Τρίτη, 27 Νοεμβρίου 2012

Β΄ Έσδρας




 Β ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΚΑΙ εν τω πρώτω έτει Κύρου του Βασιλέως Περσών του τελεσθήναι λόγον Κυρίου από στόματος Ιερεμίου, εξήγειρε Κύριος το πνεύμα Κύρου βασιλέως Περσών, και παρήγγειλε φωνήν εν πάση βασιλεία αυτού και γε εν γραπτω λέγων· 2 ούτως είπε Κύρος βασιλεύς Περσών· πάσας τας βασιλείας της γης έδωκέ μοι Κύριος ο Θεός του ουρανού, και αυτός επεσκέψατο επ ‘ εμέ του οικοδομήσαι οίκον αυτω εν Ιερουσαλήμ τη εν τη Ιουδαία. 3 τις εν υμίν από παντός του λαού αυτού; και έσται ο Θεός αυτού μετ ‘ αυτού, και αναβήσεται εις Ιερουσαλήμ την εν τη Ιουδαία, και οικοδομησάτω τον οίκον Θεού Ισραήλ (αυτός ο Θεός ο εν Ιερουσαλήμ). 4 και πας ο καταλιπόμενος από πάντων των τόπων, ου αυτός παροικεί εκεί, και λήψονται αυτόν άνδρες του τόπου αυτού εν αργυρίω και χρυσίω και αποσκευή και κτήνεσι μετά του εκουσίου εις οίκον του Θεού του εν Ιερουσαλήμ.
5 και ανέστησαν άρχοντες των πατριών των Ιούδα και Βενιαμίν και οι ιερείς και οι Λευίται, πάντων ων εξήγειρεν ο Θεός το πνεύμα αυτών του αναβήναι οικοδομήσαι τον οίκον Κυρίου τον εν Ιερουσαλήμ. 6 και πάντες οι κυκλόθεν ενίσχυσαν εν χερσίν αυτών εν σκεύεσιν αργυρίου, εν χρυσω, εν αποσκευή και εν κτήνεσι και εν ξενίοις, πάρεξ των εκουσίων. 7 και ο βασιλεύς Κύρος εξήνεγκε τα σκεύη οίκου Κυρίου, α έλαβε Ναβουχοδονόσορ από Ιερουσαλήμ και έδωκεν αυτά εν οίκω Θεού αυτού· 8 και εξήνεγκεν αυτά Κύρος ο βασιλεύς Περσών επί χείρα Μιθραδάτου Γασβαρηνού, και ηρίθμησεν αυτά τω Σασαβασάρ τω άρχοντι του Ιούδα. 9 και ούτος ο αριθμός αυτών· ψυκτήρες χρυσοί τριάκοντα και ψυκτήρες αργυροί χίλιοι, παρηλλαγμένα εννέα και είκοσι, 10 κεφουρής χρυσοί τριάκοντα και αργυροί διπλοί τετρακόσια δέκα και σκεύη έτερα χίλια. 11 πάντα τα σκεύη τω χρυσω και τω αργυρω πεντακισχίλια και τετρακόσια, τα πάντα αναβαίνοντα μετά Σασαβασάρ από της αποικίας εκ Βαβυλώνος εις Ιερουσαλήμ.

 Β ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ ούτοι οι υιοί της χώρας οι αναβαίνοντες από της αιχμαλωσίας της αποικίας, ης απώκισε Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος εις Βαβυλώνα, και επέστρεψεν εις Ιερουσαλήμ και Ιούδα ανήρ εις πόλιν αυτού, 2 οί ήλθον μετά Ζοροβάβελ· Ιησούς, Νεεμίας, Σαραϊας, Ρεελίας, Μαρδοχαίος, Βαλασάν, Μασφάρ, Βαγουαί, Ρεούμ, Βαανά, ανδρών αριθμός λαού Ισραήλ· 3 υιοί Φαρές δισχίλιοι εκατόν εβδομηκονταδύο· 4 υιοί Σαφατία τριακόσιοι εβδομηκονταπέντε· 5 υιοί Άρες επτακόσιοι εβδομηκονταπέντε· 6 υιοί Φαάθ Μωάβ τοις υιοίς Ιησουέ Ιωάβ δισχίλιοι οκτακόσιοι δεκαδύο· 7 υιοί Αιλάμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες· 8 υιοί Ζατθουά ενακόσιοι τεσσαρακονταπέντε· 9 υιοί Ζακχού επτακόσιοι εξήκοντα· 10 υιοί Βανουί εξακόσιοι τεσσαρακονταδύο· 11 υιοί Βαβαϊ εξακόσιοι εικοσιτρείς· 12 υιοί Ασγάδ χίλιοι διακόσιοι εικοσιδύο· 13 υιοί Αδωνικάμ εξακόσιοι εξηκονταέξ· 14 υιοί Βαγουέ δισχίλιοι πεντηκονταέξ· 15 υιοί Αδδίν τετρακόσιοι πεντηκοντατέσσαρες· 16 υιοί Ατήρ τω Εζεκία ενενηκονταοκτώ· 17 υιοί Βασσού τριακόσιοι εικοσιτρείς· 18 υιοί Ιωρά εκατόν δεκαδύο· 19 υιοί Ασούμ διακόσιοι εικοσιτρείς· 20 υιοί Γαβέρ ενενηκονταπέντε· 21 υιοί Βεθλαέμ εκατόν εικοσιτρείς· 22 υιοί Νετωφά πεντηκονταέξ· 23 υιοί Αναθώθ εκατόν εικοσιοκτώ· 24 υιοί Αζμώθ τεσσαρακοντατρείς· 25 υιοί Καριαθιαρίμ Χαφιρά και Βηρώθ επτακόσιοι τεσσαρακοντατρείς· 26 υιοί της Ραμά και Γαβαά εξακόσιοι εικοσιείς· 27 άνδρες Μαχμάς εκατόν εικοσιδύο· 28 άνδρες Βαιθήλ και Αϊά τετρακόσιοι εικοσιτρείς· 29 υιοί Ναβού πεντηκονταδύο· 30 υιοί Μαγεβίς εκατόν πεντηκονταέξ· 31 υιοί ‘Ηλαμάρ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες· 32 υιοί ‘Ηλάμ τριακόσιοι είκοσιν· 33 υιοί Λοδαδί και ‘Ωνώ επτακόσιοι εικοσιπέντε· 34 υιοί Ιεριχώ τριακόσιοι τεσσαρακονταπέντε· 35 υιοί Σεναά τρισχίλιοι εξακόσιοι τριάκοντα· 36 και οι ιερείς υιοί Ιεδουά τω οίκω Ιησοί ενακόσιοι εβδομηκοντατρείς· 37 υιοί Εμμήρ χίλιοι πεντηκονταδύο· 38 υιοί Φασσούρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά· 39 υιοί ‘Ηρέμ χίλιοι επτά· 40 και οι Λευίται υιοί Ιησού και Καδμιήλ τοις υιοίς ‘Ωδουϊα εβδομηκοντατέσσαρες· 41 οι άδοντες υιοί Ανασάφ εκατόν εικοσιοκτώ· 42 υιοί των πυλωρών υιοί Σελλούμ, υιοί Ατήρ, υιοί Τελμών, υιοί Ακούβ, υιοί Ατιτά, υιοί Σωβαϊ, οι πάντες εκατόν τριακονταεννέα· 43 οι Ναθινίμ, υιοί Σουθία, υιοί Ασουφά, υιοί Ταβαώθ, 44 υιοί Κάδης, υιοί Σιαά, υιοί Φαδών, 45 υιοί Λαβανώ, υιοί Αγαβά, υιοί Ακούβ, 46 υιοί Αγάβ, υιοί Σελαμί, υιοί Ανάν, 47 υιοί Γεδδήλ, υιοί Γαάρ, υιοί Ραϊά, 48 υιοί Ρασών, υιοί Νεκωδά, υιοί Γαζέμ, 49 υιοί Αζώ, υιοί Φασή, υιοί Βασί, 50 υιοί Ασενά, υιοί Μοουνίμ, υιοί Νεφουσίμ, 51 υιοί Βακβούκ, υιοί Ακουφά, υιοί Αρούρ, 52 υιοί Βασαλώθ, υιοί Μαουδά, υιοί Αρσά, 53 υιοί Βαρκός, υιοί Σισάρα, υιοί Θεμά, 54 υιοί Νασθιέ, υιοί Ατουφά, 55 υιοί δούλων Σαλωμών, υιοί Σωταϊ, υιοί Σεφηρά, υιοί Φαδουρά, 56 υιοί Ιεηλά, υιοί Δαρκών, υιοί Γεδήλ, 57 υιοί Σαφατία, υιοί Ατίλ, υιοί Φαχεράθ, υιοί Ασεβωείμ, υιοί Ημεϊ· 58 πάντες οι Ναθανίμ και υιοί Αβδησελμά τριακόσιοι ενενηκονταδύο. 59 και ούτοι οι αναβάντες από Θελμελέχ, Θελαρησά, Χερούβ, Ηδάν, Εμμήρ και ουκ εδυνάσθησαν του αναγγείλαι οίκον πατριάς αυτών και σπέρμα αυτών ει εξ Ισραήλ εισιν· 60 υιοί Δαλαϊα, υιοί Βουά, υιοί Τωβίου, υιοί Νεκωδά, εξακόσιοι πεντηκονταδύο· 61 και από των υιών των ιερέων υιοί Λαβεία, υιοί Ακκούς, υιοί Βερζελλαϊ, ος έλαβεν από των θυγατέρων Βερζελλαϊ του Γαλααδίτου γυναίκα, και εκλήθη επί τω ονόματι αυτών· 62 ούτοι, εζήτησαν γραφήν αυτών οι μεθωεσίμ, και ουχ ευρέθησαν, και ηγχιστεύθησαν από της ιερατείας· 63 και είπεν Αθερσασθά αυτοίς του μη φαγείν από του αγίου των αγίων έως αναστη ιερεύς τοις φωτίζουσι και τοις τελείοις. 64 πάσα δε η εκκλησία ομού ωσεί τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι εξήκοντα, 65 χωρίς δούλων αυτών και παιδισκών αυτών, ούτοι επτακισχίλιοι τριακόσιοι τριακοντεπτά· και ούτοι άδοντες και άδουσαι διακόσιοι· 66 ίπποι αυτών επτακόσιοι τριακονταέξ, ημίονοι αυτών διακόσιοι τεσσαρακονταπέντε, 67 κάμηλοι αυτών τετρακόσιοι τριακονταπέντε, όνοι αυτών εξακισχίλιοι επτακόσιοι είκοσι. 68 και από αρχόντων πατριών εν τω εισελθείν αυτούς εις οίκον Κυρίου τον εν Ιερουσαλήμ ηκουσιάσαντο εις οίκον του Θεού του στήσαι αυτόν επί την ετοιμασίαν αυτού· 69 ως η δύναμις αυτών, έδωκαν εις θησαυρόν του έργου χρυσίον καθαρόν, μναί εξ μυριάδες και χίλιαι, και αργυρίου μνάς πεντακισχιλίας, και κόθωνοι των ιερέων εκατόν. 70 και εκάθισαν οι ιερείς και οι Λευίται και οι από του λαού και οι άδοντες και οι πυλωροί και οι Ναθινίμ εν πόλεσιν αυτών και πας Ισραήλ εν πόλεσιν αυτών.

