Τρίτη, 27 Νοεμβρίου 2012

Τωβίτ



ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΒΙΒΛΟΣ λόγων Τωβίτ, του Τωβιήλ, του Ανανιήλ, του Αδουήλ, του Γαβαήλ, εκ του σπέρματος Ασιήλ, εκ της φυλής Νεφθαλίμ, 2 ος ηχμαλωτεύθη εν ημέραις Ενεμεσσάρου του βασιλέως Ασσυρίων εκ Θίσβης, ή εστιν εκ δεξιών Κυδίως της Νεφθαλί εν τη Γαλιλαία υπεράνω Ασήρ. -εγώ Τωβίτ οδοίς αληθείας επορευόμην και δικαιοσύνης πάσας τας ημέρας της ζωής μου 3 και ελεημοσύνας πολλάς εποίησα τοις αδελφοίς μου και τω έθνει, τοις προπορευθείσι μετ ‘ εμού εις χώραν Ασσυρίων εις Νινευή. 4 και ότε ήμην εν τη χώρα μου εν τη γη Ισραήλ νεωτέρου μου όντος, πάσα φυλή του Νεφθαλίμ του πατρός μου απέστη από του οίκου Ιερουσολύμων, της εκλεγείσης από πασών των φυλών Ισραήλ εις το θυσιάζειν πάσας τας φυλάς· και ηγιάσθη ο ναός της
κατασκηνώσεως του Υψίστου και ωκοδομήθη εις πάσας τας γενεάς του αιώνος. 5 και πάσαι αι φυλαί αι συναποστάσαι έθυον τη Βάαλ τη δαμάλει και ο οίκος Νεφθαλίμ του πατρός μου. 6 καγώ μόνος επορευόμην πλεονάκις εις Ιεροσόλυμα εν ταις εορταίς, καθώς γέγραπται παντί τω Ισραήλ εν προστάγματι αιωνίω, τας απαρχάς και τας δεκάτας των γεννημάτων και τας πρωτοκουρίας έχων· 7 και εδίδουν αυτάς τοις ιερεύσι τοις υιοίς Ααρών προς το θυσιαστήριον πάντων των γεννημάτων. την δεκάτην εδίδουν τοις υιοίς Λευί τοις θεραπεύουσιν εις Ιερουσαλήμ, και την δευτέραν δεκάτην απεπρατιζόμην και επορευόμην και εδαπάνων αυτά εν Ιεροσολύμοις καθ ‘ έκαστον ενιαυτόν. 8 και την τρίτην εδίδουν οίς καθήκει, καθώς ενετείλατο Δεββώρα η μήτηρ του πατρός μου, διότι ορφανός κατελείφθην υπό του πατρός μου. 9 και ότε εγενόμην ανήρ, έλαβον Άνναν γυναίκα εκ του σπέρματος της πατριάς ημών και εγέννησα εξ αυτής Τωβίαν. 10 και ότε ηχμαλωτίσθημεν εις Νινευή, πάντες οι αδελφοί μου και οι εκ του γένους μου ήσθιον εκ των άρτων των εθνών· 11 εγώ δε συνετήρησα την ψυχήν μου μη φαγείν, 12 καθότι εμεμνήμην του Θεού εν όλη τη ψυχή μου. 13 και έδωκεν ο Ύψιστος χάριν και μορφήν ενώπιον Ενεμεσσάρου, και ήμην αυτού αγοραστής· 14 και επορευόμην εις την Μηδίαν και παρεθέμην Γαβαήλω τω αδελφω Γαβρία εν Ράγοις της Μηδίας αργυρίου τάλαντα δέκα.

 15 Και ότε απέθανεν Ενεμεσσάρ, εβασίλευσε Σενναχηρίμ ο υιος αυτού αντ ‘ αυτού, και αι οδοί αυτού ηκαταστάθησαν, και ουκ έτι ηδυνάσθην πορευθήναι εις την Μηδίαν. 16 και εν ταις ημέραις Ενεμεσσάρου ελεημοσύνας πολλάς εποίουν τοις αδελφοίς μου· 17 τους άρτους μου εδίδουν τοις πεινώσι και ιμάτια τοις γυμνοίς, και ει τινα εκ του γένους μου εθεώρουν τεθνηκότα και ερριμμένον οπίσω του τείχους Νινευή, έθαπτον αυτόν. 18 και ει τινα απέκτεινε Σενναχηρίμ ο βασιλεύς, ότε ήλθε φεύγων εκ της Ιουδαίας, έθαψα αυτούς κλέπτων· πολλούς γαρ απέκτεινεν εν τω θυμω αυτού· και εζητήθη υπό του βασιλέως τα σώματα, και ουχ ευρέθη. 19 πορευθείς δε εις των εν Νινευή, υπέδειξε τω βασιλεί περί εμού ότι θάπτω αυτούς, και εκρύβην· επιγνούς δε ότι ζητούμαι αποθανείν, φοβηθείς ανεχώρησα. 20 και διηρπάγη πάντα τα υπάρχοντά μου, και ου κατελείφθη μοι ουδέν πλήν Άννας της γυναικός μου και Τωβίου του υιού μου. 21 και ου διήλθον ημέρας πεντήκοντα, έως ου απέκτειναν αυτόν οι δύο υιοί αυτού και έφυγον εις τα όρη Αραράθ, και εβασίλευσε Σαχερδονός υιος αυτού αντ ‘ αυτού, και έταξεν Αχιάχαρον τον Αναήλ υιόν του αδελφού μου επί πάσαν την εκλογιστίαν της βασιλείας αυτού και επί πάσαν την διοίκησιν. 22 και ηξίωσεν Αχιάχαρος περί εμού, και ήλθον εις Νινευή. Αχιάχαρος δε ην ο οινοχόος και επί του δακτυλίου και διοικητής και εκλογιστής, και κατέστησεν αυτόν ο Σαχερδονός εκ δευτέρας· ην δε εξάδελφός μου.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΟΤΕ δε κατήλθον εις τον οίκόν μου και απεδόθη μοι Άννα η γυνή μου, και Τωβίας ο υιος μου, εν τη πεντηκοστη εορτη, ή εστιν αγία επτά εβδομάδων, εγενήθη άριστον καλόν μοι, και ανέπεσα του φαγείν. 2 και εθεασάμην όψα πολλά και είπα τω υιω μου· βάδισον και άγαγε ον αν εύρης των αδελφών ημών ενδεή, ος μέμνηται του Κυρίου, και ιδού μένω σε. 3 και ελθών είπε· πάτερ, εις εκ του γένους ημών εστραγγαλωμένος έρριπται εν τη αγορά. 