Τρίτη, 27 Νοεμβρίου 2012

Α' Έσδρας



Α ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΚΑΙ ήγαγεν Ιωσίας το πάσχα εν Ιερουσαλήμ τω Κυρίω αυτού και έθυσε το πάσχα τη τεσσαρεσκαιδεκάτη ημέρα του μηνός του πρώτου 2 στήσας τους ιερείς κατ ‘ εφημερίας εστολισμένους εν τω ιερω του Κυρίου. 3 και είπε τοις Λευίταις, ιεροδούλοις του Ισραήλ, αγιάσαι εαυτούς τω Κυρίω εν τη θέσει της αγίας κιβωτού του Κυρίου εν τω οίκω, ω ωκοδόμησε Σαλωμών ο του Δαυίδ ο βασιλεύς· 4 ουκ έσται υμίν άραι επ ‘ ώμων αυτήν· και νυν λατρεύετε τω Κυρίω Θεω υμών και θεραπεύετε το έθνος αυτού Ισραήλ και ετοιμάσατε κατά τας πατριάς και τας φυλάς υμών κατά την γραφήν Δαυίδ βασιλέως Ισραήλ και κατά την μεγαλειότητα Σαλωμών του υιού αυτού. 5 και στάντες εν τω αγίω κατά την μεριδαρχίαν την πατρικήν υμών των Λευιτών, των έμπροσθεν των αδελφών υμών υιών Ισραήλ, 6 εν τάξει θύσατε το πάσχα και τας θυσίας ετοιμάσατε τοις αδελφοίς υμών και ποιήσατε το πάσχα κατά το πρόσταγμα του Κυρίου το δοθέν τω Μωυσή.
7 και εδωρήσατο Ιωσίας τω λαω τω ευρεθέντι αρνών και ερίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταύτα εκ των βασιλικών εδόθη κατ ‘ επαγγελίαν τω λαω και τοις ιερεύσι και Λευίταις. 8 και έδωκε Χελκίας και Ζαχαρίας και Ησκήλος οι επιστάται του ιερού τοις ιερεύσιν εις πάσχα πρόβατα δισχίλια εξακόσια, μόσχους τριακοσίους. 9 και Ιεχονίας και Σαμαίας και Ναθαναήλ ο αδελφός και Ασαβίας και ‘Οχιήλος και Ιωράμ χιλίαρχοι έδωκαν τοις Λευίταις εις πάσχα πρόβατα πεντακιχίλια, μόσχους επτακοσίους. 10 και ταύτα τα γενόμενα· ευπρεπώς έστησαν οι ιερείς και οι Λευίται έχοντες τα άζυμα κατά τας φυλάς και κατά τας μεριδαρχίας των πατέρων έμπροσθεν του λαού προσενεγκείν τω Κυρίω κατά τα γεγραμμένα εν βιβλίω Μωυσή, και ούτω το πρωϊνόν. 11 και ώπτησαν το πάσχα πυρί ως καθήκει, και τας θυσίας ήψησαν εν τοις χαλκείοις και λέβησι μετ ‘ ευωδίας και απήνεγκαν πάσι τοις εκ του λαού. 12 μετά δε ταύτα ητοίμασαν εαυτοίς τε και τοις ιερεύσιν αδελφοίς αυτών υιοίς Ααρών· 13 οι γαρ ιερείς ανέφερον τα στέατα έως αωρίας, και οι Λευίται ητοίμασαν εαυτοίς και τοις ιερεύσιν αδελφοίς αυτών υιοίς Ααρών. 14 και οι ιεροψάλται υιοί Ασάφ ήσαν επί της τάξεως αυτών, κατά τα υπό Δαυίδ τεταγμένα και Ασάφ και Ζαχαρίας και Εδδινούς ο παρά του βασιλέως, 15 και οι θυρωροί εφ ‘ εκάστου πυλώνος· ουκ έστι παραβήναι έκαστον την εαυτού εφημερίαν, οι γαρ αδελφοί αυτών οι Λευίται ητοίμασαν αυτοίς. 16 και συνετελέσθη τα της θυσίας του Κυρίου εν εκείνη τη ημέρα, αχθήναι το πάσχα και προσαχθήναι τας θυσίας επί το του Κυρίου θυσιαστήριον κατά την επιταγήν του βασιλέως Ιωσίου. 17 και ηγάγοσαν οι υιοί Ισραήλ οι ευρεθέντες εν τω καιρω τούτω το πάσχα και την εορτήν των αζύμων ημέρας επτά. 18 και ουκ ήχθη το πάσχα τοιούτον εν τω Ισραήλ από των χρόνων Σαμουήλ του προφήτου, 19 και πάντες οι βασιλείς του Ισραήλ ουκ ηγάγοσαν πάσχα τοιούτον, οίον ήγαγεν Ιωσίας και οι ιερείς και οι Λευίται και οι Ιουδαίοι και πας Ισραήλ ο ευρεθείς εν τη κατοικήσει αυτών εν Ιερουσαλήμ· 20 οκτωκαιδεκάτω έτει βασιλεύοντος Ιωσίου ήχθη το πάσχα τούτο. 21 και ωρθώθη τα έργα Ιωσίου ενώπιον του Κυρίου αυτού εν καρδία πλήρει ευσεβείας. 22 και τα κατ ‘ αυτόν δε αναγέγραπται εν τοις έμπροσθεν χρόνοις, περί των ημαρτηκότων και ησεβηκότων εις τον Κύριον παρά παν έθνος και βασιλείαν, και α ελύπησαν αυτόν εν αισθήσει, και οι λόγοι του Κυρίου ανέστησαν επί Ισραήλ.

 23 Και μετά πάσαν την πράξιν ταύτην Ιωσίου συνέβη Φαραώ βασιλέα Αιγύπτου ελθόντα πόλεμον εγείραι εν Χαρκαμύς επί του Ευφράτου, και εξήλθεν εις απάντησιν αυτω Ιωσίας. 24 και διεπέμψατο προς αυτόν βασιλεύς Αιγύπτου λέγων· τι εμοί και σοί εστι, βασιλεύ της Ιουδαίας; 25 ουχί προς σε εξαπέσταλμαι υπό Κυρίου του Θεού· επί γαρ του Ευφράτου ο πόλεμός μου εστί. και νυν Κύριος μετ ‘ εμού εστι, και Κύριος μετ ‘ εμού επισπεύδων εστίν· απόστηθι και μη εναντιού τω Κυρίω. 26 και ουκ απέστρεψεν εαυτόν Ιωσίας επί το άρμα αυτού, αλλά πολεμείν αυτόν επεχείρει, ου προσέχων ρήμασιν Ιερεμίου προφήτου εκ στόματος Κυρίου· 27 αλλά συνεστήσατο προς αυτόν πόλεμον εν τω πεδίω Μαγεδδώ, και κατέβησαν οι άρχοντες προς τον βασιλέα Ιωσίαν. 28 και είπεν ο βασιλεύς τοις παισίν εαυτού· αποστήσατέ με από της μάχης, ησθένησα γαρ λίαν. και ευθέως απέστησαν αυτόν οι παίδες αυτού από της παρατάξεως, 29 και ανέβη επί το άρμα το δευτέριον αυτού· και αποκατασταθείς εις Ιερουσαλήμ, μετήλλαξε τον βίον αυτού και ετάφη εν τω πατρικω τάφω. 30 και εν όλη τη Ιουδαία επένθησαν τον Ιωσίαν, και εθρήνησεν Ιερεμίας ο προφήτης υπέρ Ιωσίου, και οι προκαθήμενοι συν γυναιξίν εθρηνούσαν αυτόν έως της ημέρας ταύτης· και εξεδόθη τούτο γίνεσθαι αεί εις άπαν το γένος Ισραήλ. 31 ταύτα δε αναγέγραπται εν τη βίβλω των ιστορουμένων περί των βασιλέων της Ιουδαίας· και το καθ ‘ εν πραχθέν της πράξεως Ιωσίου και της δόξης αυτού και της συνέσεως αυτού εν τω νόμω Κυρίου, τα τε προπραχθέντα υπ ‘ αυτού και τα νυν, ιστόρηται εν τω βιβλίω των βασιλέων Ισραήλ και Ιούδα.

 32 Και αναλαβόντες οι εκ του έθνους τον Ιεχονίαν υιόν Ιωσίου ανέδειξαν βασιλέα αντί Ιωσίου του πατρός αυτού όντα ετών είκοσι τριών. 33 και εβασίλευσεν εν Ισραήλ και Ιερουσαλήμ μήνας τρεις. και απέστησεν αυτόν βασιλεύς Αιγύπτου του μη βασιλεύειν εν Ιερουσαλήμ 34 και εζημίωσε το έθνος αργυρίου ταλάντοις εκατόν και χρυσίου ταλάντω ενί. 35 και ανέδειξε βασιλεύς Αιγύπτου βασιλέα Ιωακίμ τον αδελφόν αυτού βασιλέα της Ιουδαίας και Ιερουσαλήμ. 36 και έδησεν Ιωακίμ τους μεγιστάνας, Ζαράκην δε τον αδελφόν αυτού συλλαβών ανήγαγεν εξ Αιγύπτου.

 37 Ετών δε ην εικοσιπέντε Ιωακίμ, ότε εβασίλευσε της Ιουδαίας και Ιερουσαλήμ, και εποίησε το πονηρόν ενώπιον Κυρίου. 38 μετ ‘ αυτόν δε ανέβη Ναβουχοδονόσορ ο βασιλεύς Βαβυλώνος και δήσας αυτόν εν χαλκείω δεσμω και απήγαγεν εις Βαβυλώνα. 39 και από των ιερών σκευών του Κυρίου λαβών Ναβουχοδονόσορ και απενέγκας απηρείσατο εν τω ναω αυτού εν Βαβυλώνι. 40 τα δε ιστορηθέντα περί αυτού και της ακαθαρσίας αυτού και δυσσεβείας αναγέγραπται εν τη βίβλω των χρόνων των βασιλέων.

 41 Και εβασίλευσεν αντ ‘ αυτού Ιωακίμ ο υιος αυτού· ότε γαρ ανεδείχθη, ην ετών οκτώ. 42 βασιλεύει δε μήνας τρεις και ημέρας δέκα εν Ιερουσαλήμ και εποίησε το πονηρόν έναντι Κυρίου.

 43 Και μετ ‘ ενιαυτόν αποστείλας Ναβουχοδονόσορ μετήγαγεν αυτόν εις Βαβυλώνα άμα τοις ιεροίς σκεύεσι του Κυρίου 44 και ανέδειξε Σεδεκίαν βασιλέα της Ιουδαίας και Ιερουσαλήμ όντα ετών είκοσιν ενός, βασιλεύει δε έτη ένδεκα, 45 και εποίησε το πονηρόν ενώπιον Κυρίου και ουκ ενετράπη από των ρηθέντων λόγων υπό Ιερεμίου του προφήτου εκ στόματος του Κυρίου. 46 και ορκισθείς από του βασιλέως Ναβουχοδονόσορ τω ονόματι Κυρίου, επιορκήσας απέστη· και σκληρύνας αυτού τον τράχηλον και την καρδίαν αυτού παρέβη τα νόμιμα Κυρίου Θεού Ισραήλ. 47 και οι ηγούμενοι δε του λαού και των ιερέων πολλά ησέβησαν και υπέρ πάσας τας ακαθαρσίας πάντων των εθνών και εμίαναν το ιερόν του Κυρίου το αγιαζόμενον εν Ιερουσαλήμ. 48 και απέστειλεν ο Θεός των πατέρων αυτών δια του αγγέλου αυτού μετακαλέσαι αυτούς, καθότι εφείδετο αυτών και του σκηνώματος αυτού. 49 αυτοί δε εμυκτήρισαν εν τοις αγγέλοις αυτού και ή ημέρα ελάλησε Κύριος ήσαν εκπαίζοντες τους προφήτας αυτού, έως ου θυμωθέντα αυτόν επί τω έθνει αυτού δια τα δυσσεβήματα προστάξαι αναβιβάσαι επ ‘ αυτούς τους βασιλείς των Χαλδαίων. 50 ούτοι απέκτειναν τους νεανίσκους αυτών εν ρομφαία περικύκλω του αγίου αυτών ιερού και ουκ εφείσαντο νεανίσκου και παρθένου και πρεσβύτου και νεωτέρου, αλλά πάντας παρέδωκαν εις τας χείρας αυτών. 51 και πάντα τα ιερά σκεύη του Κυρίου τα μεγάλα και τα μικρά και τας κιβωτούς του Κυρίου και τας βασιλικάς αποθήκας αναλαβόντες απήνεγκαν εις Βαβυλώνα. 52 και ενεπύρισαν τον οίκον του Κυρίου και έλυσαν τα τείχη Ιερουσαλήμ και τους πύργους αυτής ενεπύρισαν εν πυρί 53 και συνετέλεσαν πάντα τα ένδοξα αυτής αχρειώσαι, και τους επιλοίπους απήγαγε μετά ρομφαίας εις Βαβυλώνα. 54 και ήσαν παίδες αυτω και τοις υιοίς αυτού μέχρι του βασιλεύσαι Πέρσας εις αναπλήρωσιν ρήματος του Κυρίου εν στόματι Ιερεμίου· 55 έως του ευδοκήσαι την γην τα σάββατα αυτής, πάντα τον χρόνον της ερημώσεως αυτής, σαββατιεί εις συμπλήρωσιν ετών εβδομήκοντα.

