Τρίτη, 27 Νοεμβρίου 2012

Δ' Βασιλειών



Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΚΑΙ ηθέτησε Μωάβ εν Ισραήλ μετά το αποθανείν Αχαάβ. 2 και έπεσεν ‘Οχοζίας δια του δικτυωτού του εν τω υπερώω αυτού τω εν Σαμαρεία και ηρρώστησε. και απέστειλεν αγγέλους και είπε προς αυτούς· δεύτε και επιζητήσατε εν τω Βάαλ μυίαν θεόν Ακκαρών, ει ζήσομαι εκ της αρρωστίας μου ταύτης· και επορεύθησαν επερωτήσαι δι ‘ αυτού. 3 και άγγελος Κυρίου εκάλεσεν ‘Ηλιού τον Θεσβίτην λέγων· αναστάς δεύρο εις συνάντησιν των αγγέλων ‘Οχοζίου βασιλέως Σαμαρείας και λαλήσεις προς αυτούς· ει παρά το μη είναι Θεόν εν Ισραήλ υμείς πορεύεσθε επιζητήσαι εν τω Βάαλ μυίαν θεόν Ακκαρών; και ουχ ούτως· 4 ότι τάδε λέγει Κύριος· η κλίνη, εφ ‘ ης ανέβης εκεί, ου καταβήση απ ‘ αυτής, ότι θανάτω αποθανή. και επορεύθη ‘Ηλιού και είπε προς αυτούς.
5 και επεστράφησαν οι άγγελοι προς αυτόν, και είπε προς αυτούς· τι ότι επεστρέψατε; 6 και είπαν προς αυτόν· ανήρ ανέβη εις συνάντησιν ημών και είπε προς ημάς· δεύτε επιστράφητε προς τον βασιλέα τον αποστείλαντα υμάς και λαλήσατε προς αυτόν· τάδε λέγει Κύριος· ει παρά το μη είναι Θεόν εν Ισραήλ συ πορεύη επιζητήσαι εν τω Βάαλ μυίαν θεόν Ακκαρών; ουχ ούτως· η κλίνη, εφ ‘ ης ανέβης εκεί, ου καταβήση απ ‘ αυτής, ότι θανάτω αποθανή. 7 και ελάλησε προς αυτούς λέγων· τις η κρίσις του ανδρός του αναβάντος εις συνάντησιν υμίν και λαλήσαντος προς υμάς τους λόγους τούτους; 8 και είπαν προς αυτόν· ανήρ δασύς και ζώνην δερματίνην περιεζωσμένος την οσφύν αυτού. και είπεν· ‘Ηλιού ο Θεσβίτης ούτός εστι. 9 και απέστειλε προς αυτόν πεντηκόνταρχον και τους πεντήκοντα αυτού, και ανέβη προς αυτόν, και ιδού ‘Ηλιού εκάθητο επί της κορυφής του όρους. και ελάλησεν ο πεντηκόνταρχος προς αυτόν και είπεν· άνθρωπε του Θεού, ο βασιλεύς εκάλεσέ σε, κατάβηθι. 10 και απεκρίθη ‘Ηλιού, και είπε προς τον πεντηκόνταρχον· και ει άνθρωπος Θεού εγώ, καταβήσεται πυρ εκ του ουρανού και καταφάγεταί σε και τους πεντήκοντά σου· και κατέβη πυρ εκ του ουρανού και κατέφαγεν αυτόν και τους πεντήκοντα αυτού. 11 και προσέθετο ο βασιλεύς και απέστειλε προς αυτόν άλλον πεντηκόνταρχον και τους πεντήκοντα αυτού, και ανέβη και ελάλησεν ο πεντηκόνταρχος προς αυτόν και είπεν· άνθρωπε του Θεού, τάδε λέγει ο βασιλεύς· ταχέως κατάβηθι. 12 και απεκρίθη ‘Ηλιού και ελάλησε προς αυτόν και είπεν· ει άνθρωπος Θεού εγώ, καταβήσεται πυρ εκ του ουρανού και καταφάγεταί σε και τους πεντήκοντά σου· και κατέβη πυρ εξ ουρανού και κατέφαγε αυτόν και τους πεντήκοντα αυτού. 13 και προσέθετο ο βασιλεύς έτι αποστείλαι ηγούμενον και τους πεντήκοντα αυτού, και ήλθεν ο πεντηκόνταρχος ο τρίτος και έκαμψεν επί τα γόνατα αυτού κατέναντι ‘Ηλιού και εδεήθη αυτού και ελάλησε προς αυτόν και είπεν· άνθρωπε του Θεού, εντιμωθήτω δη η ψυχή μου και η ψυχή των δούλων σου τούτων των πεντήκοντα εν οφθαλμοίς σου· 14 ιδού κατέβη πυρ εκ του ουρανού και κατέφαγε τους δύο πεντηκοντάρχους τους πρώτους και τους πεντήκοντα αυτών, και νυν εντιμωθήτω δη η ψυχή μου εν οφθαλμοίς σου. 15 και ελάλησεν άγγελος Κυρίου προς ‘Ηλιού και είπε· κατάβηθι μετ ‘ αυτού, μη φοβηθής από προσώπου αυτών· και ανέστη ‘Ηλιού και κατέβη μετ ‘ αυτού προς τον βασιλέα. 16 και ελάλησε προς αυτόν και είπεν ‘Ηλιού· τάδε λέγει Κύριος· τι ότι απέστειλας αγγέλους εκζητήσαι εν τω Βάαλ μυίαν θεόν Ακκαρών; ουχ ούτως· η κλίνη, εφ ‘ ης ανέβης εκεί, ου καταβήση απ ‘ αυτής, ότι θανάτω αποθανή. 17 και απέθανε κατά το ρήμα Κυρίου, ό ελάλησεν ‘Ηλιού. 18 και τα λοιπά των λόγων ‘Οχοζίου, α εποίησεν, ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ;

 18·1 Και Ιωράμ υιος Αχαάβ βασιλεύει επί Ισραήλ εν Σαμαρεία έτη δεκαδύο, εν έτει οκτωκαιδεκάτω Ιωσαφάτ βασιλέως Ιούδα. 18·2 και εποίησε το πονηρόν ενώπιον Κυρίου, πλήν ουχ ως οι αδελφοί αυτού, ουδέ ως η μήτηρ αυτού. 18·3 και απέστησε τας στήλας του Βάαλ, ας εποίησεν ο πατήρ αυτού, και συνέτριψεν αυτάς· πλήν εν ταις αμαρτίαις οίκου Ιεροβοάμ, ος εξήμαρτε τον Ισραήλ, εκολλήθη, ουκ απέστη απ ‘ αυτών. 18·4 και εθυμώθη οργή Κύριος εις τον οίκον Αχαάβ.