4 καγώ πριν ή γεύσασθαί με, αναπηδήσας ανειλόμην αυτόν εις τι οίκημα, έως ου έδυ ο ήλιος. 5 και επιστρέψας ελουσάμην και ήσθιον τον άρτον μου εν λύπη· 6 και εμνήσθην της προφητείας Αμώς, καθώς είπε· στραφήσονται αι εορταί υμών εις πένθος και πάσαι αι ευφροσύναι υμών εις θρήνον, 7 και έκλαυσα. και ότε έδυ ο ήλιος, ωχόμην και ορύξας έθαψα αυτόν. 8 και οι πλησίον επεγέλων λέγοντες· ουκ έτι φοβείται φονευθήναι περί του πράγματος τούτου, και απέδρα, και ιδού πάλιν θάπτει τους νεκρούς. 9 και εν αυτη τη νυκτί ανέλυσα θάψας και εκοιμήθην μεμιαμμένος παρά τον τοίχον της αυλής, και το πρόσωπόν μου ακάλυπτον ην. 10 και ουκ ήδειν ότι στρουθία εν τω τοίχω εστί, και των οφθαλμών μου ανεωγότων, αφώδευσαν τα στρουθία θερμόν εις τους οφθαλμούς μου, και εγενήθη λευκώματα εν τοις οφθαλμοίς μου. και επορεύθην προς ιατρούς, και ουκ ωφέλησάν με· Αχιάχαρος δε έτρεφέ με, έως ου επορεύθην εις την Ελυμαϊδα. 11 και η γυνή μου Άννα ηριθεύετο εν τοις γυναικείοις· 12 και απέστελλε τοις κυρίοις, και απέδωκαν αυτη και αυτοί τον μισθόν προσδόντες και έριφον. 13 ότε δε ήλθε προς με, ήρξατο κράζειν· και είπα αυτη· πόθεν το ερίφιον; μη κλεψιμαίόν εστιν; απόδος αυτό τοις κυρίοις· ου γαρ θεμιτόν εστι φαγείν κλεψιμαίον. 14 η δε είπε· δώρον δέδοταί μοι επί τω μισθω. και ουκ επίστευον αυτη και έλεγον αποδιδόναι αυτό τοις κυρίοις και ηρυθρίων προς αυτήν· η δε αποκριθείσα είπέ μοι· που εισιν αι ελεημοσύναι σου και αι δικαιοσύναι σου; ιδού γνωστά πάντα μετά σου.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ λυπηθείς έκλαυσα και προσευξάμην μετ ‘ οδύνης λέγων· 2 δίκαιος ει, Κύριε, και πάντα τα έργα σου και πάσαι αι οδοί σου ελεημοσύναι και αλήθεια, και κρίσιν αληθινήν και δικαίαν συ κρίνεις εις τον αιώνα. 3 μνήσθητί μου και επίβλεψον επ ‘ εμέ· μη με εκδικήσης ταις αμαρτίαις μου και τοις αγνοήμασί μου και των πατέρων μου, α ήμαρτον ενώπιόν σου· 4 παρήκουσαν γαρ των εντολών σου, και έδωκας ημάς εις διαρπαγήν και αιχμαλωσίαν και θάνατον και παραβολήν ονειδισμού πάσι τοις έθνεσιν, εν οίς εσκορπίσμεθα. 5 και νυν πολλαί αι κρίσεις σου εισι και αληθιναί εξ εμού ποιήσαι περί των αμαρτιών μου και των πατέρων μου, ότι ουκ εποιήσαμεν τας εντολάς σου· ου γαρ επορεύθημεν εν αληθεία ενώπιόν σου. 6 και νυν κατά το αρεστόν ενώπιόν σου ποίησον μετ ‘ εμού· επίταξον αναλαβείν το πνεύμά μου, όπως απολυθώ και γένωμαι γη· διότι λυσιτελεί μοι αποθανείν ή ζήν, ότι ονειδισμούς ψευδείς ήκουσα, και λύπη εστί πολλή εν εμοί· επίταξον απολυθήναί με της ανάγκης ήδη εις τον αιώνιον τόπον, μη αποστρέψης το πρόσωπόν σου απ ‘εμού.

 7 Εν τη αυτη ημέρα συνέβη τη θυγατρί Ραγουήλ Σάρρα εν Εκβατάνοις της Μηδίας και ταύτην ονειδισθήναι υπό παιδισκών πατρός αυτής, 8 ότι ην δεδομένη ανδράσιν επτά, και Ασμοδαίος το πονηρόν δαιμόνιον απέκτεινεν αυτούς πριν ή γενέσθαι αυτούς μετ ‘ αυτής ως εν γυναιξί. και είπαν αυτη· ου συνιείς αποπνίγουσά σου τους άνδρας; ήδη επτά έσχες και ενός αυτών ουκ ωνομάσθης· 9 τι ημάς μαστιγοίς; ει απέθαναν, βάδιζε μετ ‘ αυτών· μη ίδοιμέν σου υιόν ή θυγατέρα εις τον αιώνα. 10 ταύτα ακούσασα ελυπήθη σφόδρα ωστε απάγξασθαι. και είπε· μία μεν ειμι τω πατρί μου· εάν ποιήσω τούτο, όνειδος αυτω έσται, και το γήρας αυτού κατάξω μετ ‘ οδύνης εις άδου. 11 και εδεήθη προς τη θυρίδι και είπεν· ευλογητός ει, Κύριε ο Θεός μου, και ευλογητόν το όνομά σου το άγιον και έντιμον εις τους αιώνας· ευλογήσαισάν σε πάντα τα έργα σου εις τον αιώνα. 12 και νυν, Κύριε, τους οφθαλμούς μου και το πρόσωπόν μου εις σε δέδωκα· 13 ειπόν απολύσαί με από της γης και μη ακούσαί με μηκέτι ονειδισμόν. 14 συ γινώσκεις, Κύριε, ότι καθαρά ειμι από πάσης αμαρτίας ανδρός 15 και ουκ εμόλυνα το όνομά μου ουδέ το όνομα του πατρός μου εν τη γη της αιχμαλωσίας μου. μονογενής ειμι τω πατρί μου, και ουχ υπάρχει αυτω παιδίον, ό κληρονομήσει αυτόν, ουδέ αδελφός εγγύς ουδέ υπάρχων αυτω υιος, ίνα συντηρήσω εμαυτήν αυτω γυναίκα. ήδη απώλοντό μοι επτά· ίνα τι μοι ζήν; και ει μη δοκεί σοι αποκτείναί με, επίταξον επιβλέψαι επ ‘ εμέ και ελεήσαί με και μηκέτι ακούσαί με ονειδισμόν.