Α ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΒΑΣΙΛΕΥΟΝΤΟΣ Κύρου Περσών έτους πρώτου εις συντέλειαν ρήματος Κυρίου εν στόματι Ιερεμίου, 2 ήγειρε Κύριος το πνεύμα Κύρου βασιλέως Περσών, και εκήρυξεν εν όλη τη βασιλεία αυτού και άμα δια γραπτών λέγων· 3 τάδε λέγει ο βασιλεύς Περσών Κύρος· εμέ ανέδειξε βασιλέα της οικουμένης ο Κύριος του Ισραήλ, Κύριος ο Ύψιστος. 4 και εσήμηνέ μοι οικοδομήσαι αυτω οίκον εν Ιερουσαλήμ, τη εν τη Ιουδαία. 5 ει τις εστίν ουν υμών εκ του έθνους αυτού, έστω ο Κύριος αυτού μετ ‘ αυτού, και αναβάς εις την Ιερουσαλήμ την εν τη Ιουδαία οικοδομείτω τον οίκον του Κυρίου του Ισραήλ (ούτος ο Κύριος ο κατασκηνώσας εν Ιερουσαλήμ). 6 όσοι ουν κατά τους τόπους οικούσι, βοηθείτωσαν αυτω οι εν τω τόπω αυτού εν χρυσίω και εν αργυρίω, εν δόσεσι μεθ ‘ ίππων και κτηνών συν τοις άλλοις τοις κατ ‘ ευχάς προστεθειμένοις εις το ιερόν του Κυρίου το εν Ιερουσαλήμ. 7 και καταστήσαντες οι αρχίφυλοι των πατριών της Ιούδα και Βενιαμίν φυλής και οι ιερείς και οι Λευίται και πάντων, ων ήγειρε Κύριος το πνεύμα αναβήναι οικοδομήσαι οίκον τω Κυρίω το εν Ιερουσαλήμ, 8 και οι περικύκλω αυτών εβοήθησαν εν πάσιν εν αργυρίω και χρυσίω, ίπποις, κτήνεσι και ευχαίς ως πλείσταις πολλών, ων ο νους ηγέρθη. 9 και ο βασιλεύς Κύρος εξήνεγκε τα ιερά σκεύη του Κυρίου, α μετήνεγκε Ναβουχοδονόσορ εξ Ιερουσαλήμ, και απηρείσατο αυτά εν τω ειδωλείω αυτού· 10 εξενέγκας δε αυτά Κύρος ο βασιλεύς Περσών παρέδωκεν αυτά Μιθραδάτη τω εαυτού γαζοφύλακι· 11 δια δε τούτου παρεδόθησαν Σαμανασσάρω προστάτη της Ιουδαίας. 12 ο δε τούτων αριθμός ην· σπονδεία χρυσά χίλια, σπονδεία αργυρά χίλια, θυϊσκαι αργυραί εικοσιεννέα, φιάλαι χρυσαί τριάκοντα, αργυραί δισχίλιαι τετρακόσιαι δέκα και άλλα σκεύη χίλια. 13 τα δε πάντα σκεύη διεκομίσθη, χρυσά και αργυρά, πεντακισχίλια τετρακόσια εξηκονταεννέα· 14 ανηνέχθη δε υπό Σαμανασσάρου άμα τοις εκ της αιχμαλωσίας εκ Βαβυλώνος εις Ιερουσαλήμ.

 15 Εν δε τοις επί Αρταξέρξου των Περσών βασιλέως χρόνοις κατέγραψαν αυτω κατά των κατοικούντων εν τη Ιουδαία και Ιερουσαλήμ Βήλεμος και Μιθραδάτης και Ταβέλλιος και Ράθυμος και Βεέλτεθμος και Σαμέλλιος ο γραμματεύς και οι λοιποί οι τούτοις συντασσόμενοι, οικούντες δε εν Σαμαρεία και τοις άλλοις τόποις, την υπογεγραμμένην επιστολήν· 16 «Βασιλεί Αρταξέρξη κυρίω οι παίδές σου Ράθυμος ο τα προσπίπτοντα και Σαμέλλιος ο γραμματεύς και επίλοιποι της βουλής αυτών και κριταί οι εν Κοίλη Συρία και Φοινίκη· 17 και νυν γνωστόν έστω τω κυρίω βασιλεί, ότι οι Ιουδαίοι αναβάντες παρ ‘ υμών προς ημάς ελθόντες εις Ιερουσαλήμ, την πόλιν την αποστάτιν και πονηράν οικοδομούσι, τας τε αγοράς αυτής και τα τείχη θεραπεύουσι και ναόν υποβάλλονται. 18 εάν ουν η πόλις αύτη οικοδομηθή και τα τείχη συντελεσθή, φορολογίαν ου μη υπομείνωσι δούναι, αλλά και βασιλεύσιν αντιστήσονται. και επεί ενεργείται τα κατά τον ναόν, καλώς έχειν υπολαμβάνομεν μη υπεριδείν το τοιούτον, αλλά προσφωνήσαι τω κυρίω βασιλεί, όπως, αν φαίνηταί σοι, επισκεφθή εν τοις από των πατέρων σου βιβλίοις· 19 και ευρήσεις εν τοις υπομνηματισμοίς γεγραμμένα περί τούτων και γνώση ότι η πόλις εκείνη ην αποστάτις και βασιλείς και πόλεις ενοχλούσα και οι Ιουδαίοι αποστάται και πολιορκίας συνιστάμενοι εν αυτη έτι εξ αιώνος, δι ‘ ην αιτίαν και η πόλις αύτη ηρημώθη. 20 νυν ουν υποδεικνύομέν σοι, κύριε βασιλεύ, ότι εάν η πόλις αύτη οικοδομηθή και τα ταύτης τείχη ανασταθή, κάθοδος ουκ έτι σοι έσται εις Κοίλην Συρίαν και Φοινίκην». 21 τότε αντέγραψεν ο βασιλεύς Ραθύμω τω γράφοντι τα προσπίπτοντα και Βεελτέθμω και Σαμελλίω γραμματεί και τοις λοιποίς τοις συντασσομένοις και οικούσιν εν τη Σαμαρεία και Συρία και Φοινίκη τα υπογεγραμμένα· 22 « Ανέγνων την επιστολήν, ην πεπόμφατε προς με. επέταξα ουν επισκέψασθαι, και ευρέθη ότι η πόλις εκείνη εστίν εξ αιώνος βασιλεύσιν αντιπαρατάσσουσα 23 και οι άνθρωποι αποστάσεις και πολέμους εν αυτη συντελούντες και βασιλείς ισχυροί και σκληροί ήσαν εν Ιερουσαλήμ κυριεύοντες και φορολογούντες Κοίλην Συρίαν και Φοινίκην. 24 νυν ουν επέταξα αποκωλύσαι τους ανθρώπους εκείνους του οικοδομήσαι την πόλιν και προνοηθήναι όπως μηδέν παρά ταύτα γένηται και μη προβή επί πλείον τα της κακίας εις το βασιλείς ενοχλήσαί. 25 τότε αναγνωσθέντων των παρά του βασιλέως Αρταξέρξου γραφέντων, Ράθυμος και Σαμέλλιος ο γραμματεύς και οι τούτοις συντασσόμενοι αναζεύξαντες εις Ιερουσαλήμ κατά σπουδήν μεθ ‘ ίππου και όχλου παρατάξεως, ήρξαντο κωλύειν τους οικοδομούντας. και ήργει η οικοδομή του ιερού του εν Ιερουσαλήμ μέχρι του δευτέρου έτους της βασιλείας Δαρείου του Περσών βασιλέως.

 Α ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ βασιλεύς Δαρείος εποίησε δοχήν μεγάλην πάσι τοις υπ ‘ αυτόν και πάσι τοις οικογενέσιν αυτού και πάσι τοις μεγιστάσι της Μηδίας και της Περσίδος 2 και πάσι τοις σατράπαις και στρατηγοίς και τοπάρχαις τοις υπ ‘ αυτόν, από της Ινδικής μέχρις Αιθιοπίας εν ταις εκατόν εικοσιεπτά σατραπείαις. 3 και εφάγοσαν και επίοσαν και εμπλησθέντες ανέλυσαν. ο δε Δαρείος ο βασιλεύς ανέλυσεν εις τον κοιτώνα εαυτού και εκοιμήθη και έξυπνος εγένετο. 4 τότε οι τρεις νεανίσκοι οι σωματοφύλακες οι φυλάσσοντες το σώμα του βασιλέως είπαν έτερος προς τον έτερον· 5 είπωμεν έκαστος ημών ένα λόγον, ος υπερισχύσει· και ου εάν φανή το ρήμα αυτού σοφώτερον του ετέρου, δώσει αυτω Δαρείος ο βασιλεύς δωρεάς μεγάλας και επινίκια μεγάλα 6 και πορφύραν περιβαλέσθαι και εν χρυσώμασι πίνειν και επί χρυσω καθεύδεν και άρμα χρυσοχάλινον και κίδαριν βυσσίνην και μανιάκην περί τον τράχηλον, 7 και δεύτερος καθιείται Δαρείου δια την σοφίαν αυτού και συγγενής Δαρείου κληθήσεται. 8 και τότε γράψαντες έκαστος τον εαυτού λόγον εσφραγίσαντο και έθηκαν υπό το προσκεφάλαιον Δαρείου του βασιλέως και είπαν· 9 όταν εγερθή ο βασιλεύς, δώσουσιν αυτω το γράμμα, και ον αν κρίνη ο βασιλεύς και οι τρεις μεγιστάνες της Περσίδος ότι ου ο λόγος αυτού σοφώτερος, αυτω δοθήσεται το νίκος καθώς γέγραπται. 10 ο εις έγραψεν, υπερισχύει ο οίνος. 11 ο έτερος έγραψεν, υπερισχύει ο βασιλεύς. 12 ο τρίτος έγραψεν, υπερισχύουσιν αι γυναίκες, υπέρ δε πάντα νικά η αλήθεια. 13 και ότε εξηγέρθη ο βασιλεύς, λαβόντες το γράμμα έδωκαν αυτω, και ανέγνω. 14 και εξαποστείλας εκάλεσε πάντας τους μεγιστάνας της Περσίδος και της Μηδείας και τους σατράπας και στρατηγούς και τοπάρχας και υπάτους και εκάθισεν εν τω χρηματιστηρίω, και ανεγνώσθη το γράμμα ενώπιον αυτών. 15 και είπε· καλέσατε τους νεανίσκους, και αυτοί δηλώσουσι τους λόγους εαυτών· και εκλήθησαν και εισήλθοσαν. 16 και είπαν αυτοίς· απαγγείλατε ημίν περί των γεγραμμένων.