 Β ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ έφθασεν ο μην ο έβδομος-και οι υιοί Ισραήλ εν πόλεσιν αυτών-και συνήχθη ο λαός ως ανήρ εις εις Ιερουσαλήμ. 2 και ανέστη Ιησούς ο του Ιωσεδέκ και οι αδελφοί αυτού ιερείς και Ζοροβάβελ ο του Σαλαθιήλ και οι αδελφοί αυτού και ωκοδόμησαν το θυσιαστήριον Θεού Ισραήλ του ανενέγκαι επ ‘ αυτό ολοκαυτώσεις κατά τα γεγραμμένα εν νόμω Μωυσή ανθρώπου του Θεού. 3 και ητοίμασαν το θυσιαστήριον επί την ετοιμασίαν αυτού, ότι εν καταπλήξει επ ‘ αυτούς από των λαών των γαιών, και ανέβη επ ‘ αυτό ολοκαύτωσις τω Κυρίω το πρωϊ και εις εσπέραν. 4 και εποίησαν την εορτήν των σκηνών κατά το γεγραμμένον και ολοκαυτώσεις ημέραν εν ημέρα εν αριθμω ως η κρίσις, λόγον ημέρας εν ημέρα αυτού, 5 και μετά τούτο ολοκαυτώσεις ενδελεχισμού και εις τας νουμηνίας και εις πάσας εορτάς τω Κυρίω τας ηγιασμένας και παντί εκουσιαζομένω εκούσιον τω Κυρίω. 6 εν ημέρα μια του μηνός του εβδόμου ήρξαντο αναφέρειν ολοκαυτώσεις τω Κυρίω και ο οίκος του Κυρίου ουκ εθεμελιώθη. 7 και έδωκαν αργύριον τοις λατόμοις και τοις τέκτοσι και βρώματα και ποτά και έλαιον τοις Σιδωνίοις και τοις Τυρίοις ενέγκαι ξύλα κέδρινα από του Λιβάνου προς θάλασσαν Ιόππης κατ ‘ επιχώρησιν Κύρου βασιλέως Περσών επ ‘ αυτούς. 8 και εν τω έτει τω δευτέρω του ελθείν αυτούς εις οίκον του Θεού εν Ιερουσαλήμ, εν μηνί τω δευτέρω, ήρξατο Ζοροβάβελ ο του Σαλαθιήλ και Ιησούς ο του Ιωσεδέκ και οι κατάλοιποι των αδελφών αυτών οι ιερείς και οι Λευίται και πάντες οι ερχόμενοι από της αιχμαλωσίας εις Ιερουσαλήμ και έστησαν τους Λευίτας από εικοσαετούς και επάνω επί τους ποιούντας τα έργα εν οίκω Κυρίου. 9 και έστη Ιησούς και οι υιοί αυτού και οι αδελφοί αυτού, Καδμιήλ και οι υιοί αυτού υιοί Ιούδα, επί τους ποιούντας τα έργα εν οίκω του Θεού, υιοί ‘Ηναδάδ, υιοί αυτών και οι αδελφοί αυτών οι Λευίται. 10 και εθεμελίωσαν του οικοδομήσαι τον οίκον Κυρίου, και έστησαν οι ιερείς εστολισμένοι εν σάλπιγξι και οι Λευίται υιοί Ασάφ εν κυμβάλοις του αινείν τον Κύριον επί χείρας Δαυίδ βασιλέως Ισραήλ. 11 και απεκρίθησαν εν αίνω και ανθομολογήσει τω Κυρίω, ότι αγαθόν, ότι εις τον αιώνα το έλεος αυτού επί Ισραήλ. και πας ο λαός εσήμαινε φωνή μεγάλη αινείν τω Κυρίω επί τη θεμελιώσει του οίκου Κυρίου. 12 και πολλοί από των ιερέων και των Λευιτών και άρχοντες των πατριών οι πρεσβύτεροι, οί είδοσαν τον οίκον τον πρώτον εν θεμελιώσει αυτού, και τούτον τον οίκον εν οφθαλμοίς αυτών, έκλαιον φωνή μεγάλη· και ο όχλος εν σημασία μετ ‘ ευφροσύνης του υψώσαι ωδήν· 13 και ουκ ην ο λαός επιγινώσκων φωνήν σημασίας της ευφροσύνης από της φωνής του κλαυθμού του λαού, ότι ο λαός εκραύγασε φωνή μεγάλη, και η φωνή ηκούετο έως από μακρόθεν.

