ χειρός σου. 17 και εγένετο ως συνετέλεσε Δαυίδ τα ρήματα ταύτα λαλών προς Σαούλ, και είπε Σαούλ· η φωνή σου αύτη τέκνον Δαυίδ; και ήρε Σαούλ την φωνήν αυτού και έκλαυσε. 18 και είπε Σαούλ προς Δαυίδ· δίκαιος συ υπέρ εμέ, ότι συ ανταπέδωκάς μοι αγαθά, εγώ δε ανταπέδωκά σοι κακά. 19 και συ απήγγειλάς μοι σήμερον α εποίησάς μοι αγαθά, ως απέκλεισέ με Κύριος εις χείράς σου σήμερον και ουκ απέκτεινάς με· 20 και ότι ει εύροι τις τον εχθρόν αυτού εν θλίψει και εκπέμψει αυτόν εν οδω αγαθή, και Κύριος αποτίσει αυτω αγαθά, καθώς πεποίηκας σήμερον. 21 και νυν ιδού εγώ γινώσκω ότι βασιλεύων βασιλεύσεις και στήσεται εν χειρί σου η βασιλεία Ισραήλ. 22 και νυν όμοσόν μοι εν Κυρίω ότι ουκ εξολοθρεύσεις το σπέρμα μου οπίσω μου, ουκ αφανιείς το όνομά μου εκ του οίκου του πατρός μου. 23 και ώμοσε Δαυίδ τω Σαούλ. και απήλθε Σαούλ εις τον τόπον αυτού, και Δαυίδ και οι άνδρες αυτού ανέβησαν εις την Μεσσαρά στενήν.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΕ

 1 ΚΑΙ απέθανε Σαμουήλ, και συναθροίζονται πας Ισραήλ και κόπτονται αυτόν και θάπτουσιν αυτόν εν οίκω αυτού εν Αρμαθαίμ. και ανέστη Δαυίδ και κατέβη εις την έρημον Μαάν. 2 και ην άνθρωπος εν τη Μαάν, και τα ποίμνια αυτού εν τω Καρμήλω· και ο άνθρωπος μέγας σφόδρα, και τούτω ποίμνια τρισχίλια και αίγες χίλιαι· και εγενήθη εν τω κείρειν το ποίμνιον αυτού εν τω Καρμήλω. 3 και όνομα τω ανθρώπω Νάβαλ, και όνομα τη γυναικί αυτού Αβιγαία· και η γυνή αυτού αγαθή συνέσει και καλή τω είδει σφόδρα, και ο άνθρωπος σκληρός και πονηρός εν επιτηδεύμασι, και ο άνθρωπος κυνικός. 4 και ήκουσε Δαυίδ εν τη ερήμω ότι κείρει Νάβαλ ο Καρμήλιος το ποίμνιον αυτού, 5 και απέστειλε Δαυίδ δέκα παιδάρια και είπε τοις παιδαρίοις· ανάβητε εις Κάρμηλον και απέλθατε προς Νάβαλ και ερωτήσατε αυτόν επί τω ονόματί μου εις ειρήνην 6 και ερείτε τάδε· εις ωρας· και συ υγιαίνων, και ο οίκός σου, και πάντα τα σά υγιαίνοντα. 7 και νυν ιδού ακήκοα ότι κείρουσί σοι νυν οι ποιμένες σου, οί ήσαν μεθ ‘ ημών εν τη ερήμω, και ουκ απεκωλύσαμεν αυτούς και ουκ ενετειλάμεθα αυτοίς ουθέν πάσας τας ημέρας όντων αυτών εν Καρμήλω· 8 ερώτησον τα παιδάριά σου και απαγγελούσί σοι. και ευρέτωσαν τα παιδάρια χάριν εν οφθαλμοίς σου, ότι εφ ‘ ημέραν αγαθήν ήκομεν· δος δη ό εάν εύρη η χείρ σου τω υιω σου τω Δαυίδ. 9 και έρχονται τα παιδάρια και λαλούσι τους λόγους τούτους προς Νάβαλ κατά πάντα τα ρήματα ταύτα εν τω ονόματι Δαυίδ. και ανεπήδησε 10 και απεκρίθη Νάβαλ τοις παισί Δαυίδ και είπε· τις ο Δαυίδ και τις ο υιος Ιεσσαί; σήμερον πεπληθυμμένοι εισίν οι δούλοι αναχωρούντες έκαστος εκ προσώπου του κυρίου αυτού. 11 και λήψομαι τους άρτους μου και τον οίνόν μου και τα θύματά μου, α τέθυκα τοις κείρουσί μου τα πρόβατα, και δώσω αυτά ανδράσιν, οίς ουκ οίδα πόθεν εισί; 12 και απεστράφησαν τα παιδάρια Δαυίδ εις οδόν αυτών και ανέστρεψαν και ήλθον και ανήγγειλαν τω Δαυίδ κατά τα ρήματα ταύτα. 13 και είπε Δαυίδ τοις ανδράσιν αυτού· ζώσασθε έκαστος την ρομφαίαν αυτού· και ανέβησαν οπίσω Δαυίδ ως τετρακόσιοι άνδρες, και οι διακόσιοι εκάθισαν μετά των σκευών. 14 και τη Αβιγαία γυναικί Νάβαλ απήγγειλεν εν των παιδαρίων λέγων· ιδού Δαυίδ απέστειλεν αγγέλους εκ της ερήμου ευλογήσαι τον κύριον ημών, και εξέκλινεν απ ‘ αυτών. 15 και οι άνδρες αγαθοί ημίν σφόδρα· ουκ απεκώλυσαν ημάς ουδέ ενετείλαντο ημίν ουδέν πάσας τας ημέρας, ας ήμεν παρ ‘ αυτοίς· 16 και εν τω είναι ημάς εν αγρω ως τείχος ήσαν περί ημάς και την νύκτα και την ημέραν πάσας τας ημέρας, ας ήμεθα παρ ‘ αυτοίς ποιμαίνοντες το ποίμνιον. 