 17 Και ήρξατο ο πρώτος ο είπας περί της ισχύος του οίνου και έφη ούτως· άνδρες, Πως υπερισχύει ο οίνος; πάντας τους ανθρώπους τους πιόντας αυτόν πλανά την διάνοιαν· 18 του τε βασιλέως και του ορφανού ποιεί την διάνοιαν μίαν, την τε του οικέτου και την του ελευθέρου, την τε του πένητος και την του πλουσίου. 19 και πάσαν διάνοιαν μεταστρέφει εις ευωχίαν και ευφροσύνην και ου μέμνηται πάσαν λύπην και παν οφείλημα. 20 και πάσας καρδίας ποιεί πλουσίας και ου μέμνηται βασιλέα ουδέ σατράπην και πάντα δια ταλάντων ποιεί λαλείν. 21 και ου μέμνηται, όταν πίνωσι, φιλιάζειν φίλοις και αδελφοίς, και μετ ‘ ου πολύ σπώνται τας μαχαίρας· 22 και όταν από του οίνου εγερθώσιν, ου μέμνηνται α έπραξαν. 23 ω άνδρες, ουχ υπερισχύει ο οίνος, ότι ούτως αναγκάζει ποιείν; και εσίγησεν ούτως είπας.

 Α ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ ήρξατο ο δεύτερος λαλείν, ο είπας περί της ισχύος του βασιλέως· 2 ω άνδρες, ουχ υπερισχύουσιν οι άνθρωποι, την γην και την θάλασσαν κατακρατούντες και πάντα τα εν αυτοίς; 3 ο δε βασιλεύς υπερισχύει και κυριεύει αυτών και δεσπόζει αυτών, και παν ό εάν είπη αυτοίς, ενακούουσιν. 4 εάν είπη αυτοίς ποιήσαι πόλεμον έτερος προς τον έτερον, ποιούσιν· εάν δε εξαποστείλη αυτούς προς τους πολεμίους, βαδίζουσι και κατεργάζονται τα όρη και τα τείχη και τους πύργους, 5 φονεύουσι και φονεύονται, και τον λόγον του βασιλέως ου παραβαίνουσιν· εάν δε νικήσωσι, τω βασιλεί κομίζουσι πάντα, και όσα εάν προνομεύσωσι και τα άλλα πάντα. 6 και όσοι ου στρατεύονται ουδέ πολεμούσιν, αλλά γεωργούσι την γην, πάλιν όταν σπείρωσι, θερίσαντες αναφέρουσι τω βασιλεί· και έτερος τον έτερον αναγκάζοντες αναφέρουσι τους φόρους τω βασιλεί. 7 και αυτός εις μόνος εστίν· εάν είπη αποκτείναι, αποκτέννουσιν· εάν είπη αφείναι, αφιούσιν· 8 είπε πατάξαι, τύπτουσιν· είπεν ερημώσαι, ερημούσιν· είπεν οικοδομήσαι, οικοδομούσιν· 9 είπεν εκκόψαι, εκκόπτουσιν· είπε φυτεύσαι, φυτεύουσι. 10 και πας ο λαός αυτού και αι δυνάμεις αυτού ενακούουσι. προς δε τούτοις, αυτός ανάκειται, εσθίει και πίνει και καθεύδει, 11 αυτοί δε τηρούσι κύκλω περί αυτόν και ου δύνανται έκαστος απελθείν και ποιείν τα έργα αυτού, ουδέ παρακούουσιν αυτού. 12 ω άνδρες, Πως ουχ υπερισχύει ο βασιλεύς, ότι ούτως επάκουστός εστι; και εσίγησεν.

 13 Ο δε τρίτος ο είπας περί των γυναικών και της αληθείας -ούτός εστι Ζοροβάβελ- ήρξατο λαλείν· άνδρες, 14 ου μέγας ο βασιλεύς και πολλοί οι άνθρωποι και ο οίνος ισχύει; τις ουν ο δεσπόζων αυτών ή τις ο κυριεύων αυτών; ουχ αι γυναίκες; 15 αι γυναίκες εγέννησαν τον βασιλέα και πάντα τον λαόν, ος κυριεύει της θαλάσσης και της γης· 16 και εξ αυτών εγένοντο, και αύται εξέθρεψαν αυτούς τους φυτεύσαντας τους αμπελώνας, εξ ων ο οίνος γίνεται. 17 και αύται ποιούσι τας στολάς των ανθρώπων, και αύται ποιούσι δόξαν τοις ανθρώποις, και ου δύνανται οι άνθρωποι χωρίς των γυναικών είναι. 18 εάν δε συναγάγωσι χρυσίον και αργύριον και παν πράγμα ωραίον και ίδωσι γυναίκα μίαν καλήν τω είδει και τω κάλλει, 19 ταύτα πάντα αφέντες, εις αυτήν εκκέχηναν και χάσκοντες το στόμα θεωρούσιν αυτήν, και πάντες αυτήν αιρετίζουσι μάλλον ή το χρυσίον και το αργύριον και παν πράγμα ωραίον. 20 άνθρωπος τον εαυτού πατέρα εγκαταλείπει, ος εξέθρεψεν αυτόν, και την ιδίαν χώραν και προς την ιδίαν γυναίκα κολλάται 21 και μετά της γυναικός αφίησι την ψυχήν και ούτε τον πατέρα μέμνηται ούτε την μητέρα ούτε την χώραν. 22 και εντεύθεν δεί υμάς γνώναι ότι αι γυναίκες κυριεύουσιν υμών· ουχί πονείτε και μοχθείτε, και πάντα ταις γυναιξί δίδοτε και φέρετε; 23 και λαμβάνει ο άνθρωπος την ρομφαίαν αυτού και εκπορεύεται εξοδεύειν και ληστεύειν και κλέπτειν και εις την θάλασσαν πλείν και ποταμούς· 24 και τον λέοντα θεωρεί και εν σκότει βαδίζει, και όταν κλέψη και αρπάση και λωποδυτήση, τη ερωμένη αποφέρει. 25 και πλείον αγαπά άνθρωπος την ιδίαν γυναίκα μάλλον ή τον πατέρα και την μητέρα· 26 και πολλοί απενοήθησαν· ταις ιδίαις διανοίαις δια τας γυναίκας και δούλοι εγένοντο δι ‘ αυτάς, 27 και πολλοί απώλοντο και εσφάλησαν και ημάρτοσαν δια τας γυναίκας. 28 και νυν ου πιστεύετέ μοι; ουχί μέγας ο βασιλεύς τη εξουσία αυτού; ουχί πάσαι αι χώραι ευλαβούνται άψασθαι αυτού; 29 εθεώρουν αυτόν και Απάμην την θυγατέρα Βαρτάκου του θαυμαστού, την παλλακήν του βασιλέως, καθημένην εν δεξιά του βασιλέως 30 και αφαιρούσαν το διάδημα από της κεφαλής του βασιλέως και επιτιθούσαν εαυτη και ερράπιζε τον βασιλέα τη αριστερά· 31 και προς τούτοις ο βασιλεύς χάσκων το στόμα εθεώρει αυτήν. και εάν προσγελάση αυτω, γελά· εάν δε πικρανθή επ ‘ αυτόν, κολακεύει αυτήν, όπως διαλλαγή αυτω. 32 ω άνδρες, Πως ουχί ισχυραί αι γυναίκες, ότι ούτως πράσσουσι; 33 και τότε ο βασιλεύς και οι μεγιστάνες έβλεπον εις τον έτερον. και ήρξατο λαλείν περί της αληθείας. 34 άνδρες, ουχί ισχυραί αι γυναίκες; μεγάλη η γη και υψηλός ο ουρανός και ταχύς τω δρόμω ο ήλιος, ότι στρέφεται εν τω κύκλω του ουρανού και πάλιν αποτρέχει εις τον εαυτού τόπον εν μια ημέρα. 35 ουχί μέγας ος ταύτα ποιεί; και η αλήθεια μεγάλη και ισχυροτέρα παρά πάντα. 36 πάσα η γη την αλήθειαν καλεί, και ο ουρανός αυτήν ευλογεί, και πάντα τα έργα σείεται και τρέμει, και ουκ έστι μετ ‘ αυτής άδικον ουδέν. 37 άδικος ο οίνος, άδικος ο βασιλεύς, άδικοι αι γυναίκες, άδικοι πάντες οι υιοί των ανθρώπων, και άδικα πάντα τα έργα αυτών τα τοιαύτα· και ουκ έστιν εν αυτοίς αλήθεια, και εν τη αδικία αυτών απολούνται. 38 η δε αλήθεια μένει και ισχύει εις τον αιώνα και ζη και κρατεί εις τον αιώνα του αιώνος. 39 και ουκ έστι παρ ‘ αυτήν λαμβάνειν πρόσωπα, ουδέ διάφορα, αλλά τα δίκαια ποιεί από πάντων των αδίκων και πονηρών· και πάντες ευδοκούσι τοις έργοις αυτής, και ουκ έστιν εν τη κρίσει αυτής ουδέν άδικον. 40 και αυτη η ισχύς και το βασίλειον και η εξουσία και η μεγαλειότης των πάντων αιώνων. ευλογητός ο Θεός της αληθείας. 41 και εσιώπησε του λαλείν· και πας ο λαός τότε εφώνησε, και τότε είπον· μεγάλη η αλήθεια και υπερισχύει.

 42 Τότε ο βασιλεύς είπεν αυτω· αίτησαι ό θέλεις πλείω των γεγραμμένων, και δώσομέν σοι ον τρόπον ευρέθης σοφώτερος, και εχόμενός μου καθήση, και συγγενής μου κληθήση. 43 τότε είπε τω βασιλεί· μνήσθητι την ευχήν, ην ηύξω, οικοδομήσαι την Ιερουσαλήμ εν τη ημέρα, ή το βασίλειόν σου παρέλαβες, 44 και πάντα τα σκεύη τα ληφθέντα εξ Ιερουσαλήμ και εκπέμψαι, α εχώρισε Κύρος, ότε ηύξατο εκκόψαι Βαβυλώνα, και ηύξατο εξαποστείλαι εκεί. 45 και συ ηύξω οικοδομήσαι τον ναόν, ον ενεπύρισαν οι Ιδουμαίοι, ότε ηρημώθη η Ιουδαία υπό των Χαλδαίων. 46 και νυν τούτό εστιν, ό σε αξιώ, κύριε βασιλεύ, και ό αιτούμαί σε, και αύτη εστίν η μεγαλωσύνη η παρά σου· δέομαι ουν ίνα ποιήσης την ευχήν, ην ηύξω τω βασιλεί του ουρανού ποιήσαι εκ στόματός σου. 47 τότε αναστάς Δαρείος ο βασιλεύς κατεφίλησεν αυτόν και έγραψεν αυτω τας επιστολάς προς πάντας τους οικονόμους και τοπάρχας και στρατηγούς και σατράπας, ίνα προπέμψωσιν αυτόν και τους μετ ‘ αυτού πάντας αναβαίνοντας οικοδομήσαι την Ιερουσαλήμ. 48 και πάσι τοις τοπάρχαις εν κοίλη Συρία και Φοινίκη και τοις εν τω Λιβάνω έγραψεν επιστολάς μεταφέρειν ξύλα κέδρινα από του Λιβάνου εις Ιερουσαλήμ και όπως οικοδομήσωσι μετ ‘ αυτού την πόλιν. 49 και έγραψε πάσι τοις Ιουδαίοις τοις αναβαίνουσιν από της βασιλείας εις την Ιουδαίαν υπέρ της ελευθερίας, πάντα δυνατόν και τοπάρχην και σατράπην και οικονόμον μη απελεύσεσθαι επί τας θύρας αυτών, 50 και πάσαν την χώραν, ην κρατούσιν, αφορολόγητον αυτοίς υπάρχειν, και ίνα οι Ιδουμαίοι αφίωσι τας κώμας, ας διακρατούσι των Ιουδαίων, 51 και εις την οικοδομήν του ιερού δοθήναι κατ ‘ ενιαυτόν τάλαντα είκοσι μέχρι του οικοδομηθήναι, 52 και επί το θυσιαστήριον ολοκαυτώματα καρπούσθαι καθ ‘ ημέραν, καθά έχουσιν εντολήν επτακαίδεκα προσφέρειν, άλλα τάλαντα, δέκα κατ ‘ ενιαυτόν, 53 και πάσι τοις προσβαίνουσιν από της Βαβυλωνίας κτίσαι την πόλιν, υπάρχειν την ελευθερίαν, αυτοίς τε και τοις εκγόνοις αυτών, και πάσι τοις ιερεύσι τοις προσβαίνουσιν. 54 έγραψε δε και την χορηγίαν και την ιερατικήν στολήν, εν τίνι λατρεύουσιν εν αυτη. 55 και τοις Λευίταις έγραψε δούναι την χορηγίαν έως της ημέρας, ης επιτελεσθή ο οίκος και Ιερουσαλήμ οικοδομηθήναι, 56 και πάσι τοις φρουρούσι την πόλιν έγραψε δούναι αυτοίς κλήρους και οψώνια. 57 και εξαπέστειλε πάντα τα σκεύη, α εχώρισε Κύρος από Βαβυλώνος· και πάντα, όσα είπε Κύρος ποιήσαι, και αυτός επέταξε ποιήσαι και εξαποστείλαι εις Ιερουσαλήμ.

