Τρίτη, 27 Νοεμβρίου 2012

Β' Παραλειπομένων




Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΚΑΙ ενίσχυσε Σαλωμών υιος Δαυίδ επί την βασιλείαν αυτού, και Κύριος ο Θεός αυτού μετ' αυτού και εμεγάλυνεν αυτόν εις ύψος. 2 και είπε Σαλωμών προς πάντα Ισραήλ, τοις χιλιάρχοις και τοις εκατοντάρχοις και τοις κριταίς και πάσι τοις άρχουσιν εναντίον Ισραήλ τοις άρχουσι των πατριών. 3 και επορεύθη Σαλωμών και πάσα η εκκλησία εις την υψηλήν την εν Γαβαών, ου εκεί ην η σκηνή του μαρτυρίου του Θεού, ην εποίησε Μωυσής παις Κυρίου εν τη ερήμω· 4 αλλά κιβωτόν του Θεού ανήνεγκε Δαυίδ εκ πόλεως Καριαθιαρίμ, ότι ητοίμασεν αυτη Δαυίδ, ότι έπηξεν αυτη σκηνήν εν Ιερουσαλήμ. 5 και το θυσιαστήριον το χαλκούν, ό εποίησε Βεσελεήλ υιος Ουρίου, υιού Ωρ, εκεί ην έναντι της σκηνής Κυρίου, και εξεζήτησεν αυτό Σαλωμών και η εκκλησία, 6 και ήνεγκε Σαλωμών εκεί επί το θυσιαστήριον το χαλκούν ενώπιον Κυρίου το εν τη σκηνή και ήνεγκεν επ' αυτω ολοκαύτωσιν χιλίαν. 7 εν τη νυκτί εκείνη ώφθη Θεός τω Σαλωμών και είπεν αυτω· αίτησαι τι σοι δώ. 8 και είπε Σαλωμών προς τον Θεόν· συ εποίησας μετά Δαυίδ του πατρός μου έλεος μέγα και
εβασίλευσάς με αντ' αυτού· 9 και νυν, Κύριε ο Θεός, πιστωθήτω δη το όνομά σου επί Δαυίδ τον πατέρα μου, ότι συ εβασίλευσάς με επί λαόν πολύν, ως ο Χους της γης· 10 νυν σοφίαν και σύνεσιν δος μοι, και εξελεύσομαι ενώπιον του λαού τούτου και εισελεύσομαι, ότι τις κρινεί τον λαόν σου τον μέγαν τούτον; 11 και είπεν ο Θεός προς Σαλωμών· ανθ' ων εγένετο τούτο εν τη καρδία σου και ουκ ητήσω πλούτον χρημάτων ουδέ δόξαν ουδέ την ψυχήν των υπεναντίων και ημέρας πολλάς ουκ ητήσω, και ήτησας σεαυτω σοφίαν και σύνεσιν, όπως κρίνης τον λαόν μου, εφ' ον εβασίλευσά σε επ' αυτόν, 12 την σοφίαν και την σύνεσιν δίδωμί σοι και πλούτον και χρήματα και δόξαν δώσω σοι, ως ουκ εγενήθη όμοιός σοι εν τοις βασιλεύσι τοις έμπροσθέν σου, και μετά σε ουκ έσται ούτως. 13 και ήλθε Σαλωμών εκ βαμά της εν Γαβαών εις Ιερουσαλήμ προ προσώπου της σκηνής του μαρτυρίου και εβασίλευσεν επί Ισραήλ.

 14 Και συνήγαγε Σαλωμών άρματα και ιππείς, και εγένοντο αυτω χίλια και τετρακόσια άρματα και δώδεκα χιλιάδες ιππέων· και κατέλιπεν αυτά εν πόλεσι των αρμάτων, και ο λαός μετά του βασιλέως εν Ιερουσαλήμ. 15 και έθηκεν ο βασιλεύς το αργύριον και το χρυσίον εν Ιερουσαλήμ ως λίθους, και τας κέδρους εν τη Ιουδαία ως συκαμίνους τας εν τη πεδινή εις πλήθος. 16 και η έξοδος των ίππων Σαλωμών εξ Αιγύπτου, και η τιμή των εμπόρων του βασιλέως· εμπορεύεσθαι ηγόραζον. 17 και ανέβαινον και εξήγον εξ Αιγύπτου άρμα εν εξακοσίων αργυρίου και ίππον πεντήκοντα και εκατόν αργυρίου· και ούτω πάσι τοις βασιλεύσι των Χετταίων και τοις βασιλεύσι Συρίας εν χερσίν αυτών έφερον.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ είπε Σαλωμών του οικοδομήσαι οίκον τω ονόματι Κυρίου και οίκον τη βασιλεία αυτού. 2 και συνήγαγε Σαλωμών εβδομήκοντα χιλιάδας ανδρών νωτοφόρων και ογδοήκοντα χιλιάδας λατόμων εν τω όρει, και οι επιστάται επ' αυτών τρισχίλιοι εξακόσιοι. 3 και απέστειλε Σαλωμών προς Χιράμ βασιλέα Τύρου λέγων· ως εποίησας μετά Δαυίδ του πατρός μου και απέστειλας αυτω κέδρους του οικοδομήσαι εαυτω οίκον κατοικήσαι εν αυτω, 4 και ιδού εγώ ο υιος αυτού οικοδομώ οίκον τω ονόματι Κυρίου Θεού μου αγιάσαι αυτόν αυτω του θυμιάν απέναντι αυτού θυμίαμα και πρόθεσιν δια παντός και του αναφέρειν ολοκαυτώματα δια παντός το πρωϊ και το δείλης και εν τοις σαββάτοις και εν ταις νουμηνίαις και εν ταις εορταίς του Κυρίου Θεού ημών· εις τον αιώνα τούτο επί τον Ισραήλ. 5 και ο οίκος, ον εγώ οικοδομώ μέγας, ότι μέγας Κύριος ο Θεός ημών παρά πάντας τους θεούς. 6 και τις ισχύσει οικοδομήσαι αυτω οίκον; ότι ο ουρανός και ο ουρανός του ουρανού ου φέρουσι την δόξαν αυτού. και τις εγώ οικοδομών αυτω οίκον; ότι αλλ' ή του θυμιάν κατέναντι αυτού. 7 και νυν απόστειλόν μοι άνδρα σοφόν και ειδότα του ποιήσαι εν τω χρυσίω και εν τω αργυρίω και εν τω χαλκω και εν τω σιδήρω και εν τη πορφύρα και εν τω κοκκίνω και εν τη υακίνθω και επιστάμενον γλύψαι γλυφήν μετά των σοφών των μετ' εμού εν Ιούδα και εν Ιερουσαλήμ, α ητοίμασε Δαυίδ ο πατήρ μου. 8 και απόστειλόν μοι ξύλα κέδρινα και αρκεύθινα και πεύκινα εκ του Λιβάνου, ότι εγώ οίδα ως οι δούλοί σου οίδασι κόπτειν ξύλα εκ του Λιβάνου· και ιδού οι παίδές σου μετά των παίδων μου 9 πορεύσονται ετοιμάσαι μοι ξύλα εις πλήθος, ότι ο οίκος, ον εγώ οικοδομώ μέγας και ένδοξος. 10 και ιδού τοις εργαζομένοις τοις κόπτουσι ξύλα εις βρώματα δέδωκα σίτον εις δόματα τοις παισί σου κόρων πυρού είκοσι χιλιάδας και κριθών κόρων είκοσι χιλιάδας και οίνου μέτρων είκοσι χιλιάδας και ελαίου μέτρων είκοσι χιλιάδας. 11 και είπε Χιράμ βασιλεύς Τύρου εν γραφή και απέστειλε προς Σαλωμών λέγων· εν τω αγαπήσαι Κύριον τον λαόν αυτού έδωκέ σε επ' αυτούς βασιλέα. 12 και είπε Χιράμ· ευλογητός Κύριος ο Θεός Ισραήλ, ος εποίησε τον ουρανόν και την γην, ος έδωκε τω Δαυίδ τω βασιλεί υιόν σοφόν και επιστάμενον επιστήμην και σύνεσιν, ος οικοδομήσει οίκον τω Κυρίω και οίκον τη βασιλεία αυτού. 13 και νυν απέστειλά σοι άνδρα σοφόν και ειδότα σύνεσιν Χιράμ τον πατέρα μου (14 η μήτηρ αυτού από θυγατέρων Δάν, και ο πατήρ αυτού ανήρ Τύριος) ειδότα ποιήσαι εν χρυσίω και εν αργυρίω και εν χαλκω και εν σιδήρω και εν λίθοις και ξύλοις και υφαίνειν εν τη πορφύρα και εν τη υακίνθω και εν τη βύσσω και εν τω κοκκίνω και γλύψαι γλυφάς και διανοείσθαι πάσαν διανόησιν, όσα αν δως αυτω, μετά των σοφών σου και σοφών Δαυίδ κυρίου μου πατρός σου. 15 και νυν τον σίτον και την κριθήν και το έλαιον και τον οίνον, α είπεν ο κύριός μου, αποστειλάτω τοις παισίν αυτού. 16 και ημείς κόψομεν ξύλα εκ του Λιβάνου κατά πάσαν την χρείαν σου και άξομεν αυτά σχεδίαις επί θάλασσαν Ιόππης, και συ άξεις αυτά εις Ιερουσαλήμ. 17 και συνήγαγε Σαλωμών πάντας τους άνδρας τους προσηλύτους τους εν γη Ισραήλ μετά τον αριθμόν, ον ηρίθμησεν αυτούς Δαυίδ ο πατήρ αυτού, και ευρέθησαν εκατόν πεντήκοντα χιλιάδες και τρισχίλιοι εξακόσιοι. 18 και εποίησεν εξ αυτών εβδομήκοντα χιλιάδας νωτοφόρων και ογδοήκοντα χιλιάδας λατόμων και τρισχιλίους εξακοσίους εργοδιώκτας επί τον λαόν.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ ήρξατο Σαλωμών του οικοδομείν τον οίκον Κυρίου εν Ιερουσαλήμ εν όρει του Αμωρία, ου ώφθη Κύριος τω Δαυίδ πατρί αυτού, εν τω τόπω, ω ητοίμασε Δαυίδ εν άλω ‘Ορνά του Ιεβουσαίου. 2 και ήρξατο οικοδομήσαι εν τω μηνί τω δευτέρω εν τω έτει τω τετάρτω της βασιλείας αυτού. 3 και ταύτα ήρξατο Σαλωμών του οικοδομήσαι τον οίκον του Θεού· μήκος πήχεων η διαμέτρησις η πρώτη πήχεων εξήκοντα και εύρος πήχεων είκοσι. 4 και αιλάμ κατά πρόσωπον του οίκου, μήκος επί πρόσωπον πλάτους του οίκου πήχεων είκοσι και ύψος πήχεων εκατόν είκοσι· και κατεχρύσωσεν αυτόν έσωθεν χρυσίω καθαρω. 5 και τον οίκον τον μέγαν εξύλωσε ξύλοις κεδρίνοις και κατεχρύσωσε χρυσίω καθαρω και έγλυψεν επ' αυτού φοίνικας και χαλαστά. 6 και εκόσμησε τον οίκον λίθοις τιμίοις εις δόξαν και εχρύσωσε χρυσίω χρυσίου του εκ Φαρουϊμ 7 και εχρύσωσε τον οίκον και τους τοίχους αυτού και τους πυλώνας και τα οροφώματα και τα θυρώματα χρυσίω και έγλυψε Χερουβίμ επί των τοίχων. 8 και εποίησε τον οίκον του αγίου των αγίων, μήκος αυτού επί πρόσωπον πλάτους του οίκου πήχεων είκοσι και το εύρος πήχεων είκοσι, και εχρύσωσεν αυτόν χρυσίω καθαρω εις Χερουβίμ εις τάλαντα εξακόσια. 9 και ολκή των ήλων, ολκή του ενός πεντήκοντα σίκλοι χρυσίου. και το υπερωον εχρύσωσε χρυσίω. 10 και εποίησεν εν τω οίκω τω αγίω των αγίων Χερουβίμ δύο, έργον εκ ξύλων και εχρύσωσεν αυτά χρυσίω. 11 και αι πτέρυγες των Χερουβίμ το μήκος πήχεων είκοσι, και η πτέρυξ η μία πήχεων πέντε απτομένη του τοίχου του οίκου, και η πτέρυξ η ετέρα πήχεων πέντε απτομένη της πτέρυγος του Χερούβ του ετέρου· 13 και αι πτέρυγες των Χερουβίμ τούτων διαπεπετασμέναι πήχεων είκοσι· και αυτά εστηκόκα επί τους πόδας αυτών, και τα πρόσωπα αυτών εις τον οίκον. 14 και εποίησε το καταπέτασμα υακίνθου και πορφύρας και κοκκίνου και βύσσου και ύφανεν εν αυτω Χερουβίμ. 15 και εποίησεν έμπροσθεν του οίκου στύλους δύο, πήχεων τριακονταπέντε το ύψος και τας κεφαλάς αυτών πήχεων πέντε. 16 και εποίησε σερσερώθ εν τω δαβίρ και έδωκεν επί των κεφαλών των στύλων. και εποίησε ροϊσκους εκατόν και εποίησε ροϊσκους επί των χαλαστών. 17 και έστησε τους στύλους κατά πρόσωπον του ναού, ένα εκ δεξιών και τον ένα εξ ευωνύμων, και εκάλεσε το όνομα του εκ δεξιών Κατόρθωσις και το όνομα του εξ αριστερών Ισχύς.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ εποίησε θυσιαστήριον χαλκούν, είκοσι πήχεων το μήκος και είκοσι πήχεων το εύρος και δέκα πήχεων το ύψος. 2 και εποίησε την θάλασσαν χυτήν, δέκα πήχεων την διαμέτρησιν, στρογγύλην κυκλόθεν, και πέντε πήχεων το ύψος και το κύκλωμα τριάκοντα πήχεων. 3 και ομοίωμα μόσχων υποκάτω αυτής, κύκλω κυκλούσιν αυτήν, δέκα πήχεις περιέχουσι τον λουτήρα κυκλόθεν. δύο γένη εχώνευσαν τους μόσχους εν τη χωνεύσει αυτών, 4 ή εποίησαν αυτούς, δώδεκα μόσχους, οι τρεις βλέποντες βορράν και οι τρεις δυσμάς και οι τρεις νότον και οι τρεις κατ' ανατολάς, και η θάλασσα επ' αυτών άνω, ήσαν τα οπίσθια αυτών έσω. 5 και το πάχος αυτής παλαιστής, και το χείλος αυτής ως χείλος ποτηρίου, διαγεγλυμμένα βλαστούς κρίνου, χωρούσαν μετρητάς τρισχιλίους· και εξετέλεσε. 6 και εποίησε λουτήρας δέκα και έθηκε τους πέντε εκ δεξιών και τους πέντε εξ αριστερών του πλύνειν εν αυτοίς τα έργα των ολοκαυτωμάτων και αποκλύζειν εν αυτοίς· και η θάλασσα εις το νίπτεσθαι τους ιερείς εν αυτη. 7 και εποίησε τας λυχνίας τας χρυσάς δέκα κατά το κρίμα αυτών και έθηκεν εν τω ναω, πέντε εκ δεξιών και πέντε εξ αριστερών. 8 και εποίησε τραπέζας δέκα και έθηκεν εν τω ναω, πέντε εκ δεξιών και πέντε εξ ευωνύμων, και εποίησε φιάλας χρυσάς εκατόν. 9 και εποίησε την αυλήν των ιερέων και την αυλήν την μεγάλην και θύρας τη αυλή και θυρώματα αυτών κατακεχαλκωμένα χαλκω· 10 και την θάλασσαν έθηκεν από γωνίας του οίκου εκ δεξιών ως προς ανατολάς κατέναντι. 11 και εποίησε Χιράμ τας κρεάγρας και τα πυρεία και την εσχάραν του θυσιαστηρίου και πάντα τα σκεύη αυτού. και συνετέλεσε Χιράμ ποιήσαι πάσαν την εργασίαν, ην εποίησε Σαλωμών τω βασιλεί εν οίκω του Θεού, 12 στύλους δύο και επ' αυτών γωλάθ τη χωθαρέθ επί των κεφαλών των στύλων δύο και δίκτυα δύο συγκαλύψαι τας κεφαλάς των χωθαρέθ, α εστιν επί των κεφαλών των στύλων, 13 και κώδωνας χρυσούς τετρακοσίους εις τα δύο δίκτυα και δύο γένη ροϊσκων εν τω δικτύω τω ενί του συγκαλύψαι τας δύο γωλάθ των χωθαρέθ, α εστιν επάνω των στύλων. 14 και τας μεχωνώθ εποίησε δέκα, και τους λουτήρας εποίησεν επί των μεχωνώθ 15 και την θάλασσαν μίαν και τους μόσχους τους δώδεκα υποκάτω αυτής 16 και τους ποδιστήρας και τους αναλημπτήρας και τους λέβητας και τας κρεάγρας και πάντα τα σκεύη αυτών, α εποίησε Χιράμ, και ανήνεγκε τω βασιλεί Σαλωμών εν οίκω Κυρίου χαλκού καθαρού. 17 εν τω περιχώρω του Ιορδάνου εχώνευσεν αυτά ο βασιλεύς εν τω πάχει της γης εν οίκω Σοκχώθ και ανά μέσον Σαρηδαθά. 18 και εποίησε Σαλωμών πάντα τα σκεύη ταύτα εις πλήθος σφόδρα, ότι ουκ εξέλιπεν ολκή του χαλκού. 19 και εποίησε Σαλωμών πάντα τα σκεύη οίκου Κυρίου και το θυσιαστήριον το χρυσούν και τας τραπέζας (και επ' αυτών άρτοι προθέσεως) 20 και τας λυχνίας και τους λύχνους του φωτός κατά το κρίμα και κατά πρόσωπον του δαβίρ χρυσίου καθαρού 21 και λαβίδες αυτών και οι λύχνοι αυτών και τας φιάλας και τας θυϊσκας και τα πυρεία χρυσίου καθαρού, 22 και η θύρα του οίκου η εσωτέρα εις τα άγια των αγίων, και τας θύρας του οίκου του ναού χρυσάς.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ συνετελέσθη πάσα η εργασία, ην εποίησε Σαλωμών εν οίκω Κυρίου. και εισήνεγκε Σαλωμών τα άγια Δαυίδ του πατρός αυτού, το αργύριον και το χρυσίον και τα σκεύη και έδωκεν εις θησαυρόν οίκου Κυρίου. 2 τότε εξεκκλησίασε Σαλωμών πάντας τους πρεσβυτέρους Ισραήλ και πάντας τους άρχοντας των φυλών τους ηγουμένους πατριών υιών Ισραήλ εις Ιερουσαλήμ του ανενέγκαι κιβωτόν διαθήκης Κυρίου εκ πόλεως Δαυίδ (αύτη Σιών)· 3 και εξεκκλησιάσθησαν προς τον βασιλέα πας Ισραήλ εν τη εορτη (ούτος ο μην έβδομος) 4 και ήλθον πάντες οι πρεσβύτεροι Ισραήλ και έλαβον πάντες οι Λευίται την κιβωτόν 5 και ανήνεγκαν την κιβωτόν και την σκηνήν του μαρτυρίου και πάντα τα σκεύη τα άγια εν τη σκηνή, και ανήνεγκαν αυτήν οι ιερείς και οι Λευίται. 6 και ο βασιλεύς Σαλωμών και πάσα συναγωγή Ισραήλ και οι φοβούμενοι και οι επισυνηγμένοι αυτών έμπροσθεν της κιβωτού θύοντες μόσχους και πρόβατα, οί ουκ αριθμηθήσονται και οί ου λογισθήσονται από του πλήθους. 7 και εισήνεγκαν οι ιερείς την κιβωτόν διαθήκης Κυρίου εις τον τόπον αυτής, εις το δαβίρ του οίκου εις τα άγια των αγίων, υποκάτω των πτερύγων των Χερουβίμ. 8 και ην τα Χερουβίμ διαπεπετακότα τας πτέρυγας αυτών επί τον τόπον της κιβωτού, και συνεκάλυπτε τα Χερουβίμ επί την κιβωτόν και επί τους αναφορείς αυτής επάνωθεν· 9 και υπερείχον οι αναφορείς, και εβλέποντο αι κεφαλαί των αναφορέων εκ των αγίων εις πρόσωπον του δαβίρ, ουκ εβλέποντο έξω· και ήσαν εκεί έως της ημέρας ταύτης. 10 ουκ ην εν τη κιβωτω πλήν δύο πλάκες, ας έθηκε Μωυσής εν Χωρήβ, α διέθετο Κύριος μετά των υιών Ισραήλ εν τω εξελθείν αυτούς εκ γης Αιγύπτου. 11 και εγένετο εν τω εξελθείν τους ιερείς εκ των αγίων -ότι πάντες οι ιερείς οι ευρεθέντες ηγιάσθησαν, ουκ ήσαν διατεταγμένοι κατ' εφημερίαν, 12 και οι Λευίται οι ψαλτωδοί πάντες τοις υιοίς Ασάφ, τω Αιμάν, τω Ιδιθούν και τοις υιοίς αυτών και τοις αδελφοίς αυτών, των ενδεδυμένων στολάς βυσσίνας, εν κυμβάλοις και εν νάβλαις και εν κινύραις, εστηκότες κατέναντι του θυσιαστηρίου και μετ' αυτών ιερείς εκατόν είκοσι σαλπίζοντες ταις σάλπιγξι· 13 και εγένετο μία φωνή εν τω σαλπίζειν και εν τω ψαλτωδείν και εν τω αναφωνείν φωνή μια του εξομολογείσθαι και αινείν τω Κυρίω- και ύψωσαν φωνήν εν σάλπιγξι και εν κυμβάλοις και εν οργάνοις των ωδών και έλεγον· εξομολογείσθε τω Κυρίω, ότι αγαθόν, ότι εις τον αιώνα το έλεος αυτού. και ο οίκος ενεπλήσθη νεφέλης δόξης Κυρίου, 14 και ουκ ηδύναντο οι ιερείς του στήναι λειτουργείν από προσώπου της νεφέλης, ότι ενέπλησε δόξα Κυρίου τον οίκον του Θεού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΤΟΤΕ είπε Σαλωμών· Κύριος είπε του κατασκηνώσαι εν γνόφω· 2 και εγώ ωκοδόμηκα οίκον τω ονόματί σου άγιόν σοι και έτοιμον του κατασκηνώσαι εις τους αιώνας. 3 και επέστρεψεν ο βασιλεύς το πρόσωπον αυτού και ευλόγησε την πάσαν εκκλησίαν Ισραήλ, και πάσα η εκκλησία Ισραήλ παρειστήκει. 4 και είπεν· ευλογητός Κύριος ο Θεός Ισραήλ, ως ελάλησεν εν στόματι αυτού προς Δαυίδ τον πατέρα μου και εν χερσίν αυτού επλήρωσε λέγων· 5 από της ημέρας, ης ανήγαγον τον λαόν μου εκ γης Αιγύπτου, ουκ εξελεξάμην εν πόλει από πασών φυλών Ισραήλ του οικοδομήσαι οίκον του είναι το όνομά μου εκεί και ουκ εξελεξάμην ανδρί του είναι εις ηγούμενον επί τον λαόν μου Ισραήλ· 6 και εξελεξάμην την Ιερουσαλήμ γενέσθαι το όνομά μου εκεί και εξελεξάμην εν Δαυίδ του είναι επί τον λαόν μου Ισραήλ. 7 και εγένετο επί καρδίαν Δαυίδ του πατρός μου του οικοδομήσαι οίκον τω ονόματι Κυρίου Θεού Ισραήλ, 8 και είπε Κύριος προς Δαυίδ πατέρα μου· διότι εγένετο επί καρδίαν σου του οικοδομήσαι οίκον τω ονόματί μου, καλώς εποίησας, ότι εγένετο επί την καρδίαν σου· 9 πλήν συ ουκ οικοδομήσεις τον οίκον, ότι ο υιος σου, ος εξελεύσεται εκ της οσφύος σου, ούτος οικοδομήσει τον οίκον τω ονόματί μου. 10 και ανέστησε Κύριος τον λόγον τούτον, ον ελάλησε, και εγενήθην αντί Δαυίδ του πατρός μου και εκάθισα επί τον θρόνον Ισραήλ, καθώς ελάλησε Κύριος, και ωκοδόμησα τον οίκον τω ονόματι Κυρίου Θεού Ισραήλ 11 και έθηκα εκεί την κιβωτόν, εν ή εκεί διαθήκη Κυρίου, ην διέθετο τω Ισραήλ.