 Δ ΒΑΣΙΛΕΙΩΝ

ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ εγένετο εν τω ανάγειν Κύριον εν συσσεισμω τον ‘Ηλιού ως εις τον ουρανόν και επορεύθη ‘Ηλιού και Ελισαιέ εκ Γαλγάλων. 2 και είπεν ‘Ηλιού προς Ελισαιέ· κάθου δη ενταύθα, ότι Κύριος απέσταλκέ με έως Βαιθήλ· και είπεν Ελισαιέ· ζη Κύριος και ζη η ψυχή σου, ει εγκαταλείψω σε· και ήλθον εις Βαιθήλ. 3 και ήλθον οι υιοί των προφητών οι εν Βαιθήλ προς Ελισαιέ και είπον προς αυτόν· ει έγνως, ότι Κύριος σήμερον λαμβάνει τον κύριόν σου επάνωθεν της κεφαλής σου; και είπε· καγώ έγνωκα, σιωπάτε. 4 και είπεν ‘Ηλιού προς Ελισαιέ· κάθου δη ενταύθα, ότι Κύριος απέσταλκέ με εις Ιεριχώ· και είπεν Ελισαιέ· ζη Κύριος και ζη η ψυχή σου, ει εγκαταλείψω σε· και ήλθον εις Ιεριχώ. 5 και ήγγισαν οι υιοί των προφητών οι εν Ιεριχώ προς Ελισαιέ και είπαν προς αυτόν· ει έγνως ότι σήμερον λαμβάνει Κύριος τον κύριόν σου επάνωθεν της κεφαλής σου; και είπε· και γε εγώ έγνων, σιωπάτε. 6 και είπεν αυτω ‘Ηλιού· κάθου δη ώδε, ότι Κύριος απέσταλκέ με έως εις τον Ιορδάνην· και είπεν Ελισαιέ· ζη Κύριος και ζη η ψυχή σου, ει εγκαταλείψω σε· και επορεύθησαν αμφότεροι· 7 και πεντήκοντα άνδρες υιοί των προφητών και έστησαν εξεναντίας μακρόθεν· και αμφότεροι έστησαν επί του Ιορδάνου. 8 και έλαβεν ‘Ηλιού την μηλωτήν αυτού και είλησε και επάταξε το ύδωρ, και διηρέθη το ύδωρ ένθα και ένθα, και διέβησαν αμφότεροι εν ερήμω. 9 και εγένετο εν τω διαβήναι αυτούς και ‘Ηλιού είπε προς Ελισαιέ· αίτησαι τι ποιήσω σοι πριν ή αναληφθήναί με από σου. και είπεν Ελισαιέ· γενηθήτω δη διπλά εν πνεύματί σου επ ‘ εμέ. 10 και είπεν ‘Ηλιού· εσκλήρυνας του αιτήσασθαι· εάν ίδης με αναλαμβανόμενον από σου, και έσται σοι ούτως· και εάν μη, ου μη γένηται. 11 και εγένετο αυτών πορευομένων, επορεύοντο και ελάλουν· και ιδού άρμα πυρός και ίπποι πυρός και διέστειλαν ανά μέσον αμφοτέρων, και ανελήφθη ‘Ηλιού εν συσσεισμω ως εις τον ουρανόν. 12 και Ελισαιέ εώρα και εβόα· πάτερ, πάτερ, άρμα Ισραήλ και ιππεύς αυτού· και ουκ είδεν αυτόν έτι και επελάβετο των ιματίων αυτού και διέρρηξεν αυτά εις δύο ρήγματα. 13 και ύψωσε την μηλωτήν ‘Ηλιού, ή έπεσεν επάνωθεν Ελισαιέ, και επέστρεψεν Ελισαιέ και έστη επί του χείλους του Ιορδάνου· 14 και έλαβε την μηλωτήν ‘Ηλιού, ή έπεσεν επάνωθεν αυτού, και επάταξε το ύδωρ και ου διέστη· και είπε· που ο Θεός ‘Ηλιού αφφώ; και επάταξε τα ύδατα, και διερράγησαν ένθα και ένθα, και διέβη Ελισαιέ. 15 και είδον αυτόν οι υιοί των προφητών οι εν Ιεριχώ εξεναντίας και είπον· επαναπέπαυται το πνεύμα ‘Ηλιού επί Ελισαιέ· και ήλθον εις συναντήν αυτού και προσεκύνησαν αυτω επί την γην. 16 και είπον προς αυτόν· ιδού δη μετά των παίδων σου πεντήκοντα άνδρες υιοί δυνάμεως· πορευθέντες δη ζητησάτωσαν τον κύριόν σου, μη ποτε ήρεν αυτόν πνεύμα Κυρίου και έρριψεν αυτόν εν τω Ιορδάνη ή εφ ‘ εν των ορέων ή εφ ‘ ένα των βουνών. και είπεν Ελισαιέ· ουκ αποστελείτε. 17 και παρεβιάσαντο αυτόν έως ου ησχύνετο. και είπεν· αποστείλατε. και απέστειλαν πεντήκοντα άνδρας, και εζήτησαν τρεις ημέρας και ουχ εύρον αυτόν. 18 και ανέστρεψαν προς αυτόν, και αυτός εκάθητο εν Ιεριχώ, και είπεν Ελισαιέ· ουκ είπον προς υμάς, μη πορευθήτε; 19 και είπον οι άνδρες της πόλεως προς Ελισαιέ· ιδού η κατοίκησις της πόλεως αγαθή, καθώς ο κύριος βλέπει, και τα ύδατα πονηρά και η γη ατεκνουμένη. 20 και είπεν Ελισαιέ· λάβετέ μοι υδρίσκην καινήν και θέτε εκεί άλα· και έλαβον και ήνεγκαν προς αυτόν. 21 και εξήλθεν Ελισαιέ εις την διέξοδον των υδάτων και έρριψεν εκεί άλα και είπε· τάδε λέγει Κύριος· ίαμαι τα ύδατα, ουκ έσται έτι εκείθεν θάνατος και ατεκνουμένη. 22 και ιάθησαν τα ύδατα έως της ημέρας ταύτης κατά το ρήμα Ελισαιέ, ό ελάλησε. 23 και ανέβη εκείθεν εις Βαιθήλ· και αναβαίνοντος αυτού εν τη οδω και παιδάρια μικρά εξήλθον εκ της πόλεως και κατέπαιζον αυτού και είπον αυτω· ανάβαινε, φαλακρέ, ανάβαινε. 24 και εξένευσεν οπίσω αυτών και είδεν αυτά, και κατηράσατο αυτοίς εν ονόματι Κυρίου· και ιδού εξήλθον δύο άρκοι εκ του δρυμού και ανέρρηξαν απ ‘ αυτών τεσσαράκοντα και δύο παίδας. 25 και επορεύθη εκείθεν εις το όρος το Καρμήλιον κακείθεν επέστρεψεν εις Σαμάρειαν.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ Ιωράμ υιος Αχαάβ εβασίλευσεν εν Ισραήλ εν έτει οκτωκαιδεκάτω Ιωσαφάτ βασιλέως Ιούδα και εβασίλευσε δώδεκα έτη. 2 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου, πλήν ουχ ως ο πατήρ αυτού και ουχ ως η μήτηρ αυτού. και μετέστησε τας στήλας του Βάαλ, ας εποίησεν ο πατήρ αυτού· 3 πλήν εν τη αμαρτία Ιεροβοάμ υιού Ναβάτ, ος εξήμαρτε τον Ισραήλ, εκολλήθη, ουκ απέστη απ ‘ αυτής. 4 και Μωσά βασιλεύς Μωάβ ην νωκήδ, και επέστρεφε τω βασιλεί Ισραήλ εν τη επαναστάσει εκατόν χιλιάδας αρνών και εκατόν χιλιάδας κριών επί πόκων. 5 και εγένετο μετά το αποθανείν Αχαάβ και ηθέτησε βασιλεύς Μωάβ εν βασιλεί Ισραήλ. 6 και εξήλθεν ο βασιλεύς Ιωράμ εν τη ημέρα εκείνη εκ Σαμαρείας και επεσκέψατο τον Ισραήλ· 7 και επορεύθη και εξαπέστειλε προς Ιωσαφάτ βασιλέα Ιούδα λέγων· βασιλεύς Μωάβ ηθέτησεν εν εμοί· ει πορεύση μετ ‘ εμού εις Μωάβ εις πόλεμον; και είπεν· αναβήσομαι· όμοιός μοι όμοιός σοι, ως ο λαός μου ο λαός σου, ως οι ίπποι μου οι ίπποι σου. 8 και είπε· ποία οδω αναβώ; και είπεν· οδόν έρημον Εδώμ. 9 και επορεύθη ο βασιλεύς Ισραήλ και ο βασιλεύς Ιούδα και ο βασιλεύς Εδώμ και εκύκλωσαν οδόν επτά ημερών, και ουκ ην ύδωρ τη παρεμβολή και τοις κτήνεσι τοις εν τοις ποσίν αυτών. 10 και είπεν ο βασιλεύς Ισραήλ· ω, ότι κέκληκε Κύριος τους τρεις βασιλείς παρερχομένους δούναι αυτούς εν χειρί Μωάβ 11 και είπεν Ιωσαφάτ· ουκ έστιν ώδε προφήτης του Κυρίου και επιζητήσωμεν τον Κύριον παρ ‘ αυτού; και απεκρίθη εις των παίδων του βασιλέως Ισραήλ και είπεν· ώδε Ελισαιέ υιος Σαφάτ, ος επέχεεν ύδωρ επί χείρας ‘Ηλιού. 12 και είπεν Ιωσαφάτ· έστιν αυτω ρήμα Κυρίου. και κατέβη προς αυτόν βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα και βασιλεύς Εδώμ. 13 και είπεν Ελισαιέ προς βασιλέα Ισραήλ· τι εμοί και σοί; δεύρο προς τους προφήτας του πατρός σου και τους προφήτας της μητρός σου. και είπεν αυτω ο βασιλεύς Ισραήλ· μη ότι κέκληκε Κύριος τους τρεις βασιλείς του παραδούναι αυτούς εις χείρας Μωάβ; 14 και είπεν Ελισαιέ· ζη Κύριος των δυνάμεων, ω παρέστην ενώπιον αυτού, ότι ει μη πρόσωπον Ιωασαφάτ βασιλέως Ιούδα εγώ λαμβάνω, ει επέβλεψα προς σε και είδόν σε· 15 και νυν λαβέ μοι ψάλλοντα. και εγένετο ως έψαλλεν ο ψάλλων, και εγένετο επ ‘ αυτόν χείρ Κυρίου, 16 και είπε· τάδε λέγει Κύριος· ποιήσατε τον χειμάρρουν τούτον βοθύνους βοθύνους· 17 ότι τάδε λέγει Κύριος· ουκ όψεσθε πνεύμα και ουκ όψεσθε υετόν, και ο χειμάρρους ούτος πλησθήσεται ύδατος, και πίεσθε υμείς και αι κτήσεις υμών και τα κτήνη υμών· 18 και κούφη αυτή εν οφθαλμοίς Κυρίου, και παραδώσω την Μωάβ εν χειρί υμών, 19 και πατάξετε πάσαν πόλιν οχυράν και παν ξύλον αγαθόν καταβαλείτε και πάσας πηγάς ύδατος εμφράξεσθε και πάσαν μερίδα αγαθήν αχρειώσετε εν λίθοις. 20 και εγένετο πρωϊ αναβαινούσης της θυσίας και ιδού ύδατα ήρχοντο εξ οδού Εδώμ, και επλήσθη η γη ύδατος. 21 και πάσα Μωάβ ήκουσαν ότι ανέβησαν οι τρεις βασιλείς πολεμείν αυτούς, και ανεβόησαν εκ παντός περιεζωσμένοι ζώνην και είπαν· ω και έστησαν επί του ορίου. 22 και ώρθρισαν το πρωϊ, και ο ήλιος ανέτειλεν επί τα ύδατα· και είδε Μωάβ εξεναντίας τα ύδατα πυρά ωσεί αίμα 23 και είπαν· αίμα τούτο της ρομφαίας, και εμαχέσαντο οι βασιλείς και επάταξεν ανήρ τον πλησίον αυτού, και νυν επί τα σκύλα Μωάβ. 24 και εισήλθον εις την παρεμβολήν Ισραήλ, και Ισραήλ ανέστησαν και επάταξαν την Μωάβ, και έφυγον από προσώπου αυτών. και εισήλθον εισπορευόμενοι και τύπτοντες την Μωάβ 25 και τας πόλεις καθείλον και πάσαν μερίδα αγαθήν έρριψαν ανήρ τον λίθον και ενέπλησαν αυτήν και πάσαν πηγήν ενέφραξαν και παν ξύλον αγαθόν κατέβαλον έως του καταλιπείν τους λίθους του τοίχου καθηρημένους, και εκύκλωσαν οι σφενδονήται και επάταξαν αυτήν. 26 και είδεν ο βασιλεύς Μωάβ ότι εκραταίωσεν υπέρ αυτόν ο πόλεμος. και έλαβε μεθ ‘ εαυτού επτακοσίους άνδρας εσπασμένους ρομφαίαν διακόψαι προς βασιλέα Εδώμ, και ουκ ηδυνήθησαν. 27 και έλαβε τον υιόν αυτού τον πρωτότοκον, ον εβασίλευσεν αντ ‘ αυτού, και ανήνεγκεν αυτόν ολοκαύτωμα επί του τείχους· και εγένετο μετάμελος μέγας επί Ισραήλ, και απήραν απ ‘ αυτού και επέστρεψαν εις την γην.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ γυνή μία από των υιών των προφητών εβόα προς τον Ελισαιέ λέγουσα· ο δούλός σου ανήρ μου απέθανε, και συ έγνως ότι δούλός σου ην φοβούμενος τον Κύριον· και ο δανειστής ήλθε λαβείν τους δύο υιούς μου εαυτω εις δούλους. 2 και είπεν Ελισαιέ· τι ποιήσω σοι; ανάγγειλόν μοι τι έστι σοι εν τω οίκω. η δε είπεν· ουκ έστι τη δούλη σου ουδέν εν τω οίκω, ότι αλλ ‘ ή ό αλείψομαι έλαιον. 3 και είπε προς αυτήν· δεύρο αίτησαι σεαυτη σκεύη έξωθεν παρά πάντων των γειτόνων σκεύη κενά, μη ολιγώσης. 4 και εισελεύση και αποκλείσεις την θύραν κατά σου και κατά των υιών σου και αποχεείς εις τα σκεύη ταύτα και το πληρωθέν αρείς. 5 και απήλθε παρ ‘ αυτού, και απέκλεισε την θύραν καθ ‘ εαυτής και κατά των υιών αυτής· αυτοί προσήγγιζον προς αυτήν, και αυτή επέχεεν έως επλήσθησαν τα σκεύη. 6 και είπε προς τους υιούς αυτής· εγγίσατε έτι προς με το σκεύος· και είπον αυτη· ουκ έστιν έτι σκεύος· και έστη το έλαιον. 7 και ήλθε και απήγγειλε τω ανθρώπω του Θεού, και είπεν Ελισαιέ· δεύρο και απόδου το έλαιον και αποτίσεις τους τόκους σου, και συ και οι υιοί σου ζήσεσθε εν τω επιλοίπω ελαίω. 8 και εγένετο ημέρα και διέβη Ελισαιέ εις Σωμάν, και εκεί γυνή μεγάλη και εκράτησεν αυτόν φαγείν άρτον. και εγένετο αφ ‘ ικανού του εισπορεύεσθαι αυτόν εξέκλινε του εκεί φαγείν. 9 και είπεν η γυνή προς τον άνδρα αυτής· ιδού δη έγνων ότι άνθρωπος του Θεού άγιος ούτος διαπορεύεται εφ ‘ ημάς δια παντός. 10 ποιήσωμεν δη αυτω υπερωον τόπον μικρόν και θώμεν αυτω εκεί κλίνην και τράπεζαν και δίφρον και λυχνίαν. και έσται εν τω εισπορεύεσθαι προς ημάς και εκκλινεί εκεί. 11 και εγένετο ημέρα και εισήλθεν εκεί και εξέκλινεν εις το υπερωον και εκοιμήθη εκεί. 12 και είπε προς Γιεζί το παιδάριον αυτού· κάλεσόν μοι την Σωμανίτιν ταύτην· και εκάλεσεν αυτήν, και έστη ενώπιον αυτού. 13 και είπεν αυτω· ειπόν δη προς αυτήν· ιδού εξέστησας ημίν πάσαν την έκστασιν ταύτην· τι δεί ποιήσαί σοι; ει έστι λόγος σοι προς τον βασιλέα ή προς τον άρχοντα της δυνάμεως; η δε είπεν· εν μέσω του λαού εγώ ειμι οικώ. 14 και είπε προς Γιεζί· τι δεί ποιήσαι αυτη; και είπε Γιεζί το παιδάριον αυτού· και μάλα υιος ουκ έστιν αυτη, και ο ανήρ αυτής πρεσβύτης. 15 και εκάλεσεν αυτήν, και έστη παρά την θύραν. 16 και είπεν Ελισαιέ προς αυτήν· εις τον καιρόν τούτον, ως η ωρα, ζώσα συ περιειληφυία υιόν. η δε είπε· μη Κύριε, μη διαψεύση την δούλην σου. 17 και εν γαστρί έλαβεν η γυνή και έτεκεν υιόν εις τον καιρόν τούτον, ως η ωρα, ζώσα, ως ελάλησε προς αυτήν Ελισαιέ. 18 και ηδρύνθη το παιδάριον· και εγένετο ηνίκα εξήλθε προς τον πατέρα αυτού προς τους θερίζοντας, 19 και είπε προς τον πατέρα αυτού· την κεφαλήν μου, την κεφαλήν μου· και είπε τω παιδαρίω· άρον αυτόν προς την μητέρα αυτού. 20 και ήρεν αυτόν προς την μητέρα αυτού, και εκοιμήθη επί των γονάτων αυτής έως μεσημβρίας και απέθανε. 21 και ανήνεγκεν αυτόν και εκοίμισεν αυτόν επί την κλίνην του ανθρώπου του Θεού και απέκλεισε κατ ‘ αυτού και εξήλθε. 22 και εκάλεσε τον άνδρα αυτής και είπεν· απόστειλον δη μοι εν των παιδαρίων και μίαν των όνων, και δραμούμαι έως του ανθρώπου του Θεού και επιστρέψω. 23 και είπε· τι ότι συ πορεύη προς αυτόν σήμερον; ου νεομηνία ουδέ σάββατον. η δε είπεν· ειρήνη. 24 και επέσαξε την όνον και είπε προς το παιδάριον αυτής· άγε πορεύου, μη επίσχης μοι του επιβήναι, ότι εάν είπω σοι· δεύρο και πορεύση και ελεύση προς τον άνθρωπον του Θεού εις όρος το Καρμήλιον. 25 και επορεύθη και ήλθεν έως του ανθρώπου του Θεού εις το όρος. και εγένετο ως είδεν Ελισαιέ ερχομένην αυτήν, και είπε προς Γιεζί το παιδάριον αυτού· ιδού δη η Σωμανίτις εκείνη· 26 νυν δράμε εις απαντήν αυτής και ερείς· ει ειρήνη σοι; ει ειρήνη τω ανδρί σου; ει ειρήνη τω παιδαρίω; η δε είπεν· ειρήνη. 27 και ήλθε προς Ελισαιέ εις το όρος και επελάβετο των ποδών αυτού. και ήγγισε Γιεζί απώσασθαι αυτήν, και είπεν Ελισαιέ· άφες αυτήν, ότι η ψυχή αυτής κατώδυνος αυτη, και Κύριος απέκρυψεν απ ‘ εμού και ουκ ανήγγειλέ μοι. 28 η δε είπε· μη ητησάμην υιόν παρά του Κυρίου μου; ότι ουκ είπα· ου πλανήσεις μετ ‘ εμού; 29 και είπεν Ελισαιέ τω Γιεζί· ζώσαι την οσφύν σου και λαβέ την βακτηρίαν μου εν τη χειρί σου και δεύρο· ότι εάν εύρης άνδρα, ουκ ευλογήσεις αυτόν, και εάν ευλογήση σε ανήρ, ουκ αποκριθήση αυτω· και επιθήσεις την βακτηρίαν μου επί πρόσωπον του παιδαρίου. 30 και είπεν η μήτηρ του παιδαρίου· ζη Κύριος και ζη η ψυχή σου, ει εγκαταλείψω σε· και ανέστη Ελισαιέ και επορεύθη οπίσω αυτής. 31 και Γιεζί διήλθεν έμπροσθεν αυτής και επέθηκε την βακτηρίαν επί πρόσωπον του παιδαρίου, και ουκ ην φωνή και ουκ ην ακρόασις· και επέστρεψεν εις απαντήν αυτού και απήγγειλεν αυτω λέγων· ουκ ηγέρθη το παιδάριον. 32 και εισήλθεν Ελισαιέ εις τον οίκον και ιδού το παιδάριον τεθνηκός κεκοιμισμένον επί την κλίνην αυτού. 33 και εισήλθεν Ελισαιέ εις τον οίκον και απέκλεισε την θύραν κατά των δύο εαυτών και προσηύξατο προς Κύριον· 34 και ανέβη και εκοιμήθη επί το παιδάριον και έθηκε το στόμα αυτού επί το στόμα αυτού και τους οφθαλμούς αυτού επί τους οφθαλμούς αυτού και τας χείρας αυτού επί τας χείρας αυτού και διέκαμψεν επ ‘ αυτόν, και διεθερμάνθη η σάρξ του παιδαρίου. 35 και επέστρεψε και επορεύθη εν τη οικία ένθεν και ένθεν και ανέβη και συνέκαμψεν επί το παιδάριον έως επτάκις, και ήνοιξε το παιδάριον τους οφθαλμούς αυτού. 36 και εξεβόησε Ελισαιέ προς Γιεζί και είπε· κάλεσον την Σωμανίτιν ταύτην· και εκάλεσε, και εισήλθε προς αυτόν. και είπεν Ελισαιέ· λάβε τον υιόν σου. 37 και εισήλθεν η γυνή και έπεσεν επί τους πόδας αυτού και προσεκύνησεν επί την γην και έλαβε τον υιόν αυτής και εξήλθε. 38 και Ελισαιέ επέστρεψεν εις Γάλγαλα, και ο λιμός εν τη γη, και υιοί των προφητών εκάθηντο ενώπιον αυτού. και είπεν Ελισαιέ τω παιδαρίω αυτού· επίστησεν τον λέβητα τον μέγαν και έψε έψεμα τοις υιοίς των προφητών. 39 και εξήλθεν εις τον αγρόν συλλέξαι αριώθ και εύρεν άμπελον εν τω αγρω και συνέλεξεν απ ‘ αυτής τολύπην αγρίαν πλήρες το ιμάτιον αυτού και ενέβαλεν εις τον λέβητα του εψέματος, ότι ουκ έγνωσαν. 40 και ενέχει τοις ανδράσι φαγείν, και εγένετο εν τω εσθίειν αυτούς εκ του εψέματος και ιδού ανεβόησαν και είπαν· θάνατος εν τω λέβητι, άνθρωπε του Θεού· και ουκ ηδύναντο φαγείν. 41 και είπε· λάβετε άλευρον και εμβάλετε εις τον λέβητα· και είπεν Ελισαιέ προς Γιεζί το παιδάριον· έγχει τω λαω και εσθιέτωσαν· και ουκ εγενήθη εκεί έτι ρήμα πονηρόν εν τω λέβητι. 42 και ανήρ διήλθεν εκ Βαιθσαρισά και ήνεγκε προς τον άνθρωπον του Θεού πρωτογεννημάτων είκοσιν άρτους κριθίνους και παλάθας, και είπε· δότε τω λαω και εσθιέτωσαν. 43 και είπεν ο λειτουργός αυτού· τι δώ τούτο ενώπιον εκατόν ανδρών; και είπε· δος τω λαω και εσθιέτωσαν, ότι τάδε λέγει Κύριος· φάγονται και καταλείψουσι. 44 και έφαγον και κατέλιπον κατά το ρήμα Κυρίου.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ Ναιμάν ο άρχων της δυνάμεως Συρίας ην ανήρ μέγας ενώπιον του κυρίου αυτού και τεθαυμασμένος προσώπω, ότι εν αυτω έδωκε Κύριος σωτηρίαν Συρία· και ο ανήρ ην δυνατός ισχύϊ, λελεπρωμένος. 2 και Συρία εξήλθον μονόζωνοι και ηχμαλώτευσαν εκ γης Ισραήλ νεάνιδα μικράν, και ην ενώπιον της γυναικός Ναιμάν. 3 η δε είπε τη κυρία αυτής· όφελον ο κύριός μου ενώπιον του προφήτου του Θεού του εν Σαμαρεία, τότε αποσυνάξει αυτόν από της λέπρας αυτού. 4 και εισήλθε και απήγγειλε τω κυρίω εαυτής και είπεν· ούτως και ούτως ελάλησεν η νεάνις η εκ γης Ισραήλ. 5 και είπε βασιλεύς Συρίας προς Ναιμάν· δεύρο είσελθε, και εξαποστελώ βιβλίον προς βασιλέα Ισραήλ· και επορεύθη και έλαβεν εν τη χειρί αυτού δέκα τάλαντα αργυρίου και εξακισχιλίους χρυσούς και δέκα αλλασσομένας στολάς. 6 και ήνεγκε το βιβλίον προς τον βασιλέα Ισραήλ λέγων· και νυν ως αν έλθη το βιβλίον τούτο προς σε, ιδού απέστειλα προς σε Ναιμάν τον δούλόν μου, και αποσυνάξεις αυτόν από της λέπρας αυτού. 7 και εγένετο ως ανέγνω βασιλεύς Ισραήλ το βιβλίον, διέρρηξε τα ιμάτια αυτού και είπεν· ο Θεός εγώ του θανατώσαι και ζωοποιήσαι, ότι ούτος αποστέλλει προς με αποσυνάξαι άνδρα από της λέπρας αυτού; ότι πλήν γνώτε δη και ίδετε ότι προφασίζεται ούτός μοι. 8 και εγένετο ως ήκουσεν Ελισαιέ ότι διέρρηξεν ο βασιλεύς Ισραήλ τα ιμάτια αυτού, και απέστειλε προς τον βασιλέα Ισραήλ λέγων· ινατί διέρρηξας τα ιμάτιά σου; ελθέτω δη προς με Ναιμάν και γνώτω ότι εστί προφήτης εν Ισραήλ. 9 και ήλθε Ναιμάν εν ίππω και άρματι και έστη επί θύρας οίκου Ελισαιέ. 10 και απέστειλεν Ελισαιέ άγγελον προς αυτόν λέγων· πορευθείς λούσαι επτάκις εν τω Ιορδάνη, και επιστρέψει η σάρξ σου σοι, και καθαρισθήση. 11 και εθυμώθη Ναιμάν και απήλθε και είπεν· ιδού είπον ότι προς με πάντως εξελεύσεται και στήσεται και επικαλέσεται εν ονόματι Θεού αυτού και επιθήσει την χείρα αυτού επί τον τόπον και αποσυνάξει το λεπρόν· 12 ουχί αγαθός Αβανά και Φαρφάρ ποταμοί Δαμασκού υπέρ πάντα τα ύδατα Ισραήλ; ουχί πορευθείς λούσομαι εν αυτοίς και καθαρισθήσομαι; και εξέκλινε και απήλθεν εν θυμω. 13 και ήγγισαν οι παίδες αυτού και ελάλησαν προς αυτόν· μέγα λόγον ελάλησεν ο προφήτης προς σε· ουχί ποιήσεις; και ότι είπε προς σε, λούσαι και καθαρίσθητι. 14 και κατέβη Ναιμάν και εβαπτίσατο εν τω Ιορδάνη επτάκις κατά το ρήμα Ελισαιέ, και επέστρεψεν η σάρξ αυτού ως σάρξ παιδαρίου μικρού, και εκαθαρίσθη. 15 και επέστρεψε προς Ελισαιέ αυτός και πάσα η παρεμβολή αυτού, και ήλθε και έστη ενώπιον αυτού και είπεν· ιδού δη έγνωκα ότι ουκ έστι Θεός εν πάση τη γη, ότι αλλ ‘ ή εν τω Ισραήλ· και νυν λαβέ την ευλογίαν παρά του δούλου σου. 16 και είπεν Ελισαιέ· ζη Κύριος, ω παρέστην ενώπιον αυτού, ει λήψομαι· και παρεβιάσατο αυτόν λαβείν, και ηπείθησε. 17 και είπε Ναιμάν· και ει μη, δοθήτω δη τω δούλω σου γόμος ζεύγος ημιόνων, ότι ου ποιήσει έτι ο δούλός σου ολοκαύτωμα και θυσίασμα θεοίς ετέροις, αλλ ‘ ή τω Κυρίω μόνω· 18 και ιλάσεται Κύριος τω δούλω σου εν τω εισπορεύεσθαι τον κύριόν μου εις οίκον Ρεμμάν προσκυνήσαι εκεί και αυτός επαναπαύσεται επί της χειρός μου και προσκυνήσω εν οίκω Ρεμμάν εν τω προσκυνείν αυτόν εν οίκω Ρεμμάν, και ιλάσεται δη Κύριος τω δούλω σου εν τω λόγω τούτω. 19 και είπεν Ελισαιέ προς Ναιμάν· δεύρο εις ειρήνην. και απήλθεν απ' αυτού εις δεβραθά της γης. 20 και είπε Γιεζί το παιδάριον Ελισαιέ· ιδού εφείσατο ο κύριός μου του Ναιμάν του Σύρου τούτου του μη λαβείν εκ χειρός αυτού α ενήνοχε· ζη Κύριος ότι ει μη δραμούμαι οπίσω αυτού και λήψομαι απ ‘ αυτού τι. 21 και εδίωξε Γιεζί οπίσω του Ναιμάν, και είδεν αυτόν Ναιμάν τρέχοντα οπίσω αυτού και επέστρεψεν από του άρματος εις απαντήν αυτού και είπεν· ειρήνη· 22 ο κύριός μου απέστειλέ με λέγων· ιδού νυν ήλθον προς με δύο παιδάρια εξ όρους Εφραίμ από των υιών των προφητών· δος δη αυτοίς τάλαντον αργυρίου και δύο αλλασσομένας στολάς. 23 και είπε· λαβέ διτάλαντον αργυρίου· και έλαβε δύο τάλαντα αργυρίου εν δυσί θυλάκοις και δύο αλλασσομένας στολάς και έδωκεν επί δύο παιδάρια αυτού. και ήραν έμπροσθεν αυτού. 24 και ήλθον εις το σκοτεινόν, και έλαβεν εκ των χειρών αυτών και παρέθετο εν οίκω και εξαπέστειλε τους άνδρας. 25 και αυτός εισήλθε και παρεστήκει προς τον κύριον αυτού· και είπε προς αυτόν Ελισαιέ· πόθεν, Γιεζί; και είπε Γιεζί· ου πεπόρευται ο δούλός σου ένθα και ένθα. 26 και είπε προς αυτόν Ελισαιέ· ουχί η καρδία μου επορεύθη μετά σου, ότε επέστεψεν ο ανήρ από του άρματος εις συναντήν σοι; και νυν έλαβες το αργύριον, και νυν έλαβες τα ιμάτια και ελαιώνας και αμπελώνας και πρόβατα και βόας και παίδας και παιδίσκας· 27 και η λέπρα Ναιμάν κολληθήσεται εν σοί και εν τω σπέρματί σου εις τον αιώνα. και εξήλθεν εκ προσώπου αυτού λελεπρωμένος ωσεί χιών.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ είπον υιοί των προφητών προς Ελισαιέ· ιδού δη ο τόπος, εν ω ημείς οικούμεν ενώπιόν σου, στενός αφ ‘ ημών· 2 πορευθώμεν δη έως του Ιορδάνου και λάβωμεν εκείθεν ανήρ εις δοκόν μίαν και ποιήσωμεν εαυτοίς εκεί του οικείν εκεί. και είπε· δεύτε. 3 και είπεν ο εις επιεικώς· δεύρο μετά των δούλων σου· και είπεν· εγώ πορεύσομαι. 4 και επορεύθη μετ ‘ αυτών, και ήλθον εις τον Ιορδάνην και έτεμνον τα ξύλα. 5 και ιδού ο εις καταβάλλων την δοκόν, και το σιδήριον εξέπεσεν εις το ύδωρ· και εβόησεν· ω Κύριε, και αυτό κεκρυμμένον. 6 και είπεν ο άνθρωπος του Θεού· που έπεσε; και έδειξεν αυτω τον τόπον. και απέκνισε ξύλον και έρριψεν εκεί, και επεπόλασε το σιδήριον. 7 και είρηκεν· ύψωσον σεαυτω· και εξέτεινε την χείρα και έλαβεν αυτό. 8 και ο βασιλεύς Συρίας ην πολεμών εν Ισραήλ και εβουλεύσατο προς τους παίδας αυτού λέγων· εις τον τόπον τόνδε τινά ελμωνί παρεμβαλώ. 9 και απέστειλεν Ελισαιέ προς τον βασιλέα Ισραήλ λέγων· φύλαξαι μη παρελθείν εν τω τόπω τούτω, ότι εκεί Συρία κέκρυπται. 10 και απέστειλεν ο βασιλεύς Ισραήλ εις τον τόπον, ον είπεν αυτω Ελισαιέ, και εφυλάξατο εκείθεν ου μίαν ουδέ δύο. 11 και εξεκινήθη η ψυχή βασιλέως Συρίας περί του λόγου τούτου, και εκάλεσε τους παίδας αυτού και είπε προς αυτούς· ουκ αναγγελείτέ μοι τις προδίδωσί με βασιλεί Ισραήλ; 12 και είπεν εις των παίδων αυτού· ουχί κύριέ μου βασιλεύ, ότι Ελισαιέ ο προφήτης ο εν Ισραήλ αναγγέλλει τω βασιλεί Ισραήλ πάντας τους λόγους, ους εάν λαλήσης εν τω ταμιείω του κοιτώνός σου. 13 και είπε· δεύτε ίδετε που ούτος, και αποστείλας λήψομαι αυτόν· και απήγγειλαν αυτω λέγοντες· ιδού εν Δωθαϊμ. 14 και απέστειλεν εκεί ίππον και άρμα και δύναμιν βαρείαν, και ήλθον νυκτός και περιεκύκλωσαν την πόλιν. 15 και ώρθρισεν ο λειτουργός Ελισαιέ αναστήναι και εξήλθε, και ιδού δύναμις κυκλούσα την πόλιν και ίππος και άρμα, και είπε το παιδάριον προς αυτόν· ω κύριε, Πως ποιήσομεν; 16 και είπεν Ελισαιέ· μη φοβού, ότι πλείους οι μεθ ‘ ημών υπέρ τους μετ ‘ αυτών. 17 και προσηύξατο Ελισαιέ και είπε· Κύριε, διάνοιξον δη τους οφθαλμούς του παιδαρίου και ιδέτω· και διήνοιξε Κύριος τους οφθαλμούς αυτού και είδε. και ιδού το όρος πλήρες ίππων, και άρμα πυρός περικύκλω Ελισαιέ. 18 και κατέβησαν προς αυτόν, και προσηύξατο προς Κύριον και είπε· πάταξον δη το έθνος τούτο αορασία· και επάταξεν αυτούς αορασία κατά το ρήμα Ελισαιέ. 19 και είπε προς αυτούς Ελισαιέ· ουχί αύτη η πόλις και αύτη η οδός· δεύτε οπίσω μου, και άξω υμάς προς τον άνδρα, ον ζητείτε· και απήγαγεν αυτούς προς Σαμάρειαν. 20 και εγένετο ως εισήλθον εις Σαμάρειαν, και είπεν Ελισαιέ· άνοιξον δη, Κύριε, τους οφθαλμούς αυτών και ιδέτωσαν· και διήνοιξε Κύριος τους οφθαλμούς αυτών, και είδον, και ιδού ήσαν εν μέσω Σαμαρείας. 21 και είπεν ο βασιλεύς Ισραήλ προς Ελισαιέ, ως είδεν αυτούς· ει πατάξας πατάξω, πάτερ; 22 και είπεν· ου πατάξεις, ει μη ους ηχμαλώτευσας εν ρομφαία σου και τόξω σου συ τύπτεις· παράθες άρτους και ύδωρ ενώπιον αυτών, και φαγέτωσαν και πιέτωσαν και απελθέτωσαν προς τον κύριον αυτών. 23 και παρέθηκεν αυτοίς παράθεσιν μεγάλην, και έφαγον και έπιον· και απέστειλεν αυτούς, και απήλθον προς τον κύριον αυτών. και ου προσέθεντο έτι μονόζωνοι Συρίας του ελθείν εις γην Ισραήλ.

 24 Και εγένετο μετά ταύτα και ήθροισεν υιος Άδερ βασιλεύς Συρίας πάσαν την παρεμβολήν αυτού και ανέβη και περιεκάθισεν επί Σαμάρειαν. 25 και εγένετο λιμός μέγας εν Σαμαρεία, και ιδού περιεκάθηντο επ ‘ αυτήν, έως ου εγενήθη κεφαλή όνου πεντήκοντα σίκλων αργυρίου και τέταρτον του κάβου κόπρου περιστερών πέντε σίκλων αργυρίου. 26 και ην ο βασιλεύς διαπορευόμενος επί του τείχους, και γυνή εβόησε προς αυτόν λέγουσα· σώσον, κύριε βασιλεύ. 27 και είπεν αυτη· μη σε σώσαι Κύριος, πόθεν σώσω σε; μη από άλωνος ή από ληνού; 28 και είπεν αυτη ο βασιλεύς· τι έστι σοι; και είπεν η γυνή· αύτη είπε προς με· δος τον υιόν σου και φαγόμεθα αυτόν σήμερον, και τον υιόν μου φαγόμεθα αυτόν αύριον· 29 και ηψήσαμεν τον υιόν μου και εφάγομεν αυτόν, και είπον προς αυτήν τη ημέρα τη δευτέρα· δος τον υιόν σου και φάγωμεν αυτόν. και έκρυψε τον υιόν αυτής. 30 και εγένετο ως ήκουσεν ο βασιλεύς Ισραήλ τους λόγους της γυναικός, διέρρηξε τα ιμάτια αυτού, και αυτός διεπορεύετο επί του τείχους. και είδεν ο λαός τον σάκκον επί της σαρκός αυτού έσωθεν. 31 και είπε· τάδε ποιήσαι μοι ο Θεός και τάδε προσθείη, ει στήσεται η κεφαλή Ελισαιέ επ ‘ αυτω σήμερον. 32 και Ελισαιέ εκάθητο εν τω οίκω αυτού, και οι πρεσβύτεροι εκάθηντο μετ ‘ αυτού. και απέστειλεν άνδρα προ προσώπου αυτού πριν ελθείν τον άγγελον προς αυτόν και αυτός είπε προς τους πρεσβυτέρους· ει οίδατε ότι απέστειλεν ο υιος του φονευτού ούτος αφελείν την κεφαλήν μου; ίδετε ως αν έλθη ο άγγελος, αποκλείσατε την θύραν· και παραθλίψατε αυτόν εν τη θύρα· ουχί φωνή των ποδών του κυρίου αυτού κατόπισθεν αυτού; 33 έτι αυτού λαλούντος μετ ‘ αυτών και ιδού άγγελος κατέβη προς αυτόν και είπεν· ιδού αύτη η κακία παρά Κυρίου· τι υπομείνω τω Κυρίω έτι;