 58 Και ότε εξήλθεν ο νεανίσκος, άρας το πρόσωπον εις τον ουρανόν εναντίον Ιερουσαλήμ ευλόγησε τω βασιλεί του ουρανού λέγων· 59 παρά σου νίκη, και παρά σου η σοφία, και σή η δόξα και εγώ σός οικέτης. 60 ευλογητός ει, ος έδωκάς μοι σοφίαν, και σοί ομολογώ, δέσποτα των πατέρων. 61 και έλαβε τας επιστολάς και εξήλθε και ήλθεν εις Βαβυλώνα και απήγγειλε τοις αδελφοίς αυτού πάσι. 62 και ευλόγησαν τον Θεόν των πατέρων αυτών, ότι έδωκεν αυτοίς άνεσιν και άφεσιν 63 αναβήναι και οικοδομήσαι την Ιερουσαλήμ και το ιερόν, ου ωνομάσθη το όνομα αυτού επ ‘ αυτω. και εκωθωνίζοντο μετά μουσικών και χαράς ημέρας επτά.

 Α ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΜΕΤΑ δε ταύτα εξελέγησαν αναβήναι αρχηγοί οίκου πατριών κατά φυλάς αυτών και αι γυναίκες αυτών και οι υιοί αυτών και αι θυγατέρες και οι παίδες αυτών και αι παιδίσκαι και τα κτήνη αυτών. 2 και Δαρείος συναπέστειλε μετ ‘ αυτών ιππείς χιλίους έως του αποκαταστήσαι αυτούς εις Ιερουσαλήμ μετ ‘ ειρήνης και μετά μουσικών τυμπάνων και αυλών· 3 και πάντες οι αδελφοί αυτών παίζοντες, και εποίησεν αυτοίς συναναβήναι μετ ‘ εκείνων.

 4 Και ταύτα τα ονόματα των ανδρών των αναβαινόντων κατά πατριάς αυτών εις τας φυλάς επί την μεριδαρχίαν αυτών. 5 οι ιερείς υιοί Φινεές υιού Ααρών· Ιησούς ο του Ιωσεδέκ του Σαραίου και Ιωακίμ ο του Ζοροβάβελ του Σαλαθιήλ εκ του οίκου του Δαυίδ, εκ της γενεάς Φαρές, φυλής δε Ιούδα, 6 ος ελάλησεν επί Δαρείου του βασιλέως Περσών λόγους σοφούς εν τω δευτέρω έτει της βασιλείας αυτού μηνί Νισάν του πρώτου μηνός. 7 εισί δε ούτοι οι εκ της Ιουδαίας αναβάντες εκ της αιχμαλωσίας της παροικίας, ους μετώκισε Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος εις Βαβυλώνα 8 και επέστρεψεν εις Ιερουσαλήμ και την λοιπήν Ιουδαίαν έκαστος εις την ιδίαν πόλιν, οι ελθόντες μετά Ζοροβάβελ και Ιησού, Νεεμίου, Ζαραίου, Ρησαίου, Ενηνέος, Μαρδοχαίου, Βεελσάρου, Ασφαράσου, Ρεελίου, Ροϊμου, Βαανά, των προηγουμένων αυτών. 9 αριθμός των από του έθνους και οι προηγούμενοι αυτών· υιοί Φόρος δύο χιλιάδες και εκατόν εβδομηκονταδύο. υιοί Σαφάτ τετρακόσιοι εβδομηκονταδύο. 10 υιοί Αρές επτακόσιοι πεντηκονταέξ. 11 υιοί Φαάθ Μωάβ εις τους υιούς Ιησού και Ιωάβ δισχίλιοι οκτακόσιοι δεκαδύο. 12 υιοί ‘Ηλάμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες. υιοί Ζαθουϊ ενακόσιοι εβδομηκονταπέντε. υιοί Χορβέ επτακόσιοι πέντε. υιοί Βανί εξακόσιοι τεσσαρακονταοκτώ. 13 υιοί Βηβαί εξακόσιοι τριακοντατρείς. υιοί Αργαί χίλιοι τριακόσιοι εικοσιδύο. 14 υιοί Αδωνικάν εξακόσιοι τριακονταεπτά. υιοί Βαγοϊ δισχίλιοι εξακόσιοι εξ. υιοί Αδινού τετρακόσιοι πεντηκοντατέσσαρες. 15 υιοί Ατήρ Εζεκίου ενενηκονταδύο. υιοί Κιλάν και Αζηνάν εξηκονταεπτά. υιοί Αζαρού τετρακόσιοι τριακονταδύο. 16 υιοί Αννίς εκατόν εις. υιοί Αρόμ τριακονταδύο. υιοί Βασαί τριακόσιοι εικοσιτρείς. υιοί Αρσιφουρίθ εκατόν δύο. 17 υιοί Βαιτηρούς τρισχίλιοι πέντε. υιοί εκ Βαιθλωμών εκατόν εικοσιτρείς. 18 οι εκ Νετωφάς πεντηκονταπέντε. οι εξ Αναθώθ εκατόν πεντηκονταοκτώ. οι εκ Βαιθασμών τεσσαρακονταδύο. 19 οι εκ Καριαθιρί εικοσιπέντε. οι εκ Καφείρας και Βηρώγ επτακόσιοι τεσσαρακοντατρείς. 20 οι Χαδιασαί και Αμμίδιοι τετρακόσιοι εικοσιδύο. οι εκ Κιραμάς και Γαββής εξακόσιοι είκοσιν εις. 21 οι εκ Μακαλών εκατόν εικοσιδύο. οι εκ Βετολίω πεντηκονταδύο. υιοί Νιφίς εκατόν πεντηκονταέξ. 22 υιοί Καλαμωλάλου και ‘Ωνούς επτακόσιοι εικοσιπέντε. υιοί Ιερεχού διακόσιοι τεσαρακονταπέντε. 23 υιοί Σανάας τρισχίλιοι τριακόσιοι εις. 24 οι ιερείς οι υιοί Ιεδδού του Ιησού εις τους υιούς Σανασίβ οκτακόσιοι εβδομήκονταδύο. υιοί Εμμηρούθ διακόσιοι πεντηκονταδύο. 25 υιοί Φασσούρου χίλιοι τεσσαρακονταεπτά. υιοί Χαρμί διακόσιοι δεκαεπτά. 26 οι Λευίται οι υιοί Ιησού και Καδμιήλου και Βάννου και Σουδίου εβδομηκοντατέσσαρες. 27 οι ιεροψάλται υιοί Ασάφ εκατόν εικοσιοκτώ. 28 οι θυρωροί υιοί Σαλούμ, υιοί Ατάρ, υιοί Τολμάν, υιοί Δακούβ, υιοί Ατητά, υιοί Τωβίς, πάντες εκατόν τριακονταεννέα. 29 οι ιερόδουλοι, υιοί Ησαύ, υιοί Ασιφά, υιοί Ταβαώθ, υιοί Κηράς, υιοί Σουδά, υιοί Φαλαίου, υιοί Λαβανά, υιοί Αγραβά, 30 υιοί Ακούδ, υιοί Ουτά, υιοί Κητάβ, υιοί Ακκαβά, υιοί Συβαϊ, υιοί Ανάν, υιοί Καθουά, υιοί Γεδδούρ, 31 υιοί Ιαϊρου, υιοί Δαισάν, υιοί Νοεβά, υιοί Χασεβά, υιοί Καζηρά, υιοί ‘Οζίου, υιοί Φινοέ, υιοί Ασαρά, υιοί Βασθαϊ, υιοί Ασσανά, υιοί Μανί, υιοί Ναφισί, υιοί Ακούφ, υιοί Αχιβά, υιοί Ασούβ, υιοί Φαρακέμ, υιοί Βασαλέμ, 32 υιοί Μεεδδά, υιοί Κουθά, υιοί Χαρέα, υιοί Βαρχουέ, υιοί Σεράρ, υιοί Θομοϊ, υιοί Νασί, υιοί Ατεφά. 33 υιοί παίδων Σαλωμών, υιοί Ασσαπφιώθ, υιοί Φαριρά, υιοί Ιειηλί, υιοί Λοζών, υιοί Ισραήλ, υιοί Σαφυϊ, 34 υιοί Αγιά, υιοί Φαχαρέθ, υιοί Σαβιή, υιοί Σαρωθί, υιοί Μισαίας, υιοί Τάς, υιοί Αδδούς, υιοί Σουβά, υιοί Αφερρά, υιοί Βαρωδίς, υιοί Σαφάγ, υιοί Αλλών. 35 πάντες οι ιερόδουλοι και οι υιοί των παίδων Σαλωμών τριακόσιοι εβδομηκονταδύο. 36 ούτοι αναβάντες από Θερμελέθ και Θελερσάς, ηγούμενος αυτών Χαρααθαλάν και Ααλάρ. 37 και ουκ ηδύναντο απαγγείλαι τας πατριάς αυτών και γενεάς, ως εκ του Ισραήλ εισιν· υιοί Δαλάν του υιού του Βαενάν, υιοί Νεκωδάν εξακόσιοι πεντηκονταδύο. 38 και εκ των ιερέων οι εμποιούμενοι ιερωσύνης και ουχ ευρέθησαν· υιοί ‘Οβδία, υιοί Ακβώς, υιοί Ιαδδού του λαβόντος Αυγίαν γυναίκα των θυγατέρων Φαηζελδαίου, και εκλήθη επί τω ονόματι αυτού. 39 και τούτων ζητηθείσης της γενικής γραφής εν τω καταλοχισμω και μη ευρεθείσης, εχωρίσθησαν του ιερατεύειν. 40 και είπεν αυτοίς Νεεμίας και Ατθαρίας μη μετέχειν των αγίων έως αναστη αρχιερεύς ενδεδυμένος την δήλωσιν και την αλήθειαν. 41 οι δε πάντες Ισραήλ ήσαν από δωδεκαετούς και επάνω, χωρίς παίδων και παιδισκών, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι εξήκοντα· παίδες τούτων και παιδίσκαι επτακισχίλιοι τριακόσιοι τριακονταεπτά· ψάλται και ψαλτωδοί διακόσιοι τεσσαρακονταπέντε· 42 κάμηλοι τετρακόσιοι τριακονταπέντε και ίπποι επτακισχίλιοι τριακονταέξ, ημίονοι διακόσιοι τεσσαρακονταπέντε, υποζύγια πεντακισχίλια πεντακόσια εικοσιπέντε. 43 και εκ των ηγουμένων κατά τας πατριάς εν τω παραγίνεσθαι αυτούς εις το ιερόν του Θεού, το εν Ιερουσαλήμ, ηύξαντο εγείραι τον οίκον επί του τόπου αυτού κατά την αυτών δύναμιν 44 και δούναι εις το ιερόν γαζοφυλάκιον των έργων χρυσίου μνάς χιλίας και αργυρίου μνάς πεντακισχιλίας και στολάς ιερατικάς εκατόν. 45 και κατωκίσθησαν οι ιερείς και οι Λευίται και οι εκ του λαού αυτού εν Ιερουσαλήμ και τη χώρα, οί τε ιεροψάλται και οι θυρωροί και πας Ισραήλ εν ταις κώμαις αυτών.