 16 Και εισηκούσθη προσευχή αμφοτέρων ενώπιον της δόξης του μεγάλου Ραφαήλ, 17 και απεστάλη ιάσασθαι τους δύο, του Τωβίτ λεπίσαι τα λευκώματα και Σάρραν την του Ραγουήλ δούναι Τωβία τω υιω Τωβίτ γυναίκα και δήσαι Ασμοδαίον το πονηρόν δαιμόνιον, διότι Τωβία επιβάλλει κληρονομήσαι αυτήν. εν αυτω τω καιρω επιστρέψας Τωβίτ εισήλθεν εις τον οίκον αυτού και Σάρρα η του Ραγουήλ κατέβη εκ του υπερώου αυτής.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΕΝ τη ημέρα εκείνη εμνήσθη Τωβίτ περί του αργυρίου, ου παρέθετο Γαβαήλ εν Ράγοις της Μηδίας, 2 και είπεν εν εαυτω· εγώ ητησάμην θάνατον, τι ου καλώ Τωβίαν τον υιόν μου, ίνα αυτω υποδείξω πριν αποθανείν με; 3 και καλέσας αυτόν είπε· παιδίον, εάν αποθάνω, θάψον με, και μη υπερίδης την μητέρα σου· τίμα αυτήν πάσας τας ημέρας της ζωής σου και ποίει το αρεστόν αυτη και μη λυπήσης αυτήν. 4 μνήσθητι, παιδίον, ότι πολλούς κινδύνους εώρακεν επί σοί εν τη κοιλία· όταν αποθάνη, θάψον αυτήν παρ ‘ εμοί εν ενί τάφω. 5 πάσας τας ημέρας, παιδίον, Κυρίου του Θεού ημών μνημόνευε και μη θελήσης αμαρτάνειν και παραβήναι τας εντολάς αυτού. δικαιοσύνην ποίει πάσας τας ημέρας της ζωής σου και μη πορευθής ταις οδοίς της αδικίας· 6 διότι ποιούντός σου την αλήθειαν, ευοδίαι έσονται εν τοις έργοις σου και πάσι τοις ποιούσι την δικαιοσύνην. 7 εκ των υπαρχόντων σοι ποίει ελεημοσύνην, και μη φθονεσάτω σου ο οφθαλμός εν τω ποιείν σε ελεημοσύνην· μη αποστρέψης το πρόσωπόν σου από παντός πτωχού, και από σου ου μη αποστραφή το πρόσωπον του Θεού. 8 ως σοί υπάρχει κατά το πλήθος, ποίησον εξ αυτών ελεημοσύνην· εάν ολίγον σοι υπάρχη, κατά το ολίγον μη φοβού ποιείν ελεημοσύνην· 9 θέμα γαρ αγαθόν θησαυρίζεις σεαυτω εις ημέραν ανάγκης· 10 διότι ελεημοσύνη εκ θανάτου ρύεται και ουκ εά εισελθείν εις το σκότος· 11 δώρον γαρ αγαθόν εστιν ελεημοσύνη πάσι τοις ποιούσιν αυτήν ενώπιον του Υψίστου. 12 πρόσεχε σεαυτω, παιδίον, από πάσης πορνείας και γυναίκα πρώτον λάβε από του σπέρματος των πατέρων σου· μη λάβης γυναίκα αλλοτρίαν, ή ουκ έστιν εκ της φυλής του πατρός σου, διότι υιοί προφητών εσμεν. Νώε, Αβραάμ, Ισαάκ, Ιακώβ, οι πατέρες ημών από του αιώνος· μνήσθητι, παιδίον, ότι αυτοί πάντες έλαβον γυναίκας εκ των αδελφών αυτών και ευλογήθησαν εν τοις τέκνοις αυτών, και το σπέρμα αυτών κληρονομήσει γην. 13 και νυν, παιδίον, αγάπα τους αδελφούς σου και μη υπερηφανεύου τη καρδία σου από των αδελφών σου και των υιών και θυγατέρων του λαού σου λαβείν σεαυτω εξ αυτών γυναίκα· διότι εν τη υπερηφανία απώλεια και ακαταστασία πολλή, και εν τη αχρειότητι ελάττωσις και ένδεια μεγάλη· η γαρ αχρειότης μήτηρ εστί του λιμού. 14 μισθός παντός ανθρώπου, ος εάν εργάσηται παρά σοί, μη αυλισθήτω, αλλ ‘ απόδος αυτω παραυτίκα, και εάν δουλεύσης τω Θεω, αποδοθήσεταί σοι. πρόσεχε σεαυτω, παιδίον, εν πάσι τοις έργοις σου και ίσθι πεπαιδευμένος εν πάση αναστροφή σου. 15 και ό μισείς, μηδενί ποιήσης. οίνον εις μέθην μη πίης, και μη πορευθήτω μετά σου μέθη εν τη οδω σου. 16 εκ του άρτου σου δίδου πεινώντι και εκ των ιματίων σου τοις γυμνοίς· παν, ό εάν περισσεύση σοι, ποίει ελεημοσύνην, και μη φθονεσάτω σου ο οφθαλμός εν τω ποιείν σε ελεημοσύνην. 17 έκχεον τους άρτους σου επί τον τάφον των δικαίων και μη δως τοις αμαρτωλοίς. 18 συμβουλίαν παρά παντός φρονίμου ζήτησον και μη καταφρονήσης επί πάσης συμβουλίας χρησίμης. 19 και εν παντί καιρω ευλόγει Κύριον τον Θεόν και παρ ‘ αυτού αίτησον, όπως αι οδοί σου ευθείαι γένωνται, και πάσαι αι τρίβοι και βουλαί σου ευοδωθώσι· διότι παν έθνος ουκ έχει βουλήν, αλλ ‘ αυτός ο Κύριος δίδωσι πάντα τα αγαθά και ον εάν θέλη, ταπεινοί, καθώς βούλεται. και νυν, παιδίον, μνημόνευε των εντολών μου, και μη εξαλειφθήτωσαν εκ της καρδίας σου. 20 και νυν υποδεικνύω σοι τα δέκα τάλαντα του αργυρίου, α παρεθέμην Γαβαήλω τω του Γαβρία εν Ράγοις της Μηδίας. 21 και μη φοβού, παιδίον, ότι επτωχεύσαμεν· υπάρχει σοι πολλά, εάν φοβηθής τον Θεόν, και αποστης από πάσης αμαρτίας και ποιήσης το αρεστόν ενώπιον αυτού.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ αποκριθείς Τωβίας είπεν αυτω· πάτερ, ποιήσω πάντα, όσα εντέταλσαί μοι· 2 αλλά Πως δυνήσομαι λαβείν το αργύριον και ου γινώσκω αυτόν; 3 και έδωκεν αυτω το χειρόγραφον και είπεν αυτω· ζήτησον σεαυτω άνθρωπον, ος συμπορεύσεταί σοι, και δώσω αυτω μισθόν έως ζω· και λαβέ πορευθείς το αργύριον. 4 και επορεύθη ζητήσαι άνθρωπον και εύρε τον Ραφαήλ, ος ην άγγελος, και ουκ ήδει· 5 και είπεν αυτω· ει δύναμαι πορευθήναι μετά σου εν Ράγοις της Μηδίας, και ει έμπειρος ει των τόπων; 6 και είπεν αυτω ο άγγελος· πορεύσομαι μετά σου και της οδού εμπειρώ και παρά Γαβαήλ τον αδελφόν ημών ηυλίσθην. 7 και είπεν αυτω Τωβίας· υπόμεινόν με, και ερώ τω πατρί. 8 και είπεν αυτω· πορεύου και μη χρονίσης. 