 12 Και έστη κατέναντι του θυσιαστηρίου Κυρίου έναντι πάσης εκκλησίας Ισραήλ και διεπέτασε τας χείρας αυτού· 13 ότι εποίησε Σαλωμών βάσιν χαλκήν και έθηκεν αυτήν εν μέσω της αυλής του ιερού, πέντε πήχεων το μήκος αυτής και πέντε πήχεων το εύρος αυτής και τριών πήχεων το ύψος αυτής, και έστη επ' αυτής και έπεσεν επί τα γόνατα έναντι πάσης εκκλησίας Ισραήλ και διεπέτασε τας χείρας αυτού εις τον ουρανόν 14 και είπε· Κύριε ο Θεός Ισραήλ, ουκ έστιν όμοιός σοι Θεός εν ουρανω και επί της γης, φυλάσσων την διαθήκην και το έλεος τοις παισί σου τοις πορευομένοις εναντίον σου εν όλη καρδία. 15 α εφύλαξας τω παιδί σου Δαυίδ τω πατρί μου, α ελάλησας αυτω λέγων, και ελάλησας εν στόματί σου και εν χερσί σου επλήρωσας ως η ημέρα αύτη. 16 και νυν, Κύριε ο Θεός Ισραήλ, φύλαξον τω παιδί σου τω Δαυίδ τω πατρί μου α ελάλησας αυτω λέγων· ουκ εκλείψει σοι ανήρ από προσώπου μου καθήμενος επί θρόνου Ισραήλ, πλήν εάν φυλάξωσιν οι υιοί σου την οδόν αυτών του πορεύεσθαι εν τω νόμω μου, ως επορεύθης εναντίον μου. 17 και νυν, Κύριε ο Θεός Ισραήλ, πιστωθήτω δη το ρήμά σου, ό ελάλησας τω παιδί σου τω Δαυίδ, 18 ότι ει αληθώς κατοικήσει Θεός μετά ανθρώπων επί της γης; ει ο ουρανός και ο ουρανός του ουρανού ουκ αρκέσουσί σοι, και τις ο οίκος ούτος, ον ωκοδόμησα; 19 και επιβλέψη επί την προσευχήν παιδός σου και επί την δέησίν μου, Κύριε ο Θεός, του επακούσαι της δεήσεως και της προσευχής, ης ο παις σου προσεύχεται εναντίον σου σήμερον, 20 του είναι οφθαλμούς σου ανεωγμένους επί τον οίκον τούτον ημέρας και νυκτός εις τον τόπον τούτον, ον είπας επικληθήναι το όνομά σου εκεί, του ακούσαι της προσευχής, ης προσεύχεται ο παις σου εις τον τόπον τούτον. 21 και ακούση της δεήσεως του παιδός σου και του λαού σου Ισραήλ, α αν προσεύξωνται εις τον τόπον τούτον, και συ εισακούση εν τω τόπω της κατοικήσεώς σου εκ του ουρανού και ακούση και ίλεως έση. 22 εάν αμάρτη ανήρ τω πλησίον αυτού και λάβη επ' αυτόν αράν του αράσθαι αυτόν, και έλθη και αράσηται κατέναντι του θυσιαστηρίου εν τω οίκω τούτω, 23 και συ εισακούση εκ του ουρανού και ποιήσεις και κρινείς τους δούλους σου του αποδούναι τω ανόμω και αποδούναι οδούς αυτού εις κεφαλήν αυτού, και του δικαιώσαι δίκαιον, του αποδούναι αυτω κατά την δικαιοσύνην αυτού. 24 και εάν θραυσθή ο λαός σου Ισραήλ κατέναντι του εχθρού, εάν αμάρτωσί σοι, και επιστρέψωσι και εξομολογήσωνται τω ονόματί σου και προσεύξωνται και δεηθώσιν εναντίον σου εν τω οίκω τούτω, 25 και συ εισακούση εκ του ουρανού και ίλεως έση ταις αμαρτίαις λαού σου Ισραήλ και αποστρέψεις αυτούς εις την γην, ην έδωκας αυτοίς και τοις πατράσιν αυτών. 26 εν τω συσχεθήναι τον ουρανόν και μη γενέσθαι υετόν, ότι αμαρτήσονταί σοι, και προσεύξονται εις τον τόπον τούτον και αινέσουσι το όνομά σου και από των αμαρτιών αυτών επιστρέψουσιν, ότι ταπεινώσεις αυτούς, 27 και συ εισακούση εκ του ουρανού και ίλεως έση ταις αμαρτίαις των παίδων σου και του λαού σου Ισραήλ, ότι δηλώσεις αυτοίς την οδόν την αγαθήν, εν ή πορεύσονται εν αυτη, και δώσεις υετόν επί την γην σου, ην έδωκας τω λαω σου εις κληρονομίαν. 28 λιμός εάν γένηται επί της γης, θάνατος εάν γένηται, ανεμοφθορία και ίκτερος, ακρίς και βρούχος εάν γένηται, και εάν θλίψη αυτόν ο εχθρός κατέναντι των πόλεων αυτών, κατά πάσαν πληγήν και πάντα πόνον, 29 και πάσα προσευχή και πάσα δέησις, ή εάν γένηται παντί ανθρώπω και παντί λαω σου Ισραήλ, εάν γνω άνθρωπος την αφήν αυτού και την μαλακίαν αυτού και διαπετάση τας χείρας αυτού εις τον οίκον τούτον, 30 και συ εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου και ιλάση και δώσεις ανδρί κατά τας οδούς αυτού, ως αν γνως την καρδίαν αυτού, ότι μόνος γινώσκεις την καρδίαν υιών ανθρώπων, 31 όπως φοβώνται πάσας οδούς σου πάσας τας ημέρας, ας αυτοί ζώσιν επί πρόσωπον της γης, ης έδωκας τοις πατράσιν ημών. 32 και πας αλλότριος, ος ουκ εκ του λαού σου Ισραήλ εστιν αυτός και έλθη εκ γης μακρόθεν δια το όνομά σου το μέγα και την χείρά σου την κραταιάν και τον βραχίονά σου τον υψηλόν και έλθωσι και προσεύξωνται εις τον τόπον τούτον, 33 και συ εισακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου και ποιήσεις κατά πάντα, όσα αν επικαλέσηταί σε ο αλλότριος, όπως γνώσι πάντες οι λαοί της γης το όνομά σου και του φοβείσθαί σε ως ο λαός σου Ισραήλ και του γνώναι ότι το όνομά σου επικέκληται επί τον οίκον τούτον, ον ωκοδόμησα. 34 εάν δε εξέλθη ο λαός σου εις πόλεμον επί τους εχθρούς αυτού εν οδω, ή αποστελείς αυτούς, και προσεύξωνται προς σε κατά την οδόν της πόλεως ταύτης, ην εξελέξω εν αυτη, και οίκου, ου ωκοδόμηκα τω ονόματί σου, 35 και ακούση εκ του ουρανού της προσευχής αυτών και της δεήσεως αυτών και ποιήσεις το δικαίωμα αυτών. 36 ότι αμαρτήσονταί σοι (ότι ουκ έσται άνθρωπος, ος ουχ αμαρτήσεται) και πατάξεις αυτούς και παραδώσεις αυτούς κατά πρόσωπον εχθρών και αιχμαλωτεύσουσιν αυτούς οι αιχμαλωτεύοντες αυτούς εις γην εχθρών εις γην μακράν ή εγγύς 37 και επιστρέψωσι καρδίαν αυτών εν τη γη αυτών, ου μετήχθησαν εκεί, και γε επιστρέψωσι και δεηθώσί σου εν τη αιχμαλωσία αυτών λέγοντες· ημάρτομεν, ηνομήσαμεν, ηδικήσαμεν, 38 και επιστρέψωσι προς σε εν όλη καρδία και εν όλη ψυχή αυτών εν γη αιχμαλωτευσάντων αυτούς και προσεύξωνται οδόν γης αυτών, ης έδωκας τοις πατράσιν αυτών, και της πόλεως, ης εξελέξω, και του οίκου, ου ωκοδόμησα τω ονόματί σου, 39 και ακούση εκ του ουρανού εξ ετοίμου κατοικητηρίου σου της προσευχής αυτών και της δεήσεως αυτών και ποιήσεις κρίματα και ίλεως έση τω λαω τω αμαρτώντί σοι. 40 και νυν, Κύριε, έστωσαν δη οι οφθαλμοί σου ανεωγμένοι και τα ώτά σου επήκοα επί την δέησιν του τόπου τούτου. 41 και νυν ανάστηθι, Κύριε ο Θεός, εις την κατάπαυσίν σου, συ και η κιβωτός της ισχύος σου. οι ιερείς σου, Κύριε ο Θεός, ενδύσαιντο σωτηρίαν, και οι υιοί σου ευφρανθήτωσαν εν αγαθοίς. 42 Κύριε ο Θεός, μη αποστρέψης το πρόσωπον του χριστού σου, μνήσθητι τα ελέη Δαυίδ του δούλου σου.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ ως συνετέλεσε Σαλωμών προσευχόμενος, και το πυρ κατέβη εκ του ουρανού και κατέφαγε τα ολοκαυτώματα και τας θυσίας, και δόξα Κυρίου έπλησε τον οίκον. 2 και ουκ ηδύναντο οι ιερείς εισελθείν εις τον οίκον Κυρίου εν τω καιρω εκείνω, ότι έπλησε δόξα Κυρίου τον οίκον. 3 και πάντες οι υιοί Ισραήλ εώρων καταβαίνον το πυρ, και η δόξα Κυρίου επί τον οίκον, και έπεσον επί πρόσωπον επί την γην επί το λιθόστρωτον και προσεκύνησαν και ήνουν τω Κυρίω, ότι αγαθόν, ότι εις τον αιώνα το έλεος αυτού. 4 και ο βασιλεύς και πας ο λαός θύοντες θύματα έναντι Κυρίου. 5 και εθυσίασεν ο βασιλεύς Σαλωμών την θυσίαν μόσχων είκοσι και δύο χιλιάδας και βοσκημάτων εκατόν και είκοσι χιλιάδας, και ενεκαίνισε τον οίκον του Θεού ο βασιλεύς και πας ο λαός. 6 και οι ιερείς επί τας φυλακάς αυτών εστηκότες, και οι Λευίται εν οργάνοις ωδών Κυρίου του Δαυίδ του βασιλέως του εξομολογείσθαι έναντι Κυρίου, ότι εις τον αιώνα το έλεος αυτού, εν ύμνοις Δαυίδ δια χειρός αυτών, και οι ιερείς σαλπίζοντες ταις σάλπιγξιν εναντίον αυτών, και πας Ισραήλ εστηκώς. 7 και ηγίασε Σαλωμών το μέσον της αυλής της εν οίκω Κυρίου, ότι εποίησεν εκεί τα ολοκαυτώματα και τα στέατα των σωτηρίων, ότι το θυσιαστήριον το χαλκούν, ό εποίησε Σαλωμών, ουκ εξεποίει δέξασθαι τα ολοκαυτώματα και τα μαναά και τα στέατα. 8 και εποίησε Σαλωμών την εορτήν εν τω καιρω εκείνω επτά ημέρας και πας Ισραήλ μετ' αυτού, εκκλησία μεγάλη σφόδρα από εισόδου Αιμάθ και έως χειμάρρου Αιγύπτου. 9 και εποίησεν εν τη ημέρα τη ογδόη εξόδιον, ότι εγκαινισμόν του θυσιαστηρίου εποίησεν επτά ημέρας εορτήν. 10 και εν τη τρίτη και εικοστη του μηνός του εβδόμου απέστειλε τον λαόν εις τα σκηνώματα αυτών ευφραινομένους και αγαθή καρδία επί τοις αγαθοίς, οίς εποίησε Κύριος τω Δαυίδ, και τω Σαλωμώντι και τω Ισραήλ λαω αυτού.

 11 Και συνετέλεσε Σαλωμών τον οίκον Κυρίου και τον οίκον του βασιλέως· και πάντα, όσα ηθέλησεν εν τη ψυχή Σαλωμών του ποιήσαι εν οίκω Κυρίου και εν οίκω αυτού, ευωδώθη. 12 και ώφθη Κύριος τω Σαλωμών την νύκτα και είπεν αυτω· ήκουσα της προσευχής σου και εξελεξάμην εν τω τόπω τούτω εμαυτω εις οίκον θυσίας. 13 εάν συσχώ τον ουρανόν και μη γένηται υετός, και εάν εντείλωμαι τη ακρίδι καταφαγείν το ξύλον, και εάν αποστείλω θάνατον εν τω λαω μου, 14 και εάν εντραπή ο λαός μου εφ' ους επικέκληται το όνομά μου επ' αυτούς, και προσεύξωνται και ζητήσωσι το πρόσωπόν μου και αποστρέψωσιν από των οδών αυτών των πονηρών, και εγώ εισακούσομαι εκ του ουρανού και ίλεως έσομαι ταις αμαρτίαις αυτών και ιάσομαι την γην αυτών. 15 και νυν οι οφθαλμοί μου έσονται ανεωγμένοι και τα ώτά μου επήκοα τη προσευχή του τόπου τούτου. 16 και νυν εξελεξάμην και ηγίακα τον οίκον τούτον του είναι όνομά μου εκεί έως αιώνος, και έσονται οι οφθαλμοί μου και η καρδία μου εκεί πάσας τας ημέρας. 17 και συ εάν πορευθής εναντίον μου ως Δαυίδ ο πατήρ σου και ποιήσεις κατά πάντα, α ενετειλάμην σοι, και τα προστάγματά μου και τα κρίματά μου φυλάξη, 18 και αναστήσω τον θρόνον της βασιλείας σου, ως διεθέμην Δαυίδ τω πατρί σου λέγων· ουκ εξαρθήσεταί σοι ηγούμενος ανήρ εν Ισραήλ. 19 και εάν αποστρέψητε υμείς και εγκαταλίπητε τα προστάγματά μου και τας εντολάς μου, ας έδωκα εναντίον υμών, και πορευθήτε και λατρεύσητε θεοίς ετέροις και προσκυνήσητε αυτοίς, 20 και εξαρώ υμάς από της γης, ης έδωκα αυτοίς, και τον οίκον τούτον, ον ηγίασα τω ονόματί μου, αποστρέψω εκ προσώπου μου και δώσω αυτόν εις παραβολήν και εις διήγημα εν πάσι τοις έθνεσι. 21 και ο οίκος ούτος ο υψηλός, πας ο διαπορευόμενος αυτόν εκστήσεται και ερεί· χάριν τίνος εποίησε Κύριος τη γη ταύτη και τω οίκω τούτω; 22 και ερούσι· διότι εγκατέλιπον Κύριον τον Θεόν των πατέρων αυτών τον εξαγαγόντα αυτούς εκ γης Αιγύπτου και αντελάβοντο θεών ετέρων και προσεκύνησαν αυτοίς και εδούλευσαν αυτοίς, δια τούτο επήγαγεν επ' αυτούς πάσαν την κακίαν ταύτην.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ εγένετο μετά είκοσιν έτη, εν οίς ωκοδόμησε Σαλωμών τον οίκον Κυρίου και τον οίκον αυτού, 2 και τας πόλεις, ας έδωκε Χιράμ τω Σαλωμών, ωκοδόμησεν αυτάς Σαλωμών και κατώκισεν εκεί τους υιούς Ισραήλ. 3 και ήλθε Σαλωμών εις Βαισωβά και κατίσχυσεν αυτήν. 4 και ωκοδόμησε την Θοεδμόρ εν τη ερήμω και πάσας τας πόλεις τας οχυράς, ας ωκοδόμησεν εν Ημάθ. 5 και ωκοδόμησε την Βαιθωρών την άνω και την Βαιθωρών την κάτω, πόλεις οχυράς, τείχη, πύλαι και μοχλοί, 6 και την Βααλάθ και πάσας τας πόλεις τας οχυράς, αι ήσαν τω Σαλωμών, και πάσας τας πόλεις των αρμάτων και τας πόλεις των ιππέων και όσα επεθύμησε Σαλωμών κατά την επιθυμίαν του οικοδομήσαι εν Ιερουσαλήμ και εν τω Λιβάνω και εν πάση τη βασιλεία αυτού. 7 πας ο λαός ο καταλειφθείς από του Χετταίου και του Αμορραίου και του Φερεζαίου και του Ευαίου και του Ιεβουσαίου, οί ουκ εισίν εκ του Ισραήλ, 8 αλλ' ήσαν εκ των υιών αυτών των καταλειφθέντων μετ' αυτούς εν τη γη, ους ουκ εξωλόθρευσαν οι υιοί Ισραήλ, και ανήγαγεν αυτούς Σαλωμών εις φόρον έως της ημέρας ταύτης. 9 και εκ των υιών Ισραήλ ουκ έδωκε Σαλωμών εις παίδας τη βασιλεία αυτού, ότι αυτοί άνδρες πολεμισταί και άρχοντες και δυνατοί και άρχοντες αρμάτων και ιππέων. 10 και ούτοι άρχοντες των προστατών βασιλέως Σαλωμών· πεντήκοντα και διακόσιοι εργοδιωκτούντες εν τω λαω.

 11 Και την θυγατέρα Φαραώ ανήγαγε Σαλωμών εκ πόλεως Δαυίδ εις τον οίκον, ον ωκοδόμησεν αυτη, ότι είπεν· ου κατοικήσει η γυνή μου εν πόλει Δαυίδ του βασιλέως Ισραήλ, ότι άγιός εστιν ου εισήλθεν εκεί κιβωτός Κυρίου.

 12 Τότε ανήνεγκε Σαλωμών ολοκαυτώματα τω Κυρίω επί το θυσιαστήριον, ό ωκοδόμησε Κυρίω απέναντι του ναού, 13 κατά τον λόγον ημέρας εν ημέρα του αναφέρειν κατά τας εντολάς Μωυσή εν τοις σαββάτοις και εν τοις μησί και εν ταις εορταίς τρεις καιρούς του ενιαυτού, εν τη εορτη των αζύμων και εν τη εορτη των εβδομάδων και εν τη εορτη των σκηνών. 14 και έστησε κατά την κρίσιν Δαυίδ του πατρός αυτού τας διαιρέσεις των ιερέων, κατά τας λειτουργίας αυτών, και οι Λευίται επί τας φυλακάς αυτών του αινείν και λειτουργείν κατέναντι των ιερέων κατά τον λόγον ημέρας εν τη ημέρα, και οι πυλωροί κατά τας διαιρέσεις αυτών εις πύλην και πύλην, ότι ούτως εντολαί Δαυίδ ανθρώπου του Θεού. 15 ου παρήλθον τας εντολάς του βασιλέως περί των ιερέων και των Λευιτών εις πάντα λόγον και εις τους θησαυρούς. 16 και ητοιμάσθη πάσα η εργασία, αφ' ης ημέρας εθεμελιώθη, έως ου ετελείωσε Σαλωμών τον οίκον Κυρίου.

 17 Τότε ώχετο Σαλωμών εις Γασιών Γαβέρ και εις την Αιλάθ την παραθαλασσίαν εν γη Ιδουμαία. 18 και απέστειλε Χιράμ εν χειρί παίδων αυτού πλοία και παίδας ειδότας θάλασσαν, και ώχοντο μετά των παίδων Σαλωμών εις Σωφιρά και έλαβον εκείθεν τετρακόσια και πεντήκοντα τάλαντα χρυσίου και ήλθον προς τον βασιλέα Σαλωμών.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΚΑΙ βασίλισσα Σαβά ήκουσε το όνομα Σαλωμών και ήλθε του πειράσαι Σαλωμών εν αινίγμασιν εις Ιερουσαλήμ εν δυνάμει βαρεία σφόδρα και κάμηλοι αίρουσαι αρώματα εις πλήθος και χρυσίον και λίθον τίμιον και ήλθε προς Σαλωμών και ελάλησε προς αυτόν πάντα, όσα ην εν τη ψυχή αυτής. 2 και ανήγγειλεν αυτη Σαλωμών πάντας τους λόγους αυτής και ου παρήλθε λόγος από Σαλωμών, ον ουκ απήγγειλεν αυτη. 3 και είδε βασίλισσα Σαβά την σοφίαν Σαλωμών και τον οίκον, ον ωκοδόμησε, 4 και τα βρώματα των τραπεζών και καθέδραν παίδων αυτού και στάσιν λειτουργών αυτού και ιματισμόν αυτών και οινοχόους αυτού και στολισμόν αυτών και τα ολοκαυτώματα, α ανέφερεν εν οίκω Κυρίου, και εξ εαυτής εγένετο. 5 και είπε προς τον βασιλέα· αληθινός ο λόγος, ον ήκουσα εν τη γη μου περί των λόγων σου και περί της σοφίας σου, 6 και ουκ επίστευσα τοις λόγοις, έως ου ήλθον και είδον οι οφθαλμοί μου, και ιδού ουκ απηγγέλη μοι ήμισυ του πλήθους της σοφίας σου, προσέθηκας επί την ακοήν, ην ήκουσα. 7 μακάριοι οι άνδρες σου, μακάριοι οι παίδες ούτοι οι παρεστηκότες σοι διαπαντός και ακούοντες την σοφίαν σου· 8 έστω Κύριος ο Θεός σου ευλογημένος, ος ηθέλησεν εν σοί του δούναί σε επί θρόνον αυτού εις βασιλέα Κυρίω Θεω σου· εν τω αγαπήσαι Κύριον τον Θεόν σου τον Ισραήλ του στήσαι αυτόν εις αιώνα και έδωκέ σε επ' αυτούς εις βασιλέα του ποιήσαι κρίμα και δικαιοσύνην. 9 και έδωκε τω βασιλεί εκατόν είκοσι τάλαντα χρυσίου και αρώματα εις πλήθος πολύ και λίθον τίμιον· και ουκ ην κατά τα αρώματα εκείνα, α έδωκε βασίλισσα Σαβά τω βασιλεί Σαλωμών. (10 και οι παίδες Σαλωμών και οι παίδες Χιράμ έφερον χρυσίον τω Σαλωμών εκ Σουφίρ και ξύλα πεύκινα και λίθον τίμιον· 11 και εποίησεν ο βασιλεύς τα ξύλα τα πεύκινα αναβάσεις τω οίκω Κυρίου και τω οίκω του βασιλέως και κιθάρας και νάβλας τοις ωδοίς, και ουκ ώφθησαν τοιαύτα έμπροσθεν εν γη Ιούδα). 12 και ο βασιλεύς Σαλωμών έδωκε τη βασιλίσση Σαβά πάντα τα θελήματα αυτής, α ήτησεν, εκτός πάντων, ων ήνεγκε τω βασιλεί Σαλωμών· και απέστρεψεν εις την γην αυτής.

 13 Και ην ο σταθμός του χρυσίου του ενεχθέντος τω Σαλωμών εν ενιαυτω ενί εξακόσια εξηκονταέξ τάλαντα χρυσίου, 14 πλήν των ανδρών των υποτεταγμένων και των εμπορευομένων, ων έφερον, και πάντων των βασιλέων της Αραβίας και σατραπών της γης, πάντες έφερον χρυσίον και αργύριον τω βασιλεί Σαλωμών. 15 και εποίησεν ο βασιλεύς Σαλωμών διακοσίους θυρεούς χρυσούς ελατούς, εξακόσιοι χρυσοί καθαροί επήσαν επί τον ένα θυρεόν· 16 και τριακοσίας ασπίδας ελατάς χρυσάς, τριακοσίων χρυσών ανεφέρετο επί την ασπίδα εκάστην· και έδωκεν αυτάς ο βασιλεύς εν οίκω δρυμού του Λιβάνου. 17 και εποίησεν ο βασιλεύς θρόνον ελεφαντίνων οδόντων μέγαν και κατεχρύσωσεν αυτόν χρυσίω δοκίμω· 18 και εξ αναβαθμοί τω θρόνω ενδεδεμένοι χρυσίω και αγκώνες ένθεν και ένθεν επί του θρόνου της καθέδρας, και δύο λέοντες εστηκότες παρά τους αγκώνας, 19 και δώδεκα λέοντες εστηκότες εκεί επί των εξ αναβαθμών ένθεν και ένθεν· ουκ εγενήθη ούτως εν πάση τη βασιλεία. 20 και πάντα τα σκεύη του βασιλέως Σαλωμών χρυσίου, και πάντα τα σκεύη οίκου δρυμού του Λιβάνου χρυσίω κατειλημμένα, ουκ ην αργύριον λογιζόμενον εν ημέραις Σαλωμών εις ουθέν· 21 ότι ναύς τω βασιλεί επορεύετο εις Θαρσείς μετά των παίδων Χιράμ, άπαξ δια τριών ετών ήρχετο πλοία εκ Θαρσείς τω βασιλεί γέμοντα χρυσίου και αργυρίου και οδόντων ελεφαντίνων και πιθήκων. 22 και εμεγαλύνθη Σαλωμών υπέρ πάντας τους βασιλείς και πλούτω και σοφία. 23 και πάντες οι βασιλείς της γης εζήτουν το πρόσωπον Σαλωμών ακούσαι της σοφίας αυτού, ης έδωκεν ο Θεός εν καρδία αυτού. 24 και αυτοί έφερον έκαστος τα δώρα αυτού, σκεύη αργυρά και σκεύη χρυσά και ιματισμόν, στακτήν και ηδύσματα, ίππους και ημιόνους, το κατ' ενιαυτόν ενιαυτόν. 25 και ήσαν τω Σαλωμών τέσσαρες χιλιάδες θήλειαι ίπποι εις άρματα και δώδεκα χιλιάδες ιππέων, και έθετο αυτούς εν πόλεσι των αρμάτων και μετά του βασιλέως εν Ιερουσαλήμ. 26 και ην ηγούμενος πάντων των βασιλέων από του ποταμού και έως γης αλλοφύλων και έως ορίων Αιγύπτου. 27 και έδωκεν ο βασιλεύς το χρυσίον και το αργύριον εν Ιερουσαλήμ ως λίθους και τας κέδρους ως συκαμίνους τας εν τη πεδινή εις πλήθος. 28 και η έξοδος των ίππων εξ Αιγύπτου τω Σαλωμών και εκ πάσης της γης.