 46 Ενστάντος δε του εβδόμου μηνός και όντων των υιών Ισραήλ εκάστου εν τοις ιδίοις, συνήχθησαν ομοθυμαδόν εις το ευρύχωρον του πρώτου πυλώνος του προς τη ανατολή. 47 και καταστάς Ιησούς ο του Ιωσεδέκ και οι αδελφοί αυτού οι ιερείς και Ζοροβάβελ ο του Σαλαθιήλ και οι τούτου αδελφοί ητοίμασαν το θυσιαστήριον του Θεού του Ισραήλ 48 προσενέγκαι επ ‘ αυτού ολοκαυτώσεις ακολούθως τοις εν τη Μωυσέως βίβλω του ανθρώπου του Θεού διηγορευμένοις. 49 και επισυνήχθησαν αυτοίς εκ των άλλων εθνών της γης, και κατώρθωσαν το θυσιαστήριον επί του τόπου αυτών, ότι εν έχθρα ήσαν αυτοίς. και κατίσχυσαν αυτούς πάντα τα έθνη τα επί της γης, και ανέφερον θυσίας κατά τον καιρόν και ολοκαυτώματα Κυρίω το πρωϊνόν και το δειλινόν 50 και ηγάγοσαν την της σκηνοπηγίας εορτήν, ως επιτέτακται εν τω νόμω, και θυσίας καθ ‘ ημέραν, ως προσήκον ην, 51 και μετά ταύτα προσφοράς ενδελεχισμού και θυσίας σαββάτων και νουμηνιών και εορτών πασών ηγιασμένων. 52 και όσοι ηύξαντο ευχήν τω Θεω, από της νουμηνίας του εβδόμου μηνός ήρξαντο προσφέρειν θυσίας τω Θεω, και ο ναός του Θεού ούπω ωκοδόμητο. 53 και έδωκαν αργύριον τοις λατόμοις και τέκτοσι και ποτά και βρωτά και χάρα τοις Σιδωνίοις και Τυρίοις εις το παράγειν αυτούς εκ του Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εις τον Ιόπης λιμένα, κατά το πρόσταγμα το γραφέν αυτοίς παρά Κύρου του Περσών βασιλέως. 54 και τω δευτέρω έτει παραγενόμενος εις το ιερόν του Θεού εις Ιερουσαλήμ μηνός δευτέρου ήρξατο Ζοροβάβελ ο του Σαλαθιήλ και Ιησούς ο του Ιωσεδέκ και οι αδελφοί αυτών και οι ιερείς οι Λευίται και πάντες οι παραγενόμενοι εκ της αιχμαλωσίας εις Ιερουσαλήμ 55 και εθεμελίωσαν τον ναόν του Θεού τη νουμηνία του δευτέρου μηνός, του δευτέρου έτους, εν τω ελθείν εις την Ιουδαίαν και Ιερουσαλήμ. 56 και έστησαν τους Λευίτας από εικοσαετούς επί των έργων του Κυρίου, και έστη Ιησούς και οι υιοί και οι αδελφοί και Καδμιήλ ο αδελφός και οι υιοί ‘Ημαδαβούν και οι υιοί Ιωδά του Ηλιαδούδ συν τοις υιοίς και αδελφοίς, πάντες οι Λευίται, ομοθυμαδόν εργοδιώκται ποιούντες εις τα έργα εν τω οίκω του Κυρίου. και ωκοδόμησαν οι οικοδόμοι τον ναόν του Κυρίου, 57 και έστησαν οι ιερείς εστολισμένοι μετά μουσικών και σαλπίγγων και οι Λευίται υιοί Ασάφ έχοντες τα κύμβαλα υμνούντες τω Κυρίω και ευλογούντες κατά Δαυίδ βασιλέα του Ισραήλ 58 και εφώνησαν δι ‘ ύμνων ευλογούντες τω Κυρίω, ότι η χρηστότης αυτού και η δόξα εις τους αιώνας εν παντί Ισραήλ. 59 και πας ο λαός εσάλπισαν και εβόησαν φωνή μεγάλη υμνούντες τω Κυρίω επί τη εγέρσει του οίκου Κυρίου. 60 και ήλθοσαν εκ των ιερέων των Λευιτών και των προκαθημένων κατά τας πατριάς αυτών οι πρεσβύτεροι οι εωρακότες τον προ τούτου οίκον προς την τούτου οικοδομήν μετά κλαυθμού και κραυγής μεγάλης 61 και πολλοί δια σαλπίγγων και χαράς μεγάλη τη φωνή, 62 ωστε τον λαόν μη ακούειν των σαλπίγγων δια τον κλαυθμόν του λαού· ο γαρ όχλος ην ο σαλπίζων μεγάλως, ωστε μακρόθεν ακούεσθαι.

 63 Και ακούσαντες οι εχθροί της φυλής Ιούδα και Βενιαμίν ήλθοσαν επιγνώναι τις η φωνή των σαλπίγγων. 64 και επέγνωσαν ότι οι εκ της αιχμαλωσίας οικοδομούσι τον ναόν τω Κυρίω Θεω Ισραήλ, 65 και προσελθόντες εν τω Ζοροβάβελ και Ιησού και τοις ηγουμένοις των πατριών λέγουσιν αυτοίς· συνοικοδομήσωμεν υμίν· 66 ομοίως γαρ υμίν ακούομεν του Κυρίου υμών και αυτω επιθύομεν αφ ‘ ημερών Ασβασαρέθ βασιλέως Ασσυρίων, ος μετήγαγεν ημάς ενταύθα. 67 και είπεν αυτοίς Ζοροβάβελ και Ιησούς και οι ηγούμενοι των πατριών του Ισραήλ· ουχ ημίν και υμίν του οικοδομήσαι τον οίκον Κυρίω Θεω ημών· 68 ημείς γαρ μόνοι οικοδομήσομεν τω Κυρίω του Ισραήλ ακολούθως, οίς προσέταξεν ημίν Κύρος ο βασιλεύς Περσών. 69 τα δε έθνη της γης επικοιμώμενα τοις εν τη Ιουδαία και πολιορκούντες είργον του οικοδομείν. 70 και βουλάς δημαγωγούντες και συστάσεις ποιούμενοι απεκώλυσαν του αποτελεσθήναι την οικοδομήν πάντα τον χρόνον της ζωής του βασιλέως Κύρου. και είρχθησαν της οικοδομής έτη δύο έως της Δαρείου βασιλείας.

 Α ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΕΝ δε τω δευτέρω έτει της Δαρείου βασιλείας επροφήτευσεν Αγγαίος και Ζαχαρίας ο του Αδδώ οι προφήται επί τους Ιουδαίους τους εν τη Ιουδαία και Ιερουσαλήμ επί τω ονόματι Κυρίου Θεού Ισραήλ επ ‘ αυτούς. 2 τότε στάς Ζοροβάβελ ο του Σαλαθιήλ και Ιησούς ο του Ιωσεδέκ ήρξαντο οικοδομείν τον οίκον του Κυρίου τον εν Ιερουσαλήμ, συνόντων των προφητών του Κυρίου βοηθούντων αυτοίς. 3 εν αυτω τω χρόνω παρήν προς αυτούς Σισίννης ο έπαρχος Συρίας και Φοινίκης και Σαθραβουζάνης και οι συνεταίροι και είπαν αυτοίς· 4 τίνος υμίν συντάξαντος τον οίκον τούτον οικοδομείτε, και την στέγην ταύτην και τα άλλα πάντα επιτελείτε; και τίνες εισίν οικοδόμοι οι ταύτα επιτελούντες; 5 και έσχοσαν χάριν επισκοπής γενομένης επί την αιχμαλωσίαν παρά του Κυρίου οι πρεσβύτεροι των Ιουδαίων 6 και ουκ εκωλύθησαν της οικοδομής, μέχρις ου υποσημανθήναι Δαρείω περί αυτών και προσφωνηθήναι.

 7 Αντίγραφον επιστολής, ης έγραψε Δαρείω και απέστειλαν· «Σισίννης ο έπαρχος Συρίας και Φοινίκης και Σαθραβουζάνης και οι συνεταίροι οι εν Συρία και Φοινίκη ηγεμόνες βασιλεί Δαρείω χαίρειν. 8 πάντα γνωστά έστω τω κυρίω ημών τω βασιλεί, ότι παραγενόμενοι εις την χώραν της Ιουδαίας και ελθόντες εις Ιερουσαλήμ την πόλιν κατελάβομεν της αιχμαλωσίας τους πρεσβυτέρους των Ιουδαίων εν Ιερουσαλήμ τη πόλει οικοδομούντας οίκον τω Κυρίω μέγαν, καινόν δια λίθων ξυστών πολυτελών, ξύλων τιθεμένων εν τοις τοίχοις, 9 και τα έργα εκείνα επί σπουδής γινόμενα και ευοδούμενον το έργον εν ταις χερσίν αυτών και εν πάση δόξη, και επιμελεία συντελούμενον. 10 τότε επυνθανόμεθα των πρεσβυτέρων τούτων λέγοντες· τίνος υμίν προστάξαντος οικοδομείτε τον οίκον τούτον και τα έργα ταύτα θεμελιούτε; 11 επερωτήσαμεν ουν αυτούς είνεκεν του γνωρίσαι σοι και γράψαι σοι τους ανθρώπους τους αφηγουμένους και την ονοματογραφίαν ητούμεν αυτούς των προκαθηγουμένων. 12 οι δε απεκρίθησαν ημίν λέγοντες· ημείς εσμεν παίδες του Κυρίου του κτίσαντος τον ουρανόν και την γην· 13 και ωκοδόμητο οίκος έμπροσθεν ετών πλειόνων δια βασιλέως του Ισραήλ μεγάλου και ισχυρού και επετελέσθη. 14 και επεί οι πατέρες ημών παραπικράναντες ήμαρτον εις τον Κύριον του Ισραήλ τον ουράνιον, παρέδωκεν αυτούς εις χείρας Ναβουχοδονόσορ βασιλέως Βαβυλώνος βασιλέως των Χαλδαίων· 15 τον τε οίκον καθελόντες ενεπύρισαν και τον λαόν ηχμαλώτευσαν εις Βαβυλώνα. 16 εν δε τω πρώτω έτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας έγραψεν ο βασιλεύς Κύρος τον οίκον τούτον οικοδομήσαι· 17 και τα ιερά σκεύη τα χρυσά και τα αργυρά, α εξήνεγκε Ναβουχοδονόσορ εκ του οίκου του εν Ιερουσαλήμ και απηρείσατο αυτά εν τω αυτού ναω, πάλιν εξήνεγκεν αυτά Κύρος ο βασιλεύς εκ του ναού του εν Βαβυλωνία, και παρεδόθη Σαβανασσάρω Ζοροβάβελ τω επάρχω, 18 και επετάγη αυτω, και απήνεγκε πάντα τα σκεύη ταύτα αποθείναι εν τω ναω τω εν Ιερουσαλήμ και τον ναόν του Κυρίου οικοδομηθήναι επί του τόπου. 19 τότε ο Σαβανάσσαρος παραγενόμενος ανεβάλετο τους θεμελίους του οίκου Κυρίου του εν Ιερουσαλήμ, και απ ‘ εκείνου μέχρι του νυν οικοδομούμενος ουκ έλαβε συντέλειαν. 20 νυν ουν ει κρίνεται, βασιλεύ, επισκεπήτω εν τοις βασιλικοίς βιβλιοφυλακίοις του Κύρου· 21 και εάν ευρίσκηται μετά της γνώμης Κύρου του βασιλέως γενομένην την οικοδομήν του οίκου Κυρίου του εν Ιερουσαλήμ και κρίνηται τω κυρίω βασιλεί ημών, προσφωνησάτω ημίν περί τούτων».

