Τρίτη, 27 Νοεμβρίου 2012

Β΄ Μακκαβαίων



Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΤΟΙΣ αδελφοίς τοις κατ ‘ Αίγυπτον Ιουδαίοις χαίρειν. οι αδελφοί οι εν Ιεροσολύμοις Ιουδαίοι και οι εν τη χώρα της Ιουδαίας ειρήνην αγαθήν· 2 και αγαθοποιήσαι υμίν ο Θεός και μνησθείη της διαθήκης αυτού της προς Αβραάμ και Ισαάκ και Ιακώβ των δούλων αυτού των πιστών· 3 και δώη υμίν καρδίαν πάσιν εις το σέβεσθαι αυτόν και ποιείν αυτού τα θελήματα καρδία μεγάλη και ψυχή βουλομένη· 4 και διανοίξαι την καρδίαν υμών εν τω νόμω αυτού και εν τοις προστάγμασι και ειρήνην ποιήσαι 5 και επακούσαι υμών των δεήσεων και καταλλαγείη υμίν και μη υμάς εγκαταλίποι εν καιρω πονηρω. 6 και νυν ώδέ εσμεν προσευχόμενοι περί υμών. 7 βασιλεύοντος Δημητρίου έτους εκατοστού εξηκοστού ενάτου, ημείς οι Ιουδαίοι γεγράφαμεν υμίν εν τη θλίψει και εν τη ακμή τη επελθούση ημίν εν τοις έτεσι τούτοις, αφ ‘ ου απέστη Ιάσων και οι μετ ‘ αυτού από της αγίας γης και της βασιλείας 8 και ενεπύρισαν τον πυλώνα και εξέχεαν αίμα αθωον· και εδεήθημεν του Κυρίου και εισηκούσθημεν και προσηνέγκαμεν θυσίαν και σεμίδαλιν και εξήψαμεν τους λύχνους και προεθήκαμεν τους άρτους. 9 και νυν ίνα άγητε τας ημέρας της σκηνοπηγίας του Χασελεύ μηνός. έτους εκατοστού ογδοηκοστού και ογδόού.


 10 «Οι εν Ιεροσολύμοις και οι εν τη Ιουδαία και η γερουσία και Ιούδας Αριστοβούλω διδασκάλω Πτολεμαίου του βασιλέως, όντι δε από του των χριστών ιερέων γένους, και τοις εν Αιγύπτω Ιουδαίοις χαίρειν και υγιαίνειν. 11 εκ μεγάλων κινδύνων υπό του Θεού σεσωσμένοι μεγάλως ευχαριστούμεν αυτω, ως αν προς βασιλέα παρατασσόμενοι· 12 αυτός γαρ εξέβρασε τους παραταξαμένους εν τη αγία πόλει. 13 εις γαρ την Περσίδα γενόμενος ο ηγεμών και ο περί αυτόν ανυπόστατος δοκούσα είναι δύναμις, κατεκόπησαν εν τω της Ναναίας ιερω, παραλογισμω χρησαμένων των περί την Ναναίαν ιερέων. 14 ως γαρ συνοικήσων αυτη παρεγένετο εις τον τόπον ό τε Αντίοχος και οι συν αυτω φίλοι χάριν του λαβείν τα χρήματα εις φερνής λόγον· 15 και προθέντων αυτά των ιερέων της Ναναίας κακείνου προσελθόντος μετ ‘ ολίγων εις τον περίβολον του τεμένους, συγκλείσαντες, το ιερόν, ως εισήλθεν Αντίοχος, 16 ανοίξαντες την του φατνώματος κρυπτήν θύραν, βάλοντες πέτρους συνεκεραύνωσαν τον ηγεμόνα και μέλη ποιήσαντες και τας κεφαλάς αφελόντες τοις έξω παρέρριψαν. 17 κατά πάντα ευλογητός ημών ο Θεός, ος παρέδωκε τους ασεβήσαντας. 18 μέλλοντες ουν άγειν εν τω Χασελεύ πέμπτη και εικάδι τον καθαρισμόν του ιερού, δέον ηγησάμεθα διασαφήσαι υμίν, ίνα και αυτοί άγητε της σκηνοπηγίας και του πυρός, ότε Νεεμίας οικοδομήσας το τε ιερόν και το θυσιαστήριον ανήνεγκε θυσίαν. 19 και γαρ ότε εις την Περσικήν ήγοντο οι πατέρες ημών, οι τότε ευσεβείς ιερείς λαβόντες από του πυρός του θυσιαστηρίου λαθραίως, κατέκρυψαν εν κοιλώματι φρέατος τάξιν έχοντος ανύδρου, εν ω κατησφαλίσαντο ωστε πάσιν άγνωστον είναι τον τόπον. 