Τρίτη, 27 Νοεμβρίου 2012

Γ' Βασιλειών




Γ ΒΑΣΙΛΕΙΩΝ

ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΚΑΙ ο βασιλεύς Δαυίδ πρεσβύτερος προβεβηκώς ημέραις, και περιέβαλλον αυτόν ιματίοις, και ουκ εθερμαίνετο. 2 και είπον οι παίδες αυτού· ζητησάτωσαν τω βασιλεί παρθένον νεάνιδα, και παραστήσεται τω βασιλεί και έσται αυτόν θάλπουσαν και κοιμηθήσεται μετ ‘ αυτού και θερμανθήσεται ο κύριός μου ο βασιλεύς. 3 και εζήτησαν νεάνιδα καλήν εκ παντός ορίου Ισραήλ και εύρον την Αβισάγ την Σωμανίτιν και ήνεγκαν αυτήν προς τον βασιλέα. 4 και η νεάνις καλή έως σφόδρα· και ην θάλπουσα τον βασιλέα και ελειτούργει αυτω, και ο βασιλεύς ουκ έγνω αυτήν.


 5 Και Αδωνίας υιος Αγγίθ επήρετο λέγων· εγώ βασιλεύσω· και εποίησεν εαυτω άρματα και ιππείς και πεντήκοντα άνδρας παρατρέχειν έμπροσθεν αυτού. 6 και ουκ απεκώλυσεν αυτόν ο πατήρ αυτού ουδέποτε λέγων· διατί συ εποίησας; και γε αυτός ωραίος τη όψει σφόδρα, και αυτόν έτεκεν οπίσω Αβεσσαλώμ. 7 και εγένοντο οι λόγοι αυτού μετά Ιωάβ του υιού Σαρουϊας και μετά Αβιάθαρ του ιερέως, και εβοήθουν οπίσω Αδωνίου· 8 και Σαδώκ ο ιερεύς και Βαναίας υιος Ιωδαέ και Νάθαν ο προφήτης και Σεμεϊ και Ρησί και υιοί δυνατοί του Δαυίδ ουκ ήσαν οπίσω Αδωνίου. 9 και εθυσίασεν Αδωνίας πρόβατα και μόσχους και άρνας παρά τον λίθον του Ζωελεθί, ος ην εχόμενα της Ρωγήλ, και εκάλεσε πάντας τους αδελφούς αυτού και πάντας τους αδρούς Ιούδα παίδας του βασιλέως· 10 και Νάθαν τον προφήτην και Βαναίαν και τους δυνατούς, και τον Σαλωμών αδελφόν αυτού ουκ εκάλεσε.

 11 Και είπε Νάθαν προς Βηρσαβεέ μητέρα Σαλωμών λέγων· ουκ ήκουσας ότι εβασίλευσεν Αδωνίας υιος Αγγίθ; και ο κύριος ημών Δαυίδ ουκ έγνω. 12 και νυν δεύρο συμβουλεύσω σοι δη συμβουλίαν, και εξελού την ψυχήν σου και την ψυχήν του υιού σου Σαλωμών. 13 δεύρο είσελθε προς τον βασιλέα Δαυίδ και ερείς προς αυτόν λέγουσα· ουχί συ, κύριέ μου βασιλεύ, ώμοσας τη δούλη σου λέγων ότι ο υιος σου Σαλωμών βασιλεύσει μετ ‘ εμέ και αυτός καθιείται επί του θρόνου μου; και τι ότι εβασίλευσεν Αδωνίας; 14 και ιδού έτι λαλούσης σου εκεί μετά του βασιλέως και εγώ εισελεύσομαι οπίσω σου και πληρώσω τους λόγους σου. 15 και εισήλθε Βηρσαβεέ προς τον βασιλέα εις το ταμιείον, και ο βασιλεύς πρεσβύτης σφόδρα, και Αβισάγ η Σωμανίτις ην λειτουργούσα τω βασιλεί. 16 και έκυψε Βηρσαβεέ και προσεκύνησε τω βασιλεί· και είπεν ο βασιλεύς· τι έστι σοι; 17 η δε είπε· κύριέ μου βασιλεύ, συ ώμοσας εν Κυρίω τω Θεω σου τη δούλη σου λέγων· ότι ο υιος σου Σαλωμών βασιλεύσει μετ ‘ εμέ και αυτός καθήσεται επί του θρόνου μου. 18 και νυν ιδού Αδωνίας εβασίλευσε, και συ, κύριέ μου βασιλεύ, ουκ έγνως· 19 και εθυσίασε μόσχους και άρνας και πρόβατα εις πλήθος και εκάλεσε πάντας τους υιούς του βασιλέως και Αβιάθαρ τον ιερέα και Ιωάβ τον άρχοντα της δυνάμεως, και τον Σαλωμών τον δούλόν σου ουκ εκάλεσε. 20 και συ, κύριέ μου βασιλεύ, οι οφθαλμοί παντός Ισραήλ προς σε. απάγγειλαι αυτοίς τις καθήσεται επί του θρόνου του κυρίου μου του βασιλέως μετ ‘ αυτόν. 21 και έσται ως αν κοιμηθή ο κύριός μου ο βασιλεύς μετά των πατέρων αυτού, και έσομαι εγώ και Σαλωμών ο υιος μου αμαρτωλοί. 22 και ιδού έτι αυτής λαλούσης μετά του βασιλέως και Νάθαν ο προφήτης ήλθε. 23 και ανηγγέλη τω βασιλεί· ιδού Νάθαν ο προφήτης· και εισήλθε κατά πρόσωπον του βασιλέως και προσεκύνησε τω βασιλεί κατά πρόσωπον αυτού επί την γην. 24 και είπε Νάθαν· κύριέ μου βασιλεύ, συ είπας Αδωνίας βασιλεύσει οπίσω μου και αυτός καθήσεται επί του θρόνου μου; 25 ότι κατέβη σήμερον και εθυσίασε μόσχους και άρνας και πρόβατα εις πλήθος και εκάλεσε πάντας τους υιούς του βασιλέως και τους άρχοντας της δυνάμεως και Αβιάθαρ τον ιερέα, και ιδού εισίν εσθίοντες και πίνοντες ενώπιον αυτού και είπαν· ζήτω ο βασιλεύς Αδωνίας. 26 και εμέ αυτόν τον δούλόν σου και Σαδώκ τον ιερέα και Βαναίαν υιόν Ιωδαέ και Σαλωμών τον δούλόν σου ουκ εκάλεσεν. 27 ει δια του κυρίου μου του βασιλέως γέγονε το ρήμα τούτο και ουκ εγνώρισας τω δούλω σου τις καθήσεται επί τον θρόνον του κυρίου μου του βασιλέως μετ ‘ αυτόν; 28 και απεκρίθη ο βασιλεύς Δαυίδ και είπε· καλέσατέ μοι την Βηρσαβεέ· και εισήλθεν ενώπιον του βασιλέως και έστη ενώπιον αυτού. 29 και ώμοσεν ο βασιλεύς και είπε· ζη Κύριος, ος ελυτρώσατο την ψυχήν μου εκ πάσης θλίψεως, 30 ότι καθώς ώμοσά σοι εν Κυρίω Θεω Ισραήλ λέγων ότι Σαλωμών ο υιος σου βασιλεύσει μετ ‘ εμέ και αυτός καθήσεται επί του θρόνου μου αντ ‘ εμού, ότι ούτω ποιήσω τη ημέρα ταύτη. 31 και έκυψε Βηρσαβεέ επί πρόσωπον επί την γην και προσεκύνησε τω βασιλεί και είπε· ζήτω ο κύριός μου ο βασιλεύς Δαυίδ εις τον αιώνα. 32 και είπεν ο βασιλεύς Δαυίδ· καλέσατέ μοι Σαδώκ τον ιερέα και Νάθαν τον προφήτην και Βαναίαν υιόν Ιωδαέ· και εισήλθον ενώπιον του βασιλέως, 33 και είπεν ο βασιλεύς αυτοίς· λάβετε τους δούλους του κυρίου υμών μεθ ‘ υμών και επιβιβάσατε τον υιόν μου Σαλωμών επί την ημίονον την εμήν και καταγάγετε αυτόν εις την Γιών, 34 και χρισάτω αυτόν εκεί Σαδώκ ο ιερεύς και Νάθαν ο προφήτης εις βασιλέα επί Ισραήλ, και σαλπίσατε κερατίνη και ερείτε· ζήτω ο βασιλεύς Σαλωμών. 35 και καθήσεται επί του θρόνου μου και βασιλεύσει αντ ‘ εμού, και εγώ ενετειλάμην του είναι εις ηγούμενον επί Ισραήλ και Ιούδαν. 36 και απεκρίθη Βαναίας υιος Ιωδαέ τω βασιλεί και είπε· γένοιτο ούτως· πιστώσαι Κύριος ο Θεός του κυρίου μου του βασιλέως. 37 καθώς ην Κύριος μετά του κυρίου μου του βασιλέως, ούτως είη μετά Σαλωμών και μεγαλύναι τον θρόνον αυτού υπέρ τον θρόνον του κυρίου μου του βασιλέως Δαυίδ. 38 και κατέβη Σαδώκ ο ιερεύς και Νάθαν ο προφήτης και Βαναίας υιος Ιωδαέ και ο Χερεθί και ο Φελεθί και επεκάθισαν τον Σαλωμών επί την ημίονον του βασιλέως Δαυίδ και απήγαγον αυτόν εις την Γιών. 39 και έλαβε Σαδώκ ο ιερεύς το κέρας του ελαίου εκ της σκηνής και έχρισε τον Σαλωμών και εσάλπισε τη κερατίνη, και είπε πας ο λαός· ζήτω ο βασιλεύς Σαλωμών. 40 και ανέβη πας ο λαός οπίσω αυτού και εχόρευον εν χοροίς και ευφραινόμενοι ευφροσύνην μεγάλην, και ερράγη η γη εν τη φωνή αυτών.

 41 Και ήκουσεν Αδωνίας και πάντες οι κλητοί αυτού, και αυτοί συνετέλεσαν φαγείν· και ήκουσεν Ιωάβ την φωνήν της κερατίνης και είπε· τις η φωνή της πόλεως ηχούσης; 42 έτι αυτού λαλούντος και ιδού Ιωνάθαν υιος Αβιάθαρ του ιερέως εισήλθε, και είπεν Αδωνίας· είσελθε, ότι ανήρ δυνάμεως ει συ, και αγαθά ευαγγέλισαι. 43 και απεκρίθη Ιωνάθαν και είπε· και μάλα ο κύριος ημών ο βασιλεύς Δαυίδ εβασίλευσε τον Σαλωμών· 44 και απέστειλε μετ ‘ αυτού ο βασιλεύς τον Σαδώκ τον ιερέα και Νάθαν τον προφήτην και Βαναίαν τον υιόν Ιωδαέ και τον Χερεθί και τον Φελεθί και επεκάθισαν αυτόν επί την ημίονον του βασιλέως· 45 και έχρισαν αυτόν Σαδώκ ο ιερεύς και Νάθαν ο προφήτης εν τη Γιών, και ανέβησαν εκείθεν ευφραινόμενοι και ήχησεν η πόλις· αύτη η φωνή ην ηκούσατε. 46 και εκάθισε Σαλωμών επί θρόνον βασιλείας, 47 και εισήλθον οι δούλοι του βασιλέως ευλογήσαι τον κύριον ημών τον βασιλέα Δαυίδ λέγοντες· αγαθύναι ο Θεός το όνομα Σαλωμών υπέρ το όνομά σου και μεγαλύναι τον θρόνον αυτού υπέρ τον θρόνον σου· και προσεκύνησεν ο βασιλεύς επί την κοίτην, 48 και γε ούτως είπεν ο βασιλεύς· ευλογητός Κύριος ο Θεός Ισραήλ, ος έδωκε σήμερον εκ του σπέρματός μου καθήμενον επί του θρόνου μου, και οι οφθαλμοί μου βλέπουσι.

 49 Και εξέστησαν πάντες οι κλητοί του Αδωνίου και ήλθον ανήρ εις την οδόν αυτού. 50 και Αδωνίας εφοβήθη από προσώπου Σαλωμών και ανέστη και απήλθε και επελάβετο των κεράτων του θυσιαστηρίου. 51 και ανηγγέλη τω Σαλωμών λέγοντες· ιδού Αδωνίας εφοβήθη τον βασιλέα Σαλωμών και κατέχει των κεράτων του θυσιαστηρίου λέγων· ομοσάτω μοι σήμερον Σαλωμών, ει ου θανατώσει τον δούλον αυτού εν ρομφαία. 52 και είπε Σαλωμών· εάν γένηται εις υιόν δυνάμεων, ει πεσείται των τριχών αυτού επί την γην· και εάν κακία ευρεθή εν αυτω, θανατωθήσεται. 53 και απέστειλεν ο βασιλεύς Σαλωμών και κατήνεγκαν αυτόν απάνωθεν του θυσιαστηρίου· και εισήλθε και προσεκύνησε τω βασιλεί Σαλωμών, και είπεν αυτω Σαλωμών· δεύρο εις τον οίκόν σου.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ ήγγισαν αι ημέραι Δαυίδ αποθανείν αυτόν, και απεκρίνατο Σαλωμών υιω αυτού λέγων· 2 εγώ ειμι πορεύομαι εν οδω πάσης της γης· και ισχύσεις και έση εις άνδρα. 3 και φυλάξεις φυλακήν Κυρίου Θεού σου του πορεύεσθαι εν ταις οδοίς αυτού, φυλάσσειν τας εντολάς αυτού και τα δικαιώματα και τα κρίματα τα γεγραμμένα εν τώ νόμω Μωυσέως· ίνα συνήσης α ποιήσεις κατά πάντα, όσα αν εντείλωμαί σοι, 4 ίνα στήση Κύριος τον λόγον αυτού, ον ελάλησε λέγων· εάν φυλάξωσιν οι υιοί σου την οδόν αυτών πορεύεσθαι ενώπιόν μου εν αληθεία εν όλη καρδία αυτών λέγων· ουκ εξολοθρευθήσεταί σοι ανήρ επάνωθεν θρόνου Ισραήλ. 5 και γε συ έγνως όσα εποίησέ μοι Ιωάβ υιος Σαρουϊας, όσα εποίησε τοις δυσίν άρχουσι των δυνάμεων Ισραήλ, τω Αβεννήρ υιω Νήρ και τω Αμεσσαϊ υιω Ιεθέρ, και απέκτεινεν αυτούς και έταξε τα αίματα πολέμου εν ειρήνη και έδωκεν αίμα αθωον εν τη ζώνη αυτού τη εν τη οσφύϊ αυτού και εν τω υποδήματι αυτού τω εν τώ ποδί αυτού· 6 και ποιήσεις κατά την σοφίαν σου και ου κατάξεις την πολιάν αυτού εν ειρήνη εις άδου· 7 και τοις υιοίς Βερζελλί του Γαλααδίτου ποιήσεις έλεος, και έσονται εν τοις εσθίουσι την τράπεζάν σου, ότι ούτως ήγγισάν μοι εν τω με αποδιδράσκειν από προσώπου Αβεσσαλώμ του αδελφού σου. 8 και ιδού μετά σου Σεμεϊ υιος Γηρά υιος του Ιεμενί εκ Βαουρίμ, και αυτός κατηράσατό με κατάραν οδυνηράν τη ημέρα, ή επορευόμην εις Παρεμβολάς, και αυτός κατέβη εις απαντήν μου εις τον Ιορδάνην, και ώμοσα αυτω εν Κυρίω λέγων· ει θανατώσω σε εν ρομφαία· 9 και ου μη αθωώσης αυτόν, ότι ανήρ σοφός ει συ και γνώση α ποιήσεις αυτω, και κατάξεις την πολιάν αυτού εν αίματι εις άδου. 10 και εκοιμήθη Δαυίδ μετά των πατέρων αυτού και ετάφη εν πόλει Δαυίδ. 11 και αι ημέραι, ας εβασίλευσε Δαυίδ επί τον Ισραήλ τεσσαράκοντα έτη· εν Χεβρών εβασίλευσεν επτά έτη και εν Ιερουσαλήμ τριακοντατρία έτη.

 12 Και Σαλωμών εκάθισεν επί θρόνου Δαυίδ του πατρός αυτού υιος ετών δώδεκα και ητοιμάσθη η βασιλεία αυτού σφόδρα. 13 και εισήλθεν Αδωνίας υιος Αγγίθ προς Βηρσαβεέ μητέρα Σαλωμών και προσεκύνησεν αυτη. η δε είπεν· ειρήνη η είσοδός σου; και είπεν· ειρήνη· 14 λόγος μοι προς σε· και είπεν αυτω· λάλησον. 15 και είπεν αυτη· συ οίδας, ότι εμοί ην βασιλεία και επ ‘ εμέ έθετο πας Ισραήλ το πρόσωπον αυτού εις βασιλέα, και εστράφη η βασιλεία και εγένετο τω αδελφω μου, ότι παρά Κυρίου εγενήθη αυτω· 16 και νυν αίτησιν μίαν εγώ αιτούμαι παρά σου, μη αποστρέψης το πρόσωπόν σου. και είπεν αυτω Βηρσαβεέ· λάλει. 17 και είπεν αυτη· ειπόν δη προς Σαλωμών τον βασιλέα, ότι ουκ αποστρέψει το πρόσωπον αυτού από σου, και δώσει μοι την Αβισάγ την Σωμανίτιν εις γυναίκα. 18 και είπε Βηρσαβεέ· καλώς· εγώ λαλήσω περί σου τω βασιλεί. 19 και εισήλθε Βηρσαβεέ προς τον βασιλέα Σαλωμών λαλήσαι αυτω περί Αδωνίου. και εξανέστη ο βασιλεύς εις απαντήν αυτη και κατεφίλησεν αυτήν και εκάθισεν επί του θρόνου, και ετέθη θρόνος τη μητρί του βασιλέως και εκάθισεν εκ δεξιών αυτού. 20 και είπεν αυτω· αίτησιν μίαν μικράν εγώ αιτούμαι παρά σου, μη αποστρέψης το πρόσωπόν σου. και είπεν αυτη ο βασιλεύς· αίτησαι, μήτερ εμή, και ουκ αποστρέψω σε. 21 και είπε· δοθήτω δη Αβισάγ η Σωμανίτις τω Αδωνία τω αδελφω σου εις γυναίκα. 22 και απεκρίθη ο βασιλεύς Σαλωμών και είπε τη μητρί αυτού· και ινατί συ ήτησαι την Αβισάγ τω Αδωνία; και αίτησαι αυτω την βασιλείαν, ότι ούτος αδελφός μου ο μέγας υπέρ εμέ, και αυτω Αβιάθαρ ο ιερεύς και αυτω Ιωάβ υιος Σαρουϊας αρχιστράτηγος εταίρος. 23 και ώμοσεν ο βασιλεύς Σαλωμών κατά του Κυρίου λέγων· τάδε ποιήσαι μοι ο Θεός και τάδε προσθείη, ότι κατά της ψυχής αυτού ελάλησεν Αδωνίας τον λόγον τούτον· 24 και νυν ζη Κύριος, ος ητοίμασέ με και έθετό με επί τον θρόνον Δαυίδ του πατρός μου, και αυτός εποίησέ μοι οίκον, καθώς ελάλησε Κύριος, ότι σήμερον θανατωθήσεται Αδωνίας. 25 και εξαπέστειλεν ο βασιλεύς Σαλωμών εν χειρί Βαναίου υιού Ιωδαέ και ανείλεν αυτόν, και απέθανεν Αδωνίας εν τη ημέρα εκείνη.

 26 Και τω Αβιάθαρ τω ιερεί είπεν ο βασιλεύς· απότρεχε συ εις Αναθώθ εις αγρόν σου, ότι ανήρ θανάτου ει συ εν τη ημέρα ταύτη, και ου θανατώσω σε, ότι ήρας την κιβωτόν της διαθήκης Κυρίου ενώπιον του πατρός μου, και ότι εκακουχήθης εν πάσιν, οίς εκακουχήθη ο πατήρ μου. 27 και εξέβαλε Σαλωμών τον Αβιάθαρ του μη είναι ιερέα του Κυρίου, πληρωθήναι το ρήμα Κυρίου, ό ελάλησεν επί τον οίκον Ηλί εν Σηλώμ. 28 και η ακοή ήλθεν έως Ιωάβ υιού Σαρουϊας (ότι Ιωάβ ην κεκλικώς οπίσω Αδωνίου, και οπίσω Σαλωμών ουκ έκλινε), και έφυγεν Ιωάβ εις το σκήνωμα του Κυρίου και κατέσχε των κεράτων του θυσιαστηρίου. 29 και απηγγέλη τω Σαλωμών λέγοντες ότι πέφυγεν Ιωάβ εις την σκηνήν του Κυρίου και ιδού κατέχει των κεράτων του θυσιαστηρίου. και απέστειλε Σαλωμών ο βασιλεύς προς Ιωάβ λέγων· τι γέγονέ σοι, ότι πέφυγας εις το θυσιαστήριον; και είπεν Ιωάβ· ότι εφοβήθην από προσώπου σου, και έφυγον προς Κύριον. και απέστειλε Σαλωμών τον Βαναίου υιόν Ιωδαέ λέγων· πορεύου και άνελε αυτόν και θάψον αυτόν. 30 και ήλθε Βαναίας υιος Ιωδαέ προς Ιωάβ εις την σκηνήν του Κυρίου και είπεν αυτω· τάδε λέγει ο βασιλεύς· έξελθε. και είπεν Ιωάβ· ουκ εκπορεύομαι, ότι ώδε αποθανούμαι. και επέστρεψε Βαναίας υιος Ιωδαέ και είπε τω βασιλεί λέγων· τάδε λελάληκεν Ιωάβ και τάδε αποκέκριταί μοι. 31 και είπεν αυτω ο βασιλεύς· πορεύου και ποίησον αυτω καθώς είρηκε, και άνελε αυτόν και θάψεις αυτόν και εξαρείς σήμερον το αίμα, ό δωρεάν εξέχεεν απ ‘ εμού και από του οίκου του πατρός μου· 32 και επέστεψε Κύριος το αίμα της αδικίας αυτού εις κεφαλήν αυτού, ως απήντησε τοις δυσίν ανθρώποις τοις δικαίοις και αγαθοίς υπέρ αυτόν και απέκτεινεν αυτούς εν ρομφαία, και ο πατήρ μου Δαυίδ ουκ έγνω το αίμα αυτών, τον Αβεννήρ υιόν Νήρ αρχιστράτηγον Ισραήλ και τον Αμεσσά υιόν Ιεθέρ αρχιστράτηγον Ιούδα· 33 και επεστράφη τα αίματα αυτών εις κεφαλήν αυτού και εις κεφαλήν του σπέρματος αυτού εις τον αιώνα, και τω Δαυίδ και τω σπέρματι αυτού και τω οίκω αυτού και τω θρόνω αυτού γένοιτο ειρήνη έως αιώνος παρά Κυρίου. 34 και ανέβη Βαναίας υιος Ιωδαέ και απήντησε αυτω και εθανάτωσεν αυτόν και έθαψεν αυτόν εν τω οίκω αυτού εν τη ερήμω. 35 και έδωκεν ο βασιλεύς τον Βαναίου υιόν Ιωδαέ αντ ‘ αυτού επί την στρατηγίαν· και η βασιλεία κατωρθούτο εν Ιερουσαλήμ· και Σαδώκ τον ιερέα έδωκεν αυτόν ο βασιλεύς εις ιερέα πρώτον αντί Αβιάθαρ.

 35·1 Και έδωκε Κύριος φρόνησιν τω Σαλωμών και σοφίαν πολλήν σφόδρα και πλάτος καρδίας, ως η άμμος η παρά την θάλασσαν. 35·2 και επληθύνθη η φρόνησις Σαλωμών σφόδρα υπέρ την φρόνησιν πάντων υιών αρχαίων και υπέρ πάντας φρονίμους Αιγύπτου. 35·3 και έλαβε την θυγατέρα Φαραώ και εισήγαγεν αυτήν εις πόλιν Δαυίδ έως συντελέσαι αυτόν οικοδομήσαι τον οίκον αυτού. και τον οίκον Κυρίου εν πρώτοις και το τείχος Ιερουσαλήμ κυκλόθεν· εν επτά έτεσιν εποίησε και συνετέλεσε. 35·4 και ην τω Σαλωμών εβδομήκοντα χιλιάδας αίροντες άρσιν και ογδοήκοντα χιλιάδας λατόμων εν τω όρει. 35·5 και εποίησε Σαλωμών την θάλασσαν και τα υποστηρίγματα και τους λουτήρας τους μεγάλους και τους στύλους και την κρήνην της αυλής και την θάλασσαν την χαλκήν. 35·6 και ωκοδόμησε την άκραν και τας επάλξεις αυτής και διέκοψε την πόλιν Δαυίδ· ούτως θυγάτηρ Φαραώ ανέβαινεν εκ της πόλεως Δαυίδ εις τον οίκον αυτής, ον ωκοδόμησεν αυτη· τότε ωκοδόμησε την άκραν. 35·7 και Σαλωμών ανέφερε τρεις εν τω ενιαυτω ολοκαυτώσεις και ειρηνικάς επί το θυσιαστήριον, ό ωκοδόμησε τω Κυρίω, και εθυμία ενώπιον Κυρίου, και συνετέλεσε τον οίκον. 35·8 και ούτοι οι άρχοντες οι καθεσταμένοι επί τα έργα του Σαλωμών· τρεις χιλιάδες και εξακόσιοι επιστάται του λαού των ποιούντων τα έργα. 35·9 και ωκοδόμησε την Ασσούρ και την Μαγδώ και την Γαζέρ και την Βαιθωρών την επάνω και τα Βααλάθ· 35·10 πλήν μετά το οικοδομήσαι αυτόν τον οίκον του Κυρίου και το τείχος Ιερουσαλήμ κύκλω, μετά ταύτα ωκοδόμησε τας πόλεις ταύτας. 35·11 και εν τω έτι Δαυίδ ζήν ενετείλατο τω Σαλωμών λέγων· ιδού μετά σου Σεμεϊ υιος Γηρά υιος του σπέρματος του Ιεμενί εκ Χεβρών· 35·12 ούτος κατηράσατό με κατάραν οδυνηράν εν ή ημέρα επορευόμην εις Παρεμβολάς, 35·13 και αυτός κατέβαινεν εις απαντήν μοι επί τον Ιορδάνην και ώμοσα αυτω κατά του Κυρίου λέγων· ει θανατωθήσεται εν ρομφαία· 35·14 και νυν μη αθωώσης αυτόν, ότι ανήρ φρόνιμος συ και γνώση α ποιήσεις αυτω, και κατάξεις την πολιάν αυτού εν αίματι εις άδου.