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ είπεν Ελισαιέ· άκουσον λόγον Κυρίου· τάδε λέγει Κύριος· ως η ωρα αύτη αύριον μέτρον σεμιδάλεως σίκλου και δίμετρον κριθών σίκλου εν ταις πύλαις Σαμαρείας. 2 και απεκρίθη ο τριστάτης, εφ ‘ ον ο βασιλεύς επανεπαύετο επί την χείρα αυτού, τω Ελισαιέ και είπεν· ιδού ποιήσει Κύριος καταράκτας εν ουρανω, μη έσται το ρήμα τούτο; και Ελισαιέ είπεν· ιδού συ όψει τοις οφθαλμοίς σου και εκείθεν ου φάγη. 3 και τέσσαρες άνδρες ήσαν λεπροί παρά την θύραν της πόλεως, και είπεν ανήρ προς τον πλησίον αυτού· τι ημείς καθήμεθα ώδε, έως αποθάνωμεν; 4 εάν είπωμεν, εισέλθωμεν εις την πόλιν, και ο λιμός εν τη πόλει και αποθανούμεθα εκεί· και εάν καθίσωμεν ώδε, και αποθανούμεθα. και νυν δεύτε και εμπέσωμεν εις την παρεμβολήν Συρίας· εάν ζωογονήσωσιν ημάς, και ζησόμεθα· και εάν θανατώσωσιν ημάς, και αποθανούμεθα. 5 και ανέστησαν εν τω σκότει εισελθείν εις την παρεμβολήν Συρίας και ήλθον εις μέρος παρεμβολής Συρίας, και ιδού ουκ έστιν ανήρ εκεί. 6 και κύριος ακουστήν εποίησε παρεμβολήν την Συρίας φωνήν άρματος και φωνήν ίππου, φωνήν δυνάμεως μεγάλης, και είπεν ανήρ προς τον αδελφόν αυτού· νυν εμισθώσατο εφ ‘ ημάς ο βασιλεύς Ισραήλ τους βασιλέας των Χετταίων και τους βασιλέας Αιγύπτου του ελθείν εφ ‘ ημάς. 7 και ανέστησαν και απέδρασαν εν τω σκότει και εγκατέλιπαν τας σκηνάς αυτών και τους ίππους αυτών και τους όνους αυτών εν τη παρεμβολή ως εστι και έφυγον προς την ψυχήν εαυτών. 8 και εισήλθον οι λεπροί ούτοι έως μέρους της παρεμβολής και εισήλθον εις σκηνήν μίαν και έφαγον και έπιον και ήραν εκείθεν αργύριον και χρυσίον και ιματισμόν και επορεύθησαν· και επέστρεψαν εκείθεν και εισήλθον εις σκηνήν άλλην και έλαβον εκείθεν και επορεύθησαν και κατέκρυψαν. 9 και είπεν ανήρ προς τον πλησίον αυτού· ουχ ούτως ημείς ποιούμεν· η ημέρα αύτη ημέρα ευαγγελίας εστί, και ημείς σιωπώμεν και μένομεν έως φωτός του πρωϊ και ευρήσομεν ανομίαν· και νυν δεύρο και εισέλθωμεν και αναγγείλωμεν εις τον οίκον του βασιλέως. 10 και εισήλθον και εβόησαν προς την πύλην της πόλεως και ανήγγειλαν αυτοίς, λέγοντες· εισήλθομεν εις την παρεμβολήν Συρίας, και ιδού ουκ έστιν εκεί ανήρ και φωνή ανθρώπου, ότι ει μη ίππος δεδεμένος και όνος και αι σκηναί αυτών ως εισί. 11 και εβόησαν οι θυρωροί και ανήγγειλαν εις τον οίκον του βασιλέως έσω. 12 και ανέστη ο βασιλεύς νυκτός και είπε προς τους παίδας αυτού· αναγγελώ δη υμίν α εποίησεν υμίν Συρία· έγνωσαν ότι πεινώμεν ημείς, και εξήλθαν εκ της παρεμβολής και εκρύβησαν εν τω αγρω λέγοντες· ότι εξελεύσονται εκ της πόλεως, και συλληψόμεθα αυτούς ζώντας και εις την πόλιν εισελευσόμεθα. 13 και απεκρίθη εις των παίδων αυτού και είπε· λαβέτωσαν δη πέντε των ίππων των υπολελειμμένων, οί κατελείφθησαν ώδε, ιδού εισι προς παν το πλήθος Ισραήλ το εκλείπον· και αποστελούμεν εκεί και οψόμεθα. 14 και έλαβον δύο επιβάτας ίππων, και απέστειλεν ο βασιλεύς Ισραήλ οπίσω του βασιλέως Συρίας λέγων· δεύτε και ίδετε. 15 και επορεύθησαν οπίσω αυτών έως του Ιορδάνου, και ιδού πάσα η οδός πλήρης ιματίων και σκευών, ων έρριψε Συρία εν τω θαμβείσθαι αυτούς· και επέστρεψαν οι άγγελοι και ανήγγειλαν τω βασιλεί. 16 και εξήλθεν ο λαός και διήρπασαν την παρεμβολήν Συρίας, και εγένετο μέτρον σεμιδάλεως σίκλου, κατά το ρήμα Κυρίου, και δίμετρον κριθών σίκλου. 17 και ο βασιλεύς κατέστησε τον τριστάτην, εφ ‘ ον ο βασιλεύς επανεπαύσατο τη χειρί αυτού, επί της πύλης. και συνεπάτησεν αυτόν ο λαός εν τη πύλη, και απέθανε, καθά ελάλησεν ο άνθρωπος του Θεού, ος ελάλησεν εν τω καταβήναι τον άγγελον προς αυτόν. 18 και εγένετο καθά ελάλησεν Ελισαιέ προς τον βασιλέα λέγων· δίμετρον κριθής σίκλου και μέτρον σεμιδάλεως σίκλου και έσται ως η ωρα αύριον εν τη πύλη Σαμαρείας· 19 και απεκρίθη ο τριστάτης τω Ελισαιέ και είπεν· ιδού Κύριος ποιεί καταράκτας εν τω ουρανω, μη έσται το ρήμα τούτο; και είπεν Ελισαιέ· ιδού όψη τοις οφθαλμοίς σου και εκείθεν ου μη φάγη. 20 και εγένετο ούτως, και συνεπάτησεν αυτόν ο λαός εν τη πύλη και απέθανε.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ Ελισαιέ ελάλησε προς την γυναίκα, ης εζωπύρησε τον υιόν, λέγων· ανάστηθι και δεύρο συ και ο οίκός σου και παροίκει, ου εάν παροικήσης, ότι κέκληκε Κύριος λιμόν επί την γην, και γε ήλθεν επί την γην επτά έτη. 2 και ανέστη η γυνή και εποίησε κατά το ρήμα Ελισαιέ και αυτή και ο οίκος αυτής και παρώκει εν γη αλλοφύλων επτά έτη. 3 και εγένετο μετά το τέλος των επτά ετών και επέστρεψεν η γυνή εκ γης αλλοφύλων εις την πόλιν και ήλθε βοήσαι προς τον βασιλέα περί του οίκου εαυτής και περί των αγρών αυτής. 4 και ο βασιλεύς ελάλει προς Γιεζί το παιδάριον Ελισαιέ του ανθρώπου του Θοεύ λέγων· διήγησαι δη εμοί πάντα τα μεγάλα, α εποίησεν Ελισαιέ. 5 και εγένετο αυτού εξηγουμένου τω βασιλεί, ως εζωπύρησεν υιόν τεθνηκότα, και ιδού η γυνή, ης εζωπύρησε τον υιόν αυτής Ελισαιέ, βοώσα προς τον βασιλέα περί του οίκου εαυτής και περί των αγρών εαυτής· και είπε Γιεζί· κύριε βασιλεύ, αύτη η γυνή και ούτος ο υιος αυτής, ον εζωπύρησεν Ελισαιέ. 6 και επηρώτησεν ο βασιλεύς την γυναίκα και διηγήσατο αυτω· και έδωκεν αυτη ο βασιλεύς ευνούχον ένα λέγων· επίστρεψον πάντα τα αυτής και πάντα τα γενήματα του αγρού από της ημέρας, ης κατέλιπε την γην έως του νυν.

 7 Και ήλθεν Ελισαιέ εις Δαμασκόν, και υιος Άδερ βασιλεύς Συρίας ηρρώστει, και ανήγγειλαν αυτω λέγοντες· ήκει ο άνθρωπος του Θεού έως ώδε. 8 και είπεν ο βασιλεύς προς Αζαήλ· λάβε εν τη χειρί σου μαναά και δεύρο εις απαντήν του ανθρώπου του Θεού και επιζήτησον τον Κύριον παρ ‘ αυτού λέγων· ει ζήσομαι εκ της αρρωστίας μου ταύτης; 9 και επορεύθη Αζαήλ εις απαντήν αυτού και έλαβε μαναά εν τη χειρί αυτού και πάντα τα αγαθά Δαμασκού, άρσιν τεσσαράκοντα καμήλων, και ήλθε και έστη ενώπιον αυτού και είπε προς Ελισαιέ· υιος σου υιος Άδερ βασιλεύς Συρίας απέστειλέ με προς σε επερωτήσαι λέγων· ει ζήσομαι εκ της αρρωστίας μου ταύτης; 10 και και είπεν Ελισαιέ· δεύρο ειπόν αυτω· ζωή ζήση· και έδειξέ μοι Κύριος ότι θανάτω αποθανή· 11 και παρέστη τω προσώπω αυτού και έθηκεν έως αισχύνης, και έκλαυσεν ο άνθρωπος του Θεού. 12 και είπεν Αζαήλ· τι ότι ο κύριός μου κλαίει; και είπεν· ότι οίδα όσα ποιήσεις τοις υιοίς Ισραήλ κακά· τα οχυρώματα αυτών εξαποστελείς εν πυρί και τους εκλεκτούς αυτών εν ρομφαία αποκτενείς και τα νήπια αυτών ενσείσεις και τας εν γαστρί εχούσας αυτών αναρρήξεις. 13 και είπεν Αζαήλ· τις εστιν ο δούλός σου ο κύων ο τεθνηκώς, ότι ποιήσει το ρήμα τούτο; και είπεν Ελισαιέ· έδειξέ μοι Κύριός σε βασιλεύοντα επί Συρίαν. 14 και απήλθεν από Ελισαιέ και εισήλθε προς τον κύριον αυτού και είπεν αυτω· τι είπέ σοι Ελισαιέ; και είπεν· είπέ μοι, ζωή ζήση. 15 και εγένετο τη επαύριον, και έλαβε το μαχμά και έβαψεν εν τω ύδατι και περιέβαλεν επί το πρόσωπον αυτού και απέθανε, και εβασίλευσεν Αζαήλ αντ ‘ αυτού.

 16 Εν έτει πέμπτω τω Ιωράμ υιω Αχαάβ βασιλεί Ισραήλ και Ιωσαφάτ βασιλεί Ιούδα εβασίλευσεν Ιωράμ υιος Ιωσαφάτ βασιλεύς Ιούδα. 17 υιος τριάκοντα και δύο ετών ην εν τω βασιλεύειν αυτόν και οκτώ έτη εβασίλευσεν εν Ιερουσαλήμ. 18 και επορεύθη εν οδω βασιλέων Ισραήλ, καθώς εποίησεν οίκος Αχαάβ, ότι θυγάτηρ Αχαάβ ην αυτω εις γυναίκα· και εποίησε το πονηρόν ενώπιον Κυρίου. 19 και ουκ ηθέλησε Κύριος διαφθείραι τον Ιούδαν δια Δαυίδ τον δούλον αυτού, καθώς είπε δούναι αυτω λύχνον και τοις υιοίς αυτού πάσας τας ημέρας. 20 εν ταις ημέραις αυτού ηθέτησεν Εδώμ υποκάτωθεν χειρός Ιούδα και εβασίλευσαν εφ ‘ εαυτούς βασιλέα. 21 και ανέβη Ιωράμ εις Σιώρ και πάντα τα άρματα τα μετ ‘ αυτού, και εγένετο αυτού αναστάντος και επάταξε τον Εδώμ τον κυκλώσαντα επ ‘ αυτόν και τους άρχοντας των αρμάτων, και έφυγεν ο λαός εις τα σκηνώματα αυτών. 22 και ηθέτησεν Εδώμ υποκάτω της χειρός Ιούδα έως της ημέρας ταύτης. τότε ηθέτησε Λοβενά εν τω καιρω εκείνω. 23 και τα λοιπά των λόγων Ιωράμ και πάντα, όσα εποίησεν, ουκ ιδού ταύτα γέγραπται επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 24 και εκοιμήθη Ιωράμ μετά των πατέρων αυτού και ετάφη μετά των πατέρων αυτού εν πόλει Δαυίδ του πατρός αυτού· και εβασίλευσεν ‘Οχοζίας υιος αυτού αντ ‘ αυτού.

 25 Εν έτει δωδεκάτω τω Ιωράμ υιω Αχαάβ βασιλεί Ισραήλ εβασίλευσεν ‘Οχοζίας υιος Ιωράμ. 26 υιος είκοσι και δύο ετών ‘Οχοζίας εν τω βασιλεύειν αυτόν και ενιαυτόν ένα εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα της μητρός αυτού Γοθολία θυγάτηρ Αμβρί βασιλέως Ισραήλ. 27 και επορεύθη εν οδω οίκου Αχαάβ και εποίησε το πονηρόν ενώπιον Κυρίου καθώς ο οίκος Αχαάβ. 28 και επορεύθη μετά Ιωράμ υιού Αχαάβ εις πόλεμον μετά Αζαήλ βασιλέως αλλοφύλων εν Ρεμμώθ Γαλαάδ, και επάταξαν οι Σύροι τον Ιωράμ. 29 και επέστρεψεν ο βασιλεύς Ιωράμ του ιατρευθήναι εν Ιεζράελ από των πληγών, ων επάταξαν αυτόν εν Ρεμμώθ εν τω πολεμείν αυτόν μετά Αζαήλ βασιλέως Συρίας· και ‘Οχοζίας υιος Ιωράμ κατέβη του ιδείν τον Ιωράμ υιόν Αχαάβ εν Ιεζράελ, ότι ηρρώστει αυτός.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΚΑΙ Ελισαιέ ο προφήτης εκάλεσεν ένα των υιών των προφητών και είπεν αυτω· ζώσαι την οσφύν σου και λαβέ τον φακόν του ελαίου τούτου εν τη χειρί σου και δεύρο εις Ρεμμώθ Γαλαάδ· 2 και εισελεύση εκεί και όψη εκεί Ιού υιόν Ιωσαφάτ υιού Ναμεσσί και εισελεύση και αναστήσεις αυτόν εκ μέσου των αδελφών αυτού και εισάξεις αυτόν εις το ταμιείον εν ταμιείω· 3 και λήψη τον φακόν του ελαίου και επιχεείς επί την κεφαλήν αυτού και ειπόν· τάδε λέγει Κύριος· κέχρικά σε εις βασιλέα επί Ισραήλ· και ανοίξεις την θύρα και φεύξη και ου μενείς. 4 και επορεύθη το παιδάριον ο προφήτης εις Ρεμμώθ Γαλαάδ 5 και εισήλθε, και ιδού οι άρχοντες της δυνάμεως εκάθηντο, και είπε· λόγος μοι προς σε, ο άρχων. και είπεν Ιού· προς τίνα εκ πάντων ημών; και είπε· προς σε, ο άρχων. 6 και ανέστη και εισήλθεν εις τον οίκον, και επέχεε το έλαιον επί την κεφαλήν αυτού και είπεν αυτω· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· κέχρικά σε εις βασιλέα επί λαόν Κυρίου επί τον Ισραήλ, 7 και εξολοθρεύσεις τον οίκον Αχαάβ του κυρίου σου εκ προσώπου μου και εκδικήσεις τα αίματα των δούλων μου των προφητών και τα αίματα πάντων των δούλων Κυρίου εκ χειρός Ιεζάβελ 8 και εκ χειρός όλου του οίκου Αχαάβ και εξολοθρεύσεις τω οίκω Αχαάβ ουρούντα προς τοίχον και συνεχόμενον και εγκαταλελειμμένον εν Ισραήλ· 9 και δώσω τον οίκον Αχαάβ ως τον οίκον Ιεροβοάμ υιού Ναβάτ και ως τον οίκον Βαασά υιού Αχιά· 10 και την Ιεζάβελ καταφάγονται οι κύνες εν τη μερίδι Ιεζράελ, και ουκ έστιν ο θάπτων. και ήνοιξε την θύραν και έφυγε. 11 και Ιού εξήλθε προς τους παίδας του κυρίου αυτού, και είπαν αυτω· ειρήνη; τι ότι εισήλθεν ο επίληπτος ούτος προς σε; και είπεν αυτοίς· υμείς οίδατε τον άνδρα και την αδολεσχίαν αυτού. 12 και είπον· άδικον· απάγγειλον δη ημίν. και είπεν Ιού προς αυτούς· ούτω και ούτω ελάλησε προς με λέγων· τάδε λέγει Κύριος· κέχρικά σε εις βασιλέα επί Ισραήλ. 13 και ακούσαντες έσπευσαν και έλαβεν έκαστος το ιμάτιον αυτού και έθηκαν υποκάτω αυτού επί το γαρέμ των αναβαθμών και εσάλπισαν εν κερατίνη και είπαν· εβασίλευσεν Ιού. 14 και συνεστράφη Ιού υιος Ιωσαφάτ υιού Ναμεσσί προς Ιωράμ και Ιωράμ αυτός εφύλασσεν εν Ρεμμώθ Γαλαάδ, αυτός και πας Ισραήλ από προσώπου Αζαήλ βασιλέως Συρίας, 15 και απέστρεψεν Ιωράμ ο βασιλεύς ιατρευθήναι εν Ιεζράελ από των πληγών, ων έπαισαν αυτόν οι Σύριοι εν τω πολεμείν αυτόν μετά Αζαήλ βασιλέως Συρίας· και είπεν Ιού· ει έστι ψυχή υμών μετ ‘ εμού, μη εξελθέτω εκ της πόλεως διαπεφευγώς του πορευθήναι και απαγγείλαι εν Ιεζράελ. 16 και ίππευσε και επορεύθη Ιού και κατέβη εις Ιεζράελ, ότι Ιωράμ βασιλεύς Ισραήλ εθαραπεύετο εν τω Ιεζράελ από των τοξευμάτων, ων κατετόξευσαν αυτόν οι Αραμίν εν τη Ραμμάθ εν τω πολέμω μετά Αζαήλ βασιλέως Συρίας, ότι αυτός δυνατός και ανήρ δυνάμεως, και ‘Οχοζίας βασιλεύς Ιούδα κατέβη ιδείν τον Ιωράμ. 17 και ο σκοπός ανέβη επί τον πύργον Ιεζράελ και είδε τον κονιορτόν Ιού εν τω παραγίνεσθαι αυτόν και είπε· κονιορτόν εγώ βλέπω. και είπεν Ιωράμ· λαβέ επιβάτην και απόστειλον έμπροσθεν αυτών, και ειπάτω, ει ειρήνη. 18 και επορεύθη επιβάτης ίππου εις απαντήν αυτών και είπε· τάδε λέγει ο βασιλεύς, ει ειρήνη. και είπεν Ιού· τι σοι και ειρήνη; επίστρεφε εις τα οπίσω μου. και απήγγειλεν ο σκοπός λέγων· ήλθεν ο άγγελος έως αυτών και ουκ ανέστρεψε. 19 και απέστειλεν επιβάτην ίππου δεύτερον, και ήλθε προς αυτόν και είπε· τάδε λέγει ο βασιλεύς· ει ειρήνη. και είπεν Ιού· τι σοι και ειρήνη; επιστρέφου εις τα οπίσω μου. 20 και απήγγειλεν ο σκοπός λέγων· ήλθεν έως αυτών και ουκ ανέστρεψε· και ο άγων ήγε τον Ιού υιόν Ναμεσσί, ότι εν παραλλαγή εγένετο. 21 και είπεν Ιωράμ· ζεύξον· και έζευξεν άρμα. και εξήλθεν Ιωράμ βασιλεύς Ισραήλ και ‘Οχοζίας βασιλεύς Ιούδα, ανήρ εν τω άρματι αυτού, και εξήλθον εις απαντήν Ιού και εύρον αυτόν εν τη μερίδι Ναβουθαί του Ιεζραηλίτου. 22 και εγένετο ως είδεν Ιωράμ τον Ιού, και είπεν· ει ειρήνη Ιού; και είπεν Ιού· τι ειρήνη; έτι αι πορνείαι Ιεζάβελ της μητρός σου και τα φάρμακα αυτής τα πολλά. 23 και επέστρεψεν Ιωράμ τας χείρας αυτού του φυγείν και είπε προς ‘Οχοζίαν· δόλος, ‘Οχοζία. 24 και έπλησεν Ιού την χείρα αυτού εν τω τόξω και επάταξε τον Ιωράμ ανά μέσον των βραχιόνων αυτού, και εξήλθε το βέλος αυτού δια της καρδίας αυτού, και έκαμψεν επί τα γόνατα αυτού. 25 και είπε προς Βαδεκάρ τον τριστάτην αυτού· ρίψον αυτόν εν τη μερίδι αγρού Ναβουθαί του Ιεζραηλίτου· ότι μνημονεύω, εγώ και συ επιβεβηκότες επί ζεύγη οπίσω Αχαάβ του πατρός αυτού, και Κύριος έλαβεν επ ‘ αυτόν το λήμμα τούτο λέγων· 26 ει μη τα αίματα Ναβουθαί και τα αίματα των υιών αυτού είδον εχθές, φησί Κύριος, και ανταποδώσω αυτω εν τη μερίδι ταύτη, φησί Κύριος· και νυν άρας δη ρίψον αυτόν εν τη μερίδι κατά το ρήμα Κυρίου. 27 και ‘Οχοζίας βασιλεύς Ιούδα είδε και έφυγεν οδόν Βαιθαγγάν, και εδίωξεν οπίσω αυτού Ιού και είπε· και γε αυτόν· και επάταξεν αυτόν προς τω άρματι εν τω αναβαίνειν Γαϊ, ή εστιν Ιεβλαάμ, και έφυγεν εις Μαγεδδώ και απέθανεν εκεί. 28 και επεβίβασαν αυτόν οι παίδες αυτού επί το άρμα και ήγαγον αυτόν εις Ιερουσαλήμ και έθαψαν αυτόν εν τω τάφω αυτού εν πόλει Δαυίδ. 29 και εν έτει ενδεκάτω Ιωράμ βασιλέως Ισραήλ εβασίλευσεν ‘Οχοζίας επί Ιούδαν. 30 και ήλθεν Ιού επί Ιεζράελ· και Ιεζάβελ ήκουσε και εστιμίσατο τους οφθαλμούς αυτής και ηγάθυνε την κεφαλήν αυτής και διέκυψε δια της θυρίδος. 31 και Ιού εισεπορεύετο εν τη πόλει και είπεν· ει ειρήνη, Ζαμβρί ο φονευτής του κυρίου αυτού; 32 και επήρε το πρόσωπον αυτού εις την θυρίδα και είδεν αυτήν και είπε· τι ει συ; κατάβηθι μετ ‘ εμού. και κατέκυψαν προς αυτόν δύο ευνούχοι· 33 και είπε· κυλίσατε αυτήν, και εκύλισαν αυτήν, και ερραντίσθη του αίματος αυτής προς τον τοίχον και προς τους ίππους, και συνεπάτησαν αυτήν. 34 και εισήλθε και έφαγε και έπιε και είπεν· επισκέψασθε δη την κατηραμένην ταύτην και θάψατε αυτήν, ότι θυγάτηρ βασιλέως εστί. 35 και επορεύθησαν θάψαι αυτήν και ουχ εύρον εν αυτη άλλο τι ή το κρανίον και οι πόδες και τα ίχνη των χειρών. 36 και επέστρεψαν και ανήγγειλαν αυτω, και είπε· λόγος Κυρίου, ον ελάλησεν εν χειρί ‘Ηλιού του Θεσβίτου λέγων· εν τη μερίδι Ιεζράελ καταφάγονται οι κύνες τας σάρκας Ιεζάβελ, 37 και έσται το θνησιμαίον Ιεζάβελ ως κοπρία επί προσώπου του αγρού εν τη μερίδι Ιεζράελ, ωστε μη ειπείν αυτούς Ιεζάβελ.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΚΑΙ τω Αχαάβ εβδομήκοντα υιοί εν Σαμαρεία. και έγραψεν Ιού βιβλίον και απέστειλεν εν Σαμαρεία προς τους άρχοντας Σαμαρείας και προς τους πρεσβυτέρους και προς τους τιθηνούς Αχαάβ λέγων· 2 και νυν ως αν έλθη το βιβλίον τούτο προς υμάς, και μεθ ‘ υμών οι υιοί του κυρίου υμών και μεθ ‘ υμών το άρμα και οι ίπποι και πόλεις οχυραί και τα όπλα, 3 και όψεσθε τον αγαθόν και τον ευθή εν τοις υιοίς του κυρίου υμών και καταστήσετε αυτόν επί τον θρόνον του πατρός αυτού και πολεμείτε υπέρ του οίκου του κυρίου υμών. 4 και εφοβήθησαν σφόδρα και είπον· ιδού οι δύο βασιλείς ουκ έστησαν κατά πρόσωπον αυτού, και Πως στησόμεθα ημείς; 5 και απέστειλαν οι επί του οίκου και οι επί της πόλεως και οι πρεσβύτεροι και οι τιθηνοί προς Ιού λέγοντες· παίδές σου και ημείς, και όσα εάν είπης προς ημάς, ποιήσομεν· ου βασλεύσομεν άνδρα, το αγαθόν εν οφθαμοίς σου ποιήσομεν. 6 και έγραψε προς αυτούς Ιού βιβλίον δεύτερον λέγων· ει εμοί υμείς, και της φωνής μου υμείς εισακούετε, λάβετε την κεφαλήν ανδρών των υιών του κυρίου υμών και ενέγκατε προς με ως η ωρα αύριον εν Ιεζράελ. και οι υιοί του βασιλέως ήσαν εβδομήκοντα άνδρες· ούτοι αδροί της πόλεως εξέτρεφον αυτούς. 7 και εγένετο ως ήλθε το βιβλίον προς αυτούς, και έλαβον τους υιούς του βασιλέως και έσφαξαν αυτούς, εβδομήκοντα άνδρας, και έθηκαν τας κεφαλάς αυτών εν καρτάλλοις και απέστειλαν αυτάς προς αυτόν εις Ιεζράελ. 8 και ήλθεν ο άγγελος και απήγγειλε λέγων· ήνεγκαν τας κεφαλάς των υιών του βασιλέως· και είπε· θέτε αυτάς βουνούς δύο παρά την θύραν της πύλης εις πρωϊ. 9 και εγένετο πρωϊ και εξήλθε και έστη εν τω πυλώνι της πόλεως και είπε προς πάντα τον λαόν· δίκαιοι υμείς· ιδού εγώ ειμι συνεστράφην επί τον κύριόν μου και απέκτεινα αυτόν· και τις επάταξε πάντας τούτους; 10 ίδετε αφφώ, ότι ου πεσείται από του ρήματος Κυρίου εις την γην, ου ελάλησε Κύριος επί τον οίκον Αχαάβ· και Κύριος εποίησεν όσα ελάλησεν εν χειρί δούλου αυτού ‘Ηλιού. 11 και επάταξεν Ιού πάντας τους καταλειφθέντας εν τω οίκω Αχαάβ εν Ιεζράελ και πάντας τους αδρούς αυτού και τους γνωστούς αυτού και τους ιερείς αυτού ωστε μη καταλιπείν αυτού κατάλειμμα.