 22 Τότε ο βασιλεύς Δαρείος προσέταξεν επισκέψασθαι εν τοις βιβλιοφυλακίοις τοις κειμένοις εν Βαβυλώνι, και ευρέθη εν Εκβατάνοις τη βάρει τη εν Μηδία χώρα τόμος εις, εν ω υπομνημάτιστο τάδε· 23 « Έτους πρώτου βασιλεύοντος Κύρου βασιλεύς Κύρος προσέταξε τον οίκον του Κυρίου τον εν Ιερουσαλήμ οικοδομήσαι, όπου επιθύουσι δια πυρός ενδελεχούς, 24 ου το ύψος πηχών εξήκοντα, πλάτος πηχών εξήκοντα, δια δόμων λιθίνων ξυστών τριών και δόμου ξυλίνου εγχωρίου καινού ενός, και το δαπάνημα δοθήναι εκ του οίκου Κύρου του βασιλέως, 25 και τα ιερά σκεύη του οίκου Κυρίου τα τε χρυσά και αργυρά, α εξήνεγκε Ναβουχοδονόσορ εκ του οίκου του εν Ιερουσαλήμ και απήνεγκεν εις Βαβυλώνα, αποκατασταθήναι εις τον οίκον τον εν Ιερουσαλήμ, ου ην κείμενα, όπως τεθή εκεί. 26 προσέταξε δε επιμεληθήναι Σισίννη επάρχω Συρίας και Φοινίκης και Σαθραβουζάνη και τοις συνεταίροις και τοις αποτεταγμένοις εν Συρία και Φοινίκη ηγεμόσιν απέχεσθαι του τόπου, εάσαι δε τον παίδα Κυρίου Ζοροβάβελ, έπαρχον δε της Ιουδαίας, και τους πρεσβυτέρους των Ιουδαίων τον οίκον του Κυρίου εκείνον οικοδομείν επί του τόπου. 27 και εγώ δε επέταξα ολοσχερώς οικοδομήσαι και ατενίσαι, ίνα συμποιώσι τοις εκ της αιχμαλωσίας της Ιουδαίας μέχρι του επιτελεσθήναι τον οίκον του Κυρίου· 28 και από της φορολογίας Κοίλης Συρίας και Φοινίκης επιμελώς σύνταξιν δίδοσθαι τούτοις τοις ανθρώποις εις θυσίαν τω Κυρίω, Ζοροβάβελ επάρχω, εις ταύρους και κριούς και άρνας, 29 ομοίως δε και πυρόν και άλα και οίνον και έλαιον ενδελεχώς κατ ‘ ενιαυτόν, καθώς αν οι ιερείς οι εν Ιερουσαλήμ υπαγορεύσωσιν αναλίσκεσθαι καθ ‘ ημέραν αναμφισβητήτως, 30 όπως προσφέρωνται σπονδαί τω Θεω τω υψίστω υπέρ του βασιλέως και των παίδων και προσεύχωνται περί της αυτών ζωής, 31 και προστάξαι ίνα όσοι εάν παραβώσί τι των γεγραμμένων και ακυρώσωσι, ληφθήναι ξύλον εκ των ιδίων αυτού και επί τούτου κρεμασθήναι και τα υπάρχοντα αυτού είναι βασιλικά. 32 δια ταύτα και ο Κύριος, ου το όνομα αυτού επικέκληται εκεί, αφανίσαι πάντα βασιλέα και έθνος, ος εκτενεί την χείρα αυτού κωλύσαι ή κακοποιήσαι τον οίκον Κυρίου εκείνον τον εν Ιερουσαλήμ. 33 εγώ βασιλεύς Δαρείος δεδογμάτικα επιμελώς κατά ταύτα γίνεσθαί.

 Α ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΤΟΤΕ Σισίννης έπαρχος Κοίλης Συρίας και Φοινίκης, και Σαθραβουζάνης και οι συνεταίροι κατακολουθήσαντες τοις υπό του βασιλέως Δαρείου προσταγείσιν 2 επεστάτουν των ιερών έργων επιμελέστερον συνεργούντες τοις πρεσβυτέροις των Ιουδαίων και ιεροστάταις. 3 και εύοδα εγίνετο τα ιερά έργα προφητευόντων Αγγαίου και Ζαχαρίου των προφητών. 4 και συνετέλεσαν ταύτα δια προστάγματος Κυρίου Θεού Ισραήλ, και μετά της γνώμης του Κύρου και Δαρείου και Αρταξέρξου βασιλέων Περσών 5 συνετελέσθη ο οίκος ο άγιος έως τρίτης και εικάδος μηνός Άδαρ του έκτου έτους βασιλέως Δαρείου. 6 και εποίησαν οι υιοί Ισραήλ και οι ιερείς και οι Λευίται και οι λοιποί οι εκ της αιχμαλωσίας οι προστεθέντες ακολούθως τοις εν τη Μωυσέως βίβλω· 7 και προσήνεγκαν εις τον εγκαινισμόν του ιερού του Κυρίου ταύρους εκατόν, κριούς διακοσίους, άρνας τετρακοσίους, 8 χιμάρους υπέρ αμαρτίας παντός του Ισραήλ δώδεκα προς αριθμόν, εκ των φυλάρχων του Ισραήλ δώδεκα. 9 και έστησαν οι ιερείς και οι Λευίται κατά φυλάς εστολισμένοι επί των έργων Κυρίου Θεού Ισραήλ ακολούθως τη Μωυσέως βίβλω και οι θυρωροί εφ ‘ εκάστου πυλώνος. 10 και ηγάγοσαν οι υιοί Ισραήλ των εκ της αιχμαλωσίας το πάσχα εν τη τεσσαρεσκαιδεκάτη του πρώτου μηνός· ότι ηγνίσθησαν οι ιερείς και οι Λευίται άμα 11 και πάντες οι υιοί της αιχμαλωσίας, ότι ηγνίσθησαν, ότι οι Λευίται άμα πάντες ηγνίσθησαν. 12 και έθυσαν το πάσχα πάσι τοις υιοίς της αιχμαλωσίας και τοις αδελφοίς αυτών τοις ιερεύσι και εαυτοίς. 13 και εφάγοσαν οι υιοί Ισραήλ οι εκ της αιχμαλωσίας, πάντες οι χωρισθέντες από των βδελυγμάτων των εθνών της γης, ζητούντες τον Κύριον. 14 και ηγάγοσαν την εορτήν των αζύμων επτά ημέρας ευφραινόμενοι έναντι Κυρίου, 15 ότι μετέστρεψε την βουλήν του βασιλέως Ασσυρίων επ ‘ αυτούς κατισχύσαι τας χείρας αυτών επί τα έργα Κυρίου Θεού Ισραήλ.

 Α ΕΣΔΡΑΣ

ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ μεταγενέστερος τούτων βασιλεύοντος Αρταξέρξου του Περσών βασιλέως προσέβη Έσδρας Σαραίου, του Εζεχρίου, του Χελκίου του Σαλήμου, 2 του Σαδδούκου, του Αχιτώβ, του Αμαρίου, του ‘Οζίου, του Βοκκά, του Αβισαϊ, του Φινεές, του Ελεάζαρ, του Ααρών του ιερέως του πρώτου. 3 ούτος Έσδρας ανέβη εκ Βαβυλώνος ως γραμματεύς ευφυής ων εν τω Μωυσέως νόμω τω εκδεδομένω υπό του Θεού του Ισραήλ, 4 και έδωκεν αυτω ο βασιλεύς δόξαν, ευρόντος χάριν ενώπιον αυτού επί πάντα τα αξιώματα αυτού. 5 και συνανέβησαν εκ των υιών Ισραήλ και των ιερέων και Λευιτών και ιεροψαλτών και θυρωρών και ιεροδούλων εις Ιερουσαλήμ 6 έτους εβδόμου βασιλεύοντος Αρταξέρξου εν τω πέμπτω μηνί (ούτος ενιαυτός έβδομος τω βασιλεί). εξελθόντες γαρ εκ Βαβυλώνος τη νουμηνία του πρώτου μηνός παρεγένοντο εις Ιερουσαλήμ κατά την δοθείσαν αυτοίς ευοδίαν παρά του Κυρίου επ ‘ αυτω· 7 ο γαρ Έσδρας πολλήν επιστήμην περιείχεν εις το μηδέν παραλιπείν των εκ του νόμου Κυρίου και εκ των εντολών διδάξαι πάντα τον Ισραήλ δικαιώματα και κρίματα.

 8 Προσπεσόντος δε του γραφέντος προστάγματος παρά Αρταξέρξου βασιλέως προς Έσδραν τον ιερέα και αναγνώστην του νόμου Κυρίου, ου εστιν αντίγραφον το υποκείμενον· 9 «Βασιλεύς Αρταξέρξης Έδρα τω ιερεί και αναγνώστη του νόμου Κυρίου χαίρειν. 10 και τα φιλάνθρωπα εγώ κρίνας προσέταξα τους βουλομένους εκ του έθνους των Ιουδαίων αιρετίζοντας και των ιερέων και των Λευιτών, και τώνδε εν τη ημετέρα βασιλεία, συμπορεύεσθαί σοι εις Ιερουσαλήμ. 11 όσοι ουν ενθυμούνται, συνεξορμάσθωσαν καθάπερ δέδοκται εμοί τε και τοις επτά φίλοις συμβουλευταίς, 12 όπως επισκέψωνται τα κατά την Ιουδαίαν και Ιερουσαλήμ ακολούθως ω έχει εν τω νόμω Κυρίου, 13 και απενεγκείν δώρα τω Κυρίω του Ισραήλ, α ηυξάμην εγώ τε και οι φίλοι, εις Ιερουσαλήμ, και παν χρυσίον και αργύριον, ό εάν ευρεθή εν τη χώρα της Βαβυλωνίας, τω Κυρίω εις Ιερουσαλήμ συν τω δεδωρημένω υπό του έθνους εις το ιερόν του Κυρίου Θεού αυτών το εν Ιερουσαλήμ 14 συναχθήναι, το τε χρυσίον και το αργύριον εις ταύρους και κριούς και άρνας και τα τούτοις ακόλουθα, 15 ωστε προσενεγκείν θυσίας τω Κυρίω επί το θυσιαστήριον του Κυρίου Θεού αυτών το εν Ιερουσαλήμ. 16 και πάντα, όσα εάν βούλη μετά των αδελφών σου ποιήσαι χρυσίω και αργυρίω, επιτέλει κατά το θέλημα του Θεού σου, 17 και τα ιερά σκεύη του Κυρίου τα διδόμενά σοι εις την χρείαν του ιερού του Θεού σου του εν Ιερουσαλήμ 18 και τα λοιπά όσα αν υποπίπτη σοι εις την χρείαν του ιερού του Θεού σου δώσεις εκ του βασιλικού γαζοφυλακίου. 19 καγώ ιδού Αρταξέρξης βασιλεύς προσέταξας τοις γαζοφύλαξι Συρίας και Φοινίκης, ίνα όσα εάν αποστείλη Έσδρας ο ιερεύς και αναγνώστης του νόμου του Θεού του Υψίστου, επιμελώς διδώσιν έως αργυρίου ταλάντων εκατόν, 20 ομοίως δε και έως πυρού κόρων εκατόν και οίνου μετρητών εκατόν 21 και άλλα εκ πλήθους· πάντα κατά τον του Θεού νόμον επιτελεσθήτω επιμελώς τω Θεω τω Υψίστω, ένεκεν του μη γενέσθαι οργήν εις την βασιλείαν του βασιλέως και των υιών αυτού. 22 και υμίν δε λέγεται όπως πάσι τοις ιερεύσι και τοις Λευίταις και ιεροψάλταις και θυρωροίς και ιεροδούλοις και πραγματικοίς του ιερού τούτου μηδέ μία φορολογία μηδέ άλλη επιβουλή γίνηται, και μηδένα έχειν εξουσίαν επιβαλείν τι τούτοις. 23 και συ, Έσδρα, κατά την σοφίαν του Θεού ανάδειξον κριτάς και δικαστάς, όπως δικάζωσιν εν όλη Συρία και Φοινίκη πάντας τους επισταμένους τον νόμον του Θεού σου· και τους μη επισταμένους διδάξεις. 24 και πάντες, όσοι αν παραβαίνωσι τον νόμον του Θεού σου και τον βασιλικόν, επιμελώς κολασθήσονται, εάν τε και θανάτω· εάν τε και τιμωρία ή αργυρική ζημία ή απαγωγή».

 25 Και είπεν Έσδρας ο γραμματεύς· ευλογητός μόνος Κύριος ο Θεός των πατέρων μου ο δούς ταύτα εις την καρδίαν του βασιλέως, δοξάσαι τον οίκον αυτού τον εν Ιερουσαλήμ, 26 και εμέ ετίμησεν εναντίον του βασιλέως και των συμβουλευόντων και πάντων των φίλων και μεγιστάνων αυτού. 27 και εγώ ευθαρσής εγενόμην κατά την αντίληψιν Κυρίου του Θεού μου και συνήγαγον άνδρας εκ του Ισραήλ ωστε συναναβήναί μοι.

