Τρίτη, 27 Νοεμβρίου 2012

Β' Βασιλειών



Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΚΑΙ εγένετο μετά το αποθανείν Σαούλ και Δαυίδ ανέστρεψε τύπτων τον Αμαλήκ, και εκάθισε Δαυίδ εν Σεκελάκ ημέρας δύο. 2 και εγενήθη τη ημέρα τη τρίτη και ιδού ανήρ ήλθεν εκ της παρεμβολής εκ του λαού Σαούλ, και τα ιμάτια αυτού διερρωγότα, και γη επί της κεφαλής αυτού, και εγένετο εν τω εισελθείν αυτόν προς Δαυίδ και έπεσεν επί την γην και προσεκύνησεν αυτω. 3 και είπεν αυτω Δαυίδ· πόθεν συ παραγίνη; και είπε προς αυτόν· εκ της παρεμβολής Ισραήλ εγώ διασέσωσμαι. 4 και είπεν αυτω Δαυίδ· τις ο λόγος ούτος; απάγγειλόν μοι. και είπεν ότι έφυγεν ο λαός εκ του πολέμου και πεπτώκασι πολλοί εκ του λαού και απέθανον· και Σαούλ και Ιωνάθαν ο υιος αυτού απέθανε. 5 και είπε Δαυίδ τω παιδαρίω τω απαγγέλλοντι αυτω·
Πως οίδας ότι τέθνηκε Σαούλ και Ιωνάθαν ο υιος αυτού; 6 και είπε το παιδάριον το απαγγέλλον αυτω· περιπτώματι περιέπεσον εν τω όρει τω Γελβουέ, και ιδού Σαούλ επεστήρικτο επί το δόρυ αυτού, και ιδού τα άρματα και οι ιππάρχαι συνήψαν αυτω. 7 και επέβλεψεν επί τα οπίσω αυτού και είδέ με και εκάλεσέ με, και είπα· ιδού εγώ. 8 και είπέ μοι· τις ει συ; και είπα· Αμαληκίτης εγώ ειμι. 9 και είπε προς με· στήθι δη επάνω μου και θανάτωσόν με, ότι κατέσχε με σκότος δεινόν, ότι πάσα η ψυχή μου εν εμοί. 10 και επέστην επ ‘ αυτόν και εθανάτωσα αυτόν, ότι ήδειν ότι ου ζήσεται μετά το πεσείν αυτόν· και έλαβον το βασίλειον το επί την κεφαλήν αυτού και τον χλιδώνα τον επί του βραχίονος αυτού και ενήνοχα αυτά τω κυρίω μου ώδε. 11 και εκράτησε Δαυίδ των ιματίων αυτού και διέρρηξεν αυτά, και πάντες οι άνδρες οι μετ ‘ αυτού διέρρηξαν τα ιμάτια αυτών. 12 και εκόψαντο και έκλαυσαν και ενήστευσαν έως δείλης επί Σαούλ και επί Ιωνάθαν τον υιόν αυτού και επί τον λαόν Ιούδα και επί τον οίκον Ισραήλ, ότι επλήγησαν εν ρομφαία.λαόν Ιοείπε Δαυίδ τω παιδαρίω τω απαγγέλλοντι αυτω· πόθεν ει συ; και είπεν· υιος ανδρός παροίκου Αμαληκίτου εγώ ειμι. 14 και είπεν αυτω Δαυίδ· Πως ουκ εφοβήθης επενεγκείν χείρά σου διαφθείραι τον χριστόν Κυρίου; 15 και εκάλεσε Δαυίδ εν των παιδαρίων αυτού και είπε· προσελθών απάντησον αυτω· και επάταξεν αυτόν, και απέθανε. 16 και είπε προς αυτόν Δαυίδ· το αίμά σου επί την κεφαλήν σου, ότι στο στόμα σου απεκρίθη κατά σου λέγων ότι, εγώ εθανάτωσα τον χριστόν Κυρίου.

 17 Και εθρήνησε Δαυίδ τον θρήνον τούτον επί Σαούλ και επί Ιωνάθαν τον υιόν αυτού. 18 και είπε του διδάξαι τους υιούς Ιούδα· ιδού γέγραπται επί βιβλίου του ευθούς.

 19 Στήλωσον, Ισραήλ, υπέρ των τεθνηκότων επί τα ύψη σου τραυματιών· Πως έπεσαν δυνατοί; 20 μη αναγγείλητε εν Γεθ και μη ευαγγελίσησθε εν ταις εξόδοις Ασκάλωνος, μη ποτε ευφρανθώσι θυγατέρες αλλοφύλων, μη ποτε αγαλλιάσωνται θυγατέρες των απεριτμήτων. 21 όρη τα εν Γελβουέ μη καταβάτω δρόσος και μη υετός εφ ‘ υμάς και αγροί απαρχών, ότι εκεί προσωχθίσθη θυρεός δυνατών, θυρεός Σαούλ ουκ εχρίσθη εν ελαίω. 22 αφ ‘ αίματος τραυματιών και από στέατος δυνατών τόξον Ιωνάθαν ουκ απεστράφη κενόν εις τα οπίσω, και ρομφαία Σαούλ ουκ ανέκαμψε κενή. 23 Σαούλ και Ιωνάθαν, οι ηγαπημένοι και ωραίοι, ου διακεχωρισμένοι, ευπρεπείς εν τη ζωή αυτών και εν τω θανάτω αυτών ου διεχωρίσθησαν· υπέρ αετούς κούφοι και υπέρ λέοντας εκραταιώθησαν. 24 θυγατέρες Ισραήλ, επί Σαούλ κλαύσατε, τον ενδιδύσκοντα υμάς κόκκινα μετά κόσμου υμών, τον αναφέροντα κόσμον χρυσούν επί τα ενδύματα υμών. 25 Πως έπεσαν δυνατοί εν μέσω του πολέμου· Ιωνάθαν επί τα ύψη σου τραυματίας. 26 αλγώ επί σοί, αδελφέ μου Ιωνάθαν· ωραιώθης μοι σφόδρα, εθαυμαστώθη η αγάπησίς σου εμοί υπέρ αγάπησιν γυναικών. 27 Πως έπεσαν δυνατοί και απώλοντο σκεύη πολεμικά;

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ εγένετο μετά ταύτα και επηρώτησε Δαυίδ εν Κυρίω λέγων· ει αναβώ εις μίαν των πόλεων Ιούδα; και είπε Κύριος προς αυτόν· ανάβηθι. και είπε Δαυίδ· που αναβώ; και είπεν· εις Χεβρών. 2 και ανέβη εκεί Δαυίδ εις Χεβρών και αμφότεραι αι γυναίκες αυτού, Αχινόομ η Ιεζραηλίτις και Αβιγαία η γυνή Νάβαλ του Καρμηλίου, 3 και οι άνδρες οι μετ ‘ αυτού, έκαστος και ο οίκος αυτού, και κατώκουν εν ταις πόλεσι Χεβρών. 4 και έρχονται άνδρες της Ιουδαίας και χρίουσι τον Δαυίδ εκεί του βασιλεύειν επί τον οίκον Ιούδα.

 Και απήγγειλαν τω Δαυίδ λέγοντες· ότι οι άνδρες Ιαβίς της Γαλααδίτιδος έθαψαν τον Σαούλ. 5 και απέστειλε Δαυίδ αγγέλους προς τους ηγουμένους Ιαβίς της Γαλααδίτιδος και είπε προς αυτούς Δαυίδ· ευλογημένοι υμείς τω Κυρίω, ότι εποιήσατε το έλεος τούτο επί τον κύριον υμών, επί Σαούλ τον χριστόν Κυρίου και εθάψατε αυτόν και Ιωνάθαν τον υιόν αυτού. 6 και νυν ποιήσαι Κύριος μεθ ‘ υμών έλεος και αλήθειαν, και γε εγώ ποιήσω μεθ ‘ υμών τα αγαθά ταύτα, ότι εποιήσατε το ρήμα τούτο· 7 και νυν κραταιούσθωσαν αι χείρες υμών και γίνεσθε εις υιούς δυνατούς, ότι τέθνηκεν ο κύριος υμών Σαούλ, και γε εμέ κέχρικεν ο οίκος Ιούδα εφ ‘ εαυτόν εις βασιλέα.

 8 Και Αβεννήρ υιος Νήρ αρχιστράτηγος του Σαούλ έλαβε τον Ιεβοσθέ υιόν Σαούλ και ανεβίβασεν αυτόν εκ της παρεμβολής εις Μαναέμ 9 και εβασίλευσεν αυτόν επί την Γαλααδίτιν και επί τον Θασιρί και επί την Ιεζράελ και επί τον Εφραίμ και επί τον Βενιαμίν και επί πάντα Ισραήλ. 10 τεσσαράκοντα ετών Ιεβοσθέ υιος Σαούλ, ότε εβασίλευσεν επί Ισραήλ, και δύο έτη εβασίλευσε, πλήν του οίκου Ιούδα, οί ήσαν οπίσω Δαυίδ· 11 και εγένοντο αι ημέραι, ας Δαυίδ εβασίλευσεν εν Χεβρών επί τον οίκον Ιούδα, επτά έτη και μήνας εξ.

 12 Και εξήλθεν Αβεννήρ υιος Νήρ και οι παίδες Ιεβοσθέ υιού Σαούλ εκ Μαναέμ εις Γαβαών· 13 και Ιωάβ υιος Σαρουϊας και οι παίδες Δαυίδ εξήλθοσαν εκ Χεβρών και συναντώσιν αυτοίς επί την κρήνην την Γαβαών επί το αυτό, και εκάθισαν ούτοι επί τη κρήνην εντεύθεν, και ούτοι επί την κρήνην εντεύθεν. 14 και είπεν Αβεννήρ προς Ιωάβ· αναστήτωσαν δη τα παιδάρια και παιξάτωσαν ενώπιον ημών· και είπεν Ιωάβ· αναστήτωσαν. 15 και ανέστησαν και παρήλθον εν αριθμω των παίδων Βενιαμίν δώδεκα των Ιεβοσθέ υιού Σαούλ και δώδεκα εκ των παίδων Δαυίδ. 16 και εκράτησαν έκαστος τη χειρί την κεφαλήν του πλησίον αυτού, και μάχαιρα αυτού εις πλευράν του πλησίον αυτού, και πίπτουσι κατά το αυτό· και εκλήθη το όνομα του τόπου εκείνου Μερίς των επιβούλων, ή εστιν εν Γαβαών. 17 και εγένετο ο πόλεμος σκληρός ωστε λίαν εν τη ημέρα εκείνη, και έπταισεν Αβεννήρ και άνδρες Ισραήλ ενώπιον παίδων Δαυίδ. 18 και εγένοντο εκεί τρεις υιοί Σαρουϊας, Ιωάβ και Αβεσσά και Ασαήλ, και Ασαήλ κούφος τοις ποσίν αυτού ωσεί μία δορκάς εν αγρω. 19 και κατεδίωξεν Ασαήλ οπίσω Αβεννήρ και ουκ εξέκλινε του πορεύεσθαι εις δεξιά ουδέ εις αριστερά κατόπισθεν Αβεννήρ. 20 και επέβλεψεν Αβεννήρ εις τα οπίσω αυτού και είπεν· ει συ ει αυτός Ασαήλ; και είπεν· εγώ ειμι. 21 και είπεν αυτω Αβεννήρ· έκλινον συ εις τα δεξιά ή εις τα αριστερά και κάτασχε σεαυτω εν των παιδαρίων και λαβέ σεαυτω την πανοπλίαν αυτού· και ουκ ηθέλησεν Ασαήλ εκκλίναι εκ των όπισθεν αυτού. 22 και προσέθετο έτι Αβεννήρ λέγων τω Ασαήλ· απόστηθι απ ‘ εμού, ίνα μη πατάξω σε εις την γην· και Πως αρώ το πρόσωπόν μου προς Ιωάβ; 23 και που εστι ταύτα; επίστρεφε προς Ιωάβ τον αδελφόν σου. και ουκ εβούλετο του αποστήναι. και τύπτει αυτόν Αβεννήρ εν τω οπίσω του δόρατος επί την ψόαν, και διεξήλθε το δόρυ εκ των οπίσω αυτού, και πίπτει εκεί και αποθνήσκει υποκάτω αυτού. και εγένετο πας ο ερχόμενος έως του τόπου, ου έπεσεν εκεί Ασαήλ και απέθανε, και υφίστατο. 24 και κατεδίωξεν Ιωάβ και Αβεσσά οπίσω Αβεννήρ· και ο ήλιος έδυνε. και αυτοί εισήλθον έως του βουνού Αμμάν, ό εστιν επί προσώπου Γαί, οδόν έρημον Γαβαών. 25 και συναθροίζονται οι υιοί Βενιαμίν οι οπίσω Αβεννήρ και εγενήθησαν εις συνάντησιν μίαν και έστησαν επί κεφαλήν βουνού ενός. 26 και εκάλεσεν Αβεννήρ Ιωάβ και είπε· μη εις νίκος καταφάγεται η ρομφαία; ή ουκ οίδας ότι πικρά έσται εις τα έσχατα; και έως πότε ου μη είπης τω λαω αποστρέφειν από όπισθεν των αδελφών ημών; 27 και είπεν Ιωάβ· ζη Κύριος, ότι ει μη ελάλησας, διότι τότε εκ πρωϊόθεν ανέβη αν ο λαός έκαστος κατόπισθεν του αδελφού αυτού. 28 και εσάλπισεν Ιωάβ τη σάλπιγγι, και απέστησαν πας ο λαός και ου κατεδίωξαν οπίσω του Ισραήλ και ου προσέθεντο έτι του πολεμείν. 29 και Αβεννήρ και οι άνδρες αυτού απήλθον εις δυσμάς όλην την νύκτα εκείνην και διέβαιναν τον Ιορδάνην και επορεύθησαν όλην την παρατείνουσαν και έρχονται εις την παρεμβολήν. 30 και Ιωάβ ανέστρεψεν όπισθεν από του Αβεννήρ και συνήθροισε πάντα τον λαόν, και επεσκέπησαν των παίδων Δαυίδ εννεακαίδεκα άνδρες και Ασαήλ. 31 και οι παίδες Δαυίδ επάταξαν των υιών Βενιαμίν των ανδρών Αβεννήρ τριακοσίους εξήκοντα άνδρας παρ ‘ αυτού. 32 και αίρουσι τον Ασαήλ και θάπτουσιν αυτόν εν τω τάφω του πατρός αυτού εν Βηθλεέμ. και επορεύθη Ιωάβ και οι άνδρες οι μετ ‘ αυτού όλην την νύκτα, και διέφαυσεν αυτοίς εν Χεβρών.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ εγένετο ο πόλεμος επί πολύ ανά μέσον του οίκου Σαούλ και ανά μέσον του οίκου Δαυίδ· και ο οίκος Δαυίδ επορεύετο και εκραταιούτο, και ο οίκος Σαούλ επορεύετο και ησθένει.

 2 Και ετέχθησαν τω Δαυίδ υιοί εν Χεβρών, και ην ο πρωτότοκος αυτού Αμνών της Αχινόομ της Ιεζραηλίτιδος, 3 και ο δεύτερος αυτού Δαλουϊα της Αβιγαίας της Καρμηλίας, και ο τρίτος Αβεσσαλώμ υιος Μααχά θυγατρός Θολμί βασιλέως Γεσίρ, 4 και ο τέταρτος ‘Ορνία υιος Φεγγίθ, και ο πέμπτος Σαβατία της Αβιτάλ, 5 και ο έκτος Ιεθεραάμ της Αιγλά γυναικός Δαυίδ· ούτοι ετέχθησαν τω Δαυίδ εν Χεβρών.

 6 Και εγένετο εν τω είναι τον πόλεμον ανά μέσον του οίκου Σαούλ και ανά μέσον του οίκου Δαυίδ, και Αβεννήρ ην κρατών του οίκου Σαούλ. 7 και τω Σαούλ παλλακή Ρεσφά θυγάτηρ Ιάλ· και είπεν Ιεβοσθέ υιος Σαούλ προς Αβεννήρ· τι ότι εισήλθες προς την παλλακήν του πατρός μου; 8 και εθυμώθη σφόδρα Αβεννήρ περί του λόγου τούτου τω Ιεβοσθέ, και είπεν Αβεννήρ προς αυτόν· μη κεφαλή κυνός εγώ ειμι; εποίησα σήμερον έλεος μετά του οίκου Σαούλ του πατρός σου και περί αδελφών και περί γνωρίμων και ουκ ηυτομόλησα εις τον οίκον Δαυίδ· και επιζητείς επ ‘ εμέ συ υπέρ αδικίας γυναικός σήμερον; 9 τάδε ποιήσαι ο Θεός τω Αβεννήρ και τάδε προσθείη αυτω, ότι καθώς ώμοσε Κύριος τω Δαυίδ, ότι ούτως ποιήσω αυτω εν τη ημέρα ταύτη 10 περιελείν την βασιλείαν από του οίκου Σαούλ, και του αναστήσαι τον θρόνον Δαυίδ επί Ισραήλ και επί τον Ιούδαν από Δάν έως Βηρσαβεέ. 11 και ουκ ηδυνάσθη έτι Ιεβοσθέ αποκριθήναι τω Αβεννήρ ρήμα από του φοβείσθαι αυτόν.

 12 Και απέστειλεν Αβεννήρ αγγέλους προς Δαυίδ εις Θαιλάμ ου ην, παραχρήμα λέγων· διάθου διαθήκην σου μετ ‘ εμού, και ιδού η χείρ μου μετά σου επιστρέψαι προς σε πάντα τον οίκον Ισραήλ. 13 και είπε Δαυίδ· καλώς εγώ διαθήσομαι προς σε διαθήκην, πλήν λόγον ένα εγώ αιτούμαι παρά σου λέγων· ουκ όψει το πρόσωπόν μου, εάν μη αγάγης την Μελχόλ θυγατέρα Σαούλ παραγινομένου σου ιδείν το πρόσωπόν μου. 14 και εξαπέστειλε Δαυίδ προς Ιεβοσθέ υιόν Σαούλ αγγέλους λέγων· απόδος μοι την γυναίκά μου την Μελχόλ, ην έλαβον εν εκατόν ακροβυστίαις αλλοφύλων. 15 και απέστειλεν Ιεβοσθέ και έλαβεν αυτήν παρά του ανδρός αυτής, παρά Φαλτιήλ υιού Σελλής. 16 και επορεύετο ο ανήρ αυτής μετ ‘ αυτής κλαίων οπίσω αυτής έως Βαρακίμ· και είπε προς αυτόν Αβεννήρ· πορεύου, ανάστρεφε· και ανέστρεψε. 17 και είπεν Αβεννήρ προς τους πρεσβυτέρους Ισραήλ λέγων· χθές και τρίτην εζητείτε τον Δαυίδ βασιλεύειν εφ ‘ υμών· 18 και νυν ποιήσατε, ότι Κύριος ελάλησε περί Δαυίδ λέγων· εν χειρί του δούλου μου Δαυίδ σώσω τον Ισραήλ εκ χειρός αλλοφύλων και εκ χειρός πάντων των εχθρών αυτών. 19 και ελάλησεν Αβεννήρ εν τοις ωσί Βενιαμίν. και επορεύθη Αβεννήρ του λαλήσαι εις τα ώτα του Δαυίδ εις Χεβρών πάντα, όσα ήρεσεν εν οφθαλμοίς Ισραήλ και εν οφθαλμοίς οίκου Βενιαμίν.

 20 Και ήλθεν Αβεννήρ προς Δαυίδ εις Χεβρών και μετ ‘ αυτού είκοσιν άνδρες. και εποίησε Δαυίδ τω Αβεννήρ και τοις ανδράσι τοις μετ ‘ αυτού πότον. 21 και είπεν Αβεννήρ προς Δαυίδ· αναστήσομαι δη και πορεύσομαι και συναθροίσω προς κύριόν μου τον βασιλέα πάντα Ισραήλ και διαθήσομαι μετ ‘ αυτού διαθήκην, και βασιλεύσεις επί πάσιν, οίς επιθυμεί η ψυχή σου. και απέστειλε Δαυίδ τον Αβεννήρ, και επορεύθη εν ειρήνη. 22 και ιδού οι παίδες Δαυίδ και Ιωάβ παρεγένοντο εκ της εξοδίας, και σκύλα πολλά έφερον μεθ ‘ εαυτών· και Αβεννήρ ουκ ην μετά Δαυίδ εις Χεβρών, ότι απεστάλκει αυτόν και απεληλύθει εν ειρήνη. 23 και Ιωάβ και πάσα η στρατιά αυτού ήλθοσαν, και απηγγέλη τω Ιωάβ λέγοντες· ήκει Αβεννήρ υιος Νήρ προς Δαυίδ, και απέσταλκεν αυτόν και απήλθεν εν ειρήνη. 24 και εισήλθεν Ιωάβ προς τον βασιλέα και είπε· τι τούτο εποίησας; ιδού ήλθεν Αβεννήρ προς σε, και ινατί εξαπέσταλκας αυτόν και απελήλυθεν εν ειρήνη; 25 ή ουκ οίδας την κακίαν Αβεννήρ υιού Νήρ, ότι απατήσαί σε παρεγένετο και γνώναι την έξοδόν σου και την είσοδόν σου και γνώναι άπαντα, όσα συ ποιείς; 26 και ανέστρεψεν Ιωάβ από του Δαυίδ και απέστειλεν αγγέλους προς Αβεννήρ οπίσω, και επιστρέφουσιν αυτόν από του φρέατος του Σεειράμ· και Δαυίδ ουκ ήδει. 27 και επέστρεψε τον Αβεννήρ εις Χεβρών, και εξέκλινεν αυτόν Ιωάβ εκ πλαγίων της πύλης λαλήσαι προς αυτόν ενεδρεύων και επάταξεν αυτόν εκεί εις την ψόαν, και απέθανεν εν τω αιματι Ασαήλ του αδελφού Ιωάβ.