9 και εισελθών είπε τω πατρί· ιδού εύρηκα ος συμπορεύσεταί μοι. ο δε είπε· φώνησον αυτόν προς με, ίνα επιγνώ ποίας φυλής εστι και ει πιστός του πορευθήναι μετά σου. 10 και εκάλεσεν αυτόν, και εισήλθε, και ησπάσαντο αλλήλους. 11 και είπεν αυτω Τωβίτ· αδελφέ, εκ ποίας φυλής και εκ ποίας πατριάς ει συ; υπόδειξόν μοι. 12 και είπεν αυτω· φυλήν και πατριάν συ ζητείς ή μίσθιον, ος συμπορεύσεται μετά του υιού σου; και είπεν αυτω Τωβίτ· βούλομαι, αδελφέ, επιγνώναι το γένος σου και το όνομα. 13 ος δε είπεν· εγώ Αζαρίας Ανανίου του μεγάλου, των αδελφών σου. 14 και είπεν αυτω· υγιαίνων έλθοις, αδελφέ, και μη μοι οργισθής, ότι εζήτησα την φυλήν σου και την πατριάν σου επιγνώναι. και συ τυγχάνεις αδελφός μου εκ της καλής και αγαθής γενεάς· επεγίνωσκον γαρ εγώ Ανανίαν και Ιωνάθαν τους υιούς Σεμεϊ του μεγάλου, ως επορευόμεθα κοινώς εις Ιεροσόλυμα προσκυνείν, αναφέροντες τα πρωτότοκα και τας δεκάτας των γεννημάτων, και ουκ επλανήθησαν εν τη πλάνη των αδελφών ημών. εκ ρίζης καλής ει, αδελφέ, 15 αλλά ειπόν μοι τίνα σοι έσομαι μισθόν διδόναι· δραχμήν της ημέρας και τα δέοντά σοι ως και τω υιω μου. 16 και έτι προσθήσω σοι επί τον μισθόν, εάν υγιαίνοντες επιστρέψητε. 17 και ευδόκησαν ούτως. και είπε προς Τωβίαν· έτοιμος γίνου προς την οδόν· και ευοδωθείητε. και ητοίμασεν ο υιος αυτού τα προς την οδόν. και είπεν αυτω ο πατήρ αυτού· πορεύου μετά του ανθρώπου τούτου, ο δε εν τω ουρανω οικών Θεός ευοδώσει την οδόν υμών, και ο άγγελος αυτού συμπορευθήτω υμίν. και εξήλθαν αμφότεροι απελθείν και ο κύων του παιδαρίου μετ ‘ αυτών. 18 έκλαυσε δε Άννα η μήτηρ αυτού και είπε προς Τωβίτ· τι εξαπέστειλας το παιδίον ημών; ή ουχί η ράβδος της χειρός ημών εστιν εν τω εισπορεύεσθαι αυτόν και εκπορεύεσθαι ενώπιον ημών; 19 αργύριον τω αργυρίω μη φθάσαι, αλλά περίψημα του παιδίου ημών γένοιτο· 20 ως γαρ δέδοται ημίν ζήν παρά του Κυρίου, τούτο ικανόν ημίν υπάρχει. 21 και είπεν αυτη Τωβίτ· μη λόγον έχε, αδελφή· υγιαίνων ελεύσεται, και οι οφθαλμοί σου όψονται αυτόν· 22 άγγελος γαρ αγαθός συμπορεύσεται αυτω, και ευοδωθήσεται η οδός αυτού, και υποστρέψει υγιαίνων. και επαύσατο κλαίουσα.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΟΙ δε πορευόμενοι την οδόν ήλθον εσπέρας επί τον Τίγριν ποταμόν, και ηυλίζοντο εκεί. 2 το δε παιδάριον κατέβη περικλύσασθαι, και ανεπήδησεν ιχθύς από του ποταμού και εβουλήθη καταπιείν το παιδάριον. 3 ο δε άγγελος είπεν αυτω· επιλαβού του ιχθύος. και εκράτησε τον ιχθύν το παιδάριον και ανέβαλεν αυτόν επί την γην. 4 και είπεν αυτω ο άγγελος· ανάτεμε τον ιχθύν και λαβών την καρδίαν και το ήπαρ και την χολήν θές ασφαλώς. 5 και εποίησε το παιδάριον ως είπεν αυτω ο άγγελος, τον δε ιχθύν οπτήσαντες έφαγον. 6 και ωδευον αμφότεροι, έως ου ήγγισαν εν Εκβατάνοις. 7 και είπε το παιδάριον τω αγγέλω· Αζαρία αδελφέ, τι εστιν η καρδία και το ήπαρ και η χολή του ιχθύος; 8 και είπεν αυτω· η καρδία και το ήπαρ, εάν τινα οχλή δαιμόνιον ή πνεύμα πονηρόν, ταύτα δεί καπνίσαι ενώπιον ανθρώπου ή γυναικός, και ουκέτι ου μη οχληθή· 9 η δε χολή, εγχρίσαι άνθρωπον, ος έχει λευκώματα εν τοις οφθαλμοίς, και ιαθήσεται. 10 ως δε προσήγγισαν τη Ράγη, 11 είπεν ο άγγελος τω παιδαρίω· αδελφέ, σήμερον αυλισθησόμεθα παρά Ραγουήλ, και αυτός συγγενής σου εστι, και έστιν αυτω θυγάτηρ ονόματι Σάρρα· 12 λαλήσω περί αυτής του δοθήναί σοι αυτήν εις γυναίκα, ότι σοι επιβάλλει η κληρονομία αυτής, και συ μόνος ει εκ του γένους αυτής, και το κοράσιον καλόν και φρόνιμόν εστι. 13 και νυν άκουσόν μου και λαλήσω τω πατρί αυτής, και όταν υποστρέψωμεν εκ Ραγών, ποιήσομεν τον γάμον· διότι επίσταμαι Ραγουήλ ότι ου μη δω αυτήν ανδρί ετέρω κατά τον νόμον Μωυσή ή οφειλήσει θάνατον, ότι την κληρονομίαν σοί καθήκει λαβείν ή πάντα άνθρωπον. 14 τότε είπε το παιδάριον τω αγγέλω· Αζαρία αδελφέ, ακήκοα εγώ το κοράσιον δεδόσθαι επτά ανδράσι και πάντας εν τω νυμφώνι απολωλότας. 15 και νυν εγώ μόνος ειμί τω πατρί και φοβούμαι μη εισελθών αποθάνω καθώς και οι πρότεροι, ότι δαιμόνιον φιλεί αυτήν, ό ουκ αδικεί ουδένα πλήν των προσαγόντων αυτη. και νυν εγώ φοβούμαι μη αποθάνω και κατάξω την ζωήν του πατρός μου και της μητρός μου μετ ‘ οδύνης επ ‘ εμοί εις τον τάφον αυτών· και υιος έτερος ουχ υπάρχει αυτοίς, ος θάψει αυτούς. 16 είπε δε αυτω ο άγγελος· ου μέμνησαι των λόγων, ων ενετείλατό σοι ο πατήρ σου, υπέρ του λαβείν σε γυναίκα εκ του γένους σου; και νυν άκουσόν μου, αδελφέ, διότι σοί έσται εις γυναίκα, και του δαιμονίου μηδένα λόγον έχε, ότι την νύκτα ταύτην δοθήσεταί σοι αύτη εις γυναίκα. 17 και εάν εισέλθης εις τον νυμφώνα, λήψη τέφραν θυμιαμάτων και επιθήσεις από της καρδίας και του ήπατος του ιχθύος και καπνίσεις, 18 και οσφρανθήσεται το δαιμόνιον και φεύξεται και ουκ επανελεύσεται εις τον αιώνα του αιώνος. όταν δε προσπορεύη αυτη, εγέρθητε αμφότεροι και βοήσατε προς τον ελεήμονα Θεόν, και σώσει υμάς και ελεήσει. μη φοβού, ότι σοί αυτή ητοιμασμένη ην από του αιώνος, και συ αυτήν σώσεις, και πορεύσεται μετά σου, και υπολαμβάνω ότι σοι έσται εξ αυτής παιδία. 