20 διελθόντων δε ετών ικανών, ότε έδοξε τω Θεω, αποσταλείς Νεεμίας υπό του βασιλέως της Περσίδος τους εκγόνους των ιερέων των αποκρυψάντων έπεμψεν επί το πυρ· ως δε διεσάφησαν ημίν μη ευρηκέναι πυρ, αλλά ύδωρ παχύ, 21 εκέλευσεν αυτούς αποβάψαντας φέρειν. ως δε ανηνέχθη τα των θυσιών, εκέλευσε τους ιερείς Νεεμίας επιρράναι τω ύδατι τα τε ξύλα και τα επικείμενα. 22 ως δε εγένετο τούτο και χρόνος διήλθεν ό τε ήλιος ανέλαμψε, πρότερον επινεφής ων, ανήφθη πυρά μεγάλη ωστε θαυμάσαι πάντας. 23 προσευχήν δε εποιήσαντο οι ιερείς δαπανωμένης της θυσίας, οί τε ιερείς και πάντες, καταρχομένου Ιωνάθου, των δε λοιπών επιφωνούντων ως Νεεμίου. 24 ην δε η προσευχή τον τρόπον έχουσα τούτον· Κύριε Κύριε ο Θεός ο πάντων κτίστης, ο φοβερός και ισχυρός και δίκαιος και ελεήμων, ο μόνος βασιλεύς και χρηστός, 25 ο μόνος χορηγός, ο μόνος δίκαιος και παντοκράτωρ και αιώνιος, ο διασώζων τον Ισραήλ εκ παντός κακού, ο ποιήσας τους πατέρας εκλεκτούς και αγιάσας αυτούς, 26 πρόσδεξαι την θυσίαν υπέρ παντός του λαού σου Ισραήλ και διαφύλαξον την μερίδα σου και καθαγίασον. 27 επισυνάγαγε την διασποράν ημών, ελευθέρωσον τους δουλεύοντας εν τοις έθνεσι, τους εξουθενημένους και βδελυκτούς έπιδε, και γνώτωσαν τα έθνη, ότι συ ει ο Θεός ημών. 28 βασάνισον τους καταδυναστεύοντας και εξυβρίζοντας εν υπερηφανία. 29 καταφύτευσον τον λαόν σου εις τον τόπον τον άγιόν σου, καθώς είπε Μωυσής. 30 οι δε ιερείς επέψαλλον τους ύμνους. 31 καθώς δε ανηλώθη τα της θυσίας και το περιλειπόμενον ύδωρ, ο Νεεμίας εκέλευσε λίθους μείζονας κατασχείν. 32 ως δε τούτο εγενήθη, φλόξ ανήφθη· του δε από του θυσιαστηρίου αντιλάμψαντος φωτός εδαπανήθη. 33 ως δε φανερόν εγενήθη το πράγμα, και διηγγέλη τω βασιλεί των Περσών ότι εις τον τόπον, ου το πυρ απέκρυψαν οι μεταχθέντες ιερείς το ύδωρ εφάνη, αφ ‘ ου και οι περί τον Νεεμίαν ήγνισαν τα της θυσίας, 34 περιφράξας δε ο βασιλεύς ιερόν εποίησε, δοκιμάσας το πράγμα. 35 και οίς εχαρίζετο ο βασιλεύς πολλά διάφορα ελάμβανε και μετεδίδου. 36 προσηγόρευσαν δε οι περί τον Νεεμίαν τούτο νέφθαρ, ό διερμηνεύεται Καθαρισμός· καλείται δε παρά τοις πολλοίς Νεφθαεί.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΕΥΡΙΣΚΕΤΑΙ δε εν ταις απογραφαίς Ιερεμίας ο προφήτης ότι εκέλευσε του πυρός λαβείν τους μεταγινομένους, ως σεσήμανται, 2 και ως ενετείλατο τοις μεταγενομένοις ο προφήτης, δούς αυτοίς τον νόμον, ίνα μη επιλάθωνται των προσταγμάτων του Κυρίου και ίνα μη αποπλανηθώσι ταις διανοίαις βλέποντες αγάλματα χρυσά και αργυρά και τον περί αυτά κόσμον· 3 και έτερα τοιαύτα λέγων παρεκάλει μη αποστήναι τον νόμον από της καρδίας αυτών. 4 ην δεν εν τη γραφή ως την σκηνήν και την κιβωτόν εκέλευσεν ο προφήτης χρηματισμού γενηθέντος αυτω συνακολουθείν· ως δε εξήλθεν εις το όρος, ου ο Μωυσής αναβάς εθεάσατο την του Θεού κληρονομίαν. 5 και ελθών ο Ιερεμίας εύρεν οίκον αντρώδη και την σκηνήν και την κιβωτόν και το θυσιαστήριον του θυμιάματος εισήνεγκεν εκεί και την θύραν ενέφραξε. 