 28 Και ήκουσε Δαυίδ μετά ταύτα και είπεν· αθώός ειμι εγώ και η βασιλεία μου από Κυρίου και έως αιώνος από των αιμάτων Αβεννήρ υιού Νήρ· 29 καταντησάτωσαν επί κεφαλήν Ιωάβ και επί πάντα τον οίκον του πατρός αυτού, και μη εκλείποι εκ του οίκου Ιωάβ γονορρυής και λεπρός και κρατών σκυτάλης και πίπτων εν ρομφαία και ελασσούμενος άρτοις. 30 Ιωάβ δε και Αβεσσά ο αδελφός αυτού διαπαρετηρούντο τον Αβεννήρ ανθ ‘ ων εθανάτωσε τον Ασαήλ τον αδελφόν αυτών εν Γαβαών, εν τω πολέμω. 31 και είπε Δαυίδ προς Ιωάβ και προς πάντα τον λαόν τον μετ ‘ αυτού· διαρρήξατε τα ιμάτια υμών και περιζώσασθε σάκκους και κόπτεσθε έμπροσθεν Αβεννήρ· και ο βασιλεύς Δαυίδ επορεύετο οπίσω της κλίνης. 32 και θάπτουσι τον Αβεννήρ εν Χεβρών· και ήρεν ο βασιλεύς την φωνήν αυτού και έκλαυσεν επί του τάφου αυτού, και έκλαυσε πας ο λαός επί Αβεννήρ. 33 και εθρήνησεν ο βασιλεύς επί Αβεννήρ και είπεν· ει κατά τον θάνατον Νάβαλ αποθανείται Αβεννήρ; 34 αι χείρές σου ουκ εδέθησαν, οι πόδες σου ουκ εν πέδαις· ου προσήγαγεν ως Νάβαλ, ενώπιον υιών αδικίας έπεσας. και συνήχθη πας ο λαός του κλαύσαι αυτόν. 35 και ήλθε πας ο λαός περιδειπνήσαι τον Δαυίδ άρτοις έτι ούσης ημέρας, και ώμοσε Δαυίδ λέγων· τάδε ποιήσαι μοι ο Θεός και τάδε προσθείη, ότι εάν μη δύη ο ήλιος, ου μη γεύσωμαι άρτου ή από παντός τινος. 36 και έγνω πας ο λαός, και ήρεσεν ενώπιον αυτών πάντα, όσα εποίησεν ο βασιλεύς ενώπιον του λαού. 37 και έγνω πας ο λαός και πας Ισραήλ εν τη ημέρα εκείνη, ότι ουκ εγένετο παρά του βασιλέως θανατώσαι τον Αβεννήρ υιόν Νήρ. 38 και είπεν ο βασιλεύς προς τους παίδας αυτού· ουκ οίδατε ότι ηγούμενος μέγας πέπτωκεν εν τη ημέρα ταύτη εν τω Ισραήλ; 39 και ότι εγώ ειμι συγγενής σήμερον και καθεσταμένος υπό βασιλέως; οι δε άνδρες ούτοι υιοί Σαρουϊας σκληρότεροί μου εισιν· αποδω Κύριος τω ποιούντι τα πονηρά κατά την κακίαν αυτού.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ ήκουσεν Ιεβοσθέ υιος Σαούλ ότι τέθνηκεν Αβεννήρ υιος Νήρ εν Χεβρών, και εξελύθησαν αι χείρες αυτού, και πάντες οι άνδρες Ισραήλ παρείθησαν. 2 και δύο άνδρες ηγούμενοι συστρεμμάτων τω Ιεβοσθέ υιω Σαούλ, όνομα τω ενί Βαανά και όνομα τω δευτέρω Ρηχάβ, υιοί Ρεμμών του Βηρωθαίου εκ των υιών Βενιαμίν· ότι Βηρώθ ελογίζετο τοις υιοίς Βενιαμίν, 3 και απέδρασαν οι Βηθωραίοι εις Γεθθαίμ και ήσαν εκεί παροικούντες έως της ημέρας ταύτης. 4 και τω Ιωνάθαν υιω Σαούλ υιος πεπληγώς τους πόδας· υιος ετών πέντε ούτος εν τω ελθείν την αγγελίαν Σαούλ και Ιωνάθαν του υιού αυτού εξ Ιεζραήλ, και ήρεν αυτόν η τιθηνός αυτού και έφυγε, και εγένετο εν τω σπεύδειν αυτόν και αναχωρείν, και έπεσε και εχωλάνθη, και όνομα αυτω Μεμφιβοσθέ. 5 και επορεύθησαν υιοί Ρεμμών του Βηρωθαίου Ρεκχά και Βαανά και εισήλθον εν τω καύματι της ημέρας εις οίκον Ιεβοσθέ. και αυτός εκάθευδεν εν τη κοίτη της μεσημβρίας, 6 και ιδού η θυρωρός του οίκου εκάθαιρε πυρούς και ενύσταξε και εκάθευδε, και Ρεκχά και Βαανά οι αδελφοί διέλαθον 7 και εισήλθον εις τον οίκον, και Ιεβοσθέ εκάθευδεν επί της κλίνης αυτού εν τω κοιτώνι αυτού, και τύπτουσιν αυτόν και θανατούσι και αφαιρούσι την κεφαλήν αυτού και έλαβον την κεφαλήν αυτού και απήλθον οδόν την κατά δυσμάς όλην την νύκτα. 8 και ήνεγκαν την κεφαλήν Ιεβοσθέ τω Δαυίδ εις Χεβρών και είπαν προς τον βασιλέα· ιδού η κεφαλή Ιεβοσθέ υιού Σαούλ του εχθρού σου, ος εζήτει την ψυχήν σου, και έδωκε Κύριος τω κυρίω βασιλεί εκδίκησιν των εχθρών αυτού, ως η ημέρα αύτη, εκ Σαούλ του εχθρού σου και εκ του σπέρματος αυτού. 9 και απεκρίθη Δαυίδ τω Ρεκχά και τω Βαανά αδελφω αυτού υιοίς Ρεμμών του Βηρωθαίου και είπεν αυτοίς· ζη Κύριος, ος ελυτρώσατο την ψυχήν μου εκ πάσης θλίψεως, 10 ότι ο απαγγείλας μοι ότι τέθνηκε Σαούλ, και αυτός ην ως ευαγγελιζόμενος ενώπιόν μου, και κατέσχον αυτόν και απέκτεινα αυτόν εν Σεκελάκ, ω έδει με δούναι ευαγγέλια. 11 και νυν άνδρες πονηροί απεκτάγκασιν άνδρα δίκαιον εν τω οίκω αυτού επί της κοίτης αυτού· και νυν εκζητήσω το αίμα αυτού εκ χειρός υμών και εξολοθρεύσω υμάς εκ της γης. 12 και ενετείλατο Δαυίδ τοις παιδαρίοις αυτού και αποκτείνουσιν αυτούς και κολοβούσι τας χείρας αυτών και τους πόδας αυτών και εκρέμασαν αυτούς επί της κρήνης εν Χεβρών· και την κεφαλήν Ιεβοσθέ έθαψαν εν τω τάφω Αβεννήρ υιού Νήρ.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ παραγίνονται πάσαι αι φυλαί Ισραήλ προς Δαυίδ εις Χεβρών και είπαν αυτω· ιδού οστά σου και σάρκες σου ημείς· 2 και εχθές και τρίτην όντος Σαούλ βασιλέως εφ ‘ ημίν, συ ήσθα ο

 εξάγων και εισάγων τον Ισραήλ, και είπε Κύριος προς σε· συ ποιμανείς τον λαόν μου τον Ισραήλ, και συ έση εις ηγούμενον επί τον λαόν μου Ισραήλ. 3 και έρχονται πάντες οι πρεσβύτεροι Ισραήλ προς τον βασιλέα εις Χεβρών, και διέθετο αυτοίς ο βασιλεύς Δαυίδ διαθήκην εν Χεβρών ενώπιον Κυρίου, και χρίουσι τον Δαυίδ εις βασιλέα επί πάντα Ισραήλ. 4 υιος τριάκοντα ετών Δαυίδ εν τω βασιλεύσαι αυτόν και τεσσαράκοντα έτη εβασίλευσεν, 5 επτά έτη και μήνας εξ εβασίλευσεν εν Χεβρών επί τον Ιούδαν και τριάκοντα τρία έτη εβασίλευσεν επί πάντα Ισραήλ και Ιούδαν εν Ιερουσαλήμ.

 6 Και απήλθε Δαυίδ και οι άνδρες αυτού εις Ιερουσαλήμ προς τον Ιεβουσαίον τον κατοικούντα την γην. και ερρέθη τω Δαυίδ· ουκ εισελεύση ώδε, ότι αντέστησαν οι τυφλοί και οι χωλοί λέγοντες ότι ουκ εισελεύσεται Δαυίδ ώδε. 7 και κατελάβετο Δαυίδ την περιοχήν Σιών (αύτη η πόλις του Δαυίδ). 8 και είπε Δαυίδ τη ημέρα εκείνη· πας τύπτων Ιεβουσαίον απτέσθω εν παραξιφίδι και τους χωλούς και τους τυφλούς και τους μισούντας την ψυχήν Δαυίδ· δια τούτο ερούσι· τυφλοί και χωλοί ουκ εισελεύσονται εις οίκον Κυρίου. 9 και εκάθισε Δαυίδ εν τη περιοχή, και εκλήθη αύτη η πόλις Δαυίδ· και ωκοδόμησεν αυτήν πόλιν κύκλω από της άκρας και τον οίκον αυτού. 10 και διεπορεύετο Δαυίδ πορευόμενος και μεγαλυνόμενος, και Κύριος παντοκράτωρ μετ ‘ αυτού. 11 και απέστειλε Χειράμ βασιλεύς Τύρου αγγέλους προς Δαυίδ και ξύλα κέδρινα και τέκτονας ξύλων και τέκτονας λίθων και ωκοδόμησαν οίκον τω Δαυίδ. 12 και έγνω Δαυίδ ότι ητοίμασεν αυτόν Κύριος εις βασιλέα επί Ισραήλ, και ότι επήρθη η βασιλεία αυτού δια τον λαόν αυτού Ισραήλ. 13 και έλαβε Δαυίδ έτι γυναίκας και παλλακάς εξ Ιερουσαλήμ μετά το ελθείν αυτόν εκ Χεβρών, και εγένοντο τω Δαυίδ έτι υιοί και θυγατέρες. 14 και ταύτα τα ονόματα των γεννηθέντων αυτω εν Ιερουσαλήμ· Σαμμούς και Σωβάβ και Νάθαν και Σαλωμών 15 και Εβεάρ και Ελισούς και Ναφέκ και Ιεφιές 16 και Ελισαμά και Ελιδαέ και Ελιφαλάθ, Σαμαέ, Ιεσσιβάθ, Νάθαν, Γαλαμαάν, Ιεβαάρ, Θεησούς, Ελιφαλάτ, Ναγέδ, Ναφέκ, Ιωνάθαν, Λεασαμύς, Βααλιμάθ, Ελιφαάθ.