 28 Και ούτοι οι προηγούμενοι κατά τας πατριάς αυτών και τας μεριδαρχίας οι αναβάντες μετ ‘ εμού εκ Βαβυλώνος εν τη βασιλεία Αρταξέρξου του βασιλέως· 29 εκ των υιών Φινεές, Γηρσών· εκ των υιών Ιαθαμάρου, Γαμαλιήλ· εκ των υιών Δαυίδ, Λαττούς ο Σεχενίου· 30 εκ των υιών Φόρος, Ζαχαρίας και μετ ‘ αυτού απεγράφησαν άνδρες εκατόν πεντήκοντα· 31 εκ των υιών Φαάθ Μωάβ, Ελιαωνίας Ζαραίου και μετ ‘ αυτού άνδρες διακόσιοι· 32 εκ των υιών Ζαθόης, Σεχενίας Ιεζήλου και μετ ‘ αυτού άνδρες τριακόσιοι· εκ των υιών Αδίν, ‘Ωβήθ Ιωνάθου και μετ ‘ αυτού άνδρες διακόσιοι πεντήκοντα· 33 εκ των υιών ‘Ηλάμ, Ιεσίας Γοθολίου και μετ ‘ αυτού άνδρες εβδομήκοντα· 34 εκ των υιών Σαφατίου, Ζαραϊας Μιχαήλου και μετ ‘ αυτού άνδρες εβδομήκοντα· 35 εκ των υιών Ιωάβ, Αβαδίας Ιεζήλου και μετ ‘ αυτού άνδρες διακόσιοι δεκαδύο· 36 εκ των υιών Βανίας, Σαλιμώθ Ιωσαφίου και μετ ‘ αυτού άνδρες εξήκοντα και εκατόν· 37 εκ των υιών Βαβί, Ζαχαρίας Βηβαϊ και μετ ‘ αυτού άνδρες εικοσιοκτώ· 38 εκ των υιών Αστάθ, Ιωάννης Ακατάν και μετ ‘ αυτού άνδρες εκατόν δέκα· 39 εκ των υιών Αδωνικάμ, οι έσχατοι και ταύτα τα ονόματα αυτών· Ελιφαλά του Γεουήλ και Σαμαίας και μετ ‘ αυτών άνδρες εβδομήκοντα· 40 εκ των υιών Βαγώ, Ουθί ο του Ισταλκούρου και μετ ‘ αυτού άνδρες εβδομήκοντα.

 41 Και συνήγαγον αυτούς επί τον λεγόμενον Θεράν ποταμόν, και παρενεβάλομεν ημέρας τρεις αυτόθι, και κατέμαθον αυτούς. 42 και εκ των ιερέων και εκ των λευιτών ουχ ευρών εκεί 43 απέστειλα προς Ελεάζαρον και Ιδουήλον και Μαιά και Μασμάν και Αλναθάν και Σαμαίαν και Ιώριβον, Νάθαν, Εννατάν, Ζαχαρίαν και Μοσόλλαμον τους ηγουμένους και επιστήμονας 44 και είπα αυτοίς ελθείν προς Λοδδαίον τον ηγούμενον τον εν τω τόπω του γαζοφυλακίου, 45 εντειλάμενος αυτοίς διαλεχθήναι Λοδδαίω και τοις αδελφοίς αυτού και τοις εν τω τόπω γαζοφύλαξιν αποστείλαι ημίν τους ιερατεύσοντας εν τω οίκω του Κυρίου ημών. 46 και ήγαγον ημίν κατά την κραταιάν χείρα του Κυρίου ημών άνδρας επιστήμονας των υιών Μοολί του Λευί του Ισραήλ, Ασεβηβίαν και τους υιούς αυτού και τους αδελφούς, όντας δέκα και οκτώ, 47 και Ασεβίαν και Άννουον και ‘Ωσαίαν αδελφόν εκ των υιών Χανουναίου και οι υιοί αυτών, είκοσιν άνδρες· 48 και εκ των ιεροδούλων, ων έδωκε Δαυίδ, και οι ηγούμενοι εις την εργασίαν των Λευιτών, ιεροδούλους διακοσίους και είκοσι· πάντων εσημάνθη η ονοματογραφία. 49 και ευξάμην εκεί νηστείαν τοις νεανίσκοις έναντι Κυρίου ημών 50 ζητήσαι παρ ‘ αυτού ευοδίαν ημίν τε και τοις συνούσιν ημίν τέκνοις ημών και κτήνεσιν· 51 ενετράπην γαρ αιτήσαι τον βασιλέα πεζούς τε και ιππείς και προπομπήν ένεκεν ασφαλείας της προς τους εναντιουμένους ημίν· 52 είπαμεν γαρ τω βασιλεί, ότι η ισχύς του Κυρίου ημών έσται μετά των επιζητούντων αυτόν εις πάσαν επανόρθωσιν. 53 και πάλιν εδεήθημεν του Κυρίου ημών πάντα ταύτα και ετύχομεν ευϊλάτου. 54 και εχώρισα των φυλάρχων των ιερέων άνδρας δεκαδύο, και Εσερεβίαν και Σαμίαν και μετ ‘ αυτών εκ των αδελφών αυτών άνδρας δώδεκα, 55 και έστησα αυτοίς το αργύριον και το χρυσίον και τα ιερά σκεύη του οίκου του Κυρίου ημών, α εδωρήσατο ο βασιλεύς, και οι σύμβουλοι αυτού και οι μεγιστάνες και πας Ισραήλ. 56 και στήσας παρέδωκα αυτοίς αργυρίου τάλαντα εξακόσια πεντήκοντα και σκεύη αργυρά ταλάντων εκατόν και χρυσίου τάλαντα εκατόν και χρυσώματα είκοσι και σκεύη χάλκεα από χρηστού χαλκού στίλβοντα χρυσοειδή σκεύη δώδεκα. 57 και είπα αυτοίς· και υμείς άγιοί εστε τω Κυρίω και τα σκεύη τα άγια, και το χρυσίον και το αργύριον ευχή τω Κυρίω, Κυρίω των πατέρων ημών· 58 αγρυπνείτε και φυλάσσετε έως του παραδούναι υμάς αυτά τοις φυλάρχοις των ιερέων και των Λευιτών και τοις ηγουμένοις των πατριών του Ισραήλ εν Ιερουσαλήμ, εν τοις παστοφορίοις του οίκου του Θεού ημών. 59 και οι παραλαβόντες οι ιερείς και οι Λευίται το αργύριον και το χρυσίον και τα σκεύη τα εν Ιερουσαλήμ εισήνεγκαν εις το ιερόν του Κυρίου.

 60 Και αναζεύξαντες από του ποταμού Θερά τη δωδεκάτη του πρώτου μηνός έως εισήλθομεν εις Ιερουσαλήμ κατά την κραταιάν χείρα του Κυρίου ημών την εφ ‘ ημίν· και ερρύσατο ημάς από της εισόδου από παντός εχθρού, και ήλθομεν εις Ιερουσαλήμ. 61 και γενομένης αυτόθι ημέρας τρίτης, τη ημέρα τη τετάρτη σταθέν το αργύριον και το χρυσίον παρεδόθη εν τω οίκω Κυρίου ημών Μαρμωθί Ουρία ιερεί -62 και μετ ‘ αυτού Ελεάζαρ ο του Φινεές, και ήσαν μετ ‘ αυτού Ιωσαβδός Ιησού και Μωέθ Σαβάννου, οι Λευίται- προς αριθμόν και ολκήν άπαντα, και εγράφη πάσα η ολκή αυτών αυτη τη ωρα. 63 οι δε παραγενόμενοι εκ της αιχμαλωσίας προσήνεγκαν θυσίας τω Θεω του Ισραήλ Κυρίω, ταύρους δώδεκα υπέρ παντός Ισραήλ, κριούς ενενηκονταέξ, άρνας εβδομηκονταδύο, τράγους υπέρ σωτηρίου δώδεκα· άπαντα θυσίαν τω Κυρίω. 64 και απέδωκαν τα προστάγματα του βασιλέως τοις βασιλικοίς οικονόμοις και τοις επάρχοις Κοίλης Συρίας και Φοινίκης, και εδόξασαν το έθνος και το ιερόν του Κυρίου.

 65 Και τούτων τελεσθέντων προσήλθοσάν μοι οι ηγούμενοι λέγοντες· 66 ουκ εχώρισαν το έθνος του Ισραήλ και οι άρχοντες και οι ιερείς και οι Λευίται τα αλλογενή έθνη της γης και τας ακαθαρσίας αυτών, Χαναναίων και Χετταίων και Φερεζαίων και Ιεβουσαίων και Μωαβιτών και Αιγυπτίων και Ιδουμαίων· 67 συνώκησαν γαρ μετά των θυγατέρων αυτών και αυτοί και οι υιοί αυτών, και επεμίγη το σπέρμα το άγιον εις τα αλλογενή έθνη της γης, και μετείχον οι προηγούμενοι και οι μεγιστάνες της ανομίας ταύτης από της αρχής του πράγματος. 68 και άμα τω ακούσαί με ταύτα διέρρηξα τα ιμάτια και την ιεράν εσθήτα και κατέτιλα του τριχώματος της κεφαλής και του πώγωνος και εκάθισα σύννους και περίλυπος. 69 και επισυνήχθησαν προς με όσοι ποτέ επικινούντο επί τω ρήματι Κυρίου Θεού του Ισραήλ, εμού πενθούντος επί τη ανομία, και εκαθήμην περίλυπτος έως της δειλινής θυσίας. 70 και εξεγερθείς εκ της νηστείας, διερρηγμένα έχων τα ιμάτια και την ιεράν εσθήτα, κάμψας τα γόνατα και εκτείνας τας χείρας προς τον Κύριον έλεγον· 71 Κύριε, ήσχυμμαι και εντέτραμμαι κατά πρόσωπόν σου· 72 αι γαρ αμαρτίαι ημών επλεόνασαν υπέρ τας κεφαλάς ημών, αι δε άγνοιαι ημών υπερήνεγκαν έως του ουρανού 73 έτι από των χρόνων των πατέρων ημών, και εσμεν εν μεγάλη αμαρτία έως της ημέρας ταύτης. 74 και δια τας αμαρτίας ημών και των πατέρων ημών παρεδόθημεν συν τοις αδελφοίς ημών και συν τοις βασιλεύσιν ημών και συν τοις ιερεύσιν ημών τοις βασιλεύσι της γης εις ρομφαίαν και αιχμαλωσίαν και προνομήν μετά αισχύνης μέχρι της σήμερον ημέρας. 75 και νυν κατά πόσον τι εγενήθη ημίν έλεος παρά σου, Κύριε, καταλειφθήναι ημίν ρίζαν και όνομα εν τω τόπω αγιάσματός σου 76 και του ανακαλύψαι φωστήρα ημίν εν τω οίκω Κυρίου του Θεού ημών δούναι ημίν τροφήν εν τω καιρω της δουλείας ημών; και εν τω δουλεύειν ημάς ουκ εγκατελείφθημεν υπό του Κυρίου ημών, 77 αλλά εποίησεν ημάς εν χάριτι ενώπιον των βασιλέων Περσών δούναι ημίν τροφήν 78 και δοξάσαι το ιερόν του Κυρίου ημών και εγείραι την έρημον Σιών, δούναι ημίν στερέωμα εν τη Ιουδαία και Ιερουσαλήμ. 79 και νυν τι ερούμεν, Κύριε, έχοντες ταύτα; παρέβημεν γαρ τα προστάγματά σου, α έδωκας εν χειρί των παίδων σου των προφητών λέγων, 80 ότι η γη, εις ην εισέρχεσθε κληρονομήσαι, έστι γη μεμολυσμένη μολυσμω των αλλογενών της γης, και της ακαθαρσίας αυτών ενέπλησαν αυτήν. 81 και νυν τας θυγατέρας υμών μη συνοικήσητε τοις υιοίς αυτών και τας θυγατέρας αυτών μη λάβητε τοις υιοίς υμών· 82 και ου ζητήσετε ειρηνεύσαι τα προς αυτούς τον άπαντα χρόνον, ίνα ισχύσαντες φάγητε τα αγαθά της γης, και κατακληρονομήσητε τοις τέκνοις υμών έως αιώνος. 83 και τα συμβαίνοντα πάντα ημίν γίνεται δια τα έργα ημών τα πονηρά και τας μεγάλας αμαρτίας ημών. συ γαρ, Κύριε, εκούφισας τας αμαρτίας ημών και 84 έδωκας ημίν τοιαύτην ρίζαν· πάλιν ανεκάμψαμεν παραβήναι τον νόμον σου εις το επιμιγήναι τη ακαθαρσία των εθνών της γης. 85 ουχί ωργίσθης ημίν απολέσαι ημάς έως του μη καταλιπείν ρίζαν και σπέρμα και όνομα ημών; 86 Κύριε του Ισραήλ, αληθινός ει· κατελείφθημεν γαρ ρίζα εν τη σήμερον. 87 ιδού νυν εσμεν ενώπιόν σου εν ταις ανομίαις ημών· ου γαρ εστι στήναι έτι έμπροσθέν σου επί τούτοις.