17 και νυν γνώθι και ιδέ συ τι ποιήσεις, ότι συντετέλεσται η κακία εις τον κύριον ημών και εις τον οίκον αυτού· και ούτος υιος λοιμός, και ουκ έστι λαλήσαι προς αυτόν. 18 και έσπευσεν Αβιγαία και έλαβε διακοσίους άρτους και δύο αγγεία οίνου και πέντε πρόβατα πεποιημένα και πέντε οιφί αλφίτου και γόμορ εν σταφίδος και διακοσίας παλάθας και έθετο επί τους όνους 19 και είπε τοις παιδαρίοις αυτής· προπορεύεσθε έμπροσθέν μου, και ιδού εγώ οπίσω υμών παραγίνομαι. και τω ανδρί αυτής ουκ απήγγειλε. 20 και εγενήθη αυτής επιβεβηκυίης επί την όνον και καταβαινούσης εν σκέπη του όρους και ιδού Δαυίδ και οι άνδρες αυτού κατέβαινον εις συνάντησιν αυτής, και απήντησεν αυτοίς· 21 και Δαυίδ είπεν· ίσως εις άδικον πεφύλακα πάντα τα αυτού εν τη ερήμω και ουκ ενετειλάμεθα λαβείν εκ πάντων των αυτού ουθέν, και ανταπέδωκέ μοι πονηρά αντί αγαθών· 22 τάδε ποιήσαι ο Θεός τω Δαυίδ και τάδε προσθείη, ει υπολείψομαι εκ πάντων των του Νάβαλ έως πρωϊ ουρούντα προς τοίχον. 23 και είδεν Αβιγαία τον Δαυίδ και έσπευσε και κατεπήδησεν από της όνου και έπεσεν ενώπιον Δαυίδ επί πρόσωπον αυτής και προσεκύνησεν αυτω επί την γην 24 επί τους πόδας αυτού και είπεν· εν εμοί κύριέ μου η αδικία· λαλησάτω δη η δούλη σου εις τα ώτά σου, και άκουσον λόγων της δούλης σου. 25 μη δη θέσθω ο κύριός μου καρδίαν αυτού επί τον άνθρωπον τον λοιμόν τούτον, ότι κατά το όνομα αυτού ούτός εστι· Νάβαλ όνομα αυτω, και αφροσύνη μετ ‘ αυτού· και εγώ η δούλη σου ουκ είδον τα παιδάρια του κυρίου μου, α απέστειλας. 26 και νυν, κύριέ μου, ζη Κύριος και ζη η ψυχή σου, καθώς εκώλυσέ σε Κύριος του μη ελθείν εις αίμα αθωον και σώζειν την χείρά σου σοι, και νυν γένοιντο ως Νάβαλ οι εχθροί σου και οι ζητούντες τω κυρίω μου κακά. 27 και νυν λαβέ την ευλογίαν ταύτην, ην ενήνοχεν η δούλη σου τω κυρίω μου, και δώσεις τοις παιδαρίοις τοις παρεστηκόσι τω κυρίω μου. 28 άρον δη το ανόμημα της δούλης σου, ότι ποιών ποιήσει Κύριος τω κυρίω μου οίκον πιστόν, ότι πόλεμον κυρίου μου ο Κύριος πολεμεί, και κακία ουχ ευρεθήσεται εν σοί πώποτε. 29 και αναστήσεται άνθρωπος καταδιώκων σε και ζητών την ψυχήν σου, και έσται ψυχή κυρίου μου ενδεδεμένη εν δεσμω της ζωής παρά Κυρίω τω Θεω, και ψυχήν εχθρών σου σφενδονήσεις εν μέσω της σφενδόνης. 30 και έσται ότι ποιήση Κύριος τω κυρίω μου πάντα, όσα ελάλησεν αγαθά επί σε, και εντελείταί σοι εις ηγούμενον επί Ισραήλ, 31 και ουκ έσται σοι τούτο βδελυγμός και σκάνδαλον τω κυρίω μου, εκχέαι αίμα αθωον δωρεάν και σώσαι χείρα κυρίω μου αυτω, και αγαθώσει Κύριος τω κυρίω μου, και μνησθήση της δούλης σου αγαθώσαι αυτη. 32 και είπε Δαυίδ τη Αβιγαία· ευλογητός Κύριος ο Θεός Ισραήλ, ος απέστειλέ σε σήμερον εν ταύτη εις απάντησίν μοι. 33 και ευλογητός ο τρόπος σου, και ευλογημένη συ η αποκωλύσασά με σήμερον εν ταύτη μη ελθείν εις αίματα και σώσαι χείρά μου εμοί. 34 πλήν ότι ζη Κύριος ο Θεός Ισραήλ, ος απεκώλυσέ με σήμερον του κακοποιήσαί σε, ότι ει μη έσπευσας και παρεγένου εις απάντησίν μοι, τότε είπα· ει υπολειφθήσεται τω Νάβαλ έως φωτός του πρωϊ ουρών προς τοίχον. 35 και έλαβε Δαυίδ εκ χειρός αυτής πάντα, α έφερεν αυτω, και είπεν αυτη· ανάβηθι εις ειρήνην εις οίκόν σου· βλέπε, ήκουσα της φωνής σου και ηρέτισα το πρόσωπόν σου. 36 και παρεγενήθη Αβιγαία προς Νάβαλ, και ιδού αυτω πότος εν οίκω αυτού ως πότος βασιλέως, και η καρδία Νάβαλ αγαθή επ ‘ αυτόν, και αυτός μεθύων έως σφόδρα· και ουκ απήγγειλεν αυτω ρήμα μικρόν ή μέγα έως φωτός του πρωϊ. 37 και εγένετο πρωϊ, ως εξένηψεν από του οίνου Νάβαλ, απήγγειλεν η γυνή αυτού τα ρήματα ταύτα, και εναπέθανεν η καρδία αυτού εν αυτω, και αυτός γίνεται ως λίθος. 