 17 Και ήκουσαν οι αλλόφυλοι ότι κέχρισται Δαυίδ βασιλεύς επί Ισραήλ, και ανέβησαν πάντες οι αλλόφυλοι ζητείν τον Δαυίδ· και ήκουσε Δαυίδ και κατέβη εις την περιοχήν. 18 και οι αλλόφυλοι παραγίνονται και συνέπεσαν εις την κοιλάδα των Τιτάνων 19 και ηρώτησε Δαυίδ δια Κυρίου λέγων· ει αναβώ προς τους αλλοφύλους και παραδώσεις αυτούς εις τας χείράς μου; και είπε Κύριος προς Δαυίδ· ανάβαινε, ότι παραδιδούς παραδώσω τους αλλοφύλους εις τας χείράς σου. 20 και ήλθε Δαυίδ εκ των επάνω διακοπών και έκοψε τους αλλοφύλους εκεί, και είπε Δαυίδ· διέκοψε Κύριος τους εχθρούς αλλοφύλους ενώπιον εμού, ως διακόπτεται ύδατα· δια τούτο εκλήθη το όνομα του τόπου εκείνου, Επάνω διακοπών. 21 και καταλιμπάνουσιν εκεί τους θεούς αυτών, και ελάβοσαν αυτούς Δαυίδ και οι άνδρες οι μετ ‘ αυτού. 22 και προσέθεντο έτι αλλόφυλοι του αναβήναι και συνέπεσαν εν τη κοιλάδι των Τιτάνων. 23 και επηρώτησε Δαυίδ δια Κυρίου και είπε Κύριος· ουκ αναβήση εις συνάντησιν αυτών, αποστρέφου απ ‘ αυτών και παρέση αυτοίς πλησίον του Κλαυθμώνος· 24 και έσται εν τω ακούσαί σε την φωνήν του συγκλεισμού από του άλσους του Κλαυθμώνος, τότε καταβήση προς αυτούς, ότι τότε εξελεύσεται Κύριος έμπροσθέν σου κόπτειν εν τω πολέμω των αλλοφύλων. 25 και εποίησε Δαυίδ καθώς ενετείλατο αυτω Κύριος, και επάταξε τους αλλοφύλους από Γαβαών έως της γης Γαζηρά.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ συνήγαγεν έτι Δαυίδ πάντα νεανίαν εξ Ισραήλ, ως εβδομήκοντα χιλιάδας. 2 και ανέστη και επορεύθη Δαυίδ και πας ο λαός ο μετ ‘ αυτού και από των αρχόντων Ιούδα εν αναβάσει του αναγαγείν εκείθεν την κιβωτόν του Θεού, εφ ‘ ην επεκλήθη το όνομα του Κυρίου των δυνάμεων καθημένου επί των Χερουβίν επ ‘ αυτής. 3 και επεβίβασαν την κιβωτόν Κυρίου εφ ‘ άμαξαν καινήν και ήραν αυτήν εξ οίκου Αμιναδάβ του εν τω βουνω· και ‘Οζά και οι αδελφοί αυτού υιοί Αμιναδάβ ήγον την άμαξαν συν τη κιβωτω, 4 και οι αδελφοί αυτού επορεύοντο έμπροσθεν της κιβωτού. 5 και Δαυίδ και υιοί Ισραήλ παίζοντες ενώπιον Κυρίου εν οργάνοις ηρμοσμένοις εν ισχύϊ, και εν ωδαίς και εν κινύραις και εν νάβλαις και εν τυμπάνοις και εν κυμβάλοις και εν αυλοίς. 6 και παραγίνονται έως άλω Ναχών, και εξέτεινεν ‘Οζά την χείρα αυτού επί την κιβωτόν του Θεού κατασχείν αυτήν και εκράτησεν αυτήν, ότι περιέσπασεν αυτήν ο μόσχος. 7 και εθυμώθη οργή Κύριος τω ‘Οζά, και έπαισεν αυτόν εκεί ο Θεός, και απέθανεν εκεί παρά την κιβωτόν του Κυρίου ενώπιον του Θεού. 8 και ηθύμησε Δαυίδ υπέρ ου διέκοψε Κύριος διακοπήν εν τω ‘Οζά· και εκλήθη ο τόπος εκείνος Διακοπή ‘Οζά έως της ημέρας ταύτης. 9 και εφοβήθη Δαυίδ τον Κύριον εν τη ημέρα εκείνη λέγων· Πως εισελεύσεται προς με η κιβωτός Κυρίου; 10 και ουκ εβούλετο Δαυίδ του εκκλίναι προς αυτόν την κιβωτόν διαθήκης Κυρίου εις την πόλιν Δαυίδ, και απέκλινεν αυτήν Δαυίδ εις οίκον Αβεδδαρά του Γεθθαίου. 11 και εκάθισεν η κιβωτός του Κυρίου εις οίκον Αβεδδαρά του Γεθθαίου μήνας τρεις· και ευλόγησε Κύριος όλον τον οίκον Αβεδδαρά και πάντα τα αυτού. 12 και απηγγέλη τω βασιλεί Δαυίδ λέγοντες· ευλόγησε Κύριος τον οίκον Αβεδδαρά και πάντα τα αυτού ένεκα της κιβωτού του Θεού, και επορεύθη Δαυίδ και ανήγαγε την κιβωτόν του Κυρίου εκ του οίκου Αβεδδαρά εις την πόλιν Δαυίδ εν ευφροσύνη. 13 και ήσαν μετ ‘ αυτού αίροντες την κιβωτόν επτά χοροί και θύμα μόσχος και άρνες. 14 και Δαυίδ ανεκρούετο εν οργάνοις ηρμοσμένοις ενώπιον Κυρίου, και ο Δαυίδ ενδεδυκώς στολήν έξαλλον. 15 και Δαυίδ και πας ο οίκος Ισραήλ ανήγαγον την κιβωτόν Κυρίου μετά κραυγής και μετά φωνής σάλπιγγος. 16 και εγένετο της κιβωτού παραγινομένης έως πόλεως Δαυίδ και Μελχόλ η θυγάτηρ Σαούλ διέκυπτε δια της θυρίδος και είδε τον βασιλέα Δαυίδ ορχούμενον και ανακρουόμενον ενώπιον Κυρίου και εξουδένωσεν αυτόν εν τη καρδία αυτής. 17 και φέρουσι την κιβωτόν του Κυρίου και ανέθησαν αυτήν εις τον τόπον αυτής εις μέσον της σκηνής, ης έπηξεν αυτη Δαυίδ· και ανήνεγκε Δαυίδ ολοκαυτώματα ενώπιον Κυρίου και ειρηνικάς. 18 και συνετέλεσε Δαυίδ συναναφέρων τας ολοκαυτώσεις και τας ειρηνικάς και ευλόγησε τον λαόν εν ονόματι Κυρίου των δυνάμεων. 19 και διεμέρισε παντί τω λαω εις πάσαν την δύναμιν του Ισραήλ από Δάν έως Βηρσαβεέ και από ανδρός έως γυναικός, εκάστω κολλυρίδα άρτου και εσχαρίτην και λάγανον από τηγάνου· και απήλθε πας ο λαός έκαστος εις τον οίκον αυτού. 20 και επέστρεψε Δαυίδ ευλογήσαι τον οίκον αυτού, και εξήλθε Μελχόλ η θυγάτηρ Σαούλ εις απάντησιν Δαυίδ και ευλόγησεν αυτόν και είπε· τι δεδόξασται σήμερον ο βασιλεύς Ισραήλ, ος απεκαλύφθη σήμερον εν οφθαλμοίς παιδισκών των δούλων εαυτού, καθώς αποκαλύπτεται αποκαλυφθείς εις των ορχουμένων; 21 και είπε Δαυίδ προς Μελχόλ· ενώπιον Κυρίου ορχήσομαι· ευλογητός Κύριος, ος εξελέξατό με υπέρ τον πατέρα σου και υπέρ πάντα τον οίκον αυτού του καταστήσαί με εις ηγούμενον επί τον λαόν αυτού επί τον Ισραήλ· και παίξομαι και ορχήσομαι ενώπιον Κυρίου 22 και αποκαλυφθήσομαι έτι ούτως και έσομαι αχρείος εν οφθαλμοίς σου και μετά των παιδισκών, ων είπάς με μη δοξασθήναι. 23 και τη Μελχόλ θυγατρί Σαούλ ουκ εγένετο παιδίον έως της ημέρας του αποθανείν αυτήν.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ εγένετο ότε εκάθισεν ο βασιλεύς εν τω οίκω αυτού, και Κύριος κατεκληρονόμησεν αυτόν κύκλω από πάντων των εχθρών αυτού των κύκλω, 2 και είπεν ο βασιλεύς προς Νάθαν τον προφήτην· ιδού δη εγώ κατοικώ εν οίκω κεδρίνω, και η κιβωτός του Θεού κάθηται εν μέσω της σκηνής. 3 και είπε Νάθαν προς τον βασιλέα· πάντα, όσα αν εν τη καρδία σου, βάδιζε και ποίει, ότι Κύριος μετά σου. 4 και εγένετο τη νυκτί εκείνη και εγένετο ρήμα Κυρίου προς Νάθαν λέγων· 5 πορεύου, και ειπόν προς τον δούλόν μου Δαυίδ· τάδε λέγει Κύριος· ου συ οικοδομήσεις μοι οίκον του κατοικήσαί με· 6 ότι ου κατώκηκα εν οίκω αφ ‘ ης ημέρας ανήγαγον τους υιούς Ισραήλ εξ Αιγύπτου έως της ημέρας ταύτης και ήμην εμπεριπατών εν καταλύματι και εν σκηνή, 7 εν πάσιν, οίς διήλθον εν παντί Ισραήλ, ει λαλών ελάλησα προς μίαν φυλήν του Ισραήλ, ω ενετειλάμην ποιμαίνειν τον λαόν μου Ισραήλ λέγων· ινατί ουκ ωκοδομήκατέ μοι οίκον κέδρινον; 8 και νυν τάδε ερείς τω δούλω μου Δαυίδ· τάδε λέγει Κύριος παντοκράτωρ· έλαβόν σε εκ της μάνδρας των προβάτων του είναί σε εις ηγούμενον επί τον λαόν μου επί τον Ισραήλ 9 και ήμην μετά σου εν πάσιν, οίς επορεύου, και εξωλόθρευσα πάντας τους εχθρούς σου από προσώπου σου και εποίησά σε ονομαστόν κατά το όνομα των μεγάλων των επί της γης. 10 και θήσομαι τόπον τω λαω μου τω Ισραήλ και καταφυτεύσω αυτόν, και κατασκηνώσει καθ ‘ εαυτόν και ου μεριμνήσει ουκέτι, και ου προσθήσει υιος αδικίας του ταπεινώσαι αυτόν καθώς απ ‘ αρχής, 11 από των ημερών, ων έταξα κριτάς επί τον λαόν μου Ισραήλ, και αναπαύσω σε από πάντων των εχθρών σου, και απαγγελεί σοι Κύριος ότι οίκον οικοδομήσεις αυτω. 12 και έσται εάν πληρωθώσιν αι ημέραι σου και κοιμηθήση μετά των πατέρων σου, και αναστήσω το σπέρμα σου μετά σε, ος έσται εκ της κοιλίας σου, και ετοιμάσω την βασιλείαν αυτού· 13 αυτός οικοδομήσει μοι οίκον τω ονόματί μου, και ανορθώσω τον θρόνον αυτού έως εις τον αιώνα. 14 εγώ έσομαι αυτω εις πατέρα, και αυτός έσται μοι εις υιόν· και εάν έλθη η αδικία αυτού, και ελέγξω αυτόν εν ράβδω ανδρών και εν αφαίς υιών ανθρώπων· 15 το δε έλεός μου ουκ αποστήσω απ ‘ αυτού, καθώς απέστησα αφ ‘ ων απέστησα εκ προσώπου μου. 16 και πιστωθήσεται ο οίκος αυτού και η βασιλεία αυτού έως αιώνος ενώπιόν μου. και ο θρόνος αυτού έσται ανωρθωμένος εις τον αιώνα. 17 κατά πάντας τους λόγους τούτους και κατά πάσαν την όρασιν ταύτην, ούτως ελάλησε Νάθαν προς Δαυίδ. 18 και εισήλθεν ο βασιλεύς Δαυίδ και εκάθισεν ενώπιον Κυρίου και είπε· τις ειμι εγώ, Κύριέ μου Κύριε, και τις ο οίκός μου, ότι ηγάπησάς με έως τούτων; 19 και κατεσμικρύνθην μικρόν ενώπιόν σου, Κύριέ μου Κύριε. και ελάλησας υπέρ του οίκου του δούλου σου εις μακράν· ούτος δε ο νόμος του ανθρώπου, Κύριέ μου Κύριε. 20 και τι προσθήσει Δαυίδ έτι του λαλήσαι προς σε; και νυν συ οίδας τον δούλόν σου, Κύριέ μου Κύριε. 21 δια τον λόγον σου πεποίηκας, και κατά την καρδίαν σου εποίησας πάσαν την μεγαλωσύνην ταύτην γνωρίσαι τω δούλω σου 22 ένεκεν του μεγαλύναί σε, Κύριέ μου Κύριε, ότι ουκ έστιν ως συ και ουκ έστι Θεός πλήν σου εν πάσιν, οίς ηκούσαμεν εν τοις ωσίν ημών. 23 και τις ως ο λαός σου Ισραήλ έθνος άλλο εν τη γη; ως ωδήγησεν αυτόν ο Θεός του λυτρώσασθαι αυτω λαόν, του θέσθαι σε όνομα, του ποιήσαι μεγαλωσύνην και επιφάνειαν, του εκβαλείν σε εκ προσώπου του λαού σου, ους ελυτρώσω σεαυτω εξ Αιγύπτου, έθνη και σκηνώματα; 24 και ητοίμασας σεαυτω τον λαόν σου Ισραήλ εις λαόν έως αιώνος, και συ, Κύριε, εγένου αυτοίς εις Θεόν. 25 και νυν, Κύριέ μου Κύριε, το ρήμα, ό ελάλησας περί του δούλου σου και του οίκου αυτού, πίστωσον έως του αιώνος, Κύριε παντοκράτωρ Θεέ του Ισραήλ· και νυν καθώς ελάλησας, 26 μεγαλυνθείη το όνομά σου έως αιώνος. 27 Κύριε παντοκράτωρ Θεός Ισραήλ, απεκάλυψας το ωτίον του δούλου σου, λέγων· οίκον οικοδομήσω σοι· δια τούτο εύρεν ο δούλός σου την καρδίαν εαυτού του προσεύξασθαι προς σε την προσευχήν ταύτην. 28 και νυν, Κύριέ μου Κύριε, συ ει ο Θεός, και οι λόγοι σου έσονται αληθινοί, και ελάλησας υπέρ του δούλου σου τα αγαθά ταύτα· 29 και νυν άρξαι και ευλόγησον τον οίκον του δούλου σου του είναι εις τον αιώνα ενώπιόν σου, ότι συ, Κύριέ μου Κύριε, ελάλησας, και από της ευλογίας σου ευλογηθήσεται ο οίκος του δούλου σου του είναι εις τον αιώνα.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ εγένετο μετά ταύτα και επάταξε Δαυίδ τους αλλοφύλους και ετροπώσατο αυτούς· και έλαβε Δαυίδ την αφωρισμένην εκ χειρός των αλλοφύλων. 2 και επάταξε Δαυίδ την Μωάβ και διεμέτρησεν αυτούς εν σχοινίοις κοιμίσας αυτούς επί την γην, και εγένετο τα δύο σχοινίσματα του θανατώσαι, και τα δύο σχοινίσματα εζώγρησε, και εγένετο Μωάβ τω Δαυίδ εις δούλους φέροντας ξένια. 3 και επάταξε Δαυίδ τον Αδρααζάρ υιόν Ραάβ, βασιλέα Σουβά, πορευομένου αυτού επιστήσαι την χείρα αυτού επί τον ποταμόν Ευφράτην. 4 και προκατελάβετο Δαυίδ των αυτού χίλια άρματα και επτά χιλιάδας ιππέων και είκοσι χιλιάδας ανδρών πεζών, και παρέλυσε Δαυίδ πάντα τα άρματα και υπελίπετο εαυτω εκατόν άρματα. 5 και παραγίνεται Συρία Δαμασκού βοηθήσαι τω Αδρααζάρ βασιλεί Σουβά, και επάταξε Δαυίδ εν τω Σύρω είκοσι δύο χιλιάδας ανδρών. 6 και έθετο Δαυίδ φρουράν εν Συρία τη κατά Δαμασκόν, και εγένετο ο Σύρος τω Δαυίδ εις δούλους φέροντας ξένια. και έσωσε Κύριος τον Δαυίδ εν πάσιν, οίς επορεύετο. 7 και έλαβε Δαυίδ τους χλιδώνας τους χρυσούς, οί ήσαν επί των παίδων των Αδρααζάρ βασιλέως Σουβά, και ήνεγκεν αυτά εις Ιερουσαλήμ· και έλαβεν αυτά Σουσακίμ βασιλεύς Αιγύπτου εν τω αναβήναι αυτόν εις Ιερουσαλήμ εν ημέραις Ροβοάμ υιού Σολομώντος. 8 και εκ της Μασβάκ και εκ των εκλεκτών πόλεων του Αδρααζάρ έλαβεν ο βασιλεύς Δαυίδ χαλκόν πολύν σφόδρα· εν αυτω εποίησε Σολομών την θάλασσαν την χαλκήν και τους στύλους και τους λουτήρας και πάντα τα σκεύη. 9 και ήκουσε Θοού ο βασιλεύς Ημάθ ότι επάταξε Δαυίδ πάσαν την δύναμιν Αδρααζάρ, 10 και απέστειλε Θοού Ιεδδουράν τον υιόν αυτού προς βασιλέα Δαυίδ ερωτήσαι αυτόν τα εις ειρήνην και ευλογήσαι αυτόν υπέρ ου επολέμησε τον Αδρααζάρ και επάταξεν αυτόν, ότι αντικείμενος ην τω Αδρααζάρ, και εν ταις χερσίν αυτού ήσαν σκεύη αργυρά και σκεύη χρυσά και σκεύη χαλκά. 11 και ταύτα ηγίασεν ο βασιλεύς Δαυίδ τω Κυρίω μετά του αργυρίου και μετά του χρυσίου, ου ηγίασεν εκ πασών των πόλεων, ων κατεδυνάστευσεν, 12 εκ της Ιδουμαίας και εκ της Μωάβ και εκ των υιών Αμμών και εκ των αλλοφύλων και εξ Αμαλήκ και εκ των σκύλων Αδρααζάρ υιού Ραάβ βασιλέως Σουβά. 13 και εποίησε Δαυίδ όνομα· και εν τω ανακάμπτειν αυτόν επάταξε την Ιδουμαίαν εν Γεβελέμ εις οκτωκαίδεκα χιλιάδας. 14 και έθετο εν τη Ιδουμαία φρουράν, εν πάση τη Ιδουμαία, και εγένοντο πάντες οι Ιδουμαίοι δούλοι τω βασιλεί. και έσωσε Κύριος τον Δαυίδ εν πάσιν, οίς επορεύετο. 15 και εβασίλευσε Δαυίδ επί πάντα Ισραήλ. και ην Δαυίδ ποιών κρίμα και δικαιοσύνην επί πάντα τον λαόν αυτού. 16 και Ιωάβ υιος Σαρουϊας επί της στρατιάς και Ιωσαφάτ υιος Αχιάδ επί των υπομνημάτων, 17 και Σαδούκ υιος Αχιτώβ και Αχιμέλεχ υιος Αβιάθαρ ιερείς, και Ασά ο γραμματεύς, 18 και Βαναίας υιος Ιωδαέ σύμβουλος, και ο Χελεθθί και ο Φελεττί· και οι υιοί Δαυίδ αυλάρχαι ήσαν.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΚΑΙ είπε Δαυίδ· ει έστιν έτι υπολελειμμένος εν τω οίκω Σαούλ και ποιήσω μετ ‘ αυτού έλεος ένεκεν Ιωνάθαν; 2 και εκ του οίκου Σαούλ ην παις, και όνομα αυτω Σιβά, και καλούσιν αυτόν προς Δαυίδ· και είπε προς αυτόν ο βασιλεύς· συ ει Σιβά; και είπεν· εγώ δούλος σός. 3 και είπεν ο βασιλεύς· ει υπολέλειπται εκ του οίκου Σαούλ έτι ανήρ και ποιήσω μετ ‘ αυτού έλεος Θεού; και είπε Σιβά προς τον βασιλέα· έτι εστίν υιος τω Ιωνάθαν πεπληγώς τους πόδας. 4 και είπεν ο βασιλεύς· που ούτος; και είπε Σιβά προς τον βασιλέα· ιδού εν οίκω Μαχίρ υιού Αμιήλ εκ της Λαδάβαρ. 5 και απέστειλεν ο βασιλεύς Δαυίδ και έλαβεν αυτόν εκ του οίκου Μαχίρ υιού Αμιήλ εκ της Λαδάβαρ. 6 και παραγίνεται Μεμφιβοσθέ υιος Ιωνάθαν υιού Σαούλ προς τον βασιλέα Δαυίδ και έπεσεν επί πρόσωπον αυτού και προσεκύνησεν αυτω. και είπεν αυτω Δαυίδ· Μεμφιβοσθέ· και είπεν· ιδού ο δούλός σου. 7 και είπεν αυτω Δαυίδ· μη φοβού, ότι ποιών ποιήσω μετά σου έλεος δια Ιωνάθαν τον πατέρα σου και αποκαταστήσω σοι πάντα αγρόν Σαούλ πατρός του πατρός σου, και συ φαγή άρτον επί της τραπέζης μου διαπαντός. 8 και προσεκύνησε Μεμφιβοσθέ και είπε· τις ειμι ο δούλός σου, ότι επέβλεψας επί τον κύνα τον τεθνηκότα τον όμοιον εμοί; 9 και εκάλεσεν ο βασιλεύς Σιβά το παιδάριον Σαούλ και είπε προς αυτόν· πάντα όσα εστί τω Σαούλ και όλω τω οίκω αυτού δέδωκα τω υιω του κυρίου σου· 10 και εργά αυτω την γην, συ και οι υιοί σου και οι δούλοί σου, και εισοίσεις τω υιω του κυρίου σου άρτους, και έδεται αυτούς· και Μεμφιβοσθέ υιος του κυρίου σου φάγεται διαπαντός άρτον επί της τραπέζης μου. (και τω Σιβά ήσαν πεντεκαίδεκα υιοί και είκοσι δούλοι). 11 και είπε Σιβά προς τον βασιλέα· κατά πάντα, όσα εντέταλται ο κύριός μου ο βασιλεύς τω δούλω αυτού, ούτω ποιήσει ο δούλός σου· και Μεμφιβοσθέ ήσθιεν επί της τραπέζης Δαυίδ καθώς εις των υιών αυτού του βασιλέως. 12 και τω Μεμφιβοσθέ υιος μικρός ην, και όνομα αυτω Μιχά. και πάσα η κατοίκησις του οίκου Σιβά δούλοι του Μεμφιβοσθέ. 13 και Μεμφιβοσθέ κατώκει εν Ιερουσαλήμ, ότι επί της τραπέζης του βασιλέως αυτός διαπαντός ήσθιε· και αυτός ην χωλός αμφοτέροις τοις ποσίν αυτού.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΚΑΙ εγένετο μετά ταύτα και απέθανε βασιλεύς υιών Αμμών, και εβασίλευσεν Αννών υιος αυτού αντ' αυτού. 2 και είπε Δαυίδ· ποιήσω έλεος μετά Αννών υιού Ναάς, ον τρόπον εποίησεν ο πατήρ αυτού μετ' αυτού έλεος· και απέστειλε Δαυίδ παρακαλέσαι αυτόν εν χειρί των δούλων αυτού περί του πατρός αυτού. και παρεγένοντο οι παίδες Δαυίδ εις την γην υιών Αμμών. 3 και είπον οι άρχοντες υιών Αμμών προς Αννών τον κύριον αυτών· μη παρά το δοξάζειν Δαυίδ τον πατέρα σου ενώπιόν σου, ότι απέστειλέ σοι παρακαλούντας; αλλ' ουχί όπως ερευνήσωσι την πόλιν και κατασκοπήσωσιν αυτήν και του κατασκέψασθαι αυτήν απέστειλε Δαυίδ τους παίδας αυτού προς σε; 4 και έλαβεν Αννών τους παίδας Δαυίδ και εξύρησε τους πώγωνας αυτών και απέκοψε τους μανδύας αυτών εν τω ημίσει έως των ισχίων αυτών και εξαπέστειλεν αυτούς. 5 και απήγγειλαν τω Δαυίδ υπέρ των ανδρών, και απέστειλεν εις απαντήν αυτών, ότι ήσαν οι άνδρες ητιμασμένοι σφόδρα· και είπεν ο βασιλεύς· καθίσατε εν Ιεριχώ έως του ανατείλαι τους πώγωνας υμών, και επιστραφήσεσθε. 6 και είδον οι υιοί Αμμών, ότι κατησχύνθησαν ο λαός Δαυίδ, και απέστειλαν οι υιοί Αμμών και εμισθώσαντο την Συρίαν Βαιθραάμ και την Συρίαν Σουβά, είκοσι χιλιάδας πεζών, και τον βασιλέα Μααχά, χιλίους άνδρας, και Ιστώβ, δώδεκα χιλιάδας ανδρών. 7 και ήκουσε Δαυίδ, και απέστειλε τον Ιωάβ και πάσαν την δύναμιν, τους δυνατούς. 8 και εξήλθον οι υιοί Αμμών και παρετάξαντο πόλεμον παρά τη θύρα της πύλης Συρίας Σουβά και Ροώβ και Ιστώβ και Μααχά μόνοι εν αγρω. 9 και είδεν Ιωάβ ότι εγενήθη προς αυτόν αντιπρόσωπον του πολέμου, εκ του κατά πρόσωπον εξεναντίας και εκ του όπισθεν, και επελέξατο εκ πάντων των νεανιών Ισραήλ, και παρετάξαντο εξεναντίας Συρίας. 10 και το κατάλοιπον του λαού έδωκεν εν χειρί Αβεσσά του αδελφού αυτού, και παρετάξαντο εξεναντίας υιών Αμμών. 11 και είπεν· εάν κραταιωθή Συρία υπέρ εμέ, και έσεσθέ μοι εις σωτηρίαν, και εάν κραταιωθώσιν υιοί Αμμών υπέρ σε, και εσόμεθα του σώσαί σε· 12 ανδρίζου και κραταιωθώμεν υπέρ του λαού ημών και περί των πόλεων του Θεού ημών, και Κύριος ποιήσει το αγαθόν εν οφθαλμοίς αυτού. 13 και προσήλθεν Ιωάβ και ο λαός αυτού μετ' αυτού εις πόλεμον προς Συρίαν, και έφυγαν από προσώπου αυτού. 14 και οι υιοί Αμμών είδαν ότι έφυγε Συρία, και έφυγαν από προσώπου Αβεσσά και εισήλθον εις την πόλιν. και ανέστρεψεν Ιωάβ από των υιών Αμμών και παρεγένετο εις Ιερουσαλήμ. 15 και είδε Συρία ότι έπταισεν έμπροσθεν Ισραήλ, και συνήχθησαν επί το αυτό. 16 και απέστειλεν Αδρααζάρ και συνήγαγε την Συρίαν την εκ του πέραν του ποταμού Χαλαμάκ, και παρεγένοντο εις Αιλάμ, και Σωβάκ άρχων της δυνάμεως Αδρααζάρ έμπροσθεν αυτών. 17 και απηγγέλη τω Δαυίδ, και συνήγαγε τον πάντα Ισραήλ και διέβη τον Ιορδάνην και παρεγένετο εις Αιλάμ· και παρετάξατο Συρία απέναντι Δαυίδ, και επολέμησαν μετ' αυτού. 18 και έφυγε Συρία από προσώπου Ισραήλ, και ανείλε Δαυίδ εκ της Συρίας επτακόσια άρματα και τεσσαράκοντα χιλιάδας ιππέων· και τον Σωβάκ τον άρχοντα της δυνάμεως αυτού επάταξε, και απέθανεν εκεί. 19 και είδαν πάντες οι βασιλείς οι δούλοι Αδρααζάρ ότι έπταισαν έμπροσθεν Ισραήλ, και ηυτομόλησαν μετά Ισραήλ και εδούλευσαν αυτοίς. και εφοβήθη Συρία του σώσαι έτι τους υιούς Αμμών.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΚΑΙ εγένετο επιστρέψαντος του ενιαυτού εις τον καιρόν της εξοδίας των βασιλέων, και απέστειλε Δαυίδ τον Ιωάβ και τους παίδας αυτού μετ' αυτού και τον πάντα Ισραήλ, και διέφθειραν τους υιούς Αμμών και διεκάθισαν επί Ραββάθ· και Δαυίδ εκάθισεν εν Ιερουσαλήμ. 2 και εγένετο προς εσπέραν και ανέστη Δαυίδ από της κοίτης αυτού και περιεπάτει επί του δώματος του οίκου του βασιλέως και είδε γυναίκα λουομένην από του δώματος, και η γυνή καλή τω είδει σφόδρα. 3 και απέστειλε Δαυίδ και εζήτησε την γυναίκα και είπεν· ουχί αύτη Βηρσαβεέ θυγάτηρ Ελιάβ γυνή Ουρίου του Χετταίου; 4 και απέστειλε Δαυίδ αγγέλους και έλαβεν αυτήν, και εισήλθε προς αυτήν, και εκοιμήθη μετ' αυτής, και αυτή αγιαζομένη από ακαθαρσίας αυτής, και απέστρεψεν εις τον οίκον αυτής. 5 και εν γαστρί έλαβεν η γυνή· και αποστείλασα απήγγειλε τω Δαυίδ και είπεν· εγώ ειμι εν γαστρί έχω. 6 και απέστειλε Δαυίδ προς Ιωάβ λέγων· απόστειλον προς με τον Ουρίαν τον Χετταίον· και απέστειλεν Ιωάβ τον Ουρίαν προς Δαυίδ. 7 και παραγίνεται Ουρίας και εισήλθε προς αυτόν, και επηρώτησε Δαυίδ εις ειρήνην Ιωάβ και εις ειρήνην του λαού και εις ειρήνην του πολέμου. 8 και είπε Δαυίδ τω Ουρία· κατάβηθι εις τον οίκόν σου και νίψαι τους πόδας σου· και εξήλθεν Ουρίας εξ οίκου του βασιλέως, και εξήλθεν οπίσω αυτού άρσις του βασιλέως. 9 και εκοιμήθη Ουρίας παρά τη θύρα του βασιλέως μετά των δούλων του κυρίου αυτού και ου κατέβη εις τον οίκον αυτού. 10 και ανήγγειλαν τω Δαυίδ λέγοντες, ότι ου κατέβη Ουρίας εις τον οίκον αυτού. και είπε Δαυίδ προς Ουρίαν· ουχί εξ οδού συ έρχη; τι ότι ου κατέβης εις τον οίκόν σου; 11 και είπεν Ουρίας προς Δαυίδ· η κιβωτός και Ισραήλ και Ιούδας κατοικούσιν εν σκηναίς, και ο κύριός μου Ιωάβ και οι δούλοι του κυρίου μου επί πρόσωπον του αγρού παρεμβάλλουσι· και εγώ εισελεύσομαι εις τον οίκόν μου του φαγείν και πιείν και κοιμηθήναι μετά της γυναικός μου; Πως; ζη η ψυχή σου, ει ποιήσω το ρήμα τούτο. 12 και είπε Δαυίδ προς Ουρίαν· κάθισον ενταύθα και γε σήμερον, και αύριον εξαποστελώ σε. και εκάθισεν Ουρίας εν Ιερουσαλήμ εν τη ημέρα εκείνη και τη επαύριον. 13 και εκάλεσεν αυτόν Δαυίδ, και έφαγεν ενώπιον αυτού και έπιε και εμέθυσεν αυτόν· και εξήλθεν εσπέρας του κοιμηθήναι επί της κοίτης αυτού μετά των δούλων του κυρίου αυτού, και εις τον οίκον αυτού ου κατέβη. 14 και εγένετο πρωϊ και έγραψε Δαυίδ βιβλίον προς Ιωάβ και απέστειλεν εν χειρί Ουρίου. 15 και έγραψεν εν βιβλίω λέγων· εισάγαγε τον Ουρίαν εξ εναντίας του πολέμου του κραταιού, και αποστραφήσεσθε από όπισθεν αυτού, και πληγήσεται από όπισθεν αυτού, και πληγήσεται και αποθανείται. 16 και εγενήθη εν τω φυλάσσειν Ιωάβ επί την πόλιν και έθηκε τον Ουρίαν εις τον τόπον, ου ήδει ότι άνδρες δυνάμεως εκεί. 17 και εξήλθον οι άνδρες της πόλεως και επολέμουν μετά Ιωάβ, και έπεσαν εκ του λαού εκ των δούλων Δαυίδ, και απέθανε και γε Ουρίας ο Χετταίος. 18 και απέστειλεν Ιωάβ και απήγγειλε τω Δαυίδ πάντας τους λόγους του πολέμου λαλήσαι προς τον βασιλέα 19 και ενετείλατο τω αγγέλω λέγων· εν τω συντελέσαι πάντας τους λόγους του πολέμου λαλήσαι προς τον βασιλέα 20 και έσται εάν αναβή ο θυμός του βασιλέως, και είπη σοι· τι ότι ηγγίσατε προς την πόλιν πολεμήσαι; ουκ ήδειτε ότι τοξεύσουσιν απάνωθεν του τείχους; 21 τις επάταξε τον Αβιμέλεχ υιόν Ιεροβάαλ υιού Νήρ; ουχί γυνή έρριψε κλάσμα μύλου επ' αυτόν από άνωθεν του τείχους και απέθανεν εν Θαμασί; ινατί προσηγάγετε προς το τείχος; και ερείς· και γε ο δούλός σου Ουρίας ο Χετταίος απέθανε. 22 και επορεύθη ο άγγελος Ιωάβ προς τον βασιλέα εις Ιερουσαλήμ, και παρεγένετο και απήγγειλε τω Δαυίδ πάντα, όσα απήγγειλεν αυτω Ιωάβ πάντα τα ρήματα του πολέμου. και εθυμώθη Δαυίδ προς Ιωάβ και είπε προς τον άγγελον· ινατί προσηγάγετε προς την πόλιν του πολεμήσαι; ουκ ήδειτε ότι πληγήσεσθε από του τείχους; τις επάταξε τον Αβιμέλεχ υιόν Ιεροβάαλ; ουχί γυνή έρριψεν επ' αυτόν κλάσμα μύλου από του τείχους και απέθανεν εν Θαμασί; ινατί προσηγάγετε προς το τείχος; 23 και είπεν ο άγγελος προς Δαυίδ ότι εκραταίωσαν εφ' ημάς οι άνδρες και εξήλθαν εφ ‘ ημάς εις τον αγρόν, και εγενήθημεν επ' αυτούς έως της θύρας της πύλης, 24 και ετόξευσαν οι τοξεύοντες προς τους παίδάς σου απάνωθεν του τείχους, και απέθανον των παίδων του βασιλέως, και γε ο δούλος σου Ουρίας ο Χετταίος απέθανε. 25 και είπε Δαυίδ προς τον άγγελον· τάδε ερείς προς Ιωάβ· μη πονηρόν έστω εν οφθαλμοίς σου το ρήμα τούτο, ότι ποτέ μεν ούτως και ποτέ ούτως φάγεται η μάχαιρα· κραταίωσον τον πόλεμόν σου εις την πόλιν και κατάσπασον αυτήν και κραταίωσον αυτήν. 26 και ήκουσεν η γυνή Ουρίου ότι απέθανεν Ουρίας ο ανήρ αυτής, και εκόψατο τον άνδρα αυτής. 27 και διήλθε το πένθος και απέστειλε Δαυίδ, και συνήγαγεν αυτήν εις τον οίκον αυτού, και εγενήθη αυτω εις γυναίκα, και έτεκεν αυτω υιόν. και πονηρόν εφάνη το ρήμα, ό εποίησε Δαυίδ, εν οφθαλμοίς Κυρίου.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΚΑΙ απέστειλε Κύριος τον Νάθαν τον προφήτην προς Δαυίδ, και εισήλθε προς αυτόν και είπεν αυτω· δύο ήσαν άνδρες εν πόλει μια, εις πλούσιος, και εις πένης· 2 και τω πλουσίω ην ποίμνια και βουκόλια πολλά σφόδρα, 3 και τω πένητι ουδέν αλλ' ή αμνάς μία μικρά, ην εκτήσατο και περιεποίησατο και εξέθρεψεν αυτήν και ηδρύνθη μετ' αυτού και μετά των υιών αυτού επί το αυτό, εκ του άρτου αυτού ήσθιε και εκ του ποτηρίου αυτού έπινε και εν τω κόλπω αυτού εκάθευδε και ην αυτω ως θυγάτηρ· 4 και ήλθε πάροδος τω ανδρί τω πλουσίω, και εφείσατο λαβείν εκ των ποιμνίων αυτού και εκ των βουκολίων αυτού του ποιήσαι τω ξένω οδοιπόρω τω ελθόντι προς αυτόν και έλαβε την αμνάδα του πένητος και εποίησεν αυτήν τω ανδρί τω ελθόντι προς αυτόν. 5 και εθυμώθη οργή Δαυίδ σφόδρα τω ανδρί, και είπε Δαυίδ προς Νάθαν· ζη Κύριος, ότι υιος θανάτου ο ανήρ ο ποιήσας τούτο 6 και την αμνάδα αποτίσει επταπλασίονα, ανθ' ων ότι εποίησε το ρήμα τούτο και περί ου ουκ εφείσατο. 7 και είπε Νάθαν προς Δαυίδ· συ ει ο ανήρ ο ποιήσας τούτο· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· εγώ ειμι ο χρίσας σε εις βασιλέα επί Ισραήλ, και εγώ ειμι ερρυσάμην σε εκ χειρός Σαούλ 8 και έδωκά σοι τον οίκον του κυρίου σου και τας γυναίκας του κυρίου σου εν τω κόλπω σου και έδωκά σοι τον οίκον Ισραήλ και Ιούδα· και ει μικρόν εστι, προσθήσω σοι κατά ταύτα. 9 τι ότι εφαύλισας τον λόγον Κυρίου του ποιήσαι το πονηρόν εν οφθαλμοίς αυτού; τον Ουρίαν τον Χετταίον επάταξας εν ρομφαία και την γυναίκα αυτού έλαβες σεαυτω εις γυναίκα και αυτόν απέκτεινας εν ρομφαία υιών Αμμών. 10 και νυν ουκ αποστήσεται ρομφαία εκ του οίκου σου έως αιώνος ανθ' ων ότι εξουδένωσάς με και έλαβες την γυναίκα του Ουρίου του Χετταίου του είναί σοι εις γυναίκα. 11 τάδε λέγει Κύριος· ιδού εγώ εξεγείρω επί σε κακά εκ του οίκου σου και λήψομαι τας γυναίκάς σου κατ' οφθαλμούς σου και δώσω τω πλησίον σου, και κοιμηθήσεται μετά των γυναικών σου εναντίον του ηλίου τούτου· 12 ότι συ εποίησας κρυβή, καγώ ποιήσω το ρήμα τούτο εναντίον παντός Ισραήλ και απέναντι του ηλίου τούτου. 13 και είπε Δαυίδ τω Νάθαν· ημάρτηκα τω Κυρίω. και είπε Νάθαν προς Δαυίδ· και Κύριος παρεβίβασε το αμάρτημά σου, ου μη αποθάνης· 14 πλήν ότι παροργίζων παρώργισας τους εχθρούς Κυρίου εν τω ρήματι τούτω, και γε ο υιος σου ο τεχθείς σοι θανάτω αποθανείται. 15 και απήλθε Νάθαν εις τον οίκον αυτού. και έθραυσε Κύριος το παιδίον, ό έτεκεν η γυνή Ουρίου του Χετταίου τω Δαυίδ, και ηρρώστησε. 16 και εζήτησε Δαυίδ τον Θεόν περί του παιδαρίου, και ενήστευσε Δαυίδ νηστείαν και εισήλθε και ηυλίσθη εν σάκκω επί της γης. 17 και ανέστησαν επ' αυτόν οι πρεσβύτεροι του οίκου αυτού εγείραι αυτόν από της γης, και ουκ ηθέλησε και ου συνέφαγεν αυτοίς άρτον. 18 και εγένετο εν τη ημέρα τη εβδόμη και απέθανε το παιδάριον· και εφοβήθησαν οι δούλοι Δαυίδ αναγγείλαι αυτω ότι τέθνηκε το παιδάριον, ότι είπαν· ιδού εν τω το παιδάριον έτι ζήν ελαλήσαμεν προς αυτόν, και ουκ εισήκουσε της φωνής ημών· και Πως είπωμεν προς αυτόν ότι τέθνηκε το παιδάριον; και ποιήσει κακά. 19 και συνήκε Δαυίδ ότι οι παίδες αυτού ψιθυρίζουσι, και ενόησε Δαυίδ ότι τέθνηκε το παιδάριον· και είπε Δαυίδ προς τους παίδας αυτού· ει τέθνηκε το παιδάριον; και είπαν· τέθνηκε. 20 και ανέστη Δαυίδ εκ της γης και ελούσατο και ηλείψατο και ήλλαξε τα ιμάτια αυτού και εισήλθεν εις τον οίκον του Θεού και προσεκύνησεν αυτω· και εισήλθεν εις τον οίκον αυτού, και ήτησεν άρτον φαγείν και παρέθηκαν αυτω άρτον, και έφαγε. 21 και είπαν οι παίδες αυτού προς αυτόν· τι το ρήμα τούτο, ό εποίησας ένεκα του παιδαρίου; έτι ζώντος ενήστευες και έκλαιες και ηγρύπνεις, και ηνίκα απέθανε το παιδάριον, ανέστης και έφαγες άρτον και πέπωκας; 22 και είπε Δαυίδ· εν τω το παιδάριον έτι ζήν ενήστευσα και έκλαυσα, ότι είπα· τις οίδεν ει ελεήσει με Κύριος και ζήσεται το παιδάριον; 23 και νυν τέθνηκεν· ινατί τούτο εγώ νηστεύω; μη δυνήσομαι επιστρέψαι αυτόν έτι; εγώ πορεύσομαι προς αυτόν, και αυτός ουκ αναστρέψει προς με. 24 και παρεκάλεσε Δαυίδ Βηρσαβεέ την γυναίκα αυτού και εισήλθε προς αυτήν και εκοιμήθη μετ' αυτής και συνέλαβε και έτεκεν υιόν, και εκάλεσε το όνομα αυτού Σαλωμών, και Κύριος ηγάπησεν αυτόν. 25 και απέστειλεν εν χειρί Νάθαν του προφήτου, και εκάλεσε το όνομα αυτού Ιεδεδί, ένεκεν Κυρίου.