19 και ως ήκουσε Τωβίας ταύτα, εφίλησεν αυτήν, και η ψυχή αυτού εκολλήθη σφόδρα αυτη.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ ήλθον εις Εκβάτανα και παρεγένοντο εις την οικίαν Ραγουήλ, Σάρρα δε υπήντησεν αυτοίς και εχαιρέτισεν αυτούς και αυτοί αυτήν, και εισήγαγεν αυτούς εις την οικίαν. 2 και είπε Ραγουήλ Έδνα τη γυναικί αυτού· ως όμοιος ο νεανίσκος Τωβίτ τω ανεψιω μου; 3 και ηρώτησεν αυτούς Ραγουήλ· πόθεν εστέ, αδελφοί; και είπαν αυτω· εκ των υιών Νεφθαλίμ των αιχμαλώτων εκ Νινευή. 4 και είπεν αυτοίς· γινώσκετε Τωβίτ τον αδελφόν ημών; οι δε είπον· γινώσκομεν. και είπεν αυτοίς· υγιαίνει; 5 οι δε είπαν· και ζη και υγιαίνει. και είπε Τωβίας· πατήρ μου εστι. 6 και ανεπήδησε Ραγουήλ και κατεφίλησεν αυτόν και έκλαυσε 7 και ευλόγησεν αυτόν και είπεν αυτω· ο του καλού και αγαθού ανθρώπου υιος· και ακούσας ότι Τωβίτ απώλεσε τους οφθαλμούς εαυτού, ελυπήθη και έκλαυσε. 8 και Έδνα η γυνή αυτού και Σάρρα η θυγάτηρ αυτού έκλαυσαν και υπεδέξαντο αυτούς προθύμως· 9 και έθυσαν κριόν προβάτων και παρέθηκαν όψα πλείονα. είπε δε Τωβίας τω Ραφαήλ· Αζαρία αδελφέ, λάλησον υπέρ ων έλεγες εν τη πορεία, και τελεσθήτω το πράγμα. 10 και μετέδωκε τον λόγον τω Ραγουήλ· και είπε Ραγουήλ προς Τωβίαν· φάγε, πίε και ηδέως γίνου, σοί γαρ καθήκει το παιδίον μου λαβείν· πλήν υποδείξω σοι την αλήθειαν. 11 έδωκα το παιδίον μου επτά ανδράσι, και οπότε εάν εισεπορεύοντο προς αυτήν, απέθνησκον υπό την νύκτα. αλλά το νυν έχον, ηδέως γίνου. και είπε Τωβίας· ου γεύομαι ουδέν ώδε, έως αν στήσητε και σταθήτε προς με. και είπε Ραγουήλ· κομίζου αυτήν από του νυν κατά την κρίσιν· συ δε αδελφός ει αυτής, και αυτή σου εστιν· ο δε ελεήμων Θεός ευοδώσει υμίν τα κάλλιστα. 12 και εκάλεσε Σάρραν την θυγατέρα αυτού, και λαβών της χειρός αυτής παρέδωκεν αυτήν Τωβία γυναίκα και είπεν· ιδού κατά τον νόμον Μωυσέως κομίζου αυτήν και άπαγε προς τον πατέρα σου· και ευλόγησεν αυτούς. 13 και εκάλεσεν Έδναν την γυναίκα αυτού· και λαβών βιβλίον έγραψε συγγραφήν, και εσφραγίσατο. 14 και ήρξαντο εσθίειν. 15 και εκάλεσε Ραγουήλ Έδναν την γυναίκα αυτού και είπε αυτη· αδελφή, ετοίμασον το έτερον ταμιείον και εισάγαγε αυτήν. 16 και εποίησεν ως είπε και εισήγαγεν αυτήν εκεί, και έκλαυσε· και απεδέξατο τα δάκρυα της θυγατρός αυτής και είπεν αυτη· 17 θάρσει, τέκνον, ο Κύριος του ουρανού και της γης δώη σοι χάριν αντί της λύπης σου ταύτης· θάρσει, θύγατερ.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΟΤΕ δε συνετέλεσαν δειπνούντες, εισήγαγον Τωβίαν προς αυτήν. 2 ο δε πορευόμενος εμνήσθη των λόγων Ραφαήλ και έλαβε την τέφραν των θυμιαμάτων και επέθηκε την καρδίαν του ιχθύος και το ήπαρ και εκάπνισεν. 3 ότε δε ωσφράνθη το δαιμόνιον της οσμής, έφυγεν εις τα ανώτατα Αιγύπτου και έδησεν αυτό ο άγγελος. 4 ως δε συνεκλείσθησαν αμφότεροι, ανέστη Τωβίας από της κλίνης και είπεν· ανάστηθι, αδελφή, και προσευξώμεθα, ίνα ελεήση ημάς ο Κύριος. 5 και ήρξατο Τωβίας λέγειν· ευλογητός ει, ο Θεός των πατέρων ημών, και ευλογητόν το όνομά σου το άγιον και ένδοξον εις τους αιώνας· ευλογησάτωσάν σε οι ουρανοί και πάσαι αι κτίσεις σου. 6 συ εποίησας Αδάμ και έδωκας αυτω βοηθόν Εύαν στήριγμα την γυναίκα αυτού· εκ τούτων εγεννήθη το ανθρώπων σπέρμα. συ είπας· ου καλόν είναι τον άνθρωπον μόνον, ποιήσωμεν αυτω βοηθόν όμοιον αυτω. 7 και νυν, Κύριε, ου δια πορνείαν εγώ λαμβάνω την αδελφήν μου ταύτην, αλλά επ ‘ αληθείας επίταξον ελεήσαί με και αυτη συγκαταγηράσαι. 8 και είπε μετ ‘ αυτού· αμήν. 9 και εκοιμήθησαν αμφότεροι την νύκτα. 10 και αναστάς Ραγουήλ επορεύθη και ώρυξε τάφον λέγων· μη και ούτος αποθάνη; 11 και ήλθε Ραγουήλ εις την οικίαν εαυτού 12 και είπεν Έδνα τη γυναικί αυτού· απόστειλον μίαν των παιδισκών, και ιδέτωσαν ει ζη· ει δε μη, ίνα θάψωμεν αυτόν, και μηδείς γνω. 13 και εισήλθεν η παιδίσκη ανοίξασα την θύραν και εύρε τους δύο καθεύδοντας. 14 και εξελθούσα απήγγειλεν αυτοίς, ότι ζη. 15 και ευλόγησε Ραγουήλ τον Θεόν λέγων· ευλογητός ει συ, ο Θεός, εν πάση ευλογία καθαρά και αγία, και ευλογείτωσάν σε οι άγιοί σου και πάσαι αι κτίσεις σου, και πάντες οι άγγελοί σου και οι εκλεκτοί σου ευλογείτωσάν σε εις τους αιώνας. 16 ευλογητός ει ότι ηύφρανάς με, και ουκ εγένετό μοι καθώς υπενόουν, αλλά κατά το πολύ έλεός σου εποίησας μεθ ‘ ημών. 17 ευλογητός ει ότι ηλέησας δύο μονογενείς· ποίησον αυτοίς, δέσποτα, έλεος, συντέλεσον την ζωήν αυτών εν υγιεία μετ ‘ ευφροσύνης και ελέους. 18 εκέλευσε δε τοις οικέταις χώσαι τον τάφον. 19 και εποίησεν αυτοίς γάμον ημερών δεκατεσσάρων. 20 και είπεν αυτω Ραγουήλ πριν ή συντελεσθήναι τας ημέρας του γάμου ενόρκως μη εξελθείν αυτόν εάν μη πληρωθώσιν αι δεκατέσσαρες ημέραι του γάμου. 21 και τότε λαβόντα το ήμισυ των υπαρχόντων αυτού πορεύεσθαι μεθ ‘ υγιείας προς τον πατέρα· και τα λοιπά, όταν αποθάνω και η γυνή μου.