38 και εγένετο ωσεί δέκα ημέραι και επάταξε Κύριος τον Νάβαλ, και απέθανε. 39 και ήκουσε Δαυίδ και είπεν· ευλογητός Κύριος, ος έκρινε την κρίσιν του ονειδισμού μου εκ χειρός Νάβαλ, και τον δούλον αυτού περιεποιήσατο εκ χειρός κακών, και την κακίαν Νάβαλ απέστρεψε Κύριος εις κεφαλήν αυτού. και απέστειλε Δαυίδ και ελάλησε περί Αβιγαίας, λαβείν αυτήν εαυτω εις γυναίκα. 40 και ήλθον οι παίδες Δαυίδ προς Αβιγαίαν εις Κάρμηλον και ελάλησαν αυτη λέγοντες· Δαυίδ απέστειλεν ημάς προς σε λαβείν σε αυτω εις γυναίκα. 41 και ανέστη και προσεκύνησεν επί την γην επί πρόσωπον και είπεν· ιδού η δούλη σου εις παιδίσκην νίψαι πόδας των παίδων σου. 42 και ανέστη Αβιγαία και επέβη επί την όνον και πέντε κοράσια ηκολούθουν αυτη, και επορεύθη οπίσω των παίδων Δαυίδ, και γίνεται αυτω εις γυναίκα. 43 και την Αχινόομ έλαβε Δαυίδ εξ Ιεζραέλ, και αμφότεραι ήσαν αυτω γυναίκες. 44 και Σαούλ έδωκε Μελχόλ την θυγατέρα αυτού την γυναίκα Δαυίδ τω Φαλτί υιω Αμίς τω εκ Ρομμά.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ

 1 ΚΑΙ έρχονται οι Ζιφαίοι εκ της αυχμώδους προς τον Σαούλ εις τον βουνόν λέγοντες· ιδού Δαυίδ σκεπάζεται μεθ ‘ ημών εν τω βουνω του Εχελά του κατά πρόσωπον του Ιεσσαιμούν. 2 και ανέστη Σαούλ και κατέβη εις την έρημον Ζίφ και μετ ‘ αυτού τρεις χιλιάδες ανδρών εκλεκτοί εξ Ισραήλ ζητείν τον Δαυίδ εν τη ερήμω Ζίφ. 3 και παρενέβαλε Σαούλ εν τω βουνω του Εχελά τω επί προσώπου του Ιεσσαιμούν επί της οδού, και Δαυίδ εκάθισεν εν τη ερήμω. και είδε Δαυίδ ότι ήκει Σαούλ οπίσω αυτού εις την έρημον, 4 και απέστειλε Δαυίδ κατασκόπους και έγνω ότι ήκει Σαούλ έτοιμος εκ Κεϊλά. 5 και ανέστη Δαυίδ λάθρα και εισπορεύεται εις τον τόπον, ου εκάθευδεν εκεί Σαούλ, και εκεί Αβεννήρ υιος Νήρ αρχιστράτηγος αυτού, και Σαούλ εκάθευδεν εν λαμπήνη, και ο λαός παρεμβεβληκώς κύκλω αυτού. 6 και απεκρίθη Δαυίδ και είπε προς Αβιμέλεχ τον Χετταίον και προς Αβεσσά υιόν Σαρουϊας αδελφόν Ιωάβ λέγων· τις εισελεύσεται μετ ‘ εμού προς Σαούλ εις την παρεμβολήν; και είπεν Αβεσσά· εγώ εισελεύσομαι μετά σου. 7 και εισπορεύεται Δαυίδ και Αβεσσά εις τον λαόν την νύκτα, και ιδού Σαούλ καθεύδων ύπνω εν λαμπήνη, και το δόρυ αυτού εμπεπηγός εις την γην προς κεφαλής αυτού, και Αβεννήρ και ο λαός αυτού εκάθευδε κύκλω αυτού. 8 και είπεν Αβεσσά προς Δαυίδ· απέκλεισε Κύριος σήμερον τον εχθρόν σου εις χείράς σου, και νυν πατάξω αυτόν τω δόρατι εις την γην άπαξ και ου δευτερώσω αυτω. 9 και είπε Δαυίδ προς Αβεσσά· μη ταπεινώσης αυτόν, ότι τις εποίσει χείρα αυτού επί χριστόν Κυρίου και αθωωθήσεται; 10 και είπε Δαυίδ· ζη Κύριος, εάν μη Κύριος παίση αυτόν, ή η ημέρα αυτού έλθη και αποθάνη, ή εις πόλεμον καταβή και προστεθή· 11 μηδαμώς μοι παρά Κυρίου επενεγκείν χείρά μου επί χριστόν Κυρίου· και νυν λαβέ δη το δόρυ από προσκεφαλής αυτού και τον φακόν του ύδατος, και απέλθωμεν ημείς καθ ‘ εαυτούς. 12 και έλαβε Δαυίδ το δόρυ και τον φακόν του ύδατος από προσκεφαλής αυτού, και απήλθον καθ ‘ εαυτούς· και ουκ ην ο βλέπων και ουκ ην ο γινώσκων και ουκ ην ο εξεγειρόμενος, πάντες υπνούντες, ότι θάμβος Κυρίου επέπεσεν επ ‘ αυτούς. 13 και διέβη Δαυίδ εις το πέραν και έστη επί την κορυφήν του όρους μακρόθεν, και πολλή η οδός ανά μέσον αυτών. 