 26 Και επολέμησεν Ιωάβ εν Ραββάθ υιών Αμμών και κατέλαβε την πόλιν της βασιλείας. 27 και απέστειλεν Ιωάβ αγγέλους προς Δαυίδ και είπεν· επολέμησα εν Ραββάθ και κατελαβόμην την πόλιν των υδάτων· 28 και νυν συνάγαγε το κατάλοιπον του λαού και παρέμβαλε επί την πόλιν και προκαταλαβού αυτήν, ίνα μη προκαταλάβωμαι εγώ την πόλιν και κληθή το όνομά μου επ' αυτήν. 29 και συνήγαγε Δαυίδ πάντα τον λαόν και επορεύθη εις Ραββάθ και επολέμησεν εν αυτη και κατελάβετο αυτήν. 30 και έλαβε τον στέφανον Μολχόμ του βασιλέως αυτών από της κεφαλής αυτού, και ο σταθμός αυτού τάλαντον χρυσίου και λίθου τιμίου, και ην επί της κεφαλής Δαυίδ· και σκύλα της πόλεως εξήνεγκε πολλά σφόδρα. 31 και τον λαόν τον όντα εν αυτη εξήγαγε και έθηκεν εν τω πρίονι και εν τοις τριβόλοις τοις σιδηροίς και υποτομεύσι σιδηροίς και διήγαγεν αυτούς δια του πλινθείου· και ούτως εποίησε πάσαις ταις πόλεσιν υιών Αμμών. και επέστρεψε Δαυίδ και πας ο λαός εις Ιερουσαλήμ.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΚΑΙ εγενήθη μετά ταύτα και τω Αβεσσαλώμ υιω Δαυίδ αδελφή καλή τω είδει σφόδρα, και όνομα αυτη Θημάρ, και ηγάπησεν αυτήν Αμνών υιος Δαυίδ. 2 και εθλίβετο Αμνών ωστε αρρωστείν δια Θημάρ την αδελφήν αυτού, ότι παρθένος ην αύτη, και υπέρογκον εν οφθαλμοίς Αμνών του ποιήσαί τι αυτη. 3 και ην τω Αμνών εταίρος, και όνομα αυτω Ιωναδάβ, υιος Σαμαά του αδελφού Δαυίδ· και Ιωναδάβ ανήρ σοφός σφόδρα. 4 και είπεν αυτω· τι σοι ότι συ ούτως ασθενής, υιε του βασιλέως, το πρωϊ πρωϊ; ουκ απαγγέλλεις μοι; και είπεν αυτω Αμνών· Θημάρ την αδελφήν Αβεσσαλώμ του αδελφού μου εγώ αγαπώ. 5 και είπεν αυτω Ιωναδάβ· κοιμήθητι επί της κοίτης σου και μαλακίσθητι, και εισελεύσεται ο πατήρ σου του ιδείν σε, και ερείς προς αυτόν· ελθέτω δη Θημάρ η αδελφή μου και ψωμισάτω με και ποιησάτω κατ' οφθαλμούς μου βρώμα, όπως ίδω και φάγω εκ των χειρών αυτής. 6 και εκοιμήθη Αμνών και ηρρώστησε, και εισήλθεν ο βασιλεύς ιδείν αυτόν, και είπεν Αμνών προς τον βασιλέα· ελθέτω δη Θημάρ η αδελφή μου προς με και κολλυρισάτω εν οφθαλμοίς μου δύο κολλυρίδας, και φάγομαι εκ της χειρός αυτής. 7 και απέστειλε Δαυίδ προς Θημάρ εις τον οίκον λέγων· πορεύθητι δη εις τον οίκον του αδελφού σου και ποίησον αυτω βρώμα. 8 και επορεύθη Θημάρ εις τον οίκον Αμνών αδελφού αυτής, και αυτός κοιμώμενος. και έλαβε το σταίς και εφύρασε και εκολλύρισε κατ' οφθαλμούς αυτού και ήψησε τας κολλυρίδας· 9 και έλαβε το τήγανον και κατεκένωσεν ενώπιον αυτού, και ουκ ηθέλησε φαγείν. και είπεν Αμνών· εξαγάγετε πάντα άνδρα από επάνωθέν μου· και εξήγαγον πάντα άνδρα επάνωθεν αυτού. 10 και είπεν Αμνών προς Θημάρ· εισένεγκε το βρώμα εις το ταμιείον, και φάγομαι εκ της χειρός σου. και έλαβε Θημάρ τας κολλυρίδας, ας εποίησε, και εισήνεγκε τω Αμνών αδελφω αυτής εις τον κοιτώνα 11 και προσήγαγεν αυτω του φαγείν, και επελάβετο αυτής και είπεν αυτη· δεύρο κοιμήθητι μετ' εμού, αδελφή μου. 12 και είπεν αυτω· μη, αδελφέ μου· μη ταπεινώσης με, διότι ου ποιηθήσεται ούτως εν Ισραήλ, μη ποιήσης την αφροσύνην ταύτην· 13 και εγώ που αποίσω το όνειδός μου; και συ έση ως εις των αφρόνων εν Ισραήλ· και νυν λάλησον δη προς τον βασιλέα, ότι ου μη κωλύση με από σου. 14 και ουκ ηθέλησεν Αμνών του ακούσαι της φωνής αυτής και εκραταίωσεν υπέρ αυτήν και εταπείνωσεν αυτήν και εκοιμήθη μετ' αυτής. 15 και εμίσησεν αυτήν Αμνών μίσος μέγα σφόδρα, ότι μέγα το μίσος, ό εμίσησεν αυτήν υπέρ την αγάπην, ην ηγάπησεν αυτήν. και είπεν αυτη Αμνών· ανάστηθι και πορεύου. 16 και είπεν αυτω Θημάρ· μη, αδελφέ, ότι μεγάλη η κακία η εσχάτη υπέρ την πρώτην, ην εποίησας μετ' εμού του εξαποστείλαί με. και ουκ ηθέλησεν Αμνών ακούσαι της φωνής αυτής. 17 και εκάλεσε το παιδάριον αυτού τον προεστηκότα του οίκου και είπεν αυτω· εξαποστείλατε δη ταύτην απ' εμού έξω και απόκλεισον την θύραν οπίσω αυτής. 18 και επ' αυτής ην χιτών καρπωτός, ότι ούτως ενεδιδύσκοντο αι θυγατέρες του βασιλέως αι παρθένοι τους επενδύτας αυτών· και εξήγαγεν αυτήν ο λειτουργός αυτού έξω και απέκλεισε την θύραν οπίσω αυτής. 19 και έλαβε Θημάρ σποδόν και επέθηκεν επί την κεφαλήν αυτής και τον χιτώνα τον καρπωτόν τον επ' αυτής διέρρηξε και επέθηκε τας χείρας αυτής επί την κεφαλήν αυτής και επορεύθη πορευομένη και κράζουσα. 20 και είπε προς αυτήν Αβεσσαλώμ ο αδελφός αυτής· μη Αμνών ο αδελφός σου εγένετο μετά σου; και νυν, αδελφή μου, κώφευσον, ότι αδελφός σου εστι· μη θής την καρδίαν σου του λαλήσαι το ρήμα τούτο. και εκάθισε Θημάρ χηρεύουσα εν τω οίκω Αβεσσαλώμ του αδελφού αυτής. 21 και ήκουσεν ο βασιλεύς Δαυίδ πάντας τους λόγους τούτους και εθυμώθη σφόδρα· και ουκ ελύπησε το πνεύμα Αμνών του υιού αυτού, ότι ηγάπα αυτόν, ότι πρωτότοκος αυτού ην. 22 και ουκ ελάλησεν Αβεσσαλώμ μετά Αμνών από πονηρού έως αγαθού, ότι εμίσει Αβεσσαλώμ τον Αμνών επί λόγου, ου εταπείνωσε Θημάρ την αδελφήν αυτού.