 12 Και ανέστη και επορεύθη εις Σαμάρειαν, αυτός εν Βαιθακάδ των ποιμένων εν τη οδω, 13 και Ιού εύρε τους αδελφούς ‘Οχοζίου βασιλέως Ιούδα και είπε· τίνες υμείς; και είπον· αδελφοί ‘Οχοζίου ημείς και κατέβημεν εις ειρήνην των υιών του βασιλέως και των υιών της δυναστευούσης. 14 και είπε· συλλάβετε αυτούς ζώντας· και έσφαξαν αυτούς εις Βαιθακάδ, τεσσαράκοντα και δύο άνδρας, ου κατέλιπεν άνδρα εξ αυτών. 15 και επορεύθη εκείθεν και εύρε τον Ιωναδάβ υιόν Ρηχάβ εις απαντήν αυτού, και ηυλόγησεν αυτόν. και είπε προς αυτόν Ιού· ει έστι καρδία σου μετά καρδίας μου ευθεία καθώς η καρδία μου μετά της καρδίας σου; και είπεν Ιωναδάβ· έστι. και είπεν Ιού· και ει έστι, δος την χείρά σου. και έδωκε την χείρα αυτού, και ανεβίβασεν αυτόν προς αυτόν επί το άρμα 16 και είπε προς αυτόν· δεύρο μετ ‘ εμού και ιδέ εν τω ζηλώσαί με τω Κυρίω Σαββαώθ και επεκάθισεν αυτόν εν τω άρματι αυτού. 17 και εισήλθεν εις Σαμάρειαν και επάταξε πάντας τους καταλειφθέντας του Αχαάβ εν Σαμαρεία έως του αφανίσαι αυτόν κατά το ρήμα Κυρίου, ό ελάλησε προς ‘Ηλιού.

 18 Και συνήθροισεν Ιού πάντα τον λαόν και είπε προς αυτούς· Αχαάβ εδούλευσε τω Βάαλ ολίγα, Ιού δουλεύσει αυτω πολλά· 19 και νυν, πάντες οι προφήται του Βάαλ, πάντας τους δούλους αυτού και τους ιερείς αυτού καλέσατε προς με, ανήρ μη επισκεπήτω, ότι θυσία μεγάλη μοι τω Βάαλ· πας, ος εάν επισκεπή, ου ζήσεται. και Ιού εποίησεν εν πτερνισμω, ίνα απολέση τους δούλους του Βάαλ. 20 και είπεν Ιού· αγιάσατε ιερείαν τω Βάαλ· και εκήρυξαν. 21 και απέστειλεν Ιού εν παντί Ισραήλ λέγων· και νυν πάντες οι δούλοι και πάντες οι ιερείς αυτού και πάντες οι προφήται αυτού, μηδείς απολειπέσθω, ότι θυσίαν μεγάλην ποιώ· ος αν απολειφθή, ου ζήσεται. και ήλθον πάντες οι δούλοι του Βάαλ και πάντες οι ιερείς αυτού και πάντες οι προφήται αυτού· ου κατελείφθη ανήρ, ος ου παρεγένετο. και εισήλθον εις τον οίκον του Βάαλ, και επλήσθη ο οίκος του Βάαλ στόμα εις στόμα. 22 και είπεν Ιού τω επί του οίκου μεσθάαλ· εξάγαγε ένδυμα πάσι τοις δούλοις του Βάαλ· και εξήνεγκεν αυτοίς ο στολιστής. 23 και εισήλθεν Ιού και Ιωναδάβ υιος Ρηχάβ εις οίκον του Βάαλ και είπε τοις δούλοις του Βάαλ· ερευνήσατε και ίδετε, ει έστι μεθ ‘ υμών των δούλων Κυρίου, ότι αλλ ‘ ή οι δούλοι του Βάαλ μονώτατοι. 24 και εισήλθε του ποιήσαι τα θύματα και τα ολοκαυτώματα. και Ιού έταξεν εαυτω έξω ογδοήκοντα άνδρας και είπεν· ανήρ, ος εάν διασωθή από των ανδρών, ων εγώ ανάγω επί χείρα υμών, η ψυχή αυτού αντί της ψυχής αυτού. 25 και εγένετο ως συνετέλεσε ποιών την ολοκαύτωσιν, και είπεν Ιού τοις παρατρέχουσι και τοις τριστάταις· εισελθόντες πατάξατε αυτούς, μη εξελθάτω εξ αυτών ανήρ· και επάταξαν αυτούς εν στόματι ρομφαίας, και έρριψαν οι παρατρέχοντες και οι τριστάται και επορεύθησαν έως πόλεως οίκου του Βάαλ. 26 και εξήνεγκαν την στήλην του Βάαλ και ενέπρησαν αυτήν. 27 και κατέσπασαν τας στήλας του Βάαλ και έταξαν αυτόν εις λυτρώνα έως της ημέρας ταύτης.

 28 Και ηφάνισεν Ιού τον Βάαλ εξ Ισραήλ· 29 πλήν αμαρτιών Ιεροβοάμ υιού Ναβάτ, ος εξήμαρτε τον Ισραήλ, ουκ απέστη Ιού από όπισθεν αυτών, αι δαμάλεις αι χρυσαί εν Βαιθήλ και εν Δάν. 30 και είπε Κύριος προς Ιού· ανθ ‘ ων όσα ηγάθυνας ποιήσαι το ευθές εν οφθαλμοίς μου κατά πάντα, όσα εν τη καρδία μου εποίησας τω οίκω Αχαάβ, υιοί τέταρτοι καθήσονταί σοι επί θρόνου Ισραήλ. 31 και Ιού ουκ εφύλαξε πορεύεσθαι εν νόμω Κυρίου Θεού Ισραήλ εν όλη καρδία αυτού, ουκ απέστη απάνωθεν αμαρτιών Ιεροβοάμ, ος εξήμαρτε τον Ισραήλ. 32 εν ταις ημέραις εκείναις ήρξατο Κύριος συγκόπτειν εν τω Ισραήλ, και επάταξεν αυτούς Αζαήλ εν παντί ορίω Ισραήλ, 33 από του Ιορδάνου κατ ‘ ανατολάς ηλίου πάσαν την γην Γαλαάδ του Γαδδί και του Ρουβήν και του Μανασσή, από Αροήρ, ή εστιν επί του χείλους χειμάρρου Αρνών, και την Γαλαάδ και την Βασάν. 34 και τα λοιπά των λόγων Ιού και πάντα, όσα εποίησε, και πάσα η δυναστεία αυτού και τας συνάψεις, ας συνήψεν, ουχί ταύτα γεγραμμένα επί βιβλίου λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ; 35 και εκοιμήθη Ιού μετά των πατέρων αυτού και έθαψαν αυτόν εν Σαμαρεία· και εβασίλευσεν Ιωάχαζ υιος αυτού αντ ‘ αυτού. 36 και αι ημέραι, ας εβασίλευσεν Ιού επί Ισραήλ, εικοσιοκτώ έτη εν Σαμαρεία.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΚΑΙ Γοθολία η μήτηρ ‘Οχοζίου είδεν ότι απέθανεν ο υιος αυτής, και απώλεσε παν το σπέρμα της βασιλείας. 2 και έλαβεν Ιωσαβεέ θυγάτηρ του βασιλέως Ιωράμ αδελφή ‘Οχοζίου τον Ιωάς υιόν αδελφού αυτής και έκλεψεν αυτόν εκ μέσου των υιών του βασιλέως των θανατουμένων, αυτόν και την τροφόν αυτού, εν τω ταμείω των κλινών, και έκρυψεν αυτόν από προσώπου Γοθολίας και ουκ εθανατώθη. 3 και ην μετ ‘ αυτής κρυβόμενος εν οίκω Κυρίου εξ έτη· και Γοθολία βασιλεύουσα επί της γης. 4 και εν τω έτει τω εβδόμω απέστειλεν Ιωδαέ ο ιερεύς και έλαβε τους εκατοντάρχους των Χορρί και των Ρασίμ, και απήγαγεν αυτούς προς αυτόν εις οίκον Κυρίου και διέθετο αυτοίς διαθήκην Κυρίου και ωρκωσεν αυτούς ενώπιον Κυρίου και έδειξεν αυτοίς Ιωδαέ τον υιόν του βασιλέως 5 και ενετείλατο αυτοίς λέγων· ούτος ο λόγος, ον ποιήσετε· 6 το τρίτον εξ υμών εισελθέτω το σάββατον και φυλάξατε φυλακήν οίκου του βασιλέως εν τω πυλώνι και το τρίτον εν τη πύλη των οδών και το τρίτον της πύλης οπίσω των παρατρεχόντων· και φυλάξατε την φυλακήν του οίκου. 7 και δύο χείρες εν υμίν, πας ο εκπορευόμενος το σάββατον, και φυλάξουσι την φυλακήν οίκου Κυρίου προς τον βασιλέα· 8 και κυκλώσατε επί τον βασιλέα κύκλω, ανήρ και το σκεύος αυτού εν χειρί αυτού, και ο εισπορευόμενος εις τας σαδηρώθ αποθανείται. και έσονται μετά του βασιλέως εν τω εκπορεύεσθαι αυτόν και εν τω εισπορεύεσθαι αυτόν. 9 και εποίησαν οι εκατόνταρχοι πάντα, όσα ενετείλατο Ιωδαέ ο συνετός, και έλαβεν ανήρ τους άνδρας αυτού και τους εισπορευομένους το σάββατον μετά των εκπορευομένων το σάββατον και εισήλθον προς Ιωδαέ τον ιερέα. 10 και έδωκεν ο ιερεύς τοις εκατοντάρχοις τους σειρομάστας και τους τρισσούς του βασιλέως Δαυίδ του εν οίκω Κυρίου. 11 και έστησαν οι παρατρέχοντες, ανήρ και το σκεύος αυτού εν τη χειρί αυτού, από της ωμίας του οίκου της δεξιάς έως της ωμίας του οίκου της ευωνύμου του θυσιαστηρίου και του οίκου επί τον βασιλέα κύκλω. 12 και εξαπέστειλε τον υιόν του βασιλέως και έδωκεν επ ‘ αυτόν το νεζέρ και το μαρτύριον και εβασίλευσεν αυτόν και έχρισεν αυτόν, και εκρότησαν τη χειρί και είπαν· ζήτω ο βασιλεύς. 13 και ήκουσε Γοθολία την φωνήν των τρεχόντων του λαού και εισήλθε προς τον λαόν εις οίκον Κυρίου. 14 και είδε και ιδού ο βασιλεύς ειστήκει επί του στύλου κατά το κρίμα, και οι ωδοί και αι σάλπιγγες προς τον βασιλέα, και πας ο λαός της γης χαίρων και σαλπίζων εν σάλπιγξι· και διέρρηξε Γοθολία τα ιμάτια εαυτής και εβόησε· σύνδεσμος σύνδεσμος. 15 και ενετείλατο Ιωδαέ ο ιερεύς τοις εκατοντάρχοις τοις επισκόποις της δυνάμεως και είπε προς αυτούς· εξαγάγετε αυτήν έσωθεν των σαδηρώθ· ο εισπορευόμενος οπίσω αυτής θανάτω θανατωθήσεται εν ρομφαία· ότι είπεν ο ιερεύς· και μη αποθάνη εν οίκω Κυρίου. 16 και επέθηκαν αυτη χείρας, και εισήλθεν οδόν εισόδου των ίππων οίκου του βασιλέως και απέθανεν εκεί. 17 και διέθετο Ιωδαέ διαθήκην ανά μέσον Κυρίου και ανά μέσον του βασιλέως και ανά μέσον του λαού του είναι εις λαόν τω Κυρίω, και ανά μέσον του βασιλέως και ανά μέσον του λαού. 18 και εισήλθε πας ο λαός της γης εις οίκον του Βάαλ και κατέσπασαν αυτόν και τα θυσιαστήρια αυτού και τας εικόνας αυτού συνέτριψαν αγαθώς και τον Μαθάν τον ιερέα του Βάαλ απέκτειναν κατά πρόσωπον των θυσιαστηρίων, και έθηκεν ο ιερεύς επισκόπους εις τον οίκον Κυρίου. 19 και έλαβε τους εκατοντάρχους και τον Χορρί και τον Ρασίμ και πάντα τον λαόν της γης, και κατήγαγον τον βασιλέα εξ οίκου Κυρίου, και εισήλθον οδόν πύλης των παρατρεχόντων οίκου του βασιλέως, και εκάθισαν αυτόν επί θρόνου των βασιλέων. 20 και εχάρη πας ο λαός της γης, και η πόλις ησύχασε· και την Γοθολίαν εθανάτωσαν εν ρομφαία εν οίκω του βασιλέως.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΥΙΟΣ επτά ετών Ιωάς εν τω βασιλεύειν αυτόν. 2 εν έτει εβδόμω τω Ιού εβασίλευσεν Ιωάς και τεσσαράκοντα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα της μητρός αυτού Αβιά εκ της Βηρσαβεέ. 3 και εποίησεν Ιωάς το ευθές ενώπιον Κυρίου πάσας τας ημέρας, ας εφώτισεν αυτόν Ιωδαέ ο ιερεύς· 4 πλήν των υψηλών ου μετεστάθησαν, και εκεί έτι ο λαός εθυσίαζε και εθυμίων εν τοις υψηλοίς. 5 και είπεν Ιωάς προς τους ιερείς· παν το αργύριον των αγίων το εισοδιαζόμενον εν τω οίκω Κυρίου, αργύριον συντιμήσεως, ανήρ αργύριον λαβών συντιμήσεως, παν αργύριον, ό εάν αναβή επί καρδίαν ανδρός ενεγκείν εν οίκω Κυρίου, 6 λαβέτωσαν εαυτοίς οι ιερείς ανήρ από της πράσεως αυτών και αυτοί κρατήσουσι το βεδέκ του οίκου εις πάντα, ου εάν ευρεθή εκεί βεδέκ. 7 και εγενήθη εν τω εικοστω και τρίτω έτει τω βασιλεί Ιωάς ουκ εκραταίωσαν οι ιερείς το βεδέκ του οίκου. 8 και εκάλεσεν Ιωάς ο βασιλεύς Ιωδαέ τον ιερέα και τους ιερείς και είπε προς αυτούς· τι ότι ουκ εκραταιούτε το βεδέκ του οίκου; και νυν μη λάβητε αργύριον από των πράσεων υμών, ότι εις το βεδέκ του οίκου δώσετε αυτό. 9 και συνεφώνησαν οι ιερείς του μη λαβείν αργύριον παρά του λαού και του μη ενισχύσαι το βεδέκ του οίκου. 10 και έλαβεν Ιωδαέ ο ιερεύς κιβωτόν μίαν και έτρησε τρώγλην επί της σανίδος αυτής και έδωκεν αυτήν παρά αμμαζειβί εν τω οίκω ανδρός οίκου Κυρίου, και έδωκαν οι ιερείς οι φυλάσσοντες τον σταθμόν παν το αργύριον το ευρεθέν εν οίκω Κυρίου. 11 και εγένετο ως είδον ότι πολύ το αργύριον εν τη κιβωτω, και ανέβη ο γραμματεύς του βασιλέως και ο ιερεύς ο μέγας και έσφιγξαν και ηρίθμησαν το αργύριον το ευρεθέν εν οίκω Κυρίου. 12 και έδωκαν το αργύριον το ετοιμασθέν επί χείρας ποιούντων τα έργα των επισκόπων οίκου Κυρίου, και εξέδοσαν τοις τέκτοσι των ξύλων και τοις οικοδόμοις τοις ποιούσιν εν οίκω Κυρίου 13 και τοις τειχισταίς και τοις λατόμοις των λίθων του κτήσασθαι ξύλα και λίθους λατομητούς του κατασχείν το βεδέκ οίκου Κυρίου εις πάντα, όσα εξωδιάσθη επί τον οίκον του κραταιώσαι· 14 πλήν ου ποιηθήσονται οίκω Κυρίου θύραι αργυραί, ήλοι, φιάλαι και σάλπιγγες, παν σκεύος χρυσούν και σκεύος αργυρούν, εκ του αργυρίου του εισενεχθέντος εν οίκω Κυρίου, 15 ότι τοις ποιούσι τα έργα δώσουσιν αυτό, και εκραταίωσαν εν αυτω τον οίκον Κυρίου. 16 και ουκ εξελογίζοντο τους άνδρας, οίς εδίδουν το αργύριον επί χείρας αυτών δούναι τοις ποιούσι τα έργα, ότι εν πίστει αυτών ποιούσιν. 17 αργύριον περί αμαρτίας και αργύριον περί πλημμελείας, ό,τι εισηνέχθη εν οίκω Κυρίου, τοις ιερεύσιν εγένετο.

 18 Τότε ανέβη Αζαήλ βασιλεύς Συρίας και επολέμησεν επί Γεθ και προκατελάβετο αυτήν. και έταξεν Αζαήλ το πρόσωπον αυτού αναβήναι επί Ιερουσαλήμ. 19 και έλαβεν Ιωάς βασιλεύς Ιούδα πάντα τα άγια, όσα ηγίασεν Ιωσαφάτ και Ιωράμ και ‘Οχοζίας οι πατέρες αυτού και βασιλείς Ιούδα, και τα άγια αυτού και παν το χρυσίον το ευρεθέν εν θησαυροίς οίκου Κυρίου και οίκου του βασιλέως και απέστειλε τω Αζαήλ βασιλεί Συρίας, και ανέβη από Ιερουσαλήμ. 20 και τα λοιπά των λόγων Ιωάς και πάντα, όσα εποίησεν, ουκ ιδού ταύτα πάντα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 21 και ανέστησαν οι δούλοι αυτού και έδησαν πάντα σύνδεσμον και επάταξαν τον Ιωάς εν οίκω Μαλλώ τω εν Γααλά 22 και Ιεζιχάρ υιος Ιεμουάθ και Ιεζεβούθ ο υιος αυτού Σωμήρ οι δούλοι αυτού επάταξαν αυτόν, και απέθανε· και έθαψαν αυτόν μετά των πατέρων αυτού εν πόλει Δαυίδ, και εβασίλευσεν Αμεσσίας υιος αυτού αντ ‘ αυτού.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΕΝ έτει εικοστω και τρίτω έτει τω Ιωάς υιω ‘Οχοζίου βασιλεί Ιούδα εβασίλευσεν Ιωάχαζ υιος Ιού εν Σαμαρεία επτακαίδεκα έτη. 2 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου και επορεύθη οπίσω αμαρτιών Ιεροβοάμ υιού Ναβάτ, ος εξήμαρτε τον Ισραήλ, ουκ απέστη απ ‘ αυτών. 3 και ωργίσθη θυμω Κύριος εν τω Ισραήλ και έδωκεν αυτούς εν χειρί Αζαήλ βασιλέως Συρίας και εν χειρί υιού Άδερ υιού Αζαήλ πάσας τας ημέρας. 4 και εδεήθη Ιωάχαζ του προσώπου Κυρίου, και επήκουσεν αυτού Κύριος, ότι είδε την θλίψιν Ισραήλ, ότι έθλιψεν αυτούς βασιλεύς Συρίας. 5 και έδωκεν Κύριος σωτηρίαν τω Ισραήλ, και εξήλθεν υποκάτωθεν χειρός Συρίας. και εκάθισαν οι υιοί Ισραήλ εν τοις σκηνώμασιν αυτών καθώς εχθές και τρίτης· 6 πλήν ουκ απέστησαν από αμαρτιών οίκου Ιεροβοάμ, ος εξήμαρτε τον Ισραήλ, εν αυταίς επορεύθησαν, και γε το άλσος εστάθη εν Σαμαρεία. 7 ότι ουχ υπελείφθη τω Ιωάχαζ λαός, αλλ ‘ ή πεντήκοντα ιππείς και δέκα άρματα και δέκα χιλιάδες πεζών, ότι απώλεσεν αυτούς βασιλεύς Συρίας, και έθεντο αυτούς ως χουν εις καταπάτησιν. 8 και τα λοιπά των λόγων Ιωάχαζ και πάντα όσα εποίησε και αι δυναστείαι αυτού, ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ; 9 και εκοιμήθη Ιωάχαζ μετά των πατέρων αυτού, και έθαψαν αυτόν εν Σαμαρεία, και εβασίλευσεν Ιωάς υιος αυτού αντ ‘ αυτού.

 10 Εν έτει τριακοστω και εβδόμω έτει τω Ιωάς βασιλεί Ιούδα εβασίλευσεν Ιωάς υιος Ιωάχαζ επί Ισραήλ εν Σαμαρεία εκκαίδεκα έτη. 11 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου· ουκ απέστη από πάσης αμαρτίας Ιεροβοάμ υιού Ναβάτ, ος εξήμαρτε τον Ισραήλ, εν αυταίς επορεύθη. 12 και τα λοιπά των λόγων Ιωάς και πάντα όσα εποίησε, και αι δυναστείαι αυτού, ας εποίησε μετά Αμεσσίου βασιλέως Ιούδα, ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ; 13 και εκοιμήθη Ιωάς μετά των πατέρων αυτού, και Ιεροβοάμ εκάθισεν επί του θρόνου αυτού, και ετάφη εν Σαμαρεία μετά των βασιλέων Ισραήλ.