 36 Και εκάλεσεν ο βασιλεύς τον Σεμεϊ και είπεν αυτω· οικοδόμησον σεαυτω οίκον εν Ιερουσαλήμ και κάθου εκεί και ουκ εξελεύση εκείθεν ουδαμού· 37 και έσται εν τη ημέρα της εξόδου σου και διαβήση τον χειμάρρουν Κέδρων, γινώσκων γνώση ότι θανάτω αποθανή, το αίμά σου έσται επί την κεφαλήν σου. και ωρκισεν αυτόν ο βασιλεύς εν τη ημέρα εκείνη. 38 και είπε Σεμεϊ προς τον βασιλέα· αγαθόν το ρήμα, ό ελάλησας, κύριέ μου βασιλεύ· ούτω ποιήσει ο δούλός σου. και εκάθισε Σεμεϊ εν Ιερουσαλήμ τρία έτη. 39 και εγενήθη μετά τα τρία έτη και απέδρασαν δύο δούλοι του Σεμεϊ προς Αγχούς υιόν Μααχά βασιλέα Γεθ, και απηγγέλη τω Σεμεϊ λέγοντες· ιδού οι δούλοί σου εν Γεθ. 40 και ανέστη Σεμεϊ και επέσαξε την όνον αυτού και επορεύθη εις Γεθ προς Αγχούς του εκζητήσαι του δούλους αυτού, και επορεύθη Σεμεϊ και ήγαγε τους δούλους αυτού εκ Γεθ. 41 και απηγγέλη τω Σαλωμών λέγοντες ότι επορεύθη Σεμεϊ εξ Ιερουσαλήμ εις Γεθ, και απέστρεψε τους δούλους αυτού, 42 και απέστειλεν ο βασιλεύς και εκάλεσε τον Σεμεϊ και είπε προς αυτόν· ουχί ωρκισά σε κατά του Κυρίου και επεμαρτυράμην σοι λέγων· εν ή αν ημέρα εξέλθης εξ Ιερουσαλήμ και πορευθής εις δεξιά ή αριστερά, γινώσκων γνώση ότι θανάτω αποθανή; 43 και τι ότι ουκ εφύλαξας τον όρκον Κυρίου και την εντολήν, ην ενετειλάμην κατά σου; 44 και είπεν ο βασιλεύς προς Σεμεϊ· συ οίδας πάσαν την κακίαν σου, ην οίδεν η καρδία σου, α εποίησας Δαυίδ τω πατρί μου, και ανταπέδωκε Κύριος την κακίαν σου εις κεφαλήν σου· 45 και ο βασιλεύς Σαλωμών ευλογημένος, και ο θρόνος Δαυίδ έσται έτοιμος ενώπιον Κυρίου εις τον αιώνα. 46 και ενετείλατο ο βασιλεύς Σαλωμών τω Βαναία υιω Ιωδαέ, και εξήλθε και ανείλεν αυτόν και απέθανε.

 46·1 Και ην ο βασιλεύς Σαλωμών φρόνιμος σφόδρα, και σοφός, και Ιούδα και Ισραήλ πολλοί σφόδρα, ως η άμμος η επί της θαλάσσης εις πλήθος, εσθίοντες και πίνοντες και χαίροντες. 46·2 και Σαλωμών ην άρχων εν πάσαις ταις βασιλείαις, και ήσαν προσφέροντες δώρα και εδούλευον τω Σαλωμών πάσας τας ημέρας της ζωής αυτού. 46·3 και Σαλωμών ήρξατο ανοίγειν τα δυναστεύματα του Λιβάνου, 46·4 και αυτός ωκοδόμησε την Θερμαί εν τη ερήμω. 46·5 και τούτο το άριστον τω Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως και εξήκοντα κόροι αλεύρου κεκοπανισμένου, δέκα μόσχοι εκλεκτοί και είκοσι βόες νομάδες και εκατόν πρόβατα, εκτός ελάφων και δορκάδων και ορνίθων εκλεκτών νομάδων· 46·6 ότι ην άρχων εν παντί πέραν του ποταμού από Ραφί έως Γάζης, εν πάσι τοις βασιλεύσι πέραν του ποταμού· 46·7 και ην αυτω ειρήνη εκ πάντων των μερών αυτού κυκλόθεν, και κατώκει Ιούδα και Ισραήλ πεποιθότες έκαστος υπό την άμπελον αυτού και υπό την συκήν αυτού, εσθίοντες και πίνοντες και εορτάζοντες από Δάν και έως Βηρσαβεέ πάσας τας ημέρας Σαλωμών. 46·8 και ούτοι οι άρχοντες του Σαλωμών· Αζαρίου υιος Σαδώκ του ιερέως και ‘Ορνίου υιος Νάθαν άρχων των εφεστηκότων και Εδράμ επί τον οίκον αυτού και Σουβά γραμματεύς και Βασά υιος Αχιθαλάμ αναμιμνήσκων και Αβί υιος Ιωάβ αρχιστράτηγος και Αχιρέ υιος Εδραϊ επί τας άρσεις και Βαναίας υιος Ιωδαέ επί της αυλαρχίας και επί του πλινθίου και Ζαχούρ υιος Νάθαν ο σύμβουλος. 46·9 και ήσαν τω Σαλωμών τεσσαράκοντα χιλιάδες τοκάδες ίπποι εις άρματα και δώδεκα χιλιάδες ίππων. 46·10 και ην άρχων εν πάσι τοις βασιλεύσιν από του ποταμού και έως γης αλλοφύλων και έως ορίων Αιγύπτου. 46·11 και Σαλωμών υιος Δαυίδ εβασίλευσεν επί Ισραήλ και Ιούδα εν Ιερουσαλήμ.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Γ

[1 Της δε βασιλείας εδρασθείσης εν χειρί Σαλωμών επιγαμίαν εποιήσατο Σαλωμών προς Φαραώ βασιλέα Αιγύπτου και έλαβε την θυγατέρα Φαραώ και εισήγαγεν αυτήν εις την πόλιν Δαυίδ, έως ου συνετέλεσεν οικοδομών τον οίκον εαυτού και τον οίκον Κυρίου και το τείχος Ιερουσαλήμ κύκλω.]

2 ΠΛΗΝ ο λαός ήσαν θυμιώντες επί τοις υψηλοίς, ότι ουκ ωκοδομήθη οίκος τω Κυρίω έως του νυν. 3 και ηγάπησε Σαλωμών τον Κύριον πορεύεσθαι εν τοις προστάγμασι Δαυίδ του πατρός αυτού, πλήν εν τοις υψηλοίς έθυε και εθυμία. 4 και ανέστη και επορεύθη εις Γαβαών θύσαι εκεί, ότι αύτη υψηλοτάτη και μεγάλη· χιλίαν ολοκαύτωσιν ανήνεγκε Σαλωμών επί το θυσιαστήριον εν Γαβαών. 5 και ώφθη Κύριος τω Σαλωμών εν ύπνω την νύκτα, και είπε Κύριος προς Σαλωμών· αίτησαί τι αίτημα σεαυτω. 6 και είπεν Σαλωμών· συ εποίησας μετά του δούλου σου Δαυίδ του πατρός μου έλεος μέγα, καθώς διήλθεν ενώπιόν σου εν αληθεία και εν δικαιοσύνη και εν ευθύτητι καρδίας μετά σου, και εφύλαξας αυτω το έλεος το μέγα τούτο δούναι τον υιόν αυτού επί του θρόνου

 αυτού, ως η ημέρα αύτη· 7 και νυν, Κύριε ο Θεός μου, συ έδωκας τον δούλόν σου αντί Δαυίδ του πατρός μου, και εγώ ειμι παιδάριον μικρόν και ουκ οίδα την έξοδόν μου και την είσοδόν μου, 8 ο δε δούλός σου εν μέσω του λαού σου, ον εξελέξω λαόν πολύν, ος ουκ αριθμηθήσεται. 9 και δώσεις τω δούλω σου καρδίαν ακούειν και διακρίνειν τον λαόν σου εν δικαιοσύνη και του συνιείν ανά μέσον αγαθού και κακού· ότι τις δυνηθήσεται κρίνειν τον λαόν σου τον βαρύν τούτον; 10 και ήρεσεν ενώπιον Κυρίου, ότι ητήσατο Σαλωμών το ρήμα τούτο, 11 και είπε Κύριος προς αυτόν· ανθ ‘ ων ητήσω παρ ‘ εμού το ρήμα τούτο και ουκ ητήσω σεαυτω ημέρας πολλάς και ουκ ητήσω πλούτον, ουδέ ητήσω ψυχάς εχθρών σου, αλλ ‘ ητήσω σεαυτω του συνιείν του εισακούειν κρίμα, 12 ιδού πεποίηκα κατά το ρήμά σου· ιδού δέδωκά σοι καρδίαν φρονίμην και σοφήν, ως συ ου γέγονεν έμπροσθέν σου και μετά σε ουκ αναστήσεται όμοιός σοι. 13 και α ουκ ητήσω, δέδωκά σοι, και πλούτον και δόξαν, ως ου γέγονεν ανήρ όμοιός σοι εν βασιλεύσι· 14 και εάν πορευθής εν τη οδω μου φυλάσσειν τας εντολάς μου και τα προστάγματά μου, ως επορεύθη Δαυίδ ο πατήρ σου, και πληθυνώ τας ημέρας σου. 15 και εξυπνίσθη Σαλωμών, και ιδού ενύπνιον· και ανέστη και παραγίνεται εις Ιερουσαλήμ και έστη κατά πρόσωπον του θυσιαστηρίου του κατά πρόσωπον κιβωτού διαθήκης Κυρίου εν Σιών και ανήγαγεν ολοκαυτώσεις και εποίησεν ειρηνικάς και εποίησε πότον μέγα εαυτω και πάσι τοις παισίν αυτού.

 16 Τότε ώφθησαν δύο γυναίκες πόρναι τω βασιλεί και έστησαν ενώπιον αυτού. 17 και είπεν η γυνή μία· εν εμοί, κύριε· εγώ και η γυνή αύτη ωκούμεν εν οίκω ενί και ετέκομεν εν τω οίκω. 18 και εγενήθη εν τη ημέρα τη τρίτη τεκούσης μου, έτεκε και η γυνή αύτη· και ημείς κατά το αυτό, και ουκ έστιν ουθείς μεθ ‘ ημών πάρεξ αμφοτέρων ημών εν τω οίκω. 19 και απέθανεν ο υιος της γυναικός ταύτης την νύκτα, ως επεκοιμήθη επ ‘ αυτόν· 20 και ανέστη μέσης της νυκτός και έλαβε τον υιόν μου εκ των αγκαλών μου και εκοίμισεν αυτόν εν τω κόλπω αυτής και τον υιόν αυτής τον τεθνηκότα εκοίμισεν εν τω κόλπω μου. 21 και ανέστην το πρωϊ θηλάσαι τον υιόν μου, και εκείνος ην τεθνηκώς· και ιδού κατενόησα αυτόν πρωϊ, και ιδού ουκ ην ο υιος μου, ον έτεκον. 22 και είπεν η γυνή η ετέρα· ουχί, αλλά ο υιος μου ο ζων, ο δε υιος σου ο τεθνηκώς. και ελάλησαν ενώπιον του βασιλέως. 23 και είπεν ο βασιλεύς αυταίς· συ λέγεις· ούτος ο υιος μου ο ζων, και ο υιος ταύτης ο τεθνηκώς. και συ λέγεις· ουχί, αλλά ο υιος μου ο ζων, και ο υιος σου ο τεθνηκώς. 24 και είπεν ο βασιλεύς· λάβετέ μοι μάχαιραν· και προσήνεγκαν την μάχαιραν ενώπιον του βασιλέως. 25 και είπεν ο βασιλεύς· διέλετε το παιδίον το ζων το θηλάζον εις δύο και δότε το ήμισυ αυτού ταύτη και το ήμισυ αυτού ταύτη. 26 και απεκρίθη η γυνή, ης ην ο υιος ο ζων, και είπε προς τον βασιλέα, ότι εταράχθη η μήτρα αυτής επί τω υιω αυτής, και είπεν· εν εμοί, κύριε, δότε αυτη το παιδίον και θανάτω μη θανατώσητε αυτό· και αύτη είπε· μήτε εμοί μήτε αυτη έστω, διέλετε. 27 και απεκρίθη ο βασιλεύς και είπε· δότε το παιδίον τη ειπούση· δότε αυτη αυτό και θανάτω μη θανατώσητε αυτό· αύτη η μήτηρ αυτού. 28 και ήκουσαν πας Ισραήλ το κρίμα τούτο, ό έκρινεν ο βασιλεύς, και εφοβήθησαν από προσώπου του βασιλέως, ότι είδον ότι φρόνησις Θεού εν αυτω του ποιείν δικαίωμα.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ ην ο βασιλεύς Σαλωμών βασιλεύων επί Ισραήλ. 2 και ούτοι άρχοντες οί ήσαν αυτω. Αζαρίας υιος Σαδώκ 3 και Ελιαρέφ και Αχιά υιος Σαβά γραμματείς. και Ιωσαφάτ υιος Αχιλίδ αναμιμνήσκων 4 και Βαναίας υιος Ιωδαέ επί της δυνάμεως και Σαδώκ και Αβιάθαρ ιερείς 5 και ‘Ορνία υιος Νάθαν επί των καθεσταμένων και Ζαβούθ υιος Νάθαν εταίρος του βασιλέως 6 και Αχιήλ ην οικονόμος και Ελιάβ υιος Σάφ επί της πατριάς και Αδωνιράμ υιος Εφρά επί των φόρων. 7 και τω Σαλωμών δώδεκα καθεσταμένοι επί πάντα Ισραήλ χορηγείν τω βασιλεί και τω οίκω αυτού· μήνα εν τω ενιαυτω εγίνετο επί τον ένα χορηγείν. 8 και ταύτα τα ονόματα αυτών· Βενώρ εν όρει Εφραίμ, εις· 9 υιος Δακάρ εν Μαχεμάς και εν Σαλαβίν και Βαιθσαμύς και Αιλών έως Βηθανάν, εις· 10 υιος Εσδί εν Αραβώθ, αυτού Σωχώ και πάσα η γη ‘Οφέρ· 11 Χαναδάβ και Αναφαθέ, ανήρ Ταβλήθ, θυγάτηρ Σαλωμών ην αυτω εις γυναίκα, εις· 12 Βαανά υιος Αχιλίδ Θαανάχ και Μαγεδδώ και πας ο οίκος Σάν ο παρά Σεσαθάν υποκάτω του Εσραέ και εκ Βηθσάν έως Σαβελμαουλά, έως Μαεβέρ Λουκάμ, εις· 13 υιος Γαβέρ εν Ρεμάθ Γαλαάδ, τούτω σχοίνισμα Ερεγαβά, ή εν τη Βασάν, εξήκοντα πόλεις μεγάλαι τειχήρεις και μοχλοί χαλκοί, εις· 14 Αχιναδάβ υιος Σαδδώ Μααναϊμ, εις· 15 Αχιμαάς εν Νεφθαλίμ, και ούτος έλαβε την Βασεμμάθ θυγατέρα Σαλωμών εις γυναίκα, εις· 16 Βαανά υιος Χουσί εν Ασήρ και εν Βααλώθ, εις· 17 Σαμαά υιος ‘Ηλά εν τω Βενιαμίν· 18 Γαβέρ υιος Αδαϊ εν τη γη Γάδ, και Σηών βασιλέως του Εσεβών και Ωγ βασιλέως του Βασάν· και νασίφ εις εν γη Ιούδα· 19 Ιωσαφάτ υιος Φουασούδ εν Ισσάχαρ.

 [20 Και Ιούδα και Ισραήλ πολλοί ως η άμμος η επί της θαλάσσης εις πλήθος έσθοντες και πίνοντες και ευφραινόμενοι.]

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ε

[1 Και Σαλωμών ην εξουσιάζων εν πάσι τοις βασιλείοις από του ποταμού γης αλλοφύλων και έως ορίου Αιγύπτου προσεγγίζοντες δώρα και δουλεύοντες τω Σαλωμών πάσας ημέρας ζωής αυτού.]

ΚΑΙ εχορήγουν οι καθεσταμένοι ούτως τω βασιλεί Σαλωμών και πάντα τα διαγγέλματα επί την τράπεζαν του βασιλέως, έκαστος μήνα αυτού, ου παραλλάσσουσι λόγον· 2 και τας κριθάς και το άχυρον τοις ίπποις και τοις άρμασιν ήρον εις τον τόπον, ου αν ή ο βασιλεύς, έκαστος κατά την σύνταξιν αυτού. και ταύτα τα δέοντα τω Σαλωμών εν ημέρα μια· τριάκοντα κόροι σεμιδάλεως και εξήκοντα κόροι αλεύρου κεκοπανισμένου. 3 και δέκα μόσχοι εκλεκτοί και είκοσι βόες νομάδες και εκατόν πρόβατα εκτός ελάφων και δορκάδων εκλεκτών, σιτευτά· 4 ότι ην άρχων πέραν ποταμού, και ην αυτω ειρήνη εκ πάντων των μερών κυκλόθεν.

 5 Και έδωκε Κύριος φρόνησιν τω Σαλωμών και σοφίαν πολλήν σφόδρα και χύμα καρδίας ως η άμμος η παρά την θάλασσαν. 10 και επληθύνθη Σαλωμών σφόδρα υπέρ την φρόνησιν πάντων αρχαίων ανθρώπων και υπέρ πάντας φρονίμους Αιγύπτου 11 και εσοφίσατο υπέρ πάντας τους ανθρώπους και εσοφίσατο υπέρ Γαιθάν τον Ζαρείτην και τον Αινάν και τον Χαλκάλ και Δαρδά υιούς Μάλ. 12 και ελάλησε Σαλωμών τρισχιλίας παραβολάς, και ήσαν ωδαί αυτού πεντακισχίλιαι. 13 και ελάλησεν υπέρ των ξύλων από της κέδρου της εν τω Λιβάνω και έως της υσσώπου της εκπορευομένης δια του τοίχου και ελάλησε περί των κτηνών και περί των πετεινών και περί των ερπετών και περί των ιχθύων. 14 και παρεγίνοντο πάντες οι λαοί ακούσαι της σοφίας Σαλωμών και ελάμβανε δώρα παρά πάντων των βασιλέων της γης, όσοι ήκουον της σοφίας αυτού.

 14α Και έλαβε Σαλωμών την θυγατέρα Φαραώ αυτω εις γυναίκα και εισήγαγεν αυτήν εις την πόλιν Δαυίδ έως συντελέσαι αυτόν τον οίκον Κυρίου και τον οίκον εαυτού και το τείχος Ιερουσαλήμ. 14β τότε ανέβη Φαραώ βασιλεύς Αιγύπτου και προκατελάβετο την Γαζέρ και ενεπύρισεν αυτήν και τον Χανανίτην τον κατοικούντα εν Μεργάβ, και έδωκεν αυτάς Φαραώ αποστολάς θυγατρί αυτού γυναικί Σαλωμών, και Σαλωμών ωκοδόμησε την Γαζέρ.

 15 Και απέστειλε Χιράμ βασιλεύς Τύρου τους παίδας αυτού χρίσαι τον Σαλωμών αντί Δαυίδ του πατρός αυτού, ότι αγαπών ην Χιράμ τον Δαυίδ πάσας τας ημέρας. 16 και απέστειλε Σαλωμών προς Χιράμ λέγων· 17 συ οίδας τον πατέρα μου Δαυίδ ότι ουκ ηδύνατο οικοδομήσαι οίκον τω ονόματι Κυρίου Θεού μου από προσώπου των πολέμων των κυκλωσάντων αυτόν έως του δούναι Κύριον αυτούς υπό τα ίχνη των ποδών αυτού. 18 και νυν ανέπαυσε Κύριος ο Θεός μου εμοί κυκλόθεν· ουκ έστιν επίβουλος και ουκ έστιν αμάρτημα πονηρόν. 19 και ιδού εγώ λέγω οικοδομήσαι οίκον τω ονόματι Κυρίου Θεού μου, καθώς ελάλησε Κύριος ο Θεός προς Δαυίδ τον πατέρα μου, λέγων· ο υιος σου, ον δώσω αντί σου επί τον θρόνον σου, ούτος οικοδομήσει τον οίκον τω ονόματί μου. 20 και νυν έντειλαι και κοψάτωσάν μοι ξύλα εκ του Λιβάνου, και ιδού οι δούλοί μου μετά των δούλων σου· και τον μισθόν δουλείας σου δώσω σοι κατά πάντα, όσα αν είπης, ότι συ οίδας ότι ουκ έστιν ημίν ειδώς ξύλα κόπτειν καθώς οι Σιδώνιοι. 21 και εγενήθη καθώς ήκουσε Χιράμ των λόγων Σαλωμών, εχάρη σφόδρα και είπεν· ευλογητός ο Θεός σήμερον, ος έδωκε τω Δαυίδ υιόν φρόνιμον επί τον λαόν τον πολύν τούτον 22 και απέστειλε προς Σαλωμών λέγων· ακήκοα περί πάντων, ων απέσταλκας προς με· εγώ ποιήσω παν θέλημά σου, ξύλα κέδρινα και πεύκινα· 23 οι δούλοί μου κατάξουσιν αυτά εκ του Λιβάνου εις την θάλασσαν, εγώ θήσομαι αυτά σχεδίας έως του τόπου, ου εάν αποστείλης προς με, και εκτινάξω αυτά εκεί, και συ αρείς· και ποιήσεις το θέλημά μου, του δούναι άρτους τω οίκω μου. 24 και ην Χιράμ διδούς τω Σαλωμών κέδρους και πεύκας και παν θέλημα αυτού. 25 και Σαλωμών έδωκε τω Χιράμ είκοσι χιλιάδας κόρους πυρού και μαχείρ τω οίκω αυτού και είκοσι χιλιάδας βαίθ ελαίου κεκομμένου· κατά τούτο εδίδου Σαλωμών τω Χιράμ κατ ‘ ενιαυτόν. 26 και Κύριος έδωκε σοφίαν τω Σαλωμών, καθώς ελάλησεν αυτω· και ην ειρήνη ανά μέσον Χιράμ και ανά μέσον Σαλωμών, και διέθεντο διαθήκην ανά μέσον αυτών. 27 και ανήνεγκεν ο βασιλεύς φόρον εκ παντός Ισραήλ, και ην ο φόρος τριάκοντα χιλιάδες ανδρών. 28 και απέστειλεν αυτούς εις τον Λίβανον, δέκα χιλιάδες εν τω μηνί, αλλασσόμενοι, μήνα ήσαν εν τω Λιβάνω και δύο μήνας εν οίκω αυτών· και Αδωνιράμ επί του φόρου. 29 και ην τω Σαλωμών εβδομήκοντα χιλιάδες αίροντες άρσιν και ογδοήκοντα χιλιάδες λατόμων εν τω όρει, 30 χωρίς των αρχόντων των καθεσταμένων επί των έργων τω Σαλωμών, τρεις χιλιάδες και εξακόσιοι επιστάται οι ποιούντες τα έργα. 32 και ητοίμασαν τους λίθους και τα ξύλα τρία έτη.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ εγενήθη εν τω τεσσαρακοστω και τετρακοσιοστω έτει της εξόδου υιών Ισραήλ εξ Αιγύπτου, τω έτει τω τετάρτω εν μηνί τω δευτέρω βασιλεύοντος του βασιλέως Σαλωμών επί τον Ισραήλ, (Κεφ. Ε 31 ) 1α και ενετείλατο ο βασιλεύς ίνα αίρωσι λίθους μεγάλους τιμίους εις τον θεμέλιον του οίκου, και λίθους απελεκήτους. (Κεφ. Ε 32 ) 1β και επελέκησαν οι υιοί Σαλωμών και οι υιοί Χιράμ και έβαλαν αυτούς. 1γ εν τω έτει τω τετάρτω εθεμελίωσε τον οίκον Κυρίου εν μηνί Νισώ, και τω δευτέρω μηνί 1δ εν ενδεκάτω ενιαυτω, εν μηνί Βαάλ (ούτος ο μην ο όγδοος) συνετελέσθη ο οίκος εις πάντα λόγον αυτού και εις πάσαν διάταξιν αυτού. 2 και ο οίκος, ον ωκοδόμησεν ο βασιλεύς τω Κυρίω, τεσσαράκοντα εν πήχει μήκος αυτού και είκοσιν εν πήχει πλάτος αυτού και πέντε και είκοσιν εν πήχει το ύψος αυτού. 3 και το αιλάμ κατά πρόσωπον του ναού, είκοσιν εν πήχει μήκος αυτού εις το πλάτος του οίκου και δέκα εν πήχει το πλάτος αυτού κατά πρόσωπον του οίκου. και ωκοδόμησε τον οίκον και συνετέλεσεν αυτόν. 4 και εποίησε τω οίκω θυρίδας παρακυπτομένας κρυπτάς. 5 και έδωκεν επί τον τοίχον του οίκου μέλαθρα κυκλόθεν τω ναω και τω δαβίρ και εποίησε πλευράς κυκλόθεν. 6 η πλευρά η υποκάτω πέντε πήχεων εν πήχει το πλάτος αυτής, και το μέσον εξ, και η τρίτη επτά εν πήχει το πλάτος αυτής· ότι διάστημα έδωκε τω οίκω κυκλόθεν έξωθεν του οίκου, όπως μη επιλαμβάνωνται των τοίχων του οίκου. 7 και ο οίκος εν τω οικοδομείσθαι αυτόν λίθοις ακροτόμοις αργοίς ωκοδομήθη, και σφύρα και πέλεκυς και παν σκεύος σιδηρούν ουκ ηκούσθη εν τω οίκω εν τω οικοδομείσθαι αυτόν. 8 και ο πυλών της πλευράς της υποκάτωθεν υπό την ωμίαν του οίκου την δεξιάν, και ελικτή ανάβασις εις το μέσον και εκ της μέσης επί τα τριώροφα, 9 και ωκοδόμησε τον οίκον και συνετέλεσεν αυτόν· και εκοιλοστάθμησε τον οίκον κέδροις. 10 και ωκοδόμησε τους ενδέσμους δι ‘ όλου του οίκου πέντε εν πήχει το ύψος αυτού, και συνέσχε τον σύνδεσμον εν ξύλοις κεδρίνοις.

 [11 Και εγένετο λόγος Κυρίου προς Σαλωμών λέγων· 12 ο οίκος ούτος, ον συ οικοδομείς, εάν οδεύης τοις προστάγμασί μου και τα κρίματά μου ποιής και φυλάσσης πάσας τας εντολάς μου αναστρέφεσθαι εν αυταίς, στήσω τον λόγον μου, ον ελάλησα προς Δαυίδ τον πατέρα σου 13 και κατασκηνώσω εν μέσω υιών Ισραήλ και ουκ εγκαταλείψω τον λαόν μου Ισραήλ. 14 και ωκοδόμησε Σαλωμών τον οίκον και συνετέλεσε αυτόν.]

15 και ωκοδόμησε τους τοίχους του οίκου έσωθεν δια ξύλων κεδρίνων από του εδάφους του οίκου και έως των τοίχων και έως των δοκών· εκοιλοστάθμησε συνεχόμενα ξύλοις έσωθεν και περιέσχε το έσω του οίκου εν πλευραίς πευκίναις. 16 και ωκοδόμησε τους είκοσι πήχεις απ ‘ άκρου του τοίχου το πλευρόν το εν από του εδάφους έως των δοκών, και εποίησε εκ του δαβίρ εις το άγιον των αγίων. 17 και τεσσαράκοντα πήχεων ην ο ναός

 [ο εσώτατος 18 και δια κέδρου προς τον οίκον έσω πλοκήν επαναστήσεις και πέταλον και ανάγλυφα πάντα κέδρινα ουκ εφαίνετο λίθος.]

19 κατά πρόσωπον του δαβίρ εν μέσω του οίκου έσωθεν δούναι εκεί την κιβωτόν διαθήκης Κυρίου. 20 είκοσι πήχεις μήκος και είκοσι πήχεις πλάτος και είκοσι πήχεις το ύψος αυτού, και παριέσχεν αυτό χρυσίω συγκεκλεισμένω. και εποίησε θυσιαστήριον

 [κέδρου 21 και περιεπύλωσε Σαλωμών τον οίκον ένδοθεν χρυσίω αποκλειστω και παρήγαγεν εν καθηλώμασι χρυσίου.]

21 κατά πρόσωπον του δαβίρ, και περιέσχεν αυτό χρυσίω. 22 και όλον τον οίκον περιέσχε χρυσίω έως συντελείας παντός του οίκου

[και όλον το έσω του δαβίρ επετάλωσε χρυσίω.]