 23 Και εγένετο εις διετηρίδα ημερών και ήσαν κείροντες τω Αβεσσαλώμ εν Βελασώρ τη εχόμενα Εφραίμ, και εκάλεσεν Αβεσσαλώμ πάντας τους υιούς του βασιλέως. 24 και ήλθεν Αβεσσαλώμ προς τον βασιλέα και είπεν· ιδού δη κείρουσι τω δούλω σου, πορευθήτω δη ο βασιλεύς και οι παίδες αυτού μετά του δούλου σου. 25 και είπεν ο βασιλεύς προς Αβεσσαλώμ· μη δη, υιε μου, μη πορευθώμεν πάντες ημείς, και ου μη καταβαρυνθώμεν επί σε. και εβιάσατο αυτόν, και ουκ ηθέλησε του πορευθήναι και ευλόγησεν αυτόν. 26 και είπεν Αβεσσαλώμ προς αυτόν· και ει μη, πορευθήτω δη μεθ' ημών Αμνών ο αδελφός μου. και είπεν αυτω ο βασιλεύς· ινατί πορευθή μετά σου; 27 και εβιάσατο αυτόν Αβεσσαλώμ, και απέστειλε μετ' αυτού τον Αμνών και πάντας τους υιούς του βασιλέως. και εποίησεν Αβεσσαλώμ πότον κατά τον πότον του βασιλέως. 28 και ενετείλατο Αβεσσαλώμ τοις παιδαρίοις αυτού λέγων· ίδετε ως αν αγαθυνθή η καρδία Αμνών εν τω οίνω και είπω προς υμάς· πατάξατε τον Αμνών, και θανατώσατε αυτόν· μη φοβηθήτε, ότι ουχί εγώ ειμι ο εντελλόμενος υμίν; ανδρίζεσθε και γίνεσθε εις υιούς δυνάμεως. 29 και εποίησαν τα παιδάρια Αβεσσαλώμ τω Αμνών καθά ενετείλατο αυτοίς Αβεσσαλώμ. και ανέστησαν πάντες οι υιοί του βασιλέως και επεκάθισαν ανήρ επί την ημίονον αυτού και έφυγαν. 30 και εγένετο αυτών όντων εν τω οδω και η ακοή ήλθε προς Δαυίδ λέγων· επάταξεν Αβεσσαλώμ πάντας τους υιούς του βασιλέως, και ου κατελείφθη εξ αυτών ουδέ εις. 31 και ανέστη ο βασιλεύς και διέρρηξε τα ιμάτια αυτού και εκοιμήθη επί την γην, και πάντες οι παίδες αυτού οι περιεστώτες αυτω διέρρηξαν τα ιμάτια αυτών. 32 και απεκρίθη Ιωναδάβ υιος Σαμαά αδελφού Δαυίδ και είπε· μη ειπάτω ο κύριός μου ο βασιλεύς, ότι πάντα τα παιδάρια τους υιούς του βασιλέως εθανάτωσεν, ότι Αμνών μονώτατος απέθανεν· ότι επί στόματος Αβεσσαλώμ ην κείμενος από της ημέρας, ης εταπείνωσε Θημάρ την αδελφήν αυτού· 33 και νυν μη θέσθω ο κύριός μου ο βασιλεύς επί την καρδίαν αυτού ρήμα λέγων· πάντες οι υιοί του βασιλέως απέθανον, ότι αλλ' ή Αμνών μονώτατος απέθανε. 34 και απέδρα Αβεσσαλώμ. και ήρε το παιδάριον ο σκοπός τους οφθαλμούς αυτού και είδε και ιδού λαός πολύς πορευόμενος εν τη οδω όπισθεν αυτού εκ πλευράς του όρους εν τη καταβάσει· και παρεγένετο ο σκοπός και απήγγειλε τω βασιλεί και είπεν· άνδρας εώρακα εκ της οδού της Ωρωνήν εκ μέρους του όρους. 35 και είπεν Ιωναδάβ προς τον βασιλέα· ιδού οι υιοί του βασιλέως πάρεισι· κατά τον λόγον του δούλου σου, ούτως εγένετο. 36 και εγένετο ηνίκα συνετέλεσε λαλών, και ιδού οι υιοί του βασιλέως ήλθαν και επήραν την φωνήν αυτών και έκλαυσαν, και γε ο βασιλεύς και πάντες οι παίδες αυτού έκλαυσαν κλαυθμόν μέγαν σφόδρα. 37 και Αβεσσαλώμ έφυγε και επορεύθη προς Θολμί υιόν Εμιούδ βασιλέα Γεδσούρ εις γην Μαχάδ. και επένθησεν ο βασιλεύς Δαυίδ επί τον υιόν αυτού πάσας τας ημέρας. 38 και Αβεσσαλώμ απέδρα και επορεύθη εις Γεδσούρ και ην εκεί έτη τρία. 39 και εκόπασε το πνεύμα του βασιλέως του εξελθείν οπίσω Αβεσσαλώμ, ότι παρεκλήθη επί Αμνών ότι απέθανε.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΚΑΙ έγνω Ιωάβ υιος Σαρουϊας ότι η καρδία του βασιλέως επί Αβεσσαλώμ. 2 και απέστειλεν Ιωάβ εις Θεκωέ, και έλαβεν εκείθεν γυναίκα σοφήν και είπε προς αυτήν· πένθησον δη και ένδυσαι ιμάτια πενθικά και μη αλείψη έλαιον και έση ως γυνή πενθούσα επί τεθνηκότι τούτο ημέρας πολλάς 3 και ελεύση προς τον βασιλέα και λαλήσεις προς αυτόν κατά το ρήμα τούτο· και έθηκεν Ιωάβ τους λόγους εν τω στόματι αυτής. 4 και εισήλθεν η γυνή η Θεκωίτις προς τον βασιλέα και έπεσεν επί πρόσωπον αυτής εις την γην και προσεκύνησεν αυτω και είπε· σώσον, βασιλεύ, σώσον. 5 και είπε προς αυτήν ο βασιλεύς· τι εστί σοι; η δε είπε· και μάλα γυνή χήρα εγώ ειμι, και απέθανεν ο ανήρ μου. 6 και γε τη δούλη σου δύο υιοί, και εμαχέσαντο αμφότεροι εν τω αγρω, και ουκ ην ο εξαιρούμενος ανά μέσον αυτών, και έπαισεν ο εις τον ένα αδελφόν αυτού και εθανάτωσεν αυτόν. 7 και ιδού επανέστη όλη η πατριά προς την δούλην σου και είπαν· δος τον παίσαντα τον αδελφόν αυτού και θανατώσομεν αυτόν αντί της ψυχής του αδελφού αυτού, ου απέκτεινε, και εξαρούμεν και γε τον κληρονόμον υμών· και σβέσουσι τον άνθρακά μου τον καταλειφθέντα, ωστε μη θέσθαι τω ανδρί μου κατάλειμμα και όνομα επί προσώπου της γης. 8 και είπεν ο βασιλεύς προς την γυναίκα· υγιαίνουσα βάδιζε εις τον οίκόν σου, καγώ εντελούμαι περί σου. 9 και είπεν η γυνή η Θεκωίτις προς τον βασιλέα· επ' εμέ, κύριέ μου βασιλεύ, η ανομία και επί τον οίκον του πατρός μου, και ο βασιλεύς και ο θρόνος αυτού αθωος. 10 και είπεν ο βασιλεύς· τις ο λαλών προς σε; και άξεις αυτόν προς εμέ, και ου προσθήσει έτι άψασθαι αυτού. 11 και είπε· μνημονευσάτω δη ο βασιλεύς τον Κύριον Θεόν αυτού πληθυνθήναι αγχιστέα του αίματος του διαφθείραι και ου μη εξάρωσι τον υιόν μου· και είπε· ζη Κύριος, ει πεσείται από της τριχός του υιού σου επί την γην. 12 και είπεν η γυνή· λαλησάτω δη η δούλη σου προς τον κύριόν μου βασιλέα ρήμα. και είπε· λάλησον. 13 και είπεν η γυνή· ινατί ελογίσω τοιούτο επί λαόν Θεού; ή εκ στόματος του βασιλέως ο λόγος ούτος ως πλημμέλεια του μη επιστρέψαι τον βασιλέα τον εξωσμένον αυτού; 14 ότι θανάτω αποθανούμεθα, και ωσπερ το ύδωρ το καταφερόμενον επί της γης, ό ου συναχθήσεται· και λήψεται ο Θεός ψυχήν, και λογιζόμενος του εξώσαι απ' αυτού εξεωσμένον. 15 και νυν ό ήλθον λαλήσαι προς τον βασιλέα τον κύριόν μου το ρήμα τούτο, ότι όψεταί με ο λαός, και ερεί η δούλη σου· λαλησάτω δη προς τον κύριόν μου τον βασιλέα, είπως ποιήσει ο βασιλεύς το ρήμα της δούλης αυτού· 16 ότι ακούσει ο βασιλεύς· ρυσάσθω την δούλην αυτού εκ χειρός του ανδρός του ζητούντος εξάραί με και τον υιόν μου από κληρονομίας Θεού. 17 και είπεν η γυνή· είη δη ο λόγος του κυρίου μου του βασιλέως εις θυσίαν, ότι καθώς άγγελος Θεού, ούτως ο κύριός μου ο βασιλεύς του ακούειν το αγαθόν και το πονηρόν, και Κύριος ο Θεός σου έσται μετά σου. 18 και απεκρίθη ο βασιλεύς και είπε προς την γυναίκα· μη δη κρύψης απ' εμού ρήμα, ό εγώ επερωτώ σε. και είπεν η γυνή· λαλησάτω δη ο κύριός μου ο βασιλεύς. 19 και είπεν ο βασιλεύς· μη η χείρ Ιωάβ εν παντί τούτω μετά σου; και είπεν η γυνή τω βασιλεί· ζη η ψυχή σου, κύριέ μου βασιλεύ, ει έστιν εις τα δεξιά ή εις τα αριστερά εκ πάντων, ων ελάλησεν ο κύριός μου ο βασιλεύς, ότι ο δούλός σου Ιωάβ αυτός ενετείλατό μοι, και αυτός έθετο εν τω στόματι της δούλης σου πάντας τους λόγους τούτους· 20 ένεκεν του περιελθείν το πρόσωπον του ρήματος τούτου εποίησεν ο δούλός σου Ιωάβ τον λόγον τούτον, και ο κύριός μου σοφός καθώς σοφία αγγέλου του Θεού του γνώναι πάντα τα εν τη γη. 21 και είπεν ο βασιλεύς προς Ιωάβ· ιδού δη εποίησά σοι κατά τον λόγον σου τούτον· πορεύου, επίστρεψον το παιδάριον τον Αβεσσαλώμ. 22 και έπεσεν Ιωάβ επί πρόσωπον αυτού επί την γην και προσεκύνησε και ευλόγησε τον βασιλέα, και είπεν Ιωάβ· σήμερον έγνω ο δούλός σου ότι εύρον χάριν εν οφθαλμοίς σου, κύριέ μου βασιλεύ, ότι εποίησεν ο κύριός μου ο βασιλεύς τον λόγον του δούλου αυτού. 23 και ανέστη Ιωάβ και επορεύθη εις Γεδσούρ και ήγαγε τον Αβεσσαλώμ εις Ιερουσαλήμ. 24 και είπεν ο βασιλεύς· αποστραφήτω εις τον οίκον αυτού και το πρόσωπόν μου μη βλεπέτω και απέστρεψεν Αβεσσαλώμ εις τον οίκον αυτού και το πρόσωπον του βασιλέως ουκ είδε. 25 και ως Αβεσσαλώμ ουκ ην ανήρ εν παντί Ισραήλ αινετός σφόδρα, από ίχνους ποδός αυτού και έως κορυφής αυτού ουκ ην εν αυτω μώμος. 26 και εν τω κείρεσθαι αυτόν την κεφαλήν αυτού -και εγένετο απ' αρχής ημερών εις ημέρας, ως αν εκείρετο, ότι κατεβαρύνετο επ' αυτόν- και κειρόμενος αυτήν έστησε την τρίχα της κεφαλής αυτού διακοσίους σίκλους εν τω σίκλω τω βασιλικω. 27 και ετέχθησαν τω Αβεσσαλώμ τρεις υιοί και θυγάτηρ μία, και όνομα αυτη Θημάρ· αύτη ην γυνή καλή σφόδρα και γίνεται γυνή τω Ροβοάμ υιω Σαλωμών και τίκτει αυτω τον Αβιά. 28 και εκάθισεν Αβεσσαλώμ εν Ιερουσαλήμ δύο έτη ημερών, και το πρόσωπον του βασιλέως ουκ είδε. 29 και απέστειλεν Αβεσσαλώμ προς Ιωάβ αποστείλαι αυτόν προς τον βασιλέα, και ουκ ηθέλησεν ελθείν προς αυτόν· και απέστειλεν εκ δευτέρου προς αυτόν, και ουκ ηθέλησε παραγενέσθαι. 30 και είπεν Αβεσσαλώμ προς τους παίδας αυτού· ίδετε, η μερίς εν αγρω του Ιωάβ εχόμενά μου, και αυτω εκεί κριθαί, πορεύεσθε και εμπρήσατε αυτήν εν πυρί· και ενέπρησαν οι παίδες Αβεσσαλώμ την μερίδα. και παραγίνονται οι δούλοι Ιωάβ προς αυτόν διερρηχότες τα ιμάτια αυτών και είπον· ενεπύρισαν οι δούλοι Αβεσσαλώμ την μερίδα εν πυρί. 31 και ανέστη Ιωάβ και ήλθε προς Αβεσσαλώμ εις τον οίκον και είπε προς αυτόν· ινατί ενεπύρισαν οι παίδές σου την μερίδα την εμήν εν πυρί; 32 και είπεν Αβεσσαλώμ προς Ιωάβ· ιδού απέστειλα προς σε λέγων· ήκε ώδε, και αποστελώ σε προς τον βασιλέα λέγων· ινατί ήλθον εκ Γεδσούρ; αγαθόν μοι ην είναι εκεί· και νυν ιδού το πρόσωπον του βασιλέως ουκ είδον· ει δε εστιν εν εμοί αδικία, και θανάτωσόν με. 33 και εισήλθεν Ιωάβ προς τον βασιλέα, και απήγγειλεν αυτω, και εκάλεσε τον Αβεσσαλώμ. και εισήλθε προς τον βασιλέα και προσεκύνησεν αυτω και έπεσεν επί πρόσωπον αυτού επί την γην κατά πρόσωπον του βασιλέως, και κατεφίλησεν ο βασιλεύς τον Αβεσσαλώμ.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΚΑΙ εγένετο μετά ταύτα και εποίησεν εαυτω Αβεσσαλώμ άρματα και ίππους και πεντήκοντα άνδρας παρατρέχειν έμπροσθεν αυτού. 2 και ώρθρισεν Αβεσσαλώμ και έστη ανά χείρας της οδού της πύλης και εγένετο πας ανήρ, ω εγένετο κρίσις, ήλθε προς τον βασιλέα εις κρίσιν, και εβόησε προς αυτόν Αβεσσαλώμ και έλεγεν αυτω· εκ ποίας πόλεως συ ει; και είπεν· εκ μιάς φυλών Ισραήλ ο δούλός σου. 3 και είπε προς αυτόν ο Αβεσσαλώμ· ιδού οι λόγοι σου αγαθοί και εύκολοι, και ο ακούων ουκ έστι σοι παρά του βασιλέως. 4 και είπεν Αβεσσαλώμ· τις με καταστήσει κριτήν εν τη γη, και επ' εμέ ελεύσεται πας ανήρ, ω εάν ή αντιλογία και κρίσις, και δικαιώσω αυτόν; 5 και εγένετο εν τω εγγίζειν άνδρα του προσκυνήσαι αυτω και εξέτεινε την χείρα αυτού και επελαμβάνετο αυτού και κατεφίλησεν αυτόν. 6 και εποίησεν Αβεσσαλώμ κατά το ρήμα τούτο παντί Ισραήλ τοις παραγινομένοις εις κρίσιν προς τον βασιλέα, και ιδιοποιείτο Αβεσσαλώμ την καρδίαν ανδρών Ισραήλ. 7 και εγένετο από τέλους τεσσαράκοντα ετών και είπεν Αβεσσαλώμ προς τον πατέρα αυτού· πορεύσομαι δη και αποτίσω τας ευχάς μου, ας ηυξάμην τω Κυρίω εν Χεβρών· 8 ότι ευχήν ηύξατο ο δούλός σου εν τω οικείν με εν Γεδσούρ εν Συρία λέγων· εάν επιστρέφων επιστρέψη με Κύριος εις Ιερουσαλήμ, και λατρεύσω τω Κυρίω. 9 και είπεν αυτω ο βασιλεύς· βάδιζε εις ειρήνην· και αναστάς επορεύθη εις Χεβρών. 10 και απέστειλεν Αβεσσαλώμ κατασκόπους εν πάσαις φυλαίς Ισραήλ λέγων· εν τω ακούσαι υμάς την φωνήν της κερατίνης και ερείτε· βεβασίλευκε βασιλεύς Αβεσσαλώμ εν Χεβρών. 11 και μετά Αβεσσαλώμ επορεύθησαν διακόσιοι άνδρες εξ Ιερουσαλήμ κλητοί και πορευόμενοι τη απλότητι αυτών και ουκ έγνωσαν παν ρήμα. 12 και απέστειλεν Αβεσσαλώμ και εκάλεσε τον Αχιτόφελ τον Γελμωναίον τον σύμβουλον Δαυίδ εκ της πόλεως αυτού εκ Γωλά εν τω θυσιάζειν αυτόν. και εγένετο σύστρεμμα ισχυρόν, και ο λαός ο πορευόμενος και πολύς μετά Αβεσσαλώμ. 13 και παρεγένετο ο απαγγέλλων προς Δαυίδ λέγων· εγενήθη η καρδία ανδρών Ισραήλ οπίσω Αβεσσαλώμ. 14 και είπε Δαυίδ πάσι τοις παισίν αυτού τοις μετ' αυτού τοις εν Ιερουσαλήμ· ανάστητε και φύγωμεν, ότι ουκ έστιν ημίν σωτηρία από προσώπου Αβεσσαλώμ· ταχύνατε του πορευθήναι, ίνα μη ταχύνη και καταλάβη ημάς και εξώση εφ' ημάς την κακίαν και πατάξη την πόλιν εν στόματι μαχαίρας. 15 και είπον οι παίδες του βασιλέως προς τον βασιλέα· κατά πάντα, όσα αιρείται ο κύριος ημών ο βασιλεύς, ιδού οι παίδές σου. 16 και εξήλθεν ο βασιλεύς και πας ο οίκος αυτού τοις ποσίν αυτών· και αφήκεν ο βασιλεύς δέκα γυναίκας των παλλακών αυτού φυλάσσειν τον οίκον. 17 και εξήλθεν ο βασιλεύς και πάντες οι παίδες αυτού πεζή και έστησαν εν οίκω τω μακράν. 18 και πάντες οι παίδες αυτού ανά χείρα αυτού παρήγον και πας Χελεθί και πας ο Φελεθί και έστησαν επί της ελαίας εν τη ερήμω· και πας ο λαός παρεπορεύετο εχόμενος αυτού και πάντες οι περί αυτόν και πάντες οι αδροί και πάντες οι μαχηταί εξακόσιοι άνδρες, και παρήσαν επί χείρα αυτού· και πας ο Χελεθί και πας ο Φελεθί και πάντες οι Γεθθαίοι, οι εξακόσιοι άνδρες οι ελθόντες τοις ποσίν αυτών εκ Γεθ, πορευόμενοι επί πρόσωπον του βασιλέως. 19 και είπεν ο βασιλεύς προς Εθθί τον Γεθθαίον· ινατί πορεύη και συ μεθ' ημών; επίστρεφε και οίκει μετά του βασιλέως, ότι ξένος ει συ και ότι μετώκησας συ εκ του τόπου σου. 20 ει εχθές παραγέγονας, και σήμερον κινήσω σε μεθ' ημών; και γε μεταναστήσεις τον τόπον σου; εχθές η εξέλευσίς σου, και σήμερον μετακινήσω σε μεθ' ημών του πορευθήναι; και εγώ πορεύσομαι ου εάν εγώ πορευθώ. επιστρέφου και επίστρεψον τους αδελφούς σου μετά σου, και Κύριος ποιήσει μετά σου έλεος και αλήθειαν. 21 και απεκρίθη Εθθί τω βασιλεί και είπε· ζη Κύριος και ζη ο κύριός μου ο βασιλεύς, ότι εις τον τόπον, ου εάν ή ο κύριός μου, και εάν εις θάνατον και εάν εις ζωήν, ότι εκεί έσται ο δούλός σου. 22 και είπεν ο βασιλεύς προς Εθθί· δεύρο και διάβαινε μετ' εμού· και παρήλθεν Εθθί ο Γεθθαίος και ο βασιλεύς και πάντες οι παίδες αυτού και πας ο όχλος ο μετ' αυτού. 23 και πάσα η γη έκλαιε φωνή μεγάλη. και πας ο λαός παρεπορεύοντο εν τω χειμάρρω των Κέδρων, και ο βασιλεύς διέβη τον χειμάρρουν Κέδρων και πας ο λαός και ο βασιλεύς παρεπορεύοντο επί πρόσωπον οδού την έρημον. 24 και ιδού και γε Σαδώκ και πάντες οι Λευίται μετ' αυτού αίροντες την κιβωτόν διαθήκης Κυρίου από Βαιθάρ και έστησαν την κιβωτόν του Θεού. και ανέβη Αβιάθαρ, έως επαύσατο πας ο λαός παρελθείν εκ της πόλεως. 25 και είπεν ο βασιλεύς προς τον Σαδώκ· απόστρεψον την κιβωτόν του Θεού εις την πόλιν· εάν εύρω χάριν εν οφθαλμοίς Κυρίου, και επιστρέψει με και δείξει μοι αυτήν και την ευπρέπειαν αυτής. 26 και εάν είπη ούτως· ουκ ηθέληκα εν σοί, ιδού εγώ ειμι, ποιείτω μοι κατά το αγαθόν εν οφθαλμοίς αυτού. 27 και είπεν ο βασιλεύς τω Σαδώκ τω ιερεί· ίδετε, συ επιστρέφεις εις την πόλιν εν ειρήνη, και Αχιμάας ο υιος σου και Ιωνάθαν ο υιος Αβιάθαρ οι δύο υιοί υμών μεθ' υμών· 28 ίδετε, εγώ ειμι στρατεύομαι εν Αραβώθ της ερήμου έως του ελθείν ρήμα παρ' υμών του απαγγείλαί μοι. 29 και απέστρεψε Σαδώκ και Αβιάθαρ την κιβωτόν του Θεού εις Ιερουσαλήμ και εκάθισεν εκεί. 30 και Δαυίδ ανέβαινεν εν τη αναβάσει των ελαιών αναβαίνων και κλαίων και την κεφαλήν επικεκαλυμμένος, και αυτός επορεύετο ανυπόδετος, και πας ο λαός ο μετ' αυτού επεκάλυψεν ανήρ την κεφαλήν αυτού και ανέβαινον αναβαίνοντες και κλαίοντες. 31 και ανηγγέλη Δαυίδ λέγοντες· και Αχιτόφελ εν τοις συστρεφομένοις μετά Αβεσσαλώμ· και είπε Δαυίδ· διασκέδασον δη την βουλήν Αχιτόφελ, Κύριε ο Θεός μου. 32 και ην Δαυίδ ερχόμενος έως του Ροώς, ου προσεκύνησεν εκεί τω Θεω, και ιδού εις απαντήν αυτω Χουσί ο αρχιεταίρος Δαυίδ διερρηχώς τον χιτώνα αυτού και γη επί της κεφαλής αυτού. 33 και είπεν αυτω Δαυίδ· εάν μεν διαβής μετ' εμού, και έση επ' εμέ εις βάσταγμα· 34 και εάν επιστρέψης επί την πόλιν, και ερείς τω Αβεσσαλώμ· διεληλύθασιν οι αδελφοί σου, και ο βασιλεύς κατόπισθέν μου διελήλυθεν ο πατήρ σου, και νυν παις σου ειμι, βασιλεύ, έασόν με ζήσαι, παις του πατρός σου ήμην τότε και αρτίως, και νυν εγώ δούλος σός· και διασκεδάσεις μοι την βουλήν Αχιτόφελ. 35 και ιδού εκεί μετά σου Σαδώκ και Αβιάθαρ οι ιερείς, και έσται παν ρήμα, ό εάν ακούσης εξ οίκου του βασιλέως, και απαγγελείς τω Σαδώκ και τω Αβιάθαρ τοις ιερεύσιν. 36 ιδού εκεί μετ' αυτών δύο υιοί αυτών, Αχιμάας υιος τω Σαδώκ και Ιωνάθαν υιος τω Αβιάθαρ, και αποστελείτε εν χειρί αυτών προς με παν ρήμα, ό εάν ακούσητε. 37 και εισήλθε Χουσί ο εταίρος Δαυίδ εις την πόλιν, και Αβεσσαλώμ άρτι εισεπορεύετο εις Ιερουσαλήμ.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΚΑΙ Δαυίδ παρήλθε βραχύ τι από της Ροώς και ιδού Σιβά το παιδάριον Μεμφιβοσθέ εις απαντήν αυτού και ζεύγος όνων επίσεσαγμένων, και επ' αυτοίς διακόσιοι άρτοι και εκατόν σταφίδες και εκατόν φοίνικες και νέβελ οίνου. 2 και είπεν ο βασιλεύς προς Σιβά· τι ταύτά σοι; και είπε Σιβά· τα υποζύγια τη οικία του βασιλέως του επικαθήσθαι, και οι άρτοι και οι φοίνικες εις βρώσιν τοις παιδαρίοις, και ο οίνος πιείν τοις εκλελυμένοις εν τη ερήμω. 3 και είπεν ο βασιλεύς· και που ο υιος του κυρίου σου; και είπε Σιβά προς τον βασιλέα· ιδού κάθηται εν Ιερουσαλήμ, ότι είπε· σήμερον επιστρέψουσί μοι οίκος Ισραήλ την βασιλείαν του πατρός μου. 4 και είπεν ο βασιλεύς τω Σιβά· ιδού σοι πάντα, όσα εστί Μεμφιβοσθέ. και είπε Σιβά προσκυνήσας· εύροιμι χάριν εν οφθαλμοίς σου, κύριέ μου βασιλεύ. 5 και ήλθεν ο βασιλεύς Δαυίδ έως Βαουρίμ· και ιδού εκείθεν ανήρ εξεπορεύετο εκ συγγενείας οίκου Σαούλ, και όνομα αυτω Σεμεϊ υιος Γηρά· εξήλθεν εκπορευόμενος και καταρώμενος 6 και λιθάζων εν λίθοις τον Δαυίδ και πάντας τους παίδας του βασιλέως Δαυίδ. και πας ο λαός ην και πάντες οι δυνατοί εκ δεξιών και εξ ευωνύμων του βασιλέως. 7 και ούτως έλεγε Σεμεϊ εν τω καταράσθαι αυτόν· έξελθε, έξελθε ανήρ αιμάτων και ανήρ ο παράνομος· 8 επέστρεψεν επί σε Κύριος πάντα τα αίματα του οίκου Σαούλ, ότι εβασίλευσας αντ' αυτού, και έδωκε Κύριος την βασιλείαν εν χειρί Αβεσσαλώμ του υιού σου· και ιδού συ εν τη κακία σου, ότι ανήρ αιμάτων συ. 9 και είπεν Αβεσσά υιος Σαρουϊας προς τον βασιλέα· ινατί καταράται ο κύων ο τεθνηκώς ούτος τον κύριόν μου τον βασιλέα; διαβήσομαι δη και αφελώ την κεφαλήν αυτού. 10 και είπεν ο βασιλεύς· τι εμοί και υμίν, υιοί Σαρουϊας; άφετε αυτόν και ούτως καταράσθω, ότι Κύριος είπεν αυτω καταράσθαι τον Δαυίδ, και τις ερεί, ως τι εποίησας ούτως; 11 και είπε Δαυίδ προς Αβεσσά και προς πάντας τους παίδας αυτού· ιδού ο υιος μου ο εξελθών εκ της κοιλίας μου ζητεί την ψυχήν μου, και προσέτι νυν ο υιος του Ιεμινί· άφετε αυτόν καταράσθαι, ότι είπεν αυτω Κύριος· 12 είπως ίδοι Κύριος εν τη ταπεινώσει μου και επιστρέψει μοι αγαθά αντί της κατάρας αυτού τη ημέρα ταύτη. 13 και επορεύθη Δαυίδ και πάντες οι άνδρες αυτού εν τη οδω, και Σεμεϊ επορεύετο εκ πλευράς του όρους εχόμενα αυτού πορευόμενος και καταρώμενος και λιθάζων εν λίθοις εκ πλαγίων αυτού και τω χοϊ πάσσων. 14 και ήλθεν ο βασιλεύς και πας ο λαός μετ' αυτού εκλελυμένοι και ανέψυξαν εκεί.