 14 Και Ελισαιέ ηρρώστησε την αρρωστίαν αυτού, δι ‘ ην απέθανε. και κατέβη προς αυτόν Ιωάς βασιλεύς Ισραήλ και έκλαυσεν επί πρόσωπον αυτού και είπε· πάτερ πάτερ, άρμα Ισραήλ και ιππεύς αυτού. 15 και είπεν αυτω Ελισαιέ· λάβε τόξον και βέλη. και έλαβε προς εαυτόν τόξον και βέλη. 16 και είπε τω βασιλεί· επιβίβασον την χείρά σου επί το τόξον· και επεβίβασεν Ιωάς την χείρα αυτού, και επέθηκεν Ελισαιέ τας χείρας αυτού επί τας χείρας του βασιλέως. 17 και είπεν· άνοιξον την θυρίδα κατ ‘ ανατολάς· και ήνοιξε. και είπεν Ελισαιέ· τόξευσον· και ετόξευσε. και είπε· βέλος σωτηρίας τω Κυρίω και βέλος σωτηρίας εν Συρία, και πατάξεις την Συρίαν εν Αφέκ έως συντελείας. 18 και είπεν αυτω Ελισαιέ· λάβε τόξα· και έλαβε. και είπε τω βασιλεί Ισραήλ· πάταξον εις την γην· και επάταξεν ο βασιλεύς τρίς και έστη. 19 και ελυπήθη επ ‘ αυτω ο άνθρωπος του Θεού και είπεν· ει επάταξας πεντάκις ή εξάκις, τότε αν επάταξας την Συρίαν έως συντελείας· και νυν τρίς πατάξεις την Συρίαν. 20 και απέθανεν Ελισαιέ, και έθαψαν αυτόν. και μονόζωνοι Μωάβ ήλθον εν τη γη ελθόντος του ενιαυτού· 21 και εγένετο αυτών θαπτόντων τον άνδρα, και ιδού είδον τον μονόζωνον και έρριψαν τον άνδρα εν τω τάφω Ελισαιέ, και επορεύθη και ήψατο των οστέων Ελισαιέ και έζησε και ανέστη επί τους πόδας αυτού. 22 και Αζαήλ εξέθλιψε τον Ισραήλ πάσας τας ημέρας Ιωάχαζ. 23 και ηλέησε Κύριος αυτούς, και ωκτείρησεν αυτούς και επέβλεψεν επ ‘ αυτούς δια την διαθήκην αυτού την μετά Αβραάμ και Ισαάκ και Ιακώβ, και ουκ ηθέλησε Κύριος διαφθείραι αυτούς και ουκ απέρριψεν αυτούς από του προσώπου αυτού. 24 και απέθανεν Αζαήλ βασιλεύς Συρίας, και εβασίλευσεν Ιωάς υιος Ιωάχαζ και έλαβε τας πόλεις εκ χειρός υιού Άδερ υιού Αζαήλ, ας έλαβεν εκ χειρός Ιωάχαζ του πατρός αυτού εν τω πολέμω· τρίς επάταξεν αυτόν Ιωάς και επέστρεψε τας πόλεις Ισραήλ.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΕΝ έτει δευτέρω τώ Ιωάς υιω Ιωάχαζ βασιλεί Ισραήλ και εβασίλευσεν Αμεσσίας υιος Ιωάς βασιλεύς Ιούδα. 2 υιος είκοσι και πέντε ετών ην εν τω βασιλεύειν αυτόν και είκοσι και εννέα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα της μητρός αυτού Ιωαδίμ εξ Ιερουσαλήμ. 3 και εποίησε το ευθές εν οφθαλμοίς Κυρίου, πλήν ουχ ως Δαυίδ ο πατήρ αυτού· κατά πάντα όσα εποίησεν Ιωάς ο πατήρ αυτού, εποίησε· 4 πλήν τα υψηλά ουκ εξήρεν, έτι ο λαός εθυσίαζε και εθυμίων εν τοις υψηλοίς. 5 και εγένετο ότε κατίσχυεν η βασιλεία εν χειρί αυτού, και επάταξε τους δούλους αυτού τους πατάξαντας τον πατέρα αυτού· 6 και τους υιούς των παταξάντων ουκ εθανάτωσε, καθώς γέγραπται εν βιβλίω νόμων Μωυσή, ως ενετείλατο Κύριος λέγων· ουκ αποθανούνται πατέρες υπέρ υιών, και υιοί ουκ αποθανούνται υπέρ πατέρων, ότι αλλ ‘ ή έκαστος εν ταις αμαρτίαις αυτού αποθανείται. 7 αυτός επάταξε την Εδώμ εν Γαιμελέ δέκα χιλιάδας και συνέλαβε την Πέτραν εν τω πολέμω και εκάλεσε το όνομα αυτής Καθοήλ έως της ημέρας ταύτης. 8 τότε απέστειλεν Αμεσσίας αγγέλους προς Ιωάς υιόν Ιωάχαζ υιού Ιού βασιλέως Ισραήλ λέγων· δεύρο οφθώμεν προσώποις. 9 και απέστειλεν Ιωάς βασιλεύς Ισραήλ προς Αμεσσίαν βασιλέα Ιούδα λέγων· ο άκαν ο εν τω Λιβάνω απέστειλε προς την κέδρον την εν τω Λιβάνω λέγων· δος την θυγατέρα σου τω υιω μου εις γυναίκα· και διήλθον τα θηρία του αγρού τα εν τω Λιβάνω και συνεπάτησαν την άκανα. 10 τύπτων επάταξας την Ιδουμαίαν, και επήρέ σε καρδία σου· ενδοξάσθητι καθήμενος εν τω οίκω σου, και ινατί ερίζεις εν κακία σου; και πεσή συ και Ιούδας μετά σου. 11 και ουκ ήκουσεν Αμεσσίας. και ανέβη Ιωάς βασιλεύς Ισραήλ, και ώφθησαν προσώποις αυτός και Αμεσσίας βασιλεύς Ιούδα εν Βαιθσαμύς τη του Ιούδα· 12 και έπταισεν Ιούδας από προσώπου Ισραήλ, και έφυγεν ανήρ εις το σκήνωμα αυτού· 13 και τον Αμεσσίαν υιόν Ιωάς υιού ‘Οχοζίου συνέλαβεν Ιωάς βασιλεύς Ισραήλ εν Βαιθσαμύς. και ήλθεν εις Ιερουσαλήμ και καθείλεν εν τω τείχει Ιερουσαλήμ εν τη πύλη Εφραίμ έως πύλης της γωνίας τετρακοσίους πήχεις· 14 και έλαβεν το χρυσίον και το αργύριον και πάντα τα σκεύη τα ευρεθέντα εν οίκω Κυρίου και εν θησαυροίς οίκου του βασιλέως και τους υιούς των συμμίξεων και απέστρεψεν εις Σαμάρειαν. 15 και τα λοιπά των λόγων Ιωάς, όσα εποίησεν εν δυναστεία αυτού, α επολέμησε μετά Αμεσσίου βασιλέως Ιούδα, ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ; 16 και εκοιμήθη Ιωάς μετά των πατέρων αυτού και ετάφη εν Σαμαρεία μετά των βασιλέων Ισραήλ, και εβασίλευσεν Ιεροβοάμ υιος αυτού αντ ‘ αυτού. 17 και έζησεν Αμεσσίας υιος Ιωάς βασιλεύς Ιούδα μετά το αποθανείν Ιωάς υιόν Ιωάχαζ βασιλέα Ισραήλ πεντεκαίδεκα έτη. 18 και τα λοιπά των λόγων Αμεσσίου και πάντα, όσα εποίησεν, ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 19 και συνεστράφησαν επ ‘ αυτόν σύστρεμμα εν Ιερουσαλήμ, και έφυγεν εις Λαχίς· και απέστειλαν οπίσω αυτού εις Λαχίς και εθανάτωσαν αυτόν εκεί. 20 και ήραν αυτόν εφ ‘ ίππων, και ετάφη εν Ιερουσαλήμ μετά των πατέρων αυτού εν πόλει Δαυίδ. 21 και έλαβε πας ο λαός Ιούδα τον Αζαρίαν -και αυτός υιος εκκαίδεκα ετών- και εβασίλευσαν αυτόν αντί του πατρός αυτού Αμεσσίου. 22 αυτός ωκοδόμησε την Αιλώθ και επέστρεψεν αυτήν τω Ιούδα μετά το κοιμηθήναι τον βασιλέα μετά των πατέρων αυτού.

 23 Εν έτει πεντεκαιδεκάτω του Αμεσσίου υιω Ιωάς βασιλεί Ιούδα εβασίλευσεν Ιεροβοάμ υιος Ιωάς επί Ισραήλ εν Σαμαρεία τεσσαράκοντα και εν έτος. 24 και εποίησε το πονηρόν ενώπιον Κυρίου· ουκ απέστη από πασών αμαρτιών Ιεροβοάμ υιού Ναβάτ, ος εξήμαρτε τον Ισραήλ. 25 αυτός απέστησε το όριον Ισραήλ από εισόδου Αιμάθ έως της θαλάσσης της Άραβα κατά το ρήμα Κυρίου Θεού Ισραήλ, ό ελάλησεν εν χειρί δούλου αυτού Ιωνά υιού Αμαθί του προφήτου του εν Γεθχοφέρ. 26 ότι είδε Κύριος την ταπείνωσιν Ισραήλ πικράν σφόδρα και ολιγοστούς συνεχομένους και εσπανισμένους και εγκαταλελειμμένους, και ουκ ην ο βοηθών τω Ισραήλ. 27 και ουκ ελάλησε Κύριος εξαλείψαι το σπέρμα Ισραήλ υποκάτωθεν του ουρανού και έσωσεν αυτούς δια χειρός Ιεροβοάμ υιού Ιωάς. 28 και τα λοιπά των λόγων Ιεροβοάμ και πάντα, όσα εποίησε, και αι δυναστείαι αυτού, όσα επολέμησε και όσα επέστρεψε την Δαμασκόν και την Αιμάθ τω Ιούδα εν Ισραήλ, ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ; 29 και εκοιμήθη Ιεροβοάμ μετά των πατέρων αυτού μετά βασιλέων Ισραήλ, και εβασίλευσε Ζαχαρίας υιος αυτού αντ ‘ αυτού.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΕΝ έτει εικοστω και εβδόμω τω Ιεροβοάμ βασιλεί Ισραήλ εβασίλευσεν Αζαρίας υιος Αμεσσίου βασιλέως Ιούδα. 2 υιος εκκαίδεκα ετών ην εν τω βασιλεύειν αυτόν και πεντηκονταδύο έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Ιεχελία εξ Ιερουσαλήμ. 3 και εποίησε το ευθές εν οφθαλμοίς Κυρίου κατά πάντα, όσα εποίησεν Αμεσσίας ο πατήρ αυτού· 4 πλήν των υψηλών ουκ εξήρεν, έτι ο λαός εθυσίαζε και εθυμίων εν τοις υψηλοίς, 5 και ήψατο Κύριος τον βασιλέα, και ην λελεπρωμένος έως ημέρας θανάτου αυτού και εβασίλευσεν εν οίκω αφφουσώθ, και Ιωάθαμ υιος του βασιλέως επί τω οίκω κρίνων τον λαόν της γης. 6 και τα λοιπά των λόγων Αζαρίου, και πάντα, όσα εποίησεν, ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 7 και εκοιμήθη Αζαρίας μετά των πατέρων αυτού, και έθαψαν αυτόν μετά των πατέρων αυτού εν πόλει Δαυίδ, και εβασίλευσεν Ιωάθαμ υιος αυτού αντ ‘ αυτού.

 8 Εν έτει τριακοστω και ογδόω τω Αζαρίου βασιλεί Ιούδα εβασίλευσε Ζαχαρίας υιος Ιεροβοάμ επί Ισραήλ εν Σαμαρεία εξάμηνον. 9 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου, καθά εποίησαν οι πατέρες αυτού· ουκ απέστη από πασών των αμαρτιών Ιεροβοάμ υιού Ναβάτ, ος εξήμαρτε τον Ισραήλ. 10 και συνεστράφησαν επ ‘ αυτόν Σελλούμ υιος Ιαβίς και Κεβλαάμ και επάταξαν αυτόν και εθανάτωσαν αυτόν, και Σελλούμ εβασίλευσεν αντ ‘ αυτού. 11 και τα λοιπά των λόγων Ζαχαρίου ιδού εισι γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ. 12 ο λόγος Κυρίου, ον ελάλησε προς Ιού λέγων· υιοί τέταρτοι καθήσονταί σοι επί θρόνου Ισραήλ· και εγένετο ούτως.

 13 Και Σελλούμ υιος Ιαβίς εβασίλευσε· και εν έτει τριακοστω και ενάτω Αζαρία βασιλεί Ιούδα εβασίλευσε Σελλούμ μήνα ημερών εν Σαμαρεία. 14 και ανέβη Μαναήμ υιος Γαδδί εκ Θαρσιλά και ήλθεν εις Σαμάρειαν και επάταξε τον Σελλούμ υιόν Ιαβίς εν Σαμαρεία και εθανάτωσεν αυτόν. 15 και τα λοιπά των λόγων Σελλούμ και η συστροφή αυτού, ην συνεστράφη, ιδού εισι γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ. 16 τότε επάταξε Μαναήμ την Θερσά και πάντα τα εν αυτη και τα όρια αυτής από Θερσά, ότι ουκ ήνοιξαν αυτω· και επάταξεν αυτήν και τας εν γαστρί εχούσας ανέρρηξεν.

 17 Εν έτει τριακοστω και ενάτω τω Αζαρία βασιλεί Ιούδα εβασίλευσε Μαναήμ υιος Γαδδί επί Ισραήλ εν Σαμαρεία δέκα έτη. 18 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου· ουκ απέστη από πασών αμαρτιών Ιεροβοάμ υιού Ναβάτ, ος εξήμαρτε τον Ισραήλ. 19 εν ταις ημέραις αυτού ανέβη Φούλ βασιλεύς Ασσυρίων επί την γην, και Μαναήμ έδωκε τω Φούλ χίλια τάλαντα αργυρίου είναι την χείρα αυτού μετ ‘ αυτού. 20 και εξήνεγκε Μαναήμ το αργύριον επί τον Ισραήλ, επί παν δυνατόν ισχύϊ, δούναι τω βασιλεί των Ασσυρίων, πεντήκοντα σίκλους τω ανδρί τω ενί· και απέστρεψε βασιλεύς Ασσυρίων και ουκ έστη εκεί εν τη γη. 21 και τα λοιπά των λόγων Μαναήμ και πάντα όσα εποίησεν, ουκ ιδού ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ; 22 και εκοιμήθη Μαναήμ μετά των πατέρων αυτού, και εβασίλευσε Φακεσίας υιος αυτού αντ ‘ αυτού.

 23 Εν έτει πεντηκοστω του Αζαρίου βασιλεί Ιούδα εβασίλευσε Φακεσίας υιος Μαναήμ επί Ισραήλ εν Σαμαρεία δύο έτη. 24 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου· ουκ απέστη από αμαρτιών Ιεροβοάμ υιού Ναβάτ, ος εξήμαρτε τον Ισραήλ. 25 και συνεστράφη επ ‘ αυτόν Φακεέ υιος Ρομελίου ο τριστάτης αυτού και επάταξεν αυτόν εν Σαμαρεία εναντίον οίκου του βασιλέως μετά του Αργόβ και μετά του Αρία, και μετ ‘ αυτού πεντήκοντα άνδρες από των τετρακοσίων· και εθανάτωσεν αυτόν και εβασίλευσεν αντ ‘ αυτού. 26 και τα λοιπά των λόγων Φακεσίου και πάντα, όσα εποίησεν, ιδού εισι γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ.

 27 Εν έτει πεντηκοστω και δευτέρω του Αζαρίου βασιλεί Ιούδα εβασίλευσε Φακεέ υιος Ρομελίου επί Ισραήλ εν Σαμαρεία είκοσιν έτη. 28 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου· ουκ απέστη από πασών αμαρτιών Ιεροβοάμ υιού Ναβάτ, ος εξήμαρτε τον Ισραήλ. 29 εν ταις ημέραις Φακεέ βασιλέως Ισραήλ ήλθε Θαγλαθφελλασάρ βασιλεύς Ασσυρίων και έλαβε την Αίν και την Αβελβαιθαμααχά και την Ανιώχ και την Κενέζ και την Ασώρ και την Γαλαάδ και την Γαλιλαίαν, πάσαν γην Νεφθαλί, και απώκισεν αυτούς εις Ασσυρίους. 30 και συνέστρεψε σύστρεμμα Ωσηέ υιος ‘Ηλά επί Φακεέ υιόν Ρομελίου και επάταξεν αυτόν και εθανάτωσε και εβασίλευσεν αντ ‘ αυτού εν έτει εικοστω Ιωάθαμ υιού Αζαρίου. 31 και τα λοιπά των λόγων Φακεέ και πάντα, όσα εποίησεν, ιδού ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ισραήλ.

 32 Εν έτει δευτέρω Φακεέ υιού Ρομελίου βασιλεί Ισραήλ εβασίλευσεν Ιωάθαμ υιος Αζαρίου βασιλέως Ιούδα. 33 υιος είκοσι και πέντε ετών ην εν τω βασιλεύειν αυτόν και εκκαίδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα της μητρός αυτού Ιερουσά θυγάτηρ Σαδώκ. 34 και εποίησε το ευθές εν οφθαλμοίς Κυρίου κατά πάντα, όσα εποίησεν Αζαρίας ο πατήρ αυτού· 35 πλήν τα υψηλά ουκ εξήρεν, έτι ο λαός εθυσίαζε και εθυμία εν τοις υψηλοίς. αυτό ωκοδόμησε την πύλην οίκου Κυρίου την επάνω. 36 και τα λοιπά των λόγων Ιωάθαμ και πάντα, όσα εποίησεν, ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 37 εν ταις ημέραις εκείναις ήρξατο Κύριος εξαποστέλλειν εν Ιούδα τον Ραασσών βασιλέα Συρίας, και τον Φακεέ υιόν Ρομελίου. 38 και εκοιμήθη Ιωάθαμ μετά των πατέρων αυτού και ετάφη μετά των πατέρων αυτού εν πόλει Δαυίδ του πατρός αυτού, και εβασίλευσεν Άχαζ υιος αυτού αντ ‘ αυτού.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΕΝ έτει επτακαιδεκάτω Φακεέ υιού Ρομελίου εβασίλευσεν Άχαζ υιος Ιωάθαμ βασιλέως Ιούδα. 2 υιος είκοσιν ετών ην Άχαζ εν τω βασιλεύειν αυτόν και εκκαίδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ. και ουκ εποίησε το ευθές εν οφθαλμοίς Κυρίου Θεού αυτού πιστώς, ως Δαυίδ ο πατήρ αυτού 3 και επορεύθη, εν οδω βασιλέων Ισραήλ, και γε τον υιόν αυτού διήγεν εν πυρί κατά τα βδελύγματα των εθνών, ων εξήρε Κύριος από προσώπου των υιών Ισραήλ, 4 και εθυσίαζε και εθυμία εν τοις υψηλοίς και επί των βουνών και υποκάτω παντός ξύλου αλσώδους. 5 τότε ανέβη Ραασσών βασιλεύς Συρίας και Φακεέ υιος Ρομελίου βασιλεύς Ισραήλ εις Ιερουσαλήμ εις πόλεμον και επολιόρκουν επί Άχαζ και ουκ ηδύναντο πολεμείν. 6 εν τω καιρω εκείνω επέστρεψε Ραασσών βασιλεύς Συρίας την Αιλάθ τη Συρία και εξέβαλε τους Ιουδαίους εξ Αιλάθ και Ιδουμαίοι ήλθον εις Αιλάθ και κατώκησαν εκεί έως της ημέρας ταύτης. 7 και απέστειλεν Άχαζ αγγέλους προς Θαγλαθφελλασάρ βασιλέα Ασσυρίων λέγων· δούλός σου και υιος σου εγώ, ανάβηθι και σώσόν με εκ χειρός βασιλέως Συρίας και εκ χειρός βασιλέως Ισραήλ των επανισταμένων επ ‘ εμέ. 8 και έλαβεν Άχαζ αργύριον και χρυσίον το ευρεθέν εν θησαυροίς οίκου Κυρίου και οίκου βασιλέως και απέστειλε τω βασιλεί δώρα. 9 και ήκουσεν αυτού βασιλεύς Ασσυρίων, και ανέβη βασιλεύς Ασσυρίων εις Δαμασκόν και συνέλαβεν αυτήν και απώκισεν αυτήν και τον Ραασσών βασιλέα εθανάτωσε. 10 και επορεύθη βασιλεύς Άχαζ εις Δαμασκόν εις απαντήν Θαγλαθφελλασάρ βασιλεί Ασσυρίων εις Δαμασκόν. και είδε το θυσιαστήριον εν Δαμασκώ, και απέστειλεν ο βασιλεύς Άχαζ προς Ουρίαν τον ιερέα το ομοίωμα του θυσιαστηρίου και τον ρυθμόν αυτού και πάσαν ποίησιν αυτού· 11 και ωκοδόμησεν Ουρίας ο ιερεύς το θυσιαστήριον κατά πάντα, όσα απέστειλεν ο βασιλεύς Άχαζ εκ Δαμασκού. 12 και είδεν ο βασιλεύς το θυσιαστήριον και ανέβη επ ‘ αυτό 13 και εθυμίασε την ολοκαύτωσιν αυτού και την θυσίαν αυτού και την σπονδήν αυτού και προσέχεε το αίμα των ειρηνικών των αυτού επί το θυσιαστήριον 14 το χαλκούν το απέναντι Κυρίου. και προσήγαγε από προσώπου του οίκου Κυρίου από του ανά μέσον του θυσιαστηρίου και από του ανά μέσον του οίκου Κυρίου και έδειξεν αυτό επί μηρόν του θυσιαστηρίου κατά βορράν. 15 και ενετείλατο ο βασιλεύς Άχαζ τω Ουρία τω ιερεί λέγων· επί το θυσιαστήριον το μέγα πρόσφερε την ολοκαύτωσιν την πρωϊνήν και την θυσίαν την εσπερινήν, και την ολοκαύτωσιν του βασιλέως και την θυσίαν αυτού και την ολοκαύτωσιν παντός του λαού και την θυσίαν αυτών και την σπονδήν αυτών και παν αίμα ολοκαυτώσεως και παν αίμα θυσίας επ ‘ αυτω εκχεείς· και το θυσιαστήριον το χαλκούν έσται μοι εις το πρωϊ. 16 και εποίησεν Ουρίας ο ιερεύς κατά πάντα, όσα ενετείλατο αυτω ο βασιλεύς Άχαζ. 17 και συνέκοψεν ο βασιλεύς Άχαζ τα συγκλείσματα των μεχωνώθ και μετηρεν απ ‘ αυτών τον λουτήρα και την θάλασσαν καθείλεν από των βοών των χαλκών των υποκάτω αυτής και έδωκεν αυτήν επί βάσιν λιθίνην. 18 και τον θεμέλιον της καθέδρας ωκοδόμησεν εν οίκω Κυρίου και την είσοδον του βασιλέως την έξω επέστρεψεν εν οίκω Κυρίου από προσώπου βασιλέως Ασσυρίων. 19 και τα λοιπά των λόγων Άχαζ, όσα εποίησεν, ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 20 και εκοιμήθη Άχαζ μετά των πατέρων αυτού και ετάφη εν πόλει Δαυίδ, και εβασίλευσεν Εζεκίας υιος αυτού αντ ‘ αυτού.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΕΝ έτει δωδεκάτω του Άχαζ βασιλέως Ιούδα εβασίλευσεν Ωσηέ υιος ‘Ηλά εν Σαμαρεία επί Ισραήλ εννέα έτη. 2 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου, πλήν ουχ ως οι βασιλείς Ισραήλ, οί ήσαν έμπροσθεν αυτού. 3 επ ‘ αυτόν ανέβη Σαλαμανασάρ βασιλεύς Ασσυρίων, και εγενήθη αυτω Ωσηέ δούλος και επέστρεψεν αυτω μαναά. 4 και εύρε βασιλεύς Ασσυρίων εν τω Ωσηέ αδικίαν, ότι απέστειλεν αγγέλους προς Σηγώρ βασιλέα Αιγύπτου και ουκ ήνεγκε μαναά τω βασιλεί Ασσυρίων εν τω ενιαυτω εκείνω, και επολιόρκησεν αυτόν ο βασιλεύς Ασσυρίων και έδησεν αυτόν εν οίκω φυλακής. 5 και ανέβη ο βασιλεύς Ασσυρίων εν πάση τη γη και ανέβη εις Σαμάρειαν, και επολιόρκησεν επ ‘ αυτήν τρία έτη. 6 εν έτει ενάτω Ωσηέ συνέλαβε βασιλεύς Ασσυρίων την Σαμάρειαν και απώκισεν Ισραήλ εις Ασσυρίους και κατώκισεν αυτούς εν Αλαέ και εν Αβώρ ποταμοίς Γωζάν, και όρη Μήδων. 7 και εγένετο ότι ήμαρτον οι υιοί Ισραήλ τω Κυρίω Θεω αυτών τω αναγαγόντι αυτούς εκ γης Αιγύπτου υποκάτωθεν χειρός Φαραώ βασιλέως Αιγύπτου και εφοβήθησαν θεούς ετέρους 8 και επορεύθησαν τοις δικαιώμασι των εθνών, ων εξήρε Κύριος εκ προσώπου υιών Ισραήλ, και οι βασιλείς Ισραήλ, όσοι εποίησαν, 9 και όσοι ημφιέσαντο οι υιοί Ισραήλ λόγους ουχ ούτως κατά Κυρίου Θεού αυτών. και ωκοδόμησαν εαυτοίς υψηλά εν πάσαις ταις πόλεσιν αυτών από πύργου φυλασσόντων έως πόλεως οχυράς 10 και εστήλωσαν εαυτοίς στήλας και άλση επί παντί βουνω υψηλω και υποκάτω παντός ξύλου αλσώδους 11 και εθυμίασαν εκεί εν πάσιν υψηλοίς καθώς τα έθνη, α απώκισε Κύριος εκ προσώπου αυτών, και εποίησαν κοινωνούς και εχάραξαν του παροργίσαι τον Κύριον 12 και ελάτρευσαν τοις ειδώλοις, οίς είπε Κύριος αυτοίς· ου ποιήσετε το ρήμα τούτο τω Κυρίω. 13 και διεμαρτύρατο Κύριος εν τω Ισραήλ και εν τω Ιούδα και εν χειρί πάντων των προφητών αυτού, παντός ορώντος λέγων· αποστράφητε από των οδών υμών των πονηρών και φυλάξατε τας εντολάς μου και τα δικαιώματά μου και πάντα τον νόμον, ον ενετειλάμην τοις πατράσιν υμών, όσα απέστειλα αυτοίς εν χειρί των δούλων μου των προφητών. 14 και ουκ ήκουσαν και εσκλήρυναν τον νώτον αυτών υπέρ τον νώτον των πατέρων αυτών 15 και τα μαρτύρια αυτού, όσα διεμαρτύρατο αυτοίς, ουκ εφύλαξαν και επορεύθησαν οπίσω των ματαίων και εματαιώθησαν, και οπίσω των εθνών των περικύκλω αυτών, ων ενετείλατο Κύριος αυτοίς μη ποιήσαι κατά ταύτα. 16 εγκατέλιπον τας εντολάς Κυρίου Θεού αυτών και εποίησαν εαυτοίς χώνευμα δύο δαμάλεις και εποίησαν άλση και προσεκύνησαν πάση τη δυνάμει του ουρανού και ελάτρευσαν τω Βάαλ 17 και διήγον τους υιούς αυτών και τας θυγατέρας αυτών εν πυρί και εμαντεύοντο μαντείας και οιωνίζοντο και επράθησαν του ποιήσαι το πονηρόν εν οφθαλμοίς Κυρίου παροργίσαι αυτόν. 18 και εθυμώθη Κύριος σφόδρα εν τω Ισραήλ, και απέστησεν αυτούς από του προσώπου αυτού, και ουχ υπελείφθη πλήν φυλή Ιούδα μονωτάτη. 19 και γε Ιούδας ουκ εφύλαξε τας εντολάς Κυρίου του Θεού αυτών και επορεύθησαν εν τοις δικαιώμασιν Ισραήλ, οίς εποίησαν, 20 και απεώσαντο τον Κύριον, και εθυμώθη Κύριος παντί σπέρματι Ισραήλ και εσάλευσεν αυτούς και έδωκεν αυτούς εν χειρί διαρπαζόντων αυτούς, έως ου απέρριψεν αυτούς από προσώπου αυτού. 21 ότι πλήν Ισραήλ επάνωθεν οίκου Δαυίδ και εβασίλευσαν τον Ιεροβοάμ υιόν Ναβάτ, και εξέωσεν Ιεροβοάμ τον Ισραήλ εξόπισθεν Κυρίου και εξήμαρτεν αυτούς αμαρτίαν μεγάλην. 22 και επορεύθησαν οι υιοί Ισραήλ εν πάση αμαρτία Ιεροβοάμ, ή εποίησεν, ουκ απέστησαν απ ‘ αυτής, 23 έως ου μετέστησε Κύριος τον Ισραήλ από προσώπου αυτού, καθώς ελάλησε Κύριος εν χειρί πάντων των δούλων αυτού των προφητών, και απωκίσθη Ισραήλ επάνωθεν της γης αυτού εις Ασσυρίους έως της ημέρας ταύτης.