 Β ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ ήκουσαν οι θλίβοντες Ιούδα και Βενιαμίν, ότι υιοί της αποικίας οικοδομούσιν οίκον τω Κυρίω Θεω Ισραήλ, 2 και ήγγισαν προς Ζοροβάβελ και προς τους άρχοντας των πατριών και είπον αυτοίς· οικοδομήσομεν μεθ ‘ υμών, ότι ως υμείς εκζητούμεν τω Θεω ημών. και αυτω ημείς θυσιάζομεν από ημερών Ασαραδδών βασιλέως Ασσούρ του ενέγκαντος ημάς ώδε. 3 και είπε προς αυτούς Ζοροβάβελ και Ιησούς και οι κατάλοιποι των αρχόντων των πατριών του Ισραήλ· ουχ ημίν και υμίν του οικοδομήσαι οίκον τω Θεω ημών, ότι ημείς αυτοί επί το αυτό οικοδομήσομεν τω Κυρίω Θεω ημών, ως ενετείλατο ημίν Κύρος ο βασιλεύς Περσών. 4 και ην ο λαός της γης εκλύων τας χείρας του λαού Ιούδα και ενεπόδιζον αυτούς οικοδομείν 5 και μισθούμενοι επ ‘ αυτούς βουλευόμενοι του διασκεδάσαι βουλήν αυτών πάσας τας ημέρας Κύρου βασιλέως Περσών και έως βασιλείας Δαρείου βασιλέως Περσών.

 6 Και εν βασιλεία Ασσουήρου, εν αρχή βασιλείας αυτού, έγραψαν επιστολήν επί οικούντας Ιούδα και Ιερουσαλήμ. 7 και εν ημέραις Αρθασασθά έγραψεν εν ειρήνη Μιθραδάτη Ταβεήλ και τοις λοιποίς συνδούλοις. προς Αρθασασθά βασιλέα Περσών έγραψεν ο φορολόγος γραφήν Συριστί και ηρμηνευμένην. 8 Ραούμ βααλτάμ και Σαψά ο γραμματεύς έγραψαν επιστολήν μίαν κατά Ιερουσαλήμ τω Αρθασασθά βασιλεί. 9 τάδε έκρινε Ραούμ βααλτάμ και Σαμψά ο γραμματεύς και οι κατάλοιποι σύνδουλοι ημών, Δειναίοι, Αφαρσαθαχαίοι, Ταρφαλαίοι, Αφασραίοι, Αρχυαίοι, Βαβυλώνιοι, Σουσαναχαίοι, Δαυαίοι 10 και οι κατάλοιποι εθνών, ων απώκισεν Ασσεναφάρ ο μέγας και ο τίμιος και μετώκισεν αυτούς εν πόλεσι της Σομόρων και το κατάλοιπον πέραν του ποταμού· 11 αύτη η διαταγή της επιστολής ης απέστειλαν προς αυτόν· «Πρός Αρθασασθά βασιλέα παίδές σου άνδρες πέραν του ποταμού. 12 γνωστόν έστω τω βασιλεί ότι οι Ιουδαίοι οι αναβάντες από σου προς ημάς ήλθοσαν εις Ιερουσαλήμ την πόλιν την αποστάτιν και πονηράν, ην οικοδομούσι, και τα τείχη αυτής κατηρτισμένα εισί, και θεμελίους αυτής ανύψωσαν. 13 νυν ουν γνωστόν έστω τω βασιλεί, ότι εάν η πόλις εκείνη ανοικοδομηθή και τα τείχη αυτής καταρτισθώσι, φόροι ουκ έσονταί σοι ουδέ δώσουσι· και τούτο βασιλείς κακοποιεί· 14 και ασχημοσύνην βασιλέως ουκ έξεστιν ημίν ιδείν· δια τούτο επέμψαμεν και εγνωρίσαμεν τω βασιλεί, 15 ίνα επισκέψηται εν βίβλω υπομνηματισμού των πατέρων σου, και ευρήσεις και γνώση ότι η πόλις εκείνη πόλις αποστάτις, κακοποιούσα βασιλείς και χώρας, και φυγαδείαι δούλων γίνονται εν μέσω αυτής από ημερών αιώνος· δια ταύτα η πόλις αύτη ηρημώθη. 16 γνωρίζομεν ουν ημείς τω βασιλεί ότι αν η πόλις εκείνη οικοδομηθή και τα τείχη αυτής καταρτισθή, ουκ έστι σοι ειρήνή.

 17 Και απέστειλεν ο βασιλεύς προς Ραούμ βααλτάμ και Σαμψά γραμματέα και τους καταλοίπους συνδούλους αυτών τους οικούντας εν Σαμαρεία και τους καταλοίπους πέραν του ποταμού ειρήνην και φησίν· 18 «ο φορολόγος, ον απεστείλατε προς ημάς, εκλήθη έμπροσθεν εμού. 19 και παρ ‘ εμού ετέθη γνώμη και επεσκεψάμεθα και εύραμεν, ότι η πόλις εκείνη αφ ‘ ημερών αιώνος επί βασιλείς επαίρεται, και αποστάσεις και φυγαδείαι γίνονται εν αυτη· 20 και βασιλείς ισχυροί εγένοντο εν Ιερουσαλήμ και επικρατούντες όλης της πέραν του ποταμού, και φόροι πλήρεις και μέρος δίδονται αυτοίς· 21 και νυν θέτε γνώμην καταργήσαι τους άνδρας εκείνους, και η πόλις εκείνη ουκ οικοδομηθήσεται έτι· 22 όπως από της γνώμης πεφυλαγμένοι ήτε άνεσιν ποιήσαι περί τούτου, μη ποτε πληθυνθή αφανισμός εις κακοποίησιν βασιλεύσί.

 23 Τότε ο φορολόγος του Αρθασασθά βασιλέως ανέγνω ενώπιον Ραούμ βααλτάμ και Σαμψά γραμματέως και συνδούλων αυτού· και επορεύθησαν σπουδή εις Ιερουσαλήμ και εν Ιούδα και κατήργησαν αυτούς εν ίπποις και δυνάμει. 24 τότε ήργησε το έργον οίκου του Θεού το εν Ιερουσαλήμ και ην αργούν έως δευτέρου έτους της βασιλείας Δαρείου βασιλέως Περσών.

 Β ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ επροφήτευσεν Αγγαίος ο προφήτης και Ζαχαρίας ο του Αδδώ προφητείαν επί τους Ιουδαίους τους εν Ιούδα και Ιερουσαλήμ εν ονόματι Θεού Ισραήλ επ ‘ αυτούς. 2 τότε ανέστησαν Ζοροβάβελ ο του Σαλαθιήλ και Ιησούς υιος Ιωσεδέκ και ήρξαντο οικοδομήσαι τον οίκον του Θεού τον εν Ιερουσαλήμ, και μετ ‘ αυτών οι προφήται του Θεού βοηθούντες αυτοίς. 3 εν αυτω τω καιρω ήλθεν επ ‘ αυτούς Θανθαναϊ έπαρχος πέραν του ποταμού και Σαθαρβουζαναϊ και οι σύνδουλοι αυτών και τοιάδε είπαν αυτοίς· τις έθηκεν υμίν γνώμην του οικοδομήσαι τον οίκον τούτον και την χορηγίαν ταύτην καταρτίσασθαι; 4 τότε ταύτα είποσαν αυτοίς· τίνα εστί τα ονόματα των ανδρών των οικοδομούντων την πόλιν ταύτην; 5 και οι οφθαλμοί του Θεού επί την αιχμαλωσίαν Ιούδα, και ου κατήργησαν αυτούς έως γνώμη τω Δαρείω απηνέχθη· και τότε απεστάλη τω φορολόγω υπέρ τούτου.