6 και προσελθόντες τινές των συνακολουθούντων ωστε επισημήνασθαι την οδόν και ουκ ηδυνήθησαν ευρείν. 7 ως δε ο Ιερεμίας έγνω, μεμψάμενος αυτοίς είπεν ότι και άγνωστος ο τόπος έσται, έως αν συναγάγη ο Θεός επισυναγωγήν του λαού και ίλεως γένηται· 8 και τότε ο Κύριος αναδείξει ταύτα, και οφθήσεται η δόξα του Κυρίου και η νεφέλη, ως και επί Μωυσή εδηλούτο, ως και ο Σαλωμών ηξίωσεν ίνα ο τόπος καθαγιασθή μεγάλως. 9 διεσαφείτο δε και ως σοφίαν έχων ανήνεγκε θυσίαν εγκαινισμού και της τελειώσεως του ιερού. 10 καθώς και Μωυσής προσηύξατο προς Κύριον, και κατέβη πυρ εκ του ουρανού και τα της θυσίας εδαπάνησεν, ούτως και Σαλαμών προσηύξατο, και καταβάν το πυρ ανήλωσε τα ολοκαυτώματα. 11 και είπε Μωυσής· δια το μη βεβρώσθαι το περί της αμαρτίας, ανηλώθη. 12 ωσαύτως και ο Σαλωμών τας οκτώ ημέρας ήγαγεν. 13 εξηγούντο δε και εν ταις αναγραφαίς και εν τοις υπομνηματισμοίς τοις κατά τον Νεεμίαν τα αυτά και ως καταβαλλόμενος βιβλιοθήκην επισυνήγαγε τα περί των βασιλέων και προφητών και τα του Δαυίδ και επιστολάς βασιλέων περί αναθεμάτων. 14 ωσαύτως δε και Ιούδας τα διαπεπτωκότα δια τον πόλεμον τον γεγονότα ημίν επισυνήγαγε πάντα, και έστι παρ ‘ ημίν· 15 ων ουν εάν χρείαν έχητε τους αποκομιούντας υμίν αποστέλλετε.

 16 Μέλλοντες ουν άγειν τον καθαρισμόν εγράψαμεν υμίν· καλώς ουν ποιήσετε άγοντες τας ημέρας. 17 ο δε Θεός ο σώσας τον πάντα λαόν αυτού και αποδούς την κληρονομίαν πάσι και το βασίλειον και το ιεράτευμα και τον αγιασμόν, 18 καθώς επηγγείλατο δια του νόμου· ελπίζομεν γαρ επί τω Θεω ότι ταχέως ημάς ελεήσει και επισυνάξει εκ της υπό τον ουρανόν εις τον άγιον τόπον· εξείλετο γαρ ημάς εκ μεγάλων κακών και τον τόπον εκαθάρισε.

 19 Τα δε κατά τον Ιούδαν τον Μακκαβαίον και τους τούτου αδελφούς και τον του ιερού του μεγάλου καθαρισμόν και τον του βωμού εγκαινισμόν, 20 έτι τε τους προς Αντίοχον τον Επιφανή και τον τούτου υιόν Ευπάτορα πολέμους 21 και τας εξ ουρανού γενομένας επιφανείας τοις υπέρ του Ιουδαϊσμού φιλοτίμως ανδραγαθήσασιν, ωστε την όλην χώραν ολίγους όντας λεηλατείν και τα βάρβαρα πλήθη διώκειν, 22 και το περιβόητον καθ ‘ όλην την οικουμένην ιερόν ανακομίσασθαι και την πόλιν ελευθερώσαι και τους μέλλοντας καταλύεσθαι νόμους επανορθώσαι, του Κυρίου μετά πάσης επιεικείας ιλέω γενομένου αυτοίς, 23 τα υπό Ιάσωνος του Κυρηναίου δεδηλωμένα δε πέντε βιβλίων πειρασόμεθα δι ‘ ενός συντάγματος επιτεμείν. 24 συνορώντες γαρ το χύμα των αριθμών και την ούσαν δυσχέρειαν τοις θέλουσιν εισκυκλείσθαι τοις της ιστορίας διηγήμασι δια το πλήθος της ύλης, 25 εφροντίσαμεν τοις μεν βουλομένοις αναγινώσκειν ψυχαγωγίαν, τοις δε φιλοφρονούσιν εις το δια μνήμης αναλαβείν ευκοπίαν, πάσι δε τοις εντυγχάνουσιν ωφέλειαν. 26 και ημίν μεν τοις την κακοπάθειαν επιδεδεγμένοις της επιτομής ου ράδιον, ιδρώτος δε και αγρυπνίας το πράγμα, 27 καθάπερ τω παρασκευάζοντι συμπόσιον και ζητούντι την ετέρων λυσιτέλειαν ουκ ευχερές μεν, όμως δια την των πολλών ευχαριστίαν ηδέως την κακοπάθειαν υποίσομεν, 28 το με διακριβούν περί εκάστων τω συγγραφεί παραχωρήσαντες, το δε επιπορεύεσθαι τοις υπογραμμοίς της επιτομής διαπονούντες. 