23 και εποίησεν εν τω δαβίρ δύο Χερουβίμ δέκα πήχεων μέγεθος εσταθμωμένον. 24 και πέντε πήχεων πτερύγιον του Χερουβίμ του ενός και πέντε πήχεων πτερύγιον αυτού το δεύτερον, εν πήχει δέκα από μέρους πτερυγίου αυτού εις μέρος πτερυγίου αυτού· 25 ούτως τω Χερουβίμ τω δευτέρω, εν μέτρω ενί συντέλεια μία αμφοτέροις. 26 και το ύψος του Χερούβ του ενός δέκα εν πήχει, και ούτω τω Χερούβ τω δευτέρω. 27 και αμφότερα τα Χερουβίμ εν μέσω του οίκου του εσωτάτου· και διεπέτασε τας πτέρυγας αυτών, και ήπτετο πτέρυξ μία του τοίχου, και πτέρυξ Χερούβ του δευτέρου ήπτετο του τοίχου του δευτέρου, και αι πτέρυγες αυτών εν μέσω του οίκου ήπτοντο πτέρυξ πτέρυγος. 28 και περιέσχε τα Χερουβίμ χρυσίω. 29 και πάντας τους τοίχους του οίκου κύκλω εγκολαπτά έγραψε γραφίδι Χερουβίμ, και φοίνικες τω εσωτέρω και τω εξωτέρω. 30 και το έδαφος του οίκου περιέσχε χρυσίω, του εσωτάτου και του εξωτάτου. 31 και τω θυρώματι του δαβίρ εποίησε θύρας ξύλων αρκευθίνων εις φλιάς πενταπλάς 32 και δύο θύρας ξύλων πευκίνων και εγκολαπτόν επ ‘ αυτών εγκεκολαμμένα Χερουβίμ και φοίνικας και πέταλα διαπεπετασμένα· και περιέσχε χρυσίω και κατέβαινεν επί τα Χερουβίμ και επί τους φοίνικας το χρυσίον. 33 και ούτως εποίησε τω πυλώνι του ναού, φλιαί ξύλων αρκευθίνων, στοαί τετραπλώς. 34 και εν αμφοτέραις ταις θύραις ξύλα πεύκινα· δύο πτυχαί η θύρα η μία και στροφείς αυτών, και δύο πτυχαί η θύρα η δευτέρα, στρεφόμενα· 35 εγκεκολαμμένα Χερουβίμ και φοίνικες και διαπεπετασμένα πέταλα και περιεχόμενα χρυσίω καταγομένω επί την εκτύπωσιν. 36 και ωκοδόμησε την αυλήν την εσωτάτην τρεις στίχους απελεκήτων, και στίχος κατειργασμένης κέδρου κυκλόθεν. 36α και ωκοδόμησε το καταπέτασμα της αυλής του αιλάμ του οίκου του κατά πρόσωπον του ναού.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ απέστειλεν ο βασιλεύς Σαλωμών και έλαβε τον Χιράμ εκ Τύρου, 2 υιόν γυναικός χήρας, και ούτος από της φυλής της Νεφθαλίμ, και ο πατήρ αυτού ανήρ Τύριος, τέκτων χαλκού και πεπληρωμένος της τέχνης και συνέσεως και επιγνώσεως του ποιείν παν έργον εν χαλκω· και εισηνέχθη προς τον βασιλέα Σαλωμών και εποίησε πάντα τα έργα. 3 και εχώνευσε τους δύο στήλους τω αιλάμ του οίκου, οκτωκαίδεκα πήχεις ύψος του στύλου, και περίμετρον τεσσαρεσκαίδεκα πήχεις εκύκλου αυτόν, και το πάχος του στύλου τεσσάρων δακτύλων τα κοιλώματα, και ούτως ο στύλος ο δεύτερος. 4 και δύο επιθέματα εποίησε δούναι επί τας κεφαλάς των στύλων, χωνευτά χαλκά· πέντε πήχεις το ύψος του επιθέματος του ενός, και πέντε πήχεις το ύψος του επιθέματος του δευτέρου. 5 και εποίησε δύο δίκτυα περικαλύψαι το επίθεμα των στύλων, και δίκτυον τω επιθέματι τω ενί, και δίκτυον τω επιθέματι τω δευτέρω. 6 και έργον κρεμαστόν, δύο στίχοι ροών χαλκών δεδικτυωμένοι, έργον κρεμαστόν, στίχος επί στίχον· και ούτως εποίησε τω επιθέματι τω δευτέρω. 7 και έστησε τους στύλους του αιλάμ του ναού· και έστησε τον στύλον τον ένα και επεκάλεσε το όνομα αυτού Ιαχούμ· και έστησε τον στύλον τον δεύτερον και επεκάλεσε το όνομα αυτού Βαάς. 8 και επί των κεφαλών των στύλων έργον κρίνου κατά το αιλάμ τεσσάρων πηχών. 9 και μέλαθρον επ ‘ αμφοτέρων των στύλων, και επάνωθεν των πλευρών επίθεμα το μέλαθρον τω πάχει. 10 και εποίησε την θάλασσαν δέκα εν πήχει από του χείλους αυτής έως του χείλους αυτής, στρογγύλον κύκλω το αυτό· πέντε εν πήχει το ύψος αυτής, και συνηγμένοι τρεις και τριάκοντα εν πήχει εκύκλουν αυτήν. 11 και υποστηρίγματα υποκάτωθεν του χείλους αυτής κυκλόθεν εκύκλουν αυτήν, δέκα εν πήχει κυκλόθεν 12 και το χείλος αυτής ως έργον χείλους ποτηρίου, βλαστός κρίνου, και το πάχος αυτού παλαιστής. 13 και δώδεκα βόες υποκάτω της θαλάσσης, οι τρεις επιβλέποντες βορράν και οι τρεις επιβλέποντες θάλασσαν και οι τρεις επιβλέποντες νότον και οι τρεις επιβλέποντες ανατολήν, και πάντα τα οπίσθια εις τον οίκον, και η θάλασσα επ ‘ αυτών επάνωθεν. 14 και εποίησε δέκα μεχωνώθ χαλκάς· πέντε πήχεις μήκος της μεχωνώθ της μιάς, και τέσσαρες πήχεις το πλάτος αυτής, και εξ εν πήχει το ύψος αυτής. 15 και τούτο το έργον των μεχωνώθ συγκλειστόν αυτοίς, και συγκλειστόν ανά μέσον των εξεχομένων. 16 και επί τα συγκλείσματα αυτών ανά μέσον των εξεχομένων λέοντες και βόες και Χερουβίμ, και επί των εξεχομένων ούτως· και επάνωθεν και υποκάτωθεν των λεόντων και των βοών χώραι, έργον καταβάσεως 17 και τέσσαρες τροχοί χαλκοί τη μεχωνώθ τη μια, και τα προσέχοντα χαλκά και τέσσαρα μέρη αυτών, ωμίαι υποκάτω των λουτήρων. 18 και χείρες εν τοις τροχοίς εν τη μεχωνώθ, και το ύψος του τροχού του ενός πήχεος και ημίσους. 19 και το έργον των τροχών έργον τροχών άρματος· αι χείρες αυτών και οι νώτοι αυτών και η πραγματεία αυτών, τα πάντα χωνευτά. 20 αι τέσσαρες ωμίαι επί των τεσσάρων γωνιών της μεχωνώθ της μιάς, εκ της μεχωνώθ οι ώμοι αυτής. 21 και επί της κεφαλής της μεχωνώθ ήμισυ του πήχεος μέγεθος αυτής στρογγύλον κύκλω επί της κεφαλής της μεχωνώθ, και αρχή χειρών αυτής και τα συγκλείσματα αυτής, και ηνοίγετο επί τας αρχάς των χειρών αυτής. 22 και τα συγκλείσματα αυτής Χερουβίμ και λέοντες και φοίνικες εστώτα, εχόμενον έκαστον κατά πρόσωπον αυτού έσω και τα κυκλόθεν. 23 κατ ‘ αυτήν εποίησε πάσας τας δέκα μεχωνώθ, τάξιν μίαν και μέτρον εν πάσαις. 24 και εποίησε δέκα χυτροκαύλους χαλκούς, τεσσαράκοντα χοείς χωρούντα τον ένα χυτρόκαυλον μετρήσει τεσσάρων πηχών· ο χυτρόκαυλος ο εις επί της μεχωνώθ της μιάς ταις δέκα μεχωνώθ. 25 και έθετο τας πέντε μεχωνώθ από της ωμίας του οίκου εκ δεξιών και πέντε από της ωμίας του οίκου εξ αριστερών· και η θάλασσα από της ωμίας του οίκου εκ δεξιών κατ ‘ ανατολάς από του κλίτους του νότου. 26 και εποίησε Χιράμ τους λέβητας και τας θερμάστρεις και τας φιάλας, και συνετέλεσε Χιράμ ποιών πάντα τα έργα, α εποίησε τω βασιλεί Σαλωμών εν οίκω Κυρίου, 27 στύλους δύο και τα στρεπτά των στύλων επί των κεφαλών των στύλων δύο και τα δίκτυα δύο του καλύπτειν αμφότερα τα στρεπτά των γλυφών τα όντα επί των στύλων, 28 τας ροάς τετρακοσίας αμφοτέροις τοις δικτύοις, δύο στίχοι ροών τω δικτύω τω ενί περικαλύπτειν αμφότερα τα όντα τα στρεπτά της μεχωνώθ επ ‘ αμφοτέροις τοις στύλοις, 29 και τα μεχωνώθ δέκα και τους χυτροκαύλους δέκα επί των μεχωνώθ 30 και την θάλασσαν μίαν και τους βόας δώδεκα υποκάτω της θαλάσσης 31 και τους λέβητας και τας θερμάστρεις και τας φιάλας και πάντα τα σκεύη, α εποίησε Χιράμ τω βασιλεί Σαλωμών τω οίκω Κυρίου· και οι στύλοι τεσσαράκοντα και οκτώ του οίκου του βασιλέως και του οίκου Κυρίου. πάντα τα έργα του βασιλέως, α εποίησε Χιράμ, χαλκά άρδην· 32 ουκ ην σταθμός του χαλκού, ου εποίησε πάντα τα έργα ταύτα, εκ πλήθους σφόδρα· ουκ ην τέρμα των σταθμών του χαλκού. 33 εν τω περιοίκω του Ιορδάνου εχώνευσεν αυτά εν τω πάχει της γης ανά μέσον Σοκχώθ και ανά μέσον Σειρά. 34 και έδωκεν ο βασιλεύς Σαλωμών τα σκεύη, α εποίησεν, εν οίκω Κυρίου, το θυσιαστήριον το χρυσούν και την τράπεζαν, εφ ‘ ης οι άρτοι της προσφοράς, χρυσήν, 35 και τας λυχνίας πέντε εξ αριστερών και πέντε εκ δεξιών κατά πρόσωπον του δαβίρ, χρυσάς συγκλειομένας, και τα λαμπάδια και τους λύχνους και τας επαρυστρίδας χρυσάς 36 και τα πρόθυρα και οι ήλοι και αι φιάλαι και τα τρυβλία και αι θυϊσκαι χρυσαί, σύγκλειστα, και τα θυρώματα των θυρών του οίκου του εσωτάτου, αγίου των αγίων, και τας θύρας του ναού χρυσάς. 37 και ανεπληρώθη παν το έργον, ό εποίησε Σαλωμών οίκου Κυρίου, και εισήνεγκε Σαλωμών τα άγια Δαυίδ του πατρός αυτού και πάντα τα άγια Σαλωμών, το αργύριον και το χρυσίον και τα σκεύη, έδωκεν εις τους θησαυρούς οίκου Κυρίου.

 38 Και τον οίκον εαυτω ωκοδόμησε Σαλωμών τρισκαίδεκα έτεσι. 39 και ωκοδόμησε τον οίκον δρυμω του Λιβάνου· εκατόν πήχεις μήκος αυτού, και πεντήκοντα πήχεις πλάτος αυτού, και τριάκοντα πηχών ύψος αυτού· και τριών στίχων στύλων κεδρίνων, και ωμίαι κέδριναι τοις στύλοις. 40 και εφάτνωσε τον οίκον άνωθεν επί των πλευρών των στύλων, και ο αριθμός των στύλων τεσσαράκοντα και πέντε ο στίχος· 41 και μέλαθρα τρία και χώρα επί χώραν τρισσώς· 42 και πάντα τα θυρώματα και αι χώραι τετράγωνοι μεμελαθρωμέναι και από του θυρώματος επί θύραν τρισσώς. 43 και το αιλάμ των στύλων πεντήκοντα μήκος και πεντήκοντα εν πλάτει, εζυγωμένα, αιλάμ επί πρόσωπον αυτών, και στύλοι και πάχος επί πρόσωπον αυτής τοις αιλαμμίμ. 44 και το αιλάμ των θρόνων, ου κρινεί εκεί, αιλάμ του κριτηρίου. 45 και ο οίκος αυτών, εν ω καθήσεται εκεί, αυλή μία εξελισσομένη τούτοις κατά το έργον τούτο· και οίκον τη θυγατρί Φαραώ, ην έλαβε Σαλωμών, κατά το αιλάμ τούτο. 46 πάντα ταύτα εκ λίθων τιμίων κεκολαμμένα εκ διαστήματος έσωθεν και εκ του θεμελίου έως των γεισών και έξωθεν εις την αυλήν την μεγάλην 47 την τεθεμελιωμένην εν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσι και τοις οκταπήχεσι, 48 και επάνωθεν τιμίοις κατά το μέτρον απελεκήτων και κέδροις. 49 της αυλής της μεγάλης κύκλω τρεις στίχοι απελεκήτων και στίχος κεκολαμμένης κέδρου. και συνετέλεσε Σαλωμών όλον τον οίκον αυτού.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ εγένετο ως συνετέλεσε Σαλωμών του οικοδομήσαι τον οίκον Κυρίου και τον οίκον αυτού μετά είκοσιν έτη, τότε εξεκκλησίασεν ο βασιλεύς Σαλωμών πάντας τους πρεσβυτέρους Ισραήλ εν Σιών του ανενεγκείν την κιβωτόν διαθήκης Κυρίου εκ πόλεως Δαυίδ (αύτη εστί Σιών) 2 εν μηνί Αθανίν. 3 και ήραν οι ιερείς την κιβωτόν 4 και το σκήνωμα του μαρτυρίου και τα σκεύη τα άγια τα εν τω σκηνώματι του μαρτυρίου, 5 και ο βασιλεύς και πας Ισραήλ έμπροσθεν της κιβωτού θύοντες πρόβατα και βόας αναρίθμητα. 6 και εισφέρουσιν οι ιερείς την κιβωτόν εις τον τόπον αυτής εις το δαβίρ του οίκου, εις τα άγια των αγίων υπό τας πτέρυγας των Χερουβίμ· 7 ότι τα Χερουβίμ διαπεπετασμένα ταις πτέρυξιν επί τον τόπον της κιβωτού, και περιεκάλυπτον τα Χερουβίμ επί την κιβωτόν και επί τα άγια αυτής επάνωθεν, 8 και υπερείχον τα ηγιασμένα, και ενεβλέποντο αι κεφαλαί των ηγιασμένων εκ των αγίων εις πρόσωπον του δαβίρ και ουκ ωπτάνοντο έξω. 9 ουκ ην εν τη κιβωτω πλήν δύο πλάκες λίθιναι, πλάκες της διαθήκης, ας έθηκεν εκεί Μωυσής εν Χωρήβ, ας διέθετο Κύριος μετά των υιών Ισραήλ εν τω εκπορεύεσθαι αυτούς εκ γης Αιγύπτου. 10 και εγένετο ως εξήλθον οι ιερείς εκ του αγίου, και η νεφέλη έπλησε τον οίκον· 11 και ουκ ηδύναντο οι ιερείς στήκειν λειτουργείν από προσώπου της νεφέλης, ότι έπλησε δόξα Κυρίου τον οίκον.

 14 Και απέστρεψεν ο βασιλεύς το πρόσωπον αυτού, και ευλόγησεν ο βασιλεύς πάντα Ισραήλ, και πάσα εκκλησία Ισραήλ ειστήκει· 15 και είπεν· ευλογητός Κύριος ο Θεός Ισραήλ σήμερον, ος ελάλησεν εν τω στόματι αυτού περί Δαυίδ του πατρός μου και εν ταις χερσίν αυτού επλήρωσε λέγων· 16 αφ ‘ ης ημέρας εξήγαγον τον λαόν μου τον Ισραήλ εξ Αιγύπτου, ουκ εξελεξάμην εν πόλει εν ενί σκήπτρω Ισραήλ του οικοδομήσαι οίκον του είναι το όνομά μου εκεί. και εξελεξάμην εν Ιερουσαλήμ είναι το όνομά μου εκεί· και εξελεξάμην τον Δαυίδ του είναι επί τον λαόν μου τον Ισραήλ. 17 και εγένετο επί της καρδίας του πατρός μου οικοδομήσαι οίκον τω ονόματι Κυρίου Θεού Ισραήλ. 18 και είπε Κύριος προς Δαυίδ τον πατέρα μου· ανθ ‘ ων ήλθεν επί την καρδίαν σου του οικοδομήσαι οίκον τω ονόματί μου, καλώς εποίησας ότι εγενήθη επί την καρδίαν σου· 19 πλήν συ ουκ οικοδομήσεις τον οίκον, αλλ ‘ ή ο υιος σου ο εξελθών εκ των πλευρών σου, ούτος οικοδομήσει τον οίκον τω ονόματί μου. 20 και ανέστησε Κύριος το ρήμα αυτού, ό ελάλησε, και ανέστην αντί Δαυίδ του πατρός μου και εκάθισα επί του θρόνου Ισραήλ, καθώς ελάλησε Κύριος, και ωκοδόμησα τον οίκον τω ονόματι Κυρίου Θεού Ισραήλ. 21 και εθέμην εκεί τόπον τη κιβωτω, εν ή εστιν εκεί διαθήκη Κυρίου, ην διέθετο Κύριος μετά των πατέρων ημών εν τω εξαγαγείν αυτόν αυτούς εκ γης Αιγύπτου.

 22 Και ανέστη Σαλωμών κατά πρόσωπον του θυσιαστηρίου Κυρίου ενώπιον πάσης εκκλησίας Ισραήλ και διεπέτασε τας χείρας αυτού εις τον ουρανόν, 23 και είπε· Κύριε ο Θεός Ισραήλ, ουκ έστιν ως συ Θεός εν τω ουρανω άνω και επί της γης κάτω, φυλάσσων διαθήκην και έλεος τω δούλω σου τω πορευομένω ενώπιόν σου εν όλη τη καρδία αυτού, 24 α εφύλαξας τω δούλω σου Δαυίδ τω πατρί μου· και γαρ ελάλησας εν τω στόματί σου και εν χερσί σου επλήρωσας ως η ημέρα αύτη. 25 και νυν, Κύριε ο Θεός Ισραήλ, φύλαξον τω δούλω σου Δαυίδ τω πατρί μου α ελάλησας αυτω λέγων· ουκ εξαρθήσεταί σου ανήρ εκ προσώπου μου καθήμενος επί θρόνου Ισραήλ, πλήν εάν φυλάξωνται τα τέκνα σου τας οδούς αυτών του πορεύεσθαι ενώπιόν μου, καθώς επορεύθης ενώπιον εμού. 26 και νυν, Κύριε ο Θεός Ισραήλ, πιστωθήτω δη το ρήμά σου τω Δαυίδ τω πατρί μου. 27 ότι ει αληθώς κατοικήσει ο Θεός μετά ανθρώπων επί της γης; ει ο ουρανός και ο ουρανός του ουρανού ουκ αρκέσουσί σοι, πλήν και ο οίκος ούτος, ον ωκοδόμησα τω ονόματί σου; 28 και επιβλέψη επί την δέησίν μου, Κύριε ο Θεός Ισραήλ, ακούειν της προσευχής, ης ο δούλός σου προσεύχεται ενώπιόν σου προς σε σήμερον, 29 του είναι τους οφθαλμούς σου ηνεωγμένους εις τον οίκον τούτον ημέρας και νυκτός, εις τον τόπον, ον είπας· έσται το όνομά μου εκεί, του εισακούειν της προσευχής, ης προσεύχεται ο δούλός σου εις τον τόπον τούτον ημέρας και νυκτός. 30 και εισακούση της δεήσεως του δούλου σου και του λαού σου Ισραήλ, α αν προσεύξωνται εις τον τόπον τούτον, και συ εισακούση εν τω τόπω της κατοικήσεώς σου εν ουρανω και ποιήσεις και ίλεως έση. 31 όσα αν αμάρτη έκαστος τω πλησίον αυτού, και εάν λάβη επ ‘ αυτόν αράν του αράσασθαι αυτόν, και έλθη και εξαγορεύση κατά πρόσωπον του θυσιαστηρίου σου εν τω οίκω τούτω, 32 και συ εισακούση εκ του ουρανού και ποιήσεις και κρινείς τον λαόν σου Ισραήλ ανομηθήναι άνομον, δούναι την οδόν αυτού εις κεφαλήν αυτού και του δικαιώσαι δίκαιον, δούναι αυτω κατά την δικαιοσύνην αυτού. 33 εν τω πταίσαι τον λαόν σου Ισραήλ ενώπιον εχθρών, ότι αμαρτήσονταί σοι, και επιστρέψουσι και εξομολογήσονται τω ονόματί σου και προσεύξονται και δεηθήσονται εν τω οίκω τούτω, 34 και συ εισακούση εκ του ουρανού και ίλεως έση ταις αμαρτίαις του λαού σου Ισραήλ και επιστρέψεις αυτούς εις την γην, ην έδωκας τοις πατράσιν αυτών. 35 εν τω συσχεθήναι τον ουρανόν και μη γενέσθαι υετόν, ότι αμαρτήσονταί σοι, και προσεύξονται εις τον τόπον τούτον και εξομολογήσονται τω ονόματί σου και από των αμαρτιών αυτών αποστρέψουσιν, όταν ταπεινώσης αυτούς, 36 και εισακούση εκ του ουρανού και ίλεως έση ταις αμαρτίαις του δούλου σου και του λαού σου Ισραήλ· ότι δηλώσεις αυτοίς την οδόν την αγαθήν πορεύεσθαι εν αυτη και δώσεις υετόν επί την γην, ην έδωκας τω λαω σου εν κληρονομία. 37 λιμός εάν γένηται, θάνατος εάν γένηται, ότι έσται εμπυρισμός, βρούχος, ερυσίβη εάν γένηται, και εάν θλίψη αυτόν ο εχθρός αυτού εν μια των πόλεων αυτού, παν συνάντημα, πάντα πόνον, 38 πάσαν προσευχήν, πάσαν δέησιν, εάν γένηται παντί ανθρώπω ως αν γνώσιν έκαστος αφήν καρδίας αυτού και διαπετάση τας χείρας αυτού εις τον οίκον τούτον, 39 και συ εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου και ίλεως έση και ποιήσεις και δώσεις ανδρί κατά τας οδούς αυτού, καθώς αν γνως την καρδίαν αυτού, ότι συ μονώτατος οίδας την καρδίαν πάντων υιών ανθρώπων, 40 όπως φοβώνταί σε πάσας τας ημέρας, όσας αυτοί ζώσιν επί της γης, ης έδωκας τοις πατράσιν ημών. 41 και τω αλλοτρίω, ος ουκ έστιν από λαού σου ούτος, 42 και ήξουσι και προσεύξονται εις τον τόπον τούτον, 43 και συ εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου και ποιήσεις κατά πάντα, όσα αν επικαλέσηταί σε ο αλλότριος, όπως γνώσι πάντες οι λαοί το όνομά σου, και φοβώνταί σε, καθώς ο λαός σου Ισραήλ, και γνώσιν ότι το όνομά σου επικέκληται επί τον οίκον τούτον, ον ωκοδόμησα. 44 ότι εξελεύσεται ο λαός σου εις πόλεμον επί τους εχθρούς αυτού εν οδω, ή επιστρέψεις αυτούς, και προσεύξονται εν ονόματι Κυρίου οδόν της πόλεως, ης εξελέξω εν αυτη, και του οίκου, ου ωκοδόμησα τω ονόματί σου, 45 και συ εισακούση εκ του ουρανού της δεήσεως αυτών και της προσευχής αυτών και ποιήσεις το δικαίωμα αυτοίς. 46 ότι αμαρτήσονταί σοι ότι ουκ έστιν άνθρωπος, ος ουχ αμαρτήσεται και επάξεις αυτούς και παραδώσεις αυτούς ενώπιον εχθρών και αιχμαλωτιούσιν οι αιχμαλωτίζοντες εις γην μακράν και εγγύς, 47 και επιστρέψουσι καρδίας αυτών εν τη γη, ου μετήχθησαν εκεί, και επιστρέψουσιν εν γη μετοικίας αυτών και δεηθώσί σου λέγοντες· ημάρτομεν, ηδικήσαμεν, ηνομήσαμεν, 48 και επιστρέψωσι προς σε εν όλη καρδία αυτών και εν όλη ψυχή αυτών εν τη γη εχθρών αυτών, ου μετήγαγες αυτούς, και προσεύξονται προς σε, οδόν γης αυτών, ης έδωκας τοις πατράσιν αυτών, και της πόλεως, ης εξελέξω, και του οίκου, ου ωκοδόμηκα τω ονόματί σου, 49 και εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου 50 και ίλεως έση ταις αδικίαις αυτών, αις ήμαρτόν σοι, και κατά πάντα τα αθετήματα αυτών, α ηθέτησάν σοι, και δώσεις αυτούς εις οικτιρμούς ενώπιον αιχμαλωτευόντων αυτούς, και οικτειρήσουσιν αυτούς· 51 ότι λαός σου και κληρονομία σου, ους εξήγαγες εκ γης Αιγύπτου εκ μέσου χωνευτηρίου σιδήρου. 52 και έστρωσαν οι οφθαλμοί σου και τα ώτά σου ηνεωγμένα εις την δέησιν του δούλου σου και εις την δέησιν του λαού σου Ισραήλ εισακούειν αυτών εν πάσιν, οίς αν επικαλέσωνταί σε, 53 ότι συ διέστειλας αυτούς σεαυτω εις κληρονομίαν εκ πάντων των λαών της γης, καθώς ελάλησας εν χειρί δούλου σου Μωυσή εν τω εξαγαγείν σε τους πατέρας ημών εκ γης Αιγύπτου, Κύριε Κύριε.