 6 Διασάφησις επιστολής, ης απέστειλε Θανθαναϊ ο έπαρχος του πέραν του ποταμού και Σαθαρβουζαναϊ και οι σύνδουλοι αυτών Αφαρσαχαίοι οι εν τω πέραν του ποταμού Δαρείω τω βασιλεί· 7 ρήμασι απέστειλαν προς αυτόν, και τάδε γέγραπται εν αυτώ· «Δαρείω τω βασιλεί ειρήνη πάσα. 8 γνωστόν έστω τω βασιλεί ότι επορεύθημεν εις την Ιουδαίαν χώραν εις οίκον του Θεού του μεγάλου, και αυτός οικοδομείται λίθοις εκλεκτοίς, και ξύλα εντίθενται εν τοις τοίχοις, και το έργον εκείνο επιδέξιον γίνεται και ευοδούται εν ταις χερσίν αυτών. 9 τότε ηρωτήσαμεν τους πρεσβυτέρους εκείνους, και ούτως είπαμεν αυτοίς· τις έθηκεν υμίν γνώμην τον οίκον τούτον οικοδομήσαι και την χορηγίαν ταύτην καταρτίσασθαι; 10 και τα ονόματα αυτών ηρωτήσαμεν αυτούς γνωρίσαι σοι, ωστε γράψαι σοι τα ονόματα των ανδρών των αρχόντων αυτών. 11 και τοιούτο το ρήμα απεκρίθησαν ημίν λέγοντες· ημείς εσμεν δούλοι του Θεού του ουρανού και της γης και οικοδομούμεν τον οίκον, ος ην ωκοδομημένος προ τούτου έτη πολλά, και βασιλεύς του Ισραήλ μέγας ωκοδόμησεν αυτόν και κατηρτίσατο αυτόν αυτοίς. 12 αφ ‘ ότε δε παρώργισαν οι πατέρες ημών τον Θεόν του ουρανού, έδωκεν αυτούς εις χείρας Ναβουχοδονόσορ βασιλέως Βαβυλώνος του Χαλδαίου και τον οίκον τούτον κατέλυσε και τον λαόν απώκισεν εις Βαβυλώνα. 13 αλλ ‘ εν έτει πρώτω Κύρου του βασιλέως Κύρος ο βασιλεύς έθετο γνώμην τον οίκον του Θεού τούτον οικοδομηθήναι. 14 και τα σκεύη του οίκου του Θεού τα χρυσά και τα αργυρά, α Ναβουχοδονόσορ εξήνεγκεν από του οίκου του εν Ιερουσαλήμ και απήνεγκεν αυτά εις τον ναόν του βασιλέως, εξήνεγκεν αυτά Κύρος ο βασιλεύς από του ναού του βασιλέως και έδωκε τω Σαβανασάρ τω θησαυροφύλακι, τω επί του θησαυρού 15 και είπεν αυτω· πάντα τα σκεύη λάβε και πορεύου, θές αυτά εν τω οίκω τω εν Ιερουσαλήμ εις τον τόπον αυτών. 16 τότε Σαβανασάρ εκείνος ήλθε και έδωκε θεμελίους του οίκου του Θεού εν Ιερουσαλήμ· και από τότε έως του νυν ωκοδομήθη και ουκ ετελέσθη. 17 και νυν ει επί τον βασιλέα αγαθόν, επισκεπήτω εν τω οίκω της γάζης του βασιλέως Βαβυλώνος, όπως γνως ότι από βασιλέως Κύρου ετέθη γνώμη οικοδομήσαι τον οίκον του Θεού εκείνον τον εν Ιερουσαλήμ. και γνούς ο βασιλεύς περί τούτου πεμψάτω προς ημάς».

 Β ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΤΟΤΕ Δαρείος ο βασιλεύς έθηκε γνώμην και επεσκέψατο εν ταις βιβλιοθήκαις, όπου η γάζα κείται εν Βαβυλώνι. 2 και ευρέθη εν πόλει εν τη βάρει κεφαλίς μία, και τούτο ην γεγραμμένον εν αυτη υπόμνημα· 3 « Εν έτει πρώτω Κύρου βασιλέως Κύρος ο βασιλεύς έθηκε γνώμην περί οίκου Θεού του εν Ιερουσαλήμ· οίκος οικοδομηθήτω και τόπος, ου θυσιάζουσι τα θυσιάσματα· και έθηκεν έπαρμα ύψος πήχεις εξήκοντα, πλάτος αυτού πήχεων εξήκοντα, 4 και δόμοι λίθινοι κραταιοί τρεις, και δόμος ξύλινος εις, και η δαπάνη εξ οίκου του βασιλέως δοθήσεται· 5 και τα σκεύη οίκου του Θεού τα αργυρά και τα χρυσά, α Ναβουχοδονόσορ εξήνεγκεν από του οίκου του εν Ιερουσαλήμ και εκόμισεν εις Βαβυλώνα, και δοθήτω και απελθέτω εις τον ναόν τον εν Ιερουσαλήμ επί τόπου, ου ετέθη εν οίκω του Θεού. 6 νυν δώσετε, έπαρχοι πέραν του ποταμού Σαθαρβουζαναϊ και οι σύνδουλοι αυτών Αφαρσαχαίοι οι εν τω πέραν του ποταμού, μακράν όντες εκείθεν 7 νυν άφετε το έργον οίκου του Θεού· οι αφηγούμενοι των Ιουδαίων και οι πρεσβύτεροι των Ιουδαίων οίκον του Θεού εκείνον οικοδομείτωσαν επί του τόπου αυτού. 8 και απ ‘ εμού γνώμη ετέθη, μη ποτέ τι ποιήσητε μετά των πρεσβυτέρων των Ιουδαίων του οικοδομηθήναι οίκον του Θεού εκείνον· και από υπαρχόντων βασιλέως των φόρων πέραν του ποταμού επιμελώς δαπάνη έστω διδομένη τοις ανδράσιν εκείνοις το μη καταργηθήναι· 9 και ό αν υστέρημα, και υιούς βοών και κριών και αμνούς εις ολοκαυτώσεις τω Θεω του ουρανού, πυρούς, άλας, οίνον, έλαιον, κατά το ρήμα ιερέων των εν Ιερουσαλήμ έστω διδόμενον αυτοίς ημέραν εν ημέρα, ό εάν αιτήσωσιν, 10 ίνα ώσιν ευωδίας προσφέροντες τω Θεω του ουρανού και προσεύχωνται εις ζωήν του βασιλέως και υιών αυτού. 11 και απ ‘ εμού ετέθη γνώμη ότι πας άνθρωπος, ος αλλάξει το ρήμα τούτο, καθαιρεθήσεται ξύλον εκ της οικίας αυτού και ωρθωμένος παγήσεται επ ‘ αυτού, και ο οίκος αυτού το κατ ‘ εμέ ποιηθήσεται. 12 και ο Θεός, ου κατασκηνοί το όνομα εκεί, καταστρέψει πάντα βασιλέα και λαόν, ος εκτενεί την χείρα αυτού αλλάξαι ή αφανίσαι τον οίκον του Θεού τον εν Ιερουσαλήμ. εγώ Δαρείος έθηκα γνώμην· επιμελώς έσταί.