 15 Και Αβεσσαλώμ και πας ανήρ Ισραήλ εισήλθον εις Ιερουσαλήμ και Αχιτόφελ μετ' αυτού. 16 και εγενήθη ηνίκα ήλθε Χουσί ο αρχιεταίρος Δαυίδ προς Αβεσσαλώμ, και είπε Χουσί προς Αβεσσαλώμ· ζήτω ο βασιλεύς. 17 και είπεν Αβεσσαλώμ προς Χουσί· τούτο το έλεός σου μετά του εταίρου σου; ινατί ουκ απήλθες μετά του εταίρου σου; 18 και είπε Χουσί προς Αβεσσαλώμ· ουχί, αλλά κατόπισθεν ου εξελέξατο Κύριος και ο λαός ούτος και πας ανήρ Ισραήλ, αυτω έσομαι και μετά αυτού καθήσομαι· 19 και το δεύτερον, τίνι εγώ δουλεύσω; ουχί ενώπιον του υιού αυτού; καθάπερ εδούλευσα ενώπιον του πατρός σου, ούτως έσομαι ενώπιόν σου. 20 και είπεν Αβεσσαλώμ προς Αχιτόφελ· φέρετε εαυτοίς βουλήν τι ποιήσωμεν; 21 και είπεν Αχιτόφελ προς Αβεσσαλώμ· είσελθε προς τας παλλακάς του πατρός σου, ας κατέλιπε φυλάσσειν τον οίκον αυτού, και ακούσεται πας Ισραήλ ότι κατήσχυνας τον πατέρα σου, και ενισχύσουσιν αι χείρες πάντων των μετά σου. 22 και έπηξαν την σκηνήν τω Αβεσσαλώμ επί το δώμα, και εισήλθεν Αβεσσαλώμ προς τας παλλακάς του πατρός αυτού κατ' οφθαλμούς παντός Ισραήλ. 23 και η βουλή Αχιτόφελ, ην εβουλεύσατο εν ταις ημέραις ταις πρώταις, ον τρόπον επερωτήση τις εν λόγω του Θεού, ούτως πάσα η βουλή του Αχιτόφελ και γε τω Δαυίδ και γε τω Αβεσσαλώμ.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΚΑΙ είπεν Αχιτόφελ προς Αβεσσαλώμ· επιλέξω δη εμαυτω δώδεκα χιλιάδας ανδρών και αναστήσομαι και καταδιώξω οπίσω Δαυίδ την νύκτα· 2 και επελεύσομαι επ' αυτόν, και αυτός κοπιών και εκλελυμένος χερσί, και εκστήσω αυτόν, και φεύξεται πας ο λαός ο μετ' αυτού, και πατάξω τον βασιλέα μονώτατον· 3 και επιστρέψω πάντα τον λαόν προς σε, ον τρόπον επιστρέφει η νύμφη προς τον άνδρα αυτής· πλήν ψυχήν ανδρός ενός συ ζητείς και παντί τω λαω έσται ειρήνη. 4 και ευθής ο λόγος εν οφθαλμοίς Αβεσσαλώμ και εν οφθαλμοίς πάντων των πρεσβυτέρων Ισραήλ· 5 και είπεν Αβεσσαλώμ· καλέσατε δη και γε τον Χουσί τον Αραχί, και ακούσωμεν τι εν τω στόματι αυτού και γε αυτού. 6 και εισήλθε Χουσί προς Αβεσσαλώμ· και είπεν Αβεσσαλώμ προς αυτόν λέγων· κατά το ρήμα τούτο ελάλησεν Αχιτόφελ· ει ποιήσομεν κατά τον λόγον αυτού; ει δε μη, συ λάλησον· 7 και είπε Χουσί προς Αβεσσαλώμ· ουκ αγαθή αύτη η βουλή, ην εβουλεύσατο Αχιτόφελ το άπαξ τούτο. 8 και είπε Χουσί· συ οίδας τον πατέρα σου και τους άνδρας αυτού, ότι δυνατοί εισι σφόδρα και κατάπικροι τη ψυχή αυτών, ως άρκος ητεκνωμένη εν αγρω και ως ύς τραχεία εν τω πεδίω, και ο πατήρ σου ανήρ πολεμιστής και ου μη καταλύση τον λαόν· 9 ιδού γαρ αυτός νυν κέκρυπται εν ενί των βουνών ή εν ενί των τόπων, και έσται εν τω επιπεσείν αυτοίς εν αρχή και ακούση ο ακούων και είπη· εγενήθη θραύσις εν τω λαω τω οπίσω Αβεσσαλώμ, 10 και γε αυτός υιος δυνάμεως, ου η καρδία καθώς η καρδία του λέοντος, τηκομένη τακήσεται, ότι οίδε πας Ισραήλ ότι δυνατός ο πατήρ σου και υιοί δυνάμεως οι μετ' αυτού. 11 ότι ούτως συμβουλεύων εγώ συνεβούλευσα, και συναγόμενος συναχθήσεται επί σε πας Ισραήλ από Δάν και έως Βηρσαβεέ ως η άμμος η επί της θαλάσσης εις πλήθος, και το πρόσωπόν σου πορευόμενον εν μέσω αυτών, 12 και ήξομεν προς αυτόν εις ένα των τόπων, ου εάν εύρωμεν αυτόν εκεί, και παρεμβαλούμεν επ' αυτόν, ως πίπτει δρόσος επί την γην, και ουχ υπολειψόμεθα εν αυτω και τοις ανδράσι τοις μετ' αυτού και γε ένα· 13 και εάν εις την πόλιν συναχθή, και λήψεται πας Ισραήλ προς την πόλιν εκείνην σχοινία και συρούμεν αυτήν έως εις τον χειμάρρουν, όπως μη καταλειφθή εκεί μηδέ λίθος. 14 και είπεν Αβεσσαλώμ και πας ανήρ Ισραήλ· αγαθή η βουλή Χουσί του Αραχί υπέρ την βουλήν Αχιτόφελ· και Κύριος ενετείλατο διασκεδάσαι την βουλήν του Αχιτόφελ την αγαθήν, όπως αν επαγάγη Κύριος επί Αβεσσαλώμ τα κακά πάντα. 15 και είπε Χουσί ο του Αραχί προς Σαδώκ και Αβιάθαρ τους ιερείς· ούτως και ούτως συνεβούλευσεν Αχιτόφελ τω Αβεσσαλώμ και τοις πρεσβυτέροις Ισραήλ, και ούτως και ούτως συνεβούλευσα εγώ. 16 και νυν αποστείλατε ταχύ και αναγγείλατε τω Δαυίδ λέγοντες· μη αυλισθής την νύκτα εν Αραβώθ της ερήμου και γε διαβαίνων σπεύσον, μη ποτε καταπείση τον βασιλέα και πάντα τον λαόν τον μετ' αυτού. 17 και Ιωνάθαν και Αχιμάας ειστήκεισαν εν τη πηγή Ρωγήλ, και επορεύθη η παιδίσκη και ανήγγειλεν αυτοίς, και αυτοί πορεύονται και αναγγέλλουσι τω βασιλεί Δαυίδ, ότι ουκ ηδύναντο οφθήναι του εισελθείν εις την πόλιν. 18 και είδεν αυτούς παιδάριον και ανήγγειλε τω Αβεσσαλώμ, και επορεύθησαν οι δύο ταχέως και εισήλθαν εις οικίαν ανδρός εν Βαουρίμ, και αυτω λάκκος εν τη αυλή, και κατέβησαν εκεί. 19 και έλαβεν η γυνή και διεπέτασε το επικάλυμμα επί πρόσωπον του λάκκου και έψυξεν επ' αυτω αραφώθ, και ουκ εγνώσθη ρήμα. 20 και ήλθαν οι παίδες Αβεσσαλώμ προς την γυναίκα εις την οικίαν και είπαν· που Αχιμάας και Ιωνάθαν; και είπεν αυτοίς η γυνή· παρήλθαν μικρόν του ύδατος, και εζήτησαν και ουχ εύραν και ανέστρεψαν εις Ιερουσαλήμ. 21 εγένετο δε μετά το απελθείν αυτούς και ανέβησαν εκ του λάκκου και επορεύθησαν και απήγγειλαν τω βασιλεί Δαυίδ και είπαν προς Δαυίδ· ανάστητε και διάβητε ταχέως το ύδωρ, ότι ούτως εβουλεύσατο περί υμών Αχιτόφελ. 22 και ανέστη Δαυίδ και πας ο λαός ο μετ' αυτού και διέβησαν τον Ιορδάνην έως του φωτός του πρωϊ, έως ενός ουκ έλαθεν ος ου διήλθε τον Ιορδάνην. 23 και Αχιτόφελ είδεν ότι ουκ εγενήθη η βουλή αυτού, και επέσαξε την όνον αυτού, και ανέστη και απήλθεν εις τον οίκον αυτού εις την πόλιν αυτού· και ενετείλατο τω οίκω αυτού και απήγξατο και απέθανε και ετάφη εν τω τάφω του πατρός αυτού. 24 και Δαυίδ διήλθεν εις Μαναϊμ, και Αβεσσαλώμ διέβη τον Ιορδάνην αυτός και πας ανήρ Ισραήλ μετ' αυτού. 25 και τον Αμεσσαϊ κατέστησεν Αβεσσαλώμ αντί Ιωάβ επί της δυνάμεως· και Αμεσσαϊ υιος ανδρός και όνομα αυτω Ιοθόρ ο Ισραηλίτης, ούτος εισήλθε προς Αβιγαίαν θυγατέρα Νάας αδελφήν Σαρουϊας μητρός Ιωάβ. 26 και παρενέβαλε πας Ισραήλ και Αβεσσαλώμ εις την γην Γαλαάδ. 27 και εγένετο ηνίκα ήλθε Δαυίδ εις Μαναϊμ, και Ουεσβί υιος Νάας εκ Ραββάθ υιών Αμμών και Μαχίρ υιος Αμιήλ εκ Λωδαβάρ και Βερζελλί ο Γαλααδίτης εκ Ρωγελλίμ 28 ήνεγκαν δέκα κοίτας και αμφιτάπους και λέβητας δέκα και σκεύη κεράμου και πυρούς και κριθάς και άλευρον και άλφιτον και κύαμον και φακόν 29 και μέλι και βούτυρον και πρόβατα και σαφφώθ βοών και προσήνεγκαν τω Δαυίδ και τω λαω τω μετ' αυτού φαγείν, ότι είπαν· ο λαός πεινών και εκλελυμένος και διψών εν τη ερήμω.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΚΑΙ επεσκέψατο Δαυίδ τον λαόν τον μετ' αυτού και κατέστησεν επ' αυτών χιλιάρχους και εκατοντάρχους. 2 και απέστειλε Δαυίδ τον λαόν, το τρίτον εν χειρί Ιωάβ και το τρίτον εν χειρί Αβεσσά υιού Σαρουϊας αδελφού Ιωάβ και το τρίτον εν χειρί Εθθί του Γεθθαίου. και είπε Δαυίδ προς τον λαόν· εξελθών εξελεύσομαι και γε εγώ μεθ' υμών. 3 και είπαν· ουκ εξελεύση, ότι εάν φυγή φύγωμεν, ου θήσουσιν εφ' ημάς καρδίαν, και εάν αποθάνωμεν το ήμισυ ημών, ου θήσουσιν εφ' ημάς καρδίαν, ότι συ ως ημείς δέκα χιλιάδες· και νυν αγαθόν ότι έση ημίν εν τη πόλει βοήθεια του βοηθείν. 4 και είπε προς αυτούς ο βασιλεύς· ό εάν αρέση εν οφθαλμοίς υμών, ποιήσω. και έστη ο βασιλεύς ανά χείρα της πύλης, και πας ο λαός εξεπορεύετο εις εκατοντάδας και εις χιλιάδας. 5 και ενετείλατο ο βασιλεύς τω Ιωάβ και τω Αβεσσά και τω Εθθί λέγων· φείσασθέ μοι του παιδαρίου του Αβεσσαλώμ· και πας ο λαός ήκουσεν εντελλομένου του βασιλέως πάσι τοις άρχουσιν υπέρ Αβεσσαλώμ, 6 και εξήλθε πας ο λαός εις τον δρυμόν εξεναντίας Ισραήλ, και εγένετο ο πόλεμος εν τω δρυμω Εφραίμ. 7 και έπταισεν εκεί ο λαός Ισραήλ ενώπιον των παίδων Δαυίδ, και εγένετο η θραύσις μεγάλη εν τη ημέρα εκείνη, είκοσι χιλιάδες ανδρών. 8 και εγένετο εκεί ο πόλεμος διεσπαρμένος επί πρόσωπον πάσης της γης, και επλεόνασεν ο δρυμός του καταφαγείν εκ του λαού υπέρ ους κατέφαγεν εν τω λαω η μάχαιρα τη ημέρα εκείνη. 9 και συνήντησεν Αβεσσαλώμ ενώπιον των παίδων Δαυίδ, και Αβεσσαλώμ ην επιβεβηκώς επί του ημιόνου αυτού, και εισήλθεν ο ημίονος υπό το δάσος της δρυός της μεγάλης, και περιεπλάκη η κεφαλή αυτού εν τη δρυϊ, και εκρεμάσθη ανά μέσον του ουρανού και ανά μέσον της γης, και ο ημίονος υποκάτω αυτού παρήλθε. 10 και είδεν ανήρ εις και ανήγγειλε τω Ιωάβ και είπεν· ιδού εώρακα τον Αβεσσαλώμ κρεμάμενον εν τη δρυϊ. 11 και είπεν Ιωάβ τω ανδρί τω αναγγέλλοντι αυτω· και ιδού εώρακας· τι ότι ουκ επάταξας αυτόν εκεί εις την γην; και εγώ αν εδεδώκειν σοι δέκα αργυρίου και παραζώνην μίαν. 12 είπε δε ο ανήρ προς Ιωάβ· και εγώ ειμι ίστημι επί τας χείράς μου χιλίους σίκλους αργυρίου, ου μη επιβάλω την χείρά μου επί τον υιόν του βασιλέως, ότι εν τοις ωσίν ημών ενετείλατο ο βασιλεύς σοι και τω Αβεσσά και τω Εθθί λέγων· φυλάξατέ μοι το παιδάριον τον Αβεσσαλώμ 13 μη ποιήσαι εν τη ψυχή αυτού άδικον· και πας ο λόγος ου λήσεται από του βασιλέως, και συ στήση εξεναντίας. 14 και είπεν ο Ιωάβ· τούτο εγώ άρξομαι· ουχ ούτως μενώ ενώπιόν σου. και έλαβεν Ιωάβ τρία βέλη εν τη χειρί αυτού και ενέπηξεν αυτά εν τη καρδία Αβεσσαλώμ έτι αυτού ζώντος εν τη καρδία της δρυός. 15 και εκύκλωσαν δέκα παιδάρια αίροντα τα σκεύη Ιωάβ και επάταξαν τον Αβεσσαλώμ και εθανάτωσαν αυτόν. 16 και εσάλπισεν Ιωάβ εν κερατίνη, και απέστρεψεν ο λαός του μη διώκειν οπίσω Ισραήλ, ότι εφείδετο Ιωάβ του λαού. 17 και έλαβε τον Αβεσσαλώμ και έρριψεν αυτόν εις χάσμα μέγα εν τω δρυμω εις τον βόθυνον τον μέγαν και εστήλωσεν επ' αυτόν σωρόν λίθων μέγαν σφόδρα. και πας Ισραήλ έφυγεν ανήρ εις το σκήνωμα αυτού. 18 και Αβεσσαλώμ έτι ζων έλαβε και έστησεν εαυτω την στήλην, εν ή ελήφθη, και εστήλωσεν αυτήν λαβείν την στήλην την εν τη κοιλάδι του βασιλέως, ότι είπεν· ουκ έστιν αυτω υιος ένεκα του αναμνήσαι το όνομα αυτού· και εκάλεσε την στήλην Χείρ Αβεσσαλώμ έως της ημέρας ταύτης. 19 και Αχιμάας υιος Σαδώκ είπε· δράμω δη και ευαγγελιώ τω βασιλεί, ότι έκρινε Κύριος εκ χειρός των εχθρών αυτού. 20 και είπεν αυτω Ιωάβ· ουκ ανήρ ευαγγελίας συ εν τη ημέρα ταύτη και ευαγγελιή εν ημέρα άλλη, εν δε τη ημέρα ταύτη ουκ ευαγγελιή, ου είνεκεν ο υιος του βασιλέως απέθανε. 21 και είπεν Ιωάβ τω Χουσί· βαδίσας ανάγγειλον τω βασιλεί όσα είδες· και προσεκύνησε Χουσί τω Ιωάβ και εξήλθε. 22 και προσέθετο έτι Αχιμάας υιος Σαδώκ και είπε προς Ιωάβ· και έστω ότι δράμω και γε εγώ οπίσω του Χουσί. και είπεν Ιωάβ· ινατί συ τούτο τρέχεις, υιε μου; δεύρο, ουκ έστι σοι ευαγγέλια εις ωφέλειαν πορευομένω. 23 και είπε· τι γαρ εάν δράμω; και είπεν αυτω Ιωάβ· δράμε. και έδραμεν Αχιμάας την οδόν την του Κεχάρ και υπερέβη τον Χουσί. 24 και Δαυίδ εκάθητο ανά μέσον των δύο πυλών. και επορεύθη ο σκοπός εις το δώμα της πύλης προς το τείχος και επήρε τους οφθαλμούς αυτού και είδε και ιδού ανήρ τρέχων μόνος ενώπιον αυτού 25 και ανεβόησεν ο σκοπός και απήγγειλε τω βασιλεί. και είπεν ο βασιλεύς· ει μόνος εστίν, ευαγγελία εν τω στόματι αυτού. και επορεύετο πορευόμενος και εγγίζων. 26 και είδεν ο σκοπός άνδρα έτερον τρέχοντα, και εβόησεν ο σκοπός προς τη πύλη και είπε· και ιδού ανήρ έτερος τρέχων μόνος. και είπεν ο βασιλεύς· και γε ούτος ευαγγελιζόμενος. 27 και είπεν ο σκοπός· εγώ ορω τον δρόμον του πρώτου ως δρόμον Αχιμάας υιού Σαδώκ. και είπεν ο βασιλεύς· ανήρ αγαθός ούτος και γε εις ευαγγελίαν αγαθήν ελεύσεται. 28 και εβόησεν Αχιμάας και είπε προς τον βασιλέα· ειρήνη· και προσεκύνησε τω βασιλεί επί πρόσωπον αυτού επί την γην και είπεν· ευλογητός Κύριος ο Θεός σου, ος απέκλεισε τους άνδρας τους επαραμένους την χείρα αυτών εν τω κυρίω μου τω βασιλεί. 29 και είπεν ο βασιλεύς· ειρήνη τω παιδαρίω τω Αβεσσαλώμ; και είπεν Αχιμάας· είδον το πλήθος το μέγα του αποστείλαι τον δούλον του βασιλέως Ιωάβ και τον δούλόν σου, και ουκ έγνων τι εκεί. 30 και είπεν ο βασιλεύς· επίστρεψον, στηλώθητι ώδε· και επεστράφη και έστη. 31 και ιδού ο Χουσί παρεγένετο και είπε τω βασιλεί· ευαγγελισθήτω ο κύριός μου ο βασιλεύς, ότι έκρινέ σοι Κύριος σήμερον εκ χειρός πάντων των επεγειρομένων επί σε. 32 και είπεν ο βασιλεύς προς τον Χουσί· ει ειρήνη τω παιδαρίω τω Αβεσσαλώμ; και είπεν ο Χουσί· γένοιντο ως το παιδάριον οι εχθροί του κυρίου μου του βασιλέως και πάντες, όσοι επανέστησαν επ' αυτόν εις κακά. 33 και εταράχθη ο βασιλεύς και ανέβη εις το υπερωον της πύλης και έκλαυσε· και ούτως είπεν εν τω πορεύεσθαι αυτόν· υιε μου Αβεσσαλώμ, υιε μου, υιε μου Αβεσσαλώμ, τις δώη τον θάνατόν μου αντί σου; εγώ αντί σου, Αβεσσαλώμ, υιε μου υιε μου.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΚΑΙ ανηγγέλη τω Ιωάβ λέγοντες· ιδού ο βασιλεύς κλαίει και πενθεί επί Αβεσσαλώμ. 2 και εγένετο η σωτηρία εν τη ημέρα εκείνη εις πένθος παντί τω λαω, ότι ήκουσεν ο λαός εν τη ημέρα εκείνη λέγων, ότι λυπείται ο βασιλεύς επί τω υιω αυτού. 3 και διεκλέπτετο ο λαός εν τη ημέρα εκείνη του εισελθείν εις την πόλιν, καθώς διακλέπτεται ο λαός οι αισχυνόμενοι εν τω αυτούς φεύγειν εν τω πολέμω. 4 και ο βασιλεύς έκρυψε το πρόσωπον αυτού. και έκραξεν ο βασιλεύς φωνή μεγάλη λέγων· υιε μου Αβεσσαλώμ, Αβεσσαλώμ υιε μου. 5 και εισήλθεν Ιωάβ προς τον βασιλέα εις τον οίκον και είπε· κατήσχυνας σήμερον τα πρόσωπα πάντων των δούλων σου των εξαιρουμένων σε σήμερον και την ψυχήν των υιών σου και των θυγατέρων σου και την ψυχήν των γυναικών σου και των παλλακών σου, 6 του αγαπάν τους μισούντάς σε και μισείν τους αγαπώντάς σε και ανήγγειλας σήμερον ότι ουκ εισίν οι άρχοντές σου, ουδέ παίδες· ότι έγνωκα σήμερον ότι ει Αβεσσαλώμ έζη, πάντες ημείς σήμερον νεκροί, ότι τότε το ευθές ην εν οφθαλμοίς σου. 7 και νυν αναστάς έξελθε και λάλησον εις την καρδίαν των δούλων σου, ότι εν Κυρίω ώμοσα ότι ει μη εκπορεύση σήμερον, ει αυλισθήσεται ανήρ μετά σου την νύκτα ταύτην· και επίγνωθι σεαυτω και κακόν σοι τούτο υπέρ παν το κακόν το επελθόν σοι εκ νεότητός σου έως του νυν. 8 και ανέστη ο βασιλεύς και εκάθισεν εν τη πύλη, και πας ο λαός ανήγγειλαν λέγοντες· ιδού ο βασιλεύς κάθηται εν τη πύλη· και εισήλθε πας ο λαός κατά πρόσωπον του βασιλέως επί την πύλην. και Ισραήλ έφυγεν ανήρ εις τα σκηνώματα αυτού.