 53α Τότε ελάλησε Σαλωμών υπέρ του οίκου, ως συνετέλεσε του οικοδομήσαι αυτόν, Ήλιον εγνώρισεν εν ουρανω Κύριος, είπε του κατοικείν εν γνόφω· οικοδόμησον οίκόν μου, οίκον ευπρεπή σεαυτω, του κατοικείν επί καινότητος. ουκ ιδού αύτη γέγραπται εν βιβλίω της ωδής;

 54 Και εγένετο ως συνετέλεσε Σαλωμών προσευχόμενος προς Κύριον όλην την προσευχήν και την δέησιν ταύτην, και ανέστη από προσώπου του θυσιαστηρίου Κυρίου οκλακώς επί τα γόνατα αυτού και αι χείρες αυτού διαπεπετασμέναι εις τον ουρανόν. 55 και έστη και ευλόγησε πάσαν εκκλησίαν Ισραήλ φωνή μεγάλη λέγων· 56 ευλογητός Κύριος σήμερον, ος έδωκε κατάπαυσιν τω λαω αυτού Ισραήλ κατά πάντα, όσα ελάλησεν· ου διεφώνησε λόγος εις εν πάσι τοις λόγοις αυτού τοις αγαθοίς, οίς ελάλησεν εν χειρί δούλου αυτού Μωυσή. 57 γένοιτο Κύριος ο Θεός ημών μεθ ‘ ημών, καθώς ην μετά των πατέρων ημών· μη εγκαταλίποιτο ημάς μηδέ αποστρέψοιτο ημάς, 58 επικλίναι καρδίας ημών επ ‘ αυτόν του πορεύεσθαι εν πάσαις οδοίς αυτού και φυλάσσειν πάσας εντολάς αυτού και τα προστάγματα αυτού, α ενετείλατο τοις πατράσιν ημών. 59 και έστρωσαν οι λόγοι ούτοι, ως δεδέημαι ενώπιον Κυρίου Θεού ημών, εγγίζοντες προς Κύριον Θεόν ημών ημέρας και νυκτός, του ποιείν το δικαίωμα του δούλου σου και το δικαίωμα λαού Ισραήλ ρήμα ημέρας εν ημέρα ενιαυτού, 60 όπως γνώσιν πάντες οι λαοί της γης, ότι Κύριος ο Θεός, αυτός Θεός και ουκ έστιν έτι. 61 και έστρωσαν οι καρδίαι ημών τέλειαι προς Κύριον Θεόν ημών και οσίως πορεύεσθαι εν τοις προστάγμασιν αυτού και φυλάσσειν εντολάς αυτού ως η ημέρα αύτη.

 62 Και ο βασιλεύς και πάντες οι υιοί Ισραήλ έθυσαν θυσίαν ενώπιον Κυρίου. 63 και έθυσεν ο βασιλεύς Σαλωμών τας θυσίας των ειρηνικών, ας έθυσε τω Κυρίω, βοών δύο και είκοσι χιλιάδας και προβάτων εκατόν και είκοσι χιλιάδας· και ενεκαίνισε τον οίκον Κυρίου ο βασιλεύς και πάντες οι υιοί Ισραήλ. 64 τη ημέρα εκείνη ηγίασεν ο βασιλεύς το μέσον της αυλής το κατά πρόσωπον του οίκου Κυρίου· ότι εποίησεν εκεί την ολοκαύτωσιν και τας θυσίας και τα στέατα των ειρηνικών, ότι το θυσιαστήριον το χαλκούν το ενώπιον Κυρίου μικρόν· του μη δύνασθαι την ολοκαύτωσιν και τας θυσίας των ειρηνικών υπενεγκείν. 65 και εποίησε Σαλωμών την εορτήν εν τη ημέρα εκείνη, και πας Ισραήλ μετ ‘ αυτού, εκκλησία μεγάλη από της εισόδου Ημάθ έως ποταμού Αιγύπτου, ενώπιον Κυρίου Θεού ημών εν τω οίκω, ω ωκοδόμησεν, εσθίων και πίνων και ευφραινόμενος ενώπιον Κυρίου Θεού ημών επτά ημέρας. 66 και εν τη ημέρα τη ογδόη εξαπέστειλε τον λαόν και ευλόγησαν τον βασιλέα, και απήλθεν έκαστος εις τα σκηνώματα αυτού χαίροντες και αγαθή καρδία επί τοις αγαθοίς, οίς εποίησε Κύριος τω Δαυίδ δούλω αυτού και τω Ισραήλ λαω αυτού.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΚΑΙ εγενήθη ως συνετέλεσε Σαλωμών οικοδομείν τον οίκον Κυρίου και τον οίκον του βασιλέως και πάσαν την πραγματείαν Σαλωμών, όσα ηθέλησε ποιήσαι, 2 και ώφθη Κύριος τω Σαλωμών δεύτερον, καθώς ώφθη εν Γαβαών, 3 και είπε προς αυτόν Κύριος· ήκουσα της φωνής της προσευχής σου και της δεήσεώς σου, ης εδεήθης ενώπιόν μου· πεποίηκά σοι κατά πάσαν την προσευχήν σου, ηγίακα τον οίκον τούτον, ον ωκοδόμησας του θέσθαι το όνομά μου εκεί εις τον αιώνα, και έσονται οι οφθαλμοί μου εκεί και η καρδία μου πάσας τας ημέρας. 4 και συ εάν πορευθής ενώπιον εμού, καθώς επορεύθη Δαυίδ ο πατήρ σου, εν οσιότητι καρδίας και εν ευθύτητι και του ποιείν κατά πάντα, α ενετειλάμην αυτω, και τα προστάγματά μου και τας εντολάς μου φυλάξης, 5 και αναστήσω τον θρόνον της βασιλείας σου εν Ισραήλ εις τον αιώνα, καθώς ελάλησα Δαυίδ πατρί σου λέγων· ουκ εξαρθήσεταί σοι ανήρ ηγούμενος εν Ισραήλ. 6 εάν δε αποστραφέντες αποστραφήτε υμείς και τα τέκνα υμών απ ‘ εμού, και μη φυλάξητε τας εντολάς μου και τα προστάγματά μου, α έδωκε Μωυσής ενώπιον υμών, και πορευθήτε και δουλεύσητε θεοίς ετέροις και προσκυνήσητε αυτοίς, 7 και εξαρώ τον Ισραήλ από της γης ην έδωκα αυτοίς, και τον οίκον τούτον, ον ηγίασα τω ονόματί μου, απορρίψω εκ προσώπου μου, και έσται Ισραήλ εις αφανισμόν και εις λάλημα εις πάντας τους λαούς. 8 και ο οίκος ούτος έσται ο υψηλός, πας ο διαπορευόμενος δι ‘ αυτού εκστήσεται και συριεί και ερούσιν· ένεκεν τίνος εποίησε Κύριος ούτως τη γη ταύτη και τω οίκω τούτω; 9 και ερούσιν· ανθ ‘ ων εγκατέλιπον Κύριον Θεόν αυτών, ος εξήγαγε τους πατέρας αυτών εξ Αιγύπτου, εξ οίκου δουλείας, και αντελάβοντο θεών αλλοτρίων και προσεκύνησαν αυτοίς και εδούλευσαν αυτοίς, δια τούτο επήγαγε Κύριος επ ‘ αυτούς την κακίαν ταύτην.

 9α Τότε ανήγαγε Σαλωμών την θυγατέρα Φαραώ εκ πόλεως Δαυίδ εις οίκον αυτού, ον ωκοδόμησεν εαυτω εν ταις ημέραις εκείναις.

 10 Είκοσιν έτη εν οίς ωκοδόμησε Σαλωμών τους δύο οίκους, τον οίκον Κυρίου και τον οίκον του βασιλέως, 11 Χιράμ ο βασιλεύς Τύρου αντελάβετο του Σαλωμών εν ξύλοις κεδρίνοις και εν ξύλοις πευκίνοις και εν χρυσίω και εν παντί θελήματι αυτού. τότε έδωκεν ο βασιλεύς τω Χιράμ είκοσι πόλεις εν τη γη τη Γαλιλαία. 12 και εξήλθε Χιράμ εκ Τύρου και επορεύθη εις την Γαλιλαίαν του ιδείν τας πόλεις, ας έδωκεν αυτω Σαλωμών, και ουκ ήρεσαν αυτω· 13 και είπε· τι αι πόλεις αύται, ας έδωκάς μοι, αδελφέ; και εκάλεσεν αυτάς Όριον έως της ημέρας ταύτης. 14 και ήνεγκε Χιράμ τω Σαλωμών εκατόν και είκοσι τάλαντα χρυσίου 26 και ναύν υπέρ ου εποίησεν ο βασιλεύς Σαλωμών εν Γασιών Γαβέρ την ούσαν εχομένην Αιλάθ επί του χείλους της εσχάτης θαλάσσης εν γη Εδώμ. 27 και απέστειλε Χιράμ εν τη νειί των παίδων αυτού άνδρας ναυτικούς ελαύνειν ειδότας θάλασσαν μετά των παίδων Σαλωμών. 28 και ήλθον εις Σωφηρά και έλαβον εκείθεν χρυσίου εκατόν είκοσι τάλαντα και ήνεγκαν τω βασιλεί Σαλωμών.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΚΑΙ βασίλισσα Σαβά ήκουσε το όνομα Σαλωμών και το όνομα Κυρίου και ήλθε πειράσαι αυτόν εν αινίγμασι· 2 και ήλθεν εις Ιερουσαλήμ εν δυνάμει βαρεία σφόδρα, και κάμηλοι αίρουσαι ηδύσματα και χρυσόν πολύν σφόδρα και λίθον τίμιον, και εισήλθε προς Σαλωμών και ελάλησεν αυτω πάντα όσα ην εν τη καρδία αυτής. 3 και απήγγειλεν αυτη Σαλωμών πάντας τους λόγους αυτής· ουκ ην λόγος παρεωραμένος παρά του βασιλέως, ον ουκ απήγγειλεν αυτη. 4 και είδε βασίλισσα Σαβά πάσαν την φρόνησιν Σαλωμών και τον οίκον, ον ωκοδόμησε, 5 και τα βρώματα Σαλωμών και την καθέδραν παίδων αυτού και την στάσιν λειτουργών αυτού και τον ιματισμόν αυτού και τους οινοχόους αυτού, και την ολοκαύτωσιν αυτού, ην ανέφερεν εν οίκω Κυρίου, και εξ εαυτής εγένετο. 6 και είπε προς τον βασιλέα Σαλωμών· αληθινός ο λόγος, ον ήκουσα εν τη γη μου περί του λόγου σου και περί της φρονήσεώς σου, 7 και ουκ επίστευσα τοις λαλούσί μοι, έως ότου παρεγενόμην και εωράκασιν οι οφθαλμοί μου, και ιδού ουκ εισί το ήμισυ καθώς απήγγειλάν μοι· προστέθεικας αγαθά προς αυτά επί πάσαν την ακοήν, ην ήκουσα εν τη γη μου· 8 μακάριαι αι γυναίκές σου, μακάριοι οι παίδές σου ούτοι οι παρεστηκότες ενώπιόν σου διόλου, οι ακούοντες πάσαν την φρόνησίν σου· 9 γένοιτο Κύριος ο Θεός σου ευλογημένος, ος ηθέλησεν εν σοί δούναί σε επί θρόνον Ισραήλ· δια το αγαπάν Κύριον τον Ισραήλ στήσαι εις τον αιώνα και έθετό σε βασιλέα επ ‘ αυτούς του ποιείν κρίμα εν δικαιοσύνη και εν κρίμασιν αυτών. 10 και έδωκε τω Σαλωμών εκατόν είκοσι τάλαντα χρυσίου και ηδύσματα πολλά σφόδρα και λίθον τίμιον· ουκ εληλύθει κατά τα ηδύσματα εκείνα έτι εις πλήθος, α έδωκε βασίλισσα Σαβά τω βασιλεί Σαλωμών. (11 και η ναύς Χιράμ η αίρουσα το χρυσίον εκ Σουφίρ ήνεγκε ξύλα πελεκητά πολλά σφόδρα και λίθον τίμιον· 12 και εποίησεν ο βασιλεύς τα ξύλα τα πελεκητά υποστηρίγματα του οίκου Κυρίου και του οίκου του βασιλέως και νάβλας και κινύρας τοις ωδοίς· ουκ εληλύθει τοιαύτα ξύλα απελέκητα επί της γης, ουδέ ώφθησάν που έως της ημέρας ταύτης). 13 και ο βασιλεύς Σαλωμών έδωκε τη βασιλίσση Σαβά πάντα, όσα ηθέλησεν, όσα ητήσατο, εκτός πάντων ων εδεδόκει αυτη δια χειρός του βασιλέως Σαλωμών· και απεστράφη και ήλθεν εις την γην αυτής, αυτή και πάντες οι παίδες αυτής.

 14 Και ην ο σταθμός του χρυσίου του εληλυθότος τω Σαλωμών εν ενιαυτω ενί εξακόσια και εξηκονταέξ τάλαντα χρυσίου, 15 χωρίς των φόρων των υποτεταγμένων και των εμπόρων και πάντων των βασιλέων του πέραν και των σατραπών της γης. 16 και εποίησε Σαλωμών τριακόσια δόρατα χρυσά ελατά. -τριακόσιοι χρυσοί επήσαν επί το δόρυ το εν- 17 και τριακόσια όπλα χρυσά ελατά -και τρεις μναί ενήσαν χρυσού εις το όπλον το εν- και έδωκεν αυτά ο βασιλεύς εις οίκον δρυμού του Λιβάνου. 18 και εποίησεν ο βασιλεύς θρόνον ελεφάντινον μέγαν και περιεχρύσωσεν αυτόν χρυσίω δοκίμω· 19 εξ αναβαθμοί εν θρόνω και προτομαί μόσχων τω θρόνω εκ των οπίσω αυτού και χείρες ένθεν και ένθεν επί του τόπου της καθέδρας, και δύο λέοντες εστηκότες παρά τας χείρας, 20 και δώδεκα λέοντες εστώτες εκεί επί των εξ αναβαθμών ένθεν και ένθεν· ου γέγονεν ούτως πάση βασιλεία. 21 και πάντα τα σκεύη τα υπό του Σαλωμών γεγονότα χρυσά και λουτήρες χρυσοί, και πάντα τα σκεύη οίκου δρυμού του Λιβάνου χρυσίω συγκεκλεισμένα, ουκ ην αργύριον, ότι ουκ ην λογιζόμενον εν ταις ημέραις Σαλωμών· 22 ότι ναύς Θαρσίς τω βασιλεί Σαλωμών εν τη θαλάσση μετά των νηών Χιράμ, μία δια τριών ετών ήρχετο τω βασιλεί ναύς εκ θαρσίς χρυσίου και αργυρίου και λίθων τορευτών και πελεκητών.

 22α Αύτη ην η πραγματεία της προνομής, ης ανήνεγκεν ο βασιλεύς Σαλωμών οικοδομήσαι τον οίκον Κυρίου και τον οίκον του βασιλέως και το τείχος Ιερουσαλήμ και την άκραν, του περιφράξαι τον φραγμόν της πόλεως Δαυίδ και την Ασσούρ και την Μαγδάλ και την Γαζέρ και την Βαιθωρών την ανωτέρω και την Ιεθαρμάθ και πάσας τας πόλεις των αρμάτων και πάσας τας πόλεις των ιππέων και την πραγματείαν Σαλωμών, ην επραγματεύσατο οικοδομήσαι εν Ιερουσαλήμ και εν πάση τη γη, του μη κατάρξαι αυτού. 22β πάντα τον λαόν τον υπολελειμμένον υπό του Χετταίου και του Αμορραίου και του Φερεζαίου και του Χαναναίου και του Ευαίου και του Ιεβουσαίου και του Γεργεσαίου, των μη εκ των υιών Ισραήλ όντων, τα τέκνα αυτών τα υπολελειμμένα μετ ‘ αυτού εν τη γη, ους ουκ εδύναντο οι υιοί Ισραήλ εξολοθρεύσαι αυτούς, και ανήγαγεν αυτούς Σαλωμών εις φόρον έως της ημέρας ταύτης. 22γ και εκ των υιών Ισραήλ ουκ έδωκε Σαλωμών πράγμα, ότι αυτοί ήσαν άνδρες οι πολεμισταί και παίδες αυτού και άρχοντες και τρισσοί αυτού και άρχοντες των αρμάτων αυτού και ιππείς αυτού.

 23 Και εμεγαλύνθη Σαλωμών υπέρ πάντας τους βασιλείς της γης πλούτω και φρονήσει. 24 και πάντες βασιλείς της γης εζήτουν το πρόσωπον Σαλωμών του ακούσαι της φρονήσεως αυτού, ης έδωκε Κύριος τη καρδία αυτού. 25 και αυτοί έφερον έκαστος τα δώρα, σκεύη χρυσά και ιματισμόν, στακτήν και ηδύσματα και ίππους και ημιόνους το κατ ‘ ενιαυτόν ενιαυτω. 26 και ήσαν τω Σαλωμών τέσσαρες χιλιάδες θήλειαι ίπποι εις άρματα και δώδεκα χιλιάδες ιππέων, και έθετο αυτάς εν ταις πόλεσι των αρμάτων και μετά του βασιλέως εν Ιερουσαλήμ. 26α και ην ηγούμενος πάντων των βασιλέων από του ποταμού και έως γης αλλοφύλων και έως ορίων Αιγύπτου. 27καί έδωκεν ο βασιλεύς το χρυσίον και το αργύριον εν Ιερουσαλήμ ως λίθους, και τας κέδρους έδωκεν ως συκαμίνους τας εν τη πεδινή εις πλήθος, 28 και η έξοδος Σαλωμών των ιππέων και εξ Αιγύπτου και εκ Θεκουέ, έμποροι του βασιλέως ελάμβανον εκ Θεκουέ εν αλλάγματι· 29 και ανέβαινεν η έξοδος εξ Αιγύπτου, άρμα αντί εκατόν αργυρίου και ίππος αντί πεντήκοντα αργυρίου· και ούτως πάσι τοις βασιλεύσι Χεττιϊν και βασιλεύσι Συρίας κατά θάλασσαν εξεπορεύοντο.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΚΑΙ ο βασιλεύς Σαλωμών ην φιλογύνης. και ήσαν αυτω γυναίκες άρχουσαι επτακόσιαι και παλλακαί τριακόσιαι. και έλαβε γυναίκας αλλοτρίας και την θυγατέρα Φαραώ, Μωαβίτιδας, Αμμανίτιδας, Σύρας και Ιδουμαίας, Χετταίας και Αμορραίας, 2 εκ των εθνών, ων απείπε Κύριος τοις υιοίς Ισραήλ· ουκ εισελεύσεσθε εις αυτούς, και αυτοί ουκ εισελεύσονται εις υμάς, μη εκκλίνωσι τας καρδίας υμών οπίσω ειδώλων αυτών· εις αυτούς εκολλήθη Σαλωμών του αγαπήσαι

 [3 Και ήσαν αυτω γυναίκες άρχουσαι επτακόσιαι και παλλακαί τριακόσιαι και εξέκλιναν γυναίκες αυτού την καρδίαν αυτού.]

4 και εγενήθη εν καιρω γήρους Σαλωμών και ουκ ην η καρδία αυτού τελεία μετά Κυρίου Θεού αυτού, καθώς η καρδία Δαυίδ του πατρός αυτού, και εξέκλιναν γυναίκες αι αλλότριαι την καρδίαν αυτού οπίσω θεών αυτών. 5 τότε ωκοδόμησε Σαλωμών υψηλόν τω Χαμώς, ειδώλω Μωάβ και τω βασιλεί αυτών ειδώλω υιών Αμμών 6 και τη Αστάρτη βδελύγματι Σιδωνίων, 7 και ούτως εποίησε πάσαις ταις γυναιξίν αυτού ταις αλλοτρίαις, αι εθυμίων και έθυον τοις ειδώλοις αυτών. 8 και εποίησε Σαλωμών το πονηρόν ενώπιον Κυρίου· ουκ επορεύθη οπίσω Κυρίου ως Δαυίδ ο πατήρ αυτού. 9 και ωργίσθη Κύριος επί Σαλωμών, ότι εξέκλινε καρδίαν αυτού από Κυρίου Θεού Ισραήλ του οφθέντος αυτω δις 10 και εντειλαμένου αυτω υπέρ του λόγου τούτου, το παράπαν μη πορευθήναι οπίσω θεών ετέρων και φυλάξασθαι ποιήσαι, α ενετείλατο αυτω Κύριος ο Θεός, ουδ ‘ ην η καρδία αυτού τελεία μετά Κυρίου κατά την καρδίαν Δαυίδ του πατρός αυτού. 11 και είπε Κύριος προς Σαλωμών· ανθ ‘ ων εγένετο ταύτα μετά σου και ουκ εφύλαξας τας εντολάς μου και τα προστάγματά μου, α ενετειλάμην σοι, διαρρήσσων διαρρήξω την βασιλείαν σου εκ χειρός σου και δώσω αυτήν τω δούλω σου. 12 πλήν εν ταις ημέραις σου ου ποιήσω αυτά δια Δαυίδ τον πατέρα σου· εκ χειρός υιού σου λήψομαι αυτήν. 13 πλήν όλην την βασιλείαν ου μη λάβω· σκήπτρον εν δώσω τω υιω σου δια Δαυίδ τον δούλόν μου και δια Ιερουσαλήμ την πόλιν, ην εξελεξάμην.

 14 Και ήγειρε Κύριος σατάν τω Σαλωμών τον Άδερ τον Ιδουμαίον και τον Εσρώμ υιόν Ελιαδαέ, τον εν Ραεμμάθ Αδραζάρ βασιλέα Σουβά κύριον αυτού· και συνηθροίσθησαν επ ‘ αυτόν άνδρες, και ην άρχων συστρέμματος και προκατελάβετο την Δαμασέκ· και ήσαν σατάν τω Ισραήλ πάσας τας ημέρας Σαλωμών. και Άδερ ο Ιδουμαίος εκ του σπέρματος της βασιλείας εν Ιδουμαία· 15 και εγένετο εν τω εξολοθρεύσαι Δαυίδ τον Εδώμ εν τω πορευθήναι Ιωάβ άρχοντα της στρατιάς θάπτειν τους τραυματίας, και έκοψαν παν αρσενικόν εν τη Ιδουμαία -16 ότι εξ μήνας ενεκάθητο εκεί Ιωάβ και πας Ισραήλ εν τη Ιδουμαία, έως ότου εξωλόθρευσε παν αρσενικόν εν τη Ιδουμαία- 17 και απέδρα Άδερ, αυτός και πάντες άνδρες Ιδουμαίοι των παίδων του πατρός αυτού μετ ‘ αυτού, και εισήλθον εις Αίγυπτον· και Άδερ παιδάριον μικρόν. 18 και ανίστανται άνδρες εκ της πόλεως Μαδιάμ και έρχονται εις Φαράν και λαμβάνουσιν άνδρας μεθ ‘ εαυτών και έρχονται προς Φαραώ βασιλέα Αιγύπτου, και εισήλθεν Άδερ προς Φαραώ, και έδωκεν αυτω οίκον και άρτους διέταξεν αυτω. 19 και εύρεν Άδερ χάριν εναντίον Φαραώ σφόδρα, και έδωκεν αυτω γυναίκα αδελφήν της γυναικός αυτού, αδελφήν Θεκεμίνας την μείζω. 20 και έτεκεν αυτω η αδελφή Θεκεμίνας τω Άδερ τον Γανηβάθ υιόν αυτής, και εξέθρεψεν αυτόν Θεκεμίνα εν μέσω υιών Φαραώ, και ην Γανηβάθ εν μέσω υιών Φαραώ. 21 και Άδερ ήκουσεν εν Αιγύπτω ότι κεκοίμηται Δαυίδ μετά των πατέρων αυτού, και ότι τέθνηκεν Ιωάβ ο άρχων της στρατιάς· και είπεν Άδερ προς Φαραώ· εξαπόστειλόν με και αποστρέψω εις την γην μου. 22 και είπε Φαραώ τω Άδερ· τίνι συ ελαττονή μετ ‘ εμού; και ιδού συ ζητείς απελθείν εις την γην σου. και είπεν αυτω Άδερ, ότι εξαποστέλλων εξαποστελείς με· και ανέστρεψεν Άδερ εις την γην αυτού. αύτη η κακία, ην εποίησεν Άδερ· και εβαρυθύμησεν εν Ισραήλ και εβασίλευσεν εν γη Εδώμ

[23 Και ήγειρε Κύριος σατάν τω Σαλωμών τον Ραζών υιόν Ελιαδαέ τον Βαραμεέθ Αδαδεζέρ βασιλέα Σουβά κύριον αυτού. 24 και συνηθροίσθησαν επ ‘ αυτόν άνδρες και ην άρχων συστρέμματος εν τω αποκτείνειν Δαυίδ αυτούς, και επορεύθησαν εις Δαμασκόν και εκάθισαν εν αυτω και εβασίλευσεν εν Δαμασκω 25 και εγένετο αντικείμενος τω Ισραήλ πάσας τας ημέρας Σαλωμών.]

 26 Και Ιεροβοάμ υιος Ναβάτ ο Εφραθί εκ της Σαριρά υιος γυναικός χήρας δούλος Σαλωμών. 27 και τούτο το πράγμα ως επήρατο χείρας επί βασιλέα Σαλωμών. και ο βασιλεύς Σαλωμών ωκοδόμησε την άκραν, συνέκλεισε τον φραγμόν της πόλεως Δαυίδ του πατρός αυτού. 28 και ο άνθρωπος Ιεροβοάμ ισχυρός δυνάμει, και είδε Σαλωμών το παιδάριον ότι ανήρ έργων εστί, και κατέστησεν αυτόν επί τας άρσεις οίκου Ιωσήφ. 29 και εγενήθη εν τω καιρω εκείνω και Ιεροβοάμ εξήλθεν εξ Ιερουσαλήμ και εύρεν αυτόν Αχιά ο Σηλωνίτης ο προφήτης εν τη οδω και απέστησεν αυτόν εκ της οδού· και Αχιά περιβεβλημένος ιματίω καινω, και αμφότεροι μόνοι εν τω πεδίω. 30 και επελάβετο Αχιά του ιματίου αυτού του καινού του επ ‘ αυτω και διέρρηξεν αυτόν δώδεκα ρήγματα 31 και είπε τω Ιεροβοάμ· λάβε σεαυτω δέκα ρήγματα, ότι τάδε λέγει Κύριος ο Θεός Ισραήλ· ιδού εγώ ρήσσω την βασιλείαν εκ χειρός Σαλωμών και δώσω σοι δέκα σκήπτρα. 32 και δύο σκήπτρα έσονται αυτω δια τον δούλόν μου Δαυίδ και δια Ιερουσαλήμ την πόλιν, ην εξελεξάμην εν αυτη εκ πασών φυλών Ισραήλ, 33 και ανθ ‘ ων εγκατέλιπέ με και εποίησε τη Αστάρτη βδελύγματι Σιδωνίων και τω

 Χαμώς και τοις ειδώλοις Μωάβ και τω βασιλεί αυτών προσοχθίσματι υιών Αμμών και ουκ επορεύθη εν ταις οδοίς μου του ποιήσαι το ευθές ενώπιον εμού, ως Δαυίδ ο πατήρ αυτού. 34 και ου μη λάβω την βασιλείαν όλην εκ χειρός αυτού, διότι αντιτασσόμενος αντιτάξομαι αυτω πάσας τας ημέρας της ζωής αυτού, δια τον Δαυίδ τον δούλόν μου, ον εξελεξάμην αυτόν. 35 και λήψομαι την βασιλείαν εκ χειρός του υιού αυτού και δώσω σοι τα δέκα σκήπτρα, 36 τω δε υιω αυτού δώσω τα δύο σκήπτρα, όπως ή θέσις τω δούλω μου Δαυίδ πάσας τας ημέρας ενώπιον εμού εν Ιερουσαλήμ τη πόλει, ην εξελεξάμην εμαυτω του θέσθαι το όνομά μου εκεί. 37 και σε λήψομαι και βασιλεύσεις εν οίς επιθυμεί η ψυχή σου, και συ έση βασιλεύς επί τον Ισραήλ. 38 και έσται εάν φυλάξης πάντα, όσα αν εντείλωμαί σοι, και πορευθής εν ταις οδοίς μου και ποιήσης το ευθές ενώπιον εμού του φυλάξασθαι τα προστάγματά μου και τας εντολάς μου, καθώς εποίησε Δαυίδ ο δούλός μου, και έσομαι μετά σου και οικοδομήσω σοι οίκον πιστόν, καθώς ωκοδόμησα τω Δαυίδ. 40 και εζήτησε Σαλωμών θανατώσαι τον Ιεροβοάμ, και ανέστη και απέδρα εις Αίγυπτον προς Σουσακίμ βασιλέα Αιγύπτου και ην εν Αιγύπτω, έως ου απέθανε Σαλωμών.