 24 Και ήγαγε βασιλεύς Ασσυρίων εκ Βαβυλώνος τον εκ Χουθά από Αϊά και από Αιμάθ και Σεπφαρουαϊμ, και κατωκίσθησαν εν πόλεσι Σαμαρείας αντί των υιών Ισραήλ και εκληρονόμησαν την Σαμάρειαν και κατώκισαν εν ταις πόλεσιν αυτής. 25 και εγένετο εν αρχή της καθέδρας αυτών ουκ εφοβήθησαν τον Κύριον, και απέστειλε Κύριος εν αυτοίς τους λέοντας, και ήσαν αποκτέννοντες εν αυτοίς. 26 και είπαν τω βασιλεί Ασσυρίων λέγοντες· τα έθνη, α απώκισας και αντεκάθισας εν πόλεσι Σαμαρείας, ουκ έγνωσαν το κρίμα του Θεού της γης, και απέστειλεν εις αυτούς τους λέοντας, και ιδού εισι θανατούντες αυτούς, καθότι ουκ οίδασι το κρίμα του Θεού της γης, 27 και ενετείλατο ο βασιλεύς Ασσυρίων λέγων· απάγετε εκείθεν και πορευέσθωσαν και κατοικήτωσαν εκεί και φωτιούσιν αυτούς το κρίμα του Θεού της γης. 28 και ήγαγον ένα των ιερέων, ων απώκισαν από Σαμαρείας, και εκάθισεν εν Βαιθήλ και ην φωτίζων αυτούς Πως φοβηθώσι τον Κύριον. 29 και ήσαν ποιούντες έθνη έθνη θεούς αυτών και έθηκαν εν οίκω των υψηλών, ων εποίησαν οι Σαμαρείται, έθνη έθνη εν ταις πόλεσιν αυτών, εν αις κατώκουν. 30 και οι άνδρες Βαβυλώνος εποίησαν την Σωκχώθ Βαινίθ, και οι άνδρες Χούθ εποίησαν την Νηριγέλ, και οι άνδρες Αιμάθ εποίησαν την Ασιμάθ, 31 και οι Ευαίοι εποίησαν την Εβλαζέρ και την Θαρθάκ, και οι Σεπφαρουαϊμ κατέκαιον τους υιούς αυτών εν πυρί τω Αδραμέλεχ και Ανημελέχ, θεοίς Σεπφαρουαϊμ. 32 και ήσαν φοβούμενοι τον Κύριον και κατώκισαν τα βδελύγματα αυτών εν τοις οίκοις των υψηλών, α εποίησαν εν Σαμαρεία, έθνος έθνος εν πόλει, εν ή κατώκουν εν αυτη· και ήσαν φοβούμενοι τον Κύριον και εποίησαν εαυτοίς ιερείς των υψηλών και εποίησαν εν οίκω των υψηλών. 33 και τον Κύριον εφοβούντο και τοις θεοίς αυτών ελάτρευον κατά το κρίμα των εθνών, όθεν απώκισαν αυτούς εκείθεν. 34 έως της ημέρας ταύτης αυτοί εποίουν κατά το κρίμα αυτών· αυτοί φοβούνται και αυτοί ποιούσι κατά τα δικαιώματα αυτών και κατά την κρίσιν αυτών και κατά τον νόμον και κατά την εντολήν, ην ενετείλατο Κύριος τοις υιοίς Ιακώβ, ου έθηκε το όνομα αυτού Ισραήλ, 35 και διέθετο Κύριος μετ ‘ αυτών διαθήκην και ενετείλατο αυτοίς λέγων· ου φοβηθήσεσθε θεούς ετέρους και ου προσκυνήσετε αυτοίς και ου λατρεύσετε αυτοίς και ου θυσιάσετε αυτοίς, 36 ότι αλλ ‘ ή τω Κυρίω, ος ανήγαγεν υμάς εκ γης Αιγύπτου εν ισχύϊ μεγάλη και εν βραχίονι υψηλω, αυτόν φοβηθήσεσθε και αυτω προσκυνήσετε, αυτω θύσετε· 37 και τα δικαιώματα και τα κρίματα και τον νόμον και τας εντολάς, ας έγραψεν υμίν ποιείν, φυλάσσεσθε πάσας τας ημέρας και ου φοβηθήσεσθε θεούς ετέρους· 38 και την διαθήκην, ην διέθετο μεθ ‘ υμών, ουκ επιλήσεσθε και ου φοβηθήσεσθε θεούς ετέρους, 39 αλλ ‘ ή τον Κύριον Θεόν υμών φοβηθήσεσθε, και αυτός εξελείται υμάς εκ πάντων των εχθρών υμών· 40 και ουκ ακούσεσθε επί τω κρίματι αυτών, ό αυτοί ποιούσι. 41 και ήσαν τα έθνη ταύτα φοβούμενοι τον Κύριον και τοις γλυπτοίς αυ-

 των ήσαν δουλεύοντες, και γε οι υιοί και οι υιοί των υιών αυτών, καθά εποίησαν οι πατέρες αυτών, ποιούσιν έως της ημέρας ταύτης.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΚΑΙ εγένετο εν έτει τρίτω τω Ωσηέ υιω ‘Ηλά βασιλεί Ισραήλ εβασίλευσεν Εζεκίας υιος Άχαζ βασιλέως Ιούδα. 2 υιος είκοσι και πέντε ετών εν τω βασιλεύειν αυτόν και είκοσι και εννέα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Άβου θυγάτηρ Ζαχαρίου. 3 και εποίησε το ευθές εν οφθαλμοίς Κυρίου κατά πάντα, όσα εποίησε Δαυίδ ο πατήρ αυτού. 4 αυτός εξήρε τα υψηλά και συνέτριψε τας στήλας και εξωλόθρευσε τα άλση και τον όφιν τον χαλκούν, ον εποίησε Μωυσής, ότι έως των ημερών εκείνων ήσαν οι υιοί Ισραήλ θυμιώντες αυτω, και εκάλεσεν αυτόν Νεεσθάν. 5 εν Κυρίω Θεω Ισραήλ ήλπισε, και μετ ‘ αυτόν ουκ εγενήθη όμοιος αυτω εν βασιλεύσιν Ιούδα και εν τοις γενομένοις έμπροσθεν αυτού· 6 και εκολλήθη τω Κυρίω, ουκ απέστη όπισθεν αυτού και εφύλαξε τας εντολάς αυτού, όσας ενετείλατο Μωυσή· 7 και ην Κύριος μετ ‘ αυτού, και εν πάσιν, οίς εποίει, συνήκε. και ηθέτησεν εν τω βασιλεί Ασσυρίων και ουκ εδούλευσεν αυτω. 8 αυτός επάταξε τους αλλοφύλους έως Γάζης και έως ορίου αυτής από πύργου φυλασσόντων και έως πόλεως οχυράς.

 9 Και εγένετο εν τω έτει τω τετάρτω βασιλεί Εζεκία (αυτός ενιαυτός ο έβδομος τω Ωσηέ υιω ‘Ηλά βασιλεί Ισραήλ) ανέβη Σαλαμανασάρ βασιλεύς Ασσυρίων επί Σαμάρειαν και επολιόρκει επ ‘ αυτήν· 10 και κατελάβετο αυτήν από τέλους τριών ετών εν έτει έκτω τω Εζεκία (αυτός ενιαυτός ένατος τω Ωσηέ βασιλεί Ισραήλ), και συνελήφθη Σαμάρεια. 11 και απώκισε βασιλεύς Ασσυρίων την Σαμάρειαν εις Ασσυρίους και έθηκεν αυτούς εν Αλαέ και εν Αβώρ ποταμω Γωζάν και όρη Μήδων, 12 ανθ ‘ ων ότι ουκ ήκουσαν της φωνής Κυρίου Θεού αυτών και παρέβησαν την διαθήκην αυτού, πάντα όσα ενετείλατο Μωυσής ο δούλος Κυρίου, και ουκ ήκουσαν και ουκ εποίησαν.

 13 Και τω τεσσαρεσκαιδεκάτω έτει του βασιλέως Εζεκίου ανέβη Σενναχηρίμ βασιλεύς Ασσυρίων επί τας πόλεις Ιούδα τας οχυράς και συνέλαβεν αυτάς. 14 και απέστειλεν Εζεκίας βασιλεύς Ιούδα αγγέλους προς βασιλέα Ασσυρίων εις Λαχίς λέγων· ημάρτηκα, αποστράφηθι απ ‘ εμού· ό εάν επιθής επ ‘ εμέ, βαστάσω. και επέθηκεν ο βασιλεύς Ασσυρίων επί Εζεκίαν βασιλέα Ιούδα τριακόσια τάλαντα αργυρίου και τριάκοντα τάλαντα χρυσίου. 15 και έδωκεν Εζεκίας παν το αργύριον το ευρεθέν εν οίκω Κυρίου και εν θησαυροίς οίκου του βασιλέως. 16 εν τω καιρω εκείνω συνέκοψεν Εζεκίας τας θύρας ναού και τα εστηριγμένα, α εχρύσωσεν Εζεκίας ο βασιλεύς Ιούδα, και έδωκεν αυτά βασιλεί Ασσυρίων. 17 και απέστειλε βασιλεύς Ασσυρίων τον Θαρθάν και τον Ραφίς και τον Ραψάκην εκ Λαχίς προς τον βασιλέα Εζεκίαν εν δυνάμει βαρεία επί Ιερουσαλήμ, και έστησαν εν τω υδραγωγω της κολυμβήθρας της άνω, ή εστιν εν τη οδω του αγρού του γναφέως. 18 και εβόησαν προς Εζεκίαν, και ήλθον προς αυτόν Ελιακίμ υιος Χελκίου ο οικονόμος και Σωμνάς ο γραμματεύς και Ιωάς ο υιος Σαφάτ ο αναμιμνήσκων. 19 και είπε προς αυτούς Ραψάκης· είπατε δη προς Εζεκίαν· τάδε λέγει ο βασιλεύς ο μέγας ο βασιλεύς Ασσυρίων· τι η πεποίθησις αύτη, ην πέποιθας; 20 είπας· πλήν λόγοι χειλέων, βουλή και δύναμις εις πόλεμον. νυν ουν τίνι πεποιθώς ηθέτησας εν εμοί; 21 νυν ιδού πέποιθας σαυτω επί την ράβδον την καλαμίνην την τεθλασμένην ταύτην, επ ‘ Αίγυπτον; ος αν στηριχθή ανήρ επ ‘ αυτήν, και εισελεύσεται εις την χείρα αυτού και τρήσει αυτήν· ούτως Φαραώ βασιλεύς Αιγύπτου πάσι τοις πεποιθόσιν επ ‘ αυτόν. 22 και ότι είπας προς με· επί Κύριον Θεόν πεποίθαμεν· ουχί αυτός ούτος, ου απέστησεν Εζεκίας τα υψηλά αυτού και τα θυσιαστήρια αυτού και είπε τω Ιούδα και τη Ιερουσαλήμ· ενώπιον του θυσιαστηρίου τούτου προσκυνήσετε εν Ιερουσαλήμ; 23 και νυν μίχθητε δη τω κυρίω μου βασιλεί Ασσυρίων, και δώσω σοι δισχιλίους ίππους, ει δυνήση δούναι σεαυτω επιβάτας επ ‘ αυτούς. 24 και Πως αποστρέψεις το πρόσωπον τοπάρχου ενός των δούλων του κυρίου μου των ελαχίστων; και ήλπισας σαυτω επ ‘ Αίγυπτον εις άρματα και ιππείς. 25 και νυν μη άνευ Κυρίου ανέβημεν επί τον τόπον τούτον του διαφθείραι αυτόν; Κύριος είπε προς με· ανάβηθι επί την γην ταύτην και διάφθειρον αυτήν. 26 και είπεν Ελιακίμ υιος Χελκίου και Σωμνάς και Ιωάς προς Ραψάκην· λάλησον δη προς τους παίδάς σου Συριστί, ότι ακούομεν ημείς, και ου λαλήσεις μεθ ‘ ημών Ιουδαϊστί, και ινατί λαλείς εν τοις ωσί του λαού του επί του τείχους; 27 και είπε προς αυτούς Ραψάκης· μη επί τον κύριόν σου και προς σε απέστειλέ με ο κύριός μου λαλήσαι τους λόγους τούτους; ουχί επί τους άνδρας τους καθημένους επί του τείχους του φαγείν την κόπρον αυτών και πιείν το ούρον αυτών μεθ ‘ υμών άμα; 28 και έστη Ραψάκης και εβόησε φωνή μεγάλη Ιουδαϊστί και ελάλησε και είπεν· ακούσατε τους λόγους του μεγάλου βασιλέως Ασσυρίων· 29 τάδε λέγει ο βασιλεύς· μη επαιρέτω υμάς Εζεκίας λόγοις, ότι ου μη δύνηται υμάς εξελέσθαι εκ χειρός μου. 30 και μη ελπιζέτω υμάς Εζεκίας προς Κύριον λέγων· εξαιρούμενος εξελείται Κύριος, ου μη παραδοθή η πόλις αύτη εν χειρί βασιλέως Ασσυρίων. 31 μη ακούετε Εζεκίου· ότι τάδε λέγει ο βασιλεύς Ασσυρίων· ποιήσατε μετ ‘ εμού ευλογίαν και εξέλθατε προς με, και πίεται ανήρ την άμπελον αυτού και ανήρ την συκήν αυτού φάγεται και πίεται ύδωρ του λάκκου αυτού, 32 έως έλθω και λάβω υμάς εις γην ως γη υμών, γη σίτου και οίνου και άρτου και αμπελώνων, γη ελαίας ελαίου και μέλιτος, και ζήσετε και ου μη αποθάνητε. και μη ακούετε Εζεκίου, ότι απατά υμάς λέγων· Κύριος ρήσεται υμάς. 33 μη ρυόμενοι ερρύσαντο οι θεοί των εθνών έκαστος την εαυτού χώραν εκ χειρός βασιλέως Ασσυρίων; 34 που εστιν ο θεός Αιμάθ και Αρφάδ; που εστιν ο θεός Σεπφαουραϊμ, Ανά και Αβά, ότι εξείλαντο Σαμάρειαν εκ χειρός μου; 35 τις εν πάσι τοις θεοίς των γαιών, οί εξείλαντο τας γάς αυτών εκ χειρός μου, ότι εξελείται Κύριος την Ιερουσαλήμ εκ χειρός μου; 36 και εκώφευσαν και ουκ απεκρίθησαν αυτω λόγον, ότι εντολή του βασιλέως λέγων· ουκ αποκριθήσεσθε αυτω. 37 και εισήλθεν Ελιακίμ υιος Χελκίου ο οικονόμος και Σωμνάς ο γραμματεύς και Ιωάς υιος Σαφάτ ο αναμιμνήσκων προς Εζεκίαν, διερρηχότες τα ιμάτια και ανήγγειλαν αυτω τους λόγους Ραψάκου.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΚΑΙ εγένετο ως ήκουσεν ο βασιλεύς Εζεκίας, και διέρρηξε τα ιμάτια αυτού, και περιεβάλετο σάκκον και εισήλθεν εις οίκον Κυρίου. 2 και απέστειλεν Ελιακίμ τον οικονόμον και Σωμνάν τον γραμματέα και τους πρεσβυτέρους των ιερέων περιβεβλημένους σάκκους προς Ησαϊαν τον προφήτην, υιόν Αμώς, 3 και είπον προς αυτόν· τάδε λέγει Εζεκίας· ημέρα θλίψεως και ελεγμού και παροργισμού η ημέρα αύτη· ότι ήλθον υιοί έως ωδίνων, και ισχύς ουκ έστι τη τικτούση· 4 ει πως εισακούσεται Κύριος ο Θεός σου πάντας τους λόγους Ραψάκου, ον απέστειλεν αυτόν βασιλεύς Ασσυρίων ο κύριος αυτού ονειδίζειν Θεόν ζώντα και βασφημείν εν λόγοις, οίς ήκουσε Κύριος ο Θεός σου, και λήψη προσευχήν περί του λείμματος του ευρισκομένου. 5 και ήλθον οι παίδες του βασιλέως Εζεκίου προς Ησαϊαν, 6 και είπεν αυτοίς Ησαϊας· τάδε ερείτε προς τον κύριον υμών· τάδε λέγει Κύριος· μη φοβηθής από των λόγων, ων ήκουσας, ων εβλασφήμησαν τα παιδάρια βασιλέως Ασσυρίων· 7 ιδού εγώ δίδωμι εν αυτω πνεύμα, και ακούσεται αγγελίαν και αποστραφήσεται εις την γην αυτού, και καταβαλώ αυτόν εν ρομφαία εν τη γη αυτού.