 9 Και ην πας ο λαός κρινόμενος εν πάσαις φυλαίς Ισραήλ λέγοντες· ο βασιλεύς Δαυίδ ερρύσατο ημάς από πάντων των εχθρών ημών, και αυτός εξείλετο ημάς εκ χειρός αλλοφύλων, και νυν πέφευγεν από της γης και από της βασιλείας αυτού, και από Αβεσσαλώμ· 10 και Αβεσσαλώμ, ον εχρίσαμεν εφ' ημών, απέθανεν εν τω πολέμω, και νυν ινατί υμείς κωφεύετε του επιστρέψαι τον βασιλέα; και το ρήμα παντός Ισραήλ ήλθε προς τον βασιλέα. 11 και ο βασιλεύς Δαυίδ απέστειλε προς Σαδώκ και προς Αβιάθαρ τους ιερείς λέγων· λαλήσατε προς τους πρεσβυτέρους Ιούδα λέγοντες· ινατί γίνεσθε έσχατοι του επιστρέψαι τον βασιλέα εις τον οίκον αυτού; και λόγος παντός Ισραήλ ήλθε προς τον βασιλέα. 12 αδελφοί μου υμείς, οστά μου και σάρκες μου υμείς, ινατί γίνεσθε έσχατοι του επιστρέψαι τον βασιλέα εις τον οίκον αυτού; 13 και τω Αμεσσαϊ ερείτε· ουχί οστούν μου και σάρξ μου συ; και νυν τάδε ποιήσαι μοι ο Θεός και τάδε προσθείη, ει μη άρχων δυνάμεως έση ενώπιον εμού πάσας τας ημέρας αντί Ιωάβ. 14 και έκλινε την καρδίαν παντός ανδρός Ιούδα ως ανδρός ενός, και απέστειλαν προς τον βασιλέα λέγοντες· επιστράφηθι συ και πάντες οι δούλοί σου. 15 και επέστρεψεν ο βασιλεύς και ήλθεν έως του Ιορδάνου, και άνδρες Ιούδα ήλθαν εις Γάλγαλα του πορεύεσθαι εις απαντήν του βασιλέως διαβιβάσαι τον βασιλέα τον Ιορδάνην. 16 και ετάχυνε Σεμεϊ υιος Γηρά υιού του Ιεμινί εκ Βαουρίμ και κατέβη μετά ανδρός Ιούδα εις απαντήν του βασιλέως Δαυίδ 17 και χίλιοι άνδρες μετ' αυτού εκ του Βενιαμίν και Σιβά το παιδάριον του οίκου Σαούλ και πεντεκαίδεκα υιοί αυτού μετ' αυτού και είκοσι δούλοι αυτού μετ' αυτού και κατεύθυναν τον Ιορδάνην έμπροσθεν του βασιλέως 18 και ελειτούργησαν την λειτουργίαν του διαβιβάσαι τον βασιλέα, και διέβη η διάβασις του εξεγείραι τον οίκον του βασιλέως και του ποιήσαι το ευθές εν οφθαλμοίς αυτού. και Σεμεϊ υιος Γηρά έπεσεν επί πρόσωπον αυτού ενώπιον του βασιλέως διαβαίνοντος αυτού τον Ιορδάνην 19 και είπε προς τον βασιλέα· μη δη λογισάσθω ο κύριός μου ανομίαν και μη μνησθής όσα ηδίκησεν ο παις σου εν τη ημέρα, ή ο κύριός μου εξεπορεύετο εξ Ιερουσαλήμ, του θέσθαι τον βασιλέα εις την καρδίαν αυτού, 20 ότι έγνω ο δούλός σου ότι εγώ ήμαρτον, και ιδού εγώ ήλθον σήμερον πρότερος παντός Ισραήλ και οίκου Ιωσήφ του καταβήναί με εις απαντήν του κυρίου μου του βασιλέως. 21 και απεκρίθη Αβεσσά υιος Σαρουϊας και είπε· μη αντί τούτου ου θανατωθήσεται Σεμεϊ, ότι κατηράσατο τον χριστόν Κυρίου; 22 και είπε Δαυίδ· τι εμοί και υμίν, υιοί Σαρουϊας, ότι γίνεσθέ μοι σήμερον εις επίβουλον; σήμερον ου θανατωθήσεταί τις ανήρ εξ Ισραήλ, ότι ουκ οίδα ει σήμερον βασιλεύω εγώ επί τον Ισραήλ. 23 και είπεν ο βασιλεύς προς Σεμέϊ· ου μη αποθάνης· και ώμοσεν αυτω ο βασιλεύς. 24 και Μεμφιβοσθέ υιος υιού Σαούλ κατέβη εις απαντήν του βασιλέως· και ουκ εθεράπευσε τους πόδας αυτού, ουδέ ωνυχίσατο, ουδέ εποίησε τον μύστακα αυτού, και τα ιμάτια αυτού ουκ απέπλυνεν από της ημέρας, ης απήλθεν ο βασιλεύς, έως της ημέρας ης αυτός παρεγένετο εν ειρήνη. 25 και εγένετο ότε εισήλθεν εις Ιερουσαλήμ εις απάντησιν του βασιλέως, και είπεν αυτω ο βασιλεύς· τι ότι ουκ επορεύθης μετ' εμού, Μεμφιβοσθέ; 26 και είπε προς αυτόν Μεμφιβοσθέ· κύριέ μου βασιλεύ, ο δούλός μου παρελογίσατό με, ότι είπεν ο παις σου αυτω· επίσαξόν μοι την όνον και επιβώ επ' αυτήν και πορεύσομαι μετά του βασιλέως, ότι χωλός ο δούλός σου· 27 και μεθώδευσεν εν τω δούλω σου προς τον κύριόν μου τον βασιλέα, και ο κύριός μου ο βασιλεύς ως άγγελος του Θεού, και ποίησον το αγαθόν εν οφθαλμοίς σου· 28 ότι ουκ ην πας ο οίκος του πατρός μου, αλλ' ή ότι άνδρες θανάτου τω κυρίω μου τω βασιλεί, και έθηκας τον δούλόν σου εν τοις εσθίουσι την τράπεζάν σου· και τι έστι μοι έτι δικαίωμα και του κεκραγέναι με έτι προς τον βασιλέα; 29 και είπεν αυτω ο βασιλεύς· ινατί λαλείς έτι τους λόγους σου; είπον· συ και Σιβά διελείσθε τον αγρόν. 30 και είπε Μεμφιβοσθέ προς τον βασιλέα· και γε τα πάντα λαβέτω μετά το παραγενέσθαι τον κύριόν μου τον βασιλέα εν ειρήνη εις τον οίκον αυτού. 31 και Βερζελλί ο Γαλααδίτης κατέβη εκ Ρωγελλίμ και διέβη μετά του βασιλέως τον Ιορδάνην εκπέμψαι αυτόν τον Ιορδάνην· 32 και Βερζελλί ανήρ πρεσβύτερος σφόδρα, υιος ογδοήκοντα ετών, και αυτός διέθρεψε τον βασιλέα εν τω οικείν αυτόν εν Μαναϊμ, ότι ανήρ μέγας ην σφόδρα. 33 και είπεν ο βασιλεύς προς Βερζελλί· συ διαβήση μετ' εμού, και διαθρέψω το γήράς σου μετ' εμού εν Ιερουσαλήμ. 34 και είπε Βερζελλί προς τον βασιλέα· πόσαι ημέραι ετών ζωής μου, ότι αναβήσομαι μετά του βασιλέως εις Ιερουσαλήμ; 35 υιος ογδοήκοντα ετών εγώ ειμι σήμερον· μη γνώσομαι ανά μέσον αγαθού και κακού; ει γεύσεται ο δούλός σου έτι ό φάγομαι ή πίομαι; ή ακούσομαι έτι φωνήν αδόντων και αδουσών; και ινατί έσται έτι ο δούλός σου εις φορτίον επί τον κύριόν μου τον βασιλέα; 36 ως βραχύ διαβήσεται ο δούλός σου τον Ιορδάνην μετά του βασιλέως· και ινατί ανταποδίδωσί μοι ο βασιλεύς την ανταπόδοσιν ταύτην; 37 καθισάτω δη ο δούλός σου και αποθανούμαι εν τη πόλει μου παρά τω τάφω του πατρός μου και της μητρός μου· και ιδού ο δούλός σου Χαμαάμ διαβήσεται μετά του κυρίου μου του βασιλέως, και ποίησον αυτω το αγαθόν εν οφθαλμοίς σου. 38 και είπεν ο βασιλεύς· μετ' εμού διαβήτω Χαμαάμ, καγώ ποιήσω αυτω το αγαθόν εν οφθαλμοίς σου και πάντα, όσα αν εκλέξη επ' εμοί, ποιήσω σοι. 39 και διέβη πας ο λαός τον Ιορδάνην, και ο βασιλεύς διέβη· και κατεφίλησεν ο βασιλεύς τον Βερζελλί και ευλόγησεν αυτόν, και επέστρεψεν εις τον τόπον αυτού. 40 και διέβη ο βασιλεύς εις Γάλγαλα, και Χαμαάμ διέβη μετ' αυτού, και πας ο λαός Ιούδα διαβαίνοντες μετά του βασιλέως και γε το ήμισυ του λαού Ισραήλ. 41 και ιδού πας ανήρ Ισραήλ παρεγένοντο προς τον βασιλέα και είπε προς τον βασιλέα· τι ότι έκλεψάν σε οι αδελφοί ημών ανήρ Ιούδα και διεβίβασαν τον βασιλέα και τον οίκον αυτού τον Ιορδάνην και πάντες άνδρες Δαυίδ μετ' αυτού; 42 και απεκρίθη πας ανήρ Ιούδα προς άνδρα Ισραήλ και είπαν· διότι εγγίζει προς με ο βασιλεύς· και ινατί ούτως εθυμώθης περί του λόγου τούτου; μη βρώσει εφάγαμεν εκ του βασιλέως, ή δόμα έδωκεν ή άρσιν ήρεν ημίν; 43 και απεκρίθη ανήρ Ισραήλ τω ανδρί Ιούδα και είπε· δέκα χείρές μοι εν τω βασιλεί, και πρωτότοκος εγώ ή συ, και γε εν τω Δαυίδ ειμι υπέρ σε· και ινατί τούτο ύβρισάς με και ουκ ελογίσθη ο λόγος μου πρώτός μοι του επιστρέψαι τον βασιλέα εμοί; και εσκληρύνθη ο λόγος ανδρός Ιούδα υπέρ τον λόγον ανδρός Ισραήλ.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΚΑΙ εκεί επικαλούμενος υιος παράνομος, και όνομα αυτω Σαβεέ, υιος Βοχορί ανήρ ο Ιεμινί, και εσάλπισε τη κερατίνη και είπεν· ουκ έστιν ημίν μερίς εν Δαυίδ ουδέ κληρονομία ημίν εν τω υιω Ιεσσαί· ανήρ εις τα σκηνώματά σου, Ισραήλ. 2 και ανέβη πας ανήρ Ισραήλ από όπισθεν Δαυίδ οπίσω Σαβεέ υιού Βοχορί. και ανήρ Ιούδα εκολλήθη τω βασιλεί αυτών από του Ιορδάνου και έως Ιερουσαλήμ. 3 και εισήλθε Δαυίδ εις οίκον αυτού εις Ιερουσαλήμ, και έλαβεν ο βασιλεύς τας δέκα γυναίκας τας παλλακάς αυτού, ας αφήκε φυλάσσειν τον οίκον, και έδωκεν αυτάς εν οίκω φυλακής και διέθρεψεν αυτάς και προς αυτάς ουκ εισήλθε, και ήσαν συνεχόμεναι έως θανάτου αυτών, χήραι ζώσαι. 4 και είπεν ο βασιλεύς προς Αμεσσαϊ· βόησόν μοι τον άνδρα Ιούδα τρεις ημέρας, συ δε αυτού στήθι. 5 και επορεύθη Αμεσσαϊ του βοήσαι τον Ιούδαν και εχρόνισεν από του καιρού, ου ετάξατο αυτω Δαυίδ. 6 και είπε Δαυίδ προς Αμεσσαϊ· νυν κακοποιήσει ημάς Σαβεέ υιος Βοχορί υπέρ Αβεσσαλώμ, και νυν συ λάβε μετά σεαυτού τους παίδας του κυρίου σου και καταδίωξον οπίσω αυτού, μήποτε εαυτω εύρη πόλεις οχυράς και σκιάσει τους οφθαλμούς ημών. 7 και εξήλθον οπίσω αυτού οι άνδρες Ιωάβ και ο Χερεθί και ο Φελεθί και πάντες οι δυνατοί και εξήλθον εξ Ιερουσαλήμ διώξαι οπίσω Σαβεέ υιού Βοχορί. 8 και αυτοί παρά τω λίθω τω μεγάλω τω εν Γαβαών, και Αμεσσαϊ εισήλθεν έμπροσθεν αυτών. και Ιωάβ περιεζωσμένος μανδύαν το ένδυμα αυτού και επ' αυτω εζωσμένος μάχαιραν εζευγμένην επί της οσφύος αυτού εν κολεω αυτής, και η μάχαιρα εξήλθε και έπεσε. 9 και είπεν Ιωάβ τω Αμεσσαϊ· ει υγιαίνεις συ αδελφέ; και εκράτησεν η χείρ η δεξιά Ιωάβ του πώγωνος Αμεσσαϊ του καταφιλήσαι αυτόν. 10 και Αμεσσαϊ ουκ εφυλάξατο την μάχαιραν την εν τη χειρί Ιωάβ, και έπαισεν αυτόν εν αυτη Ιωάβ εις την ψόαν, και εξεχύθη η κοιλία αυτού εις την γην, και ουκ εδευτέρωσεν αυτω, και απέθανε. και Ιωάβ και Αβεσσαϊ ο αδελφός αυτού εδίωξεν οπίσω Σαβεέ υιού Βοχορί· 11 και ανήρ έστη επ' αυτόν των παιδαρίων Ιωάβ και είπε· τις ο βουλόμενος Ιωάβ και τις του Δαυίδ, οπίσω Ιωάβ; 12 και Αμεσσαϊ πεφυρμένος εν τω αίματι εν μέσω της τρίβου, και είδεν ανήρ, ότι ειστήκει πας ο λαός, και απέστρεψε τον Αμεσσαϊ εκ της τρίβου εις αγρόν και επέρριψεν επ' αυτόν ιμάτιον, καθότι είδε πάντα τον ερχόμενον επ' αυτόν εστηκότα· 13 ηνίκα δε έφθασεν εκ της τρίβου, παρήλθε πας ανήρ Ισραήλ οπίσω Ιωάβ του διώξαι οπίσω Σαβεέ υιού Βοχορί. 14 και διήλθεν εν πάσαις φυλαίς Ισραήλ εις Αβέλ και εις Βαιθμαχά και πάντες εν Χαρρί, και εξεκκλησιάσθησαν, και ήλθον κατόπισθεν αυτού. 15 και παρεγενήθησαν και επολιόρκουν επ' αυτόν την Αβέλ και Βαιθμαχά και εξέχεαν πρόσχωμα προς την πόλιν, και έστη εν τω προτειχίσματι, και πας ο λαός μετά Ιωάβ ενοούσαν καταβαλείν το τείχος. 16 και εβόησε γυνή σοφή εκ του τείχους και είπεν· ακούσατε ακούσατε, είπατε δη προς Ιωάβ· έγγισον έως ώδε, και λαλήσω προς αυτόν. 17 και προσήγγισε προς αυτήν, και είπεν η γυνή· ει συ ει Ιωάβ; ο δε είπεν· εγώ. είπε δε αυτω· άκουσον τους λόγους της δούλης σου. και είπεν Ιωάβ· ακούω εγώ ειμι. 18 και είπε λέγουσα· λόγον ελάλησαν εν πρώτοις λέγοντες· ηρωτημένος ηρωτήθη εν τη Αβέλ και εν Δάν ει εξέλιπον α έθεντο οι πιστοί του Ισραήλ, ερωτώντες επερωτήσουσιν εν Αβέλ, και ούτως ει εξέλιπον. 19 εγώ ειμι ειρηνικά των στηριγμάτων Ισραήλ, συ δε ζητείς θανατώσαι πόλιν και μητρόπολιν εν Ισραήλ· ινατί καταποντίζεις κληρονομίαν Κυρίου; 20 και απεκρίθη Ιωάβ, και είπεν· ίλεώς μοι ίλεώς μοι, ει καταποντιώ και ει διαφθερώ· 21 ουχ ούτως ο λόγος, ότι ανήρ εξ όρους Εφραίμ, Σαβεέ υιος Βοχορί όνομα αυτού, και επήρε την χείρα αυτού επί τον βασιλέα Δαυίδ· δότε αυτόν μοι μόνον, και απελεύσομαι απάνωθεν της πόλεως. και είπεν η γυνή προς Ιωάβ· ιδού η κεφαλή αυτού ριφήσεται προς σε δια του τείχους. 22 και εισήλθεν η γυνή προς πάντα τον λαόν και ελάλησε προς πάσαν την πόλιν εν τη σοφία αυτής· και αφείλε την κεφαλήν Σαβεέ υιού Βοχορί. και αφείλε και έβαλε προς Ιωάβ. και εσάλπισεν εν κερατίνη, και διεσπάρησαν από της πόλεως απ' αυτού ανήρ εις τα σκηνώματα αυτού· και Ιωάβ απέστρεψεν εις Ιερουσαλήμ προς τον βασιλέα.

 23 Και ο Ιωάβ προς πάση τη δυνάμει Ισραήλ, και Βαναίας υιος Ιωδαέ επί του Χερεθί και επί του Φελεθί, 24 και Αδωνιράμ επί του φόρου, και Ιωσαφάτ υιος Αχιλούθ αναμιμνήσκων, 25 και Σουσά γραμματεύς, και Σαδώκ και Αβιάθαρ ιερείς, 26 και γε Ιράς ο Ιαρίν ην ιερεύς του Δαυίδ.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΚΑΙ εγένετο λιμός εν ταις ημέραις Δαυίδ τρία έτη, ενιαυτός ο εχόμενος ενιαυτού, και εζήτησε Δαυίδ το πρόσωπον Κυρίου. και είπε Κύριος· επί Σαούλ και επί τον οίκον αυτού αδικία εν θανάτω αιμάτων αυτού, περί ου εθανάτωσε τους Γαβαωνίτας. 2 και εκάλεσεν ο βασιλεύς Δαυίδ τους Γαβαωνίτας και είπε προς αυτούς· και οι Γαβαωνίται ουχ υιοί Ισραήλ εισιν, ότι αλλ' ή εκ του λείμματος του Αμορραίου, και οι υιοί Ισραήλ ώμοσαν αυτοίς· και εζήτησε Σαούλ πατάξαι αυτούς εν τω ζηλώσαι αυτόν τους υιούς Ισραήλ και Ιούδα. 3 και είπε Δαυίδ προς τους Γαβαωνίτας· τι ποιήσω ημίν και εν τίνι εξιλάσομαι και ευλογήσετε την κληρονομίαν Κυρίου; 4 και είπαν αυτω οι Γαβαωνίται· ουκ έστιν ημίν αργύριον ή χρυσίον μετά Σαούλ και μετά του οίκου αυτού, και ουκ έστιν ημίν ανήρ θανατώσαι εν Ισραήλ. 5 και είπε· τι υμείς λέγετε και ποιήσω υμίν; και είπαν προς τον βασιλέα· ο ανήρ, ος συνετέλεσεν εφ' ημάς και εδίωξεν ημάς, ος παρελογίσατο εξολοθρεύσαι ημάς· αφανίσωμεν αυτόν, του μη εστάναι αυτόν εν παντί ορίω Ισραήλ· 6 δότω ημίν επτά άνδρας εκ των υιών αυτού, και εξηλιάσωμεν αυτούς τω Κυρίω εν τω Γαβαών Σαούλ εκλεκτούς Κυρίου. και είπεν ο βασιλεύς· εγώ δώσω. 7 και εφείσατο ο βασιλεύς επί Μεμφιβοσθέ υιόν Ιωνάθαν υιού Σαούλ δια τον όρκον Κυρίου τον ανά μέσον αυτών και ανά μέσον Δαυίδ και ανά μέσον Ιωνάθαν υιού Σαούλ· 8 και έλαβεν ο βασιλεύς τους δύο υιούς Ρεσφά θυγατρός Αϊά, ους έτεκε τω Σαούλ, τον Ερμωνί και τον Μεμφιβοσθέ, και τους πέντε υιούς της Μιχόλ θυγατρός Σαούλ, ους έτεκε τω Εσδριήλ υιω Βερζελλί τω Μουλαθί, 9 και έδωκεν αυτούς εν χειρί των Γαβαωνιτών, και εξηλίασαν αυτούς εν τω όρει έναντι Κυρίου, και έπεσαν οι επτά αυτοί επί το αυτό· και αυτοί δε εθανατώθησαν εν ημέραις θερισμού εν πρώτοις, εν αρχή θερισμού κριθών. 10 και έλαβε Ρεσφά θυγάτηρ Αϊά τον σάκκον και έπηξεν αυτη προς την πέτραν εν αρχή θερισμού κριθών, έως έσταξεν επ' αυτούς ύδωρ εκ του ουρανού, και ουκ έδωκε τα πετεινά του ουρανού καταπαύσαι επ' αυτούς ημέρας και τα θηρία του αγρού νυκτός. 11 και απηγγέλη τω Δαυίδ όσα εποίησε Ρεσφά θυγάτηρ Αϊά παλλακή Σαούλ· και εξελύθησαν, και κατέλαβεν αυτούς Δάν υιος Ιωά εκ των απογόνων των γιγάντων, 12 και επορεύθη Δαυίδ και έλαβε τα οστά Σαούλ και τα οστά Ιωνάθαν του υιού αυτού παρά των ανδρών υιών Ιαβίς Γαλαάδ, οί έκλεψαν αυτούς εκ της πλατείας Βαιθσάν, ότι έστησαν αυτούς εκεί οι αλλόφυλοι εν τη ημέρα, ή επάταξαν οι αλλόφυλοι τον Σαούλ εν Γελβουέ, 13 και ανήνεγκεν εκείθεν τα οστά Σαούλ και τα οστά Ιωνάθαν του υιού αυτού και συνήγαγε τα οστά των εξηλιασμένων. 14 και έθαψαν τα οστά Σαούλ και τα οστά Ιωνάθαν του υιού αυτού και τα οστά των ηλιασθέντων εν γη Βενιαμίν εν τη πλευρά εν τω τάφω Κίς του πατρός αυτού και εποίησαν πάντα, όσα ενετείλατο ο βασιλεύς. και επήκουσεν ο Θεός τη γη μετά ταύτα.