14 και προσεκαλέσατο Δαυίδ τον λαόν και τω Αβεννήρ ελάλησε λέγων· ουκ αποκριθήση Αβεννήρ; και απεκρίθη Αβεννήρ και είπε· τις ει συ ο καλών με; 15 και είπε Δαυίδ προς Αβεννήρ· ουκ ανήρ συ; και τις ως συ εν Ισραήλ; και διατί ου φυλάσσεις τον κύριόν σου τον βασιλέα; ότι εισήλθεν εις εκ του λαού διαθφείραι τον κύριόν σου τον βασιλέα. 16 και ουκ αγαθόν το ρήμα τούτο, ό πεποίηκας· ζη Κύριος, ότι υιοί θανατώσεως υμείς οι φυλάσσοντες τον βασιλέα τον κύριον υμών τον χριστόν Κυρίου. και νυν ιδέ δη· το δόρυ του βασιλέως και ο φακός του ύδατος που εστι τα προς κεφαλής αυτού; 17 και επέγνω Σαούλ την φωνήν Δαυίδ και είπεν· η φωνή σου αύτη, τέκνον Δαυίδ; και είπε Δαυίδ· δούλός σου, κύριε βασιλεύ. 18 και είπεν· ινατί τούτο καταδιώκει ο κύριος οπίσω του δούλου αυτού; ότι τι ημάρτηκα και τι ευρέθη εν εμοί αδίκημα; 19 και νυν ακουσάτω ο κύριός μου ο βασιλεύς το ρήμα του δούλου αυτού· ει ο Θεός επισείει σε επ ‘ εμέ, οσφανθείη θυσίας σου· και ει υιοί ανθρώπων, επικατάρατοι ούτοι ενώπιον Κυρίου, ότι εξέβαλόν με σήμερον μη εστηρίχθαι εν κληρονομία Κυρίου λέγοντες· πορεύου, δούλευε θεοίς ετέροις. 20 και νυν μη πέσοι το αίμά μου επί την γην εξεναντίας προσώπου Κυρίου, ότι εξελήλυθεν ο βασιλεύς Ισραήλ ζητείν ψυχήν μου, καθώς καταδιώκει ο νυκτικόραξ εν τοις όρεσι. 21 και είπε Σαούλ· ημάρτηκα· επίστρεφε τέκνον Δαυίδ, ότι ου κακοποιήσω σε ανθ ‘ ων έντιμος ψυχή μου εν οφθαλμοίς σου και εν τη σήμερον· μεματαίωμαι και ηγνόηκα πολλά σφόδρα. 22 και απεκρίθη Δαυίδ και είπεν· ιδού το δόρυ του βασιλέως· διελθέτω εις των παιδαρίων και λαβέτω αυτό. 23 και Κύριος επιστρέψει εκάστω κατά τας δικαιοσύνας αυτού και την πίστιν αυτού, ως παρέδωκέ σε Κύριος σήμερον εις χείράς μου και ουκ ηθέλησα επενεγκείν χείρά μου επί χριστόν Κυρίου· 24 και ιδού καθώς εμεγαλύνθη η ψυχή σου σήμερον εν ταύτη εν οφθαλμοίς μου, ούτως μεγαλυνθείη η ψυχή μου ενώπιον Κυρίου και σκεπάσαι με και εξελείταί με εκ πάσης θλίψεως. 25 και είπε Σαούλ προς Δαυίδ· ευλογημένος συ, τέκνον, και ποιών ποιήσεις και δυνάμενος δυνήση. και απήλθε Δαυίδ εις την οδόν αυτού, και Σαούλ ανέστρεψεν εις τον τόπον αυτού.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΖ

 1 ΚΑΙ είπε Δαυίδ εν τη καρδία αυτού λέγων· νυν προστεθήσομαι εν ημέρα μια εις χείρας Σαούλ, και ουκ έστι μοι αγαθόν, εάν μη σωθώ εις γην αλλοφύλων και ανή Σαούλ του ζητείν με εις παν όριον Ισραήλ, και σωθήσομαι εκ χειρός αυτού. 2 και ανέστη Δαυίδ και οι εξακόσιοι άνδρες οι μετ ‘ αυτού και επορεύθη προς Αγχούς υιόν Αμμάχ βασιλέα Γεθ. 3 και εκάθισε Δαυίδ μετά Αγχούς, αυτός και οι άνδρες αυτού, έκαστος και ο οίκος αυτού, και Δαυίδ και αμφότεραι αι γυναίκες αυτού, Αχινάαχ Ιεζραηλίτις και Αβιγαία η γυνή Νάβαλ του Καρμηλίου. 4 και ανηγγέλη τω Σαούλ ότι πέφευγε Δαυίδ εις Γεθ, και ου προσέθετο έτι ζητείν αυτόν. 5 και είπε Δαυίδ προς Αγχούς· ει δη εύρηκεν ο δούλός σου χάριν εν οφθαλμοίς σου, δότωσαν δη μοι τόπον εν μια των πόλεων των κατ ‘ αγρόν και καθήσομαι εκεί· και ινατί κάθηται ο δούλός σου εν πόλει βασιλευομένη μετά σου; 6 και έδωκεν αυτω εν τη ημέρα εκείνη την Σεκελάκ· δια τούτο εγενήθη Σεκελάκ τω βασιλεί της Ιουδαίας έως της ημέρας ταύτης. 7 και εγενήθη ο αριθμός των ημερών, ων εκάθισε Δαυίδ εν αγρω των αλλοφύλων τέσσαρας μήνας. 8 και ανέβαινε Δαυίδ και οι άνδρες αυτού και επετίθεντο επί πάντα τον Γεσιρί και επί τον Αμαληκίτην· και ιδού η γη κατωκείτο από ανηκόντων η από Γελαμψούρ τετειχισμένων και έως γης Αιγύπτου. 9 και έτυπτε την γην και ουκ εζωογόνει άνδρα ή γυναίκα και ελάμβανον ποίμνια και βουκόλια και όνους και καμήλους και ιματισμόν, και ανέστρεψαν και ήρχοντο προς Αγχούς. 