 13 Τότε Θανθαναϊ ο έπαρχος πέραν του ποταμού, Σαθαρβουζαναϊ και οι σύνδουλοι αυτού, προς ό απέστειλε Δαρείος ο βασιλεύς, ούτως εποίησαν επιμελώς. 14 και οι πρεσβύτεροι των Ιουδαίων ωκοδομούσαν και οι Λευίται εν προφητεία Αγγαίου του προφήτου και Ζαχαρίου υιού Αδδώ και ανωκοδόμησαν και κατηρτίσαντο από γνώμης Θεού Ισραήλ και από γνώμης Κύρου και Δαρείου και Αρθασασθά βασιλέων Περσών. 15 και ετέλεσαν τον οίκον τούτον έως ημέρας τρίτης μηνός Αδάρ, ό εστιν έτος έκτον της βασιλείας Δαρείου του βασιλέως. 16 και εποίησαν οι υιοί Ισραήλ, οι ιερείς και οι Λευίται και οι κατάλοιποι υιών αποικεσίας, εγκαίνια του οίκου του Θεού εν ευφροσύνη. 17 και προσήνεγκαν εις τα εγκαίνια του οίκου του Θεού μόσχους εκατόν, κριούς διακοσίους, αμνούς τετρακοσίους, χιμάρους αιγών υπέρ αμαρτίας υπέρ παντός Ισραήλ δώδεκα εις αριθμόν φυλών Ισραήλ. 18 και έστησαν τους ιερείς εν διαιρέσεσιν αυτών και τους Λευίτας εν μερισμοίς αυτών επί δουλεία Θεού του εν Ιερουσαλήμ κατά την γραφήν βίβλου Μωυσή.

 19 Και εποίησαν οι υιοί της αποικεσίας το πάσχα τη τεσσαρεσκαιδεκάτη του μηνός του πρώτου. 20 ότι εκαθαρίσθησαν οι ιερείς και Λευίται, έως εις πάντες καθαροί, και έσφαξαν το πάσχα τοις πάσιν υιοίς της αποικεσίας και τοις αδελφοίς αυτών τοις ιερεύσι και εαυτοίς. 21 και έφαγον υιοί Ισραήλ το πάσχα, οι από της αποικεσίας και πας ο χωριζόμενος της ακαθαρσίας εθνών της γης προς αυτούς του εκζητήσαι Κύριον Θεόν Ισραήλ. 22 και εποίησαν την εορτήν των αζύμων επτά ημέρας εν ευφροσύνη, ότι εύφρανεν αυτούς Κύριος και επέστρεψε καρδίαν βασιλέως Ασσούρ επ ‘ αυτούς κραταιώσαι τας χείρας αυτών εν έργοις οίκου του Θεού Ισραήλ.

 Β ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ μετά τα ρήματα ταύτα εν βασιλεία Αρθασασθά βασιλέως Περσών ανέβη Έσδρας υιος Σαραίου, υιού Αζαρίου, υιού Χελκία, 2 υιού Σελούμ, υιού Σαδδούκ, υιού Αχιτώβ, 3 υιού Σαμαρία, υιού Εσριά, υιού Μαρεώθ, 4 υιού Ζαραϊα, υιού ‘Οζίου, υιού Βοκκί, 5 υιού Αβισουέ, υιού Φινεές, υιού Ελεάζαρ, υιού Ααρών του ιερέως του πρώτου· 6 αυτός Έσδρας ανέβη εκ Βαβυλώνος, και αυτός γραμματεύς ταχύς εν νόμω Μωυσή, ον έδωκε Κύριος ο Θεός Ισραήλ. και έδωκεν αυτω ο βασιλεύς, ότι χείρ Κυρίου Θεού αυτού επ ‘ αυτόν εν πάσιν, οίς εζήτει αυτός. 7 και ανέβησαν από των υιών Ισραήλ και από των ιερέων και από των Λευιτών και οι άδοντες και οι πυλωροί και οι Ναθινίμ εις Ιερουσαλήμ εν έτει εβδόμω τω Αρθασασθά τω βασιλεί. 8 και ήλθοσαν εις Ιερουσαλήμ τω μηνί τω πέμπτω, τούτο το έτος έβδομον τω βασιλεί· 9 ότι εν μια του μηνός του πρώτου αυτός εθεμελίωσε την ανάβασιν την από Βαβυλώνος, εν δε τη πρώτη του μηνός του πέμπτου ήλθοσαν εις Ιερουσαλήμ, ότι χείρ Θεού αυτού ην αγαθή επ ‘ αυτόν. 10 ότι Έσρας έδωκεν εν καρδία αυτού ζητήσαι τον νόμον και ποιείν και διδάσκειν εν Ισραήλ προστάγματα και κρίματα.

 11 Και αύτη η διασάφησις του διατάγματος, ου έδωκεν Αρθασασθά τω Έσδρα τω ιερεί τω γραμματεί βιβλίου λόγων εντολών Κυρίου και προσταγμάτων αυτού επί τον Ισραήλ· 12 « Αρθασασθά βασιλεύς βασιλέων Έσδρα γραμματεί νόμου Κυρίου του Θεού του ουρανού· τετέλεσθαι λόγος και η απόκρισις. 13 απ ‘ εμού ετέθη γνώμη ότι πας ο εκουσιαζόμενος εν βασιλεία μου από λαού Ισραήλ και ιερέων και Λευιτών πορευθήναι εις Ιερουσαλήμ, μετά σου πορευθήναι. 14 από προσώπου του βασιλέως και των επτά συμβούλων απεστάλη επισκέψασθαι επί την Ιουδαίαν και εις Ιερουσαλήμ νόμω Θεού αυτών τω εν χειρί σου 15 και εις οίκον Κυρίου αργύριον και χρυσίον, ό ο βασιλεύς και οι σύμβουλοι εκουσιάσθησαν τω Θεω του Ισραήλ τω εν Ιερουσαλήμ κατασκηνούντι, 16 και παν αργύριον και χρυσίον, ό,τι εάν εύρης εν πάση χώρα Βαβυλώνος μετά εκουσιασμού του λαού και ιερέων των εκουσιαζομένων εις οίκον Θεού τον εν Ιερουσαλήμ, 17 και πάντα προσπορευόμενον τούτον ετοίμως ένταξον εν βιβλίω τούτω, μόσχους, κριούς, αμνούς και θυσίας αυτών και σπονδάς αυτών, και προσοίσεις αυτά επί του θυσιαστηρίου του οίκου του Θεού υμών του εν Ιερουσαλήμ. 18 και ει τι επί σε και τους αδελφούς σου αγαθυνθή εν καταλοίπω του αργυρίου και του χρυσίου ποιήσαι, ως αρεστόν τω Θεω υμών ποιήσατε. 19 και τα σκεύη τα διδόμενά σοι εις λειτουργίαν οίκου Θεού παράδος ενώπιον του Θεού εν Ιερουσαλήμ. 20 και κατάλοιπον χρείας οίκου Θεού σου, ό αν φανή σοι δούναι, δώσεις από οίκων γάζης βασιλέως 21 και απ ‘ εμού. εγώ Αρθασασθά βασιλεύς έθηκα γνώμην πάσαις ταις γάζαις ταις εν πέρα του ποταμού, ότι παν, ό αν αιτήση υμάς Έδρας ο ιερεύς και γραμματεύς του Θεού του ουρανού, ετοίμως γινέσθω, 22 έως αργυρίου ταλάντων εκατόν και έως πυρού κόρων εκατόν και έως οίνου βατών εκατόν και έως ελαίου βατών εκατόν και άλας ου ουκ έστι γραφή. 23 παν ό εστιν εν γνώμη Θεού του ουρανού, γινέσθω. προσέχετε μη τις επιχειρήση εις τον οίκον Θεού του ουρανού, μη ποτε γένηται οργή επί την βασιλείαν του βασιλέως και των υιών αυτού. 24 και υμίν εγνώρισται εν πάσι τοις ιερεύσι και τοις Λευίταις, άδουσι, πυλωροίς, Ναθινίμ και λειτουργοίς οίκου Θεού τούτο, φόρος μη έστω σοι, ουκ εξουσιάσεις καταδουλούσθαι αυτούς. 25 και συ, Έσδρα, ως η σοφία του Θεού εν χειρί σου, κατάστησον γραμματείς και κριτάς, ίνα ώσι κρίνοντες παντί τω λαω εν πέρα του ποταμού πάσι τοις ειδόσι νόμον του Θεού σου, και τω μη ειδότι γνωριείτε. 26 και πας, ος αν μη ή ποιών νόμον του Θεού και νόμον του βασιλέως ετοίμως, το κρίμα έσται γινόμενον εξ αυτού, εάν τε εις θάνατον εάν τε εις παιδείαν εάν τε εις ζημίαν του βίου εάν τε εις παράδοσιν».