 88 Και ότε προσευχόμενος Έσδρας ανθωμολογείτο κλαίων χαμαιπετής έμπροσθεν του ιερού, επισυνήχθησαν προς αυτόν από Ιερουσαλήμ όχλος πολύς σφόδρα, άνδρες και γυναίκες και νεανίαι· κλαυθμός γαρ ην μέγας εν τω πλήθει. 89 και φωνήσας Ιεχονίας Ιεήλου των υιών Ισραήλ είπεν· Έσδρα, ημείς ημάρτομεν εις τον Κύριον και συνωκίσαμεν γυναίκας αλλογενείς εκ των εθνών της γης. και νυν εστιν επάνω πας Ισραήλ· 90 εν τούτω γινέσθω ημίν ορκωμοσία προς τον Κύριον, εκβαλείν πάσας τας γυναίκας ημών τας εκ των αλλογενών συν τοις τέκνοις αυτών, ως εκρίθη σοι, και όσοι πειθαρχούσι τω νόμω Κυρίου. 91 αναστάς επιτέλει· προς σε γαρ το πράγμα, και ημείς μετά σου ισχύν ποιείν. 92 και αναστάς Έσδρας ωρκισε τους φυλάρχους των ιερέων και Λευιτών παντός του Ισραήλ ποιήσαι κατά ταύτα· και ώμοσαν.

 Α ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΚΑΙ αναστάς Έδρας από της αυλής του ιερού επορεύθη εις το παστοφόριον Ιωνάν του Ελιασίβου, 2 και αυλισθείς εκεί άρτου ουκ εγεύσατο ουδέ ύδωρ έπιε, πενθών επί των ανομιών των μεγάλων του πλήθους. 3 και εγένετο κήρυγμα εν όλη τη Ιουδαία και Ιερουσαλήμ πάσι τοις εκ της αιχμαλωσίας συναχθήναι εις Ιερουσαλήμ· 4 και όσοι αν μη απαντήσωσιν εν δυσίν ή τρισίν ημέραις κατά το κρίμα των προκαθημένων πρεσβυτέρων, ανιερωθήσονται τα κτήνη αυτών, και αυτός αλλοτριωθήσεται από του πλήθους της αιχμαλωσίας. 5 και επισυνήχθησαν πάντες οι εκ της φυλής Ιούδα και Βενιαμίν εν τρισίν ημέραις εις Ιερουσαλήμ (ούτος ο μην έννατος τη εικάδι του μηνός), 6 και συνεκάθισαν παν το πλήθος εν τω ευρυχώρω του ιερού τρέμοντες δια τον ενεστώτα χειμώνα. 7 και αναστάς Έσδρας είπεν αυτοίς· υμείς ηνομήσατε και συνωκίσατε γυναιξίν αλλογενέσι του προσθείναι αμαρτίας τω Ισραήλ· 8 και νυν δότε ομολογίαν δόξαν τω Κυρίω Θεω των πατέρων ημών 9 και ποιήσατε το θέλημα αυτού και χωρίσθητε από των εθνών της γης και από των γυναικών των αλλογενών. 10 και εφώνησεν άπαν το πλήθος και είπον μεγάλη τη φωνή· ούτως ως είρηκας ποιήσομεν. 11 αλλά το πλήθος πολύ και ωρα χειμερινή, και ουκ ισχύομεν στήναι αίθριοι, και το έργον ουκ έστιν ημίν ημέρας μιάς ουδέ δύο· επί πλείον γαρ ημάρτομεν εν τούτοις. 12 στήτωσαν δε οι προηγούμενοι του πλήθους, και πάντες οι εκ των κατοικιών ημών όσοι έχουσι γυναίκας αλλογενείς, παραγενηθήτωσαν λαβόντες χρόνον· 13 εκάστου δε τόπου τους πρεσβυτέρους και τους κριτάς έως του λύσαι την οργήν Κυρίου αφ ‘ ημών του πράγματος τούτου. 14 Ιωνάθας Αζαήλου και Εζεκίας Θεωκανού επεδέξαντο κατά ταύτα, και Μοσόλλαμος και Λευίς και Σαββαταίος συνεβράβευσαν αυτοίς. 15 και εποίησαν κατά πάντα ταύτα οι εκ της αιχμαλωσίας. 16 και επελέξατο αυτω Έσδρας ο ιερεύς άνδρας ηγουμένους των πατριών αυτών πάντας κατ ‘ όνομα, και συνεκλείσθησαν τη νουμηνία του μηνός του δεκάτου ετάσαι το πράγμα. 17 και ήχθη επί πέρας τα κατά τους άνδρας τους επισυνέχοντας γυναίκας αλλογενείς έως της νουμηνίας του πρώτου μηνός. 18 και ευρέθησαν των ιερέων οι επισυναχθέντες αλλογενείς γυναίκας έχοντες· 19 εκ των υιών Ιησού του Ιωσεδέκ και των αδελφών αυτού Μαθήλας και Ελεάζαρος και Ιώριβος και Ιωαδάνος· 20 και επέβαλον τας χείρας εκβαλείν τας γυναίκας αυτών, και εις εξιλασμόν κριούς υπέρ της αγνοίας αυτών. 21 και εκ των υιών Εμμήρ, Ανανίας και Ζαβδαίος και Μάνης και Σαμαίος και Ιερεήλ και Αζαρίας· 22 και εκ των υιών Φαισούρ, Ελιωναϊς Μασσίας Ισμαήλος και Ναθαναήλος και ‘Ωκόδηλος και Σαλόας· 23 και εκ των Λευιτών, Ιωζαβάδος και Σεμεϊς και Κώϊος (ούτός εστι Καλιτάς) και Παθαίος και Ιούδας και Ιωνάς· 24 εκ των ιεροψαλτών, Ελιάσεβος, Βακχούρος· 25 εκ των θυρωρών, Σαλούμος και Τολβάνης· 26 εκ του Ισραήλ εκ των υιών Φόρος, Ιερμάς και Ιεζίας και Μελχίας και Μαήλος και Ελεάζαρος και Ασεβίας και Βαναίας· 27 εκ των υιών ‘Ηλά, Ματθανίας, Ζαχαρίας και Ιεζριήλος και Ιωαβδίος και Ιερεμώθ και Αϊδίας· 28 και εκ των υιών Ζαμώθ, Ελιαδάς, Ελιάσιμος, ‘Οθονίας Ιαριμώθ και Σάβαθος και Ζεραλίας· 29 και εκ των υιών Βηβαϊ, Ιωάννης και Ανανίας και Ιωζάβδος και Αμαθίας· 30 εκ των υιών Μανί, ‘Ωλαμός, Μαμούχος, Ιεδαίος, Ιασούβος και Ιασαήλος και Ιερεμώθ· 31 και εξ υιών Αδδί, Νάαθος και Μοοσίας, Λακκούνος και Ναϊδος, Ματθανίας και Σεσθήλ· και Βαλνούος και Μανασσίας· 32 και εκ των υιών Ανάν, Ελιωνάς και Ασαϊας και Μελχίας και Σαββαίος και Σίμων Χοσαμαίος· 33 και εκ των υιών Ασόμ, Αλταναίος και Ματταθίας και Σαβανναίος και Ελιφαλάτ και Μανασσής και Σεμεϊ· 34 και εκ των υιών Βαανί, Ιερεμίας, Μομδίος, Ισμαήρος, Ιουήλ, Μαβδαϊ και Πεδίας και Άνως, Ραβασίων και Ενάσιβος και Μαμνιτάναιμος, Ελίασις, Βαννούς, Ελιαλί, Σομεϊς, Σελεμίας, Ναθανίας· και εκ των υιών Εζωρά, Σεσίς, Εσρήλ, Αζαήλος, Σαματός, Ζαμβρί, Ιώσηφος· 35 και εκ των υιών Εθμά, Μαζιτίας, Ζαβαδαίας, ‘Ηδαϊς, Ιουήλ, Βαναίας. 36 πάντες ούτοι συνώκισαν γυναίκας αλλογενείς, και απέλυσαν αυτάς συν τέκνοις.

 37 Και κατώκησαν οι ιερείς και οι Λευίται και οι εκ του Ισραήλ εν Ιερουσαλήμ και εν τη χώρα τη νουμηνία του μηνός του εβδόμου και οι υιοί Ισραήλ εν ταις κατοικίαις αυτών. 38 και συνήχθη παν το πλήθος ομοθυμαδόν επί το ευρύχωρον του προς ανατολάς του ιερού πυλώνος 39 και είπεν Έσδρα τω ιερεί και αναγνώστη· κόμισαι τον νόμον Μωυσή τον παραδοθέντα υπό Κυρίου Θεού Ισραήλ. 40 και εκόμισεν Έσδρας ο αρχιερεύς τον νόμον παντί τω πλήθει ανθρώπου έως γυναικός και πάσι τοις ιερεύσιν ακούσαι του νόμου νουμηνία του εβδόμου μηνός. 41 και ανεγίνωσκεν εν τω προ του ιερού πυλώνος ευρυχώρω, εξ όρθρου έως μέσης ημέρας, ενώπιον ανδρών τε και γυναικών, και απέδωκαν παν το πλήθος τον νουν εις τον νόμον. 42 και έστη Έσδρας ο ιερεύς και αναγνώστης του νόμου επί του ξυλίνου βήματος του κατασκευασθέντος, 43 και έστησαν παρ ‘ αυτω Ματταθίας, Σαμμούς, Ανανίας, Αζαρίας, Ουρίας, Εζεκίας, Βαάλσαμος εκ δεξιών, 44 και εξ ευωνύμων Φαλδαίος και Μισαήλ, Μελχίας, Λωθάσουβος, Ναβαρίας, Ζαχαρίας. 45 και αναλαβών Έσδρας το βιβλίον ενώπιον του πλήθους προεκάθητο επιδόξως ενώπιον πάντων, 46 και εν τω λύσαι τον νόμον πάντες ορθοί έστησαν. και ευλόγησεν Έσδρας τω Κυρίω Θεω Υψίστω Θεω Σαβαώθ παντοκράτορι, 47 και επεφώνησε παν το πλήθος αμήν. και άραντες άνω τας χείρας, προσπεσόντες επί την γην, προσεκύνησαν τω Κυρίω. 48 Ιησούς και Αννιούθ και Σαραβίας και Ιαδινός και Ιάκουβος, Σαββαταίος, Αυταίας, Μαιάννας και Καλίτας, Αζαρίας και Ιώζαβδος και Ανανίας, Φαλίας, οι Λευίται, εδίδασκον τον νόμον του Κυρίου και προς το πλήθος ανεγίνωσκον τον νόμον του Κυρίου, εμφυσιούντες άμα την ανάγνωσιν. 49 και είπεν Ατθαράτης Έσδρα τω αρχιερεί και αναγνώστη και τοις Λευίταις τοις διδάσκουσι το πλήθος επί πάντας· 50 η ημέρα αύτη εστίν αγία τω Κυρίω, και πάντες έκλαιον εν τω ακούσαι του νόμου· 51 βαδίσαντες ουν φάγετε λιπάσματα και πίετε γλυκάσματα και αποστείλατε αποστολάς τοις μη έχουσιν, 52 αγία γαρ η ημέρα τω Κυρίω· και μη λυπείσθε, ο γαρ Κύριος δοξάσει υμάς. 53 και οι Λευίται εκέλευον παντί τω δήμω λέγοντες· η ημέρα αύτη αγία, μη λυπείσθε. 54 και ώχοντο πάντες φαγείν και πιείν και ευφραίνεσθαι και δούναι αποστολάς τοις μη έχουσι και ευφρανθήναι μεγάλως, 55 ότι γαρ ενεφυσιώθησαν εν τοις ρήμασιν, οίς εδιδάχθησαν, και επισυνήχθησαν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.