 29 Και οι κατάλοιποι λόγοι Σαλωμών οι πρώτοι και οι έσχατοι ιδού ούτοι γεγραμμένοι επί των λόγων Νάθαν του προφήτου και επί των λόγων Αχιά του Σηλωνίτου και εν ταις οράσεσιν Ιωήλ του ορώντος περί Ιεροβοάμ υιού Ναβάτ. 30 και εβασίλευσε Σαλωμών επί πάντα Ισραήλ τεσσαράκοντα έτη. 31 και εκοιμήθη Σαλωμών, και έθαψαν αυτόν εν πόλει Δαυίδ του πατρός αυτού, και εβασίλευσε Ροβοάμ υιος αυτού αντ' αυτού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΚΑΙ ήλθε Ροβοάμ εις Συχέμ, ότι εις Συχέμ ήρχετο πας Ισραήλ βασιλεύσαι αυτόν. 2 και εγένετο ως ήκουσεν Ιεροβοάμ υιος Ναβάτ -και αυτός εν Αιγύπτω, ως έφυγεν από προσώπου Σαλωμών του βασιλέως και κατώκησεν Ιεροβοάμ εν Αιγύπτω- και απέστρεψεν Ιεροβοάμ εξ Αιγύπτου. 3 και απέστειλαν και εκάλεσαν αυτόν, και ήλθεν Ιεροβοάμ και πάσα η εκκλησία Ισραήλ προς Ροβοάμ λέγοντες· 4 ο πατήρ σου εσκλήρυνε τον ζυγόν ημών, και νυν άφες από της δουλείας του πατρός σου της σκληράς και από του ζυγού αυτού του βαρέος, ου έδωκεν εφ' ημάς, και δουλεύσομέν σοι. 5 και είπεν αυτοίς· πορεύεσθε έως τριών ημερών και έρχεσθε προς με· και απήλθεν ο λαός. 6 και συνήγαγεν ο βασιλεύς Ροβοάμ τους πρεσβυτέρους τους εστηκότας εναντίον του Σαλωμών του πατρός αυτού εν τω ζήν αυτόν λέγων· Πως υμείς βουλεύεσθε του αποκριθήναι τω λαω τούτω λόγον; 7 και ελάλησαν αυτω λέγοντες· εάν εν τη σήμερον γένη εις αγαθόν τω λαω τούτω και ευδοκήσης και λαλήσης αυτοίς λόγους αγαθούς, και έσονταί σοι παίδες πάσας τας ημέρας. 8 και κατέλιπε την βουλήν των πρεσβυτέρων, οί συνεβουλεύσαντο αυτω, και συνεβουλεύσατο μετά των παιδαρίων των συνεκτραφέντων μετ' αυτού των εστηκότων εναντίον αυτού. 9 και είπεν αυτοίς· τι υμείς βουλεύεσθε και αποκριθήσομαι λόγον τω λαω τούτω, οί ελάλησαν προς με λέγοντες· άνες από του ζυγού, ου έδωκεν ο πατήρ σου εφ' ημάς; 10 και ελάλησαν αυτω τα παιδάρια τα εκτραφέντα μετ' αυτού λέγοντες· ούτως λαλήσεις τω λαω τω λαλήσαντι προς σε λέγων· ο πατήρ σου εβάρυνε τον ζυγόν ημών και συ άφες αφ' ημών, ούτως ερείς· ο μικρός δάκτυλός μου παχύτερος της οσφύος του πατρός μου· 11 και νυν ο πατήρ μου επαίδευσεν υμάς ζυγω βαρεί, καγώ προσθήσω επί τον ζυγόν ημών, ο πατήρ μου επαίδευσεν υμάς εν μάστιξι καγώ παιδεύσω υμάς εν σκορπίοις. 12 και ήλθεν Ιεροβοάμ και πας ο λαός προς Ροβοάμ τη ημέρα τη τρίτη, ως ελάλησεν ο βασιλεύς λέγων· επιστρέψατε προς με εν τη ημέρα τη τρίτη. 13 και απεκρίθη ο βασιλεύς σκληρά, και εγκατέλιπεν ο βασιλεύς Ροβοάμ την βουλήν των πρεσβυτέρων 14 και ελάλησε προς αυτούς κατά την βουλήν των νεωτέρων λέγων· ο πατήρ μου εβάρυνε τον ζυγόν υμών και εγώ προσθήσω επ' αυτόν, ο πατήρ μου επαίδευσεν υμάς εν μάστιξι και εγώ παιδεύσω υμάς εν σκορπίοις. 15 και ουκ ήκουσεν ο βασιλεύς του λαού, ότι ην μεταστροφή παρά του Θεού λέγων· ανέστησε Κύριος τον λόγον αυτού, ον ελάλησεν εν χειρί Αχιά του Σηλωνίτου περί Ιεροβοάμ υιού Ναβάτ 16 και παντός Ισραήλ, ότι ουκ ήκουσεν ο βασιλεύς αυτών. και απεκρίθη ο λαός προς τον βασιλέα λέγων· τις ημών η μερίς εν Δαυίδ και κληρονομία εν υιω Ιεσσαί; εις τα σκηνώματά σου, Ισραήλ· νυν βλέπε τον οίκόν σου, Δαυίδ. και επορεύθη πας Ισραήλ εις τα σκηνώματα αυτού· 17 και άνδρες Ισραήλ και οι κατοικούντες εν πόλεσιν Ιούδα και εβασίλευσεν επ' αυτών Ροβοάμ. 18 και απέστειλεν επ' αυτούς Ροβοάμ ο βασιλεύς τον Αδωνιράμ τον επί του φόρου, και ελιθοβόλησαν αυτόν οι υιοί Ισραήλ λίθοις και απέθανε. και ο βασιλεύς Ροβοάμ έσπευσε του αναβήναι εις το άρμα του φυγείν εις Ιερουσαλήμ. 19 και ηθέτησεν Ισραήλ εν τω οίκω Δαυίδ έως της ημέρας ταύτης.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΚΑΙ ήλθε Ροβοάμ εις Ιερουσαλήμ και εξεκκλησίασε τον Ιούδαν και Βενιαμίν εκατόν ογδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον, και επολέμει προς Ισραήλ του επιστρέψαι την βασιλείαν τω Ροβοάμ. 2 και εγένετο λόγος Κυρίου προς Σαμαίαν άνθρωπον του Θεού λέγων· 3 ειπόν προς Ροβοάμ τον του Σαλωμών και πάντα Ιούδαν και Βενιαμίν λέγων· 4 τάδε λέγει Κύριος· ουκ αναβήσεσθε και ου πολεμήσεσθε προς τους αδελφούς υμών· αποστρέφετε έκαστος εις τον οίκον αυτού, ότι παρ' εμού εγένετο το ρήμα τούτο. και επήκουσαν του λόγου Κυρίου και απεστράφησαν του μη πορευθήναι επί Ιεροβοάμ. 5 και κατώκησε Ροβοάμ εις Ιερουσαλήμ και ωκοδόμησε πόλεις τειχήρεις εν τη Ιουδαία. 6 και ωκοδόμησε την Βηθλεέμ και Αιτάν και Θεκωέ 7 και Βαιθσουρά και την Σοχώθ και την ‘Οδολλάμ 8 και την Γεθ και την Μαρισάν και την Ζίφ 9 και την Αδωραίμ και Λαχίς, και την Αζηκά 10 και την Σαραά και την Αιλώμ και την Χεβρών, ή εστι του Ιούδα και Βενιαμίν, πόλεις τειχήρεις. 11 και ωχύρωσεν αυτάς τείχεσι και έδωκεν εν αυταίς ηγουμένους και παραθέσεις βρωμάτων, έλαιον και οίνον, 12 κατά πόλιν και κατά πόλιν θυρεούς και δόρατα, και κατίσχυσεν αυτάς εις πλήθος σφόδρα· και ήσαν αυτω Ιούδα και Βενιαμίν. 13 και οι ιερείς και οι Λευίται, οί ήσαν εν παντί Ισραήλ συνήχθησαν προς αυτόν εκ πάντων των ορίων· 14 ότι εγκατέλιπον οι Λευίται τα σκηνώματα της κατασχέσεως αυτών και επορεύθησαν προς Ιούδα εις Ιερουσαλήμ, ότι εξέβαλεν αυτούς Ιεροβοάμ και οι υιοί αυτού μη λειτουργείν Κυρίω 15 και κατέστησεν εαυτω ιερείς των υψηλών και τοις ειδώλοις και τοις ματαίοις και τοις μόσχοις, α εποίησεν Ιεροβοάμ, 16 και εξέβαλεν αυτούς από φυλών Ισραήλ, οί έδωκαν καρδίαν αυτών του ζητήσαι Κύριον Θεόν Ισραήλ και ήλθον εις Ιερουσαλήμ θύσαι Κυρίω Θεω των πατέρων αυτών 17 και κατίσχυσαν την βασιλείαν Ιούδα και κατίσχυσαν Ροβοάμ τον του Σαλωμών εις έτη τρία, ότι επορεύθη εν ταις οδοίς Δαυίδ και Σαλωμών έτη τρία. 18 και έλαβεν εαυτω Ροβοάμ γυναίκα την Μολλάθ θυγατέρα Ιεριμούθ υιού Δαυίδ και Αβιγαίαν θυγατέρα Ελιάβ του Ιεσσαί, 19 και έτεκεν αυτω υιούς τον Ιαούς και τον Σαμαρίαν και τον Ζαάμ. 20 και μετά ταύτα έλαβεν εαυτω την Μααχά θυγατέρα Αβεσσαλώμ, και έτεκεν αυτω τον Αβιά και τον Ιετθί και τον Ζηζά και τον Σαλημώθ. 21 και ηγάπησε Ροβοάμ την Μααχά θυγατέρα Αβεσσαλώμ υπέρ πάσας τας γυναίκας αυτού και τας παλλακάς αυτού, ότι γυναίκας δεκαοκτώ είχε και παλλακάς τριάκοντα· και εγέννησεν υιούς είκοσι και οκτώ και θυγατέρας εξήκοντα. 22 και κατέστησεν εις άρχοντα Αβιά τον της Μααχά εις ηγούμενον εν τοις αδελφοίς αυτού, ότι βασιλεύσαι διενοείτο αυτόν· 23 και ηυξήθη παρά πάντας τους υιούς αυτού εν πάσι τοις ορίοις Ιούδα και Βενιαμίν και εν ταις πόλεσι ταις οχυραίς και έδωκεν αυταίς τροφάς πλήθος πολύ και ητήσατο πλήθος γυναικών.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΚΑΙ εγένετο ως ητοιμάσθη η βασιλεία Ροβοάμ και ως κατεκρατήθη, εγκατέλιπε τας εντολάς Κυρίου και πας Ισραήλ μετ' αυτού. 2 και εγένετο εν τω έτει τω πέμπτω της βασιλείας Ροβοάμ ανέβη Σουσακίμ βασιλεύς Αιγύπτου επί Ιερουσαλήμ, ότι ήμαρτον εναντίον Κυρίου, 3 εν χιλίοις και διακοσίοις άρμασι και εξήκοντα χιλιάσιν ίππων, και ουκ ην αριθμός του πλήθους του ελθόντος μετ' αυτού εξ Αιγύπτου, Λίβυες, Τρωγοδύται και Αιθίοπες. 4 και κατεκράτησαν των πόλεων των οχυρών, αι ήσαν εν Ιούδα, και ήλθον εις Ιερουσαλήμ. 5 και Σαμαίας ο προφήτης ήλθε προς Ροβοάμ και προς τους άρχοντας Ιούδα τους συναχθέντας εις Ιερουσαλήμ από προσώπου Σουσακίμ και είπεν αυτοίς· ούτως είπε Κύριος· υμείς εγκατελίπετέ με, και εγώ εγκαταλείψω υμάς εν χειρί Σουσακίμ. 6 και ησχύνθησαν οι άρχοντες Ισραήλ και ο βασιλεύς και είπαν· δίκαιος ο Κύριος. 7 και εν τω ιδείν Κύριον ότι ενετράπησαν, και εγένετο λόγος Κυρίου προς Σαμαίαν λέγων· ενετράπησαν, ου καταφθερώ αυτούς· και δώσω αυτούς ως μικρός εις σωτηρίαν, και ου μη στάξη ο θυμός μου εν Ιερουσαλήμ, 8 ότι έσονται εις παίδας και γνώσονται την δουλείαν μου και την δουλείαν της βασιλείας της γης. 9 και ανέβη Σουσακίμ βασιλεύς Αιγύπτου επί Ιερουσαλήμ και έλαβε τους θησαυρούς τους εν οίκω Κυρίου και τους θησαυρούς τους εν οίκω του βασιλέως, τα πάντα έλαβε· και έλαβε τους θυρεούς τους χρυσούς, ους εποίησε Σαλωμών, 10 και εποίησεν ο βασιλεύς Ροβοάμ θυρεούς χαλκούς αντ' αυτών. και κατέστησεν επ' αυτόν Σουσακίμ άρχοντας παρατρεχόντων, τους φυλάσσοντας τον πυλώνα του βασιλέως. 11 και εγένετο εν τω εισελθείν τον βασιλέα εις οίκον Κυρίου. εισεπορεύοντο οι φυλάσσοντες και οι παρατρέχοντες και οι επιστρέφοντες εις απάντησιν των παρατρεχόντων. 12 και εν τω εντραπήναι αυτόν απεστράφη απ' αυτού οργή Κυρίου και ουκ εις καταφθοράν εις τέλος· και γαρ εν Ιούδα ήσαν λόγοι αγαθοί.

 13 Και κατίσχυσεν ο βασιλεύς Ροβοάμ εν Ιερουσαλήμ και εβασίλευσε. και τεσσαράκοντα και ενός ετών Ροβοάμ εν τω βασιλεύσαι αυτόν και επτακαίδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ, εν τη πόλει, ή εξελέξατο Κύριος επονομάσαι το όνομα αυτού εκεί εκ πασών φυλών υιών Ισραήλ· και το όνομα της μητρός αυτού Νοομμά η Αμανίτις. 14 και εποίησε το πονηρόν, ότι ου κατεύθυνε την καρδίαν αυτού εκζητήσαι τον Κύριον. 15 και λόγοι Ροβοάμ οι πρώτοι και έσχατοι ουκ ιδού γεγραμμένοι εν τοις λόγοις Σαμαία του προφήτου και Αδδώ του ορώντος και πράξεις αυτού; και επολέμησε Ροβοάμ τον Ιεροβοάμ πάσας τας ημέρας. 16 και απέθανε Ροβοάμ μετά των πατέρων αυτού και ετάφη εν πόλει Δαυίδ, και εβασίλευσεν Αβιά υιος αυτού αντ' αυτού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΕΝ τω οκτωκαιδεκάτω έτει της βασιλείας Ιεροβοάμ εβασίλευσεν Αβιά επί Ιούδαν· 2 τρία έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Μααχά θυγάτηρ Ουριήλ από Γαβαών. και πόλεμος ην ανά μέσον Αβιά και ανά μέσον Ιεροβοάμ. 3 και παρετάξατο Αβιά εν δυνάμει πολεμισταίς δυνάμεως τετρακοσίαις χιλιάσιν ανδρών δυνατών, και Ιεροβοάμ παρετάξατο προς αυτόν πόλεμον εν οκτακοσίαις χιλιάσι, δυνατοί πολεμισταί δυνάμεως. 4 και ανέστη Αβιά από του όρους Σομόρων, ό εστιν εν τω όρει Εφραίμ, και είπεν· ακούσατε Ιεροβοάμ και πας Ισραήλ· 5 ουχ υμίν γνώναι ότι Κύριος ο Θεός Ισραήλ έδωκε βασιλέα επί τον Ισραήλ εις τον αιώνα τω Δαυίδ και τοις υιοίς αυτού διαθήκη αλός; 6 και ανέστη Ιεροβοάμ ο του Ναβάτ ο παις Σαλωμών του Δαυίδ και απέστη από του κυρίου αυτού. 7 και συνήχθησαν προς αυτόν άνδρες λοιμοί υιοί παράνομοι, και αντέστη προς Ροβοάμ τον του Σαλωμών, και Ροβοάμ ην νεώτερος και δειλός τη καρδία και ουκ αντέστη κατά πρόσωπον αυτού. 8 και νυν υμείς λέγετε αντιστήναι κατά πρόσωπον βασιλείας Κυρίου δια χειρός υιών Δαυίδ· και υμείς πλήθος πολύ και μεθ' υμών μόσχοι χρυσοί, ους εποίησεν υμίν Ιεροβοάμ εις θεούς. 9 ή ουκ εξεβάλετε τους ιερείς Κυρίου τους υιούς Ααρών και τους Λευίτας και εποιήσατε εαυτοίς ιερείς εκ του λαού της γης πάσης; ο προσπορευόμενος πληρώσαι τας χείρας εν μόσχω εκ βοών και κριοίς επτά και εγίνετο εις ιερέα τω μη όντι θεω. 10 και ημείς Κύριον τον Θεόν ημών ουκ εγκατελίπομεν, και οι ιερείς αυτού λειτουργούσι τω Κυρίω οι υιοί Ααρών και οι Λευίται, και εν ταις εφημερίαις αυτών· 11 θυμιώσι τω Κυρίω ολοκαύτωμα πρωϊ και δείλης και θυμίαμα συνθέσεως και προθέσεις άρτων επί της τραπέζης της καθαράς, και η λυχνία η χρυσή και οι λύχνοι της καύσεως ανάψαι δείλης, ότι φυλάσσομεν τας φυλακάς Κυρίου του Θεού των πατέρων ημών, και υμείς εγκατελίπετε αυτόν. 12 και ιδού μεθ' ημών εν αρχή Κύριος και οι ιερείς αυτού και αι σάλπιγγες της σημασίας του σημαίνειν εφ' ημάς. οι υιοί του Ισραήλ μη πολεμήσητε προς Κύριον Θεόν των πατέρων ημών, ότι ουκ ευοδώσεται υμίν. 13 και Ιεροβοάμ απέστρεψε το ένεδρον ελθείν αυτω εκ των όπισθεν· και εγένετο έμπροσθεν Ιούδα, και το ένεδρον εκ των όπισθεν. 14 και απέστρεψεν Ιούδας, και ιδού αυτοίς ο πόλεμος εκ των έμπροσθεν και εκ των όπισθεν, και εβόησαν προς Κύριον, και οι ιερείς εσάλπισαν ταις σάλπιγξι· 15 και εβόησαν άνδρες Ιούδα και εγένετο εν τω βοάν άνδρας Ιούδα και Κύριος επάταξε τον Ιεροβοάμ και τον Ισραήλ εναντίον Αβιά και Ιούδα. 16 και έφυγον οι υιοί Ισραήλ από προσώπου Ιούδα, και παρέδωκεν αυτούς Κύριος εις τας χείρας αυτών. 17 και επάταξεν εν αυτοίς Αβιά και ο λαός αυτού πληγήν μεγάλην, και έπεσον τραυματίαι από Ισραήλ πεντακόσιαι χιλιάδες άνδρες δυνατοί. 18 και εταπεινώθησαν οι υιοί Ισραήλ εν τη ημέρα εκείνη, και κατίσχυσαν οι υιοί Ιούδα, ότι ήλπισαν επί Κύριον Θεόν των πατέρων αυτών. 19 και κατεδίωξεν Αβιά οπίσω Ιεροβοάμ και προκατελάβετο παρ' αυτού πόλεις, την Βαιθήλ και τας κώμας αυτής και την Ισανά και τας κώμας αυτής και την Εφρών και τας κώμας αυτής. 20 και ουκ έσχεν ισχύν Ιεροβοάμ έτι πάσας τας ημέρας Αβιά, και επάταξεν αυτόν Κύριος, και ετελεύτησε. 21 και κατίσχυσεν Αβιά και έλαβεν εαυτω γυναίκας δεκατέσσαρας και εγέννησεν υιούς εικοσιδύο και εκκαίδεκα θυγατέρας. 22 και οι λοιποί λόγοι Αβιά και αι πράξεις αυτού και οι λόγοι αυτού γεγραμμένοι επί βιβλίω του προφήτου Αδδώ.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΚΑΙ απέθανεν Αβιά μετά των πατέρων αυτού, και έθαψαν αυτόν εν πόλει Δαυίδ, και εβασίλευσεν Ασά υιος αυτού αντ' αυτού. εν ταις ημέραις Ασά ησύχασεν η γη Ιούδα δέκα έτη, 2 και εποίησε το καλόν και το ευθές ενώπιον Κυρίου του Θεού αυτού. 3 και απέστησε τα θυσιαστήρια των αλλοτρίων και τα υψηλά και συνέτριψε τας στήλας και εξέκοψε τα άλση 4 και είπε τω Ιούδα εκζητήσαι τον Κύριον Θεόν των πατέρων αυτών και ποιήσαι τον νόμον και τας εντολάς. 5 και απέστησεν από πασών πόλεων Ιούδα τα θυσιαστήρια και τα είδωλα, και ειρήνευσε 6 πόλεις τειχήρεις εν γη Ιούδα, ότι ειρήνευσεν η γη· και ουκ ην αυτω πόλεμος εν τοις έτεσι τούτοις, ότι κατέπαυσε Κύριος αυτω. 7 και είπε τω Ιούδα· οικοδομήσωμεν τας πόλεις ταύτας και ποιήσωμεν τείχη και πύργους και πύλας και μοχλούς, εν ω της γης κυριεύσομεν, ότι καθώς εξεζητήσαμεν Κύριον τον Θεόν ημών, εξεζήτησεν ημάς και κατέπαυσεν ημάς κυκλόθεν και ευώδωσεν ημίν. 8 και εγένετο δύναμις τω Ασά οπλοφόρων αιρόντων θυρεούς και δόρατα εν γη Ιούδα τριακόσιαι χιλιάδες και εν γη Βενιαμίν πελτασταί και τοξόται διακόσιαι και ογδοήκοντα χιλιάδες, πάντες ούτοι πολεμισταί δυνάμεως. 9 και εξήλθεν επ' αυτούς Ζαρέ ο Αιθίοψ εν δυνάμει εν χιλίαις χιλιάσι και άρμασι τριακοσίοις, και ήλθεν έως Μαρισά. 10 και εξήλθεν Ασά εις συνάντησιν αυτω και παρετάξατο πόλεμον εν τη φάραγγι κατά βορράν Μαρισά. 11 και εβόησεν Ασά προς Κύριο Θεόν αυτού και είπε· Κύριε, ουκ αδυνατεί παρά σοί σώζειν εν πολλοίς και εν ολίγοις· κατίσχυσον ημάς, Κύριε ο Θεός ημών, ότι επί σοί πεποίθαμεν και επί τω ονόματί σου ήλθομεν επί το πλήθος το πολύ τούτο· Κύριε ο Θεός ημών, μη κατισχυσάτω προς σε άνθρωπος. 12 και επάταξε Κύριος τους Αιθίοπας εναντίον Ιούδα, και έφυγον Αιθίοπες· 13 και κατεδίωξεν αυτούς Ασά και ο λαός αυτού έως Γεδώρ, και έπεσον Αιθίοπες ωστε μη είναι εν αυτοίς περιποίησιν, ότι συνετρίβησαν ενώπιον Κυρίου και εναντίον της δυνάμεως αυτού, και εσκύλευσαν σκύλα πολλά. 14 και εξέκοψαν τας κώμας αυτών κύκλω Γεδώρ, ότι εγενήθη έκστασις Κυρίου επ' αυτούς, και εσκύλευσαν πάσας τας πόλεις αυτών, ότι πολλά σκύλα εγενήθη αυτοίς· 15 και γε σκηνάς κτήσεων, τους Αλιμαζονείς, εξέκοψαν και έλαβον πρόβατα πολλά και καμήλους και επέστρεψαν εις Ιερουσαλήμ.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΚΑΙ Αζαρίας υιος ‘Ωδήδ, εγένετο επ' αυτόν πνεύμα Κυρίου, 2 και εξήλθεν εις απάντησιν Ασά και παντί Ιούδα και Βενιαμίν και είπεν· ακούσατέ μου, Ασά και πας Ιούδα και Βενιαμίν. Κύριος μεθ' υμών εν τω είναι υμάς μετ' αυτού, και εάν εκζητήσητε αυτόν, ευρεθήσεται υμίν, και εάν εγκαταλίπητε αυτόν, εγκαταλείψει υμάς. 3 και ημέραι πολλαί τω Ισραήλ εν ου θεω αληθινω και ουχ ιερέως υποδεικνύοντος και εν ου νόμω· 4 και επιστρέψει αυτούς επί Κύριον Θεόν Ισραήλ, και ευρεθήσεται αυτοίς. 5 και εν εκείνω τω καιρω ουκ έστιν ειρήνη τω εκπορευομένω και τω εισπορευομένω, ότι έκστασις Κυρίου επί πάντας τους κατοικούντας τας χώρας. 6 και πολεμήσει έθνος προς έθνος και πόλις προς πόλιν, ότι ο Θεός εξέστησεν αυτούς εν πάση θλίψει. 7 και υμείς ισχύσατε, και μη εκλυέσθωσαν αι χείρες υμών, ότι έστι μισθός τη εργασία υμών. 8 και εν τω ακούσαι τους λόγους τούτους και την προφητείαν Αδάδ του προφήτου και κατίσχυσε και εξέβαλε τα βδελύγματα από πάσης της γης Ιούδα και Βενιαμίν και από των πόλεων, ων κατέσχεν Ιεροβοάμ εν όρει Εφραίμ, και ενεκαίνισε το θυσιαστήριον Κυρίου, ό ην έμπροσθεν του ναού Κυρίου. 9 και εξεκκλησίασε τον Ιούδαν και Βενιαμίν και τους προσηλύτους τους παροικούντας μετ' αυτού από Εφραίμ και από Μανασσή και από Συμεών, ότι προσετέθησαν προς αυτόν πολλοί του Ισραήλ εν τω ιδείν αυτούς, ότι Κύριος ο Θεός αυτού μετ' αυτού. 10 και συνήχθησαν εις Ιερουσαλήμ εν τω μηνί τω τρίτω εν τω έτει τω πεντεκαιδεκάτω της βασιλείας Ασά. 11 και έθυσε τω Κυρίω εν τη ημέρα εκείνη από των σκύλων, ων ήνεγκαν, μόσχους επτακοσίους και πρόβατα επτακισχίλια. 12 και διήλθεν εν διαθήκη ζητήσαι Κύριον Θεόν των πατέρων αυτών εξ όλης της καρδίας και εξ όλης της ψυχής αυτών· 13 και πας, ος εάν μη εκζητήση τον Κύριον Θεόν του Ισραήλ, αποθανείται από νεωτέρου έως πρεσβυτέρου, από ανδρός έως γυναικός. 14 και ώμοσαν εν Κυρίω εν φωνή μεγάλη και εν σάλπιγξι και εν κερατίναις. 15 και ηυφράνθησαν πας Ιούδα περί του όρκου, ότι εξ όλης της ψυχής ώμοσαν και εν πάση θελήσει εζήτησαν αυτόν, και ευρέθη αυτοίς και κατέπαυσε Κύριος αυτοίς κυκλόθεν. 16 και την Μααχά την μητέρα αυτού μετέστησε του μη είναι τη Αστάρτη λειτουργούσαν και κατέκοψε το είδωλον και κατέκαυσεν εν χειμάρρω Κέδρων. 17 πλήν τα υψηλά ουκ απέστησαν, έτι υπήρχεν εν τω Ισραήλ· αλλ' η καρδία Ασά εγένετο πλήρης πάσας τας ημέρας αυτού. 18 και εισήνεγκε τα άγια Δαυίδ του πατρός αυτού και τα άγια οίκου του Θεού, αργύριον και χρυσίον και σκεύη. 19 και πόλεμος ουκ ην μετ' αυτού έως του πέμπτου και τριακοστού έτους της βασιλείας Ασά.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΚΑΙ εν τω ογδόω και τριακοστω έτει της βασιλείας Ασά ανέβη βασιλεύς Ισραήλ επί Ιούδαν και ωκοδόμησε την Ραμά του μη δούναι έξοδον και είσοδον τω Ασά βασιλεί Ιούδα. 2 και έλαβεν Ασά αργύριον και χρυσίον εκ θησαυρών οίκου Κυρίου και οίκου του βασιλέως και απέστειλε προς τον υιόν του Άδερ βασιλέως Συρίας τον κατοικούντα εν Δαμασκω λέγων· 3 διάθου διαθήκην ανά μέσον εμού και σου και ανά μέσον του πατρός μου και ανά μέσον του πατρός σου· ιδού απέσταλκά σοι χρυσίον και αργύριον, δεύρο και διασκέδασον απ' εμού τον Βαασά βασιλέα Ισραήλ και απελθέτω απ' εμού. 4 και ήκουσεν υιος Άδερ του βασιλέως Ασά και απέστειλε τους άρχοντας της δυνάμεως αυτού επί τας πόλεις Ισραήλ και επάταξε την Αϊών και την Δάν και την Αβελμαϊν και πάσας τας περιχώρους Νεφθαλί. 5 και εγένετο εν τω ακούσαι Βαασά απέλιπε του μηκέτι οικοδομείν την Ραμά και κατέπαυσε το έργον αυτού. 6 και Ασά βασιλεύς έλαβε πάντα τον Ιούδαν και έλαβε τους λίθους της Ραμά και τα ξύλα αυτής, α ωκοδόμησε Βαασά, και ωκοδόμησεν εν αυτοίς την Γαβαέ και την Μασφά. 7 και εν τω καιρω εκείνω ήλθεν Ανανί ο προφήτης προς Ασά βασιλέα Ιούδα και είπεν αυτω· εν τω πεποιθέναι σε επί βασιλέα Συρίας και μη πεποιθέναι σε επί Κύριον Θεόν σου, δια τούτο εσώθη η δύναμις Συρίας από της χειρός σου. 8 ουχ οι Αιθίοπες και Λίβυες ήσαν εις δύναμιν πολλήν εις θάρσος, εις ιππείς εις πλήθος σφόδρα; και εν τω πεποιθέναι σε επί Κύριον παρέδωκεν εις χείράς σου; 9 ότι οι οφθαλμοί Κυρίου επιβλέπουσιν εν πάση τη γη κατισχύσαι εν πάση καρδία πλήρει προς αυτόν. ηγνόηκας επί τούτω· από του νυν έσται μετά σου πόλεμος. 10 και εθυμώθη Ασά τω προφήτη και παρέθετο αυτόν εις φυλακήν, ότι ωργίσθη επί τούτω· και ελυμήνατο Ασά εν τω λαω εν τω καιρω εκείνω.