10 και είπεν Αγχούς προς Δαυίδ· επί τίνα επέθεσθε σήμερον; και είπε Δαυίδ προς Αγχούς· κατά νότον της Ιουδαίας και κατά νότον Ιεσμεγά και κατά νότον του Κενεζί. 11 και άνδρα και γυναίκα ουκ εζωογόνησα του εισαγαγείν εις Γεθ λέγων· μη αναγγείλωσιν εις Γεθ καθ ‘ ημών λέγοντες· τάδε Δαυίδ ποιεί, και τόδε το δικαίωμα αυτού πάσας τας ημέρας, ας εκάθητο Δαυίδ εν αγρω των αλλοφύλων. 12 και επιστεύθη Δαυίδ εν τω Αγχούς σφόδρα λέγων· ήσχυνται αισχυνόμενος εν τω λαω αυτού εν Ισραήλ και έσται μοι δούλος εις τον αιώνα.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΗ

 1 ΚΑΙ εγενήθη εν ταις ημέραις εκείναις και συναθροίζονται αλλόφυλοι εν ταις παρεμβολαίς αυτών εξελθείν πολεμείν μετά Ισραήλ, και είπεν Αγχούς προς Δαυίδ· γινώσκων γνώση ότι μετ ‘ εμού εξελεύση εις πόλεμον συ και οι άνδρες σου. 2 και είπε Δαυίδ προς Αγχούς· ούτω νυν γνώση α ποιήσει ο δούλός σου· και είπεν Αγχούς προς Δαυίδ· ούτως αρχισωματοφύλακα θήσομαί σε πάσας τας ημέρας.

 3 Και Σαμουήλ απέθανε, και εκόψαντο αυτόν πας Ισραήλ και θάπτουσιν αυτόν εν Αρμαθαίμ εν πόλει αυτού. και Σαούλ περιείλε τους εγγαστριμύθους και τους γνώστας από της γης. 4 και συναθροίζονται οι αλλόφυλοι και έρχονται και παρεμβάλλουσιν εις Σωμάν, και συναθροίζει Σαούλ πάντα άνδρα Ισραήλ, και παρεμβάλλουσιν εις Γελβουέ. 5 και είδε Σαούλ την παρεμβολήν των αλλοφύλων και εφοβήθη, και εξέστη η καρδία αυτού σφόδρα. 6 και επηρώτησε Σαούλ δια Κυρίου, και ουκ απεκρίθη αυτω Κύριος εν τοις ενυπνίοις και εν τοις δήλοις και εν τοις προφήταις. 7 και είπε Σαούλ τοις παισίν αυτού· ζητήσατέ μοι γυναίκα εγγαστρίμυθον, και πορεύσομαι προς αυτήν και ζητήσω εν αυτη· και είπαν οι παίδες αυτού προς αυτόν· ιδού γυνή εγγαστρίμυθος εν Αενδώρ. 8 και συνεκαλύψατο Σαούλ και περιεβάλετο ιμάτια έτερα και πορεύεται αυτός και δύο άνδρες μετ ‘ αυτού και έρχονται προς την γυναίκα νυκτός και είπεν αυτη· μάντευσαι δη μοι εν τω εγγαστριμύθω και ανάγαγέ μοι ον εάν είπω σοι. 9 και είπεν αυτω η γυνή· ιδού δη συ οίδας όσα εποίησε Σαούλ, ως εξωλόθρευσε τους εγγαστριμύθους και τους γνώστας από της γης· και ινατί συ παγιδεύεις την ψυχήν μου θανατώσαι αυτήν; 10 και ώμοσεν αυτη Σαούλ λέγων· ζη Κύριος, ει απαντήσεταί σοι αδικία εν τω λόγω τούτω. 11 και είπεν η γυνή· τίνα αναγάγω σοι; και είπε· τον Σαμουήλ ανάγαγέ μοι. 12 και είδεν η γυνή τον Σαμουήλ και ανεβόησε φωνή μεγάλη· και είπεν η γυνή προς Σαούλ· ινατί παρελογίσω με; και συ ει Σαούλ. 13 και είπεν αυτη ο βασιλεύς· μη φοβού, ειπόν τίνα εώρακας. και είπεν αυτω η γυνή· θεούς εώρακα αναβαίνοντας εκ της γης. 14 και είπεν αυτη· τι έγνως; και είπεν αυτω· άνδρα όρθιον αναβαίνοντα εκ της γης, και ούτος διπλοϊδα αναβεβλημένος. και έγνω Σαούλ, ότι ούτος Σαμουήλ, και έκυψεν επί πρόσωπον αυτού επί την γην και προσεκύνησεν αυτω. 15 και είπε Σαμουήλ· ινατί παρηνώχλησάς μοι αναβήναί με; και είπε Σαούλ· θλίβομαι σφόδρα, και οι αλλόφυλοι πολεμούσιν εν εμοί, και ο Θεός αφέστηκεν απ ‘ εμού και ουκ επακήκοέ μοι έτι και εν χειρί των προφητών και εν τοις ενυπνίοις· και νυν κέκληκά σε γνωρίσαι μοι τι ποιήσω. 16 και είπε Σαμουήλ· ινατί επερωτάς με; και Κύριος αφέστηκεν από σου και γέγονε μετά του πλησίον σου· 17 και πεποίηκε Κύριός σοι καθώς ελάλησε Κύριος εν χειρί μου, και διαρρήξει Κύριος την βασιλείαν σου εκ χειρός σου και δώσει αυτήν τω πλησίον σου τω Δαυίδ. 18 διότι ουκ ήκουσας φωνής Κυρίου και ουκ εποίησας θυμόν οργής αυτού εν Αμαλήκ, δια τούτο το ρήμα εποίησε Κύριός σοι εν τη ημέρα ταύτη. 