 41 Και τα λοιπά των λόγων Σαλωμών και πάντα, όσα εποίησε, και πάσαν την φρόνησιν αυτού, ουκ ιδού ταύτα γέγραπται εν βιβλίω ρημάτων Σαλωμών; 42 και αι ημέραι, ας εβασίλευε Σαλωμών εν Ιερουσαλήμ επί πάντα Ισραήλ τεσσαράκοντα έτη. 43 και εκοιμήθη Σαλωμών μετά των πατέρων αυτού, και έθαψαν αυτόν εν πόλει Δαυίδ του πατρός αυτού. και εγενήθη ως ήκουσεν Ιεροβοάμ υιος Ναβάτ, -και αυτού έτι όντος εν Αιγύπτω ως έφυγεν εκ προσώπου Σαλωμών και εκάθητο εν Αιγύπτω- κατευθύνει και έρχεται εις την πόλιν αυτού εις την γην Σαριρά την εν όρει Εφραίμ. 44 και ο βασιλεύς Σαλωμών εκοιμήθη μετά των πατέρων αυτού, και εβασίλευσε Ροβοάμ ο υιος αυτού αντ ‘ αυτού.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΚΑΙ πορεύεται βασιλεύς Ροβοάμ εις Σίκιμα, ότι εις Σίκιμα ήρχοντο πας Ισραήλ βασιλεύσαι αυτόν.

[2 Και εγένετο ως ήκουσεν Ιεροβοάμ υιος Ναβάτ και αυτού έτι όντος εν Αιγύπτω, και έφυγεν εκ προσώπου του βασιλέως Σαλωμών και επέστρεψεν Ιεροβοάμ εξ Αιγύπτου, 3 και απέστειλαν και εκάλεσαν αυτόν και ήλθεν Ιεροβοάμ και πάσα η εκκλησία Ισραήλ.]

3 και ελάλησεν ο λαός προς τον βασιλέα Ροβοάμ λέγοντες· 4 ο πατήρ σου εβάρυνε τον κλοιόν ημών, και συ νυν κούφισον από της δουλείας του πατρός σου της σκληράς και από του κλοιού αυτού του βαρέως, ου έδωκεν εφ ‘ ημάς, και δουλεύσομέν σοι. 5 και είπεν προς αυτούς· απέλθετε έως ημερών τριών και αναστρέψατε προς με· και απήλθον. 6 και απήγγειλεν ο βασιλεύς τοις πρεσβυτέροις, οί ήσαν παρεστώτες ενώπιον Σαλωμών του πατρός αυτού έτι ζώντος αυτού λέγων· Πως υμείς βουλεύεσθε και αποκριθώ τω λαω τούτω λόγον; 7 και ελάλησαν προς αυτόν λέγοντες· ει εν τη ημέρα ταύτη έση δούλος τω λαω τούτω και δουλεύσεις αυτοίς και λαλήσεις προς αυτούς λόγους αγαθούς, και έσονταί σοι δούλοι πάσας τας ημέρας. 8 και εγκατέλιπε την βουλήν των πρεσβυτέρων, α συνεβουλεύσαντο αυτω, και συνεβουλεύσατο μετά των παιδαρίων των εκτραφέντων μετ ‘ αυτού των παρεστηκότων προς προσώπου αυτού 9 και είπεν αυτοίς· τι υμείς συμβουλεύετε, και τι αποκριθώ τω λαω τούτω τοις λέγουσι προς με λεγόντων· κούφισον από του κλοιού, ου έδωκεν ο πατήρ σου εφ ‘ ημάς; 10 και ελάλησαν προς αυτόν τα παιδάρια τα εκτραφέντα μετ ‘ αυτού, οι παρεστηκότες προ προσώπου αυτού λέγοντες· τάδε λαλήσεις τω λαω τούτω τοις λαλήσασι προς σε λέγοντες· ο πατήρ σου εβάρυνε τον κλοιόν ημών και συ νυν κούφισον αφ ‘ ημών, τάδε λαλήσεις προς αυτούς· η μικρότης μου παχυτέρα της οσφύος του πατρός μου· 11 και νυν ο πατήρ μου επεσάσσετο υμάς κλοιω βαρεί, καγώ προσθήσω επί τον κλοιόν υμών· ο πατήρ μου επαίδευσεν υμάς εν μάστιξιν, εγώ δε παιδεύσω υμάς εν σκορπίοις. 12 και παρεγένοντο πας Ισραήλ προς τον βασιλέα Ροβοάμ εν τη ημέρα τη τρίτη, καθότι ελάλησεν αυτοίς ο βασιλεύς λέγων· αναστράφητε προς με τη ημέρα τη τρίτη. 13 και απεκρίθη ο βασιλεύς προς τον λαόν σκληρά, και εγκατέλιπε Ροβοάμ την βουλήν των πρεσβυτέρων, α συνεβουλεύσαντο αυτω, 14 και ελάλησε προς αυτούς κατά την βουλήν των παιδαρίων λέγων· ο πατήρ μου εβάρυνε τον κλοιόν υμών, καγώ προσθήσω επί τον κλοιόν υμών· ο πατήρ μου επαίδευσεν υμάς εν μάστιξι, καγώ παιδεύσω υμάς εν σκορπίοις. 15 και ουκ ήκουσεν ο βασιλεύς του λαού, ότι ην μεταστροφή παρά Κυρίου, όπως στήση το ρήμα αυτού, ό ελάλησεν εν χειρί Αχιά του Σηλωνίτου περί Ιεροβοάμ υιού Ναβάτ. 16 και είδον πας Ισραήλ, ότι ουκ ήκουσεν ο βασιλεύς αυτών, και απεκρίθη ο λαός τω βασιλεί λέγων· τις ημίν μερίς εν Δαυίδ; και ουκ έστιν ημίν κληρονομία εν υιω Ιεσσαί· απότρεχε, Ισραήλ, εις τα σκηνώματά σου· νυν βόσκε τον οίκόν σου, Δαυίδ. και απήλθεν Ισραήλ εις τα σκηνώματα αυτού. 18 και απέστειλεν ο βασιλεύς τον Αδωνιράμ τον επί του φόρου, και ελιθοβόλησαν αυτόν εν λίθοις και απέθανε· και ο βασιλεύς Ροβοάμ έφθασεν αναβήναι του φυγείν εις Ιερουσαλήμ. 19 και ηθέτησεν Ισραήλ εις τον οίκον Δαυίδ έως της ημέρας ταύτης. 20 και εγένετο ως ήκουσε πας Ισραήλ ότι ανέκαμψεν Ιεροβοάμ εξ Αιγύπτου, και απέστειλαν και εκάλεσαν αυτόν εις την συναγωγήν και εβασίλευσαν αυτόν επί Ισραήλ· και ουκ ην οπίσω οίκου Δαυίδ πάρεξ σκήπτρου Ιούδα και Βενιαμίν μόνοι. 21 και Ροβοάμ εισήλθεν εις Ιερουσαλήμ και εξεκκλησίασε την συναγωγήν Ιούδα και σκήπτρον Βενιαμίν εκατόν και είκοσι χιλιάδας νεανιών ποιούντων πόλεμον, του πολεμείν προς οίκον Ισραήλ, επιστρέψαι την βασιλείαν Ροβοάμ υιω Σαλωμών. 22 και εγένετο λόγος Κυρίου προς Σαμαίαν άνθρωπον του Θεού λέγων· 23 ειπόν τω Ροβοάμ υιω Σαλωμών βασιλεί Ιούδα και προς πάντα οίκον Ιούδα και Βενιαμίν και τω καταλοίπω του λαού λέγων· 24 τάδε λέγει Κύριος· ουκ αναβήσεσθε ουδέ πολεμήσετε μετά των αδελφών υμών υιών Ισραήλ· αποστρεφέτω έκαστος εις τον οίκον εαυτού, ότι παρ ‘ εμού γέγονε το ρήμα τούτο. και ήκουσαν του λόγου Κυρίου και κατέπαυσαν του πορευθήναι κατά το ρήμα Κυρίου.

 24α Και ο βασιλεύς Σαλωμών κοιμάται μετά των πατέρων αυτού και θάπτεται μετά των πατέρων αυτού εν πόλει Δαυίδ. και εβασίλευσε Ροβοάμ υιος αυτού αντ ‘ αυτού εν Ιερουσαλήμ υιος ων εκκαίδεκα ετών εν τω βασιλεύειν αυτόν, και δώδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ. και όνομα της μητρός αυτού Ναανάν, θυγάτηρ Ανάν υιού Ναάς βασιλέως υιών Αμμών· και εποίησε το πονηρόν ενώπιον Κυρίου, και ουκ επορεύθη εν οδω Δαυίδ του πατρός αυτού. 24β και ην άνθρωπος εξ όρους Εφραίμ δούλος τω Σαλωμών, και όνομα αυτω Ιεροβοάμ, και όνομα της μητρός αυτού Σαριρά, γυνή πόρνη· και έδωκεν αυτόν Σαλωμών εις άρχοντα σκυτάλης επί άρσεις οίκου Ιωσήφ, και ωκοδόμησε τω Σαλωμών την Σαριρά την εν όρει Εφραίμ, και ήσαν αυτώ τριακόσια άρματα ίππων· ούτος ωκοδόμησε την άκραν εν ταις άρσεσιν οίκου Εφραίμ, ούτος συνέκλεισε την πόλιν Δαυίδ και ην επαιρόμενος επί την βασιλείαν. 24γ και εζήτει Σαλωμών θανατώσαι αυτόν, και εφοβήθη και απέδρα αυτός προς Σουσακίμ βασιλέα Αιγύπτου και ην μετ ‘ αυτού έως απέθανε Σαλωμών. 24δ και ήκουσεν Ιεροβοάμ εν Αιγύπτω ότι τέθνηκε Σαλωμών, και ελάλησεν εις τα ώτα Σουσακίμ βασιλέως Αιγύπτου λέγων· εξαπόστειλόν με και απελεύσομαι εγώ εις την γην μου· και είπεν αυτω Σουσακίμ· αίτησαί τι αίτημα και δώσω σοι. 24ε και Σουσακίμ έδωκε τω Ιεροβοάμ την Ανώ, αδελφήν Θεκεμίνας την πρεσβυτέραν της γυναικός αυτού αυτω εις γυναίκα· αύτη ην μεγάλη εν μέσω των θυγατέρων του βασιλέως και έτεκε τω Ιεροβοάμ τον Αβιά υιόν αυτού. 24ζ και είπεν Ιεροβοάμ προς Σουσακίμ· όντως εξαπόστειλόν με και απελεύσομαι. και εξήλθεν Ιεροβοάμ εξ Αιγύπτου και ήλθεν εις γην Σαριρά την εν όρει Εφραίμ· και συνάγεται εκεί παν σκήπτρον Εφραίμ· και ωκοδόμησεν εκεί Ιεροβοάμ χάρακα.

 24η Και ηρώστησε το παιδάριον αυτού αρρωστίαν κραταιάν σφόδρα, και επορεύθη Ιεροβοάμ ερωτήσαι περί του παιδαρίου· και είπε προς Ανώ την γυναίκα αυτού· ανάστηθι και πορεύου, επερώτησον τον Θεόν περί του παιδαρίου, ει ζήσεται εκ της αρρωστίας αυτού. 24θ και άνθρωπος ην εν Σηλώμ και όνομα αυτω Αχιά, και ούτος ην υιος εξήκοντα ετών, και ρήμα Κυρίου μετ ‘ αυτού. και είπεν Ιεροβοάμ προς την γυναίκα αυτού· ανάστηθι και λαβέ εις την χείρά σου τω ανθρώπω του Θεού άρτους και κολλύρια τοις τέκνοις αυτού και σταφυλήν και στάμνον μέλιτος. και ανέστη η γυνή 24ι και έλαβεν εις την χείρα αυτής άρτους και δύο κολλύρια και σταφυλήν και στάμνον μέλιτος τω Αχιά· και ο άνθρωπος πρεσβύτερος, και οι οφθαλμοί αυτού ημβλυώπουν του ιδείν, 24κ και ανέστη εκ Σαριρά και πορεύεται, και εγένετο ελθούσης αυτής εις την πόλιν προς Αχιά τον Σηλωνίτην και είπεν Αχιά τω παιδαρίω αυτού· έξελθε δη εις απαντήν Ανώ τη γυναικί Ιεροβοάμ και ερείς αυτη· είσελθε και μη στης, ότι τάδε λέγει Κύριος· σκληρά εγώ επαποστέλλω επί σε. 24λ και εισήλθεν Ανώ προς τον άνθρωπον του Θεού, και είπεν αυτη Αχιά· ινατί ενήνοχάς μοι άρτους και σταφυλήν και κολλύρια και στάμνον μέλιτος; τάδε λέγει Κύριος· ιδού συ απελεύση απ ‘ εμού, και έσται εισελθούσης σου την πόλιν εις Σαριρά και τα κοράσιά σου εξελεύσονταί σοι εις συνάντησιν και ερούσί σοι· το παιδάριον τέθνηκεν. 24μ ότι τάδε λέγει Κύριος· ιδού εγώ εξολοθρεύσω του Ιεροβοάμ ουρούντα προς τοίχον, και έσονται οι τεθνηκότες του Ιεροβοάμ εν τη πόλει καταφάγονται οι κύνες, και τον τεθνηκότα εν τω αγρω καταφάγεται τα πετεινά του ουρανού, και το παιδάριον κόψονται· ουαί Κύριε, ότι ευρέθη εν αυτω ρήμα καλόν περί του Κυρίου. 24ν και απήλθεν η γυνή, ως ήκουσε, και εγένετο ως εισήλθεν εις την Σαριρά, και το παιδάριον απέθανε, και εξήλθεν η κραυγή εις απαντήν.

 24ξ Και επορεύθη Ιεροβοάμ εις Σίκιμα την εν όρει Εφραίμ και συνήθροισεν εκεί τας φυλάς του Ισραήλ, και ανέβη εκεί Ροβοάμ υιος Σαλωμών. και λόγος Κυρίου εγένετο προς Σαμαίαν τον Ελαμί λέγων· λαβέ σεαυτω ιμάτιον καινόν το ουκ εισεληλυθός εις ύδωρ και ρήξον αυτό δώδεκα ρήγματα και δώσεις τω Ιεροβοάμ και ερείς αυτω· τάδε λέγει Κύριος· λάβε σεαυτω δέκα ρήγματα του περιβαλέσθαι σε. και έλαβεν Ιεροβοάμ· και είπε Σαμαίας· τάδε λέγει Κύριος επί τας δέκα φυλάς του Ισραήλ.

 24ο Και είπεν ο λαός προς Ροβοάμ υιόν Σαλωμών· ο πατήρ σου εβάρυνε τον κλοιόν αυτού εφ ‘ ημάς και εβάρυνε τα βρώματα της τραπέζης αυτού· και νυν ει κουφιείς εφ ‘ ημάς και δουλεύσομέν σοι. και είπε Ροβοάμ προς τον λαόν· έτι τριών ημερών και αποκριθήσομαι υμίν ρήμα. 24π και είπε Ροβοάμ· εισαγάγετέ μοι τους πρεσβυτέρους και συμβουλεύσομαι μετ ‘ αυτών τι αποκριθώ τω λαω ρήμα εν τη ημέρα τη τρίτη. και ελάλησε Ροβοάμ εις τα ώτα αυτών καθώς απέστειλεν ο λαός προς αυτόν και είπον οι πρεσβύτεροι του λαού· ούτως ελάλησε προς σε ο λαός. 24ρ και διεσκέδασε Ροβοάμ την βουλήν αυτών, και ουκ ήρεσεν ενώπιον αυτού· και απέστειλε και εισήγαγε τους συντρόφους αυτού και ελάλησεν αυτοίς· ταύτα και ταύτα απέσταλκεν ο λαός προς με λέγων. και είπαν οι σύντροφοι αυτού· ούτως λαλήσεις προς τον λαόν λέγων· η μικρότης μου παχυτέρα υπέρ την οσφύν του πατρός μου· ο πατήρ μου εμαστίγου υμάς μάστιξιν, εγώ δε κατάρξω υμάς εν σκορπίοις. 24σ και ήρεσε το ρήμα ενώπιον Ροβοάμ, και απεκρίθη τω λαω καθώς συνεβούλευσαν αυτω οι σύντροφοι αυτού τα παιδάρια. 24τ και είπε πας ο λαός ως ανήρ εις, έκαστος τω πλησίον αυτού, και ανέκραξαν άπαντες λέγοντες· ου μερίς ημίν εν Δαυίδ ουδέ κληρονομία εν υιω Ιεσσαί· έκαστος εις τα σκηνώματά σου Ισραήλ, ότι ο άνθρωπος ούτος ουκ εις άρχοντα ουδέ εις ηγούμενον. 24υ και διεσπάρη πας ο λαός εκ Σικίμων, και απήλθον έκαστος εις το σκήνωμα αυτού. και κατεκράτησε Ροβοάμ και απήλθε και ανέβη επί το άρμα αυτού και εισήλθεν εις Ιερουσαλήμ, και πορεύονται οπίσω αυτού παν σκήπτρον Ιούδα και παν σκήπτρον Βενιαμίν. 24φ και εγένετο ενισταμένου του ενιαυτού και συνήθροισε Ροβοάμ πάντα άνδρα Ιούδα και Βενιαμίν και ανέβη του πολεμείν προς Ιεροβοάμ εις Σίκιμα. 24χ και εγένετο ρήμα Κυρίου προς Σαμαίαν άνθρωπον του Θεού λέγων· ειπόν τω Ροβοάμ βασιλεί Ιούδα και προς πάντα οίκον Ιούδα και Βενιαμίν και προς το κατάλειμμα του λαού λέγων· τάδε λέγει Κύριος· ουκ αναβήσεσθε ουδέ πολεμήσετε προς τους αδελφούς υμών υιούς Ισραήλ· αναστρέφετε έκαστος εις τον οίκον αυτού, ότι παρ ‘ εμού γέγονε το ρήμα τούτο. 24ψ και ήκουσαν του λόγου Κυρίου και ανέσχον μη πορευθήναι κατά το ρήμα Κυρίου.

 25 Και ωκοδόμησεν Ιεροβοάμ την Σίκιμα την εν όρει Εφραίμ και κατώκει εν αυτη· και εξήλθεν εκείθεν και ωκοδόμησε την Φανουήλ. 26 και είπεν Ιεροβοάμ εν τη καρδία αυτού· ιδού νυν επιστρέψει η βασιλεία εις οίκον Δαυίδ· 27 εάν αναβή ο λαός ούτος αναφέρειν θυσίαν εν οίκω Κυρίου εις Ιερουσαλήμ, και επιστραφήσεται καρδία του λαού προς Κύριον και κύριον αυτών, προς Ροβοάμ βασιλέα Ιούδα, και αποκτενούσί με. 28 και εβουλεύσατο ο βασιλεύς και επορεύθη και εποίησε δύο δαμάλεις χρυσάς· και είπε προς τον λαόν· ικανούσθω υμίν αναβαίνειν εις Ιερουσαλήμ· ιδού θεοί σου, Ισραήλ, οι αναγαγόντες σε εκ γης Αιγύπτου. 29 και έθετο την μίαν εν Βαιθήλ και την μίαν έδωκεν εν Δάν. 30 και εγένετο ο λόγος ούτος εις αμαρτίαν· και επορεύετο ο λαός προ προσώπου της μιάς έως Δάν. και είασαν τον οίκον Κυρίου. 31 και εποίησεν οίκους εφ ‘ υψηλών και εποίησεν ιερείς μέρος τι εκ του λαού, οί ουκ ήσαν εκ των υιών Λευί. 32 και εποίησεν Ιεροβοάμ εορτήν εν τω μηνί τω ογδόω εν τη πεντεκαιδεκάτη ημέρα του μηνός κατά την εορτήν την εν γη Ιούδα και ανέβη επί το θυσιαστήριον, ό εποίησεν εν Βαιθήλ, του θύειν ταις δαμάλεσιν, αις εποίησε, και παρέστησεν εν Βαιθήλ τους ιερείς των υψηλών, ων εποίησε. 33 και ανέβη επί το θυσιαστήριον, ό εποίησε, τη πεντεκαιδεκάτη ημέρα εν τω μηνί τω ογδόω εν τη εορτη, ή επλάσατο από καρδίας αυτού, και εποίησεν εορτήν τοις υιοίς Ισραήλ και ανέβη επί το θυσιαστήριον του επιθύσαι.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΚΑΙ ιδού άνθρωπος του Θεού εξ Ιούδα παρεγένετο εν λόγω Κυρίου εις Βαιθήλ, και Ιεροβοάμ ειστήκει επί το θυσιαστήριον επιθύσαι. 2 και επεκάλεσε προς το θυσιαστήριον εν λόγω Κυρίου και είπε· θυσιαστήριον θυσιαστήριον, τάδε λέγει Κύριος· ιδού υιος τίκτεται τω οίκω Δαυίδ, Ιωσίας όνομα αυτω, και θύσει επί σε τους ιερείς των υψηλών τους επιθύοντας επί σε και οστά ανθρώπων καύσει επί σε. 3 και δώσει εν τη ημέρα εκείνη τέρας λέγων· τούτο το ρήμα ό ελάλησε Κύριος λέγων· ιδού το θυσιαστήριον ρήγνυται, και εκχυθήσεται η πιότης η επ ‘ αυτω. 4 και εγένετο ως ήκουσεν ο βασιλεύς Ιεροβοάμ των λόγων του ανθρώπου του Θεού του επικαλεσαμένου επί το θυσιαστήριον το εν Βαιθήλ, και εξέτεινεν ο βασιλεύς την χείρα αυτού από του θυσιαστηρίου λέγων· συλλάβετε αυτόν· και ιδού εξηράνθη η χείρ αυτού, ην εξέτεινεν επ ‘ αυτόν, και ουκ εδυνήθη επιστρέψαι αυτήν προς αυτόν, 5 και το θυσιαστήριον ερράγη, και εξεχύθη η πιότης από του θυσιαστηρίου κατά το τέρας, ό έδωκεν ο άνθρωπος του Θεού εν λόγω Κυρίου. 6 και είπεν ο βασιλεύς Ιεροβοάμ τω ανθρώπω του Θεού· δεήθητι του προσώπου Κυρίου του Θεού σου, και επιστρεψάτω η χείρ μου προς εμέ. και εδεήθη ο άνθρωπος του Θεού του προσώπου Κυρίου, και επέστρεψε την χείρα του βασιλέως προς αυτόν, και εγένετο καθώς το πρότερον. 7 και ελάλησεν ο βασιλεύς προς τον άνθρωπον του Θεού· είσελθε μετ ‘ εμού εις οίκον και αρίστησον, και δώσω σοι δόμα. 8 και είπεν ο άνθρωπος του Θεού προς τον βασιλέα· εάν δως μοι το ήμισυ του οίκου σου, ουκ εισελεύσομαι μετά σου ουδέ μη φάγω άρτον ουδέ μη πίω ύδωρ εν τω τόπω τούτω· 9 ότι ούτως ενετείλατό μοι Κύριος εν λόγω λέγων· μη φάγης άρτον και μη πίης ύδωρ και μη επιστρέψης εν τη οδώ, ή επορεύθης εν αυτη. 10 και απήλθεν εν οδω άλλη και ουκ ανέστρεψεν εν τη οδω, ή ήλθεν εν αυτη εις Βαιθήλ.