 11 Και ιδού οι λόγοι Ασά οι πρώτοι και οι έσχατοι γεγραμμένοι εν βιβλίω βασιλέων Ιούδα και Ισραήλ. 12 και εμαλακίσθη Ασά εν τω έτει τω ενάτω και τριακοστω της βασιλείας αυτού τους πόδας, έως σφόδρα εμαλακίσθη· και εν τη μαλακία αυτού ουκ εζήτησε τον Κύριον, αλλά τους ιατρούς. 13 και εκοιμήθη Ασά μετά των πατέρων αυτού και ετελεύτησεν εν τω τεσσαρακοστω έτει της βασιλείας αυτού, 14 και έθαψαν αυτόν εν τω μνήματι, ω ώρυξεν εαυτω εν πόλει Δαυίδ, και εκοίμησαν αυτόν επί της κλίνης και έπλησαν αρωμάτων και γένη μύρων μυρεψών και εποίησαν αυτω εκφοράν μεγάλην έως σφόδρα.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΚΑΙ εβασίλευσεν Ιωσαφάτ υιος αυτού αντ' αυτού, και κατίσχυσεν Ιωσαφάτ επί τον Ισραήλ. 2 και έδωκε δύναμιν εν πάσαις ταις πόλεσιν Ιούδα ταις οχυραίς και κατέστησεν ηγουμένους εν πάσαις ταις πόλεσιν Ιούδα και εν πόλεσιν Εφραίμ, ας προκατελάβετο Ασά ο πατήρ αυτού. 3 και εγένετο Κύριος μετά Ιωσαφάτ, ότι επορεύθη εν οδοίς του πατρός αυτού ταις πρώταις και ουκ εξεζήτησε τα είδωλα, 4 αλλά Κύριον τον Θεόν του πατρός αυτού εξεζήτησε και εν ταις εντολαίς του πατρός αυτού επορεύθη, και ουχ ως τα έργα του Ισραήλ. 5 και κατεύθυνε Κύριος την βασιλείαν εν χειρί αυτού, και έδωκε πας Ιούδα δώρα τω Ιωσαφάτ, και εγένετο αυτω πλούτος και δόξα πολλή. 6 και υψώθη η καρδία αυτού εν οδω Κυρίου, και έτι εξήρε τα υψηλά και τα άλση από της γης Ιούδα. 7 και εν τω τρίτω έτει της βασιλείας αυτού απέστειλε τους ηγουμένους αυτού και τους υιούς των δυνατών, τον Αβδίαν και Ζαχαρίαν και Ναθαναήλ και Μιχαίαν, του διδάσκειν εν πόλεσιν Ιούδα· 8 και μετ' αυτών οι Λευίται Σαμαίας και Ναθανίας και Ζαβδίας και Ασιήλ και Σεμιραμώθ και Ιωνάθαν και Αδωνίας και Τωβίας, οι Λευίται, και μετ' αυτών Ελισαμά και Ιωράμ οι ιερείς, 9 και εδίδασκον εν Ιούδα, και μετ' αυτών βίβλος νόμου Κυρίου, και διήλθον εν ταις πόλεσιν Ιούδα και εδίδασκον τον λαόν. 10 και εγένετο έκστασις Κυρίου επί πάσαις ταις βασιλείαις της γης κύκλω Ιούδα, και ουκ επολέμουν προς Ιωσαφάτ· 11 και από των αλλοφύλων έφερον τω Ιωσαφάτ δώρα και αργύριον και δόματα, και οι Άραβες έφερον αυτω κριούς προβάτων επτακισχιλίους επτακοσίους. 12 και ην Ιωσαφάτ πορευόμενος μείζων έως εις ύψος και ωκοδόμησεν εν τη Ιουδαία οικήσεις και πόλεις οχυράς. 13 και έργα πολλά εγένετο αυτω εν τη Ιουδαία και άνδρες πολεμισταί δυνατοί ισχύοντες εν Ιερουσαλήμ. 14 και ούτος ο αριθμός αυτών κατ' οίκους πατριών αυτών· και τω Ιούδα χιλίαρχοι, Έδνας ο άρχων και μετ' αυτού υιοί δυνατοί δυνάμεως τριακόσιαι χιλιάδες· 15 και μετ' αυτόν Ιωανάν ο ηγούμενος και μετ' αυτού διακόσιαι ογδοήκοντα χιλιάδες· 16 και μετ' αυτόν Αμασίας ο του Ζαρί, ο προθυμούμενος τω Κυρίω, και μετ' αυτού διακόσιαι χιλιάδες δυνατοί δυνάμεως. 17 και εκ του Βενιαμίν δυνατός δυνάμεως Ελιαδά και μετ' αυτού τοξόται και πελτασταί διακόσιαι χιλιάδες. 18 και μετ' αυτόν Ιωζαβάδ και μετ' αυτού εκατόν ογδοήκοντα χιλιάδες δυνατοί πολέμου. 19 ούτοι οι λειτουργούντες τω βασιλεί, εκτός ων έδωκεν ο βασιλεύς εν ταις πόλεσι ταις οχυραίς εν πάση τη Ιουδαία.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΚΑΙ εγενήθη τω Ιωσαφάτ έτι πλούτος και δόξα πολλή, και επεγαμβρεύσατο εν οίκω Αχαάβ. 2 και κατέβη δια τέλους ετών προς Αχαάβ εις Σαμάρειαν· και έθυσεν αυτω Αχαάβ πρόβατα και μόσχους πολλούς και τω λαω τω μετ' αυτού και ηγάπα αυτόν του συναναβήναι μετ' αυτού εις Ραμώθ της Γαλααδίτιδος. 3 και είπεν Αχαάβ βασιλεύς Ισραήλ προς Ιωσαφάτ βασιλέα Ιούδα· ει πορεύση μετ' εμού εις Ραμώθ της Γαλααδίτιδος; και είπεν αυτω· ως εγώ, ούτω και συ· ως ο λαός σου και ο λαός μου μετά σου εις πόλεμον. 4 και είπεν Ιωσαφάτ προς βασιλέα Ισραήλ· ζήτησον δη σήμερον τον Κύριον. 5 και συνήγαγεν ο βασιλεύς Ισραήλ τους προφήτας τετρακοσίους άνδρας και είπεν αυτοίς· ει πορευθώ εις Ραμώθ Γαλαάδ εις πόλεμον ή επίσχω; και είπαν· ανάβαινε, και δώσει ο Θεός εις τας χείρας του βασιλέως. 6 και είπεν Ιωσαφάτ· ουκ έστιν ώδε προφήτης του Κυρίου έτι και επιζητήσομεν παρ' αυτού; 7 και είπε βασιλεύς Ισραήλ προς Ιωσαφάτ· έτι ανήρ εις του ζητήσαι τον Κύριον δι' αυτού, και εγώ εμίσησα αυτόν, ότι ουκ έστι προφητεύων περί εμού εις αγαθά, ότι πάσαι αι ημέραι αυτού εις κακά, ούτος Μιχαίας υιος Ιεμβλά. και είπεν Ιωσαφάτ· μη λαλείτω ο βασιλεύς ούτως· 8 και εκάλεσεν ο βασιλεύς ευνούχον ένα και είπε· τάχος Μιχαίαν υιόν Ιεμβλά. 9 και βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα καθήμενοι έκαστος επί θρόνου αυτού και ενδεδυμένοι στολάς, καθήμενοι εν τω ευρυχώρω θύρας πύλης Σαμαρείας, και πάντες οι προφήται επροφήτευον εναντίον αυτών. 10 και εποίησεν εαυτω Σεδεκίας υιος Χαναάν κέρατα σιδηρά και είπε· τάδε λέγει Κύριος· εν τούτοις κερατιείς την Συρίαν έως αν συντελεσθή. 11 και πάντες οι προφήται επροφήτευον ούτω λέγοντες· ανάβαινε εις Ραμώθ Γαλαάδ και ευοδωθήση, και δώσει Κύριος εις χείρας του βασιλέως. 12 και ο άγγελος ο πορευθείς του καλέσαι τον Μιχαίαν ελάλησεν αυτω λέγων· ιδού ελάλησαν οι προφήται εν στόματι ενί αγαθά περί του βασιλέως, και έστωσαν δη οι λόγοι σου ως ενός αυτών, και λαλήσεις αγαθά. 13 και είπε Μιχαίας· ζη Κύριος, ότι ό εάν είπη ο Θεός προς με, αυτό λαλήσω. 14 και ήλθε προς τον βασιλέα, και είπεν αυτω ο βασιλεύς· Μιχαία, ει πορευθώ εις Ραμώθ Γαλαάδ εις πόλεμον ή επίσχω; και είπεν· ανάβαινε και ευοδώσεις, και δοθήσονται εις χείρας υμών. 15 και είπεν αυτω ο βασιλεύς· ποσάκις ορκίζω σε ίνα μη λαλήσης προς με πλήν την αλήθειαν εν ονόματι Κυρίου; 16 και είπεν· είδον τον Ισραήλ διεσπαρμένους εν τοις όρεσιν ως πρόβατα, οίς ουκ έστι ποιμήν, και είπε Κύριος· ουκ έχουσιν ηγούμενον ούτοι, αναστρεφέτωσαν έκαστος εις τον οίκον αυτού εν ειρήνη. 17 και είπεν ο βασιλεύς Ισραήλ προς Ιωσαφάτ· ουκ είπόν σοι, ότι ου προφητεύει περί εμού αγαθά, αλλ' ή κακά; 18 και είπεν· ουχ ούτως· ακούσατε λόγον Κυρίου· είδον τον Κύριον καθήμενον επί θρόνου αυτού, και πάσα δύναμις του ουρανού παρειστήκει εκ δεξιών αυτού και εξ αριστερών αυτού. 19 και είπε Κύριος· τις απατήσει τον Αχαάβ βασιλέα Ισραήλ και αναβήσεται και πεσείται εν Ραμώθ Γαλαάδ; και ούτος είπεν ούτως, και ούτος είπεν ούτως. 20 και εξήλθε το πνεύμα και έστη ενώπιον Κυρίου και είπεν· εγώ απατήσω αυτόν. και είπε Κύριος· εν τίνι; 21 και είπεν· εξελεύσομαι και έσομαι πνεύμα ψευδές εν στόματι πάντων των προφητών αυτού. και είπεν· απατήσεις και δυνήση, έξελθε και ποίησον ούτω. 22 και νυν ιδού έδωκε Κύριος πνεύμα ψευδές εν στόματι των προφητών σου τούτων, και Κύριος ελάλησεν επί σε κακά. 23 και ήγγισε Σεδεκίας υιος Χαναάν και επάταξε τον Μιχαίαν επί την σιαγόνα και είπεν αυτω· ποία τη οδω παρήλθε πνεύμα Κυρίου παρ' εμού του λαλήσαι προς σε; 24 και είπε Μιχαίας· ιδού όψη εν τη ημέρα εκείνη, εν ή εισελεύση ταμιείον εκ ταμιείου του κατακρυβήναι. 25 και είπε βασιλεύς Ισραήλ· λάβετε τον Μιχαίαν και αποστρέψατε προς Εμήρ άρχοντα της πόλεως και προς Ιωάς άρχοντα υιόν του βασιλέως 26 και ερείτε· ούτως είπεν ο βασιλεύς· απόθεσθε τούτον εις οίκον φυλακής, και εσθιέτω άρτον θλίψεως και ύδωρ θλίψεως έως του επιστρέψαι με εν ειρήνη. 27 και είπε Μιχαίας· εάν επιστρέφων επιστρέψης εν ειρήνη, ουκ ελάλησε Κύριος εν εμοί· ακούσατε λαοί πάντες.

 28 Και ανέβη βασιλεύς Ισραήλ και Ιωσαφάτ βασιλεύς Ιούδα εις Ραμώθ Γαλαάδ. 29 και είπε βασιλεύς Ισραήλ προς Ιωσαφάτ· κατακάλυψόν με και εισελεύσομαι εις τον πόλεμον, και συ ένδυσαι τον ιματισμόν μου· και συνεκαλύψατο βασιλεύς Ισραήλ και εισήλθεν εις τον πόλεμον. 30 και βασιλεύς Συρίας ενετείλατο τοις άρχουσι των αρμάτων τοις μετ' αυτού λέγων· μη πολεμείτε τον μικρόν και τον μέγαν, αλλ' ή τον βασιλέα Ισραήλ μόνον. 31 και εγένετο ως είδον οι άρχοντες των αρμάτων τον Ιωσαφάτ, και αυτοί είπαν· βασιλεύς Ισραήλ εστι, και εκύκλωσαν αυτόν του πολεμείν· και εβόησεν Ιωσαφάτ, και Κύριος έσωσεν αυτόν, και απέστρεψεν αυτούς ο Θεός απ' αυτού. 32 και εγένετο ως είδον οι άρχοντες των αρμάτων ότι ουκ ην βασιλεύς Ισραήλ, και απέστρεψαν απ' αυτού. 33 και ανήρ έτεινε τόξον ευστόχως και επάταξε τον βασιλέα Ισραήλ ανά μέσον του πνεύμονος και ανά μέσον του θώρακος. και είπε τω ηνιόχω· επίστρεφε την χείρά σου και εξάγαγέ με εκ του πολέμου, ότι επόνεσα. 34 και ετροπώθη ο πόλεμος εν τη ημέρα εκείνη· και ο βασιλεύς Ισραήλ ην εστηκώς επί του άρματος εξεναντίας Συρίας έως εσπέρας και απέθανε δύνοντος του ηλίου.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΚΑΙ επέστρεψεν Ιωσαφάτ βασιλεύς Ιούδα εις τον οίκον αυτού εις Ιερουσαλήμ. 2 και εξήλθεν εις απάντησιν αυτού Ιού ο του Ανανί ο προφήτης και είπεν αυτω· βασιλεύ Ιωσαφάτ, ει αμαρτωλω συ βοηθείς ή μισουμένω υπό Κυρίου φιλιάζεις; δια τούτο εγένετο επί σε οργή παρά Κυρίου· 3 ότι αλλ' ή λόγοι αγαθοί ευρέθησαν εν σοί, ότι εξήρας τα άλση από της γης Ιούδα και κατηύθυνας την καρδίαν σου εκζητήσαι τον Κύριον. 4 και κατώκησεν Ιωσαφάτ εν Ιερουσαλήμ και πάλιν εξήλθεν εις τον λαόν από Βηρσαβεέ έως όρους Εφραίμ και επέστρεψεν αυτούς επί Κύριον Θεόν των πατέρων αυτών. 5 και κατέστησε τους κριτάς εν πάσαις ταις πόλεσιν Ιούδα ταις οχυραίς εν πόλει και πόλει 6 και είπε τοις κριταίς· ίδετε τι υμείς ποιείτε, ότι ουκ ανθρώπω υμείς κρίνετε, αλλ' ή τω Κυρίω, και μεθ' υμών λόγοι της κρίσεως· 7 και νυν γενέσθω φόβος Κυρίου εφ' υμάς, και φυλάσσετε και ποιήσατε, ότι ουκ έστι μετά Κυρίου Θεού ημών αδικία, ουδέ θαυμάσαι πρόσωπον ουδέ λαβείν δώρα. 8 και γε εν Ιερουσαλήμ κατέστησεν Ιωσαφάτ των ιερέων και των Λευιτών και των πατριαρχών Ισραήλ εις κρίσιν Κυρίου, και κρίνειν τους κατοικούντας εν Ιερουσαλήμ. 9 και ενετείλατο προς αυτούς λέγων· ούτω ποιήσετε εν φόβω Κυρίου, εν αληθεία και εν πλήρει καρδία· 10 πας ανήρ κρίσιν την ελθούσαν εφ' υμάς των αδελφών υμών των κατοικούντων εν ταις πόλεσιν αυτών ανά μέσον αίμα αίματος και ανά μέσον του προστάγματος και εντολής και δικαιώματα και κρίματα και διαστελείσθε αυτοίς, και ουχ αμαρτήσονται τω Κυρίω, και ουκ έσται οργή εφ' υμάς και επί τους αδελφούς υμών· ούτω ποιήσετε και ουχ αμαρτήσεσθε. 11 και ιδού Αμαρίας ο ιερεύς ηγούμενος εφ' υμάς εις πάντα λόγον Κυρίου και Ζαβδίας υιος Ισμαήλ ο ηγούμενος εις οίκον Ιούδα προς πάντα λόγον βασιλέως και οι γραμματείς και οι Λευίται προ προσώπου υμών· ισχύσατε και ποιήσατε, και έσται Κύριος μετά του αγαθού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΚΑΙ μετά ταύτα ήλθον οι υιοί Μωάβ, και υιοί Αμμών και μετ' αυτών εκ των Μιναίων προς Ιωσαφάτ εις πόλεμον. 2 και ήλθον και υπέδειξαν τω Ιωσαφάτ λέγοντες· ήκει επί σε πλήθος πολύ εκ πέραν της θαλάσσης από Συρίας, και ιδού εισιν εν Ασασάν Θαμάρ (αύτη εστίν Εγγαδί). 3 και εφοβήθη και έδωκεν Ιωσαφάτ πρόσωπον αυτού εκζητήσαι τον Κύριον και εκήρυξε νηστείαν εν παντί Ιούδα. 4 και συνήχθη Ιούδας εκζητήσαι τον Κύριον, και από πασών των πόλεων Ιούδα ήλθον ζητήσαι τον Κύριον. 5 και ανέστη Ιωσαφάτ εν εκκλησία Ιούδα εν Ιερουσαλήμ εν οίκω Κυρίου κατά πρόσωπον της αυλής της καινής 6 και είπε· Κύριε ο Θεός των πατέρων μου, ουχί συ ει Θεός εν ουρανω άνω και συ κυριεύεις πασών των βασιλειών των εθνών και εν τη χειρί σου ισχύς δυναστείας και ουκ έστι προς σε αντιστήναι; 7 ουχί συ ο Κύριος ο εξολοθρεύσας τους κατοικούντας την γην ταύτην από προσώπου του λαού σου Ισραήλ και έδωκας αυτήν σπέρματι Αβραάμ τω ηγαπημένω σου εις τον αιώνα; 8 και κατώκησαν εν αυτη και ωκοδόμησαν εν αυτη αγίασμα τω ονόματί σου λέγοντες· 9 εάν επέλθη εφ' ημάς κακά, ρομφαία, κρίσις, θάνατος, λιμός, στησόμεθα εναντίον του οίκου τούτου και εναντίον σου, ότι το όνομά σου επί τω οίκω τούτω, και βοησόμεθα προς σε από της θλίψεως, και ακούση και σώσεις. 10 και νυν ιδού οι υιοί Αμμών και Μωάβ και όρος Σηείρ, εις ους ουκ έδωκας τω Ισραήλ διελθείν δι' αυτών, εξελθόντων αυτών εκ γης Αιγύπτου, ότι εξέκλιναν απ' αυτών και ουκ εξωλόθρευσαν αυτούς. 11 και νυν ιδού αυτοί επιχειρούσιν εφ' ημάς εξελθείν εκβαλείν ημάς από της κληρονομίας ημών, ης έδωκας ημίν. 12 Κύριε ο Θεός ημών, ου κρινείς εν αυτοίς; ότι ουκ έστιν ημίν ισχύς του αντιστήναι προς το πλήθος το πολύ τούτο το ελθόν εφ' ημάς, και ουκ οίδαμεν τι ποιήσωμεν αυτοίς, αλλ' ή επί σοί οι οφθαλμοί ημών. 13 και πας Ιούδας εστηκώς έναντι Κυρίου, και τα παιδία αυτών και αι γυναίκες αυτών. 14 και τω ‘Οζιήλ τω του Ζαχαρίου των υιών Βαναίου των υιών Ελεϊήλ του Ματθανίου του Λευίτου από των υιών Ασάφ, εγένετο επ' αυτόν πνεύμα Κυρίου εν τη εκκλησία 15 και είπεν· ακούσατε πας Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ και ο βασιλεύς Ιωσαφάτ· τάδε λέγει Κύριος υμίν αυτοίς· μη φοβείσθε μηδέ πτοηθήτε από προσώπου του όχλου του πολλού τούτου, ότι ουχ υμίν εστιν η παράταξις, αλλ' ή τω Θεω. 16 αύριον κατάβητε επ' αυτούς· ιδού αναβαίνουσι κατά την ανάβασιν Ασάς, και ευρήσετε αυτούς επ' άκρου ποταμού της ερήμου Ιεριήλ. 17 ουχ υμίν εστι πολεμήσαι· ταύτα σύνετε και ίδετε την σωτηρίαν Κυρίου μεθ' υμών, Ιούδα και Ιερουσαλήμ· μη φοβηθήτε μηδέ πτοηθήτε αύριον εξελθείν εις απάντησιν αυτοίς, και Κύριος μεθ' υμών. 18 και κύψας Ιωσαφάτ επί πρόσωπον αυτού και πας Ιούδα και οι κατοικούντες Ιερουσαλήμ έπεσαν έναντι Κυρίου προσκυνήσαι Κυρίω. 19 και ανέστησαν οι Λευίται από των υιών Καάθ και από των υιών Κορέ αινείν Κυρίω Θεω Ισραήλ εν φωνή μεγάλη εις ύψος.

 20 Και ώρθρισαν πρωϊ και εξήλθον εις την έρημον Θεκωέ, και εν τω εξελθείν αυτούς έστη Ιωσαφάτ και εβόησε και είπεν· ακούσατέ μου Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ· εμπιστεύσατε εν Κυρίω Θεω ημών, και εμπιστευθήσεσθε· εμπιστεύσατε εν προφήτη αυτού, και ευοδωθήσεσθε. 21 και εβουλεύσατο μετά του λαού και έστησε ψαλτωδούς και αινούντας εξομολογείσθαι και αινείν τα άγια εν τω εξελθείν έμπροσθεν της δυνάμεως, και έλεγον· εξομολογείσθε τω Κυρίω, ότι εις τον αιώνα το έλεος αυτού. 22 και εν τω άρξασθαι αυτούς της αινέσεως και της εξομολογήσεως έδωκε Κύριος πολεμείν τους υιούς Αμμών επί Μωάβ και όρος Σηείρ τους εξελθόντας επί Ιούδαν, και ετροπώθησαν. 23 και ανέστησαν οι υιοί Αμμών και Μωάβ επί τους κατοικούντας όρος Σηείρ εξολοθρεύσαι και εκτρίψαι αυτούς· και ως συνετέλεσαν τους κατοικούντας Σηείρ, ανέστησαν εις αλλήλους του εξολοθρευθήναι. 24 και Ιούδας ήλθεν επί την σκοπιάν της ερήμου και επέβλεψε και είδε το πλήθος, και ιδού πάντες νεκροί πεπτωκότες επί της γης, ουκ ην σωζόμενος. 25 και εξήλθεν Ιωσαφάτ και ο λαός αυτού σκυλεύσαι τα σκύλα αυτών και εύρον κτήνη πολλά και αποσκευήν και σκύλα και σκεύη επιθυμητά και εσκύλευσαν εν αυτοίς. και εγένοντο ημέραι τρεις σκυλευόντων αυτών τα σκύλα, ότι πολλά ην. 26 και εγένετο τη ημέρα τη τετάρτη επισυνήχθησαν εις τον αυλώνα της ευλογίας, εκεί γαρ ηυλόγησαν τον Κύριον· δια τούτο εκάλεσαν το όνομα του τόπου εκείνου Κοιλάς ευλογίας έως της ημέρας ταύτης. 27 και επέστρεψε πας ανήρ Ιούδα εις Ιερουσαλήμ και Ιωσαφάτ ηγούμενος αυτών εν ευφροσύνη μεγάλη, ότι εύφρανεν αυτούς Κύριος από των εχθρών αυτών, 28 και εισήλθον εις Ιερουσαλήμ εν νάβλαις και κινύραις και εν σάλπιγξιν εις οίκον Κυρίου. 29 και εγένετο έκστασις Κυρίου επί πάσας τας βασιλείας της γης εν τω ακούσαι αυτούς ότι Κύριος επολέμησε προς τους υπεναντίους Ισραήλ. 30 και ειρήνευσεν η βασιλεία Ιωσαφάτ, και κατέπαυσεν αυτω ο Θεός αυτού κυκλόθεν.

 31 Και εβασίλευσεν Ιωσαφάτ επί τον Ιούδαν, ων ετών τριακονταπέντε εν τω βασιλεύσαι αυτόν, και είκοσι και πέντε έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Αζουβά θυγάτηρ Σαλί. 32 και επορεύθη εν ταις οδοίς του πατρός αυτού Ασά και ουκ εξέκλινε του ποιήσαι το ευθές ενώπιον Κυρίου· 33 αλλά τα υψηλά έτι υπήρχε, και έτι ο λαός ου κατεύθυνε την καρδίαν αυτών προς Κύριον τον Θεόν των πατέρων αυτών. 34 και οι λοιποί λόγοι Ιωσαφάτ οι πρώτοι και οι έσχατοι ιδού γεγραμμένοι εν λόγοις Ιού του Ανανί, ος κατέγραψε βιβλίον βασιλέων Ισραήλ.