 27 Ευλογητός Κύριος ο Θεός των πατέρων ημών, ος έδωκεν εν καρδία του βασιλέως ούτως, του δοξάσαι τον οίκον Κυρίου τον εν Ιερουσαλήμ. 28 και επ ‘ εμέ έκλινεν έλεος εν οφθαλμοίς του βασιλέως και των συμβούλων αυτού και πάντων των αρχόντων του βασιλέως των επηρμένων. και εγώ εκραταιώθην ως χείρ Θεού η αγαθή επ ‘ εμέ, και συνήξα από Ισραήλ άρχοντας αναβήναι μετ ‘ εμού.

 Β ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ ούτοι οι άρχοντες πατριών αυτών, οι οδηγοί αναβαίνοντες μετ ‘ εμού εν βασιλεία Αρθασασθά του βασιλέως Βαβυλώνος· 2 από υιών Φινεές, Γηρσών· από υιών Ιθάμαρ, Δανιήλ· από υιών Δαυίδ, Αττούς· 3 από υιών Σαχανία και από υιών Φόρος, Ζαχαρίας και μετ ‘ αυτού το σύστρεμμα εκατόν και πεντήκοντα· 4 από υιών Φαάθ Μωάβ, Ελιανά υιος Σαραϊα και μετ ‘ αυτού διακόσιοι τα αρσενικά· 5 και από υιών Ζαθόης, Σεχενίας υιος Αζιήλ και μετ ‘ αυτού τριακόσια τα αρσενικά· 6 και από των υιών Αδίν, ‘Ωβήθ υιος Ιωνάθαν και μετ ‘ αυτού πεντήκοντα τα αρσενικά· 7 και από υιών ‘Ηλάμ, Ιεσία υιος Αθελία και μετ ‘ αυτού εβδομήκοντα τα αρσενικά· 8 και από υιών Σαφατία, Ζαβαδίας υιος Μιχαήλ και μετ ‘ αυτού ογδοήκοντα τα αρσενικά· 9 και από υιών Ιωάβ, Αβαδία υιος Ιεϊήλ και μετ ‘ αυτού διακόσιοι δεκαοκτώ τα αρσενικά· 10 και από των υιών Βαανί, Σελιμούθ υιος Ιωσεφία και μετ ‘ αυτού εκατόν εξήκοντα τα αρσενικά· 11 και από υιών Βαβί, Ζαχαρίας υιος Βαβί και μετ ‘ αυτού εικοσιοκτώ τα αρσενικά· 12 και από υιών Ασγάδ, Ιωανάν υιος Ακκατάν και μετ ‘ αυτού εκατόν δέκα τα αρσενικά· 13 και από υιών Αδωνικάμ έσχατοι και ταύτα τα ονόματα αυτών· Ελιφαλάτ, Ιεήλ και Σαμαϊα και μετ ‘ αυτών εξήκοντα τα αρσενικά· 14 και από υιών Βαγουαϊ, Ουθαϊ και Ζαβούδ και μετ ‘ αυτού εβδομήκοντα τα αρσενικά.

 15 Και συνήξα αυτούς προς τον ποταμόν τον ερχόμενον προς τον Ευί, και παρενεβάλομεν εκεί ημέρας τρεις. και συνήκα εν τω λαω και εν τοις ιερεύσι, και από υιών Λευί ουχ εύρον εκεί. 16 και απέστειλα τω Ελεάζαρ, τω Αριήλ, τω Σεμεϊα και τω Αλωνάμ και τω Ιαρίβ και τω Ελνάθαμ και τω Νάθαν και τω Ζαχαρία και τω Μεσολλάμ και τω Ιωαρίμ και τω Ελνάθαν συνίοντας. 17 και εξήνεγκα αυτούς επί άρχοντας εν αργυρίω του τόπου και έθηκα εν στόματι αυτών λόγους λαλήσαι προς τους αδελφούς αυτών τους ναθινίμ εν αργυρίω του τόπου του ενέγκαι υμίν άδοντας εις οίκον Θεού ημών. 18 και ήλθοσαν ημίν, ως χείρ Θεού ημών αγαθή εφ ‘ ημάς, ανήρ Σαχών από υιών Μοολί, υιού Λευί, υιού Ισραήλ· και αρχήν ήλθον οι υιοί αυτού και αδελφοί αυτού δεκαοκτώ· 19 και τον Ασεβία και τον Ισαϊα από των υιών Μεραρί, αδελφοί αυτού και υιοί αυτού είκοσι· 20 και από των ναθινίμ, ων έδωκε Δαυίδ και οι άρχοντες εις δουλείαν των Λευιτών, ναθινίμ διακόσιοι είκοσι· πάντες συνήχθησαν εν ονόμασι. 21 και εκάλεσα εκεί νηστείαν επί τον ποταμόν Αουέ του ταπεινωθήναι ενώπιον του Θεού ημών, ζητήσαι παρ ‘ αυτού οδόν ευθείαν ημίν και τοις τέκνοις ημών και πάση τη κτίσει ημών. 22 ότι ήσχύνθην αιτήσασθαι παρά του βασιλέως δύναμιν και ιππείς σώσαι ημάς από εχθρού εν τη οδω, ότι είπαμεν τω βασιλεί λέγοντες· χείρ του Θεού ημών επί πάντας τους ζητούντας αυτόν εις αγαθόν, και κράτος αυτού και θυμός αυτού επί πάντας τους εγκαταλείποντας αυτόν. 23 και ενηστεύσαμεν και εζητήσαμεν παρά του Θεού ημών περί τούτου, και επήκουσεν ημίν. 24 και διέστειλα από αρχόντων των ιερέων δώδεκα, τω Σαραϊα, τω Ασαβία και μετ ‘ αυτών από αδελφών αυτών δέκα. 25 και έστησα αυτοίς το αργύριον και το χρυσίον και τα σκεύη απαρχής οίκου Θεού ημών, α ύψωσεν ο βασιλεύς και οι σύμβουλοι αυτού και οι άρχοντες αυτού και πας Ισραήλ οι ευρισκόμενοι. 26 και έστησα επί χείρας αυτών αργυρίου τάλαντα εξακόσια πεντήκοντα και σκεύη αργυρά εκατόν και τάλαντα χρυσίου εκατόν 27 και καφουρή χρυσοί είκοσι εις την οδόν χαμινίμ χίλιοι και σκεύη χαλκού στίλβοντος αγαθού διάφορα επιθυμητά εν χρυσίω. 28 και είπα προς αυτούς· υμείς άγιοι τω Κυρίω, και τα σκεύη άγια, και το αργύριον και το χρυσίον εκούσια τω Κυρίω Θεω πατέρων ημών· 29 αγρυπνείτε και τηρείτε έως στήτε ενώπιον αρχόντων των ιερέων και των Λευιτών και των αρχόντων των πατριών εν Ιερουσαλήμ εις σκηνάς οίκου Κυρίου. 30 και εδέξαντο οι ιερείς και οι Λευίται σταθμόν του αργυρίου και του χρυσίου και των σκευών ενεγκείν εις Ιερουσαλήμ εις οίκον Θεού ημών.