 8 Και επέστρεψε Ραψάκης, και εύρε τον βασιλέα Ασσυρίων πολεμούντα επί Λοβνά, ότι ήκουσεν ότι απήρεν εκ Λαχίς. 9 και ήκουσε περί Θαρακά βασιλέως Αιθιόπων λέγων· ιδού εξήλθε πολεμείν μετά σου. και επέστρεψε και απέστειλεν αγγέλους προς Εζεκίαν λέγων· 10 μη επαιρέτω σε ο Θεός σου, εφ ‘ ω συ πέποιθας επ ‘ αυτω λέγων· ου μη παραδοθή Ιερουσαλήμ εις χείρας βασιλέως Ασσυρίων. 11 ιδού συ ήκουσας πάντα όσα εποίησαν βασιλείς Ασσυρίων πάσαις ταις γαίαις του αναθεματίσαι αυτάς, και συ ρυσθήση; 12 μη εξαιρούμενοι εξείλαντο αυτούς οι θεοί των εθνών, ους διέφθειραν οι πατέρες μου, την τε Γωζάν και την Χαρράν και την Ραφίς και υιούς Εδέμ τους εν Θαεσθέν; 13 που εστιν ο βασιλεύς Αιμάθ και ο βασιλεύς Αρφάδ; και που εστι βασιλεύς της πόλεως Σεπφαρουαϊν Ανά και Αβά; 14 και έλαβεν Εζεκίας τα βιβλία εκ χειρός των αγγέλων και ανέγνω αυτά· και ανέβη εις οίκον Κυρίου και ανέπτυξεν αυτά Εζεκίας εναντίον Κυρίου 15 και είπε· Κύριε ο Θεός Ισραήλ ο καθήμενος επί των Χερουβίμ, συ ει ο Θεός μόνος εν πάσαις ταις βασιλείαις της γης, συ εποίησας τον ουρανόν και την γην. 16 κλίνον, Κύριε, το ους σου και άκουσον· άνοιξον, Κύριε, τους οφθαλμούς σου και ιδέ και άκουσον τους λόγους Σενναχηρίμ, ους απέστειλεν ονειδίζειν Θεόν ζώντα. 17 ότι αληθεία, Κύριε, ηρήμωσαν βασιλείς Ασσυρίων τα έθνη 18 και έδωκαν τους θεούς αυτών εις το πυρ, ότι ου θεοί εισιν, αλλ ‘ ή έργα χειρών ανθρώπων, ξύλα και λίθοι, και απώλεσαν αυτούς. 19 και νυν, Κύριε ο Θεός ημών, σώσον ημάς εκ χειρός αυτού και γνώσονται πάσαι αι βασιλείαι της γης, ότι συ Κύριος ο Θεός μόνος.

 20 Και απέστειλεν Ησαϊας υιος Αμώς προς Εζεκίαν λέγων· τάδε λέγει Κύριος ο Θεός των δυνάμεων Θεός Ισραήλ· α προσηύξω προς με περί Σενναχηρίμ βασιλέως Ασσυρίων, ήκουσα. 21 ούτος ο λόγος, ον ελάλησε Κύριος επ ‘ αυτόν· εξουδένωσέ σε και εμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, επί σοί κεφαλήν αυτής εκίνησε θυγάτηρ Ιερουσαλήμ. 22 τίνα ωνείδισας και τίνα εβλασφήμησας; και επί τίνα ύψωσας φωνήν; και ήρας εις ύψος τους οφθαλμούς σου εις τον άγιον του Ισραήλ. 23 εν χειρί αγγέλων σου ωνείδισας Κύριον και είπας· εν τω πλήθει των αρμάτων μου εγώ αναβήσομαι εις ύψος ορέων, μηρούς του Λιβάνου, και έκοψα το μέγεθος της κέδρου αυτού, τα εκλεκτά κυπαρίσσων αυτού, και ήλθον εις μέσον δρυμού και Καρμήλου. 24 εγώ έψυξα και έπιον ύδατα αλλότρια και εξηρήμωσα τω ίχνει του ποδός μου πάντας ποταμούς περιοχής. 25 έπλασα αυτήν, συνήγαγον αυτήν, και εγενήθη εις επάρσεις αποικεσιών μαχίμων, πόλεις οχυράς. 26 και οι ενοικούντες εν αυταίς ησθένησαν τη χειρί, έπτηξαν και κατησχύνθησαν, εγένοντο χόρτος αγρού ή χλωρά βοτάνη, χλόη δωμάτων και πάτημα απέναντι εστηκότος. 27 και την καθέδραν σου και την έξοδόν σου έγνων και τον θυμόν σου επ ‘ εμέ, 28 δια το οργισθήναί σε επ ‘ εμέ και το στρήνός σου ανέβη εν τοις ωσί μου και θήσω τα άγκιστρά μου εν τοις μυκτήρσί σου και χαλινόν εν τοις χείλεσί σου και αποστρέψω σε εν τη οδω, ή ήλθες εν αυτη. 29 και τούτόν σοι το σημείον· φάγε τούτον τον ενιαυτόν αυτόματα και τω έτει τω δευτέρω τα ανατέλλοντα· και έτει τω τρίτω σπορά και άμητος και φυτεία αμπελώνων, και φάγεσθε τον καρπόν αυτών. 30 και προσθήσει τον διασεσωσμένον οίκου Ιούδα το υπολειφθέν ρίζαν κάτω και ποιήσει καρπόν άνω. 31 ότι εξ Ιερουσαλήμ εξελεύσεται κατάλειμμα και ανασωζόμενος εξ όρους Σιών· ο ζήλος Κυρίου των δυνάμεων ποιήσει τούτο. 32 ουχ ούτως; τάδε λέγει Κύριος προς βασιλέα Ασσυρίων· ουκ εισελεύσεται εις την πόλιν ταύτην και ου τοξεύσει εκεί βέλος, και ου προφθάσει αυτήν θυρεός, και ου μη εκχέη προς αυτήν πρόσχωμα· 33 τη οδω, ή ήλθεν, εν αυτη αποστραφήσεται και εις την πόλιν ταύτην ουκ εισελεύσεται, λέγει Κύριος, 34 και υπερασπιώ υπέρ της πόλεως ταύτης δι ‘ εμέ και δια Δαυίδ τον δούλόν μου.

 35 Και εγένετο έως νυκτός και εξήλθεν άγγελος Κυρίου και επάταξεν εν τη παρεμβολή Ασσυρίων εκατόν ογδοηκονταπέντε χιλιάδας· και ώρθρισαν το πρωϊ, και ιδού πάντες σώματα νεκρά. 36 και απήρε και επορεύθη και απέστρεψε Σενναχηρίμ βασιλεύς Ασσυρίων και ώκησεν εν Νινευή. 37 και εγένετο αυτού προσκυνούντος εν οίκω Νεσεράχ θεού αυτού και Αδραμέλεχ και Σαρασάρ, οι υιοί αυτού επάταξαν αυτόν εν μαχαίρα, και αυτοί εσώθησαν εις γην Αραράθ· και εβασίλευσεν Ασορδάν ο υιος αυτού αντ ‘ αυτού.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΕΝ ταις ημέραις εκείναις ηρρώστησεν Εζεκίας εις θάνατον. και εισήλθε προς αυτόν Ησαϊας υιος Αμώς ο προφήτης και είπε προς αυτόν· τάδε λέγει Κύριος· έντειλαι τω οίκω σου, ότι αποθνήσκεις συ και ου ζήση. 2 και απέστρεψεν Εζεκίας προς τον τοίχον και ηύξατο προς Κύριον λέγων· 3 Κύριε, μνήσθητι δη όσα περιεπάτησα ενώπιόν σου εν αληθεία και καρδία πλήρει και το αγαθόν εν οφθαλμοίς σου εποίησα. και έκλαυσεν Εζεκίας κλαυθμω μεγάλω. 4 και ην Ησαϊας εν τη αυλή τη μέση, και ρήμα Κυρίου εγένετο προς αυτόν λέγων· 5 επίστρεψον και ερείς προς Εζεκίαν τον ηγούμενον του λαού μου· τάδε λέγει Κύριος ο Θεός Δαυίδ του πατρός σου· ήκουσα της προσευχής σου, είδον τα δάκρυά σου· ιδού εγώ ιάσομαί σε, τη ημέρα τη τρίτη αναβήση εις οίκον Κυρίου· 6 και προσθήσω επί τας ημέρας σου πεντεκαίδεκα έτη και εκ χειρός βασιλέως Ασσυρίων σώσω σε και την πόλιν ταύτην και υπερασπιώ υπέρ της πόλεως ταύτης δι ‘ εμέ και δια Δαυίδ τον δούλόν μου. 7 και είπε· λαβέτωσαν παλάθην σύκων και επιθέτωσαν επί το έλκος, και υγιάσει. 8 και είπεν Εζεκίας προς Ησαϊαν· τι το σημείον ότι ιάσεταί με Κύριος και αναβήσομαι εις οίκον Κυρίου τη ημέρα τη τρίτη; 9 και είπεν Ησαϊας· τούτο το σημείον παρά Κυρίου, ότι ποιήσει Κύριος τον λόγον, ον ελάλησε· πορεύσεται η σκιά δέκα βαθμούς, εάν επιστρέψη δέκα βαθμούς. 10 και είπεν Εζεκίας· κούφον την σκιάν κλίναι δέκα βαθμούς· ουχί, αλλ ‘ επιστραφήτω η σκιά εν τοις αναβαθμοίς δέκα βαθμούς εις τα οπίσω. 11 και εβόησεν Ησαϊας ο προφήτης προς Κύριον, και επέστρεψεν η σκιά εν τοις αναβαθμοίς εις τα οπίσω δέκα βαθμούς. 12 εν τω καιρω εκείνω απέστειλε Μαρωδάχ Βαλαδάν υιος Βαλαδάν βασιλεύς Βαβυλώνος βιβλία και μαναά προς Εζεκίαν, ότι ήκουσεν ότι ηρρώστησεν Εζεκίας. 13 και εχάρη επ ‘ αυτοίς Εζεκίας και έδειξεν αυτοίς όλον τον οίκον του νεχωθά, το αργύριον και το χρυσίον, τα αρώματα και το έλαιον το αγαθόν, και τον οίκον των σκευών και όσα ηυρέθη εν τοις θησαυροίς αυτού· ουκ ην λόγος, ον ουκ έδειξεν αυτοίς Εζεκίας εν τω οίκω αυτού και εν πάση τη εξουσία αυτού. 14 και εισήλθεν Ησαϊας ο προφήτης προς τον βασιλέα Εζεκίαν και είπε προς αυτόν· τι ελάλησαν οι άνδρες ούτοι και πόθεν ήκασι προς σε; και είπεν Εζεκίας· εκ γης πόρρωθεν ήκασι προς με, εκ Βαβυλώνος. 15 και είπε· τι είδον εν τω οίκω σου; και είπε· πάντα, όσα εν τω οίκω μου είδον, ουκ ην εν τω οίκω μου, ό ουκ έδειξα αυτοίς, αλλά και τα εν τοις θησαυροίς μου. 16 και είπεν Ησαϊας προς Εζεκίαν· άκουσον λόγον Κυρίου· 17 ιδού ημέραι έρχονται και ληφθήσεται πάντα τα εν οίκω σου και όσα εθησαύρισαν οι πατέρες σου έως της ημέρας ταύτης εις Βαβυλώνα· και ουχ υπολειφθήσεται ρήμα, ό είπε Κύριος· 18 και οι υιοί σου, οί εξελεύσονται εκ σου, ους γεννήσεις λήψεται, και έσονται ευνούχοι εν τω οίκω του βασιλέως Βαβυλώνος. 19 και είπεν Εζεκίας προς Ησαϊαν· αγαθός ο λόγος Κυρίου, ον ελάλησεν· έστω ειρήνη εν ταις ημέραις μου. 20 και τα λοιπά των λόγων Εζεκίου και πάσα η δυναστεία αυτού, και όσα εποίησε, την κρήνην και τον υδραγωγόν και εισήγαγε το ύδωρ εις την πόλιν, ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 21 και εκοιμήθη Εζεκίας μετά των πατέρων αυτού και εβασίλευσε Μανασσής υιος αυτού αντ ‘ αυτού.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΥΙΟΣ δώδεκα ετών Μανασσής εν τω βασιλεύειν αυτόν και πεντήκοντα και πέντε έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού ‘Οψιβά. 2 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου κατά τα βδελύγματα των εθνών, ων εξήρε Κύριος από προσώπου των υιών Ισραήλ, 3 και επέστρεψε και ωκοδόμησε τα υψηλά, α κατέσπασεν Εζεκίας ο πατήρ αυτού, και ανέστησε θυσιαστήριον τη Βάαλ και εποίησε τα άλση, καθώς εποίησε Αχαάβ βασιλεύς Ισραήλ, και προσεκύνησε πάση τη δυνάμει του ουρανού και εδούλευσεν αυτοίς. 4 και ωκοδόμησε θυσιαστήριον εν οίκω Κυρίου, ως είπεν· εν Ιερουσαλήμ θήσω το όνομά μου, 5 και ωκοδόμησε θυσιαστήριον πάση τη δυνάμει του ουρανού εν ταις δυσίν αυλαίς οίκου Κυρίου 6 και διήγε τους υιούς αυτού εν πυρί και εκληδονίζετο και οιωνίζετο και εποίησε τεμένη και γνώστας επλήθυνε του ποιείν το πονηρόν εν οφθαλμοίς Κυρίου παροργίσαι αυτόν. 7 και έθηκε το γλυπτόν του άλσους εν τω οίκω, ω είπε Κύριος προς Δαυίδ και προς Σαλωμών τον υιόν αυτού· εν τω οίκω τούτω και εν Ιερουσαλήμ, ή εξελεξάμην εκ πασών φυλών του Ισραήλ, και θήσω το όνομά μου εις τον αιώνα 8 και ου προσθήσω του σαλεύσαι τον πόδα Ισραήλ από της γης, ης έδωκα τοις πατράσιν αυτών, οίτινες φυλάξουσι πάντα όσα ενετειλάμην κατά πάσαν την εντολήν, ην ενετείλατο αυτοίς ο δούλός μου Μωυσής. 9 και ουκ ήκουσαν, και επλάνησεν αυτούς Μανασσής του ποιήσαι το πονηρόν εν οφθαλμοίς Κυρίου υπέρ τα έθνη, α ηφάνισε Κύριος εκ προσώπου υιών Ισραήλ. 10 και ελάλησε Κύριος εν χειρί δούλων αυτού των προφητών λέγων· 11 ανθ ‘ ων όσα εποίησε Μανασσής ο βασιλεύς Ιούδα τα βδελύγματα ταύτα τα πονηρά από πάντων, ων εποίησεν ο Αμορραίος ο έμπροσθεν, και εξήμαρτε και γε τον Ιούδαν εν τοις ειδώλοις αυτών, 12 ουχ ούτως, τάδε λέγει Κύριος ο Θεός Ισραήλ· ιδού εγώ φέρω κακά επί Ιερουσαλήμ και Ιούδαν, ωστε παντός ακούοντος ηχήσει αμφότερα τα ώτα αυτού, 13 και εκτενώ επί Ιερουσαλήμ το μέτρον Σαμαρείας και το στάθμιον οίκου Αχαάβ· και απαλείψω την Ιερουσαλήμ, καθώς απαλείφεται ο αλάβαστρος απαλειφόμενος και καταστρέφεται επί πρόσωπον αυτού, 14 και απώσομαι το υπόλειμμα της κληρονομίας μου και παραδώσω αυτούς εις χείρας εχθρών αυτών, και έσονται εις διαρπαγήν και εις προνομήν πάσι τοις εχθροίς αυτών, 15 ανθ ‘ ων όσα εποίησαν το πονηρόν εν οφθαλμοίς μου και ήσαν παροργίζοντές με από της ημέρας, ης εξήγαγον τους πατέρας αυτών εξ Αιγύπτου και έως της ημέρας ταύτης. 16 και γε αίμα αθωον εξέχεε Μανασσής πολύ σφόδρα, έως ου έπλησε την Ιερουσαλήμ στόμα εις στόμα, πλήν από των αμαρτιών αυτού, ων εξήμαρτε τον Ιούδαν του ποιήσαι το πονηρόν εν οφθαλμοίς Κυρίου. 17 και τα λοιπά των λόγων Μανασσή και πάντα, όσα εποίησε, και η αμαρτία αυτού, ην ήμαρτεν, ουχί ταύτα γεγραμμένα επί τω βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 18 και εκοιμήθη Μανασσής μετά των πατέρων αυτού και ετάφη εν τω κήπω του οίκου αυτού, εν κήπω ‘Οζά, και εβασίλευσεν Αμών υιος αυτού αντ ‘ αυτού.

 19 Υιος είκοσι και δύο ετών Αμών εν τω βασιλεύειν αυτόν και δύο έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Μεσολλάμ θυγάτηρ Αρούς εξ Ιετέβα. 20 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου, καθώς εποίησε Μανασσής ο πατήρ αυτού. 21 και επορεύθη εν πάση οδω, ή επορεύθη ο πατήρ αυτού, και ελάτρευσε τοις ειδώλοις, οίς ελάτρευσεν ο πατήρ αυτού, και προσεκύνησεν αυτοίς 22 και εγκατέλιπε τον Κύριον Θεόν των πατέρων αυτού και ουκ επορεύθη εν οδω Κυρίου. 23 και συνεστράφησαν οι παίδες Αμών προς αυτόν και εθανάτωσαν τον βασιλέα εν τω οίκω αυτού. 24 και επάταξεν ο λαός της γης πάντας τους συστραφέντας επί τον βασιλέα Αμών και εβασίλευσεν ο λαός της γης τον Ιωσίαν υιόν αυτού αντ ‘ αυτού. 25 και τα λοιπά των λόγων Αμών, όσα εποίησεν, ουκ ιδού ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 26 και έθαψαν αυτόν εν τω τάφω αυτού εν τω κήπω ‘Οζά, και εβασίλευσεν Ιωσίας υιος αυτού αντ ‘ αυτού.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΥΙΟΣ οκτώ ετών Ιωσίας εν τω βασιλεύειν αυτόν και τριάκοντα και εν έτος εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Ιεδία θυγάτηρ Εδεϊά εκ Βασουρώθ. 2 και εποίησε το ευθές εν οφθαλμοίς Κυρίου και επορεύθη εν πάση οδω Δαυίδ του πατρός αυτού, ουκ απέστη δεξιά και αριστερά. 3 και εγενήθη εν τω οκτωκαιδεκάτω έτει τω βασιλεί Ιωσία εν τω μηνί τω ογδόω απέστειλεν ο βασιλεύς τον Σαπφάν υιόν Εσελίου υιού Μεσολλάμ, τον γραμματέα οίκου Κυρίου λέγων· 4 ανάβηθι προς Χελκίαν τον ιερέα τον μέγαν και σφράγισον το αργύριον το εισενεχθέν εν οίκω Κυρίου, ό συνήγαγον οι φυλάσσοντες τον σταθμόν παρά του λαού, 5 και δότωσαν αυτό επί χείρα ποιούντων τα έργα των καθεσταμένων εν οίκω Κυρίου. και έδωκεν αυτό τοις ποιούσι τα έργα τοις εν οίκω Κυρίου του κατισχύσαι το βεδέκ του οίκου, 6 τοις τέκτοσι και τοις οικοδόμοις και τοις τειχισταίς και του κτήσασθαι ξύλα και λίθους λατομητούς, του κραταιώσαι το βεδέκ του οίκου. 7 πλήν ουκ εξελογίζοντο αυτούς το αργύριον το διδόμενον αυτοίς, ότι εν πίστει αυτοί ποιούσι. 8 και είπε Χελκίας ο ιερεύς ο μέγας προς Σαπφάν τον γραμματέα· βιβλίον του νόμου εύρον εν οίκω Κυρίου· και έδωκε Χελκίας το βιβλίον προς Σαπφάν, και ανέγνω αυτό. 9 και εισήλθεν εν οίκω Κυρίου προς τον βασιλέα και απέστρεψε τω βασιλεί ρήμα και είπεν· εχώνευσαν οι δούλοί σου το αργύριον το ευρεθέν εν οίκω Κυρίου και έδωκαν αυτό επί χείρα ποιούντων τα έργα καθεσταμένων εν οίκω Κυρίου 10 και είπε Σαπφάν ο γραμματεύς προς τον βασιλέα λέγων· βιβλίον έδωκέ μοι Χελκίας ο ιερεύς και ανέγνω αυτό Σαπφάν ενώπιον του βασιλέως. 11 και εγένετο ως ήκουσεν ο βασιλεύς τους λόγους του βιβλίου του νόμου, και διέρρηξε τα ιμάτια εαυτού. 12 και ενετείλατο ο βασιλεύς τω Χελκία τω ιερεί και τω Αχικάμ υιω Σαπφάν και τω Αχοβώρ υιω Μιχαίου και τω Σαπφάν τω γραμματεί και τω Ασαϊα δούλω του βασιλέως λέγων· 13 δεύτε εκζητήσατε τον Κύριον περί εμού και περί παντός του λαού και περί παντός του Ιούδα περί των λόγων του βιβλίου του ευρεθέντος τούτου, ότι μεγάλη η οργή Κυρίου η εκκεκαυμένη εν ημίν, υπέρ ου ουκ ήκουσαν οι πατέρες ημών των λόγων του βιβλίου τούτου του ποιείν κατά πάντα τα γεγραμμένα καθ ‘ ημών. 14 και επορεύθη Χελκίας ο ιερεύς και Αχικάμ και Αχοβώρ και Σαπφάν και Ασαϊας προς Όλδαν την προφήτιν μητέρα Σελλήμ υιού Θεκουέ υιού Αραάς του ιματιοφύλακος, και αύτη κατώκει εν Ιερουσαλήμ εν τη Μασενά, και ελάλησαν προς αυτήν. 15 και είπεν αυτοίς· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· είπατε τω ανδρί τω αποστείλαντι υμάς προς με· 16 τάδε λέγει Κύριος· ιδού εγώ επάγω κακά επί τον τόπον τούτον και επί τους ενοικούντας αυτόν, πάντας τους λόγους του βιβλίου, ους ανέγνω βασιλεύς Ιούδα, 17 ανθ ‘ ων εγκατέλιπόν με και εθυμίων θεοίς ετέροις, όπως παροργίσωσί με εν τοις έργοις των χειρών αυτών, και εκκαυθήσεται θυμός μου εν τω τόπω τούτω και ου σβεσθήσεται. 18 και προς βασιλέα Ιούδα τον αποστείλαντα υμάς επιζητήσαι τον Κύριον τάδε ερείτε προς αυτόν· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· οι λόγοι, ους ήκουσας, 19 ανθ ‘ ων ότι ηπαλύνθη η καρδία σου και ενετράπης από προσώπου, ως ήκουσας όσα ελάλησα επί τον τόπον τούτον και επί τους ενοικούντας αυτόν του είναι εις αφανισμόν και εις κατάραν, και διέρρηξας τα ιμάτιά σου και έκλαυσας ενώπιόν μου, και γε εγώ ήκουσα, λέγει Κύριος. 20 ουχ ούτως· ιδού προστίθημί σε προς τους πατέρας σου, και συναχθήση εις τον τάφον σου εν ειρήνη, και ουκ οφθήσεται εν τοις οφθαλμοίς σου εν πάσι τοις κακοίς, οίς εγώ ειμι επάγω επί τον τόπον τούτον. και επέστρεψαν τω βασιλεί το ρήμα.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 ΚΑΙ απέστειλεν ο βασιλεύς και συνήγαγε προς εαυτόν πάντας τους πρεσβυτέρους Ιούδα και Ιερουσαλήμ. 2 και ανέβη ο βασιλεύς εις οίκον Κυρίου και πας ανήρ Ιούδα και πάντες οι κατοικούντες εν Ιερουσαλήμ μετ ‘ αυτού και οι ιερείς και οι προφήται και πας ο λαός από μικρού και έως μεγάλου, και ανέγνω εν ωσίν αυτών πάντας τους λόγους του βιβλίου της διαθήκης του ευρεθέντος εν οίκω Κυρίου. 3 και έστη ο βασιλεύς προς τον στύλον και διέθετο διαθήκην ενώπιον Κυρίου του πορεύεσθαι οπίσω Κυρίου και του φυλάσσειν τας εντολάς αυτού και τα μαρτύρια αυτού και τα δικαιώματα αυτού εν πάση καρδία και εν πάση ψυχή του αναστήσαι τους λόγους της διαθήκης ταύτης, τα γεγραμμένα επί το βιβλίον τούτο· και έστη πας ο λαός εν τη διαθήκη. 4 και ενετείλατο ο βασιλεύς τω Χελκία τω ιερεί τω μεγάλω και τοις ιερεύσι της δευτερώσεως και τοις φυλάσσουσιν τον σταθμόν του εξαγαγείν εκ του ναού Κυρίου πάντα τα σκεύη τα πεποιημένα τω Βάαλ και τω άλσει και πάση τη δυνάμει του ουρανού και κατέκαυσεν αυτά έξω Ιερουσαλήμ εν σαδημώθ Κέδρων και έβαλε τον χουν αυτών εις Βαιθήλ. 5 και κατέκαυσε τους χωμαρίμ, ους έδωκαν βασιλείς Ιούδα και εθυμίων εν τοις υψηλοίς και εν ταις πόλεσιν Ιούδα και τοις περικύκλω Ιερουσαλήμ, και τους θυμιώντας τω Βάαλ και τω ηλίω και τη σελήνη και τοις μαζουρώθ και πάση τη δυνάμει του ουρανού. 6 και εξήνεγκε το άλσος εξ οίκου Κυρίου έξωθεν Ιερουσαλήμ εις τον χειμάρρουν Κέδρων και κατέκαυσεν αυτόν εν τω χειμάρρω Κέδρων και ελέπτυνεν εις χουν και έρριψεν τον χουν αυτού εις τον τάφον των υιών του λαού. 7 και καθείλε τον οίκον των καδησίμ των εν τω οίκω Κυρίου, ου αι γυναίκες ύφαινον εκεί Χεττιϊμ τω άλσει. 8 και ανήγαγε πάντας τους ιερείς εκ πόλεων Ιούδα και εμίανε τα υψηλά, ου εθυμίασαν εκεί οι ιερείς από Γαβαά και έως Βηρσαβεέ. και καθείλε τον οίκον των πυλών τον παρά την θύραν της πύλης Ιησού άρχοντος της πόλεως, των εξ αριστερών ανδρός εν τη πύλη της πόλεως. 9 πλήν ουκ ανέβησαν οι ιερείς των υψηλών προς το θυσιαστήριον Κυρίου εν Ιερουσαλήμ, ότι ει μη έφαγον άζυμα εν μέσω των αδελφών αυτών. 10 και εμίανε τον Ταφέθ τον εν φάραγγι υιού Εννόμ του διαγαγείν άνδρα τον υιόν αυτού και άνδρα την θυγατέρα αυτού τω Μολόχ εν πυρί. 11 και κατέκαυσε τους ίππους, ους έδωκαν βασιλείς Ιούδα τω ηλίω εν τη εισόδω οίκου Κυρίου εις το γαζοφυλάκιον Νάθαν βασιλέως του ευνούχου εν φαρουρίμ, και το άρμα του ηλίου κατέκαυσε πυρί. 12 και τα θυσιαστήρια τα επί του δώματος του υπερώου Άχαζ, α εποίησαν βασιλείς Ιούδα, και τα θυσιαστήρια, α εποίησε Μανασσής εν ταις δυσίν αυλαίς οίκου Κυρίου, καθείλεν ο βασιλεύς και κατέσπασεν εκείθεν και έρριψε τον χουν αυτών εις τον χειμάρρουν Κέδρων. 13 και τον οίκον τον επί πρόσωπον Ιερουσαλήμ τον εκ δεξιών του όρους του Μοσοάθ, ον ωκοδόμησε Σαλωμών βασιλεύς Ισραήλ τη Αστάρτη προσοχθίσματι Σιδωνίων και τω Χαμώς προσοχθίσματι Μωάβ και τω Μολχόλ βδελύγματι υιών Αμών, εμίανεν ο βασιλεύς. 14 και συνέτριψε τας στήλας και εξωλόθρευσε τα άλση και έπλησε τους τόπους αυτών οστέων ανθρώπων. 15 και γε το θυσιαστήριον το εν Βαιθήλ το υψηλόν, ό εποίησεν Ιεροβοάμ υιος Ναβάτ, ος εξήμαρτε τον Ισραήλ, και γε το θυσιαστήριον εκείνο το υψηλόν κατέσπασε και συνέτριψε τους λίθους αυτού και ελέπτυνεν εις χουν και κατέκαυσε το άλσος. 16 και εξένευσεν Ιωσίας και είδε τους τάφους τους εκεί εν τη πόλει και απέστειλε και έλαβε τα οστά εκ των τάφων και κατέκαυσεν επί το θυσιαστήριον και εμίανεν αυτό κατά το ρήμα Κυρίου, ό ελάλησεν ο άνθρωπος του Θεού εν τω εστάναι Ιεροβοάμ εν τη εορτη επί το θυσιαστήριον. και επιστρέψας ήρε τους οφθαλμούς αυτού επί τον τάφον του ανθρώπου του Θεού του λαλήσαντος τους λόγους τούτους 17 και είπε· τι το σκόπελον εκείνο, ό εγώ ορώ; και είπον αυτω οι άνδρες της πόλεως· ο άνθρωπος του Θεού ο εξεληλυθώς εξ Ιούδα και επικαλεσάμενος τους λόγους τούτους, ους επεκαλέσατο επί το θυσιαστήριον Βαιθήλ. 18 και είπεν· άφετε αυτόν, ανήρ μη κινησάτωσαν τα οστά αυτού· και ερρύσθησαν τα οστά αυτού μετά των οστών του προφήτου του ήκοντος εκ Σαμαρείας. 19 και γε πάντας τους οίκους των υψηλών τους εν ταις πόλεσι Σαμαρείας, ους εποίησαν βασιλείς Ισραήλ παροργίζειν Κύριον, απέστησεν Ιωσίας και εποίησεν εν αυτοίς πάντα τα έργα, α εποίησεν εν Βαιθήλ. 20 και εθυσίασε πάντας τους ιερείς των υψηλών τους όντας εκεί επί των θυσιαστηρίων και κατέκαυσε τα οστά των ανθρώπων επ ‘ αυτά, και επεστράφη εις Ιερουσαλήμ.