 35 Και μετά ταύτα εκοινώνησεν Ιωσαφάτ βασιλεύς Ιούδα προς ‘Οχοζίαν βασιλέα Ισραήλ (και ούτος ηνόμησεν) 36 εν τω ποιήσαι και πορευθήναι προς αυτόν του ποιήσαι πλοία του πορευθήναι εις Θαρσείς και εποίησε πλοία εν Γασιών Γαβέρ. 37 και επροφήτευσεν Ελιέζερ ο του Δωδία από Μαρισής επί Ιωσαφάτ λέγων· ως εφιλίασας τω ‘Οχοζία, έθραυσε Κύριος το έργον σου, και συνετρίβη τα πλοίά σου. και ουκ εδυνάσθη πορευθήναι εις Θαρσείς.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΚΑΙ εκοιμήθη Ιωσαφάτ μετά των πατέρων αυτού και ετάφη εν πόλει Δαυίδ, και εβασίλευσεν Ιωράμ υιος αυτού αντ' αυτού. 2 και αυτω αδελφοί υιοί Ιωσαφάτ εξ, Αζαρίας και Ιεϊήλ και Ζαχαρίας και Αζαρίας και Μιχαήλ και Σαφατίας· πάντες ούτοι υιοί Ιωσαφάτ βασιλέως Ιούδα. 3 και έδωκεν αυτοίς ο πατήρ αυτών δόματα πολλά, αργύριον και χρυσίον και όπλα μετά των πόλεων τετειχισμένων εν Ιούδα· και την βασιλείαν έδωκε τω Ιωράμ, ότι ούτος ο πρωτότοκος. 4 και ανέστη Ιωράμ επί την βασιλείαν αυτού και εκραταιώθη και απέκτεινε πάντας τους αδελφούς αυτού εν ρομφαία και από των αρχόντων Ισραήλ. 5 όντος αυτού τριάκοντα και δύο ετών, κατέστη Ιωράμ επί την βασιλείαν αυτού και οκτώ έτη εβασίλευσεν εν Ιερουσαλήμ. 6 και επορεύθη εν οδω βασιλέων Ισραήλ, ως εποίησεν οίκος Αχαάβ, ότι θυγάτηρ Αχαάβ ην αυτού γυνή, και εποίησε το πονηρόν εναντίον Κυρίου. 7 και ουκ εβούλετο Κύριος εξολοθρεύσαι τον οίκον Δαυίδ δια την διαθήκην, ην διέθετο τω Δαυίδ, και ως είπεν αυτω δούναι αυτω λύχνον και τοις υιοίς αυτού πάσας τας ημέρας. 8 εν ταις ημέραις εκείναις απέστη Εδώμ από του Ιούδα και εβασίλευσαν εφ' εαυτούς βασιλέα. 9 και ώχετο Ιωράμ μετά των αρχόντων και πάσα η ίππος μετ' αυτού· και εγένετο και ηγέρθη νυκτός και επάταξεν Εδώμ τον κυκλούντα αυτόν και τους άρχοντας των αρμάτων, και έφυγεν ο λαός εις τα σκηνώματα αυτών. 10 και απέστη από Ιούδα Εδώμ έως της ημέρας ταύτης· τότε απέστη Λομνά εν τω καιρω εκείνω από χειρός αυτού, ότι εγκατέλιπε Κύριον τον Θεόν των πατέρων αυτού· 11 και γαρ αυτός εποίησεν υψηλά εν ταις πόλεσιν Ιούδα και εξεπόρνευσε τους κατοικούντας εν Ιερουσαλήμ και απεπλάνησε τον Ιούδαν. 12 και ήλθεν αυτω εν γραφή παρά ‘Ηλιού του προφήτου λέγων· τάδε λέγει Κύριος Θεός Δαυίδ του πατρός σου· ανθ' ων ουκ επορεύθης εν οδω Ιωσαφάτ του πατρός σου και εν οδοίς Ασά βασιλέως Ιούδα 13 και επορεύθης εν οδοίς βασιλέων Ισραήλ και εξεπόρνευσας τον Ιούδαν και τους κατοικούντας εν Ιερουσαλήμ, ως εξεπόρνευσεν οίκος Αχαάβ, και τους αδελφούς σου υιούς του πατρός σου τους αγαθούς υπέρ σε απέκτεινας, 14 ιδού Κύριος πατάξει σε πληγήν μεγάλην εν τω λαω σου και εν τοις υιοίς σου και εν γυναιξί σου και εν πάση τη αποσκευή σου. 15 και συ εν μαλακία πονηρά, εν νόσω κοιλίας, έως ου εξέλθη η κοιλία σου μετά της μαλακίας εξ ημερών εις ημέρας. 16 και επήγειρε Κύριος επί Ιωράμ τους αλλοφύλους και τους Άραβας και τους ομόρους των Αιθιόπων, 17 και ανέβησαν επί Ιούδαν και κατεδυνάστευον και απέστρεψαν πάσαν την αποσκευήν, ην εύρον εν οίκω του βασιλέως, και τους υιούς αυτού και τας θυγατέρας αυτού, και ου κατελείφθη αυτω υιος, αλλ' ή ‘Οχοζίας ο μικρότατος των υιών αυτού. 18 και μετά ταύτα πάντα επάταξεν αυτόν Κύριος εις την κοιλίαν μαλακίαν, ή ουκ έστιν ιατρεία. 19 και εγένετο εξ ημερών εις ημέρας, και ως ήλθε καιρός των ημερών ημέρας δύο, εξήλθεν η κοιλία αυτού μετά της νόσου, και απέθανεν εν μαλακία πονηρά. και ουκ εποίησεν ο λαός αυτού εκφοράν καθώς εκφοράν πατέρων αυτού. 20 ην τριάκοντα και δύο ετών, ότε εβασίλευσε, και οκτώ έτη εβασίλευσεν εν Ιερουσαλήμ· και επορεύθη ουκ εν επαίνω και ετάφη εν πόλει Δαυίδ και ουκ εν τάφοις των βασιλέων.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΚΑΙ εβασίλευσαν οι κατοικούντες εν Ιερουσαλήμ τον ‘Οχοζίαν υιόν αυτού τον μικρόν αντ' αυτού, ότι πάντας τους πρεσβυτέρους απέκτεινε το επελθόν επ' αυτούς ληστήριον, οι Άραβες και οι Αλιμοζονείς· και εβασίλευσεν ‘Οχοζίας υιος Ιωράμ βασιλέως Ιούδα. 2 ων ετών είκοσιν ‘Οχοζίας εβασίλευσε και ενιαυτόν ένα εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Γοθολία θυγάτηρ Αμβρί. 3 και ούτος επορεύθη εν οδω οίκου Αχαάβ, ότι μήτηρ αυτού ην σύμβουλος του αμαρτάνειν· 4 και εποίησε το πονηρόν εναντίον Κυρίου ως οίκος Αχαάβ, ότι αυτοί ήσαν αυτω σύμβουλοι μετά το αποθανείν τον πατέρα αυτού, του εξολοθρεύσαι αυτόν, 5 και εν ταις βουλαίς αυτών επορεύθη και επορεύθη μετά Ιωράμ υιού Αχαάβ βασιλέως Ισραήλ εις πόλεμον επί Αζαήλ βασιλέα Συρίας εις Ραμώθ Γαλαάδ· και επάταξαν οι τοξόται τον Ιωράμ. 6 και επέστρεψεν Ιωράμ του ιατρευθήναι εις Ιεζράελ από των πληγών, ων επάταξαν αυτόν οι Σύροι εν Ραμώθ εν τω πολεμείν αυτόν προς Αζαήλ βασιλέα Συρίας· και ‘Οχοζίας υιος Ιωράμ βασιλεύς Ιούδα κατέβη θεάσασθαι τον Ιωράμ υιόν Αχαάβ εις Ιεζράελ, ότι ηρρώστει. 7 και παρά του Θεού εγένετο καταστροφή ‘Οχοζία ελθείν προς Ιωράμ· και εν τω ελθείν αυτόν εξήλθε μετ' αυτού Ιωράμ προς Ιού υιόν Ναμεσσεϊ χριστόν Κυρίου εις τον οίκον Αχαάβ. 8 και εγένετο ως εξεδίκησεν Ιού τον οίκον Αχαάβ, και εύρε τους άρχοντας Ιούδα και τους αδελφούς ‘Οχοζίου λειτουργούντας τω ‘Οχοζία και απέκτεινεν αυτούς. 9 και είπε του ζητήσαι τον ‘Οχοζίαν, και κατέλαβον αυτόν ιατρευόμενον εν Σαμαρεία και ήγαγον αυτόν προς Ιού, και απέκτεινεν αυτόν και έθαψαν αυτόν, ότι είπαν· υιος Ιωσαφάτ εστιν, ος εζήτησε τον Κύριον εν όλη τη καρδία αυτού. και ουκ ην εν οίκω ‘Οχοζία κατισχύσαι δύναμιν περί της βασιλείας.

 10 Και Γοθολία η μήτηρ ‘Οχοζίου είδεν ότι τέθνηκεν ο υιος αυτής και ηγέρθη και απώλεσε παν το σπέρμα της βασιλείας εν οίκω Ιούδα. 11 και έλαβεν Ιωσαβέθ θυγάτηρ του βασιλέως τον Ιωάς υιόν ‘Οχοζίου και έκλεψεν αυτόν εκ μέσου υιών του βασιλέως των θανατουμένων και έδωκεν αυτόν και την τροφόν αυτού εις ταμιείον των κλινών· και έκρυψεν αυτόν Ιωσαβέθ θυγάτηρ του βασιλέως Ιωράμ, αδελφή ‘Οχοζίου, γυνή Ιωδαέ του ιερέως, και έκρυψεν αυτόν από προσώπου της Γοθολίας, και ουκ απέκτεινεν αυτόν. 12 και ην μετ' αυτού εν οίκω του Θεού κατακεκρυμμένος εξ έτη, και Γοθολία εβασίλευσεν επί της γης.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 ΚΑΙ εν τω έτει τω ογδόω εκραταίωσεν Ιωδαέ και έλαβε τους εκατοντάρχους, τον Αζαρίαν υιόν Ιωράμ και τον Ισμαήλ υιόν Ιωανάν και τον Αζαρίαν υιόν ‘Ωβήδ και τον Μαασαίαν υιόν Αδαϊα και τον Ελισαφάν υιόν Ζαχαρίου, μεθ' εαυτού εις οίκον Κυρίου. 2 και εκύκλωσαν τον Ιούδαν και συνήγαγον τους Λευίτας εκ πασών των πόλεων Ιούδα και άρχοντας πατριών του Ισραήλ, και ήλθον εις Ιερουσαλήμ. 3 και διέθεντο πάσα η εκκλησία Ιούδα διαθήκην εν οίκω του Θεού μετά του βασιλέως, και έδειξεν αυτοίς τον υιόν του βασιλέως και είπεν αυτοίς· ιδού ο υιος του βασιλέως βασιλευσάτω, καθώς ελάλησε Κύριος επί τον οίκον Δαυίδ. 4 νυν ο λόγος ούτος, ον ποιήσετε· το τρίτον εξ υμών εισπορευέσθωσαν το σάββατον, των ιερέων και των Λευιτών, και εις τας πύλας των εισόδων, 5 και το τρίτον εν οίκω του βασιλέως, και το τρίτον εν τη πύλη τη μέση, και πας ο λαός εν αυλαίς οίκου Κυρίου. 6 και μη εισελθέτω εις οίκον Κυρίου εάν μη οι ιερείς και οι Λευίται και οι λειτουργούντες των Λευιτών· αυτοί εισελεύσονται, ότι άγιοί εισι, και πας ο λαός φυλασσέτω φυλακάς Κυρίου. 7 και κυκλώσουσιν οι Λευίται τον βασιλέα κύκλω, ανδρός σκεύος σκεύος εν χειρί αυτού, και ο εισπορευόμενος εις τον οίκον αποθανείται· και έσονται μετά του βασιλέως εκπορευομένου και εισπορευομένου αυτού. 8 και εποίησαν οι Λευίται και πας Ιούδα κατά πάντα, όσα ενετείλατο αυτοίς Ιωδαέ ο ιερεύς, και έλαβον έκαστος τους άνδρας αυτού απ' αρχής του σαββάτου έως εξόδου του σαββάτου, ότι ου κατέλυσεν Ιωδαέ ο ιερεύς τας εφημερίας. 9 και έδωκεν Ιωδαέ τας μαχαίρας και τους θυρεούς και τα όπλα, α ην του βασιλέως Δαυίδ, εν οίκω του Θεού. 10 και έστησε τον λαόν πάντα, έκαστον εν τοις όπλοις αυτού, από της ωμίας του οίκου της δεξιάς έως της ωμίας της αριστεράς του θυσιαστηρίου και του οίκου επί τον βασιλέα κύκλω. 11 και εξήγαγε τον υιόν του βασιλέως και έδωκεν επ' αυτόν το βασίλειον και τα μαρτύρια, και εβασίλευσαν και έχρισαν αυτόν Ιωδαέ ο ιερεύς και οι υιοί αυτού και είπαν· ζήτω ο βασιλεύς. 12 και ήκουσε Γοθολία την φωνήν του λαού τρεχόντων και εξομολογουμένων και αινούντων τον βασιλέα και εισήλθε προς τον βασιλέα εις οίκον Κυρίου. 13 και είδε και ιδού ο βασιλεύς επί της στάσεως αυτού, και επί της εισόδου οι άρχοντες και αι σάλπιγγες και οι άρχοντες περί τον βασιλέα, και πας ο λαός της γης ηυφράνθη και εσάλπισαν ταις σάλπιγξι και οι άδοντες εν τοις οργάνοις ωδοί και υμνούντες αίνον· και διέρρηξε Γοθολία την στολήν αυτής και εβόησεν· επιτιθέμενοι επιτίθεσθε. 14 και εξήλθεν Ιωδαέ ο ιερεύς, και ενετείλατο Ιωδαέ ο ιερεύς τοις εκατοντάρχοις και τοις αρχηγοίς της δυνάμεως και είπεν αυτοίς· εκβάλετε αυτήν εκτός του οίκου και εισέλθατε οπίσω αυτής, και αποθανέτω μαχαίρα· ότι είπεν ο ιερεύς· μη αποθανέτω εν οίκω Κυρίου. 15 και έδωκαν αυτη άνεσιν και διήλθε δια της πύλης των ιππέων του οίκου του βασιλέως, και εθανάτωσαν αυτήν εκεί. 16 και διέθετο Ιωδαέ διαθήκην ανά μέσον αυτού και του λαού και του βασιλέως είναι λαόν τω Κυρίω. 17 και εισήλθε πας ο λαός της γης εις οίκον Βάαλ και κατέσπασαν αυτόν και τα θυσιαστήρια αυτού και τα είδωλα αυτού ελέπτυναν και τον Ματθάν ιερέα Βάαλ εθανάτωσαν εναντίον των θυσιαστηρίων αυτού. 18 και ενεχείρισεν Ιωδαέ ο ιερεύς τα έργα οίκου Κυρίου δια χειρός ιερέων και Λευιτών και ανέστησε τας εφημερίας των ιερέων και των Λευιτών, ας διέστειλε Δαυίδ επί τον οίκον Κυρίου και ανενέγκαι ολοκαυτώματα Κυρίω, καθώς γέγραπται εν νόμω Μωυσή, εν ευφροσύνη και εν ωδαίς δια χειρός Δαυίδ. 19 και έστησαν οι πυλωροί επί τας πύλας οίκου Κυρίου, και ουκ εισελεύσεται ακάθαρτος εις παν πράγμα. 20 και έλαβε τους πατριάρχας και τους δυνατούς και τους άρχοντας του λαού και πάντα τον λαόν της γης και επεβίβασαν τον βασιλέα εις οίκον Κυρίου, και εισήλθε δια της πύλης της εσωτέρας εις τον οίκον του βασιλέως, και εκάθισαν τον βασιλέα επί του θρόνου της βασιλείας. 21 και ηυφράνθη πας ο λαός της γης, και η πόλις ησύχασε, και την Γοθολίαν εθανάτωσαν μαχαίρα.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΩΝ ετών επτά Ιωάς εν τω βασιλεύειν αυτόν και τεσσαράκοντα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Σαβιά εκ Βηρσαβεέ. 2 και εποίησεν Ιωάς το ευθές ενώπιον Κυρίου πάσας τας ημέρας Ιωδαέ του ιερέως. 3 και έλαβεν Ιωδαέ δύο γυναίκας εαυτω, και εγέννησαν υιούς και θυγατέρας. 4 και εγένετο μετά ταύτα και εγένετο επί καρδίαν Ιωάς επισκευάσαι τον οίκον Κυρίου. 5 και συνήγαγε τους ιερείς και τους Λευίτας και είπεν αυτοίς· εξέλθατε εις τας πόλεις Ιούδα και συναγάγετε από παντός Ισραήλ αργύριον κατισχύσαι τον οίκον Κυρίου ενιαυτόν κατ' ενιαυτόν και σπεύσατε λαλήσαι· και ουκ έσπευσαν οι Λευίται. 6 και εκάλεσεν ο βασιλεύς Ιωάς τον Ιωδαέ τον άρχοντα και είπεν αυτω· διατί ουκ επεσκέψω περί των Λευιτών του εισενέγκαι από Ιούδα και Ιερουσαλήμ το κεκριμένον υπό Μωυσή ανθρώπου του Θεού, ότι εξεκκλησίασε τον Ισραήλ εις την σκηνήν του μαρτυρίου; 7 ότι Γοθολία ην η άνομος, και οι υιοί αυτής κατέσπασαν τον οίκον του Θεού· και γαρ τα άγια οίκου Κυρίου εποίησαν ταις Βααλίμ. 8 και είπεν ο βασιλεύς· γενηθήτω γλωσσόκομον και τεθήτω εν πύλη οίκου Κυρίου έξω· 9 και κηρυξάτωσαν εν Ιούδα και εν Ιερουσαλήμ εισενέγκαι Κυρίω, καθώς είπε Μωυσής παις του Θεού επί τον Ισραήλ εν τη ερήμω. 10 και έδωκαν πάντες άρχοντες και πας ο λαός και εισέφερον και ενέβαλλον εις το γλωσσόκομον, έως ου επληρώθη, 11 και εγένετο ως εισέφερον το γλωσσόκομον προς τους προστάτας του βασιλέως δια χειρός των Λευιτών και ως είδον ότι επλεόνασε το αργύριον, και ήλθεν ο γραμματεύς του βασιλέως και ο προστάτης του ιερέως του μεγάλου και εξεκένωσαν το γλωσσόκομον και κατέστησαν εις τον τόπον αυτού· ούτως εποίουν ημέραν εξ ημέρας και συνήγαγον αργύριον πολύ. 12 και έδωκεν αυτό ο βασιλεύς και Ιωδαέ ο ιερεύς τοις ποιούσι τα έργα εις εργασίαν οίκου Κυρίου, και εμισθούντο λατόμους και τέκτονας επισκευάσαι τον οίκον Κυρίου και χαλκείς σιδήρου και χαλκού επισκευάσαι τον οίκον Κυρίου. 13 και εποίουν οι ποιούντες τα έργα, και ανέβη μήκος των έργων εν χερσίν αυτών και ανέστησαν τον οίκον Κυρίου επί την στάσιν αυτού και ενίσχυσαν. 14 και ως συνετέλεσαν, ήνεγκαν προς τον βασιλέα και προς Ιωδαέ το κατάλοιπον του αργυρίου, και εποίησαν σκεύη εις οίκον Κυρίου, σκεύη λειτουργικά ολοκαυτωμάτων και θυϊσκας χρυσάς και αργυράς· και ανήνεγκαν ολοκαυτώσεις εν οίκω Κυρίου διαπαντός πάσας τας ημέρας Ιωδαέ.

 15 Και εγήρασεν Ιωδαέ πλήρης ημερών και ετελεύτησεν ων εκατόν και τριάκοντα ετών εν τω τελευτάν αυτόν· 16 και έθαψαν αυτόν εν πόλει Δαυίδ μετά των βασιλέων, ότι εποίησεν αγαθωσύνην μετά Ισραήλ και μετά του Θεού και του οίκου αυτού. 17 και εγένετο μετά την τελευτήν Ιωδαέ εισήλθον οι άρχοντες Ιούδα και προσεκύνησαν τον βασιλέα· τότε επήκουσεν αυτοίς ο βασιλεύς. 18 και εγκατέλιπον τον οίκον Κυρίου Θεού των πατέρων αυτών και εδούλευον ταις Αστάρταις και τοις ειδώλοις· και εγένετο οργή επί Ιούδαν και επί Ιερουσαλήμ εν τη ημέρα ταύτη. 19 και απέστειλε προς αυτούς προφήτας επιστρέψαι προς Κύριον, και ουκ ήκουσαν· και διεμαρτύρατο αυτοίς, και ουχ υπήκουσαν. 20 και πνεύμα Θεού ενέδυσε τον Αζαρίαν τον του Ιωδαέ τον ιερέα και ανέστη επάνω του λαού και είπε· τάδε λέγει Κύριος· τι παραπορεύεσθε τας εντολάς Κυρίου; και ουκ ευοδωθήσεσθε, ότι εγκατελίπετε τον Κύριον, και εγκαταλείψει υμάς. 21 και επέθεντο αυτω και ελιθοβόλησαν αυτόν δι' εντολής Ιωάς του βασιλέως εν αυλή οίκου Κυρίου. 22 και ουκ εμνήσθη Ιωάς του ελέους, ου εποίησεν Ιωδαέ ο πατήρ αυτού μετ' αυτού, και εθανάτωσε τον υιόν αυτού. και ως απέθνησκεν, είπεν· ίδοι Κύριος και κρινάτω. 23 και εγένετο μετά την συντέλειαν του ενιαυτού ανέβη επ' αυτόν δύναμις Συρίας και ήλθεν επί Ιούδαν και επί Ιερουσαλήμ και κατέφθειραν πάντας τους άρχοντας του λαού εν τω λαω και πάντα τα σκύλα αυτών απέστειλαν τω βασιλεί Δαμασκού· 24 ότι εν ολίγοις ανδράσι παρεγένετο δύναμις Συρίας, και ο Θεός παρέδωκεν εις τας χείρας αυτών δύναμιν πολλήν σφόδρα, ότι εγκατέλιπον Κύριον τον Θεόν των πατέρων αυτών· και μετά Ιωάς εποίησε κρίματα. 25 και μετά το απελθείν αυτούς απ' αυτού, εν τω εγκαταλιπείν αυτόν εν μαλακίαις μεγάλαις και επέθεντο αυτω οι παίδες αυτού εν αίμασιν υιού Ιωδαέ του ιερέως και εθανάτωσαν αυτόν επί της κλίνης αυτού, και απέθανε· και έθαψαν αυτόν εν πόλει Δαυίδ και ουκ έθαψαν αυτόν εν τω τάφω των βασιλέων. 26 και οι επιθέμενοι επ' αυτόν Ζαβέδ ο του Σαμαάθ ο Αμμανίτης και Ιωζαβέδ ο του Σομαρώθ ο Μωαβίτης 27 και οι υιοί αυτού πάντες, και προσήλθον αυτω οι πέντε. και τα λοιπά ιδού γεγραμμένα επί την γραφήν των βασιλέων· και εβασίλευσεν Αμασίας υιος αυτού αντ' αυτού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΕ

 1 ΩΝ είκοσι και πέντε ετών εβασίλευσεν Αμασίας και εικοσιεννέα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Ιωαδέν από Ιερουσαλήμ. 2 και εποίησε το ευθές ενώπιον Κυρίου, αλλ' ουκ εν καρδία πλήρει. 3 και εγένετο ως κατέστη η βασιλεία εν χειρί αυτού, και εθανάτωσε τους παίδας αυτού τους φονεύσαντας τον βασιλέα πατέρα αυτού· 4 και τους υιούς αυτών ουκ απέκτεινε κατά την διαθήκην του νόμου Κυρίου, καθώς γέγραπται, ως ενετείλατο Κύριος λέγων· ουκ αποθανούνται πατέρες υπέρ τέκνων, και οι υιοί ουκ αποθανούνται υπέρ πατέρων, αλλ' ή έκαστος τη εαυτού αμαρτία αποθανούνται. 5 και συνήγαγεν Αμασίας τον οίκον Ιούδα και ανέστησεν αυτούς κατ' οίκους πατριών αυτών εις χιλιάρχους και εκατοντάρχους εν παντί Ιούδα και Ιερουσαλήμ· και ηρίθμησεν αυτούς από εικοσαετούς και επάνω και εύρεν αυτούς τριακοσίας χιλιάδας εξελθείν εις πόλεμον δυνατούς κρατούντας δόρυ και θυρεόν. 6 και εμισθώσατο από Ισραήλ εκατόν χιλιάδας δυνατούς ισχύϊ εκατόν ταλάντων αργυρίου. 7 και άνθρωπος του Θεού ήλθε προς αυτόν λέγων· βασιλεύ, ου πορεύσεται μετά σου δύναμις Ισραήλ, ότι ουκ έστι Κύριος μετά Ισραήλ, πάντων των υιών Εφραίμ. 8 ότι εάν υπολάβης κατισχύσαι εν τούτοις, και τροπώσεταί σε Κύριος εναντίον των εχθρών, ότι εστί παρά Κυρίου και ισχύσαι και τροπώσασθαι. 9 και είπεν Αμασίας τω ανθρώπω του Θεού· και τι ποιήσω τα εκατόν τάλαντα, α έδωκα τη δυνάμει Ισραήλ; και είπεν ο άνθρωπος του Θεού· έστι τω Κυρίω δούναί σοι πλείστα τούτων. 10 και διεχώρισεν Αμασίας τη δυνάμει τη ελθούση προς αυτόν από Εφραίμ απελθείν εις τον τόπον αυτών, και εθυμώθησαν σφόδρα επί Ιούδαν και επέστρεψαν εις τον τόπον αυτών εν οργή θυμού. 11 και Αμασίας κατίσχυσε και παρέλαβε τον λαόν αυτού και επορεύθη εις την κοιλάδα των αλών και επάταξεν εκεί τους υιούς Σηείρ δέκα χιλιάδας· 12 και δέκα χιλιάδας εζώγρησαν οι υιοί Ιούδα και έφερον αυτούς επί το άκρον του κρημνού και κατεκρήμνιζον αυτούς από του άκρου του κρημνού, και πάντες διερρήγνυντο. 13 και οι υιοί της δυνάμεως, ους απέστρεψεν Αμασίας του μη πορευθήναι μετ' αυτού εις πόλεμον, και επέθεντο επί τας πόλεις Ιούδα από Σαμαρείας έως Βαιθωρών και επάταξαν εν αυτοίς τρεις χιλιάδας και εσκύλευσαν σκύλα πολλά. 14 και εγένετο μετά το ελθείν Αμασίαν πατάξαντα την Ιδουμαίαν και ήνεγκε προς αυτούς τους θεούς υιών Σηείρ και έστησεν αυτούς εαυτω εις θεούς και εναντίον αυτών προσεκύνει και αυτός αυτοίς έθυε. 15 και εγένετο οργή Κυρίου επί Αμασίαν, και απέστειλεν αυτω προφήτην και είπεν αυτω· τι εζήτησας τους Θεούς του λαού, οί ουκ εξείλοντο τον λαόν εαυτών εκ χειρός σου; 16 και εγένετο εν τω λαλήσαι αυτω προς αυτόν και είπεν αυτω· μη σύμβουλον του βασιλέως δέδωκά σε; πρόσεχε ίνα μη μαστιγωθής. και εσιώπησεν ο προφήτης και είπεν, ότι γινώσκω ότι εβούλετο επί σοί του καταφθείραί σε, ότι εποίησας τούτο και ουκ επήκουσας της συμβουλίας μου. 17 και εβουλεύσατο Αμασίας ο βασιλεύς Ιούδα και απέστειλε προς Ιωάς υιόν Ιωάχαζ υιού Ιηού βασιλέα Ισραήλ λέγων· δεύρο και οφθώμεν προσώποις. 18 και απέστειλεν Ιωάς βασιλεύς Ισραήλ προς Αμασίαν βασιλέα Ιούδα λέγων· ο αχούχ ο εν τω Λιβάνω απέστειλε προς την κέδρον την εν τω Λιβάνω λέγων· δος την θυγατέρα σου τω υιω μου εις γυναίκα. και ιδού ελεύσεται τα θηρία του αγρού τα εν τω Λιβάνω· και ήλθον τα θηρία και κατεπάτησαν τον αχούχ. 19 είπας· ιδού επάταξα την Ιδουμαίαν και επαίρει σε η καρδία σου η βαρεία· νυν κάθισον εν οίκω σου και ινατί συμβάλλεις εν κακία και πεσή συ και Ιούδας μετά σου; 20 και ουκ ήκουσεν Αμασίας, ότι παρά Κυρίου εγένετο του παραδούναι αυτόν εις χείρας, ότι εξεζήτησε τους θεούς των Ιδουμαίων. 21 και ανέβη Ιωάς βασιλεύς Ισραήλ, και ώφθησαν αλλήλοις αυτός και Αμασίας βασιλεύς Ιούδα εν Βαιθσαμύς, ή εστι του Ιούδα. 22 και ετροπώθη Ιούδας κατά πρόσωπον Ισραήλ, και έφυγεν έκαστος εις το σκήνωμα αυτού. 23 και τον Αμασίαν βασιλέα Ιούδα τον του Ιωάς υιού Ιωάχαζ κατέλαβεν Ιωάς βασιλεύς Ισραήλ εν Βαιθσαμύς και εισήγαγεν αυτόν εις Ιερουσαλήμ και κατέσπασεν από του τείχους Ιερουσαλήμ, από πύλης Εφραίμ έως πύλης γωνίας τετρακοσίους πήχεις· 24 και παν το χρυσίον και το αργύριον και πάντα τα σκεύη τα ευρεθέντα εν οίκω Κυρίου και παρά τω Αβδεδόμ και τους θησαυρούς οίκου του βασιλέως και τους υιούς των συμμίξεων και επέστρεψεν εις Σαμάρειαν. 25 και έζησεν Αμασίας ο του Ιωάς βασιλεύς Ιούδα μετά το αποθανείν Ιωάς τον του Ιωάχαζ βασιλέα Ισραήλ έτη δεκαπέντε. 26 και οι λοιποί λόγοι Αμασίου οι πρώτοι και οι έσχατοι ουκ ιδού γεγραμμένοι επί βιβλίου βασιλέων Ιούδα και Ισραήλ; 27 και εν τω καιρω, ω απέστη Αμασίας από Κυρίου, και επέθεντο αυτω επίθεσιν, και έφυγεν από Ιερουσαλήμ εις Λαχίς· και απέστειλαν κατόπισθεν αυτού εις Λαχίς και εθανάτωσαν αυτόν εκεί. 28 και ανέλαβον αυτόν επί των ίππων και έθαψαν αυτόν μετά των πατέρων αυτού εν πόλει Δαυίδ.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ

 1 ΚΑΙ έλαβε πας ο λαός της γης τον ‘Οζίαν, και αυτός υιος εκκαίδεκα ετών, και εβασίλευσαν αυτόν αντί του πατρός αυτού Αμασίου. 2 αυτός ωκοδόμησε την Αιλάθ, αυτός επέστρεψεν αυτήν τω Ιούδα μετά το κοιμηθήναι τον βασιλέα μετά των πατέρων αυτού. 3 υιος εκκαίδεκα ετών εβασίλευσεν ‘Οζίας και πεντήκοντα και δύο έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Ιεχελία από Ιερουσαλήμ. 4 και εποίησε το ευθές ενώπιον Κυρίου κατά πάντα, όσα εποίησεν Αμασίας ο πατήρ αυτού. 5 και ην εκζητών τον Κύριον εν ταις ημέραις Ζαχαρίου του συνιόντος εν φόβω Κυρίου· και εν ταις ημέραις αυτού εζήτησε τον Κύριον, και ευώδωσεν αυτω Κύριος. 6 και εξήλθε και επολέμησε προς τους αλλοφύλους και κατέσπασε τα τείχη Γεθ και τα τείχη Ιαβνή και τα τείχη Αζώτου και ωκοδόμησε πόλεις Αζώτου και εν τοις αλλοφύλοις. 7 και κατίσχυσεν αυτόν Κύριος επί τους αλλοφύλους και επί τους Άραβας τους κατοικούντας επί της πέτρας και επί τους Μιναίους. 8 και έδωκαν οι Μιναίοι δώρα τω ‘Οζία, και ην το όνομα αυτού έως εισόδου Αιγύπτου, ότι κατίσχυσεν έως άνω. 9 και ωκοδόμησεν ‘Οζίας πύργους εν Ιερουσαλήμ και επί την πύλην της γωνίας και επί την πύλην της φάραγγος και επί των γωνιών και κατίσχυσε. 10 και ωκοδόμησε πύργους εν τη ερήμω και ελατόμησε λάκκους πολλούς, ότι κτήνη πολλά υπήρχεν αυτω εν Σεφηλά και εν τη πεδινή και αμπελουργοί εν τη ορεινή και εν τω Καρμήλω, ότι γεωργός ην. 11 και εγένετο τω ‘Οζία δύναμις ποιούσα πόλεμον και εκπορευομένη εις παράταξιν εις πόλεμον και εισπορευομένη εις παράταξιν εις αριθμόν, και ην ο αριθμός αυτών δια χειρός Ιεϊήλ του γραμματέως και Μαασίου του κριτού, δια χειρός Ανανίου του διαδόχου του βασιλέως. 12 πας ο αριθμός των πατριαρχών των δυνατών εις πόλεμον δισχίλιοι εξακόσιοι, 13 και μετ' αυτών δύναμις πολεμική τριακόσιαι χιλιάδες και επτακισχίλιοι και πεντακόσιοι· ούτοι οι ποιούντες πόλεμον εν δυνάμει ισχύος βοηθήσαι τω βασιλεί επί τους υπεναντίους. 14 και ητοίμασεν αυτοίς ‘Οζίας πάση τη δυνάμει θυρεούς και δόρατα και περικεφαλαίας και θώρακας και τόξα και σφενδόνας εις λίθους. 15 και εποίησεν εν Ιερουσαλήμ μηχανάς μεμηχανευμένας λογιστού του είναι επί των πύργων και επί των γωνιών βάλλειν βέλεσι και λίθοις μεγάλοις· και ηκούσθη η κατασκευή αυτών έως πόρρω, ότι εθαυμαστώθη του βοηθήναι, έως ου κατίσχυσε.

 16 Και ως κατίσχυσεν, υψώθη η καρδία αυτού του καταφθείραι, και ηδίκησεν εν Κυρίω Θεω αυτού και εισήλθεν εις τον ναόν Κυρίου θυμιάσαι επί το θυσιαστήριον των θυμιαμάτων. 17 και εισήλθεν οπίσω αυτού Αζαρίας ο ιερεύς και μετ' αυτού ιερείς του Κυρίου ογδοήκοντα υιοί δυνατοί 18 και έστησαν επί ‘Οζίαν τον βασιλέα και είπαν αυτω· ου σοί, ‘Οζία, θυμιάσαι τω Κυρίω, αλλ' ή τοις ιερεύσιν υιοίς Ααρών τοις ηγιασμένοις θυμιάσαι· έξελθε εκ του αγιάσματος, ότι απέστης από Κυρίου, και ουκ έσται σοι τούτο εις δόξαν παρά Κυρίου Θεού. 19 και εθυμώθη ‘Οζίας, και εν τη χειρί αυτού το θυμιατήριον του θυμιάσαι εν τω ναω, και εν τω θυμωθήναι αυτόν προς τους ιερείς και η λέπρα ανέτειλεν εν τω μετώπω αυτού εναντίον των ιερέων εν οίκω Κυρίου επάνω του θυσιαστηρίου των θυμιαμάτων. 20 και επέστρεψε προς αυτόν Αζαρίας ο ιερεύς ο πρώτος και οι ιερείς, και ιδού αυτός λεπρός εν τω μετώπω· και κατέσπευσαν αυτόν εκείθεν, και γαρ αυτός έσπευσεν εξελθείν, ότι ήλεγξεν αυτόν Κύριος. 21 και ‘Οζίας ο βασιλεύς ην λεπρός έως ημέρας της τελευτής αυτού, και εν οίκω αφφουσώθ εκάθητο λεπρός, ότι απεσχίσθη από οίκου Κυρίου· και Ιωάθαμ ο υιος αυτού επί της βασιλείας αυτού κρίνων τον λαόν της γης. 22 και οι λοιποί λόγοι ‘Οζίου οι πρώτοι και οι έσχατοι γεγραμμένοι υπό Ιεσσίου του προφήτου. 23 και εκοιμήθη ‘Οζίας μετά των πατέρων αυτού, και έθαψαν αυτόν μετά των πατέρων αυτού εν τω πεδίω της ταφής των βασιλέων, ότι είπαν ότι λεπρός εστι. και εβασίλευσεν Ιωάθαμ υιος αυτού αντ' αυτού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΖ

 1 ΥΙΟΣ είκοσι και πέντε ετών Ιωάθαμ εν τω βασιλεύσαι αυτόν και εκκαίδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα της μητρός αυτού Ιερουσά θυγάτηρ Σαδώκ. 2 και εποίησε το ευθές ενώπιον Κυρίου κατά πάντα, α εποίησεν ‘Οζίας ο πατήρ αυτού, αλλ' ουκ εισήλθεν εις τον ναόν Κυρίου, και έτι ο λαός κατεφθείρετο. 3 αυτός ωκοδόμησε την πύλην οίκου Κυρίου την υψηλήν και εν τείχει του ‘Οφλά ωκοδόμησε πολλά· και πόλεις ωκοδόμησεν 4 εν όρει Ιούδα και εν τοις δρυμοίς και οικήσεις και πύργους. 5 αυτός εμαχέσατο προς βασιλέα υιών Αμμών και κατίσχυσεν επ' αυτόν· και εδίδουν αυτω οι υιοί Αμμών και κατ' ενιαυτόν εκατόν τάλαντα αργυρίου και δέκα χιλιάδας κόρων πυρού και κριθών δέκα χιλιάδας· ταύτα έφερεν αυτω βασιλεύς υιών Αμμών κατ' ενιαυτόν εν τω πρώτω έτει και εν τω δευτέρω και τω τρίτω. 6 και κατίσχυσεν Ιωάθαμ, ότι ητοίμασε τας οδούς αυτού εναντίον Κυρίου Θεού αυτού. 7 και οι λοιποί λόγοι Ιωάθαμ και ο πόλεμος και αι πράξεις αυτού ιδού γεγραμμέναι επί βιβλίω βασιλέων Ιούδα και Ισραήλ. 9 και εκοιμήθη Ιωάθαμ μετά των πατέρων αυτού και ετάφη εν πόλει Δαυίδ, και εβασίλευσεν Άχαζ υιος αυτού αντ' αυτού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΗ

 1 ΥΙΟΣ είκοσι και πέντε ετών ην Άχαζ εν τω βασιλεύειν αυτόν και εκκαίδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ· και ουκ εποίησε το ευθές ενώπιον Κυρίου, ως Δαυίδ ο πατήρ αυτού. 2 και επορεύθη κατά τας οδούς βασιλέων Ισραήλ· και γαρ γλυπτά εποίησε 3 τοις ειδώλοις αυτών και έθυεν εν Βενεννόμ και διήγε τα τέκνα αυτού δια πυρός κατά τα βδελύγματα των εθνών, ων εξωλόθρευσε Κύριος από προσώπου υιών Ισραήλ, 4 και εθυμία επί των υψηλών και επί των δωμάτων και υποκάτω παντός ξύλου αλσώδους. 5 και παρέδωκεν αυτόν Κύριος ο Θεός αυτού δια χειρός βασιλέως Συρίας, και επάταξεν εν αυτω και ηχμαλώτευσεν εξ αυτών αιχμαλωσίαν πολλήν και ήγαγεν εις Δαμασκόν· και γαρ εις χείρας βασιλέως Ισραήλ παρέδωκεν αυτόν, και επάταξεν εν αυτω πληγήν μεγάλην. 6 και απέκτεινε Φακεέ ο του Ρομελία βασιλεύς Ισραήλ εν Ιούδα εν μια ημέρα εκατόν είκοσι χιλιάδας ανδρών δυνατών ισχύϊ εν τω καταλιπείν αυτούς Κύριον τον Θεόν των πατέρων αυτών. 7 και απέκτεινε Ζεχρί ο δυνατός του Εφραίμ τον Μαασά τον υιόν του βασιλέως και τον Εζρικάν ηγούμενον του οίκου αυτού και τον Ελκανά τον διάδοχον του βασιλέως. 8 και ηχμαλώτισαν οι υιοί Ισραήλ από των αδελφών αυτών τριακοσίας χιλιάδας, γυναίκας και υιούς και θυγατέρας, και σκύλα πολλά εσκύλευσαν εξ αυτών και ήνεγκαν τα σκύλα εις Σαμάρειαν. 9 και εκεί ην ο προφήτης του Κυρίου, ‘Ωδήδ όνομα αυτω, και εξήλθεν εις απάντησιν της δυνάμεως των ερχομένων εις Σαμάρειαν και είπεν αυτοίς· ιδού οργή Κυρίου Θεού των πατέρων υμών επί Ιούδαν, και παρέδωκεν αυτούς εις τας χείρας υμών, και απεκτείνατε εν αυτοίς εν οργή· και έως των ουρανών έφθακε. 10 και νυν υιούς Ιούδα και Ιερουσαλήμ υμείς λέγετε κατακτήσασθαι εις δούλους και δούλας· ουκ ιδού ειμι μεθ' υμών μαρτυρήσαι Κυρίω Θεω υμών; 11 και νυν ακούσατέ μου και αποστρέψατε την αιχμαλωσίαν, ην ηχμαλωτεύσατε των αδελφών υμών, ότι οργή θυμού Κυρίου εφ' υμίν. 12 και ανέστησαν άρχοντες από των υιών Εφραίμ, Ουδείας ο του Ιωανού και Βαραχίας ο του Μωσολαμώθ και Εζεκίας ο του Σελλήμ και Αμασίας ο του Ελδαϊ, επί τους ερχομένους από του πολέμου, 13 και είπαν αυτοίς· ου μη εισαγάγητε την αιχμαλωσίαν ώδε προς ημάς, ότι εις το αμαρτάνειν τω Κυρίω εφ' ημάς υμείς λέγετε, προσθείναι επί ταις αμαρτίαις ημών και επί την άγνοιαν ημών, ότι πολλή η αμαρτία ημών και οργή θυμού Κυρίου επί τον Ισραήλ. 14 και αφήκαν οι πολεμισταί την αιχμαλωσίαν και τα σκύλα εναντίον των αρχόντων και πάσης της εκκλησίας. 15 και ανέστησαν άνδρες, οί επεκλήθησαν εν ονόματι, και αντελάβοντο της αιχμαλωσίας και πάντας τους γυμνούς περιέβαλον από των σκύλων και ενέδυσαν αυτούς και υπέδυσαν αυτούς και έδωκαν φαγείν και αλείψασθαι και αντελάβοντο και εν υποζυγίοις παντός ασθενούντος και κατέστησαν αυτούς εις Ιεριχώ πόλιν Φοινίκων προς τους αδελφούς αυτών, και επέστρεψαν εις Σαμάρειαν.

 16 Εν τω καιρω εκείνω απέστειλεν ο βασιλεύς Άχαζ προς βασιλέα Ασσούρ βοηθήσαι αυτω και εν τούτω, 17 ότι οι Ιδουμαίοι επέθεντο και επάταξαν εν Ιούδα και ηχμαλώτισαν αιχμαλωσίαν 18 και οι αλλόφυλοι επέθεντο επί τας πόλεις της πεδινής και από λιβός του Ιούδα και έλαβον την Βαιθσαμύς και την Αϊλών και την Γαδηρώθ και την Σωχώ και τας κώμας αυτής και την Θαμνά και τας κώμας αυτής και την Γαμζώ και τας κώμας αυτής και κατώκησαν εκεί· 19 ότι εταπείνωσε Κύριος τον Ιούδαν δια Άχαζ βασιλέα Ιούδα, ότι απέστη αποστάσει από Κυρίου. 20 και ήλθεν επ' αυτόν Θαγλαθφελλασάρ βασιλεύς Ασσούρ και επάταξεν αυτόν. 21 και έλαβεν Άχαζ τα εν οίκω Κυρίου και τα εν οίκω του βασιλέως και των αρχόντων και έδωκε τω βασιλεί Ασσούρ και ουκ εις βοήθειαν αυτω ην, 22 αλλ' ή τω θλιβήναι αυτόν. και προσέθηκε του αποστήναι από Κυρίου. και είπεν ο βασιλεύς Άχαζ· 23 εκζητήσω τους θεούς Δαμασκού τους τύπτοντάς με· και είπεν ότι θεοί βασιλέως Συρίας αυτοί κατισχύσουσιν αυτούς, αυτοίς τοίνυν θύσω, και αντιλήψονταί μου. και αυτοί εγένοντο αυτω εις σκώλον και παντί Ισραήλ. 24 και απέστησεν Άχαζ τα σκεύη οίκου Κυρίου και κατέκοψεν αυτά και έκλεισε τας θύρας οίκου Κυρίου και εποίησεν εαυτω θυσιαστήρια εν πάση γωνία εν Ιερουσαλήμ· 25 και εν πάση πόλει και πόλει εν Ιούδα εποίησεν υψηλά θυμιάν θεοίς αλλοτρίοις, και παρώργισαν Κύριον τον Θεόν των πατέρων αυτών. 26 και οι λοιποί λόγοι αυτού και αι πράξεις αυτού αι πρώται και έσχαται ιδού γεγραμμέναι επί βιβλίω βασιλέων Ιούδα και Ισραήλ. 27 και εκοιμήθη Άχαζ μετά των πατέρων αυτού και ετάφη εν πόλει Δαυίδ, ότι ουκ εισήνεγκαν αυτόν εις τους τάφους των βασιλέων Ισραήλ· και εβασίλευσεν Εζεκίας υιος αυτού αντ' αυτού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘ

 1 ΚΑΙ Εζεκίας εβασίλευσεν ων είκοσι και πέντε ετών και είκοσιν εννέα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Αββά θυγάτηρ Ζαχαρίου. 2 και εποίησε το ευθές ενώπιον Κυρίου κατά πάντα, όσα εποίησε Δαυίδ ο πατήρ αυτού. 3 και εγένετο ως έστη επί της βασιλείας αυτού, εν τω μηνί τω πρώτω ανέωξε τας θύρας οίκου Κυρίου και επεσκεύασεν αυτάς. 4 και εισήγαγε τους ιερείς και τους Λευίτας και κατέστησεν αυτούς εις το κλίτος το προς ανατολάς και είπεν αυτοίς· 5 ακούσατε, οι Λευίται, νυν αγνίσθητε και αγνίσατε τον οίκον Κυρίου Θεού των πατέρων υμών και εκβάλετε την ακαθαρσίαν εκ των αγίων· 6 ότι απέστησαν οι πατέρες ημών και εποίησαν το πονηρόν εναντίον Κυρίου Θεού ημών και εγκατέλιπαν αυτόν και απέστρεψαν το πρόσωπον αυτών από της σκηνής Κυρίου και έδωκαν αυχένα 7 και απέκλεισαν τας θύρας του ναού και έσβεσαν τους λύχνους και θυμίαμα ουκ εθυμίασαν και ολοκαυτώματα ου προσήνεγκαν εν τω αγίω Θεω Ισραήλ. 8 και ωργίσθη οργή Κύριος επί τον Ιούδαν και την Ιερουσαλήμ και έδωκεν αυτούς εις έκστασιν και εις αφανισμόν και εις συρισμόν, ως υμείς οράτε τοις οφθαλμοίς υμών. 9 και ιδού πεπλήγασιν οι πατέρες υμών εν μαχαίρα, και οι υιοί υμών και αι θυγατέρες υμών και αι γυναίκες υμών εν αιχμαλωσία εν γη ουκ αυτών, ό και νυν εστιν. 10 επί τούτοις νυν εστιν επί καρδίας διαθέσθαι διαθήκην Κυρίου Θεού Ισραήλ, και αποστρέψει την οργήν του θυμού αυτού αφ' ημών. 11 και νυν μη διαλίπητε, ότι εν υμίν ηρέτικε Κύριος στήναι εναντίον αυτού λειτουργείν και είναι αυτω λειτουργούντας και θυμιώντας. 12 και ανέστησαν οι Λευίται, Μαάθ ο του Αμασί και Ιωήλ ο του Αζαρίου εκ των υιών Καάθ και εκ των υιών Μεραρί Κίς ο του Αβδί και Αζαρίας ο του Ιαλλελήλ, και από των υιών Γεδσωνί Ιωδαάδ ο του Ζεμμάθ και Ιωαδάμ ο του Ιωαχά, 13 και των υιών Ελισαφάν Ζαμβρί και Ιεϊήλ, και των υιών Ασάφ Ζαχαρίας και Ματθανίας, 14 και των υιών Αιμάν Ιεϊήλ και Σεμεϊ, και των υιών Ιδιθούν Σαμαίας και ‘Οζιήλ, 15 και συνήγαγον τους αδελφούς αυτών και ηγνίσθησαν κατά την εντολήν του βασιλέως δια προστάγματος Κυρίου καθαρίσαι τον οίκον Κυρίου. 16 και εισήλθον οι ιερείς έσω εις τον οίκον Κυρίου αγνίσαι και εξέβαλον πάσαν την ακαθαρσίαν την ευρεθείσαν εν τω οίκω Κυρίου και εις την αυλήν οίκου Κυρίου, και εδέξαντο οι Λευίται εκβαλείν εις τον χειμάρρουν Κέδρων έξω. 17 και ήρξαντο τη ημέρα τη πρώτη νουμηνία του πρώτου μηνός αγνίσαι και τη ημέρα τη ογδόη του μηνός εισήλθαν εις τον ναόν Κυρίου και ήγνισαν τον οίκον Κυρίου εν ημέραις οκτώ και τη ημέρα τη τρισκαιδεκάτη του μηνός του πρώτου συνετέλεσαν. 18 και εισήλθαν έσω προς Εζεκίαν τον βασιλέα και είπαν· ηγνίσαμεν πάντα τα εν οίκω Κυρίου, το θυσιαστήριον της ολοκαυτώσεως και τα σκεύη αυτού και την τράπεζαν της προθέσεως και τα σκεύη αυτής· 19 και πάντα τα σκεύη, α εμίανεν ο βασιλεύς Άχαζ εν τη βασιλεία αυτού εν τη αποστασία αυτού, ητοιμάκαμεν και ηγνίκαμεν, ιδού εστιν εναντίον του θυσιαστηρίου Κυρίου. 20 και ώρθρισεν Εζεκίας ο βασιλεύς και συνήγαγε τους άρχοντας της πόλεως και ανέβη εις οίκον Κυρίου 21 και ανήνεγκε μόσχους επτά, κριούς επτά, αμνούς επτά, χιμάρους αιγών επτά περί αμαρτίας, περί της βασιλείας και περί των αγίων και περί Ισραήλ και είπε τοις υιοίς Ααρών τοις ιερεύσιν αναβαίνειν επί το θυσιαστήριον Κυρίου. 22 και έθυσαν τους μόσχους, και εδέξαντο οι ιερείς το αίμα και προσέχεαν επί το θυσιαστήριον· και έθυσαν τους κριούς, και προσέχεαν το αίμα επί το θυσιαστήριον· και έθυσαν τους αμνούς, και περιέχεον το αίμα τω θυσιαστηρίω· 23 και προσήγαγον τους χιμάρους τους περί αμαρτίας εναντίον του βασιλέως και της εκκλησίας, και επέθηκαν τας χείρας αυτών επ' αυτούς, 24 και έθυσαν αυτούς οι ιερείς και εξιλάσαντο το αίμα αυτών προς το θυσιαστήριον και εξιλάσαντο περί παντός Ισραήλ, ότι είπεν ο βασιλεύς, περί παντός Ισραήλ η ολοκαύτωσις και τα περί αμαρτίας. 25 και έστησε τους Λευίτας εν οίκω Κυρίου εν κυμβάλοις και εν νάβλαις και εν κινύραις κατά την εντολήν Δαυίδ του βασιλέως και Γάδ του ορώντος τω βασιλεί και Νάθαν του προφήτου, ότι δια εντολής Κυρίου το πρόσταγμα εν χειρί των προφητών. 26 και έστησαν οι Λευίται εν οργάνοις Δαυίδ και οι ιερείς ταις σάλπιγξι. 27 και είπεν Εζεκίας ανενέγκαι την ολοκαύτωσιν επί το θυσιαστήριον· και εν τω άρξασθαι αναφέρειν την ολοκαύτωσιν ήρξαντο άδειν Κυρίω, και σάλπιγγες προς τα όργανα Δαυίδ βασιλέως Ισραήλ. 28 και πάσα η εκκλησία προσεκύνει, και οι ψαλτωδοί άδοντες, και σάλπιγγες σαλπίζουσαι, έως ου συνετελέσθη η ολοκαύτωσις. 29 και ως συνετέλεσαν αναφέροντες, έκαμψεν ο βασιλεύς και πάντες οι ευρεθέντες και προσεκύνησαν. 30 και είπεν Εζεκίας ο βασιλεύς και οι άρχοντες τοις Λευίταις υμνείν τον Κύριον εν λόγοις Δαυίδ και Ασάφ του προφήτου· και ύμνουν εν ευφροσύνη και έπεσον και προσεκύνησαν. 31 και απεκρίθη Εζεκίας και είπε· νυν επληρώσατε τας χείρας υμών Κυρίω, προσαγάγετε και φέρετε θυσίας αινέσεως εις οίκον Κυρίου· και ανήνεγκεν η εκκλησία θυσίας και αινέσεις εις οίκον Κυρίου και πας πρόθυμος τη καρδία ολοκαυτώσεις. 32 και εγένετο ο αριθμός της ολοκαυτώσεως, ης ανήνεγκεν η εκκλησία, μόσχοι εβδομήκοντα, κριοί εκατόν, αμνοί διακόσιοι· εις ολοκαύτωσιν Κυρίω πάντα ταύτα. 33 και οι ηγιασμένοι μόσχοι εξακόσιοι, πρόβατα τρισχίλια. 34 αλλ' ή οι ιερείς ήσαν ολίγοι και ουκ ηδύναντο εκδείραι την ολοκαύτωσιν, και αντελάβοντο αυτών οι αδελφοί αυτών οι Λευίται, έως ου συνετελέσθη το έργον και έως ου ηγνίσθησαν οι ιερείς, ότι οι Λευίται προθύμως ήγνισαν παρά τους ιερείς. 35 και η ολοκαύτωσις πολλή εν τοις στέασι της τελειώσεως του σωτηρίου και των σπονδών της ολοκαυτώσεως· και κατωρθώθη το έργον εν οίκω Κυρίου. 36 και ηυφράνθη Εζεκίας και πας ο λαός δια το ητοιμακέναι τον Θεόν τω λαω, ότι εξάπινα εγένετο ο λόγος.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Λ