 11 Και προφήτης εις πρεσβύτης κατώκει εν Βαιθήλ, και έρχονται οι υιοί αυτού και διηγήσαντο αυτω πάντα τα έργα, α εποίησεν ο άνθρωπος του Θεού εν τη ημέρα εκείνη εν Βαιθήλ, και τους λόγους, ους ελάλησε τω βασιλεί· και επέστρεψαν το πρόσωπον του πατρός αυτών. 12 και ελάλησε προς αυτούς ο πατήρ αυτών λέγων· ποία οδω πεπόρευται; και δεικνύουσιν αυτω οι υιοί αυτού την οδόν, εν ή ανήλθεν ο άνθρωπος του Θεού ο ελθών εξ Ιούδα. 13 και είπε τοις υιοίς αυτού· επισάξατέ μοι τον όνον· και επέσαξαν αυτω τον όνον, και επέβη επ ‘ αυτόν. 14 και επορεύθη κατόπισθεν του ανθρώπου του Θεού και εύρεν αυτόν καθήμενον υπό δρύν και είπεν αυτω· ει συ ει ο άνθρωπος του Θεού ο εληλυθώς εξ Ιούδα; και είπεν αυτω· εγώ. 15 και είπεν αυτω· δεύρο μετ ‘ εμού και φάγε άρτον. 16 και είπεν· ου μη δύνωμαι του επιστρέψαι μετά σου ουδέ μη φάγομαι άρτον ουδέ πίομαι ύδωρ εν τω τόπω τούτω· 17 ότι ούτως εντέταλταί μοι εν λόγω Κύριος λέγων· μη φάγης άρτον εκεί και μη πίης ύδωρ και μη επιστρέψης εκεί εν τη οδω, ή επορεύθης εν αυτη. 18 και είπε προς αυτόν· καγώ προφήτης ειμί καθώς συ, και άγγελος λελάληκε προς με εν ρήματι Κυρίου λέγων· επίστρεψον αυτόν προς σεαυτόν εις τον οίκόν σου, και φαγέτω άρτον, και πιέτω ύδωρ· και εψεύσατο αυτω. 19 και επέστρεψεν αυτόν και έφαγεν άρτον και έπιεν ύδωρ εν τω οίκω αυτού. 20 και εγένετο αυτών καθημένων επί της τραπέζης, και εγένετο λόγος Κυρίου προς τον προφήτην τον επιστρέψαντα αυτόν 21 και είπε προς τον άνθρωπον του Θεού τον ήκοντα εξ Ιούδα λέγων· τάδε λέγει Κύριος· ανθ ‘ ων παρεπίκρανας το ρήμα Κυρίου και ουκ εφύλαξας την εντολήν, ην ενετείλατό σοι Κύριος ο Θεός σου, 22 και επέστρεψας και έφαγες άρτον και έπιες ύδωρ εν τω τόπω τούτω, ω ελάλησε προς σε λέγων· ου μη φάγης άρτον και μη πίης ύδωρ, ου μη εισέλθη το σώμά σου εις τον τάφον των πατέρων σου. 23 και εγένετο μετά το φαγείν αυτόν άρτον και πιείν ύδωρ, και επέσαξεν αυτω τον όνον, και επέστρεψε. 24 και απήλθε, και εύρεν αυτόν λέγων εν τη οδω και εθανάτωσεν αυτόν, και ην το σώμα αυτού ερριμμένον εν τη οδω, και ο όνος ειστήκει παρ ‘ αυτό, και ο λέων ειστήκει παρά το σώμα. 25 και ιδού άνδρες παραπορευόμενοι και είδον το θνησιμαίον ερριμμένον εν τη οδω και ο λέων ειστήκει εχόμενα του θνησιμαίου· και εισήλθον και ελάλησαν εν τη πόλει, ου ο προφήτης ο πρεσβύτης κατώκει εν αυτη. 26 και ήκουσεν ο επιστρέψας αυτόν εκ της οδού και είπεν· ο άνθρωπος του Θεού ούτός εστίν, ος παρεπίκρανε το ρήμα Κυρίου. 28 και επορεύθη και εύρε το σώμα αυτού ερριμμένον εν τη οδω, και ο όνος και ο λέων ειστήκεισαν παρά το σώμα, και ουκ έφαγεν ο λέων το σώμα του ανθρώπου του Θεού και ου συνέτριψε τον όνον. 29 και ήρεν ο προφήτης το σώμα του ανθρώπου του Θεού και επέθηκεν αυτό επί τον όνον, και επέστρεψεν αυτόν εις την πόλιν ο προφήτης του θάψαι αυτόν 30 εν τω τάφω εαυτού, και εκόψαντο αυτόν· ουαί αδελφέ. 31 και εγένετο μετά το κόψασθαι αυτόν και είπε τοις υιοίς αυτού λέγων· εάν αποθάνω, θάψατέ με εν τω τάφω τούτω ου ο άνθρωπος του Θεού τέθαπται εν αυτω· παρά τα οστά αυτού θέτε με, ίνα σωθώσι τα οστά μου μετά των οστών αυτού· 32 ότι γινόμενον έσται το ρήμα, ό ελάλησεν εν λόγω Κυρίου επί το θυσιαστήριον εν Βαιθήλ και επί τους οίκους τους υψηλούς τους εν Σαμαρεία. 33 και μετά το ρήμα τούτο ουκ επέστρεψεν Ιεροβοάμ από της κακίας αυτού, και επέστρεψε και εποίησεν εκ μέρους του λαού ιερείς υψηλών· ο βουλόμενος επλήρου την χείρα αυτού, και εγίνετο ιερεύς εις τα υψηλά. 34 και εγένετο το ρήμα τούτο εις αμαρτίαν τω οίκω Ιεροβοάμ και εις όλεθρον και εις αφανισμόν από προσώπου της γης.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

[1 Εν τω καιρω εκείνω ηρρώστησεν Αβιά υιος Ιεροβοάμ 2 και είπεν ο Ιεροβοάμ προς την γυναίκα αυτού· ανάστηθι και αλλοιωθήση, και ου γνώσονται ότι συ γυνή Ιεροβοάμ, και πορευθήση εις Σηλώ· και ιδού εκεί Αχιά ο προφήτης, αυτός ελάλησεν εμέ του βασιλεύσαι επί τον λαόν τούτον. 3 και λαβέ εις την χείρά σου τω ανθρώπω του Θεού άρτους και κολλυρίδα τοις τέκνοις αυτού και σταφίδας και στάμνον μέλιτος, και ελεύση προς αυτόν. αυτός αναγγείλη σοι τι έσται τω παιδί. 4 και εποίησεν ούτως γυνή Ιεροβοάμ· και ανέστη και επορεύθη εις Σηλώ, και εισήλθεν εν οίκω Αχιά· και ο άνθρωπος πρεσβύτερος του ιδείν, και ημβλυώπουν οι οφθαλμοί αυτού από γήρους αυτού. 5 και Κύριος είπε προς Αχιά· ιδού γυνή του Ιεροβοάμ εισέρχεται του εκζητήσαι ρήμα παρά σου περί υιού αυτής, ότι άρρωστός εστι· κατά τούτο και κατά τούτο λαλήσεις προς αυτήν. και εγένετο εν τω εισέρχεσθαι αυτήν και αυτή απεξενούτο. 6 και εγένετο ως ήκουσεν Αχιά την φωνήν ποδών αυτής, εισερχομένης αυτής εν τω ανοίγματι, και είπεν· είσελθε, γυνή Ιεροβοάμ· ινατί συ τούτο αποξενούσαι; και εγώ ειμι απόστολος προς σε σκληρός. 7 πορευθείσα ειπόν τω Ιεροβοάμ· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· ανθ ‘ ου όσον ύψωσά σε από μέσου λαού και έδωκά σε ηγούμενον επί τον λαόν μου Ισραήλ, 8 και έρρηξα συν το βασίλειον από του οίκου Δαυίδ και έδωκα αυτό σοι και ουκ εγένου ως ο δούλός μου Δαυίδ, ος εφύλαξε τας εντολάς μου και ος επορεύθη οπίσω μου εν πάση καρδία αυτού ποιήσαι έκαστος το ευθές εν οφθαλμοίς μου 9 και επονηρεύσω του ποιήσαι παρά παντός, όσοι εγένοντο εις πρόσωπόν σου και επορεύθης και εποίησας σεαυτω θεούς ετέρους χωνευτά του παροργίσαι με και εμέ έρριψας οπίσω σώματός σου· 10 δια τούτο εγώ άγω κακίαν προς σε εις οίκον Ιεροβοάμ· εξολοθρεύσω του Ιεροβοάμ ουρούντα προς τοίχον εχόμενον και εγκαταλελειμμένον εν Ισραήλ και επιλέξω οίκου Ιεροβοάμ, καθώς επιλέγεται η κόπρος, ως τελειωθήναι αυτόν· 11 οι τεθνηκότες του Ιεροβοάμ εν τη πόλει, καταφάγονται οι κύνες, και τον τεθνηκότα εν τω αγρω καταφάγονται τα πετεινά του ουρανού, ότι Κύριος ελάλησε. 12 και συ αναστάσα πορεύθητι εις τον οίκόν σου· εν τω εισέρχεσθαι πόδα σου την πόλιν, αποθανείται το παιδάριον· 13 και κόψονται αυτόν πας Ισραήλ και θάψουσιν αυτόν, ότι ούτος μόνος εισελεύσεται τω Ιεροβοάμ προς τάφον, ότι ευρέθη εν αυτω ρήμα καλόν περί του Κυρίου Θεού Ισραήλ εν οίκω Ιεροβοάμ· 14 και αναστήσει Κύριος εαυτω βασιλέα επί Ισραήλ, ος πλήξει τον οίκον Ιεροβοάμ ταύτη τη ημέρα· και τι και νυν; 15 Κύριος πλήξει τον Ισραήλ, καθά κινείται ο άνεμος εν τω ύδατι, και εκτελεί τον Ισραήλ από άνω της χθονός της αγαθής ταύτης, ης έδωκε τοις πατράσιν αυτών, και λικμήσει αυτούς από πέραν του ποταμού· ανθ ‘ ου όσον εποίησαν τα άλση αυτών παροργίζοντες τον Κύριον· 16 και παραδώσει Κύριος τον Ισραήλ χάριν αμαρτιών Ιεροβοάμ, ος ήμαρτε και ος εξήμαρτε τον Ισραήλ. 17 και ανέστη η γυνή Ιεροβοάμ και επορεύθη εις γην Σαριρά· και εγένετο ως εισήλθεν εν τω προθύρω του οίκου και το παιδάριον απέθανε. 18 και έθαψαν αυτόν και εκόψαντο αυτόν πας Ισραήλ, κατά το ρήμα Κυρίου, ό ελάλησεν εν χειρί δούλου αυτού Αχιά του προφήτου. 19 και περισσόν ρημάτων Ιεροβοάμ, όσα επολέμησε και όσα εβασίλευσεν, ιδού αυτά γεγραμμένα επί βιβλίου ρημάτων των ημερών των βασιλέων Ισραήλ. 20 και αι ημέραι, ας εβασίλευσεν Ιεροβοάμ είκοσι δύο έτη· και εκοιμήθη μετά των πατέρων αυτού και εβασίλευσε Ναβάτ υιος αυτού αντ ‘ αυτού.]

21 ΚΑΙ Ροβοάμ υιος Σαλωμών εβασίλευσεν επί Ιούδαν· υιος τεσσαράκοντα και ενός ενιαυτών Ροβοάμ εν τω βασιλεύειν αυτόν και επτακαίδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ τη πόλει, ην εξελέξατο Κύριος θέσθαι το όνομα αυτού εκεί εκ πασών φυλών του Ισραήλ· και το όνομα της μητρός αυτού Νααμά η Αμμωνίτις. 22 και εποίησε Ροβοάμ το πονηρόν ενώπιον Κυρίου και παρεζήλωσεν αυτόν εν πάσιν, οίς εποίησαν οι πατέρες αυτών εν ταις αμαρτίαις αυτών, αις ήμαρτον, 23 και ωκοδόμησαν εαυτοίς υψηλά και στήλας και άλση επί πάντα βουνόν υψηλόν και υποκάτω παντός ξύλου συσκίου. 24 και σύνδεσμος εγενήθη εν τη γη, και εποίησαν από πάντων των βδελυγμάτων των εθνών, ων εξήρε Κύριος από προσώπου υιών Ισραήλ. 25 και εγένετο εν τω ενιαυτω τω πέμπτω βασιλεύοντος Ροβοάμ, ανέβη Σουσακίμ βασιλεύς Αιγύπτου επί Ιερουσαλήμ 26 και έλαβε πάντας τους θησαυρούς οίκου του βασιλέως και τα δόρατα τα χρυσά, α έλαβε Δαυίδ εκ χειρός των παίδων Αδραζάρ βασιλέως Σουβά, και εισήνεγκεν αυτά εις Ιερουσαλήμ τα πάντα, α έλαβεν, όπλα τα χρυσά, όσα εποίησε Σαλωμών, και επήνεγκεν αυτά εις Αίγυπτον. 27 και εποίησε Ροβοάμ ο βασιλεύς όπλα χαλκά αντ ‘ αυτών. και επέθεντο επ ‘ αυτόν οι ηγούμενοι των παρατρεχόντων οι φυλάσσοντες τον πυλώνα οίκου βασιλέως. 28 και εγένετο ότε εισεπορεύετο ο βασιλεύς εις οίκον Κυρίου, και ήρον αυτά οι παρατρέχοντες και απηρείδοντο αυτά εις το θεέ των παρατρεχόντων. 29 και τα λοιπά των λόγων Ροβοάμ και πάντα, α εποίησεν, ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 30 και πόλεμος ην ανά μέσον Ροβοάμ και ανά μέσον Ιεροβοάμ πάσας τας ημέρας. 31 και εκοιμήθη Ροβοάμ μετά των πατέρων αυτού και θάπτεται μετά των πατέρων αυτού εν πόλει Δαυίδ, και εβασίλευσεν Αβιού ο υιος αυτού αντ ‘ αυτού.

 Γ ΒΑΣΙΛΕΙΩΝ

ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΚΑΙ εν τω οκτωκαιδεκάτω έτει βασιλεύοντος Ιεροβοάμ υιού Ναβάτ, βασιλεύει Αβιού υιος Ροβοάμ επί Ιούδαν. 2 και τρία έτη εβασίλευσεν επί Ιερουσαλήμ, και όνομα της μητρός αυτού Μααχά, θυγάτηρ Αβεσσαλώμ, 3 και επορεύθη εν ταις αμαρτίαις του πατρός αυτού, αις εποίησεν ενώπιον αυτού, και ουκ ην η καρδία αυτού τελεία μετά Κυρίου Θεού αυτού ως η καρδία του πατρός αυτού. 4 ότι δια Δαυίδ έδωκεν αυτω Κύριος κατάλειμμα, ίνα στήση τα τέκνα αυτού μετ ‘ αυτόν και στήση την Ιερουσαλήμ, 5 ως εποίησε Δαυίδ το ευθές ενώπιον Κυρίου, ουκ εξέκλινεν από πάντων, ων ενετείλατο αυτω, πάσας τας ημέρας της ζωής αυτού. 7 και τα λοιπά των λόγων Αβιού τα πάντα, α εποίησεν, ουκ ιδού ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; και πόλεμος ην ανά μέσον Αβιού και ανά μέσον Ιεροβοάμ. 8 και εκοιμήθη Αβιού μετά των πατέρων αυτού εν τω εικοστω και τετάρτω έτει του Ιεροβοάμ και θάπτεται μετά των πατέρων αυτού εν πόλει Δαυίδ, και βασιλεύει Ασά υιος αυτού αντ ‘ αυτού.

 9 Εν τω ενιαυτω τετάρτω και εικοστω του Ιεροβοάμ βασιλέως Ισραήλ βασιλεύει Ασά επί Ιούδαν 10 και τεσσαράκοντα και εν έτος εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα της μητρός αυτού Ανά θυγάτηρ Αβεσσαλώμ. 11 και εποίησεν Ασά το ευθές ενώπιον Κυρίου ως Δαυίδ ο πατήρ αυτού. 12 και αφείλε τας τελετάς από της γης και εξαπέστειλε πάντα τα επιτηδεύματα, α εποίησαν οι πατέρες αυτού. 13 και την Ανά την μητέρα εαυτού μετέστησε του μη είναι ηγουμένην, καθώς εποίησε σύνοδον εν τω άλσει αυτής, και εξέκοψεν Ασά τας καταδύσεις αυτής και ενέπρησε πυρί εν τω χειμάρρω Κέδρων. 14 τα δε υψηλά ουκ εξήρε· πλήν η καρδία Ασά ην τελεία μετά Κυρίου πάσας τας ημέρας αυτού. 15 και εισήνεγκε τους κίονας του πατρός αυτού και τους κίονας αυτού εισήνεγκεν εις τον οίκον Κυρίου, αργυρούς και χρυσούς και σκεύη. 16 και πόλεμος ην ανά μέσον Ασά και ανά μέσον Βαασά βασιλέως Ισραήλ πάσας τας ημέρας αυτών. 17 και ανέβη Βαασά βασιλεύς Ισραήλ επί Ιούδαν και ωκοδόμησε την Ραμά του μη είναι εκπορευόμενον και εισπορευόμενον τω Ασά βασιλεί Ιούδα. 18 και έλαβεν Ασά σύμπαν το αργύριον και το χρυσίον το ευρεθέν εν τοις θησαυροίς οίκου Κυρίου και εν τοις θησαυροίς του οίκου του βασιλέως και έδωκεν αυτά εις χείρας παίδων αυτού, και εξαπέστειλεν αυτούς ο βασιλεύς Ασά προς υιόν Άδερ υιόν Ταβερεμμάν υιού Αζίν βασιλέως Συρίας του κατοικούντος εν Δαμασκω λέγων· 19 διάθου διαθήκην ανά μέσον εμού και ανά μέσον σου και ανά μέσον του πατρός μου και του πατρός σου· ιδού εξαπέσταλκά σοι δώρα αργύριον και χρυσίον, δεύρο διασκέδασον την διαθήκην σου την προς Βαασά βασιλέα Ισραήλ, και αναβήσεται απ ‘ εμού. 20 και ήκουσεν υιος Άδερ του βασιλέως Ασά και απέστειλε τους άρχοντας των δυνάμεων αυτού ταις πόλεσι του Ισραήλ και επάταξαν την Αϊν, την Δάν και την Αβελμαά και πάσαν την Χεννερέθ έως πάσης της γης Νεφθαλί. 21 και εγένετο ως ήκουσε Βαασά, και διέλιπε του οικοδομείν την Ραμά και ανέστρεψεν εις Θερσά. 22 και ο βασιλεύς Ασά παρήγγειλε παντί Ιούδα εις Αινακίμ, και αίρουσι τους λίθους της Ραμά και τα ξύλα αυτής, α ωκοδόμησε Βαασά, και ωκοδόμησεν εν αυτοίς ο βασιλεύς Ασά παν βουνόν Βενιαμίν και την σκοπιάν. 23 και τα λοιπά των λόγων Ασά και πάσα η δυναστεία αυτού, ην εποίησε, και τας πόλεις, ας ωκοδόμησεν, ουκ ιδού ταύτα γεγραμμένα εστίν επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; πλήν εν τω καιρω του γήρως αυτού επόνεσε τους πόδας αυτού. 24 και εκοιμήθη Ασά μετά των πατέρων αυτού και θάπτεται μετά των πατέρων αυτού εν πόλει Δαυίδ πατρός αυτού, και βασιλεύει Ιωσαφάτ υιος αυτού αντ ‘ αυτού.

 25 Και Ναδάβ υιος Ιεροβοάμ βασιλεύει επί Ισραήλ εν έτει δευτέρω του Ασά βασιλέως Ιούδα και εβασίλευσεν εν Ισραήλ έτη δύο. 26 και εποίησε το πονηρόν ενώπιον Κυρίου και επορεύθη εν οδω του πατρός αυτού και εν ταις αμαρτίαις αυτού, αις εξήμαρτε τον Ισραήλ. 27 και περιεκάθισεν αυτόν Βαασά υιος Αχιά επί τον οίκον Βελαάν και εχάραξεν αυτόν εν Γαβαθών τη των αλλοφύλων, και Ναδάβ και πας Ισραήλ περιεκάθητο επί Γαβαθών. 28 και εθανάτωσεν αυτόν Βαασά εν έτει τρίτω του Ασά υιού Αβιού βασιλέως Ιούδα και εβασίλευσεν αντ ‘ αυτού. 29 και εγένετο ως εβασίλευσε, και επάταξεν όλον τον οίκον Ιεροβοάμ και ουχ υπελίπετο πάσαν πνοήν του Ιεροβοάμ έως του εξολοθρεύσαι αυτόν κατά το ρήμα Κυρίου, ό ελάλησεν εν χειρί δούλου αυτού Αχιά του Σηλωνίτου 30 περί των αμαρτιών Ιεροβοάμ, ως εξήμαρτε τον Ισραήλ, και εν τω παροργισμω αυτού, ω παρώργισε τον Κύριον Θεόν του Ισραήλ. 31 και τα λοιπά των λόγων Ναδάβ και πάντα, α εποίησεν, ουκ ιδού ταύτα γεγραμμένα εστίν εν βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ;

 33 Και εν τω έτει τω τρίτω του Ασά βασιλέως Ιούδα βασιλεύει Βαασά υιος Αχιά επί Ισραήλ εν Θερσά είκοσι και τέσσαρα έτη. 34 και εποίησε το πονηρόν ενώπιον Κυρίου και επορεύθη εν οδω Ιεροβοάμ υιού Ναβάτ και εν ταις αμαρτίαις αυτού, ως εξήμαρτε τον Ισραήλ.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΚΑΙ εγένετο λόγος Κυρίου εν χειρί Ιού υιού Ανανί προς Βαασά· 2 ανθ ‘ ων ύψωσά σε από της γης και έδωκά σε ηγούμενον

 επί τον λαόν μου Ισραήλ και επορεύθης εν τη οδω Ιεροβοάμ και εξήμαρτες τον λαόν μου τον Ισραήλ, του παροργίσαι με εν τοις ματαίοις αυτών, 3 ιδού εγώ εξεγείρω οπίσω Βαασά και όπισθεν του οίκου αυτού και δώσω τον οίκόν σου ως τον οίκον Ιεροβοάμ υιού Ναβάτ· 4 τον τεθνηκότα του Βαασά εν τη πόλει καταφάγονται αυτόν οι κύνες, και τον τεθνηκότα αυτού εν τω πεδίω καταφάγονται αυτόν τα πετεινά του ουρανού. 5 και τα λοιπά των λόγων Βαασά και πάντα α εποίησε, και αι δυναστείαι αυτού, ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ; 6 και εκοιμήθη Βαασά μετά των πατέρων αυτού και θάπτεται εν Θερσά, και βασιλεύει ‘Ηλά υιος αυτού αντ ‘ αυτού εν τω εικοστω έτει βασιλέως Ασά. 7 και εν χειρί Ιού υιού Ανανί ελάλησε Κύριος επί Βαασά και επί τον οίκον αυτού πάσαν την κακίαν, ην εποίησεν ενώπιον Κυρίου του παροργίσαι αυτόν εν τοις έργοις των χειρών αυτού, του είναι κατά τον οίκον Ιεροβοάμ, και υπέρ του πατάξαι αυτόν.

 8 Και ‘Ηλά υιος Βαασά εβασίλευσεν επί Ισραήλ δύο έτη εν Θερσά. 9 και συνέστρεψεν επ ‘ αυτόν Ζαμβρί ο άρχων της ημίσους της ίππου, και αυτός ην εν Θερσά πίνων μεθύων εν τω οίκω Ωσά του οικονόμου εν Θερσά. 10 και εισήλθε Ζαμβρί και επάταξεν αυτόν και εθανάτωσεν αυτόν και εβασίλευσεν αντ ‘ αυτού. 11 και εγενήθη εν τω βασιλεύσαι αυτόν εν τω καθίσαι αυτόν επί του θρόνου αυτού και επάταξεν όλον τον οίκον Βαασά 12 κατά το ρήμα, ό ελάλησε Κύριος επί τον οίκον Βαασά, προς Ιού τον προφήτην 13 περί πασών των αμαρτιών Βαασά και ‘Ηλά του υιού αυτού, ως εξήμαρτε τον Ισραήλ του παροργίσαι Κύριον τον Θεόν Ισραήλ εν τοις ματαίοις αυτών. 14 και τα λοιπά των λόγων ‘Ηλά, α εποίησεν, ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ;

 15 Και Ζαμβρί εβασίλευεν εν Θερσά ημέρας επτά. και η παρεμβολή Ισραήλ επί Γαβαθών την των αλλοφύλων, 16 και ήκουσεν ο λαός εν τη παρεμβολή λεγόντων· συνεστράφη Ζαμβρί και έπαισε τον βασιλέα· και εβασίλευσαν εν Ισραήλ τον Αμβρί τον ηγούμενον της στρατιάς επί Ισραήλ εν τη ημέρα εκείνη εν τη παρεμβολή. 17 και ανέβη Αμβρί και πας Ισραήλ μετ ‘ αυτού εκ Γαβαθών και περιεκάθισαν επί Θερσά. 18 και εγενήθη ως είδε Ζαμβρί ότι προκατείληπται αυτού η πόλις, και πορεύεται εις άντρον του οίκου του βασιλέως και ενεπύρισεν επ ‘ αυτόν τον οίκον του βασιλέως και απέθανεν 19 υπέρ των αμαρτιών αυτού ων εποίησε, του ποιήσαι το πονηρόν ενώπιον Κυρίου πορευθήναι εν οδω Ιεροβοάμ υιού Ναβάτ και εν ταις αμαρτίαις αυτού, ως εξήμαρτε τον Ισραήλ. 20 και τα λοιπά των λόγων Ζαμβρί και τας συνάψεις αυτού, ας συνήψεν, ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ;

 21 Τότε μερίζεται ο λαός Ισραήλ· ήμισυ του λαού γίνεται οπίσω Θαμνί υιού Γωνάθ του βασιλεύσαι αυτόν, και το ήμισυ του λαού γίνεται οπίσω Αμβρί. 22 ο λαός ο ων οπίσω Αμβρί υπερεκράτησε τον λαόν τον οπίσω Θαμνί υιού Γωνάθ, και απέθανε Θαμνί και Ιωράμ ο αδελφός αυτού εν τω καιρω εκείνω, και εβασίλευσεν Αμβρί μετά Θαμνί. 23 εν τω έτει τω τριακοστω και πρώτω του βασιλέως Ασά βασιλεύει Αμβρί επί Ισραήλ δώδεκα έτη. εν Θερσά βασιλεύει εξ έτη· 24 και εκτήσατο Αμβρί το όρος το Σεμερών παρά Σεμήρ του κυρίου του όρους δύο ταλάντων αργυρίου και ωκοδόμησε το όρος και επεκάλεσε το όνομα του όρους, ου ωκοδόμησεν, επί τω ονόματι Σεμήρ του κυρίου του όρους Σαεμηρών. 25 και εποίησεν Αμβρί το πονηρόν ενώπιον Κυρίου και επονηρεύσατο υπέρ πάντας τους γενομένους έμπροσθεν αυτού· 26 και επορεύθη εν πάση οδω Ιεροβοάμ υιού Ναβάτ και εν ταις αμαρτίαις αυτού, αις εξήμαρτε τον Ισραήλ του παροργίσαι τον Κύριον Θεόν Ισραήλ εν τοις ματαίοις αυτών. 27 και τα λοιπά των λόγων Αμβρί και πάντα, α εποίησε, και πάσα η δυναστεία αυτού, ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ; 28 και εκοιμήθη Αμβρί μετά των πατέρων αυτού και θάπτεται εν Σαμαρεία, και βασιλεύει Αχαάβ ο υιος αυτού αντ ‘ αυτού.

 28α Και εν τω ενιαυτω τω ενδεκάτω έτει του Αμβρί βασιλεύει Ιωσαφάτ υιος Ασά ετών τριάκοντα και πέντε εν τη βασιλεία αυτού, και είκοσι πέντε έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα της μητρός αυτού Γαζουβά θυγάτηρ Σελί. 28β και επορεύθη εν τη οδω Ασά του πατρός αυτού και ουκ εξέκλινεν απ ‘ αυτής του ποιείν το ευθές ενώπιον Κυρίου· πλήν των υψηλών ουκ εξήραν, έθυον εν τοις υψηλοίς, και εθυμίων. 28γ και α συνέθετο Ιωσαφάτ μετά βασιλέως Ισραήλ και πάσα η δυναστεία, ην εποίησε, και ους επολέμησεν, ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω λόγων των ημερών των βασιλέων Ιούδα; 28δ και τα λοιπά των συμπλοκών, ας επέθεντο εν ταις ημέραις Ασά του πατρός αυτού, εξήρεν από της γης. 28ε και βασιλεύς ουκ ην εν Συρία Νασίβ. 28ζ και ο βασιλεύς Ιωσαφάτ εποίησε ναύν εις Θαρσίς πορεύεσθαι εις Σωφίρ επί το χρυσίον· και ουκ επορεύθη, ότι συνετρίβη η ναύς εν Γασιών Γαβέρ. 28η τότε είπεν ο βασιλεύς Ισραήλ προς Ιωσαφάτ· εξαποστελώ τους παίδάς σου και τα παιδάριά μου εν τη νηί· και ουκ εβούλετο Ιωσαφάτ. 28θ και εκοιμήθη Ιωσαφάτ μετά των πατέρων αυτού και θάπτεται μετά των πατέρων αυτού εν πόλει Δαυίδ, και εβασίλευσεν Ιωράμ υιος αυτού αντ ‘ αυτού.