 ΤΩΒΙΤ

ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΚΑΙ εκάλεσε Τωβίας τον Ραφαήλ και είπεν αυτω· 2 Αζαρία αδελφέ, λάβε μετά σεαυτού παίδα και δύο καμήλους και πορεύθητι εν Ράγοις της Μηδίας παρά Γαβαήλ και κόμισαί μοι το αργύριον και αυτόν άγε μοι εις τον γάμον· 3 διότι ωμόμοκε Ραγουήλ μη εξελθείν με, 4 και ο πατήρ μου αριθμεί τας ημέρας, και εάν χρονίσω μέγα, οδυνηθήσεται λίαν. 5 και επορεύθη Ραφαήλ και ηυλίσθη παρά Γαβαήλ, και έδωκεν αυτω το χειρόγραφον· ος δε προήνεγκε τα θυλάκια εν ταις σφαγίσι και έδωκεν αυτω. 6 και ώρθρευσαν κοινώς και ήλθον εις τον γάμον. και ευλόγησε Τωβίας την γυναίκα αυτού.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΚΑΙ Τωβίτ ο πατήρ αυτού ελογίσατο εκάστης ημέρας· και ως επληρώθησαν αι ημέραι της πορείας και ουκ ήρχοντο, 2 είπε· μήποτε κατήσχυνται; ή μήποτε απέθανε Γαβαήλ και ουδείς αυτω δίδωσι το αργύριον; 3 και ελυπείτο λίαν. 4 είπε δε αυτω η γυνή· απώλετο το παιδίον, διότι κεχρόνικε· και ήρξατο θρηνείν αυτόν και είπεν· 5 ου μέλοι μοι, τέκνον, ότι αφήκά σε το φως των οφθαλμών μου; 6 και Τωβίτ λέγει αυτη· σίγα, μη λόγον έχει, υγιαίνει. 7 και είπεν αυτω· σίγα, μη πλάνα με, απώλετο το παιδίον μου. και επορεύετο καθ ‘ ημέραν εις την οδόν έξω, οίας απήλθεν, ημέρας τε άρτον ουκ ήσθιε, τας δε νύκτας ου διελίμπανε θρηνούσα Τωβίαν τον υιόν αυτής, έως ου συνετελέσθησαν αι δεκατέσσαρες ημέραι του γάμου, ας ώμοσε Ραγουήλ ποιήσαι αυτόν εκεί· είπε δε Τωβίας τω Ραγουήλ· εξαπόστειλόν με, ότι ο πατήρ μου και η μήτηρ μου ουκέτι ελπίζουσιν όψεσθαί με. 8 είπε δε αυτω ο πενθερός· μείνον παρ ‘ εμοί, καγώ εξαποστελώ προς τον πατέρα σου και δηλώσουσιν αυτω τα κατά σε. 9 και Τωβίας λέγει· εξαπόστειλόν με προς τον πατέρα μου. 10 αναστάς δε Ραγουήλ έδωκεν αυτω Σάρραν την γυναίκα αυτού και τα ήμισυ των υπαρχόντων, σώματα και κτήνη και αργύριον, 11 και ευλογήσας αυτούς εξαπέστειλε λέγων· ευοδώσει υμάς, τέκνα, ο Θεός του ουρανού προ του με αποθανείν. 12 και είπε τη θυγατρί αυτού· τίμα τους πενθερούς σου, αυτοί νυν γονείς σου εισιν· ακούσαιμί σου ακοήν καλήν, και εφίλησεν αυτήν. και Έδνα είπε προς Τωβίαν· αδελφέ αγαπητέ, αποκαταστήσαι σε ο Κύριος του ουρανού και δώη μοι ιδείν σου παιδία εκ Σάρρας της θυγατρός μου, ίνα ευφρανθώ ενώπιον του Κυρίου· και ιδού παρατίθεμαί σοι την θυγατέρα μου εν παρακαταθήκη, μη λυπήσης αυτήν. 13 μετά ταύτα επορεύετο και Τωβίας ευλογών τον Θεόν, ότι ευώδωσε την οδόν αυτού, και κατευλόγει Ραγουήλ και Έδναν την γυναίκα αυτού.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΚΑΙ επορεύετο μέχρις ου εγγίσαι αυτούς εις Νινευή. και είπε Ραφαήλ προς Τωβίαν· ου γινώσκεις, αδελφέ, Πως αφήκας τον πατέρα σου; 2 προδράμωμεν έμπροσθεν της γυναικός σου και ετοιμάσωμεν την οικίαν· 3 λαβέ δε παρά χείρα την χολήν του ιχθύος. και επορεύθησαν, και συνήλθεν ο κύων όπισθεν αυτών. 4 και Άννα εκάθητο περιβλεπομένη εις την οδόν τον παίδα αυτής· 5 και προσενόησεν αυτόν ερχόμενον και είπε τω πατρί αυτού· ιδού ο υιος μου έρχεται και ο άνθρωπος ο πορευθείς μετ ‘ αυτού. 6 και Ραφαήλ είπεν· επίσταμαι εγώ ότι ανοίξει τους οφθαλμούς ο πατήρ σου. 7 συ έγχρισον την χολήν εις τους οφθαλμούς αυτού, και δηχθείς διατρίψει και αποβαλείται τα λευκώματα και όψεταί σε. 8 και προσδραμούσα Άννα επέπεσεν επί τον τράχηλον του υιού αυτής και είπεν αυτω· είδόν σε, παιδίον, από του νυν αποθανούμαι και έκλαυσαν αμφότεροι. 9 και Τωβίτ εξήρχετο προς την θύραν και προσέκοπτεν, ο δε υιος αυτού προσέδραμεν αυτω 10 και επελάβετο του πατρός αυτού και προσέπασε την χολήν επί τους οφθαλμούς του πατρός αυτού λέγων· θάρσει, πάτερ. 11 ως δε συνεδήχθησαν, διέτριψε τους οφθαλμούς αυτού, και ελεπίσθη από των κάνθων των οφθαλμών αυτού τα λευκώματα. 