 1 ΚΑΙ απέστειλεν Εζεκίας επί πάντα Ισραήλ και Ιούδα και επιστολάς έγραψαν επί τον Εφραίμ και Μανασσή ελθείν εις οίκον Κυρίου εις Ιερουσαλήμ ποιήσαι το φασέκ τω Κυρίω Θεω Ισραήλ. 2 και εβουλεύσατο ο βασιλεύς και οι άρχοντες και πάσα η εκκλησία εν Ιερουσαλήμ ποιήσαι το φασέκ τω μηνί τω δευτέρω· 3 ου γαρ ηδυνάσθησαν ποιήσαι αυτό εν τω καιρω εκείνω, ότι οι ιερείς ουχ ηγνίσθησαν ικανοί, και ο λαός ου συνήχθη εις Ιερουσαλήμ. 4 και ήρεσεν ο λόγος εναντίον του βασιλέως και εναντίον της εκκλησίας. 5 και έστησαν λόγον διελθείν κήρυγμα εν παντί Ισραήλ από Βηρσαβεέ έως Δάν, ελθόντας ποιήσαι το φασέκ Κυρίω Θεω Ισραήλ εις Ιερουσαλήμ, ότι πλήθος ουκ εποίησε κατά την γραφήν. 6 και επορεύθησαν οι τρέχοντες συν ταις επιστολαίς παρά του βασιλέως και των αρχόντων εις πάντα Ισραήλ και Ιούδαν κατά το πρόσταγμα του βασιλέως λέγοντες· οι υιοί Ισραήλ επιστρέψατε προς Κύριον Θεόν Αβραάμ και Ισαάκ και Ισραήλ, και επιστρέψει τους ανασεσωσμένους τους καταλειφθέντας από χειρός βασιλέως Ασσούρ· 7 και μη γίνεσθε καθώς οι πατέρες υμών και οι αδελφοί υμών, οί απέστησαν από Κυρίου Θεού πατέρων αυτών, και παρέδωκεν αυτούς εις ερήμωσιν, καθώς υμείς οράτε. 8 και νυν μη σκληρύνητε τας καρδίας υμών ως οι πατέρες υμών· δότε δόξαν Κυρίω τω Θεω και εισέλθετε εις το αγίασμα αυτού, ό ηγίασεν εις τον αιώνα, και δουλεύσατε τω Κυρίω Θεω υμών, και αποστρέψει αφ' υμών θυμόν οργής. 9 ότι εν τω επιστρέφειν υμάς προς Κύριον οι αδελφοί υμών και τα τέκνα υμών έσονται εν οικτιρμοίς έναντι πάντων των αιχμαλωτισάντων αυτούς, και αποστρέψει εις την γην ταύτην, ότι ελεήμων και οικτίρμων Κύριος ο Θεός ημών, και ουκ αποστρέψει το πρόσωπον αυτού αφ' υμών, εάν επιστρέψωμεν προς αυτόν. 10 και ήσαν οι τρέχοντες διαπορευόμενοι πόλιν εκ πόλεως εν τω όρει Εφραίμ και Μανασσή και έως Ζαβουλών, και εγένοντο ως καταγελώντες αυτών και καταμωκώμενοι· 11 αλλά άνθρωποι Ασήρ και από Μανασσή και από Ζαβουλών ενετράπησαν και ήλθον εις Ιερουσαλήμ και εις Ιούδα. 12 και εγένετο χείρ Κυρίου δούναι αυτοίς καρδίαν μίαν ελθείν του ποιήσαι κατά τα προστάγματα του βασιλέως και των αρχόντων εν λόγω Κυρίου, 13 και συνήχθησαν εις Ιερουσαλήμ λαός πολύς του ποιήσαι την εορτήν των αζύμων εν τω μηνί τω δευτέρω, εκκλησία πολλή σφόδρα. 14 και ανέστησαν και καθείλαν τα θυσιαστήρια τα εν Ιερουσαλήμ και πάντα, εν οίς εθυμίων τοις ψευδέσι, κατέσπασαν και έρριψαν εις τον χειμάρρουν Κέδρων. 15 και έθυσαν το φασέκ τη τεσσαρεσκαιδεκάτη του μηνός του δευτέρου· και οι ιερείς και οι Λευίται ενετράπησαν και ηγνίσθησαν και εισήνεγκαν ολοκαυτώματα εν οίκω Κυρίου. 16 και έστησαν επί την στάσιν αυτών κατά το κρίμα αυτών, κατά την εντολήν Μωυσή ανθρώπου του Θεού, και οι ιερείς εδέχοντο τα αίματα εκ χειρός των Λευιτών· 17 ότι πλήθος της εκκλησίας ουχ ηγνίσθη, και οι Λευίται ήσαν του θύειν το φασέκ παντί τω μη δυναμένω αγνισθήναι τω Κυρίω. 18 ότι το πλείστον του λαού από Εφραίμ και Μανασσή και Ισσάχαρ και Ζαβουλών ουχ ηγνίσθησαν, αλλ' έφαγον το φασέκ παρά την γραφήν. και προσηύξατο Εζεκίας περί αυτών λέγων· Κύριος αγαθός εξιλασάσθω 19 υπέρ πάσης καρδίας κατευθυνούσης εκζητήσαι Κύριον τον Θεόν των πατέρων αυτών και ου κατά την αγνείαν των αγίων. 20 και επήκουσε Κύριος τω Εζεκία και ιάσατο τον λαόν. 21 και εποίησαν οι υιοί Ισραήλ οι ευρεθέντες εν Ιερουσαλήμ την εορτήν των αζύμων επτά ημέρας εν ευφροσύνη μεγάλη και καθυμνούντες τω Κυρίω ημέραν καθ' ημέραν και οι ιερείς και οι Λευίται εν οργάνοις τω Κυρίω. 22 και ελάλησεν Εζεκίας επί πάσαν καρδίαν των Λευιτών και των συνιόντων σύνεσιν αγαθήν τω Κυρίω· και συνετέλεσαν την εορτήν των αζύμων επτά ημέρας θύοντες θυσίαν σωτηρίου και εξομολογούμενοι τω Κυρίω Θεω των πατέρων αυτών. 23 και εβουλεύσατο η εκκλησία άμα ποιήσαι επτά ημέρας άλλας· και εποίησαν επτά ημέρας εν ευφροσύνη. 24 ότι Εζεκίας απήρξατο τω Ιούδα τη εκκλησία χιλίους μόσχους και επτακισχίλια πρόβατα, και οι άρχοντες απήρξαντο τω λαω μόσχους χιλίους και πρόβατα δέκα χιλιάδας, και τα άγια των ιερέων εις πλήθος. 25 και ηυφράνθη πάσα η εκκλησία, οι ιερείς και οι Λευίται και πάσα η εκκλησία Ιούδα και οι ευρεθέντες εξ Ιερουσαλήμ και οι προσήλυτοι οι ελθόντες από γης Ισραήλ και οι κατοικούντες Ιούδα. 26 και εγένετο ευφροσύνη μεγάλη εν Ιερουσαλήμ· από ημερών Σαλωμών υιού Δαυίδ βασιλέως Ισραήλ ουκ εγένετο τοιαύτη εορτή εν Ιερουσαλήμ. 27 και ανέστησαν οι ιερείς οι Λευίται και ευλόγησαν τον λαόν· και επηκούσθη η φωνή αυτών, και ήλθεν η προσευχή αυτών εις το κατοικητήριον το άγιον αυτού εις τον ουρανόν.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΛΑ

 1 ΚΑΙ ως συνετελέσθη πάντα ταύτα, εξήλθε πας Ισραήλ οι ευρεθέντες εν πόλεσιν Ιούδα και συνέτριψαν τας στήλας και έκοψαν τα άλση και κατέσπασαν τα υψηλά και τους βωμούς από πάσης της Ιουδαίας και Βενιαμίν, και εξ Εφραίμ και από Μανασσή έως εις τέλος, και επέστρεψαν πας Ισραήλ έκαστος εις την κληρονομίαν αυτού και εις τας πόλεις αυτών. 2 και έταξεν Εζεκίας τας εφημερίας των ιερέων και των Λευιτών και τας εφημερίας εκάστου κατά την εαυτού λειτουργίαν τοις ιερεύσι και τοις Λευίταις εις την ολοκαύτωσιν και εις την θυσίαν του σωτηρίου και αινείν και εξομολογείσθαι και λειτουργείν εν ταις πύλαις εν ταις αυλαίς οίκου Κυρίου. 3 και μερίς του βασιλέως εκ των υπαρχόντων αυτού εις τας ολοκαυτώσεις την πρωϊνήν και την δειλινήν και ολοκαυτώσεις εις τα σάββατα και εις τας νουμηνίας και εις τας εορτάς τας γεγραμμένας εν τω νόμω Κυρίου. 4 και είπαν τω λαω τοις κατοικούσιν εν Ιερουσαλήμ δούναι την μερίδα των ιερέων και των Λευιτών, όπως κατισχύσωσιν εν τη λειτουργία οίκου Κυρίου. 5 και ως προσέταξε τον λόγον, επλεόνασεν Ισραήλ απαρχήν σίτου και οίνου και ελαίου και μέλιτος και παν γέννημα αγρού, και επιδέκατα πάντα εις πλήθος ήνεγκαν οι υιοί Ισραήλ και Ιούδα. 6 και οι κατοικούντες εν ταις πόλεσιν Ιούδα και αυτοί ήνεγκαν επιδέκατα μόσχων και προβάτων και επιδέκατα αιγών και ηγίασαν τω Κυρίω Θεω αυτών και εισήνεγκαν και έθηκαν σωρούς σωρούς· 7 εν τω μηνί τω τρίτω ήρξαντο οι σωροί θεμελιούσθαι, και εν τω μηνί τω εβδόμω συνετελέσθησαν. 8 και ήλθεν Εζεκίας και οι άρχοντες και είδον τους σωρούς και ηυλόγησαν τον Κύριον και τον λαόν αυτού Ισραήλ. 9 και επυνθάνετο Εζεκίας των ιερέων και των Λευιτών υπέρ των σωρών, 10 και είπε προς αυτόν Αζαρίας ο ιερεύς ο άρχων εις οίκον Σαδώκ και είπεν· εξ ου ήρκται η απαρχή φέρεσθαι εις οίκον Κυρίου, εφάγομεν και επίομεν και κατελίπομεν έως εις πλήθος, ότι Κύριος ηυλόγησε τον λαόν αυτού, και κατελίπομεν επί το πλήθος τούτο. 11 και είπεν Εζεκίας έτι ετοιμάσαι παστοφόρια εις οίκον Κυρίου, και ητοίμασαν. 12 και ήνεγκαν εκεί τας απαρχάς και τα επιδέκατα εν πίστει, και επ' αυτών επιστάτης Χωνενίας ο Λευίτης, και Σεμεϊ ο αδελφός αυτού διαδεχόμενος, 13 και Ιεϊήλ και ‘Οζαζίας και Ναέθ και Ασαήλ και Ιεριμώθ και Ιωζαβάδ και Ελιήλ και Σαμαχία και Μαάθ και Βαναϊας και οι υιοί αυτού καθεσταμένοι δια Χωνενίου και Σεμεϊ του αδελφού αυτού, καθώς προσέταξεν Εζεκίας ο βασιλεύς και Αζαρίας ο ηγούμενος οίκου Κυρίου. 14 και Κωρή ο του Ιεμνά ο Λευίτης ο πυλωρός κατά ανατολάς επί των δομάτων δούναι τας απαρχάς Κυρίου και τα άγια των αγίων 15 δια χειρός ‘Οδόμ και Βενιαμίν και Ιησούς και Σεμεϊ και Αμαρίας, και Σεχονίας δια χειρός των ιερέων εν πίστει δούναι τοις αδελφοίς αυτών κατά τας εφημερίας, κατά τον μέγαν και τον μικρόν, 16 εκτός της επιγονής των αρσενικών από τριετούς και επάνω, παντί τω εισπορευομένω εις οίκον Κυρίου, εις λόγον ημερών εις ημέραν, εις λειτουργίαν εφημερίαις διατάξεως αυτών. 17 ούτος ο καταλοχισμός των ιερέων κατ' οίκους πατριών, και οι Λευίται εν ταις εφημερίαις αυτών από εικοσαετούς και επάνω εν διατάξει, 18 εν καταλοχίαις, εν πάση επιγονή υιών αυτών και θυγατέρων αυτών εις παν πλήθος, ότι εν πίστει ήγνισαν το άγιον 19 τοις υιοίς Ααρών τοις ιερατεύουσι, και οι από των πόλεων αυτών εν πάση πόλει και πόλει άνδρες, οί ωνομάσθησαν εν ονόματι, δούναι μερίδα παντί αρσενικω εν τοις ιερεύσι και παντί καταριθμουμένω εν τοις Λευίταις. 20 και εποίησεν ούτως Εζεκίας εν παντί Ιούδα και εποίησε το καλόν και το ευθές εναντίον του Κυρίου Θεού αυτού. 21 και εν παντί έργω, ω ήρξατο εν εργασία εν οίκω Κυρίου, και εν τω νόμω και εν τοις προστάγμασιν εξεζήτησε τον Θεόν αυτού εξ όλης ψυχής αυτού και εποίησε και ευωδώθη.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΛΒ

 1 ΚΑΙ μετά τους λόγους τούτους και την αλήθειαν ταύτην ήλθε Σενναχηρίμ βασιλεύς Ασσυρίων και ήλθεν επί Ιούδαν και παρενέβαλεν επί τας πόλεις τας τειχήρεις και είπε προκαταλαβέσθαι αυτάς. 2 και είδεν Εζεκίας ότι ήκει Σενναχηρίμ και το πρόσωπον αυτού του πολεμήσαι επί Ιερουσαλήμ, 3 και εβουλεύσατο μετά των πρεσβυτέρων αυτού και των δυνατών εμφράξαι τα ύδατα των πηγών, α ην έξω της πόλεως, και συνεπίσχυσαν αυτω. 4 και συνήγαγε λαόν πολύν και ενέφραξε τα ύδατα των πηγών και τον ποταμόν τον διορίζοντα δια της πόλεως λέγων· μη έλθη βασιλεύς Ασσούρ και εύρη ύδωρ πολύ και κατισχύση. 5 και κατίσχυσεν Εζεκίας και ωκοδόμησε παν το τείχος το κατεσκαμμένον και πύργους και έξω προτείχισμα άλλο και κατίσχυσε το ανάλημμα της πόλεως Δαυίδ και κατεσκεύασεν όπλα πολλά. 6 και έθετο άρχοντας του πολέμου επί τον λαόν, και συνήχθησαν προς αυτόν επί την πλατείαν της πύλης της φάραγγος, και ελάλησεν επί καρδίαν αυτών λέγων· 7 ισχύσατε και ανδρίζεσθε και μη φοβηθήτε, μηδέ πτοηθήτε από προσώπου βασιλέως Ασσούρ και από προσώπου παντός του έθνους του μετ' αυτού, ότι μεθ' ημών πλείονες ή μετ' αυτού· 8 μετ' αυτού βραχίονες σάρκινοι, μεθ' ημών δε Κύριος ο Θεός ημών του σώζειν και του πολεμείν τον πόλεμον ημών. και κατεθάρσησεν ο λαός επί τοις λόγοις Εζεκίου βασιλέως Ιούδα. 9 και μετά ταύτα απέστειλε Σενναχηρίμ βασιλεύς Ασσυρίων τους παίδας εαυτού επί Ιερουσαλήμ, και αυτός επί Λαχίς και πάσα η στρατιά μετ' αυτού, και απέστειλε προς Εζεκίαν βασιλέα Ιούδα και προς πάντα Ιούδα τον εν Ιερουσαλήμ λέγων· 10 ούτως λέγει Σενναχηρίμ βασιλεύς Ασσυρίων· επί τι υμείς πεποίθατε και καθήσεσθε εν τη περιοχή εν Ιερουσαλήμ; 11 ουχί Εζεκίας απατά υμάς του παραδούναι υμάς εις θάνατον και εις λιμόν και εις δίψαν λέγων· Κύριος ο Θεός ημών σώσει ημάς εκ χειρός βασιλέως Ασσούρ; 12 ουχ ούτός εστιν Εζεκίας, ος περιείλε τα θυσιαστήρια αυτού και τα υψηλά αυτού και είπε τω Ιούδα και τοις κατοικούσιν εν Ιερουσαλήμ λέγων· κατέναντι του θυσιαστηρίου τούτου προσκυνήσετε και επ' αυτω θυμιάσατε; 13 ου γνώσεσθε ό,τι εποίησα εγώ και οι πατέρες μου πάσι τοις λαοίς των χωρών; μη δυνάμενοι ηδύναντο θεοί των εθνών πάσης της γης σώσαι τον λαόν αυτών εκ χειρός μου; 14 τις εν πάσι τοις θεοίς των εθνών τούτων, ους εξωλόθρευσαν οι πατέρες μου; μη εδύναντο σώσαι τον λαόν αυτών εκ χειρός μου, ότι δυνήσεται ο Θεός υμών σώσαι υμάς εκ χειρός μου; 15 νυν ουν μη απατάτω υμάς Εζεκίας και μη πεποιθέναι υμάς ποιείτω κατά ταύτα, και μη πιστεύετε αυτω· ότι ου μη δύνηται ο Θεός παντός έθνους και βασιλείας του σώσαι τον λαόν αυτού εκ χειρός μου και εκ χειρός πατέρων μου, ότι ο Θεός υμών ου μη σώσει υμάς εκ χειρός μου. 16 και έτι ελάλησαν οι παίδες αυτού επί τον Κύριον Θεόν και επί Εζεκίαν παίδα αυτού. 17 και βιβλίον έγραψεν ονειδίζειν τον Κύριον Θεόν Ισραήλ και είπε περί αυτού λέγων· ως οι θεοί των εθνών της γης ουκ εξείλαντο λαούς αυτών εκ χειρος μου, ούτως ου μη εξέληται ο Θεός Εζεκίου λαόν αυτού εκ χειρός μου, 18 και εβόησε φωνή μεγάλη Ιουδαϊστί επί τον λαόν Ιερουσαλήμ τον επί του τείχους, του φοβήσαι αυτούς και κατασπάσαι, όπως προκαταλάβωνται την πόλιν. 19 και ελάλησεν επί Θεόν Ιερουσαλήμ, ως και επί θεούς λαών της γης, έργα χειρών ανθρώπων. 20 και προσηύξατο Εζεκίας ο βασιλεύς και Ησαϊας υιος Αμώς ο προφήτης περί τούτων και εβόησαν εις τον ουρανόν. 21 και απέστειλε Κύριος άγγελον, και εξέτριψε πάντα δυνατόν πολεμιστήν και άρχοντα και στρατηγόν εν τη παρεμβολή βασιλέως Ασσούρ, και απέστρεψε μετά αισχύνης προσώπου εις την γην εαυτού. και ήλθεν εις οίκον Θεού αυτού, και των εξελθόντων εκ κοιλίας αυτού κατέβαλον αυτόν εν ρομφαία. 22 και έσωσε Κύριος τον Εζεκίαν και τους κατοικούντας εν Ιερουσαλήμ εκ χειρός Σενναχηρίμ βασιλέως Ασσούρ και εκ χειρός πάντων και κατέπαυσεν αυτούς κυκλόθεν. 23 και πολλοί έφερον δώρα τω Κυρίω εις Ιερουσαλήμ και δόματα τω Εζεκία βασιλεί Ιούδα, και υπερήρθη κατ' οφθαλμούς πάντων των εθνών μετά ταύτα.

 24 Εν ταις ημέραις εκείναις ηρρώστησεν Εζεκίας έως θανάτου· και προσηύξατο προς Κύριον, και επήκουσεν αυτω, και σημείον έδωκεν αυτω. 25 και ου κατά το ανταπόδομα, ό έδωκεν αυτω ανταπέδωκεν Εζεκίας, αλλά υψώθη η καρδία αυτού, και εγένετο επ' αυτόν οργή και επί Ιούδαν και Ιερουσαλήμ. 26 και εταπεινώθη Εζεκίας από του ύψους της καρδίας αυτού αυτός και οι κατοικούντες Ιερουσαλήμ, και ουκ επήλθεν επ' αυτούς οργή Κυρίου εν ταις ημέραις Εζεκίου. 27 και εγένετο τω Εζεκία πλούτος και δόξα πολλή σφόδρα, και θησαυρούς εποίησεν αυτω αργυρίου και χρυσίου και του λίθου του τιμίου και εις τα αρώματα και οπλοθήκας και εις σκεύη επιθυμητά 28 και πόλεις εις τα γεννήματα του σίτου και οίνου και ελαίου και κώμας και φάτνας παντός κτήνους και μάνδρας εις τα ποίμνια 29 και πόλεις, ας ωκοδόμησεν αυτω, και αποσκευήν προβάτων και βοών εις πλήθος, ότι έδωκεν αυτω Κύριος αποσκευήν πολλήν σφόδρα. 30 αυτός Εζεκίας ενέφραξε την έξοδον του ύδατος Γιών το άνω και κατηύθυνεν αυτά κάτω προς λίβα της πόλεως Δαυίδ· και ευωδώθη Εζεκίας εν πάσι τοις έργοις αυτού. 31 και ούτως τοις πρεσβευταίς των αρχόντων από Βαβυλώνος τοις αποσταλείσι προς αυτόν πυθέσθαι παρ' αυτού το τέρας, ό εγένετο επί της γης, εγκατέλιπεν αυτόν Κύριος του πειράσαι αυτόν, ειδέναι τα εν τη καρδία αυτού. 32 και τα λοιπά των λόγων Εζεκίου και το έλεος αυτού ιδού γέγραπται εν τη προφητεία Ησαϊου υιού Αμώς του προφήτου και επί βιβλίου βασιλέων Ιούδα και Ισραήλ. 33 και εκοιμήθη Εζεκίας μετά των πατέρων αυτού, και έθαψαν αυτόν εν αναβάσει τάφων υιών Δαυίδ, και δόξαν και τιμήν έδωκαν αυτω εν τω θανάτω αυτού πας Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ· και εβασίλευσε Μανασσής υιος αυτού αντ' αυτού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΛΓ

 1 ΩΝ δεκαδύο ετών Μανασσής εν τω βασιλεύσαι αυτόν και πεντηκονταπέντε έτη εβασίλευσεν εν Ιερουσαλήμ. 2 και εποίησε το πονηρόν εναντίον Κυρίου από πάντων των βδελυγμάτων των εθνών, ους εξωλόθρευσε Κύριος από προσώπου των υιών Ισραήλ. 3 και επέστρεψε και ωκοδόμησε τα υψηλά, α κατέσπασεν Εζεκίας ο πατήρ αυτού, και έστησε στήλας τοις Βααλίμ και εποίησεν άλση και προσεκύνησε πάση τη στρατιά του ουρανού και εδούλευσεν αυτοίς. 4 και ωκοδόμησε θυσιαστήρια εν οίκω Κυρίου, ου είπε Κύριος· εν Ιερουσαλήμ έσται το όνομά μου εις τον αιώνα. 5 και ωκοδόμησε θυσιαστήρια πάση τη στρατιά του ουρανού εν ταις δυσίν αυλαίς οίκου Κυρίου. 6 και αυτός διήγαγε τα τέκνα αυτού εν πυρί εν Γεβενεννόμ και εκληδονίζετο και οιωνίζετο και εφαρμακεύετο και εποίησεν εγγαστριμύθους και επαοιδούς· και επλήθυνε του ποιήσαι το πονηρόν εναντίον Κυρίου του παροργίσαι αυτόν. 7 και έθηκε το γλυπτόν και το χωνευτόν, εικόνα ην εποίησεν, εν οίκω Θεού, ου είπε Θεός προς Δαυίδ και προς Σαλωμών υιόν αυτού· εν τω οίκω τούτω και Ιερουσαλήμ, ην εξελεξάμην εκ πασών φυλών Ισραήλ, θήσω το όνομά μου εις τον αιώνα· 8 και ου προσθήσω σαλεύσαι τον πόδα Ισραήλ από της γης, ης έδωκα τοις πατράσιν αυτών, πλήν εάν φυλάσσωνται του ποιήσαι πάντα, α ενετειλάμην αυτοίς, κατά πάντα τον νόμον και τα προστάγματα και τα κρίματα εν χειρί Μωϋσή. 9 και επλάνησε Μανασσής τον Ιούδαν και τους κατοικούντας εν Ιερουσαλήμ του ποιήσαι το πονηρόν υπέρ πάντα τα έθνη, α εξήρε Κύριος από προσώπου υιών Ισραήλ. 10 και ελάλησε Κύριος επί Μανασσή και επί τον λαόν αυτού, και ουκ επήκουσαν. 11 και ήγαγε Κύριος επ' αυτούς τους άρχοντας της δυνάμεως του βασιλέως Ασσούρ, και κατέλαβον τον Μανασσή εν δεσμοίς και έδησαν αυτόν εν πέδαις και ήγαγον εις Βαβυλώνα. 12 και ως εθλίβη, εζήτησε το πρόσωπον Θεού του Κυρίου αυτού και εταπεινώθη σφόδρα από προσώπου Θεού πατέρων αυτού. 13 και προσηύξατο προς αυτόν, και επήκουσεν αυτού· και επήκουσε της βοής αυτού και επέστρεψεν αυτόν εις Ιερουσαλήμ επί την βασιλείαν αυτού· και έγνω Μανασσής, ότι Κύριος αυτός εστι Θεός. 14 και μετά ταύτα ωκοδόμησε τείχος έξω της πόλεως Δαυίδ από λιβός κατά Γιών εν τω χειμάρρω και κατά την είσοδον την δια της πύλης της ιχθυϊκής εκπορευομένων την πύλην την κυκλόθεν και εις ‘Οφλά και ύψωσε σφόδρα. και κατέστησεν άρχοντας της δυνάμεως εν πάσαις ταις πόλεσι ταις τειχήρεσιν εν Ιούδα 15 και περιείλε τους θεούς τους αλλοτρίους και το γλυπτόν εξ οίκου Κυρίου και πάντα τα θυσιαστήρια, α ωκοδόμησεν εν όρει οίκου Κυρίου και εν Ιερουσαλήμ και έξωθεν της πόλεως. 16 και κατώρθωσε το θυσιαστήριον Κυρίου και εθυσίασεν επ' αυτό θυσίαν σωτηρίου και αινέσεως και είπε τω Ιούδα του δουλεύειν Κυρίω Θεω Ισραήλ· 17 πλήν έτι ο λαός επί των υψηλών εθυσίαζε, πλήν Κύριος ο Θεός αυτών. 18 και τα λοιπά των λόγων Μανασσή και η προσευχή αυτού η προς τον Θεόν και λόγοι των ορώντων των λαλούντων προς αυτόν επ' ονόματι Θεού Ισραήλ 19 ιδού επί λόγων προσευχής αυτού, ως και επήκουσεν αυτού, και πάσαι αι αμαρτίαι αυτού και αποστάσεις αυτού και οι τόποι, εφ' οίς ωκοδόμησεν εν αυτοίς τα υψηλά και έστησεν εκεί άλση και γλυπτά, προ του επιστρέψαι, ιδού γέγραπται επί των λόγων των ορώντων. 20 και εκοιμήθη Μανασσής μετά των πατέρων αυτού, και έθαψαν αυτόν εν παραδείσω οίκου αυτού· και εβασίλευσεν αντ' αυτού Αμών υιος αυτού.