 29 Εν έτει δευτέρω του Ιωσαφάτ βασιλέως Ιούδα βασιλεύει Αχαάβ υιος Αμβρί· εβασίλευσεν επί Ισραήλ εν Σαμαρεία είκοσι και δύο έτη. 30 και εποίησεν Αχαάβ το πονηρόν ενώπιον Κυρίου και επονηρεύσατο υπέρ πάντας τους έμπροσθεν αυτού. 31 και ουκ ην αυτω ικανόν του πορεύεσθαι εν ταις αμαρτίαις Ιεροβοάμ υιού Ναβάτ, και έλαβε γυναίκα την Ιεζάβελ θυγατέρα Ιεθεβαάλ βασιλέως Σιδωνίων και επορεύθη και εδούλευσε τω Βάαλ και προσεκύνησεν αυτω, 32 και έστησε θυσιαστήριον τω Βάαλ εν οίκω των προσοχθισμάτων αυτού, ον ωκοδόμησεν εν Σαμαρεία, 33 και εποίησεν Αχαάβ άλσος, και προσέθεκεν Αχαάβ του ποιήσαι παροργίσματα του παροργίσαι τον Κύριον Θεόν του Ισραήλ και την ψυχήν αυτού του εξολοθρευθήναι· εκακοποίησεν υπέρ πάντας τους βασιλείς Ισραήλ τους γενομένους έμπροσθεν αυτού. 34 και εν ταις ημέραις αυτού ωκοδόμησεν Αχιήλ ο Βαιθηλίτης την Ιεριχώ· εν τω Αβιρών προτοτόκω αυτού εθεμελίωσεν αυτήν και τω Σεγούβ τω νεωτέρω αυτού επέστησε θύρας αυτής κατά το ρήμα Κυρίου, ό ελάλησεν εν χειρί Ιησού υιού Ναυή.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΚΑΙ είπεν ‘Ηλιού ο προφήτης Θεσβίτης ο εκ Θεσβών της Γαλαάδ προς Αχαάβ· ζη Κύριος ο Θεός των δυνάμεων ο Θεός Ισραήλ, ω παρέστην ενώπιον αυτού, ει έσται τα έτη ταύτα δρόσος και υετός, ότι ει μη δια στόματος λόγου μου. 2 και εγένετο ρήμα Κυρίου προς ‘Ηλιού· 3 πορεύου εντεύθεν κατά ανατολάς και κρύβηθι εν τω χειμάρρω Χορράθ του επί προσώπου του Ιορδάνου· 4 και έσται εκ του χειμάρρου πίεσαι ύδωρ, και τοις κόραξιν εντελούμαι διατρέφειν σε εκεί. 5 και εποίησεν ‘Ηλιού κατά το ρήμα Κυρίου, και εκάθισεν εν τω χειμάρρω Χορράθ επί προσώπου του Ιορδάνου. 6 και οι κόρακες έφερον αυτω άρτους το πρωϊ και κρέα το δείλης, και εκ του χειμάρρου έπινεν ύδωρ. 7 και εγένετο μεθ ‘ ημέρας και εξηράνθη ο χειμάρρους, ότι ουκ εγένετο υετός επί της γης. 8 και εγένετο ρήμα Κυρίου προς ‘Ηλιού· 9 ανάστηθι και πορεύου εις Σαρεπτά της Σιδωνίας· ιδού εντέταλμαι εκεί γυναικί χήρα του διατρέφειν σε. 10 και ανέστη και επορεύθη εις Σαρεπτά και ήλθεν εις τον πυλώνα της πόλεως, και ιδού εκεί γυνή χήρα συνέλεγε ξύλα· και εβόησεν οπίσω αυτής ‘Ηλιού και είπεν αυτη· λαβέ δη μοι ολίγον ύδωρ εις άγγος και πίομαι. 11 και επορεύθη λαβείν, και εβόησεν οπίσω αυτής ‘Ηλιού και είπε· λήψη δη μοι ψωμόν άρτου του εν τη χειρί σου. 12 και είπεν η γυνή· ζη Κύριος ο Θεός σου, ει έστι μοι εγκρυφίας αλλ ‘ ή όσον δράξ αλεύρου εν τη υδρία και ολίγον έλαιον εν τω καψάκη· και ιδού εγώ συλλέξω δύο ξυλάρια και εισελεύσομαι και ποιήσω αυτό εμαυτη και τοις τέκνοις μου, και φαγόμεθα και αποθανούμεθα. 13 και είπε προς αυτήν ‘Ηλιού· θάρσει, είσελθε και ποίησον κατά το ρήμά σου· αλλά ποίησόν μοι εκείθεν εγκρυφίαν μικρόν και εξοίσεις μοι εν πρώτοις, σαυτη δε και τοις τέκνοις σου ποιήσεις επ ‘ εσχάτω· 14 ότι τάδε λέγει Κύριος· η υδρία του αλεύρου ουκ εκλείψει και ο καψάκης του ελαίου ουκ ελαττονήσει έως ημέρας του δούναι Κύριον τον υετόν επί της γης. 15 και επορεύθη η γυνή, και εποίησε· και ήσθιεν αυτή και αυτός και τα τέκνα αυτής. 16 και η υδρία του αλεύρου ουκ εξέλιπε και ο καψάκης του ελαίου ουκ ηλαττονήθη κατά το ρήμα Κυρίου, ό ελάλησεν εν χειρί ‘Ηλιού. 17 και εγένετο μετά ταύτα και ηρρώστησεν ο υιος της γυναικός της κυρίας του οίκου, και ην η αρρωστία αυτού κραταιά σφόδρα, έως ουχ υπελείφθη εν αυτω πνεύμα. 18 και είπε προς ‘Ηλιού· τι εμοί και σοί, άνθρωπε του Θεού; εισήλθες προς με του αναμνήσαι αδικίας μου και θανατώσαι τον υιόν μου; 19 και είπεν ‘Ηλιού προς την γυναίκα· δος μοι τον υιόν σου. και έλαβεν αυτόν εκ του κόλπου αυτής και ανήνεγκεν αυτόν εις το υπερωον, εν ω αυτός εκάθητο εκεί, και εκοίμισεν αυτόν επί της κλίνης. 20 και ανεβόησεν ‘Ηλιού, και είπεν· οίμοι, Κύριε, ο μάρτυς της χήρας, μεθ ‘ ης εγώ κατοικώ μετ ‘ αυτής, συ κεκάκωκας του θανατώσαι τον υιόν αυτής. 21 και ενεφύσησε τω παιδαρίω τρίς και επεκαλέσατο τον Κύριον και είπε· Κύριε ο Θεός μου, επιστραφήτω δη η ψυχή του παιδαρίου τούτου εις αυτόν. 22 και εγένετο ούτως, και ανεβόησε το παιδάριον. 23 και κατήγαγεν αυτό από του υπερώου εις τον οίκον και έδωκεν αυτό τη μητρί αυτού· και είπεν ‘Ηλιού· βλέπε, ζη ο υιος σου. 24 και είπεν η γυνή προς ‘Ηλιού· ιδού έγνωκα ότι συ άνθρωπος Θεού και ρήμα Κυρίου εν τω στόματί σου αληθινόν.

Γ ΒΑΣΙΛΕΙΩΝ

ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΚΑΙ εγένετο μεθ ‘ ημέρας πολλάς και ρήμα Κυρίου εγένετο προς ‘Ηλιού εν τω ενιαυτω τω τρίτω λέγων· πορεύθητι και όφθητι τω Αχαάβ, και δώσω υετόν επί πρόσωπον της γης. 2 και επορεύθη ‘Ηλιού του οφθήναι τω Αχαάβ, και η λιμός κραταιά εν Σαμαρεία. 3 και εκάλεσεν Αχαάβ τον Αβδιού τον οικονόμον· (και Αβδιού ην φοβούμενος τον Κύριον σφόδρα, 4 και εγένετο εν τω τύπτειν την Ιεζάβελ τους προφήτας Κυρίου και έλαβεν Αβδιού εκατόν άνδρας προφήτας και κατέκρυψεν αυτούς κατά πεντήκοντα εν σπηλαίω και διέτρεφεν αυτούς εν άρτω και ύδατι·) 5 και είπεν Αχαάβ προς Αβδιού· δεύρο και διέλθωμεν επί την γην και επί πηγάς των υδάτων και επί χειμάρρους, εάν πως εύρωμεν βοτάνην και περιποιησώμεθα ίππους και ημιόνους, και ουκ εξολοθρευθήσονται από των σκηνών. 6 και εμέρισαν εαυτοίς την οδόν του διελθείν αυτήν· Αχαάβ επορεύθη εν οδω μια και Αβδιού επορεύθη εν οδω άλλη μόνος. 7 και ην Αβδιού εν τη οδω μόνος, και ήλθεν ‘Ηλιού εις συνάντησιν αυτού μόνος· και Αβδιού έσπευσεν και έπεσεν επί πρόσωπον αυτού και είπεν· ει συ ει αυτός, κύριέ μου ‘Ηλιού; 8 και είπεν ‘Ηλιού αυτω· εγώ. πορεύου, λέγε τω κυρίω σου· ιδού ‘Ηλιού. 9 και είπεν Αβδιού· τι ημάρτηκα, ότι δίδως τον δούλόν σου εις χείρα Αχαάβ του θανατώσαί με; 10 ζη Κύριος ο Θεός σου, ει έστιν έθνος ή βασιλεία, ου ουκ απέστειλεν ο κύριός μου ζητείν σε, και ει είπον· ουκ έστι, και ενέπρησε την βασιλείαν και τας χώρας αυτής, ότι ουχ εύρηκέ σε. 11 και νυν συ λέγεις· πορεύου, ανάγγελλε τω κυρίω σου· ιδού ‘Ηλιού. 12 και έσται εάν εγώ απέλθω από σου, και πνεύμα Κυρίου αρεί σε εις την γην, ην ουκ οίδα, και εισελεύσομαι απαγγείλαι τω Αχαάβ, και ουχ ευρήσει σε, και αποκτενεί με· και ο δούλός σου εστι φοβούμενος τον Κύριον εκ νεότητος αυτού. 13 ή ουκ απηγγέλη σοι τω κυρίω μου, οία πεποίηκα εν τω αποκτείνειν την Ιεζάβελ τους προφήτας Κυρίου, και έκρυψα από των προφητών Κυρίου εκατόν άνδρας, ανά πεντήκοντα εν σπηλαίω, και έθρεψα εν άρτοις και ύδατι; 14 και νυν συ λέγεις μοι· πορεύου, λέγε τω κυρίω σου· ιδού ‘Ηλιού· και αποκτενεί με; 15 και είπεν ‘Ηλιού· ζη Κύριος των δυνάμεων, ω παρέστην ενώπιον αυτού, ότι σήμερον οφθήσομαι αυτω. 16 και επορεύθη Αβδιού εις συναντήν τω Αχαάβ και απήγγειλεν αυτω· και εξέδραμεν Αχαάβ και επορεύθη εις συνάντησιν ‘Ηλιού.

 17 Και εγένετο ως είδεν Αχαάβ τον ‘Ηλιού, και είπεν Αχαάβ προς ‘Ηλιού· ει συ ει αυτός ο διαστρέφων τον Ισραήλ; 18 και είπεν ‘Ηλιού· ου διαστρέφω τον Ισραήλ, ότι αλλ ‘ ή συ και οίκος του πατρός σου εν τω καταλιμπάνειν υμάς τον Κύριον Θεόν υμών και επορεύθης οπίσω των Βααλίμ. 19 και νυν απόστειλον, συνάθροισον προς με πάντα Ισραήλ εις όρος το Καρμήλιον και τους προφήτας της αισχύνης τετρακοσίους και πεντήκοντα και τους προφήτας των αλσών τετρακοσίου εσθίοντας τράπεζαν Ιεζάβελ. 20 και απέστειλεν Αχαάβ εις πάντα Ισραήλ και επισυνήγαγε πάντας τους προφήτας εις όρος το Καρμήλιον. 21 και προσήγαγεν ‘Ηλιού προς πάντας, και είπεν αυτοίς ‘Ηλιού· έως πότε υμείς χωλανείτε επ ‘ αμφοτέραις ταις ιγνύαις; ει έστι Κύριος ο Θεός, πορεύεσθε οπίσω αυτού· ει δε ο Βάαλ, πορεύεσθε οπίσω αυτού. και ουκ απεκρίθη ο λαός λόγον. 22 και είπεν ‘Ηλιού προς τον λαόν· εγώ υπολέλειμμαι προφήτης του Κυρίου μονώτατος, και οι προφήται του Βάαλ τετρακόσιοι και πεντήκοντα άνδρες, και οι προφήται του άλσους τετρακόσιοι· 23 δότωσαν ημίν δύο βόας, και εκλεξάσθωσαν εαυτοίς τον ένα και μελισάτωσαν και επιθέτωσαν επί των ξύλων και πυρ μη επιθέτωσαν, και εγώ ποιήσω τον βούν τον άλλον, και πυρ ου μη επιθώ. 24 και βοάτε εν ονόματι θεών υμών, και εγώ επικαλέσομαι εν τω ονόματι Κυρίου του Θεού μου, και έσται ο θεός ος εάν επακούση εν πυρί, ούτος Θεός. και απεκρίθησαν πας ο λαός και είπον· καλόν το ρήμα, ό ελάλησας. 25 και είπεν ‘Ηλιού τοις προφήταις της αισχύνης· εκλέξασθε εαυτοίς τον μόσχον τον ένα και ποιήσατε πρώτοι, ότι πολλοί υμείς, και επικαλέσασθε εν ονόματι θεού υμών και πυρ μη επιθήτε. 26 και έλαβον τον μόσχον και εποίησαν και επεκαλούντο εν ονόματι του Βάαλ εκ πρωϊθεν έως μεσημβρίας και είπον· επάκουσον ημών, ο Βάαλ, επάκουσον ημών· και ουκ ην φωνή και ουκ ην ακρόασις· και διέτρεχον επί του θυσιαστηρίου, ου εποίησαν. 27 και εγένετο μεσημβρία και εμυκτήρισεν αυτούς ‘Ηλιού ο Θεσβίτης και είπεν· επικαλείσθε εν φωνή μεγάλη, ότι θεός εστιν, ότι αδολεσχία αυτω εστι, και άμα μη ποτε χρηματίζει αυτός, ή μη ποτε καθεύδει αυτός, και εξαναστήσεται. 28 και επεκαλούντο εν φωνή μεγάλη και κατετέμνοντο κατά τον εθισμόν αυτών εν μαχαίραις και σειρομάσταις έως εκχύσεως αίματος επ ‘ αυτούς· 29 και επροφήτευον έως ου παρήλθε το δειλινόν. και εγένετο ως ο καιρός του αναβήναι την θυσίαν και ουκ ην φωνή. και ελάλησεν ‘Ηλιού ο Θεσβίτης προς τους προφήτας των προσοχθισμάτων λέγων· μετάστητε από του νυν, και εγώ ποιήσω το ολοκαύτωμά μου. και μετέστησαν, και απήλθον. 30 και είπεν ‘Ηλιού προς τον λαόν· προσαγάγετε προς με· και προσήγαγε πας ο λαός προς αυτόν. 31 και έλαβεν ‘Ηλιού δώδεκα λίθους κατά αριθμόν φυλών του Ισραήλ, ως ελάλησε Κύριος προς αυτόν λέγων· Ισραήλ έσται το όνομά σου. 32 και ωκοδόμησε τους λίθους εν ονόματι Κυρίου και ιάσατο το θυσιαστήριον το κατεσκαμμένον, και εποίησε θάλασσαν χωρούσαν δύο μετρητάς σπέρματος κυκλόθεν του θυσιαστηρίου. 33 και εστοίβασε τας σχίδακας επί το θυσιαστήριον, ό εποίησε, και εμέλισε το ολοκαύτωμα και επέθηκεν επί τας σχίδακας και εστοίβασεν επί το θυσιαστήριον και είπε· λάβετέ μοι τέσσαρας υδρίας ύδατος και επιχέετε επί το ολοκαύτωμα και επί τας σχίδακας· και εποίησαν ούτως. 34 και είπε· δευτερώσατε· και εδευτέρωσαν. και είπε· τρισσώσατε· και ετρίσσευσαν. 35 και διεπορεύετο το ύδωρ κύκλω του θυσιαστηρίου, και την θάλασσαν έπλησαν ύδατος. 36 και ανεβόησεν ‘Ηλιού εις τον ουρανόν και είπε· Κύριε ο Θεός Αβραάμ και Ισαάκ και Ισραήλ, επάκουσόν μου, Κύριε, επάκουσόν μου σήμερον εν πυρί, και γνώτωσαν πας ο λαός ούτος ότι συ ει Κύριος ο Θεός Ισραήλ και εγώ δούλός σου και δια σε πεποίηκα τα έργα ταύτα. 37 επάκουσόν μου, Κύριε, επάκουσόν μου εν πυρί, και γνώτω ο λαός ούτος, ότι συ ει Κύριος ο Θεός και συ έστρεψας την καρδίαν του λαού τούτου οπίσω. 38 και έπεσε πυρ παρά Κυρίου εκ του ουρανού και κατέφαγε τα ολοκαυτώματα και τας σχίδακας και το ύδωρ το εν τη θαλάσση, και τους λίθους και τον χουν εξέλειξε το πυρ. 39 και έπεσε πας ο λαός επί πρόσωπον αυτών και είπον· αληθώς Κύριος ο Θεός, αυτός ο Θεός. 40 και είπεν ‘Ηλιού προς τον λαόν· συλλάβετε τους προφήτας του Βάαλ, μηδείς σωθήτω εξ αυτών· και συνέλαβον αυτούς, και κατάγει αυτούς ‘Ηλιού εις τον χειμάρρουν Κισσών και έσφαξεν αυτούς εκεί.

 41 Και είπεν ‘Ηλιού τω Αχαάβ· ανάβηθι και φάγε και πίε, ότι φωνή των ποδών του υετού. 42 και ανέβη Αχαάβ του φαγείν και πιείν, και ‘Ηλιού ανέβη επί τον Κάρμηλον και έκυψεν επί την γην και έθηκε το πρόσωπον αυτού ανά μέσον των γονάτων αυτού. 43 και είπε τω παιδαρίω αυτού· ανάβηθι και επίβλεψον οδόν της θαλάσσης. και επέβλεψεν το παιδάριον και είπεν· ουκ έστιν ουθέν. και είπεν ‘Ηλιού· και συ επίστρεψον επτάκις· 44 και επέστρεψε το παιδάριον επτάκις. και εγένετο εν τω εβδόμω και ιδού νεφέλη μικρά ως ίχνος ανδρός ανάγουσα ύδωρ· και είπεν· ανάβηθι και είπον τω Αχαάβ· ζεύξον το άρμα σου και κατάβηθι, μη καταλάβη σε ο υετός. 45 και εγένετο έως ώδε και ώδε και ο ουρανός συνεσκότασε νεφέλαις και πνεύματι, και εγένετο υετός μέγας· και έκλαιε και επορεύετο Αχαάβ έως Ιεζράελ. 46 και χείρ Κυρίου επί τον ‘Ηλιού, και συνέσφιξε την οσφύν αυτού και έτρεχεν έμπροσθεν Αχαάβ έως Ιεζράελ.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΚΑΙ ανήγγειλεν Αχαάβ τη Ιεζάβελ γυναικί αυτού πάντα, α εποίησεν ‘Ηλιού, και ως απέκτεινε τους προφήτας εν ρομφαία. 2 και απέστειλεν Ιεζάβελ προς ‘Ηλιού και είπεν· ει συ ει ‘Ηλιού και εγώ Ιεζάβελ, τάδε ποιήσαι μοι ο Θεός και τάδε προσθείη, ότι ταύτην την ωραν αύριον θήσομαι την ψυχήν σου καθώς ψυχήν ενός εξ αυτών. 3 και εφοβήθη ‘Ηλιού και ανέστη και απήλθε κατά την ψυχήν αυτού και έρχεται εις Βηρσαβεέ γην Ιούδα και αφήκε το παιδάριον αυτού εκεί· 4 και αυτός επορεύθη εν τη ερήμω οδόν ημέρας και ήλθε και εκάθισεν υποκάτω Ραθμέν και ητήσατο την ψυχήν αυτού αποθανείν και είπεν· ικανούσθω νυν, λαβέ δη την ψυχή μου απ ‘ εμού, Κύριε, ότι ου κρείσσων εγώ ειμι υπέρ τους πατέρας μου. 5 και εκοιμήθη και ύπνωσεν εκεί υπό φυτόν, και ιδού τις ήψατο αυτού και είπεν αυτω· ανάστηθι και φάγε· 6 και επέβλεψεν ‘Ηλιού, και ιδού προς κεφαλής αυτού εγκρυφίας ολυρίτης και καψάκης ύδατος· και ανέστη και έφαγε και έπιε. και επιστρέψας εκοιμήθη. 7 και επέστρεψεν ο άγγελος Κυρίου εκ δευτέρου και ήψατο αυτού και είπεν αυτω· ανάστα φάγε, ότι πολλή από σου η οδός. 8 και ανέστη και έφαγε και έπιε· και επορεύθη εν ισχύϊ της βρώσεως εκείνης τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας έως όρους Χωρήβ. 9 και εισήλθεν εκεί εις το σπήλαιον και κατέλυσεν εκεί· και ιδού ρήμα Κυρίου προς αυτόν και είπε· τι συ ενταύθα, ‘Ηλιού; 10 και είπεν ‘Ηλιού· ζηλών εζήλωκα τω Κυρίω παντοκράτορι, ότι εγκατέλιπόν σε οι υιοί Ισραήλ· τα θυσιαστήριά σου κατέσκαψαν και τους προφήτας σου απέκτειναν εν ρομφαία, και υπολέλειμμαι εγώ μονώτατος, και ζητούσι την ψυχήν μου λαβείν αυτήν. 11 και είπεν· εξελεύση αύριον και στήση ενώπιον Κυρίου εν τω όρει· ιδού παρελεύσεται Κύριος, και ιδού πνεύμα μέγα κραταιόν διαλύον όρη και συντρίβον πέτρας ενώπιον Κυρίου, ουκ εν τω πνεύματι Κύριος· και μετά το πνεύμα συσσεισμός, ουκ εν τω συσσεισμω Κύριος· 12 και μετά τον συσσειμόν πυρ, ουκ εν τω πυρί Κύριος· και μετά το πυρ φωνή αύρας λεπτής, κακεί Κύριος. 13 και εγένετο ως ήκουσεν ‘Ηλιού, και επεκάλυψε το πρόσωπον αυτού εν τη μηλωτη αυτού και εξήλθε και έστη υπό σπήλαιον· και ιδού προς αυτόν φωνή και είπε· τι συ ενταύθα ‘Ηλιού; 14 και είπεν ‘Ηλιού· ζηλών εζήλωκα τω Κυρίω παντοκράτορι, ότι εγκατέλιπον την διαθήκην σου οι υιοί Ισραήλ· και τα θυσιαστήριά σου καθείλαν και τους προφήτας σου απέκτειναν εν ρομφαία, και υπολέλειμμαι εγώ μονώτατος, και ζητούσι την ψυχήν μου λαβείν αυτήν. 15 και είπε Κύριος προς αυτόν· πορεύου, ανάστρεφε εις την οδόν σου και ήξεις εις την οδόν ερήμου Δαμασκού και ήξεις και χρίσεις τον Αζαήλ εις βασιλέα της Συρίας· 16 και τον Ιού υιόν Ναμεσσί χρίσεις εις βασιλέα επί Ισραήλ· και τον Ελισαιέ υιόν Σαφάτ χρίσεις εις προφήτην αντί σου. 17 και έσται τον σωζόμενον εκ ρομφαίας Αζαήλ, θανατώσει Ιού, και τον σωζόμενον εκ ρομφαίας Ιού θανατώσει Ελισαιέ. 18 και καταλείψεις εν Ισραήλ επτά χιλιάδας ανδρών, πάντα γόνατα, α ουκ ώκλασαν γόνυ τω Βάαλ, και παν στόμα, ό ου προσεκύνησεν αυτω.

 19 Και απήλθεν εκείθεν και ευρίσκει τον Ελισαιέ υιόν Σαφάτ, και αυτός ηροτρία εν βουσί -δώδεκα ζεύγη ενώπιον αυτού, και αυτός εν τοις δώδεκα- και απήλθεν επ ‘ αυτόν και επέρριψε την μηλωτήν αυτού επ ‘ αυτόν. 20 και κατέλιπεν Ελισαιέ τας βόας και κατέδραμεν οπίσω ‘Ηλιού και είπε· καταφιλήσω τον πατέρα μου και ακολουθήσω οπίσω σου· και είπεν ‘Ηλιού· ανάστρεφε, ότι πεποίηκά σοι. 21 και ανέστρεψεν εξόπισθεν αυτού και έλαβε τα ζεύγη των βοών και έθυσε και ήψησεν αυτά εν τοις σκεύεσι των βοών και έδωκε τω λαω, και έφαγον· και ανέστη και επορεύθη οπίσω ‘Ηλιού και ελειτούργει αυτω.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Κ (Μασ. ΚΑ)

 1 ΚΑΙ αμπελών εις ην τω Ναβουθαί τω Ιεζραηλίτη παρά τη άλω Αχαάβ βασιλέως Σαμαρείας. 2 και ελάλησεν Αχαάβ προς Ναβουθαί λέγων· δος μοι τον αμπελώνά σου και έσται μοι εις κήπον λαχάνων, ότι εγγίζων ούτος τω οίκω μου, και δώσω σοι αμπελώνα άλλον αγαθόν υπέρ αυτόν· ει δε αρέσκει ενώπιόν σου, δώσω σοι αργύριον άλλαγμα αμπελώνός σου τούτου, και έσται μοι εις κήπον λαχάνων. 3 και είπε Ναβουθαί προς Αχαάβ· μη γένοιτό μοι παρά Θεού μου δούναι κληρονομίαν πατέρων μου σοί. 4 και εγένετο το πνεύμα Αχαάβ τεταραγμένον, και εκοιμήθη επί της κλίνης αυτού και συνεκάλυψε το πρόσωπον αυτού και ουκ έφαγεν άρτον. 5 και εισήλθεν Ιεζάβελ η γυνή αυτού προς αυτόν και ελάλησε προς αυτόν· τι το πνεύμά σου τεταραγμένον και ουκ ει συ εσθίων άρτον; 6 και είπε προς αυτήν, ότι ελάλησα προς Ναβουθαί τον Ιεζραηλίτην λέγων· δος μοι τον αμπελώνά σου αργυρίου· ει δε βούλη, δώσω σοι αμπελώνα άλλον αντ ‘ αυτού· και είπεν· ου δώσω σοι κληρονομίαν πατέρων μου. 7 και είπε προς αυτόν Ιεζάβελ η γυνή αυτού· συ νυν ούτω ποιείς βασιλέα επί Ισραήλ; ανάστηθι και φάγε άρτον και σαυτού γενού, εγώ δε δώσω σοι τον αμπελώνα Ναβουθαί του Ιεζραηλίτου. 8 και έγραψε βιβλίον επί τω ονόματι Αχαάβ και εσφραγίσατο τη σφραγίδι αυτού και απέστειλε το βιβλίον προς τους πρεσβυτέρους και τους ελευθέρους τους κατοικούντας μετά Ναβουθαί. 9 και εγέγραπτο εν τοις βιβλίοις λέγων· νηστεύσατε νηστείαν και καθίσατε τον Ναβουθαί εν αρχή του λαού· 10 και εγκαθίσατε δύο άνδρας υιούς παρανόμων εξεναντίας αυτού, και καταμαρτυρησάτωσαν αυτού λέγοντες· ηυλόγησε Θεόν και βασιλέα· και εξαγαγέτωσαν αυτόν και λιθοβολησάτωσαν αυτόν, και αποθανέτω. 11 και εποίησαν οι άνδρες της πόλεως αυτού οι πρεσβύτεροι και οι ελεύθεροι οι κατοικοήντες εν τη πόλει αυτού, καθώς απέστειλε προς αυτούς Ιεζάβελ και καθά εγέγραπτο εν τοις βιβλίοις, οίς απέστειλε προς αυτούς. 12 και εκάλεσαν νηστείαν και εκάθισαν τον Ναβουθαί εν αρχή του λαού, 13 και εισήλθον δύο άνδρες υιοί παρανόμων και εκάθισαν εξεναντίας αυτού και κατεμαρτύρησαν αυτού λέγοντες· ηυλόγηκας Θεόν και βασιλέα· και εξήγαγον αυτόν έξω της πόλεως και ελιθοβόλησαν αυτόν εν λίθοις, και απέθανε. 14 και απέστειλαν προς Ιεζάβελ λέγοντες· λελιθοβόληται Ναβουθαί και τέθνηκε. 15 και εγένετο ως ήκουσεν Ιεζάβελ, και είπε προς Αχαάβ· ανάστα, κληρονόμει τον αμπελώνα Ναβουθαί του Ιεζραηλίτου, ος ουκ έδωκέ σοι αργυρίου, ότι ουκ έστι Ναβουθαί ζων, ότι τέθνηκε. 16 και εγένετο ως ήκουσεν Αχαάβ ότι τέθνηκε Ναβουθαί ο Ιεζραηλίτης, και διέρρηξε τα ιμάτια αυτού και περιεβάλετο σάκκον· και εγένετο μετά ταύτα και ανέστη και κατέβη Αχαάβ εις τον αμπελώνα Ναβουθαί του Ιεζραηλίτου κληρονομήσαι αυτόν.