 31 Και εξήραμεν από του ποταμού του Αουέ εν τη δωδεκάτη του μηνός του πρώτου του ελθείν εις Ιερουσαλήμ· και χείρ Θεού ημών ην εφ ‘ ημίν, και ερρύσατο ημάς από χειρός εχθρού και πολεμίου εν τη οδω. 32 και ήλθομεν εις Ιερουσαλήμ και εκαθίσαμεν εκεί ημέρας τρεις. 33 και εγενήθη τη ημέρα τη τετάρτη εστήσαμεν το αργύριον και το χρυσίον και τα σκεύη εν οίκω Θεού ημών επί χείρα Μεριμώθ υιού Ουρία του ιερέως -και μετ ‘ αυτού Ελεάζαρ υιος Φινεές και μετ ‘ αυτών Ιωζαβάδ υιος Ιησού και Νωαδία υιος Βαναϊα, οι Λευίται- 34 εν αριθμω και εν σταθμω τα πάντα, και εγράφη πας ο σταθμός. εν τω καιρω εκείνω 35 οι ελθόντες εκ της αιχμαλωσίας υιοί της παροικίας προσήνεγκαν ολοκαυτώσεις τω Θεω Ισραήλ μόσχους δώδεκα περί παντός Ισραήλ, κριούς ενενηκονταέξ, αμνούς εβδομηκονταεπτά, χιμάρους περί αμαρτίας δώδεκα, τα πάντα ολοκαυτώματα τω Κυρίω. 36 και έδωκαν το νόμισμα του βασιλέως τοις διοικηταίς του βασιλέως και τοις επάρχοις πέραν του ποταμού, και εδόξασαν τον λαόν και τον οίκον του Θεού.

 Β ΕΣΔΡΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΚΑΙ ως ετελέσθη ταύτα, ήγγισαν προς με οι άρχοντες λέγοντες· ουκ εχωρίσθη ο λαός Ισραήλ και οι ιερείς και οι Λευίται από λαών των γαιών εν μακρύμμασιν αυτών, τω Χανανί, ο Εθί, ο Φερεζί, ο Ιεβουσί, ο Αμμωνί, ο Μωαβί και ο Μοσερί και ο Αμορί, 2 ότι ελάβοσαν από θυγατέρων αυτών εαυτοίς και τοις υιοίς αυτών, και παρήχθη σπέρμα το άγιον εν λαοίς των γαιών, και χείρ των αρχόντων εν τη ασυνθεσία ταύτη εν αρχή 3 και ως ήκουσα τον λόγον τούτον, διέρρηξα τα ιμάτιά μου και επαλλόμην και έτιλλον από των τριχών της κεφαλής μου και από του πώγωνός μου και εκαθήμην ηρεμάζων. 4 και συνήχθησαν προς με πας ο διώκων λόγον Θεού Ισραήλ επί ασυνθεσία της αποικίας, καγώ καθήμενος ηρεμάζων έως της θυσίας της εσπερινής. 5 και εν θυσία τη εσπερινή ανέστην από ταπεινώσεώς μου· και εν τω διαρρήξαί με τα ιμάτιά μου και επαλλόμην και κλίνω επί τα γόνατά μου και εκπετάζω τας χείράς μου προς Κύριον τον Θεόν 6 και είπα· Κύριε, ησχύνθην και ενετράπην του υψώσαι, Θεέ μου, το πρόσωπόν μου προς σε, ότι αι ανομίαι ημών επληθύνθησαν υπέρ κεφαλής ημών και αι πλημμέλειαι ημών εμεγαλύνθησαν έως εις τον ουρανόν. 7 από ημερών πατέρων ημών εσμεν εν πλημμελεία μεγάλη έως της ημέρας ταύτης· και εν ταις ανομίαις ημών παρεδόθημεν ημείς και οι βασιλείς ημών και οι υιοί ημών εν χειρί βασιλέων των εθνών εν ρομφαία και εν αιχμαλωσία και εν διαρπαγή και εν αισχύνη προσώπου ημών ως η ημέρα αύτη. 8 και νυν επιεικεύσατο ημίν ο Θεός ημών του καταλιπείν ημάς εις σωτηρίαν και δούναι ημίν στήριγμα εν τόπω αγιάσματος αυτού του φωτίσαι οφθαλμούς ημών και δούναι ζωοποίησιν μικράν εν τη δουλεία ημών. 9 ότι δούλοί εσμεν, και εν τη δουλεία ημών ουκ εγκατέλιπεν ημάς Κύριος ο Θεός ημών και έκλινεν εφ ‘ ημάς έλεος ενώπιον βασιλέων Περσών δούναι ημίν ζωοποίησιν του υψώσαι αυτούς τον οίκον του Θεού ημών και αναστήσαι τα έρημα αυτής και του δούναι ημίν φραγμόν εν Ιούδα και Ιερουσαλήμ. 10 τι είπωμεν, ο Θεός ημών, μετά τούτο; ότι εγκατελίπομεν εντολάς σου, 11 ας έδωκας ημίν εν χειρί δούλων σου των προφητών λέγων· η γη, εις ην εισπορεύεσθε κληρονομήσαι αυτήν, γη μετακινουμένη εστίν εν μετακινήσει λαών των εθνών εν μακρύμμασιν αυτών, ων έπλησαν αυτήν από στόματος επί στόμα εν ακαθαρσίαις αυτών· 12 και νυν τας θυγατέρας υμών μη δότε τοις υιοίς αυτών και από των θυγατέρων αυτών μη λάβητε τοις υιοίς υμών και ουκ εκζητήσετε ειρήνην αυτών και αγαθόν αυτών έως αιώνος, όπως ενισχύσητε και φάγητε τα αγαθά της γης και κληροδοτήσητε τοις υιοίς υμών έως αιώνος. 13 και μετά παν το ερχόμενον εφ ‘ ημάς εν ποιήμασιν ημών τοις πονηροίς και εν πλημμελεία ημών τη μεγάλη· ότι ουκ έστιν ως ο Θεός ημών, ότι εκούφισας ημών τας ανομίας, και έδωκας ημίν σωτηρίαν· 14 ότι επεστρέψαμεν διασκεδάσαι εντολάς σου και επιγαμβρεύσαι τοις λαοίς των γαιών· μη παροξυνθής εν ημίν έως συντελείας, του μη είναι εγκατάλειμμα και διασωζόμενον. 15 Κύριε ο Θεός Ισραήλ, δίκαιος συ, ότι κατελείφθημεν διασωζόμενοι ως η ημέρα αύτη. ιδού ημείς εναντίον σου εν πλημελείαις ημών, ότι ουκ έστι στήναι ενώπιόν σου επί τούτω.