12 και ιδών τον υιόν αυτού επέπεσεν επί τον τράχηλον αυτού 13 και έκλαυσε και είπεν· ευλογητός ει, ο Θεός, και ευλογητόν το όνομά σου εις τους αιώνας, και ευλογημένοι πάντες οι άγιοί σου άγγελοι· ότι εμαστίγωσας και ηλέησάς με, ιδού βλέπω Τωβίαν τον υιόν μου. 14 και εισήλθεν ο υιος αυτού χαίρων και απήγγειλε τω πατρί αυτού τα μεγαλεία τα γενόμενα αυτω εν τη Μηδία. 15 και εξήλθε Τωβίτ εις συνάντησιν τη νύμφη αυτού χαίρων και ευλογών τον Θεόν προς τη πύλη Νινευή· και εθαύμαζον οι θεωρούντες αυτόν πορευόμενον, ότι έβλεψε. 16 και Τωβίτ εξωμολογείτο ενώπιον αυτού, ότι ηλέησεν αυτούς ο Θεός· και ως ήγγισε Τωβίτ Σάρρα τη νύμφη αυτού, κατευλόγησεν αυτήν λέγων· έλθοις υγιαίνουσα, θύγατερ· ευλογητός ο Θεός, ος ήγαγέ σε προς ημάς, και ο πατήρ σου και η μήτηρ σου. και εγένετο χαρά πάσι τοις εν Νινευή αδελφοίς αυτού. 17 και παρεγένετο Αχιάχαρος και Νασβάς ο εξάδελφος αυτού, 18 και ήχθη ο γάμος Τωβία μετ ‘ ευφροσύνης ημέρας επτά.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΚΑΙ εκάλεσε Τωβίτ Τωβίαν τον υιόν αυτού και είπεν αυτω· όρα, τέκνον, μισθόν τω ανθρώπω τω συνελθόντι σοι, και προσθείναι αυτω δεί. 2 και είπε· πάτερ, ου βλάπτομαι δούς αυτω το ήμισυ, ων ενήνοχα, 3 ότι με αγήοχέ σοι υγιή και την γυναίκα μου εθεράπευσε και το αργύριόν μου ήνεγκε και σε ομοίως εθεράπευσε. 4 και είπεν ο πρεσβύτης· δικαιούται αυτω. 5 και εκάλεσε τον άγγελον και είπεν αυτω· λάβε το ήμισυ πάντων, ων ενηνόχατε, και ύπαγε υγιαίνων. 6 τότε καλέσας τους δύο κρυπτώς είπεν αυτοίς· ευλογείτε τον Θεόν και αυτω εξομολογείσθε και μεγαλωσύνην δίδοτε αυτω και εξολογείσθε αυτω ενώπιον πάντων των ζώντων, περί ων εποίησε μεθ ‘ υμών. αγαθόν το ευλογείν τον Θεόν και υψούν το όνομα αυτού, τους λόγους των έργων του Θεού εντίμως υποδεικνύοντες, και μη οκνείτε εξομολογείσθαι αυτω. 7 μυστήριον βασιλέως καλόν κρύψαι, τα δε έργα του Θεού ανακαλύπτειν ενδόξως. αγαθόν ποιήσατε, και κακόν ουχ ευρήσει υμάς. 8 αγαθόν προσευχή μετά νηστείας και ελεημοσύνης και δικαιοσύνης· αγαθόν το ολίγον μετά δικαιοσύνης ή πολύ μετά αδικίας. καλόν ποιήσαι ελεημοσύνην ή θησαυρίσαι χρυσίον· 9 ελεημοσύνη γαρ εκ θανάτου ρύεται, και αυτή αποκαθαριεί πάσαν αμαρτίαν· οι ποιούντες ελεημοσύνας και δικαιοσύνας πλησθήσονται ζωής, 10 οι δε αμαρτάνοντες πολέμιοί εισι της εαυτών ζωής. 11 ου μη κρύψω αφ ‘ υμών παν ρήμα· είρηκα δη μυστήριον βασιλέως κρύψαι καλόν, τα δε έργα του Θεού ανακαλύπτειν ενδόξως. 12 και νυν ότι προσηύξω συ και η νύμφη σου Σάρρα, εγώ προσήγαγον το μνημόσυνον της προσευχής υμών ενώπιον του αγίου· και ότε έθαπτες τους νεκρούς, ωσαύτως συμπαρήγμην σοι. 13 και ότε ουκ ώκνησας αναστήναι και καταλιπείν το άριστόν σου, όπως απελθών περιστείλης τον νεκρόν, ουκ έλαθές με αγαθοποιών, αλλά συν σοί ήμην. 14 και νυν απέστειλέ με ο Θεός ιάσασθαί σε και την νύμφην σου Σάρραν. 15 εγώ ειμι Ραφαήλ, εις εκ των επτά αγίων αγγέλων, οί προσαναφέρουσι τας προσευχάς των αγίων, και εισπορεύονται ενώπιον της δόξης του αγίου. 16 και εταράχθησαν οι δύο και έπεσον επί πρόσωπον, ότι εφοβήθησαν. 17 και είπεν αυτοίς· μη φοβείσθε, ειρήνη υμίν έσται· τον δε Θεόν ευλογείτε εις τον αιώνα, 18 ότι ου τη εμαυτού χάριτι, αλλά τη θελήσει του Θεού ημών ήλθον, όθεν ευλογείτε αυτόν εις τον αιώνα. 19 πάσας τας ημέρας ωπτανόμην υμίν, και ουκ έφαγον ουδέ έπιον, αλλά όρασιν υμείς εθεωρείτε. 20 και νυν εξομολογείσθε τω Θεω, διότι αναβαίνω προς τον αποστείλαντά με, και γράψατε πάντα τα συντελεσθέντα εις βιβλίον. 21 και ανέστησαν, και ουκ έτι είδον αυτόν. 22 και εξωμολογούντο τα έργα τα μεγάλα και θαυμαστά αυτού και ως ώφθη αυτοίς ο άγγελος Κυρίου.