19 και παραδώσει Κύριος τον Ισραήλ μετά σου εις χείρας αλλοφύλων, και αύριον συ και οι υιοί σου μετά σου πεσούνται, και την παρεμβολήν Ισραήλ δώσει Κύριος εις χείρας αλλοφύλων. 20 και έσπευσε Σαούλ και έπεσεν εστηκώς επί την γην και εφοβήθη σφόδρα από των λόγων Σαμουήλ· και εν αυτω ουκ ην ισχύς έτι, ου γαρ έφαγεν άρτον όλην την ημέραν και όλην την νύκτα εκείνην. 21 και εισήλθεν η γυνή προς Σαούλ και είδεν ότι έσπευσε σφόδρα, και είπε προς αυτόν· ιδού δη ήκουσεν η δούλη σου της φωνής σου και εθέμην την ψυχήν μου εν τη χειρί μου και ήκουσα τους λόγους, ους ελάλησάς μοι· 22 και νυν άκουσον δη φωνής της δούλης σου, και παραθήσω ενώπιόν σου ψωμόν άρτου, και φάγε, και έσται σοι ισχύς, ότι πορεύη εν οδω. 23 και ουκ εβουλήθη φαγείν· και παρεβιάζοντο αυτόν οι παίδες αυτού και η γυνή, και ήκουσε της φωνής αυτών και ανέστη από της γης και εκάθισεν επί τον δίφρον. 24 και τη γυναικί ην δάμαλις νομάς εν τη οικία, και έσπευσε και έθυσεν αυτήν και έλαβεν άλευρα και εφύρασε και έπεψεν άζυμα 25 και προσήγαγεν ενώπιον Σαούλ και ενώπιον των παιδών αυτού, και έφαγον. και ανέστησαν και απήλθον την νύκτα εκείνην.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘ

 1 ΚΑΙ συναθροίζουσιν αλλόφυλοι πάσας τας παρεμβολάς αυτών εις Αφέκ, και Ισραήλ παρενέβαλεν εν Αενδώρ την εν Ιεζραέλ. 2 και οι σατράπαι των αλλοφύλων παρεπορεύοντο εις εκατοντάδας και χιλιάδας, και Δαυίδ και οι άνδρες αυτού παρεπορεύοντο επ ‘ εσχάτων μετά Αγχούς. 3 και είπον οι σατράπαι των αλλοφύλων· τίνες οι διαπορευόμενοι ούτοι; και είπεν Αγχούς προς τους στρατηγούς των αλλοφύλων· ουχ ούτος Δαυίδ ο δούλος Σαούλ βασιλέως Ισραήλ; γέγονε μεθ ‘ ημών ημέρας τούτο δεύτερον έτος, και ουχ εύρηκα εν αυτω ουθέν αφ ‘ ης ημέρας ενέπεσε προς με και έως της ημέρας ταύτης. 4 και ελυπήθησαν επ ‘ αυτω οι στρατηγοί των αλλοφύλων και λέγουσιν αυτω· απόστρεψον τον άνδρα και αποστραφήτω εις τον τόπον αυτού, ου κατέστησας αυτόν εκεί, και μη ερχέσθω μεθ ‘ ημών εις τον πόλεμον και μη γινέσθω επίβουλος της παρεμβολής· και εν τίνι διαλλαγήσεται ούτος τω κυρίω αυτού; ουχί εν ταις κεφαλαίς των ανδρών εκείνων; 5 ουχ ούτος Δαυίδ, ω εξήρχον εν χοροίς λέγοντες· επάταξε Σαούλ εν χιλιάσιν αυτού και Δαυίδ εν μυριάσιν αυτού; 6 και εκάλεσεν Αγχούς τον Δαυίδ και είπεν αυτω· ζη Κύριος, ότι ευθής συ και αγαθός εν οφθαλμοίς μου, και η έξοδός σου και η είσοδός σου μετ ‘ εμού εν τη παρεμβολή, και ότι ουχ εύρηκα κατά σου κακίαν αφ ‘ ης ημέρας ήκεις προς με έως της σήμερον ημέρας· και εν οφθαλμοίς των σατραπών ουκ αγαθός συ· 7 και νυν ανάστρεφε και πορεύου εις ειρήνην, και ου μη ποιήσης κακίαν εν οφθαλμοίς των σατραπών των αλλοφύλων. 8 και είπε Δαυίδ προς Αγχούς· τι πεποίηκά σοι και τι εύρες εν τω δούλω σου αφ ‘ ης ημέρας ήμην ενώπιόν σου και έως της ημέρας ταύτης, ότι ου μη έλθω πολεμήσας τους εχθρούς του κυρίου μου του βασιλέως; 9 και απεκρίθη Αγχούς προς Δαυίδ· οίδα ότι αγαθός συ εν οφθαλμοίς μου, αλλ ‘ οι σατράπαι των αλλοφύλων λέγουσιν· ουχ ήξει μεθ ‘ ημών εις πόλεμον. 10 και νυν όρθρισον το πρωϊ συ και οι παίδες του κυρίου σου οι ήκοντες μετά σου, και πορεύεσθε εις τον τόπον, ου κατέστησα υμάς εκεί, και λόγον λοιμόν μη θής εν καρδία σου, ότι αγαθός συ ενώπιόν μου· και ορθρίσατε εν τη οδω, και φωτισάτω υμίν, και πορεύθητε. 11 και ώρθρισε Δαυίδ αυτός και οι άνδρες αυτού απελθείν και φυλάσσειν την γην των αλλοφύλων, και οι αλλόφυλοι ανέβησαν πολεμείν επί Ισραήλ.

 Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Λ

 1 ΚΑΙ εγενήθη εισελθόντος Δαυίδ και των άνδρών αυτού την Σεκελάκ τη ημέρα τη τρίτη, και Αμαλήκ επέθετο επί τον νότον και επί την Σεκελάκ και επάταξε την Σεκελάκ και ενεπύρισαν αυτήν εν πυρί· 2 και τας γυναίκας και πάντα τα εν αυτη από μικρού έως μεγάλου ουκ εθανάτωσαν άνδρα και γυναίκα, αλλ ‘ ηχμαλώτευσαν και απήλθον εις την οδόν αυτών. 3 και ήλθε Δαυίδ και οι άνδρες αυτού εις την πόλιν, και ιδού εμπεπύρισται εν πυρί, αι δε γυναίκες αυτών και οι υιοί αυτών και αι θυγατέρες αυτών ηχμαλωτευμένοι. 4 και ήρε Δαυίδ και οι άνδρες αυτού την φωνήν αυτών και έκλαυσαν, έως ότου ουκ ην εν αυτοίς ισχύς έτι του κλαίειν. 5 και αμφότεραι αι γυναίκες Δαυίδ ηχμαλωτεύθησαν, Αχινόομ η Ιεζραηλίτις και Αβιγαία η γυνή Νάβαλ του Καρμηλίου. 6 και εθλίβη Δαυίδ σφόδρα, ότι είπεν ο λαός λιθοβολήσαι αυτόν, ότι κατώδυνος ψυχή παντός του λαού, εκάστου επί τους υιούς αυτού και επί τας θυγατέρας αυτού· και εκραταιώθη Δαυίδ εν Κυρίω Θεω αυτού. 7 και είπε Δαυίδ προς Αβιάθαρ τον ιερέα υιόν Αβιμέλεχ· προσάγαγε το εφούδ. 8 και επηρώτησε Δαυίδ δια του Κυρίου λέγων· ει καταδιώξω οπίσω του γεδδούρ τούτου, ει καταλήψομαι αυτούς; και είπεν αυτω· καταδίωκε, ότι καταλαμβάνων καταλήψη αυτούς και εξαιρούμενος εξελή. 9 και επορεύθη Δαυίδ, αυτός και οι εξακόσιοι άνδρες μετ ‘ αυτού, και έρχονται έως του χειμάρρου Βοσόρ, και οι περισσοί έστησαν. 10 και κατεδίωξεν εν τετρακοσίοις ανδράσιν, υπέστησαν δε διακόσιοι άνδρες, οίτινες εκάθισαν πέραν του χειμάρρου του Βοσόρ. 11 και ευρίσκουσιν άνδρα Αιγύπτιον εν αγρω και λαμβάνουσιν αυτόν και άγουσιν αυτόν προς Δαυίδ· 12 και διδόασιν αυτω άρτον, και έφαγε, και επότισαν αυτόν ύδωρ· και διδόασιν αυτω κλάσμα παλάθης, και έφαγε, και κατέστη το πνεύμα αυτού εν αυτω, ότι ου βεβρώκει άρτον και ου πεπώκει ύδωρ τρεις ημέρας και τρεις νύκτας. 13 και είπεν αυτω Δαυίδ· τίνος συ ει και πόθεν ει; και είπε το παιδάριον το Αιγύπτιον· εγώ ειμι δούλος ανδρός Αμαληκίτου, και κατέλιπέ με ο Κύριός μου, ότι ηνωχλήθην εγώ σήμερον τριταίος. 14 και ημείς επεθέμεθα επί τον νότον του Χολθί και επί τα της Ιουδαίας μέρη και επί νότον Χελούβ και την Σεκελάκ ενεπυρίσαμεν εν πυρί. 15 και είπεν αυτω Δαυίδ· ει κατάξεις με επί το γεδδούρ τούτο; και είπεν· όμοσον δη μοι κατά του Θεού μη θανατώσειν με και μη παραδούναί με εις χείρας του κυρίου μου, και κατάξω σε επί το γεδδούρ τούτο. 16 και κατήγαγεν αυτόν εκεί, και ιδού ούτοι διακεχυμένοι επί πρόσωπον πάσης της γης εσθίοντες και πίνοντες και εορτάζοντες εν πάσι τοις σκύλοις τοις μεγάλοις, οίς έλαβον εκ γης αλλοφύλων και εκ γης Ιούδα. 17 και ήλθεν επ ‘ αυτούς Δαυίδ και επάταξεν αυτούς από εωσφόρου έως δείλης και τη επαύριον, και ουκ εσώθη εξ αυτών ανήρ ότι αλλ ‘ ή τετρακόσια παιδάρια, α ην επιβεβηκότα επί τας καμήλους και έφυγον. 18 και αφείλατο Δαυίδ πάντα, α έλαβον οι Αμαληκίται, και αμφοτέρας τας γυναίκας αυτού εξείλατο. 19 και ου διεφώνησεν αυτοίς από μικρού έως μεγάλου και από των σκύλων και έως υιών και θυγατέρων και έως πάντων, ων έλαβον αυτών· τα πάντα επέστρεψε Δαυίδ. 20 και έλαβε πάντα τα ποίμνια και τα βουκόλια και απήγαγεν έμπροσθεν των σκύλων, και τοις σκύλοις εκείνοις ελέγετο· ταύτα τα σκύλα Δαυίδ. 21 και παραγίνεται Δαυίδ προς τους διακοσίους άνδρας τους υπολειφθέντας του πορεύεσθαι οπίσω Δαυίδ και εκάθισεν αυτούς εν τω χειμάρρω του Βοσόρ, και εξήλθον εις απάντησιν Δαυίδ και εις απάντησιν του λαού του μετ ‘ αυτού, και προσήγαγε Δαυίδ έως του λαού, και ηρώτησαν αυτόν τα εις ειρήνην. 22 και απεκρίθη πας ανήρ λοιμός και πονηρός των ανδρών των πολεμιστών των πορευθέντων μετά Δαυίδ και είπον, ότι ου κατεδίωξαν μεθ ‘ ημών, ου δώσομεν αυτοίς εκ των σκύλων, ων εξειλόμεθα, ότι αλλ ‘ ή έκαστος την γυναίκα αυτού και τα τέκνα αυτού απαγέσθωσαν και αποστρεφέτωσαν. 23 και είπε Δαυίδ· ου ποιήσετε ούτως μετά το παραδούναι τον Κύριον ημίν και φυλάξαι ημάς και παρέδωκε Κύριος τον γεδδούρ τον επερχόμενον εφ ‘ ημάς εις χείρας ημών. 24 και τις επακούσεται υμών των λόγων τούτων; ότι ουχ ήττον ημών εισι· διότι κατά την μερίδα του καταβαίνοντος εις τον πόλεμον, ούτως έσται η μερίς του καθημένου επί τα σκεύη· κατά το αυτό μεριούνται. 25 και εγενήθη από της ημέρας εκείνης και επάνω, και εγένετο εις πρόσταγμα και εις δικαίωμα τω Ισραήλ έως της σήμερον.