Β ΕΣΔΡΑΣ

ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΚΑΙ ως προσηύξατο Έσδρας και ως εξηγόρευσε κλαίων και προσευχόμενος ενώπιον οίκου του Θεού, συνήχθησαν προς αυτόν από Ισραήλ εκκλησία πολλή σφόδρα, άνδρες και γυναίκες και νεανίσκοι, ότι έκλαυσαν ο λαός και ύψωσε κλαίων. 2 και απεκρίθη Σεχενίας υιος Ιεήλ από υιών ‘Ηλάμ, και είπε τω Έσδρα· ημείς ησυνθετήσαμεν τω Θεω ημών και εκαθίσαμεν γυναίκας αλλοτρίας από των λαών της γης· και νυν εστιν υπομονή τω Ισραήλ επί τούτω. 3 και νυν διαθώμεθα διαθήκην τω Θεω ημών εκβαλείν πάσας τας γυναίκας και τα γενόμενα εξ αυτών, ως αν βούλη· ανάστηθι, και φοβέρισον αυτούς εν εντολαίς Θεού ημών, και ως ο νόμος γενηθήτω. 4 ανάστα, ότι επί σε το ρήμα, και ημείς μετά σου· κραταιού και ποίησον. 5 και ανέστη Έσδρας και ωρκισε τους άρχοντας, τους ιερείς και Λευίτας και πάντα Ισραήλ του ποιήσαι κατά το ρήμα τούτο· και ώμοσαν. 6 και ανέστη Έσδρας από προσώπου οίκου του Θεού και επορεύθη εις γαζοφυλάκιον Ιωανάν υιού Ελισούβ και επορεύθη εκεί· άρτον ουκ έφαγεν και ύδωρ ουκ έπιεν, ότι επένθει επί τη ασυνθεσία της αποικίας. 7 και παρήνεγκαν φωνήν εν Ιούδα και εν Ιερουσαλήμ πάσι τοις υιοίς της αποικίας του συναθροισθήναι εις Ιερουαλήμ, 8 πας, ος αν μη έλθη εις τρεις ημέρας, ως η βουλή των αρχόντων και των πρεσβυτέρων, αναθεματισθήσεται πάσα η ύπαρξις αυτού, και αυτός διασταλήσεται από εκκλησίας της αποικίας.

 9 Και συνήχθησαν πάντες άνδρες Ιούδα και Βενιαμίν εις Ιερουσαλήμ εις τας τρεις ημέρας, ούτος ο μην ο ένατος· εν εικάδι του μηνός εκάθισε πας ο λαός εν πλατεία οίκου του Θεού από θορύβου αυτών περί του ρήματος και από του χειμώνος. 10 και ανέστη Έσδρας ο ιερεύς και είπε προς αυτούς· υμείς ησυνθετήκατε και εκαθίσατε γυναίκας αλλοτρίας του προσθείναι επί πλημμέλειαν Ισραήλ· 11 και νυν δότε αίνεσιν Κυρίω Θεω των πατέρων ημών και ποιήσατε το αρεστόν ενώπιον αυτού και διαστάλητε από λαών της γης και από των γυναικών των αλλοτρίων. 12 και απεκρίθησαν πάσα η εκκλησία και είπαν· μέγα τούτο το ρήμά σου εφ ‘ ημάς ποιήσαι· 13 αλλά ο λαός πολύς, και ο καιρός χειμερινός, και ουκ έστι δύναμις στήναι έξω· και το έργον ουκ εις ημέραν μίαν και ουκ εις δύο, ότι επληθύναμεν του αδικήσαι εν τω ρήματι τούτω. 14 στήτωσαν δη άρχοντες ημών πάση τη εκκλησία και πάντες οι εν πόλεσιν ημών, ος εκάθισε γυναίκας αλλοτρίας, ελθέτωσαν εις καιρούς από συνταγών και μετ ‘ αυτών πρεσβύτεροι πόλεως και πόλεως και κριταί του αποστρέψαι οργήν θυμού Θεού ημών εξ ημών περί του ρήματος τούτου. 15 πλήν Ιωνάθαν υιος Ασαήλ και Ιαζίας υιος Θεκωέ μετ ‘ εμού περί τούτου, και Μεσολλάμ και Σαββαθαϊ ο Λευίτης βοηθών αυτοίς. 16 και εποίησαν ούτως υιοί της αποικίας. και διεστάλησαν Έσδρας ο ιερεύς και άνδρες άρχοντες πατριών τω οίκω και πάντες εν ονόμασιν, ότι επέστρεψαν εν ημέρα μια του μηνός του δεκάτου εκζητήσαι το ρήμα. 17 και ετέλεσαν εν πάσιν ανδράσιν, οί εκάθισαν γυναίκας αλλοτρίας, έως ημέρας μιάς του μηνός του πρώτου.

 18 Και ευρέθησαν από υιών των ιερέων, οί εκάθισαν γυναίκας αλλοτρίας· από υιών Ιησού υιού Ιωσεδέκ και αδελφοί αυτού Μαασία και Ελιέζερ και Ιαρίβ και Γαδαλία, 19 και έδωκαν χείρα αυτών του εξενέγκαι γυναίκας εαυτών και πλημμελείας κριόν εκ προβάτων περί πλημμελήσεως αυτών· 20 και από υιών Εμμήρ, Ανανί και Ζαβδία· 21 και από υιών ‘Ηράμ, Μασαήλ και Ελία και Σαμαϊα και Ιεήλ και ‘Οζία· 22 και από υιών Φασούρ, Ελιωναϊ, Μαασία και Ισμαήλ και Ναθαναήλ και Ιωζαβάδ και ‘Ηλασά· 23 και από των Λευιτών, Ιωζαβάδ και Σαμού και Κωλία (αυτός Κωλίτας) και Φεθεϊα και Ιόδομ και Ελιέζερ· 24 και από των αδόντων, Ελισάβ· και από των πυλωρών, Σολμήν και Τελμήν και ‘Ωδούθ· 25 και από Ισραήλ· από υιών Φόρος, Ραμία και Αζία και Μελχία και Μεαμίν και Ελεάζαρ και Ασαβία και Βαναία· 26 και από υιών ‘Ηλάμ, Ματθανία και Ζαχαρία και Ιαϊήλ και Αβδία και Ιαριμώθ και ‘Ηλία· 27 και από υιών Ζαθονά, Ελιωναϊ, Ελισούβ, Ματθαναϊ και Αρμώθ και Ζαβάδ και ‘Οζιζά· 28 και από υιών Βαβεϊ, Ιωανάν, Ανανία, και Ζαβού και Θαλί· 29 και από υιών Βανουϊ, Μοσολλάμ, Μαλούχ, Αδαϊας, Ιασούβ και Σαλουϊα και Ρημώθ· 30 και από υιών Φαάθ Μωάβ, Εδνέ και Χαλήλ και Βαναία Μαασία Ματθανία Βεσελεήλ και Βανουϊ και Μανασσή· 31 και από υιών ‘Ηράμ, Ελιέζερ, Ιεσία, Μελχία, Σαμαϊας, Συμεών, 32 Βενιαμίν, Βαλούχ, Σαμαρία· 33 και από υιών Ασήμ, Μετθανία, Ματθαθά, Ζαδάβ, Ελιφαλέτ, Ιεραμί, Μανασσή, Σεμεϊ· 34 και από υιών Βανί, Μοοδία, Αμράμ, Ουήλ, 35 Βαναία, Βαδαία, Χελκία, 36 Ουουανία, Μαριμώθ, Ελιασίφ, 37 Ματθανία, Ματθαναϊ και εποίησαν 38 οι υιοί Βανουί και οι υιοί Σεμεϊ 39 και Σελεμία και Νάθαν και Αδαϊα, 40 Μαχαδναβού, Σεσεϊ, Σαριού, 41 Εζριήλ και Σελεμία και Σαμαρία 42 και Σελλούμ, Αμαρεία, Ιωσήφ· 43 από υιών Ναβού, Ιαήλ, Ματθανίας, Ζαβάδ, Ζεββενάς, Ιαδαί και Ιωήλ και Βαναία. 44 πάντες ούτοι ελάβοσαν γυναίκας αλλοτρίας και εγέννησαν εξ αυτών υιούς.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.