 17 Και είπεν Κύριος προς ‘Ηλιού τον Θεσβίτην λέγων· 18 ανάστηθι και κατάβηθι εις απαντήν Αχαάβ βασιλέως Ισραήλ του εν Σαμαρεία, ότι ούτος εν αμπελώνι Ναβουθαί, ότι καταβέβηκεν εκεί κληρονομήσαι αυτόν. 19 και λαλήσεις προς αυτόν λέγων· τάδε λέγει Κύριος· ως συ εφόνευσας και εκληρονόμησας, δια τούτο τάδε λέγει Κύριος· εν παντί τόπω, ω έλειξαν αι ύες και οι κύνες το αίμα Ναβουθαί, εκεί λείξουσιν οι κύνες το αίμα σου, και αι πόρναι λούσονται εν τω αίματί σου. 20 και είπεν Αχαάβ προς ‘Ηλιού· ει εύρηκάς με, ο εχθρός μου; και είπεν· εύρηκα, διότι μάτην πέπρασαι ποιήσαι το πονηρόν ενώπιον Κυρίου παροργίσαι αυτόν. 21 ιδού εγώ επάγω επί σε κακά και εκκαύσω οπίσω σου και εξολοθρεύσω του Αχαάβ ουρούντα προς τοίχον και συνεχόμενον και εγκαταλελειμμένον εν Ισραήλ· 22 και δώσω τον οίκόν σου ως τον οίκον Ιεροβοάμ υιού Ναβάτ και ως τον οίκον Βαασά υιού Αχιά περί των παροργισμάτων, ων παρώργισας και εξήμαρτες τον Ισραήλ. 23 και τη Ιεζάβελ ελάλησε Κύριος λέγων· οι κύνες καταφάγονται αυτήν εν τω προτειχίσματι Ιεζράελ. 24 τον τεθνηκότα του Αχαάβ εν τη πόλει φάγονται οι κύνες και τον τεθνηκότα αυτού εν τω πεδίω φάγονται τα πετεινά του ουρανού. 25 πλήν ματαίως Αχαάβ, ος επράθη ποιήσαι το πονηρόν ενώπιον Κυρίου, ως μετέθηκεν αυτόν Ιεζάβελ η γυνή αυτού· 26 και εβδελύχθη σφόδρα πορεύεσθαι οπίσω των βδελυγμάτων κατά πάντα, α εποίησεν ο Αμορραίος, ον εξωλόθρευσε Κύριος από προσώπου υιών Ισραήλ. 27 και υπέρ του λόγου, ως κατενύγη Αχαάβ από προσώπου του Κυρίου και επορεύετο κλαίων και διέρρηξε τον χιτώνα αυτού και εζώσατο σάκκον επί το σώμα αυτού και ενήστευσε και περιεβάλετο σάκκον εν τη ημέρα, ή επάταξε Ναβουθαί τον Ιεζραηλίτην, και επορεύθη, 28 και εγένετο ρήμα Κυρίου εν χειρί δούλου αυτού ‘Ηλιού περί Αχαάβ, και είπε Κύριος· 29 εώρακας ως κατενύγη Αχαάβ από προσώπου μου; ουκ επάξω την κακίαν εν ταις ημέραις αυτού, αλλ ‘ εν ταις ημέραις του υιού αυτού επάξω την κακίαν.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ (Μασ. Κ)

 1 ΚΑΙ συνήθροισεν υιος Άδερ πάσαν την δύναμιν αυτού και ανέβη και περιεκάθισεν επί Σαμάρειαν και τριακονταδύο βασιλείς μετ ‘ αυτού και πας ίππος και άρμα· και ανέβησαν και περιεκάθισαν επί Σαμάρειαν και επολέμησαν επ ‘ αυτήν. 2 και απέστειλε προς Αχαάβ βασιλέα Ισραήλ εις την πόλιν, και είπε προς αυτόν· τάδε λέγει υιος Άδερ· 3 το αργύριόν σου και το χρυσίον σου εμόν εστι και αι γυναίκές σου και τα τέκνα σου εμά εστι. 4 και απεκρίθη βασιλεύς Ισραήλ και είπε· καθώς ελάλησας, κύριέ μου βασιλεύ, σός εγώ ειμι και πάντα τα εμά. 5 και ανέστρεψαν οι άγγελοι, και είπαν· τάδε λέγει ο υιος Άδερ· εγώ απέστειλα προς σε λέγων· το αργύριόν σου και το χρυσίον σου και τας γυναίκας και τα τέκνα σου δώσεις εμοί· 6 ότι ταύτην την ωραν αύριον αποστελώ τους παίδάς μου προς σε, και ερευνήσουσι τον οίκόν σου και τους οίκους των παίδων σου και έσται πάντα τα επιθυμήματα των οφθαλμών αυτών, εφ ‘ α αν επιβάλωσι τας χείρας αυτών, και λήψονται. 7 και εκάλεσεν ο βασιλεύς Ισραήλ πάντας τους πρεσβυτέρους της γης και είπε· γνώτε δη και ίδετε ότι κακίαν ούτος ζητεί, ότι απέσταλκε προς με περί των γυναικών μου και περί των υιών μου και περί των θυγατέρων μου· το αργύριόν μου και το χρυσίον μου ουκ απεκώλυσα απ ‘ αυτού. 8 και είπαν αυτω οι πρεσβύτεροι και πας ο λαός· μη ακούσης και μη θελήσης. 9 και είπε τοις αγγέλοις υιού Άδερ· λέγετε τω κυρίω υμών· πάντα όσα απέσταλκας προς τον δούλόν σου εν πρώτοις ποιήσω, το δε ρήμα τούτο ου δυνήσομαι ποιήσαι. και απήραν οι άνδρες και επέστρεψαν αυτω λόγον. 10 και απέστειλε προς αυτόν υιος Άδερ λέγων· τάδε ποιήσαι μοι ο Θεός και τάδε προσθείη, ει εκποιήσει ο Χους Σαμαρείας ταις αλώπεξι παντί τω λαω τοις πεζοίς μου. 11 και απεκρίθη ο βασιλεύς Ισραήλ και είπεν· ικανούσθω· μη καυχάσθω ο κυρτός ως ο ορθός. 12 και εγένετο ότε απεκρίθη αυτω τον λόγον τούτον, πίνων ην αυτός και πάντες οι βασιλείς οι μετ ‘ αυτού εν σκηναίς και είπε τοις παισίν αυτού· οικοδομήσατε χάρακα· και έθεντο χάρακα επί την πόλιν. 13 και ιδού προφήτης εις προσήλθε τω Αχαάβ βασιλεί Ισραήλ και είπε· τάδε λέγει Κύριος· ει εώρακας τον όχλον τον μέγαν τούτον; ιδού εγώ δίδωμι αυτόν σήμερον εις χείράς σας, και γνώση ότι εγώ Κύριος. 14 και είπεν Αχαάβ· εν τίνι; και είπε· τάδε λέγει Κύριος· εν τοις παιδαρίοις των αρχόντων των χωρών. και είπεν Αχαάβ· τις συνάξει τον πόλεμον; και είπε· συ. 15 και επεσκέψατο Αχαάβ τα παιδάρια των αρχόντων των χωρών, και εγένοντο διακόσια τριάκοντα· και μετά ταύτα επεσκέψατο τον λαόν, πάντα υιόν δυνάμεως, επτά χιλιάδας. 16 και εξήλθε μεσημβρίας· και υιος Άδερ πίνων μεθύων εν Σοκχώθ αυτός και οι βασιλείς, τριάκοντα και δύο βασιλείς συμβοηθοί μετ ‘ αυτού. 17 και εξήλθον άρχοντες παιδάρια των χωρών εν πρώτοις. και αποστέλλουσι και απαγγέλλουσι τω βασιλεί Συρίας λέγοντες· άνδρες εξεληλύθασιν εκ Σαμαρείας. 18 και είπεν αυτοίς· ει εις ειρήνην εκπορεύονται, συλλαβείν αυτούς ζώντας· και ει εις πόλεμον, ζώντας συλλαβείν αυτούς· 19 και μη εξελθάτωσαν εκ της πόλεως τα παιδάρια αρχόντων των χωρών. και η δύναμις οπίσω αυτών 20 επάταξεν έκαστος τον παρ ‘ αυτού και εδευτέρωσεν έκαστος τον παρ ‘ αυτού, και έφυγε Συρία, και κατεδίωξεν αυτούς Ισραήλ· και σώζεται υιος Άδερ βασιλεύς Συρίας εφ ‘ ίππου ιππέως. 21 και εξήλθεν ο βασιλεύς Ισραήλ και έλαβε πάντας τους ίππους και τα άρματα και επάταξε πληγήν μεγάλην εν Συρία. 22 και προσήλθεν ο προφήτης προς βασιλέα Ισραήλ και είπε· κραταιού και γνώθι και ίδε τι ποιήσεις, ότι επιστρέφοντος του ενιαυτού υιος Άδερ βασιλεύς Συρίας αναβαίνει επί σε. 23 και οι παίδες βασιλέως Συρίας είπον· Θεός ορέων Θεός Ισραήλ και ου Θεός κοιλάδων, δια τούτο εκραταίωσεν υπέρ ημάς· εάν δε πολεμήσωμεν αυτούς κατ ‘ ευθύ, ει μην κραταιώσωμεν υπέρ αυτούς. 24 και το ρήμα τούτο ποίησον· απόστησον τους βασιλείς έκαστον εις τον τόπον αυτών και θού αντ ‘ αυτών σατράπας, 25 και αλλάξομέν σοι δύναμιν κατά την δύναμιν την πεσούσαν και ίππον κατά την ίππον και άρματα κατά τα άρματα και πολεμήσομεν προς αυτούς κατ ‘ ευθύ και κραταιώσομεν υπέρ αυτούς. και ήκουσε της φωνής αυτών και εποίησεν ούτως. 26 και εγένετο επιστρέψαντος του ενιαυτού και επεσκέψατο υιος Άδερ την Συρίαν και ανέβη εις Αφεκά εις πόλεμον επί Ισραήλ. 27 και οι υιοί Ισραήλ επεσκέπησαν και παρεγένοντο εις απαντήν αυτών, και παρενέβαλεν Ισραήλ εξεναντίας αυτών ωσεί δύο ποίμνια αιγών, και Συρία έπλησε την γην. 28 και προσήλθεν ο άνθρωπος του Θεού και είπε τω βασιλεί Ισραήλ· τάδε λέγει Κύριος· ανθ ‘ ων είπε Συρία· Θεός ορέων Κύριος ο Θεός Ισραήλ και ου Θεός κοιλάδων αυτός, και δώσω την δύναμιν την μεγάλην ταύτην εις χείρα σήν, και γνώση ότι εγώ Κύριος. 29 και παρεμβάλλουσιν ούτοι απέναντι τούτων επτά ημέρας, και εγένετο εν τη ημέρα τη εβδόμη και προσήγαγεν ο πόλεμος, και επάταξεν Ισραήλ την Συρίαν εκατόν χιλιάδας πεζών μια ημέρα. 30 και έφυγον οι κατάλοιποι εις Αφεκά εις την πόλιν, και έπεσε το τείχος επί είκοσι και επτά χιλιάδας ανδρών των καταλοίπων. και υιος Άδερ έφυγε και εισήλθεν εις τον οίκον του κοιτώνος, εις το ταμιείον. 31 και είπε τοις παισίν αυτού· οίδα ότι βασιλείς Ισραήλ βασιλείς ελέους εισίν· επιθώμεθα δη σάκκους επί τας οσφύας ημών και σχοινία επί τας κεφαλάς ημών και εξέλθωμεν προς βασιλέα Ισραήλ, ει πως ζωογονήσει τας ψυχάς ημών. 32 και περιεζώσαντο σάκκους επί τας οσφύας αυτών και έθεσαν σχοινία επί τας κεφαλάς αυτών και είπον τω βασιλεί Ισραήλ· δούλός σου υιος Άδερ λέγει· ζησάτω δη η ψυχή ημών. και είπεν· ει έτι ζη, αδελφός μου εστι. 33 και οι άνδρες οιωνίσαντο και εσπείσαντο και ανελέξαντο τον λόγον εκ του στόματος αυτού και είπον· αδελφός σου υιος Άδερ. και είπεν· εισέλθατε και λάβετε αυτόν· και εξήλθε προς αυτόν υιος Άδερ, και αναβιβάζουσιν αυτόν προς αυτόν επί το άρμα. 34 και είπε προς αυτόν· τας πόλεις, ας έλαβεν ο πατήρ μου παρά του πατρός σου, αποδώσω σοι, και εξόδους θήσεις σεαυτω εν Δαμασκω, καθώς έθετο ο πατήρ μου εν Σαμαρεία· και εγώ εν διαθήκη εξαποστελώ σε. και διέθετο αυτω διαθήκην και εξαπέστειλεν αυτόν.

 35 Και άνθρωπος εις εκ των υιών των προφητών είπε προς τον πλησίον αυτού εν λόγω Κυρίου· πάταξον δη με· και ουκ ηθέλησεν ο άνθρωπος πατάξαι αυτόν. 36 και είπε προς αυτόν· ανθ ‘ ων ουκ ήκουσας της φωνής Κυρίου και ιδού συ αποτρέχεις απ ‘ εμού, και πατάξει σε λέων· και απήλθεν απ ‘ αυτού, και ευρίσκει αυτόν λέων και επάταξεν αυτόν. 37 και ευρίσκει άνθρωπον άλλον και είπε· πάταξόν με δη· και επάταξεν αυτόν ο άνθρωπος πατάξας και συνέτριψε. 38 και επορεύθη ο προφήτης και έστη τω βασιλεί Ισραήλ επί της οδού και κατεδήσατο εν τελαμώνι τους οφθαλμούς αυτού. 39 και εγένετο ως παρεπορεύετο ο βασιλεύς, και ούτος εβόα προς τον βασιλέα και είπεν· ο δούλός σου εξήλθεν επί την στρατιάν του πολέμου, και ιδού ανήρ εισήγαγε προς με άνδρα και είπε προς με· φύλαξον τούτον τον άνδρα, εάν δε εκπηδών εκπηδήση, και έσται η ψυχή σου αντί της ψυχής αυτού, ή τάλαντον αργυρίου στήσεις· 40 και εγενήθη περιεβλέψατο ο δούλός σου ώδε και ώδε, και ούτος ουκ ην. και είπε προς αυτόν ο βασιλεύς Ισραήλ· ιδού και τα ένεδρα παρ ‘ εμοί εφόνευσας. 41 και έσπευσε και αφείλε τον τελαμώνα από των οφθαλμών αυτού, και επέγνω αυτόν ο βασιλεύς Ισραήλ, ότι εκ των προφητών ούτος. 42 και είπε προς αυτόν· τάδε λέγει Κύριος· διότι εξήνεγκας συ άνδρα ολέθριον εκ της χειρός σου, και έσται η ψυχή σου αντί της ψυχής αυτού και ο λαός σου αντί του λαού αυτού. 43 και απήλθεν ο βασιλεύς Ισραήλ συγκεχυμένος και εκλελυμένος και έρχεται εις Σαμάρειαν.

 Γ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΚΑΙ εκάθισε τα τρία έτη, και ουκ ην πόλεμος ανά μέσον Συρίας και ανά μέσον Ισραήλ. 2 και εγενήθη εν τω ενιαυτω τω τρίτω και κατέβη Ιωσαφάτ βασιλεύς Ιούδα προς βασιλέα Ισραήλ. 3 και είπε βασιλεύς Ισραήλ προς τους παίδας αυτού· ει οίδατε ότι ημίν Ρεμμάθ Γαλαάδ, και ημείς σιωπώμεν λαβείν αυτήν εκ χειρός βασιλέως Συρίας; 4 και είπε βασιλεύς Ισραήλ προς Ιωσαφάτ· αναβήση μεθ ‘ ημών εις Ρεμμάθ Γαλαάδ εις πόλεμον; 5 και είπεν Ιωσαφάτ· καθώς εγώ και συ ούτως, καθώς ο λαός μου ο λαός σου, καθώς οι ίπποι μου οι ίπποι σου. και είπεν Ιωσαφάτ βασιλεύς Ιούδα προς βασιλέα Ισραήλ· επερωτήσατε δη σήμερον τον Κύριον. 6 και συνήθροισεν ο βασιλεύς Ισραήλ πάντας τους προφήτας, ως τετρακοσίους άνδρας, και είπεν αυτοίς ο βασιλεύς· ει πορευθώ εις Ρεμμάθ Γαλαάδ εις πόλεμον ή επίσχω; και είπον· ανάβαινε, και διδούς δώσει Κύριος εις χείρας του βασιλέως. 7 και είπεν Ιωσαφάτ προς βασιλέα Ισραήλ· ουκ έστιν ώδε προφήτης του Κυρίου και επερωτήσομεν τον Κύριον δι ‘ αυτού; 8 και είπεν ο βασιλεύς Ισραήλ προς Ιωσαφάτ· εις εστιν ανήρ εις το επερωτήσαι δι ‘ αυτού τον Κύριον, και εγώ μεμίσηκα αυτόν, ότι ου λαλεί περί εμού καλά, αλλ ‘ ή κακά, Μιχαίας υιος Ιεμβλαά. και είπεν Ιωσαφάτ βασιλεύς Ιούδα· μη λεγέτω ο βασιλεύς ούτως. 9 και εκάλεσεν ο βασιλεύς Ισραήλ ευνούχον ένα και είπε· το τάχος Μιχαίαν υιόν Ιεμβλαά. 10 και ο βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα εκάθηντο ανήρ επί του θρόνου αυτού ένοπλοι εν ταις πύλαις Σαμαρείας, και πάντες οι προφήται επροφήτευον ενώπιον αυτών. 11 και εποίησεν εαυτω Σεδεκίας υιος Χανανά κέρατα σιδηρά και είπε· τάδε λέγει Κύριος· εν τούτοις κερατιείς την Συρίαν, έως συντελεσθή. 12 και πάντες οι προφήται επροφήτευον ούτως λέγοντες· ανάβαινε εις Ρεμμάθ Γαλαάδ, και ευοδώσει και δώσει Κύριος εις χείράς σου και τον βασιλέα Συρίας. 13 και ο άγγελος ο πορευθείς καλέσαι τον Μιχαίαν ελάλησεν αυτω λέγων· ιδού δη λαλούσι πάντες οι προφήται εν στόματι ενί καλά περί του βασιλέως· γίνου δη και συ εις τους λόγους σου κατά τους λόγους ενός τούτων και λάλησον καλά. 14 και είπε Μιχαίας· ζη Κύριος, ότι α εάν είπη Κύριος προς με, ταύτα λαλήσω. 15 και ήλθε προς τον βασιλέα και είπεν αυτω ο βασιλεύς· Μιχαία, ει αναβώ εις Ρεμμάθ Γαλαάδ εις πόλεμον, ή επίσχω; και είπεν· ανάβαινε, και ευοδώσει Κύριος εις χείρας του βασιλέως. 16 και είπεν αυτω ο βασιλεύς· ποσάκις εγώ ορκίζω σε όπως λαλήσης προς με αλήθειαν εν ονόματι Κυρίου; 17 και είπε Μιχαίας· ουχ ούτως. εώρακα πάντα τον Ισραήλ διεσπαρμένον εν τοις όρεσιν ως ποίμνιον, ω ουκ έστι ποιμήν, και είπε Κύριος· ου κύριος τούτοις Θεός; έκαστος εις τον οίκον αυτού εν ειρήνη αναστρεφέτω. 18 και είπε βασιλεύς Ισραήλ προς Ιωσαφάτ βασιλέα Ιούδα· ουκ είπα προς σε ότι ου προφητεύει ούτός μοι καλά, διότι αλλ ‘ ή κακά; 19 και είπε Μιχαίας· ουχ ούτως, ουκ εγώ, άκουε ρήμα Κυρίου, ουχ ούτως· είδον Θεόν Ισραήλ καθήμενον επί θρόνου αυτού, και πάσα η στρατιά του ουρανού ειστήκει περί αυτόν εκ δεξιών αυτού και εξ ευωνύμων. 20 και είπε Κύριος· τις απατήσει τον Αχαάβ βασιλέα Ισραήλ και αναβήσεται και πεσείται εν Ρεμμάθ Γαλαάδ; και είπεν ούτος ούτως και ούτος ούτως. 21 και εξήλθε πνεύμα και έστη ενώπιον Κυρίου και είπεν· εγώ απατήσω αυτόν. 22 και είπε προς αυτόν Κύριος· εν τίνι; και είπεν· εξελεύσομαι και έσομαι πνεύμα ψευδές εις το στόμα πάντων των προφητών αυτού. και είπεν· απατήσεις και γε δυνήση, έξελθε και ποίησον ούτως. 23 και νυν ιδού έδωκε Κύριος πνεύμα ψευδές εν στόματι πάντων των προφητών σου τούτων, και Κύριος ελάλησεν επί σε κακά. 24 και προσήλθε Σεδεκίας υιος Χανανά και επάταξε τον Μιχαίαν επί την σιαγόνα και είπε· ποίον πνεύμα Κυρίου το λαλήσαν εν σοί; 25 και είπε Μιχαίας· ιδού συ όψη τη ημέρα εκείνη, όταν εισέλθης ταμιείον του ταμιείου του κρυβήναι εκεί. 26 και είπεν ο βασιλεύς Ισραήλ· λάβετε τον Μιχαίαν και αποστρέψατε αυτόν προς Σεμήρ τον βασιλέα της πόλεως· και τω Ιωάς υιω του βασιλέως 27 ειπόν θέσθαι τούτον εν φυλακή και εσθίειν αυτόν άρτον θλίψεως και ύδωρ θλίψεως έως του επιστρέψαι με εν ειρήνη. 28 και είπε Μιχαίας· εάν επιστρέφων επιστρέψης εν ειρήνη, ου λελάληκε Κύριος εν εμοί. 29 και ανέβη βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα μετ ‘ αυτού εις Ρεμμάθ Γαλαάδ. 30 και είπε βασιλεύς Ισραήλ προς Ιωσαφάτ βασιλέα Ιούδα· συγκαλύψομαι και εισελεύσομαι εις τον πόλεμον, και συ ένδυσαι τον ιματισμόν μου· και συνεκαλύψατο βασιλεύς Ισραήλ και εισήλθεν εις τον πόλεμον. 31 και βασιλεύς Συρίας ενετείλατο τοις άρχουσι των αρμάτων αυτού τριάκοντα και δυσί λέγων· μη πολεμείτε μικρόν και μέγαν, αλλ ‘ ή τον βασιλέα Ισραήλ μονώτατον. 32 και εγένετο ως είδον οι άρχοντες των αρμάτων τον Ιωσαφάτ βασιλέα Ιούδα, και αυτοί είπαν· φαίνεται βασιλεύς Ισραήλ ούτος· και εκύκλωσαν αυτόν πολεμήσαι, και ανέκραξεν Ιωσαφάτ. 33 και εγένετο ως είδον οι άρχοντες των αρμάτων ότι ουκ έστι βασιλεύς Ισραήλ ούτος, και ανέστρεψαν απ ‘ αυτού. 34 και επέτεινεν εις το τόξον ευστόχως και επάταξε τον βασιλέα Ισραήλ ανά μέσον του πνεύμονος και ανά μέσον του θώρακος. και είπε τω ηνιόχω αυτού· επίστρεψον τας χείράς σου και εξάγαγέ με εκ του πολέμου, ότι τέτρωμαι. 35 και ετροπώθη ο πόλεμος εν τη ημέρα εκείνη, και ο βασιλεύς ην εστηκώς επί του άρματος εξεναντίας Συρίας από πρωϊ έως εσπέρας και επέχυνε το αίμα από της πληγής εις τον κόλπον του άρματος· και απέθανεν εσπέρας, και εξεπορεύετο το αίμα της τροπής έως του κόλπου του άρματος. 36 και έστη ο στρατοκήρυξ δύοντος του ηλίου λέγων· έκαστος εις την εαυτού πόλιν και εις την εαυτού γην, 37 ότι τέθνηκεν ο βασιλεύς. και ήλθον εις Σαμάρειαν και έθαψαν τον βασιλέα εν Σαμαρεία. 38 και απένιψαν το αίμα επί την κρήνην Σαμαρείας, και εξέλειξαν αι ύες και οι κύνες το αίμα, και αι πόρναι ελούσαντο εν τω αίματι κατά το ρήμα Κυρίου, ό ελάλησε. 39 και τα λοιπά των λόγων Αχαάβ και πάντα, α εποίησε, και οίκον ελεφάντινον, ον ωκοδόμησε, και πάσας τας πόλεις, ας εποίησεν, ουκ ιδού ταύτα γέγραπται εν βιβλίω λόγων των ημερών των βασιλέων Ισραήλ; 40 και εκοιμήθη Αχαάβ μετά των πατέρων αυτού, και εβασίλευσεν ‘Οχοζίας υιος αυτού αντ ‘ αυτού.

 41 Και Ιωσαφάτ υιος Ασά εβασίλευσεν επί Ιούδαν· εν έτει τετάρτω του Αχαάβ βασιλέως Ισραήλ εβασίλευσεν Ιωσαφάτ. 42 υιος τριάκοντα και πέντε ετών εν τω βασιλεύειν αυτόν, και είκοσι και πέντε έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Αζουβά θυγάτηρ Σαλαϊ. 43 και επορεύθη εν πάση οδω Ασά του πατρός αυτού· ουκ εξέκλινεν απ ‘ αυτής του ποιήσαι το ευθές εν οφθαλμοίς Κυρίου· 44 πλήν των υψηλών ουκ εξήρεν, έτι ο λαός εθυσίαζε και εθυμίων εν τοις υψηλοίς. 45 και ειρήνευσεν Ιωσαφάτ μετά βασιλέως Ισραήλ. 46 και τα λοιπά των λόγων Ιωσαφάτ και αι δυναστείαι αυτού, όσα εποίησεν ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω λόγων των ημερών βασιλέων Ιούδα;

[47 Και περισσόν του ενδιηλλαγμένου, ό υπελείφθη εν ημέραις Ασά του πατρός αυτού, επέλεξεν από της γης. 48 και βασιλεύς ουκ ην εν Εδέμ εστηλωμένος. και ο βασιλεύς 49 Ιωσαφάτ εποίησε νήας εις Θαρσίς του πορευθήναι ‘Ωφέρδε εις χρυσίον, και ουκ επορεύθησαν, ότι συνετρίβησαν νήες εν Ασεών Γαβέρ. 50 τότε είπε ‘Οχοζίας υιος Αχαάβ προς Ιωσαφάτ· πορευθήτωσαν δούλοί μου μετά των δούλων σου ταις ναυσί· και ουκ ηθέλησεν Ιωσαφάτ.]

 51 και εκοιμήθη Ιωσαφάτ μετά των πατέρων αυτού και ετάφη παρά τοις πατράσιν αυτού εν πόλει Δαυίδ του πατρός αυτού· και εβασίλευσεν Ιωράμ υιος αυτού αντ ‘ αυτού.

 52 Και ‘Οχοζίας υιος Αχαάβ εβασίλευεν επί Ισραήλ εν Σαμαρεία εν έτει επτακαιδεκάτω Ιωσαφάτ βασιλέως Ιούδα· και εβασίλευσεν εν Ισραήλ εν Σαμαρεία δύο έτη. 53 και εποίησε το πονηρόν εναντίον Κυρίου και επορεύθη εν οδω Αχαάβ του πατρός αυτού και εν οδω Ιεζάβελ της μητρός αυτού και εν ταις αμαρτίαις οίκου Ιεροβοάμ υιού Ναβάτ, ος εξήμαρτε τον Ισραήλ. 54 και εδούλευσε τοις Βααλίμ και προσεκύνησεν αυτοίς και παρώργισε τον Κύριον Θεόν Ισραήλ, κατά πάντα τα γενόμενα έμπροσθεν αυτού.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.