 21 Και ενετείλατο ο βασιλεύς παντί τω λαω λέγων· ποιήσατε πάσχα τω Κυρίω Θεω ημών, καθώς γέγραπται επί βιβλίου της διαθήκης ταύτης· 22 ότι ουκ εγενήθη το πάσχα τούτο αφ ‘ ημερών των κριτών, οί έκρινον τον Ισραήλ, και πάσας τας ημέρας βασιλέων Ισραήλ και βασιλέων Ιούδα, 23 ότι αλλ ‘ ή τω οκτωκαιδεκάτω έτει του βασιλέως Ιωσίου εγενήθη το πάσχα τω Κυρίω εν Ιερουσαλήμ. 24 και γε τους θελητάς και τους γνωριστάς και τα Θεραφίν και τα είδωλα και πάντα τα προσοχθίσματα τα γεγονότα εν τη γη Ιούδα και εν Ιερουσαλήμ εξήρεν Ιωσίας, ίνα στήση τους λόγους του νόμου τους γεγραμμένους επί του βιβλίου, ου εύρε Χελκίας ο ιερεύς εν οίκω Κυρίου. 25 όμοιος αυτω ουκ εγενήθη έμπροσθεν αυτού βασιλεύς, ος επέστρεψε προς Κύριον εν όλη καρδία αυτού και εν όλη ψυχή αυτού και εν όλη ισχύϊ αυτού κατά πάντα τον νόμον Μωυσή, και μετ ‘ αυτόν ουκ ανέστη όμοιος αυτω. 26 πλήν ουκ απεστράφη Κύριος από θυμού της οργής αυτού της μεγάλης, ου εθυμώθη οργή αυτού εν τω Ιούδα επί τους παροργισμούς, ους παρώργισεν αυτόν Μανασσής. 27 και είπε Κύριος· και γε τον Ιούδαν αποστήσω από του προσώπου μου, καθώς απέστησα τον Ισραήλ, και απώσομαι την πόλιν ταύτην, ην εξελεξάμην την Ιερουσαλήμ, και τον οίκον ου είπον· έσται το όνομά μου εκεί. 28 και τα λοιπά των λόγων Ιωσίου και πάντα, όσα εποίησεν, ουχί ταύτα γεγραμμένα επί βιβλίω λόγων ημερών τοις βασιλεύσιν Ιούδα; 29 εν δε ταις ημέραις αυτού ανέβη φαραώ Νεχαώ βασιλεύς Αιγύπτου επί βασιλέα Ασσυρίων επί ποταμόν Ευφράτην· και επορεύθη Ιωσίας εις απαντήν αυτού, και εθανάτωσεν αυτόν Νεχαώ εν Μαγεδδώ εν τω ιδείν αυτόν. 30 και επεβίβασαν αυτόν οι παίδες αυτού νεκρόν εκ Μαγεδδώ και ήγαγον αυτόν εις Ιερουσαλήμ και έθαψαν αυτόν εν τω τάφω αυτού. και έλαβεν ο λαός της γης τον Ιωάχαζ υιόν Ιωσίου και έχρισαν αυτόν και εβασίλευσαν αυτόν αντί του πατρός αυτού.

 31 Υιος είκοσι και τριών ετών ην Ιωάχαζ εν τω βασιλεύειν αυτόν και τρίμηνον εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Αμιτάλ θυγάτηρ Ιερεμίου εκ Λοβνά. 32 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου κατά πάντα, όσα εποίησαν οι πατέρες αυτού. 33 και μετέστησεν αυτόν φαραώ Νεχαώ εν Δεβλαθά εν γη Αιμάθ του μη βασιλεύειν εν Ιερουσαλήμ και έδωκε ζημίαν επί την γην εκατόν τάλαντα αργυρίου και εκατόν τάλαντα χρυσίου. 34 και εβασίλευσε φαραώ Νεχαώ επ ‘ αυτούς τον Ελιακίμ υιόν Ιωσίου βασιλέως Ιούδα αντί Ιωσίου του πατρός αυτού και επέστρεψε το όνομα αυτού Ιωακίμ· και τον Ιωάχαζ έλαβε και εισήνεγκεν εις Αίγυπτον, και απέθανεν εκεί. 35 και το αργύριον και το χρυσίον έδωκεν Ιωακίμ τω φαραώ· πλήν ετιμογράφησε την γην του δούναι το αργύριον επί στόματος φαραώ, ανήρ κατά την συντίμησιν αυτού έδωκαν το αργύριον και το χρυσίον μετά του λαού της γης του δούναι τω φαραώ Νεχαώ. 36 υιος είκοσι και πέντε ετών Ιωακίμ εν τω βασιλεύειν αυτόν και ένδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Ιελδάφ θυγάτηρ Φαδαήλ εκ Ρουμά. 37 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου κατά πάντα, όσα εποίησαν οι πατέρες αυτού.

 Δ ΒΑΣΙΛΕΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΕΝ ταις ημέραις αυτού ανέβη Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος και εγενήθη αυτω Ιωακίμ δούλος τρία έτη, και επέστρεψε και ηθέτησεν εν αυτω. 2 και απέστειλε Κύριος αυτω τους μονοζώνους των Χαλδαίων και τους μονοζώνους Συρίας και τους μονοζώνους Μωάβ και τους μονοζώνους υιών Αμών και εξαπέστειλεν αυτούς εν τη γη Ιούδα του κατισχύσαι κατά τον λόγον Κυρίου, ον ελάλησεν εν χειρί των δούλων αυτού των προφητών. 3 πλήν επί τον θυμόν Κυρίου ην εν τω Ιούδα αποστήσαι αυτόν από του προσώπου αυτού εν αμαρτίαις Μανασσή κατά πάντα, όσα εποίησε. 4 και γε το αίμα αθωον εξέχεε και έπλησε την Ιερουσαλήμ αίματος αθώου· και ουκ ηθέλησε Κύριος ιλασθήναι. 5 και τα λοιπά των λόγων Ιωακίμ και πάντα, όσα εποίησεν, ουκ ιδού ταύτα γεγραμμένα επί βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; 6 και εκοιμήθη Ιωακίμ μετά των πατέρων αυτού, και εβασίλευσεν Ιωαχίμ υιος αυτού αντ ‘ αυτού. 7 και ου προσέθετο έτι βασιλεύς Αιγύπτου εξελθείν εκ της γης αυτού, ότι έλαβε βασιλεύς Βαβυλώνος από του χειμάρρου Αιγύπτου έως του ποταμού Ευφράτου πάντα, όσα ην του βασιλέως Αιγύπτου.

 8 Υιος οκτωκαίδεκα ετών Ιωαχίμ εν τω βασιλεύειν αυτόν και τρίμηνον εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Νέσθα, θυγάτηρ Ελλαναθάν εξ Ιερουσαλήμ. 9 και εποίησε το πονηρόν εν οφθαλμοίς Κυρίου κατά πάντα, όσα εποίησεν ο πατήρ αυτού. 10 εν τω καιρω εκείνω ανέβη Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος εις Ιερουσαλήμ και ήλθεν η πόλις εν περιοχή. 11 και εισήλθε Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος εις πόλιν, και οι παίδες αυτού επολιόρκουν επ ‘ αυτήν. 12 και εξήλθεν Ιωαχίμ βασιλεύς Ιούδα επί βασιλέα Βαβυλώνος, αυτός και οι παίδες αυτού και η μήτηρ αυτού και οι άρχοντες αυτού και οι ευνούχοι αυτού, και έλαβεν αυτόν βασιλεύς Βαβυλώνος εν τω ογδόω έτει της βασιλείας αυτού. 13 και εξήνεγκεν εκείθεν πάντας τους θησαυρούς οίκου Κυρίου και τους θησαυρούς οίκου του βασιλέως και συνέκοψε πάντα τα σκεύη τα χρυσά, α εποίησε Σαλωμών ο βασιλεύς Ισραήλ εν τω ναω Κυρίου κατά το ρήμα Κυρίου. 14 και απώκισε την Ιερουσαλήμ και πάντας τους άρχοντας και τους δυνατούς ισχύϊ αιχμαλωσίας δέκα χιλιάδας αιχμαλωτίσας και παν τέκτονα και τον συγκλείοντα, και ουχ υπελείφθη πλήν οι πτωχοί της γης. 15 και απώκισε τον Ιωαχίμ εις Βαβυλώνα και την μητέρα του βασιλέως και τους ευνούχους αυτού· και τους ισχυρούς της γης απήγαγεν εις αποικεσίαν εξ Ιερουσαλήμ εις Βαβυλώνα 16 και πάντας τους άνδρας της δυνάμεως επτακισχιλίους και τον τέκτονα και τον συγκλείοντα χιλίους, πάντες δυνατοί ποιούντες πόλεμον, και ήγαγεν αυτούς βασιλεύς Βαβυλώνος μετοικεσίαν εις Βαβυλώνα. 17 και εβασίλευσε βασιλεύς Βαβυλώνος τον Ματθανίαν υιόν αυτού αντ ‘ αυτού και επέθηκε το όνομα αυτού Σεδεκία.

 18 Υιος είκοσι και ενός ενιαυτών Σεδεκίας εν τω βασιλεύειν αυτόν και ένδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Αμιτάλ θυγάτηρ Ιερεμίου. 19 και εποίησε το πονηρόν ενώπιον Κυρίου κατά πάντα, όσα εποίησεν Ιωακίμ· 20 ότι επί τον θυμόν Κυρίου ην επί Ιερουσαλήμ και εν τω Ιούδα, έως απέρριψεν αυτούς από προσώπου αυτού. και ηθέτησε Σεδεκίας εν τω βασιλεί Βαβυλώνος.

 Δ ΒΑΣΙΛΕΙΩΝ

ΚΕΦΑΛΑΙΟΝ ΚΕ

 1 ΚΑΙ εγενήθη εν τω έτει τω ενάτω της βασιλείας αυτού εν τω μηνί τω δεκάτω ήλθε Ναβουχοδονόσορ ο βασιλεύς Βαβυλώνος και πάσα η δύναμις αυτού επί Ιερουσαλήμ και παρενέβαλεν επ ‘ αυτήν και ωκοδόμησεν επ ‘ αυτήν περίτειχος κύκλω. 2 και ήλθεν η πόλις εν περιοχή έως του ενδεκάτου έτους του βασιλέως Σεδεκίου ενάτη του μηνός 3 και ενίσχυσεν ο λιμός εν τη πόλει, και ουκ ήσαν άρτοι τω λαω της γης. 4 και ερράγη η πόλις, και πάντες οι άνδρες του πολέμου εξήλθον νυκτός οδόν πύλης της ανά μέσον των τειχών, αύτη ή εστι του κήπου του βασιλέως, και οι Χαλδαίοι επί την πόλιν κύκλω. και επορεύθη οδόν την Άραβα, 5 και εδίωξεν η δύναμις των Χαλδαίων οπίσω του βασιλέως και κατέλαβον αυτόν εν Αραβώθ Ιεριχώ, και πάσα η δύναμις αυτού διεσπάρη επάνωθεν αυτού. 6 και συνέλαβον τον βασιλέα και ήγαγον αυτόν προς βασιλέα Βαβυλώνος εις Δεβλαθά, και ελάλησε μετ ‘ αυτού κρίσιν· 7 και τους υιούς Σεδεκίου έσφαξε κατ ‘ οφθαλμούς αυτού, και τους οφθαλμούς Σεδεκίου εξετύφλωσε και έδησεν αυτόν εν πέδαις και ήγαγεν εις Βαβυλώνα.

 8 Και εν τω μηνί τω πέμπτω εβδόμη του μηνός (αυτός ενιαυτός εννεακαιδέκατος τω Ναβουχοδονόσορ βασιλεί Βαβυλώνος) ήλθε Ναβουζαρδάν ο αρχιμάγειρος εστώς ενώπιον βασιλέως Βαβυλώνος εις Ιερουσαλήμ. 9 και ενέπρησε τον οίκον Κυρίου και τον οίκον του βασιλέως και πάντας τους οίκους Ιερουσαλήμ, και παν οίκον ενέπρησεν ο αρχιμάγειρος. 10 και το τείχος Ιερουσαλήμ κυκλόθεν κατέσπασεν η δύναμις των Χαλδαίων. 11 και το περισσόν του λαού το καταλειφθέν εν τη πόλει και τους εμπεπτωκότας, οί ενέπεσον προς τον βασιλέα Βαβυλώνος, και το λοιπόν του στηρίγματος μετηρε Ναβουζαρδάν ο αρχιμάγειρος. 12 και από των πτωχών της γης υπέλιπεν ο αρχιμάγειρος εις αμπελουργούς και εις γαβίν. 13 και τους στύλους τους χαλκούς τους εν οίκω Κυρίου και τας μεχωνώθ και την θάλασσαν την χαλκήν την εν οίκω Κυρίου συνέτριψαν οι Χαλδαίοι. και ήραν τον χαλκόν αυτών εις Βαβυλώνα. 14 και τους λέβητας και τα ιαμίν και τας φιάλας και τας θυϊσκας και πάντα τα σκεύη τα χαλκά, εν οίς λειτουργούσιν εν αυτοίς, έλαβε· 15 και τα πυρεία και τας φιάλας τας χρυσάς και τας αργυράς έλαβεν ο αρχιμάγειρος, 16 στύλους δύο και την θάλασσαν μίαν και τας μεχωνώθ, ας εποίησε Σαλωμών τω οίκω Κυρίου· ουκ ην σταθμός του χαλκού πάντων των σκευών. 17 οκτωκαίδεκα πήχεων ύψος του στύλου του ενός, και το χωθάρ επ ‘ αυτού το χαλκούν, και το ύψος του χωθάρ τριών πήχεων, σαβαχά και ροαί επί τω χωθάρ κύκλω, τα πάντα χαλκά· και κατά τα αυτά τω στύλω τω δευτέρω επί τώ σαβαχά. 18 και έλαβεν ο αρχιμάγειρος τον Σαραίαν ιερέα τον πρώτον και τον Σοφονίαν υιόν της δευτερώσεως και τους τρεις τους φυλάσσοντας τον σταθμόν 19 και εκ της πόλεως έλαβον ευνούχον ένα, ος ην επιστάτης των ανδρών των πολεμιστών, και πέντε άνδρας των ορώντων το πρόσωπον του βασιλέως τους ευρεθέντας εν τη πόλει και τον γραμματέα του άρχοντος της δυνάμεως τον εκτάσσοντα τον λαόν της γης και εξήκοντα άνδρας του λαού της γης τους ευρεθέντας εν τη πόλει. 20 και έλαβεν αυτούς Ναβουζαρδάν ο αρχιμάγειρος, και ήγαγεν αυτούς προς τον βασιλέα Βαβυλώνος εις Δεβλαθά. 21 και έπαισεν αυτούς ο βασιλεύς Βαβυλώνος και εθανάτωσεν αυτούς εις Δεβλαθά εν γη Αιμάθ. και απωκίσθη Ιούδας επάνωθεν της γης αυτού.

 22 Και ο λαός ο καταλειφθείς εν τη γη Ιούδα, ους κατέλιπε Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος, και κατέστησεν επ ‘ αυτών τον Γοδολίαν υιόν Αχικάμ υιού Σαφάν. 23 και ήκουσαν πάντες οι άρχοντες της δυνάμεως, αυτοί και οι άνδρες αυτών, ότι κατέστησε βασιλεύς Βαβυλώνος τον Γοδολίαν, και ήλθον προς Γοδολίαν εις Μασσηφάθ, και Ισμαήλ υιος Ναθανίου και Ιωανάν υιος Καρήθ και Σαραίας υιος Θαναμάθ ο Νετωφαθίτης και Ιεζονίας υιος του Μαχαθί, αυτοί και οι άνδρες αυτών. 24 και ώμοσε Γοδολίας αυτοίς και τοις ανδράσιν αυτών και είπεν αυτοίς· μη φοβείσθε πάροδον των Χαλδαίων· καθίσατε εν τη γη και δουλεύσατε τω βασιλεί Βαβυλώνος, και καλώς έσται υμίν. 25 και εγενήθη εν τω εβδόμω μηνί ήλθεν Ισμαήλ υιος Ναθανίου υιού Ελισαμά εκ του σπέρματος των βασιλέων και δέκα άνδρες μετ ‘ αυτού· και επάταξε τον Γοδολίαν, και απέθανε, και τους Ιουδαίους και τους Χαλδαίους, οί ήσαν μετ ‘ αυτού εν Μασσηφάθ. 26 και ανέστη πας ο λαός από μικρού έως μεγάλου και οι άρχοντες των δυνάμεων και εισήλθον εις Αίγυπτον, ότι εφοβήθησαν από προσώπου των Χαλδαίων.

 27 Και εγενήθη εν τω τριακοστω και εβδόμω έτει της αποικίας του Ιωαχίμ βασιλέως Ιούδα, εν τω δωδεκάτω μηνί εβδόμη και εικάδι του μηνός ύψωσεν Ευιαλμαρωδάχ βασιλεύς Βαβυλώνος εν τω ενιαυτω της βασιλείας αυτού την κεφαλήν Ιωαχίμ του βασιλέως Ιούδα και εξήγαγεν αυτόν εξ οίκου φυλακής αυτού. 28 και ελάλησε μετ ‘ αυτού αγαθά και έδωκε τον θρόνον αυτού επάνωθεν των θρόνων των βασιλέων των μετ ‘ αυτού εν Βαβυλώνι, 29 και ηλλοίωσε τα ιμάτια της φυλακής αυτού και ήσθιεν άρτον διαπαντός ενώπιον αυτού πάσας τας ημέρας της ζωής αυτού· 30 και η εστιατορία αυτού εστιατορία διαπαντός εδόθη αυτω εξ οίκου του βασιλέως λόγον ημέρας εν τη ημέρα αυτού πάσας τας ημέρας της ζωής αυτού.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.