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΚΑΙ Τωβίτ έγραψε προσευχήν εις αγαλλίασιν και είπεν· «Ευλογητός ο Θεός ο ζων εις τους αιώνας και η βασιλεία αυτού, 2 ότι αυτός μαστιγοί και ελεεί, κατάγει εις άδην και ανάγει, και ουκ έστιν ος εκφεύξεται την χείρα αυτού. 3 εξομολογείσθε αυτω οι υιοί Ισραήλ ενώπιον των εθνών, ότι αυτός διέσπειρεν ημάς εν αυτοίς· 4 εκεί υποδείξατε την μεγαλωσύνην αυτού, υψούτε αυτόν ενώπιον παντός ζώντος, καθότι αυτός Κύριος ημών και Θεός, αυτός πατήρ ημών εις πάντας τους αιώνας. 5 και μαστιγώσει ημάς εν ταις αδικίαις ημών και πάλιν ελεήσει και συνάξει ημάς εκ πάντων των εθνών, ου εάν σκορπισθήτε εν αυτοίς. 6 εάν επιστρέψητε προς αυτόν εν όλη τη καρδία υμών και εν όλη τη ψυχή υμών ποιήσαι ενώπιον αυτού αλήθειαν, τότε επιστρέψει προς υμάς και ου μη κρύψη το πρόσωπον αυτού αφ ‘ υμών. και θεάσασθε α ποιήσει μεθ ‘ υμών, και εξομολογήσασθε αυτω εν όλω τω στόματι υμών· και ευλογήσατε τον Κύριον της δικαιοσύνης και υψώσατε τον βασιλέα των αιώνων. εγώ εν τη γη της αιχμαλωσίας μου εξομολογούμαι αυτω και δεικνύω την ισχύν και την μεγαλωσύνην αυτού έθνει αμαρτωλών. επιστρέψατε, αμαρτωλοί, και ποιήσατε δικαιοσύνην ενώπιον αυτού· τις γινώσκει ει θελήσει υμάς και ποιήσει ελεημοσύνην υμίν; 7 τον Θεόν μου υψώ και η ψυχή μου τον βασιλέα του ουρανού και αγαλλιάσεται την μεγαλωσύνην αυτού. 8 λεγέτωσαν πάντες και εξομολογείσθωσαν αυτω εν Ιεροσολύμοις· 9 Ιεροσόλυμα πόλις αγία, μαστιγώσει επί τα έργα των υιών σου και πάλιν ελεήσει τους υιούς των δικαίων. 10 εξομολογού τω Κυρίω αγαθώς και ευλόγει τον βασιλέα των αιώνων, ίνα πάλιν η σκηνή αυτού οικοδομηθή εν σοί μετά χαράς, και ευφράναι εν σοί τους αιχμαλώτους και αγαπήσαι εν σοί τους ταλαιπώρους εις πάσας τας γενεάς του αιώνος. 11 έθνη πολλά μακρόθεν ήξει προς το όνομα Κυρίου του Θεού δώρα εν χερσίν έχοντες και δώρα τω βασιλεί του ουρανού, γενεαί γενεών δώσουσί σοι αγαλλίαμα. 12 επικατάρατοι πάντες οι μισούντές σε, ευλογημένοι έσονται πάντες οι αγαπώντές σε εις τον αιώνα. 13 χάρηθι και αγαλλίασαι επί τοις υιοίς των δικαίων, ότι συναχθήσονται και ευλογήσουσι τον Κύριον των δικαίων. 14 ω μακάριοι οι αγαπώντές σε, χαρήσονται επί τη ειρήνη σου. μακάριοι όσοι ελυπήθησαν επί πάσαις ταις μάστιξί σου, ότι επί σοί χαρήσονται θεασάμενοι πάσαν την δόξαν σου και ευφρανθήσονται εις τον αιώνα. 15 η ψυχή μου ευλογείτω τον Θεόν τον βασιλέα τον μέγαν, 16 ότι οικοδομηθήσεται Ιερουσαλήμ σαπφείρω και σμαράγδω και λίθω εντίμω τα τείχη σου και οι πύργοι και οι προμαχώνες εν χρυσίω καθαρω, 17 και αι πλατείαι Ιερουσαλήμ εν βηρύλλω και άνθρακι και λίθω εκ Σουφείρ ψηφολογηθήσονται. 18 και ερούσι πάσαι αι ρύμαι αυτής, αλληλούϊα και αινέσουσι λέγοντες· ευλογητός ο Θεός, ος ύψωσε πάντας τους αιώνας».

 ΤΩΒΙΤ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΚΑΙ επαύσατο εξομολογούμενος Τωβίτ. 2 και ην ετών πεντηκονταοκτώ, ότε απώλεσε τας όψεις, και μετά έτη οκτώ ανέβλεψε. και εποίει ελεημοσύνας και προσέθετο φοβείσθαι Κύριον τον Θεόν και εξωμολογείτο αυτω. 3 μεγάλως δε εγήρασε· και εκάλεσε τον υιόν αυτού και τους υιούς αυτού και είπεν αυτω· τέκνον, λάβε τους υιούς σου· ιδού γεγήρακα και προς το αποτρέχειν εκ του ζήν ειμι. 4 άπελθε εις την Μηδίαν, τέκνον, ότι πέπεισμαι όσα ελάλησεν Ιωνάς ο προφήτης περί Νινευή, ότι καταστραφήσεται, εν δε τη Μηδία έσται ειρήνη μάλλον έως καιρού, και ότι οι αδελφοί ημών εν τη γη σκορπισθήσονται από της αγαθής γης, και Ιεροσόλυμα έσται έρημος, και ο οίκος του Θεού εν αυτη κατακαήσεται και έρημος έσται μέχρι χρόνου. 5 και πάλιν ελεήσει αυτούς ο Θεός και επιστρέψει αυτούς εις την γην, και οικοδομήσουσι τον οίκον, ουχ οίος ο πρότερος, έως πληρωθώσι καιροί του αιώνος. και μετά ταύτα επιστρέψουσιν εκ των αιχμαλωσιών και οικοδομήσουσιν Ιερουσαλήμ εντίμως, και ο οίκος του Θεού εν αυτη οικοδομηθήσεται εις πάσας τας γενεάς του αιώνος οικοδομή ενδόξω, καθώς ελάλησαν περί αυτής οι προφήται. 6 και πάντα τα έθνη επιστρέψουσιν αληθινώς φοβείσθαι Κύριον τον Θεόν και κατορύξουσι τα είδωλα αυτών, και ευλογήσουσι πάντα τα έθνη Κύριον. 7 και ο λαός αυτού εξομολογήσεται τω Θεω, και υψώσει Κύριος τον λαόν αυτού, και χαρήσονται πάντες οι αγαπώντες Κύριον τον Θεόν εν αληθεία και δικαιοσύνη, ποιούντες έλεος τοις αδελφοίς ημών. 8 και νυν, τέκνον, άπελθε από Νινευή, ότι πάντως έσται α ελάλησεν ο προφήτης Ιωνάς. 9 συ δε τήρησον τον νόμον και τα προστάγματα και γενού φιλελεήμων και δίκαιος, ίνα σοι καλώς ή. και θάψον με καλώς και την μητέρα σου μετ ‘ εμού, και μηκέτι αυλισθήτε εις Νινευή. 10 τέκνον, ιδέ τι εποίησεν Αμάν Αχιαχάρω τω θρέψαντι αυτόν, ως εκ του φωτός ήγαγεν αυτόν εις το σκότος, και όσα ανταπέδωκεν αυτω· και Αχιάχαρος μεν εσώθη, εκείνω δε το ανταπόδομα επεδόθη, και αυτός κατέβη εις το σκότος. Μανασσής εποίησεν ελεημοσύνην και εσώθη εκ παγίδος θανάτου, ης έπηξεν αυτω, Αμάν δε ενέπεσεν εις την παγίδα και απώλετο. 11 και νυν, παιδία, ίδετε τι ελεημοσύνη ποιεί, και τι δικαιοσύνη ρύεται. και ταύτα αυτού λέγοντος, εξέλιπεν η ψυχή αυτού επί της κλίνης· ην δε ετών εκατόν πεντηκονταοκτώ, και έθαψαν αυτόν ενδόξως. 12 και ότε απέθανεν Άννα, έθαψεν αυτήν μετά του πατρός αυτού, απήλθε δε Τωβίας μετά της γυναικός αυτού και των υιών αυτού εις Εκβάτανα προς Ραγουήλ τον πενθερόν αυτού, 13 και εγήρασεν εντίμως και έθαψε τους πενθερούς αυτού ενδόξως και εκληρονόμησε την ουσίαν αυτών και Τωβίτ του πατρός αυτού. 14 και απέθανεν ετών εκατόν εικοσιεπτά εν Εκβατάνοις της Μηδίας. 15 και ήκουσε πριν ή αποθανείν αυτόν την απώλειαν Νινευή, ην ηχμαλώτισε Ναβουχοδονόσορ και Ασύηρος, και εχάρη προ του αποθανείν επί Νινευή.

 ΚΑΤΑ ΤΟΥΣ ΚΩΔΙΚΕΣ Β' ΚΑΙ Α


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.