 26 Και ήλθε Δαυίδ εις Σεκελάκ και απέστειλε τοις πρεσβυτέροις των σκύλων Ιούδα και τοις πλησίον αυτού λέγων· ιδού από των σκύλων των εχθρών Κυρίου· 27 τοις εν Βαιθσούρ και τοις εν Ραμά νότου και τοις εν Ιεθθόρ 28 και τοις εν Αροήρ και τοις εν Αμμαδί και τοις εν Σαφί και τοις εν Εσθιέ 29 και τοις εν Γεθ και τοις εν Κινάν και τοις εν Σαφέκ και τοις εν Θιμάθ και τοις εν Καρμήλω και τοις εν ταις πόλεσι του Ιεραμηλί και τοις εν ταις πόλεσι του Κενεζί 30 και τοις εν Ιεριμούθ και τοις εν Βηρσαβεέ και τοις εν Νομβέ 31 και τοις εν Χεβρών και εις πάντας τους τόπους, ους διήλθε Δαυίδ εκεί, αυτός και οι άνδρες αυτού.

Α ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΛΑ

 1 ΚΑΙ οι αλλόφυλοι επολέμουν επί Ισραήλ, και έφυγον οι άνδρες Ισραήλ εκ προσώπου των αλλοφύλων, και πίπτουσι τραυματίαι εν τω όρει τω Γελβουέ. 2 και συνάπτουσιν οι αλλόφυλοι τω Σαούλ και τοις υιοίς αυτού, και τύπτουσιν αλλόφυλοι τον Ιωνάθαν και τον Αμιναδάβ και τον Μελχισά υιούς Σαούλ. 3 και βαρύνεται ο πόλεμος επί Σαούλ, και ευρίσκουσιν αυτόν οι ακοντισταί, άνδρες τοξόται, και ετραυματίσθη εις τα υποχόνδρια. 4 και είπε Σαούλ προς τον αίροντα τα σκεύη αυτού· σπάσαι την ρομφαίαν σου και αποκέντησόν με εν αυτη, μη έλθωσιν οι απερίτμητοι ούτοι και αποκεντήσωσί με και εμπαίξωσί μοι. και ουκ εβούλετο ο αίρων τα σκεύη αυτού, ότι εφοβήθη σφόδρα· και έλαβε Σαούλ την ρομφαίαν και επέπεσεν επ ‘ αυτήν. 5 και είδεν ο αίρων τα σκεύη αυτού ότι τέθνηκε Σαούλ, και επέπεσε και αυτός επί την ρομφαίαν αυτού και απέθανε μετ ‘ αυτού. 6 και απέθανε Σαούλ και οι τρεις υιοί αυτού και ο αίρων τα σκεύη αυτού εν τη ημέρα εκείνη κατά το αυτό. 7 και είδον οι άνδρες Ισραήλ οι εν τω πέραν της κοιλάδος και οι εν τω πέραν του Ιορδάνου ότι έφυγον οι άνδρες Ισραήλ και ότι τέθνηκε Σαούλ και οι υιοί αυτού, και καταλείπουσι τας πόλεις αυτών και φεύγουσι· και έρχονται οι αλλόφυλοι και κατοικούσιν εν αυταίς. 8 και εγενήθη τη επαύριον έρχονται οι αλλόφυλοι εκδιδύσκειν τους νεκρούς και ευρίσκουσι τον Σαούλ και τους τρεις υιούς αυτού πεπτωκότας επί τα όρη Γελβουέ. 9 και αποστρέφουσιν αυτόν και εξέδυσαν τα σκεύη αυτού και αποστέλλουσιν αυτά εις γην αλλοφύλων κύκλω ευαγγελίζοντες τοις ειδώλοις αυτών και τω λαω. 10 και ανέθηκαν τα σκεύη αυτού εις το Ασταρτείον και το σώμα αυτού κατέπηξαν εν τω τείχει Βαιθσάν. 11 και ακούουσιν οι κατοικούντες Ιαβίς της Γαλααδίτιδος α εποίησαν οι αλλόφυλοι τω Σαούλ· 12 και ανέστησαν πας ανήρ δυνάμεως και επορεύθησαν όλην την νύκτα και έλαβον το σώμα Σαούλ και το σώμα Ιωνάθαν του υιού αυτού από του τείχους Βαιθσάν και φέρουσιν αυτούς εις Ιαβίς και κατακαίουσιν αυτούς εκεί. 13 και λαμβάνουσι τα οστά αυτών και θάπτουσιν υπό την άρουραν την εν Ιαβίς και νηστεύουσιν επτά ημέρας.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.