 21 Ων ετών είκοσι και δύο Αμών εν τω βασιλεύειν αυτόν και δύο έτη εβασίλευσεν εν Ιερουσαλήμ. 22 και εποίησε το πονηρόν ενώπιον Κυρίου, ως εποίησε Μανασσής ο πατήρ αυτού, και πάσι τοις ειδώλοις, οίς εποίησε Μανασσής ο πατήρ αυτού, έθυεν Αμών και εδούλευσεν αυτοίς. 23 και ουκ εταπεινώθη εναντίον Κυρίου, ως εταπεινώθη Μανασσής ο πατήρ αυτού, ότι υιος αυτού Αμών επλήθυνε πλημμέλειαν. 24 και επέθεντο αυτω οι παίδες αυτού και επάταξαν αυτόν εν οίκω αυτού. 25 και επάταξεν ο λαός της γης τους επιθεμένους επί τον βασιλέα Αμών, και εβασίλευσεν ο λαός της γης τον Ιωσίαν υιόν αυτού αντ' αυτού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

ΚΕΦΑΛΑΙΟΝ ΛΔ

 1 ΩΝ οκτώ ετών Ιωσίας εν τω βασιλεύσαι αυτόν και τριάκοντα και εν έτος εβασίλευσεν εν Ιερουσαλήμ. 2 και εποίησε το ευθές εναντίον Κυρίου και επορεύθη εν οδοίς Δαυίδ του πατρός αυτού και ουκ εξέκλινε δεξιά και αριστερά. 3 και εν τω ογδόω έτει της βασιλείας αυτού -και αυτός έτι παιδάριον- ήρξατο του ζητήσαι Κύριον τον Θεόν Δαυίδ του πατρός αυτού. και εν τω δωδεκάτω έτει της βασιλείας αυτού ήρξατο του καθαρίσαι τον Ιούδαν και την Ιερουσαλήμ από των υψηλών και των άλσεων και από των περιβωμίων και από των χωνευτών. 4 και κατέσπασε τα κατά πρόσωπον αυτού θυσιαστήρια των Βααλίμ και τα υψηλά τα επ' αυτών και έκοψε τα άλση και τα γλυπτά και τα χωνευτά συνέτριψε και ελέπτυνε και έρριψεν επί πρόσωπον των μνημάτων των θυσιαζόντων αυτοίς 5 και οστά ιερέων κατέκαυσεν επί τα θυσιαστήρια· και εκαθάρισε τον Ιούδαν και την Ιερουσαλήμ. 6 και εν πόλεσι Μανασσή και Εφραίμ και Συμεών και Νεφθαλί και τοις τόποις αυτών κύκλω 7 και κατέσπασε τα θυσιαστήρια και τα άλση, και είδωλα κατέκοψε λεπτά και πάντα τα υψηλά έκοψεν από πάσης της γης Ισραήλ, και απέστρεψεν εις Ιερουσαλήμ.

 8 Και εν τω έτει τω οκτωκαιδεκάτω της βασιλείας αυτού του καθαρίσαι την γην και τον οίκον απέστειλε τον Σαφάν υιόν Εσελία και τον Μαασά άρχοντα της πόλεως και τον Ιουάχ υιόν Ιωάχαζ τον υπομνηματογράφον αυτού κραταιώσαι τον οίκον Κυρίου του Θεού αυτού. 9 και ήλθον προς Χελκίαν τον ιερέα τον μέγαν και έδωκαν το αργύριον το εισενεχθέν εις οίκον Θεού, ό συνήγαγον οι Λευίται φυλάσσοντες την πύλην εκ χειρός Μανασσή και Εφραίμ και των αρχόντων και από παντός καταλοίπου εν Ισραήλ και υιών Ιούδα και Βενιαμίν και οικούντων εν Ιερουσαλήμ, 10 και έδωκαν αυτό επί χείρα ποιούντων τα έργα οι καθεσταμένοι εν οίκω Κυρίου και έδωκαν αυτό ποιούσι τα έργα, οί εποίουν εν οίκω Κυρίου, επισκευάσαι και κατισχύσαι τον οίκον. 11 και έδωκαν τοις τέκτοσι και τοις οικοδόμοις αγοράσαι λίθους τετραπέδους και ξύλα εις δοκούς στεγάσαι τους οίκους, ους εξωλόθρευσαν βασιλείς Ιούδα· 12 και οι άνδρες εν πίστει επί των έργων, και επ' αυτών επίσκοποι Ιέθ και Αβδίας οι Λευίται εξ υιών Μεραρί και Ζαχαρίας και Μοσολλάμ εκ των υιών Καάθ επισκοπείν και πας Λευίτης και πας συνιών εν οργάνοις ωδών. 13 και επί των νωτοφόρων και επί πάντων των ποιούντων τα έργα εργασία και εργασία, και από των Λευιτών γραμματείς και κριταί και πυλωροί. 14 και εν τω εκφέρειν αυτούς το αργύριον το εισοδιασθέν εις οίκον Κυρίου εύρε Χελκίας ο ιερεύς βιβλίον νόμου Κυρίου δια χειρός Μωυσή. 15 και απεκρίθη Χελκίας και είπε προς Σαφάν τον γραμματέα· βιβλίον νόμου εύρον εν οίκω Κυρίου· και έδωκε Χελκίας το βιβλίον τω Σαφάν. 16 και εισήνεγκε Σαφάν το βιβλίον προς τον βασιλέα και απέδωκεν έτι τω βασιλεί λόγον· παν το δοθέν αργύριον εν χειρί των παίδων σου των ποιούντων το έργον, 17 και εχώνευσαν το αργύριον το ευρεθέν εν οίκω Κυρίου και έδωκαν επί χείρα των επισκόπων και επί χείρα των ποιούντων την εργασίαν. 18 και απήγγειλε Σαφάν ο γραμματεύς τω βασιλεί λόγον λέγων· βιβλίον δέδωκέ μοι Χελκίας ο ιερεύς· και ανέγνω αυτό Σαφάν εναντίον του βασιλέως. 19 και εγένετο ως ήκουσεν ο βασιλεύς τους λόγους του νόμου, και διέρρηξε τα ιμάτια αυτού. 20 και ενετείλατο βασιλεύς τω Χελκία και τω Αχικάμ υιω Σαφάν και τω Αβδών υιω Μιχαία και τω Σαφάν τω γραμματεί και τω Ασαϊα παιδί του βασιλέως λέγων· 21 πορεύθητε ζητήσατε τον Κύριον περί εμού και περί παντός του καταλειφθέντος εν Ισραήλ και Ιούδα περί των λόγων του βιβλίου του ευρεθέντος, ότι μέγας ο θυμός Κυρίου εκκέκαυται εν ημίν, διότι ουκ εισήκουσαν οι πατέρες ημών των λόγων Κυρίου του ποιήσαι κατά πάντα τα γεγραμμένα εν τω βιβλίω τούτω. 22 και επορεύθη Χελκίας και οίς είπεν ο βασιλεύς προς Όλδαν την προφήτιν γυναίκα Σελλήμ υιού Θεκωέ υιού Αράς φυλάσσουσαν τας εντολάς -και αύτη κατώκει εν Ιερουσαλήμ εν μασαναί- και ελάλησαν αυτη κατά ταύτα. 23 και είπεν αυτοίς· ούτως είπε Κύριος ο Θεός Ισραήλ· είπατε τω ανδρί τω αποστείλαντι υμάς προς με. 24 ούτω λέγει Κύριος· ιδού εγώ επάγω επί τον τόπον τούτον κακά, τους πάντας λόγους τους γεγραμμένους εν τω βιβλίω τω ανεγνωσμένω εναντίον του βασιλέως Ιούδα, 25 ανθ' ων εγκατέλιπόν με και εθυμίασαν θεοίς αλλοτρίοις, ίνα παροργίσωσί με εν πάσι τοις έργοις των χειρών αυτών· και εξεκαύθη ο θυμός μου εν τω τόπω τούτω και ου σβεσθήσεται. 26 και επί βασιλέα Ιούδα τον αποστείλαντα υμάς του ζητήσαι τον Κύριον ούτως ερείτε αυτω· ούτω λέγει Κύριος ο Θεός Ισραήλ· τους λόγους, ους ήκουσας, 27 και ενετράπη η καρδία σου και εταπεινώθης από προσώπου μου εν τω ακούσαί σε τους λόγους μου επί τον τόπον τούτον και επί τους κατοικούντας αυτόν και εταπεινώθης εναντίον μου και διέρρηξας τα ιμάτιά σου και έκλαυσας κατεναντίον μου, και εγώ ήκουσα, φησί Κύριος· 28 ιδού προστίθημί σε προς τους πατέρας σου, και προστεθήση προς τα μνήματά σου εν ειρήνη, και ουκ όψονται οι οφθαλμοί σου εν πάσι τοις κακοίς, οίς εγώ επάγω επί τον τόπον τούτον και επί τους κατοικούντας αυτόν. και απέδωκαν τω βασιλεί λόγον, 29 και απέστειλεν ο βασιλεύς και συνήγαγε τους πρεσβυτέρους Ιούδα και Ιερουσαλήμ. 30 και ανέβη ο βασιλεύς εις οίκον Κυρίου και πας Ιούδα και οι κατοικούντες Ιερουσαλήμ και οι ιερείς και οι Λευίται και πας ο λαός από μικρού έως μεγάλου· και ανέγνω εν ωσίν αυτών πάντας λόγους βιβλίου της διαθήκης τους ευρεθέντας εν οίκω Κυρίου. 31 και έστη ο βασιλεύς επί τον στύλον και διέθετο διαθήκην εναντίον Κυρίου του πορευθήναι ενώπιον Κυρίου του φυλάσσειν τας εντολάς αυτού και μαρτύρια και προστάγματα αυτού εν όλη καρδία και εν όλη ψυχή, ωστε ποιείν τους λόγους της διαθήκης τους γεγραμμένους επί τω βιβλίω τούτω. 32 και έστησε πάντας τους ευρεθέντας εν Ιερουσαλήμ και Βενιαμίν, και εποίησαν οι κατοικούντες Ιερουσαλήμ διαθήκην εν οίκω Κυρίου Θεού πατέρων αυτών. 33 και περιείλεν Ιωσίας τα πάντα βδελύγματα εκ πάσης της γης, ή ην υιών Ισραήλ, και εποίησε πάντας τους ευρεθέντας εν Ιερουσαλήμ και εν Ισραήλ του δουλεύειν Κυρίω Θεω αυτών πάσας τας ημέρας αυτού· ουκ εξέκλινεν από όπισθεν Κυρίου Θεού πατέρων αυτού.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΛΕ

 1 ΚΑΙ εποίησεν Ιωσίας το φασέκ τω Κυρίω Θεω αυτού, και έθυσε το φασέκ τη τεσσαρεσκαιδεκάτη ημέρα του μηνός του πρώτου. 2 και έστησε τους ιερείς επί τας φυλακάς αυτών και κατίσχυσεν αυτούς εις τα έργα οίκου Κυρίου. 3 και είπε τοις Λευίταις τοις δυνατοίς εν παντί Ισραήλ του αγιασθήναι αυτούς τω Κυρίω, και έθηκαν την κιβωτόν την αγίαν εις τον οίκον, ον ωκοδόμησε Σαλωμών υιος Δαυίδ του βασιλέως Ισραήλ. και είπεν ο βασιλεύς· ουκ έστιν υμίν επ' ώμων άραι ουδέν· νυν ουν λειτουργήσατε τω Κυρίω Θεω υμών και τω λαω αυτού Ισραήλ 4 και ετοιμάσθητε κατ' οίκους πατριών υμών και κατά τας εφημερίας υμών κατά την γραφήν Δαυίδ βασιλέως Ισραήλ και δια χειρός Σαλωμών υιού αυτού 5 και στήτε εν τω οίκω κατά τας διαιρέσεις οίκων πατριών υμών τοις αδελφοίς υμών υιοίς του λαού, και μερίς οίκου πατριάς τοις Λευίταις, 6 και θύσατε το φασέκ και ετοιμάσατε τοις αδελφοίς υμών του ποιήσαι κατά τον λόγον Κυρίου δια χειρός Μωυσή. 7 και απήρξατο Ιωσίας τοις υιοίς του λαού πρόβατα και αμνούς και ερίφους από των τέκνων των αιγών, πάντα εις το φασέκ, και πάντας τους ευρεθέντας εις αριθμόν τριάκοντα χιλιάδας και μόσχων τρεις χιλιάδας· ταύτα από της υπάρξεως του βασιλέως. 8 και οι άρχοντες αυτού απήρξαντο τω λαω και τοις ιερεύσι και τοις Λευίταις· έδωκε δε Χελκίας και Ζαχαρίας και Ιιήλ οι άρχοντες τοις ιερεύσιν οίκου Θεού και έδωκεν εις το φασέκ πρόβατα και αμνούς και ερίφους δισχίλια εξακόσια και μόσχους τριακοσίους. 9 και Χωνενίας και Βαναίας και Σαμαίας και Ναθαναήλ αδελφός αυτού και Ασαβίας και Ιιήλ και Ιωζαβάδ άρχοντες των Λευιτών απήρξαντο τοις Λευίταις εις το φασέκ πρόβατα πεντακισχίλια και μόσχους πεντακοσίους. 10 και κατωρθώθη η λειτουργία, και έστησαν οι ιερείς επί την στάσιν αυτών και οι Λευίται επί τας διαιρέσεις αυτών κατά την εντολήν του βασιλέως 11 και έθυσαν το φασέκ, και προσέχεαν οι ιερείς το αίμα εκ χειρός αυτών, και οι Λευίται εξέδειραν. 12 και ητοίμασαν την ολοκαύτωσιν παραδούναι αυτοίς κατά την διαίρεσιν κατ' οίκους πατριών τοις υιοίς του λαού του προσάγειν τω Κυρίω, ως γέγραπται εν βίβλω Μωυσή, και ούτως εις το πρωϊ. 13 και ώπτησαν το φασέκ εν πυρί κατά την κρίσιν και τα άγια ύψησαν εν τοις χαλκείοις και εν τοις λέβησι· και ευωδώθη, και έδραμον προς πάντας τους υιούς του λαού. 14 και μετά το ετοιμάσαι αυτοίς και τοις ιερεύσιν, ότι οι ιερείς εν τω αναφέρειν τα ολοκαυτώματα και τα στέατα έως νυκτός, και οι Λευίται ητοίμασαν αυτοίς και τοις αδελφοίς αυτών υιοίς Ααρών. 15 και οι ψαλτωδοί υιοί Ασάφ επί της στάσεως αυτών κατά τας εντολάς Δαυίδ και Ασάφ και Αιμάν και Ιδιθώμ οι προφήται του βασιλέως και οι άρχοντες και οι πυλωροί πύλης και πύλης, ουκ ην αυτοίς κινείσθαι από της λειτουργίας των αγίων, ότι αδελφοί αυτών οι Λευίται ητοίμασαν αυτοίς. 16 και κατωρθώθη και ητοιμάσθη πάσα η λειτουργία Κυρίου εν τη ημέρα εκείνη του ποιήσαι το φασέκ και ενεγκείν τα ολοκαυτώματα επί το θυσιαστήριον Κυρίου κατά την εντολήν του βασιλέως Ιωσίου. 17 και εποίησαν οι υιοί Ισραήλ οι ευρεθέντες το φασέκ εν τω καιρω εκείνω και την εορτήν των αζύμων επτά ημέρας. 18 και ουκ εγένετο φασέκ όμοιον αυτω εν Ισραήλ από ημερών Σαμουήλ του προφήτου και παντός βασιλέως Ισραήλ ουκ εποίησαν το φασέκ, ό εποίησεν Ιωσίας και οι ιερείς και οι Λευίται και πας Ιούδα και Ισραήλ ο ευρεθείς και οι κατοικούντες εν Ιερουσαλήμ τω Κυρίω. 19 τω οκτωκαιδεκάτω έτει της βασιλείας Ιωσίου εποιήθη το φασέκ τούτο. 19α και τους εγγαστριμύθους και τους γνώστας και τα θεραφίν και τα είδωλα και τα καρησίμ, α ην εν γη Ιούδα και εν Ιερουσαλήμ ενεπύρισεν ο βασιλεύς Ιωσίας, ίνα στήση τους λόγους του νόμου τους γεγραμμένους επί του βιβλίου, ου εύρε Χελκίας ο ιερεύς εν τω οίκω Κυρίου. 19β όμοιος αυτω ουκ εγενήθη έμπροσθεν αυτού, ος επέστρεψε προς Κύριον εν όλη καρδία αυτού και εν όλη ψυχή αυτού και εν όλη τη ισχύϊ αυτού κατά πάντα τον νόμον Μωυσή, και μετ' αυτόν ουκ ανέστη όμοιος αυτω· 19γ πλήν ουκ απεστράφη Κύριος από οργής θυμού αυτού του μεγάλου, ου ωργίσθη θυμω Κύριος εν τω Ιούδα, επί πάντα τα παροργίσματα αυτού, α παρώργισε Μανασσής. 19δ και είπε Κύριος· και γε τον Ιούδαν αποστήσω από προσώπου μου, καθώς απέστησα τον Ισραήλ, και απωσάμην την πόλιν, ην εξελεξάμην την Ιερουσαλήμ, και τον οίκον ον είπα· έσται το όνομά μου εκεί.

 20 Και ανέβη φαραώ Νεχαώ βασιλεύς Αιγύπτου επί τον βασιλέα Ασσυρίων επί τον ποταμόν Ευφράτην, και επορεύθη βασιλεύς Ιωσίας εις συνάντησιν αυτω. 21 και απέστειλε προς αυτόν αγγέλους λέγων· τι εμοί και σοί, βασιλεύ Ιούδα; ουκ επί σε ήκω σήμερον πόλεμον πολεμήσαι, και ο Θεός είπε του κατασπεύσαί με· πρόσεχε από του Θεού του μετ' εμού μη καταφθείρη σε. 22 και ουκ απέστρεψεν Ιωσίας το πρόσωπον αυτού απ' αυτού, αλλ' ή πολεμείν αυτόν εκραταιώθη και ουκ ήκουσε των λόγων Νεχαώ δια στόματος Θεού και ήλθε του πολεμήσαι εν τω πεδίω Μαγεδδώ. 23 και ετόξευσαν οι τοξόται επί βασιλέα Ιωσίαν· και είπεν ο βασιλεύς τοις παισίν αυτού· εξαγάγετέ με, ότι επόνεσα σφόδρα. 24 και εξήγαγον αυτόν οι παίδες αυτού από του άρματος και ανεβίβασαν αυτόν επί το άρμα το δευτεραίον, ό ην αυτω, και ήγαγον αυτόν εις Ιερουσαλήμ· και απέθανε και ετάφη μετά των πατέρων αυτού. και πας Ιούδα και Ιερουσαλήμ επένθησαν επί Ιωσίαν, 25 και εθρήνησεν Ιερεμίας επί Ιωσίαν, και είπαν πάντες οι άρχοντες και αι άρχουσαι θρήνον επί Ιωσίαν έως της σήμερον· και έδωκαν αυτόν εις πρόσταγμα επί Ισραήλ, και ιδού γέγραπται επί των θρήνων. 26 και ήσαν οι λοιποί λόγοι Ιωσίου και η ελπίς αυτού γεγραμμένα εν νόμω Κυρίου· 27 και οι λόγοι αυτού οι πρώτοι και οι έσχατοι ιδού γεγραμμένοι επί βιβλίω βασιλέων Ισραήλ και Ιούδα.

 Β ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ

 1 ΚΑΙ έλαβεν ο λαός της γης τον Ιωάχαζ υιόν Ιωσίου και έχρισαν αυτόν, και κατέστησαν αυτόν αντί του πατρός αυτού εις βασιλέα επί Ιερουσαλήμ. 2 υιος είκοσι και τριών ετών Ιωάχαζ εν τω βασιλεύειν αυτόν και τρίμηνον εβασίλευσεν εν Ιερουσαλήμ, 2α και όνομα της μητρός αυτού Αμιτάλ θυγάτηρ Ιερεμίου εκ Λοβενά. 2β και εποίησε το πονηρόν ενώπιον Κυρίου κατά πάντα, α εποίησαν οι πατέρες αυτού. 2γ και έδησεν αυτόν φαραώ Νεχαώ εν Δεβλαθά εν γη Αιμάθ, του μη βασιλεύειν αυτόν εν Ιερουσαλήμ, 3 και μετήγαγεν αυτόν ο βασιλεύς εις Αίγυπτον, και επέβαλε φόρον επί την γην εκατόν τάλαντα αργυρίου και τάλαντον χρυσίου. 4 και κατέστησε φαραώ Νεχαώ τον Ελιακίμ υιόν Ιωσίου βασιλέα επί Ιούδα αντί Ιωσίου του πατρός αυτού και μετέστρεψε το όνομα αυτού Ιωακίμ· και τον Ιωάχαζ αδελφόν αυτού έλαβε φαραώ Νεχαώ, και εισήγαγεν αυτόν εις Αίγυπτον, και απέθανεν εκεί. 4α και το αργύριον και το χρυσίον έδωκε τω φαραω· τότε ήρξατο η γη φορολογείσθαι του δούναι το αργύριον επί στόμα φαραώ, και έκαστος κατά δύναμιν απήτει το αργύριον και το χρυσίον παρά του λαού της γης δούναι φαραω Νεχαω.

 5 Ων είκοσι και πέντε ετών Ιωακίμ εν τω βασιλεύειν αυτόν και ένδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα της μητρός αυτού Ζεχωρά θυγάτηρ Νηρίου εκ Ραμά. και εποίησε το πονηρόν εναντίον Κυρίου κατά πάντα όσα εποίησαν οι πατέρες αυτού. 5α εν ταις ημέραις αυτού ήλθε Ναβουχοδονόσορ ο βασιλεύς Βαβυλώνος εις την γην, και ην αυτω δουλεύων τρία έτη και απέστη απ' αυτού. 5β και απέστειλε Κύριος επ' αυτούς τους Χαλδαίους και ληστήρια Σύρων και ληστήρια Μωαβιτών και υιών Αμμών και της Σαμαρείας, και απέστησαν μετά τον λόγον τούτον κατά τον λόγον Κυρίου εν χειρί των παίδων αυτού των προφητών. 5γ πλήν θυμός Κυρίου ην επί Ιούδαν του αποστήναι αυτόν από προσώπου αυτού δια τας αμαρτίας Μανασσή εν πάσιν, οίς εποίησε, 5δ και εν αίματι αθώω, ω εξέχεεν Ιωακίμ και έπλησε την Ιερουσαλήμ αίματος αθώου, και ουκ ηθέλησε Κύριος εξολοθρεύσαι αυτούς. 6 και ανέβη επ' αυτόν Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος και έδησεν αυτόν εν χαλκαίς πέδαις και απήγαγεν αυτόν εις Βαβυλώνα. 7 και μέρος των σκευών οίκου Κυρίου απήνεγκεν εις Βαβυλώνα και έθηκεν αυτά εν τω ναω αυτού εν Βαβυλώνι. 8 και τα λοιπά των λόγων Ιωακίμ και πάντα, α εποίησεν, ουκ ιδού ταύτα γεγραμμένα εν βιβλίω λόγων των ημερών τοις βασιλεύσιν Ιούδα; και εκοιμήθη Ιωακίμ μετά των πατέρων αυτού και ετάφη εν Γανοζά μετά των πατέρων αυτού, και εβασίλευσεν Ιεχονίας υιος αυτού αντ' αυτού.

 9 ‘Οκτώ ετών Ιεχονίας εν τω βασιλεύειν αυτόν και τρίμηνον και δέκα ημέρας εβασίλευσεν εν Ιερουσαλήμ και εποίησε το πονηρόν ενώπιον Κυρίου. 10 και επιστρέφοντος του ενιαυτού απέστειλεν ο βασιλεύς Ναβουχοδονόσορ και εισήνεγκεν αυτόν εις Βαβυλώνα μετά των σκευών των επιθυμητών οίκου Κυρίου και εβασίλευσε Σεδεκίαν αδελφόν του πατρός αυτού επί Ιούδαν και Ιερουσαλήμ.

 11 Ετών είκοσιν υιος και ενός έτους Σεδεκίας εν τω βασιλεύειν αυτόν και ένδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ. 12 και εποίησε το πονηρόν ενώπιον Κυρίου Θεού αυτού, ουκ ενετράπη από προσώπου Ιερεμίου του προφήτου και εκ στόματος Κυρίου 13 εν τω τα προς τον βασιλέα Ναβουχοδονόσορ αθετήσαι, α ωρκισεν αυτόν κατά του Θεού και εσκλήρυνε τον τράχηλον αυτού και την καρδίαν αυτού κατίσχυσε του μη επιστρέψαι προς Κύριον Θεόν Ισραήλ. 14 και πάντες οι ένδοξοι Ιούδα και οι ιερείς και ο λαός της γης επλήθυναν του αθετήσαι αθετήματα βδελυγμάτων εθνών και εμίαναν τον οίκον Κυρίου τον εν Ιερουσαλήμ. 15 και εξαπέστειλε Κύριος ο Θεός των πατέρων αυτών εν χειρί των προφητών αυτού ορθρίζων και αποστέλλων τους αγγέλους αυτού, ότι ην φειδόμενος του λαού αυτού και του αγιάσματος αυτού· 16 και ήσαν μυκτηρίζοντες τους αγγέλους αυτού και εξουθενούντες τους λόγους αυτού και εμπαίζοντες εν τοις προφήταις αυτού, έως ανέβη ο θυμός Κυρίου εν τω λαω αυτού, έως ουκ ην ίαμα. 17 και ήγαγεν επ' αυτούς βασιλέα Χαλδαίων, και απέκτεινε τους νεανίσκους αυτών εν ρομφαία εν οίκω αγιάσματος αυτού και ουκ εφείσατο του Σεδεκίου και τας παρθένους αυτών ουκ ηλέησε και τους πρεσβυτέρους αυτών απήγαγον· τα πάντα παρέδωκεν εν χερσίν αυτών. 18 και πάντα τα σκεύη οίκου του Θεού τα μεγάλα και τα μικρά και τους θησαυρούς οίκου Κυρίου και πάντας τους θησαυρούς του βασιλέως και των μεγιστάνων, πάντα εισήνεγκεν εις Βαβυλώνα. 19 και ενέπρησε τον οίκον Κυρίου και κατέσκαψε το τείχος Ιερουσαλήμ και τας βάρεις αυτής ενέπρησεν εν πυρί και παν σκεύος ωραίον εις αφανισμόν. 20 και απώκισε τους καταλοίπους εις Βαβυλώνα, και ήσαν αυτω και τοις υιοίς αυτού εις δούλους έως βασιλείας Μήδων 21 του πληρωθήναι λόγον Κυρίου δια στόματος Ιερεμίου έως του προσδέξασθαι την γην τα σάββατα αυτής σαββατίσαι· πάσας τας ημέρας ερημώσεως αυτής εσαββάτισεν εις συμπλήρωσιν ετών εβδομήκοντα.

 22 Έτους πρώτου Κύρου βασιλέως Περσών, μετά το πληρωθήναι ρήμα Κυρίου δια στόματος Ιερεμίου, εξήγειρε Κύριος το πνεύμα Κύρου βασιλέως Περσών και παρήγγειλε κηρύξαι εν πάση τη βασιλεία αυτού εν γραπτω λέγων· 23 τάδε λέγει Κύρος βασιλεύς Περσών πάσαις ταις βασιλείαις της γης· έδωκέ μοι Κύριος ο Θεός του ουρανού, και αυτός ενετείλατό μοι οικοδομήσαι οίκον αυτω εν Ιερουσαλήμ εν τη Ιουδαία. τις εξ υμών εκ παντός του λαού αυτού; έσται Θεός αυτού μετ' αυτού, και αναβήτω.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.