 15 Και εγενήθη έτι πόλεμος τοις αλλοφύλοις μετά Ισραήλ. και κατέβη Δαυίδ και οι παίδες αυτού μετ' αυτού και επολέμησαν μετά των αλλοφύλων, και εξελύθη Δαυίδ. 16 και Ιεσβί, ος ην εν τοις εκγόνοις του Ραφά και ο σταθμός του δόρατος αυτού τριακοσίων σίκλων ολκή χαλκού και αυτός περιεζωσμένος κορύνην, και διενοείτο του πατάξαι τον Δαυίδ. 17 και εβοήθησεν αυτω Αβεσσά υιος Σαρουϊας και επάταξε τον αλλόφυλον και εθανάτωσεν αυτόν. τότε ώμοσαν οι άνδρες Δαυίδ λέγοντες· ουκ εξελεύση έτι μεθ' ημών εις πόλεμον και ου μη σβέσης τον λύχνον Ισραήλ. 18 και εγενήθη μετά ταύτα έτι πόλεμος εν Γεθ μετά των αλλοφύλων. τότε επάταξε Σεβοχά ο Αστατωθί τον Σέφ εν τοις εκγόνοις του Ραφά. 19 και εγένετο ο πόλεμος εν Γόβ μετά των αλλοφύλων. και επάταξεν Ελεανάν υιος Αριωργίμ ο Βηθλεεμίτης τον Γολιάθ τον Γεθθαίον, και το ξύλον του δόρατος αυτού ως αντίον υφαινόντων. 20 και εγένετο έτι πόλεμος εν Γεθ. και ην ανήρ μαδών, και οι δάκτυλοι των χειρών αυτού και οι δάκτυλοι των ποδών αυτού εξ και εξ, εικοσιτέσσαρες αριθμω, και γε αυτός ετέχθη τω Ραφά. 21 και ωνείδισε τον Ισραήλ, και επάταξεν αυτόν Ιωνάθαν υιος Σεμεϊ αδελφού Δαυίδ. 22 οι τέσσαρες ούτοι ετέχθησαν απόγονοι των γιγάντων εν Γεθ τω Ραφά οίκος, και έπεσαν εν χειρί Δαυίδ, και εν χειρί των δούλων αυτού.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΚΑΙ ελάλησε Δαυίδ τω Κυρίω τους λόγους της ωδής ταύτης εν ή ημέρα εξείλετο αυτόν Κύριος εκ χειρός πάντων των εχθρών αυτού και εκ χειρός Σαούλ, 2 και είπεν·

 Κύριε, πέτρα μου και οχύρωμά μου και εξαιρούμενός με εμοί, 3 ο Θεός μου φύλαξ μου έσται μοι, πεποιθώς έσομαι επ' αυτω, υπερασπιστής μου και κέρας σωτηρίας μου, αντιλήπτωρ μου και καταφυγή μου σωτηρίας μου, εξ αδίκου σώσεις με. 4 αινετόν επικαλέσομαι Κύριον και εκ των εχθρών μου σωθήσομαι. 5 ότι περιέσχον με συντριμμοί θανάτου, χείμαρροι ανομίας εθάμβησάν με· 6 ωδίνες θανάτου εκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου. 7 εν τω θλίβεσθαί με επικαλέσομαι τον Κύριον και προς τον Θεόν μου βοήσομαι· και επακούσεται εκ ναού αυτού φωνής μου, και η κραυγή μου εν τοις ωσίν αυτού. 8 και εταράχθη και εσείσθη η γη, και τα θεμέλια του ουρανού συνεταράχθησαν και εσπαράχθησαν, ότι εθυμώθη Κύριος αυτοίς. 9 ανέβη καπνός εν τη οργή αυτού, και πυρ εκ στόματος αυτού κατέδεται, άνθρακες εξεκαύθησαν απ' αυτού. 10 και έκλινεν ουρανούς και κατέβη, και γνόφος υποκάτω των ποδών αυτού. 11 και επεκάθισεν επί Χερουβίμ και επετάσθη και ώφθη επί πτερύγων ανέμου. 12 και έθετο σκότος αποκρυφήν αυτού κύκλω αυτού, η σκηνή αυτού σκότος υδάτων· επάχυνεν εν νεφέλαις αέρος. 13 από του φέγγους εναντίον αυτού εξεκαύθησαν άνθρακες πυρός. 14 εβρόντησεν εξ ουρανού Κύριος, και ο ύψιστος έδωκε φωνήν αυτού 15 και απέστειλε βέλη και εσκόρπισεν αυτούς, και ήστραψεν αστραπήν και εξέστησεν αυτούς. 16 και ώφθησαν αφέσεις θαλάσσης, και απεκαλύφθη θεμέλια της οικουμένης εν τη επιτιμήσει Κυρίου, από πνοής πνεύματος θυμού αυτού. 17 απέστειλεν εξ ύψους και έλαβέ με, είλκυσέ με εξ υδάτων πολλών· 18 ερρύσατό με εξ εχθρών μου ισχύος, εκ των μισούντων με, ότι εκραταιώθησαν υπέρ εμέ. 19 προέφθασάν με ημέραι θλίψεώς μου και εγένετο Κύριος επιστήριγμά μου 20 και εξήγαγέ με εις πλατυσμόν και εξείλετό με, ότι ηυδόκησεν εν εμοί. 21 και ανταπέδωκέ μοι Κύριος κατά την δικαιοσύνην μου, και κατά την καθαριότητα των χειρών μου ανταπέδωκέ μοι. 22 ότι εφύλαξα οδούς Κυρίου και ουκ ησέβησα από του Θεού μου, 23 ότι πάντα τα κρίματα αυτού κατεναντίον μου, και τα δικαιώματα αυτού, ουκ απέστην απ' αυτών. 24 και έσομαι άμωμος αυτω και προφυλάξομαι από της ανομίας μου. 25 και αποδώσει μοι Κύριος κατά την δικαιοσύνην μου και κατά την καθαριότητα των χειρών μου ενώπιον των οφθαλμών αυτού. 26 μετά οσίου οσιωθήση και μετά ανδρός τελείου τελειωθήση 27 και μετά εκλεκτού εκλεκτός έση και μετά στρεβλού στρεβλωθήση. 28 και τον λαόν τον πτωχόν σώσεις και οφθαλμούς επί μετεώρων ταπεινώσεις. 29 ότι συ ο λύχνος μου, Κύριε, και Κύριος εκλάμψει μοι το σκότος μου. 30 ότι εν σοί δραμούμαι μονόζωνος και εν τω Θεω μου υπερβήσομαι τείχος. 31 ο ισχυρός, άμωμος η οδός αυτού, το ρήμα Κυρίου κραταιόν, πεπυρωμένον, υπερασπιστής εστι πάσι τοις πεποιθόσιν επ' αυτόν. 32 τις ισχυρός πλήν Κυρίου; και τις κτίστης έσται πλήν του Θεού ημών; 33 ο ισχυρός ο κραταιών με δυνάμει, και εξετίναξεν άμωμον την οδόν μου· 34 τιθείς τους πόδας μου ως ελάφων και επί τα ύψη ιστών με· 35 διδάσκων χείράς μου εις πόλεμον και κατάξας τόξον χαλκούν εν βραχίονί μου. 36 και έδωκάς μοι υπερασπισμόν σωτηρίας μου, και η υπακοή σου επλήθυνέ με 37 εις πλατυσμόν εις τα διαβήματά μου υποκάτω μου, και ουκ εσαλεύθησαν τα σκέλη μου. 38 διώξω εχθρούς μου και αφανιώ αυτούς και ουκ αναστρέψω έως αν συντελέσω αυτούς· 39 και θλάσω αυτούς και ουκ αναστήσονται και πεσούνται υπό τους πόδας μου. 40 και ενισχύσεις με δυνάμει εις πόλεμον, κάμψεις τους επιστανομένους μοι υποκάτω μου· 41 και τους εχθρούς μου έδωκάς μοι νώτον, τους μισούντάς με, και εθανάτωσας αυτούς. 42 βοήσονται, και ουκ έστι βοηθός, προς Κύριον, και ουκ επήκουσεν αυτών. 43 και ελέανα αυτούς ως χουν γης, ως πηλόν εξόδων ελέπτυνα αυτούς. 44 και ρύση με εκ μάχης λαών, φυλάξεις με εις κεφαλήν εθνών. λαός, ον ουκ έγνω, εδούλευσάν μοι, 45 υιοί αλλότριοι εψεύσαντό μοι, εις ακοήν ωτίου ήκουσάν μου· 46 υιοί αλλότριοι απορριφήσονται και σφαλούσιν εκ των συγκλεισμών αυτών. 47 ζη Κύριος, και ευλογητός ο φύλαξ μου, και υψωθήσεται ο Θεός μου, ο φύλαξ της σωτηρίας μου. 48 ισχυρός Κύριος ο διδούς εκδικήσεις εμοί, παιδεύων λαούς υποκάτω μου 49 και εξάγων με εξ εχθρών μου, και εκ των επεγειρομένων μοι υψώσεις με, εξ ανδρός αδικημάτων ρύση με. 50 δια τούτο εξομολογήσομαί σοι, Κύριε, εν τοις έθνεσι και εν τω ονόματί σου ψαλώ, 51 μεγαλύνων τας σωτηρίας βασιλέως αυτού και ποιών έλεος τω χριστω αυτού, τω Δαυίδ και τω σπέρματι αυτού έως αιώνος.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 ΚΑΙ ούτοι οι λόγοι Δαυίδ οι έσχατοι·

 Πιστός Δαυίδ υιος Ιεσσαί, και πιστός ανήρ, ον ανέστησε Κύριος επί χριστόν Θεού Ιακώβ, και ευπρεπείς ψαλμοί Ισραήλ. 2 πνεύμα Κυρίου ελάλησεν εν εμοί, και ο λόγος αυτού επί γλώσσης μου. 3 λέγει ο Θεός Ισραήλ, εμοί ελάλησε φύλαξ Ισραήλ· παραβολήν ειπόν εν ανθρώπω· Πως κραταιώσητε φόβον Θεού; 4 και εν Θεω φωτί πρωϊας ανατείλαι ήλιος, το πρωϊ παρήλθεν εκ φέγγους και ως εξ υετού χλόης από γης. 5 ου γαρ ούτως ο οίκός μου μετά ισχυρού; διαθήκην γαρ αιώνιον έθετό μοι, ετοίμην εν παντί καιρω πεφυλαγμένην, ότι πάσα σωτηρία μου και παν θέλημα, ότι ου μη βλαστήση ο παράνομος. 6 ωσπερ άκανθα εξωσμένη πάντες ούτοι, ότι ου χειρί ληφθήσονται, 7 και ανήρ ου κοπιάσει εν αυτοίς, και πλήρες σιδήρου και ξύλον δόρατος, και εν πυρί καύσει καυθήσονται αισχύνην αυτών.

 8 Ταύτα τα ονόματα των δυνατών Δαυίδ· Ιεβοσθέ ο Χαναναίος, άρχων του τρίτου εστίν, Αδινών ο Ασωναίος· ούτος εσπάσατο την ρομφαίαν αυτού επί οκτακοσίους στρατιώτας εισάπαξ. 9 και μετ' αυτόν Ελεανάν υιος πατραδέλφου αυτού υιος Σουδίτου εν τοις τρισί δυνατοίς. ούτος μετά Δαυίδ ην εν Σερράν, και εν τω ονειδίσαι αυτόν εν τοις αλλοφύλοις συνήχθησαν εκεί εις πόλεμον, και ανέβησαν ανήρ Ισραήλ· 10 αυτός ανέστη και επάταξεν εν τοις αλλοφύλοις, έως ου εκοπίασεν η χείρ αυτού και προσεκολλήθη η χείρ αυτού προς την μάχαιραν, και εποίησε Κύριος σωτηρίαν μεγάλην εν τη ημέρα εκείνη· και ο λαός εκάθητο οπίσω αυτού πλήν εκδιδύσκειν. 11 και μετ' αυτόν Σαμαϊα υιος Ασά ο Αρουχαίος. και συνήχθησαν οι αλλόφυλοι εις Θηρία, και ην εκεί μερίς του αγρού πλήρης φακού, και ο λαός έφυγεν εκ προσώπου αλλοφύλων· 12 και εστηλώθη εν μέσω της μερίδος και εξείλατο αυτήν και επάταξε τους αλλοφύλους, και εποίησε Κύριος σωτηρίαν μεγάλην. 13 και κατέβησαν τρεις από των τριάκοντα και ήλθαν εις Κασών προς Δαυίδ εις το σπήλαιον ‘Οδολλάμ, και τάγμα των αλλοφύλων παρενέβαλον εν τη κοιλάδι Ραφαϊμ· 14 και Δαυίδ τότε εν τη περιοχή, και το υπόστημα των αλλοφύλων τότε εν Βηθλεέμ. 15 και επεθύμησε Δαυίδ και είπε· τις ποτιεί με ύδωρ εκ του λάκκου του εν Βηθλεέμ του εν τη πύλη; το δε σύστημα των αλλοφύλων τότε εν Βηθλεέμ. 16 και διέρρηξαν οι τρεις δυνατοί εν τη παρεμβολή των αλλοφύλων και υδρεύσαντο ύδωρ εκ του λάκκου του εν Βηθλεέμ του εν τη πύλη και έλαβαν και παρεγένοντο προς Δαυίδ, και ουκ ηθέλησε πιείν αυτό και έσπεισεν αυτό τω Κυρίω 17 και είπεν· ίλεώς μοι, Κύριε, του ποιήσαι τούτο, ει αίμα των ανδρών των πορευθέντων εν ταις ψυχαίς αυτών πίομαι· και ουκ ηθέλησε πιείν αυτό. ταύτα εποίησαν οι τρεις δυνατοί. 18 και Αβεσσά ο αδελφός Ιωάβ υιος Σαρουϊας αυτός άρχων εν τοις τρισί. και αυτός εξήγειρε το δόρυ αυτού επί τριακοσίους τραυματίας, και αυτω όνομα εν τοις τρισίν· 19 εκ των τριών εκείνων ένδοξος, και εγένετο αυτοίς εις άρχοντα, και έως των τριών ουκ ήλθε. 20 και Βαναίας υιος Ιωδαέ ανήρ αυτός πολλοστός έργοις από Καβεσεήλ, και αυτός επάταξε τους δύο υιούς Αριήλ του Μωάβ· και αυτός κατέβη και επάταξε τον λέοντα εν μέσω του λάκκου εν τη ημέρα της χιόνος· 21 αυτός επάταξε τον άνδρα τον Αιγύπτιον, άνδρα ορατόν, εν δε τη χειρί του Αιγυπτίου δόρυ ως ξύλον διαβάθρας, και κατέβη προς αυτόν εν ράβδω και ήρπασε το δόρυ εκ της χειρός του Αιγυπτίου και απέκτεινεν αυτόν εν τω δόρατι αυτού. 22 ταύτα εποίησε Βαναίας υιος Ιωδαέ, και αυτω όνομα εν τοις τρισί τοις δυνατοίς· 23 εκ των τριών ένδοξος, και προς τους τρεις ουκ ήλθε· και έταξεν αυτόν Δαυίδ προς τας ακοάς αυτού. και ταύτα τα ονόματα των δυνατών Δαυίδ του βασιλέως· 24 Ασαήλ αδελφός Ιωάβ (ούτος εν τοις τριάκοντα), Ελεανάν υιος Δουδί πατραδέλφου αυτού εν Βηθλεέμ. 25 Σαμαϊ ο Αρουδαίος, Ελικά ο Αρωδαίος, 26 Σελλής ο Κελωθί, Ίρας υιος Εκκάς ο Θεκωϊτης, 27 Αβιέζερ ο Αναθωθίτης εκ των υιών του Ασωθίτου, 28 Ελλών ο Αωϊτης, Μοορέ ο Νετωφαθίτης, 29 Εθθί υιος Ριβά εκ Γαβαέθ υιος Βενιαμίν, 30 Βαναίας ο Φαραθενίτης, Ουρί εκ Ναχαλιγαίας, 31 Αβιήλ υιος του Αραβωθίτου, Αζμώθ ο Βαρσαμίτης, 32 Ελιασού ο Σαλαβωνίτης, υιοί Ιαβάν, Ιωνάθαν, 33 Σαμνάν ο Αρωδίτης, Αχιάν υιος Αραϊ Σαραουρίτης, 34 Αλιφαλέθ υιος του Ασβίτου, υιος του Μααχαθί, Ελιάβ υιος Αχιτόφελ του Γελωνίτου, 35 Ασραϊ ο Καρμήλιος, Φαραϊ ο Ερχί, 36 Γάαλ υιος Νάθαν από δυνάμεως, υιος Γαλααδεί, 37 Ελιέ ο Αμμανίτης, Γελωραϊ ο Βηρωθαίος αίρων τα σκεύη Ιωάβ υιού Σαρουϊας, 38 Ιράς ο Ιεθιραίος, Γαρήβ ο Εθθεναίος, 39 Ουρίας ο Χετταίος· οι πάντες τριάκοντα και επτά.

 Β ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΚΑΙ προσέθετο οργήν Κύριος εκκαήναι εν Ισραήλ, και επέσεισε τον Δαυίδ εν αυτοίς λέγων· βάδιζε, αρίθμησον τον Ισραήλ και τον Ιούδαν. 2 και είπεν ο βασιλεύς προς Ιωάβ άρχοντα της ισχύος τον μετ' αυτού· δίελθε δη πάσας φυλάς Ισραήλ και Ιούδα, από Δάν και έως Βηρσαβεέ και επίσκεψαι τον λαόν, και γνώσομαι τον αριθμόν του λαού. 3 και είπεν Ιωάβ προς τον βασιλέα· και προσθείη Κύριος ο Θεός προς τον λαόν ωσπερ αυτούς και ωσπερ αυτούς εκατονταπλασίονα, και οφθαλμοί του κυρίου μου του βασιλέως ορώντες· και ο κύριός μου ο βασιλεύς ινατί βούλεται εν τω λόγω τούτω; 4 και υπερίσχυσεν ο λόγος του βασιλέως προς Ιωάβ και εις τους άρχοντας της δυνάμεως. και εξήλθεν Ιωάβ και οι άρχοντες της ισχύος ενώπιον του βασιλέως επισκέψασθαι τον λαόν τον Ισραήλ. 5 και διέβησαν τον Ιορδάνην και παρενέβαλον εν Αροήρ εκ δεξιών της πόλεως της εν μέσω της φάραγγος Γάδ και Ελιέζερ. 6 και ήλθον εις Γαλαάδ και εις γην Θαβασών, ή εστιν Αδασαί, και παρεγένοντο εις Δανιδάν και Ουδάν και εκύκλωσαν εις Σιδώνα. 7 και ήλθον εις Μάψαρ Τύρου και εις πάσας τας πόλεις του Ευαίου και του Χαναναίου και ήλθαν κατά νότον Ιούδα εις Βηρσαβεέ 8 και περιώδευσαν εν πάση τη γη και παρεγένοντο από τέλους εννέα μηνών και είκοσιν ημερών εις Ιερουσαλήμ. 9 και έδωκεν Ιωάβ τον αριθμόν της επισκέψεως του λαού προς τον βασιλέα, και εγένετο Ισραήλ οκτακόσιαι χιλιάδες ανδρών δυνάμεως σπωμένων ρομφαίαν και ανήρ Ιούδα πεντακόσιαι χιλιάδες ανδρών μαχητών. 10 και επάταξε καρδία Δαυίδ αυτόν μετά το αριθμήσαι τον λαόν, και είπε Δαυίδ προς Κύριον· ήμαρτον σφόδρα, ό εποίησα νυν, Κύριε· παραβίβασον δη την ανομίαν του δούλου σου, ότι εμωράνθην σφόδρα. 11 και ανέστη Δαυίδ το πρωϊ. και λόγος Κυρίου εγένετο προς Γάδ τον προφήτην τον ορώντα λέγων· 12 πορεύθητι και λάλησον προς Δαυίδ λέγων· τάδε λέγει Κύριος· τρία εγώ ειμι αίρω επί σε, και έκλεξαι σεαυτω εν εξ αυτών και ποιήσω σοι. 13 και εισήλθε Γάδ προς Δαυίδ και ανήγγειλε και είπεν αυτω· έκλεξαι σεαυτω γενέσθαι, ει έλθη σοι τρία έτη λιμός εν τη γη σου, ή τρεις μήνας φεύγειν σε έμπροσθεν των εχθρών σου και έσονται διώκοντές σε, ή γενέσθαι τρεις ημέρας θάνατον εν τη γη σου· νυν ουν γνώθι και ιδέ τι αποκριθώ τω αποστείλαντί με ρήμα. 14 και είπε Δαυίδ προς Γάδ· στενά μοι πάντοθεν σφόδρα εστίν· εμπεσούμαι δη εις χείρας Κυρίου, ότι πολλοί οι οικτιρμοί αυτού σφόδρα, εις δε χείρας ανθρώπου ου μη εμπέσω· 15 και εξελέξατο εαυτω Δαυίδ τον θάνατον. και ημέραι θερισμού πυρών, και έδωκε Κύριος θάνατον εν Ισραήλ από πρωϊθεν έως ωρας αρίστου, και ήρξατο η θραύσις εν τω λαω, και απέθανεν εκ του λαού από Δάν και έως Βηρσαβεέ εβδομήκοντα χιλιάδες ανδρών. 16 και εξέτεινεν ο άγγελος του Θεού την χείρα αυτού εις Ιερουσαλήμ του διαφθείραι αυτήν, και παρεκλήθη Κύριος επί τη κακία και είπε τω αγγέλω τω διαφθείροντι εν τω λαω· πολύ νυν, άνες την χείρά σου· και ο άγγελος Κυρίου ην παρά τη άλω ‘Ορνά του Ιεβουσαίου. 17 και είπε Δαυίδ προς Κύριον εν τω ιδείν αυτόν τον άγγελον τον τύπτοντα εν τω λαω και είπεν· ιδού εγώ ειμι ηδίκησα και εγώ ειμι ο ποιμήν εκακοποίησα, και ούτοι τα πρόβατα τι εποίησαν; γενέσθω δη η χείρ σου εν εμοί και εν τω οίκω του πατρός μου. 18 και ήλθε Γάδ προς Δαυίδ εν τη ημέρα εκείνη και είπεν αυτω· ανάβηθι και στήσον τω Κυρίω θυσιαστήριον εν τω άλωνι ‘Ορνά του Ιεβουσαίου. 19 και ανέβη Δαυίδ κατά τον λόγον Γάδ, καθ' ον τρόπον ενετείλατο αυτω Κύριος. 20 και διέκυψεν ‘Ορνά και είδε τον βασιλέα και τους παίδας αυτού παραπορευομένους επάνω αυτού, και εξήλθεν ‘Ορνά και προσεκύνησε τω βασιλεί επί πρόσωπον αυτού επί την γην. 21 και είπεν ‘Ορνά· τι ότι ήλθεν ο κύριός μου ο βασιλεύς προς τον δούλον αυτού; και είπε Δαυίδ· κτήσασθαι παρά σου τον άλωνα του οικοδομήσαι θυσιαστήριον τω Κυρίω, και συσχεθή η θραύσις επάνω του λαού. 22 και είπεν ‘Ορνά προς Δαυίδ· λαβέτω και ανενεγκάτω ο κύριός μου ο βασιλεύς τω Κυρίω το αγαθόν εν οφθαλμοίς αυτού· ιδού οι βόες εις ολοκαύτωμα, και οι τροχοί και τα σκεύη των βοών εις ξύλα. 23 τα πάντα έδωκεν ‘Ορνά τω βασιλεί, και είπεν ‘Ορνά προς τον βασιλέα· Κύριος ο Θεός σου ευλογήσαι σε. 24 και είπεν ο βασιλεύς προς ‘Ορνά· ουχί, ότι αλλά κτώμενος κτήσομαι παρά σου εν αλλάγματι, και ουκ ανοίσω τω Κυρίω μου Θεω ολοκαύτωμα δωρεάν· και εκτήσατο Δαυίδ τον άλωνα και τους βόας εν αργυρίω σίκλων πεντήκοντα. 25 και ωκοδόμησεν εκεί Δαυίδ θυσιαστήριον Κυρίω. και ανήνεγκεν ολοκαυτώσεις και ειρηνικάς. και προσέθηκε Σαλωμών επί το θυσιαστήριον επ' εσχάτω, ότι μικρόν ην εν πρώτοις. και επήκουσε Κύριος τη γη, και συνεσχέθη η θραύσις επάνωθεν Ισραήλ.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.