29 καθάπερ γαρ της καινής οικίας αρχιτέκτονι της όλης καταβολής φροντιστέον, τω δε εγκαίειν και ζωγραφείν επιχειρούντι τα επιτήδεια προς διακόσμησιν εξεταστέον, ούτω δοκώ και επί ημών. 30 το μεν εμβατεύειν και περίπατον ποιείσθαι λόγον και πολυπραγμονείν εν τοις κατά μέρος τω της ιστορίας αρχηγέτη καθήκει· 31 το δε σύντομον της λέξεως μεταδιώκειν και το εξεργαστικόν της πραγματείας παραιτείσθαι τω την μετάφρασιν ποιουμένω συγχωρητέον. 32 εντεύθεν ουν αρξώμεθα της διηγήσεως, τοις προειρημένοις τοσούτον επιζεύξαντες· εύηθες γαρ το μεν προ της ιστορίας πλεονάζειν, την δε ιστορίαν επιτεμείν.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΤΗΣ αγίας τοίνυν πόλεως κατοικουμένης μετά πάσης ειρήνης και των νόμων έτι κάλλιστα συντηρουμένων δια την ‘Ονίου του αρχιερέως ευσέβειάν τε και μισοπονηρίαν, 2 συνέβαινε και αυτούς τους βασιλείς τιμάν τον τόπον, και το ιερόν αποστολαίς ταις κρατίσταις δοξάζειν, 3 ωστε και Σέλευκον τον της Ασίας βασιλέα χορηγείν εκ των ιδίων προσόδων πάντα τα προς τας λειτουργίας των θυσιών επιβάλλοντα δαπανήματα. 4 Σίμων δε τις εκ της Βενιαμίν φυλής προστάτης του ιερού καθεσταμένος διηνέχθη τω αρχιερεί περί της κατά την πόλιν αγορανομίας· 5 και νικήσαι τον ‘Ονίαν μη δυνάμενος, ήλθε προς Απολλώνιον Θρασαίου τον κατ ‘ εκείνον το καιρόν Κοίλης Συρίας και Φοινίκης στρατηγόν 6 και προσήγγειλε περί του χρημάτων αμυθήτων γέμειν το εν Ιεροσολύμοις γαζοφυλάκιον, ωστε το πλήθος των διαφόρων εναρίθμητον είναι, και μη προσήκειν αυτά προς τον των θυσιών λόγον, είναι δε δυνατόν υπό την του βασιλέως εξουσίαν πεσείν άπαντα ταύτα. 7 συμμείξας δε ο Απολλώνιος τω βασιλεί περί των μηνυθέντων αυτω χρημάτων ενεφάνισεν· ο δε προχειρισάμενος Ηλιόδωρον τον επί των πραγμάτων απέστειλε δούς εντολάς την των προειρημένων χρημάτων εκκομιδήν ποιήσασθαι. 8 ευθέως δε ο Ηλιόδωρος εποιείτο την πορείαν, τη μεν εμφάσει ως τας κατά Κοίλην Συρίαν και Φοινίκην πόλεις εφοδεύσων, τω πράγματι δε την του βασιλέως πρόθεσιν επιτελέσων. 9 παραγενηθείς δε εις Ιεροσόλυμα και φιλοφρόνως υπό του αρχιερέως της πόλεως αποδεχθείς, ανέθετο περί του γεγονότος εμφανισμού, και τίνος ένεκεν πάρεστι διεσάφησεν· επυνθάνετο δε, ει ταις αληθείας ταύτα ούτως έχοντα τυγχάνει. 10 του δε αρχιερέως υποδείξαντος παραθήκας είναι χηρών τε και ορφανών, 11 τινά δε και Υρκανού του Τωβίου σφόδρα ανδρός εν υπεροχή κειμένου -ουχ ωσπερ ην διαβάλλων ο δυσεβής Σίμων- τα δε πάντα αργυρίου τετρακόσια τάλαντα, χρυσίου δε διακόσια· 12 αδικηθήναι δε τους πεπιστευκότας τη του τόπου αγιωσύνη και τη του τετιμημένου κατά τον σύμπαντα κόσμον ιερού σεμνότητι και ασυλία παντελώς αμήχανον είναι. 13 ο δε Ηλιόδωρος, δι ‘ ας είχε βασιλικάς εντολάς, πάντως έλεγεν εις το βασιλικόν αναληπτέα ταύτα είναι. 14 ταξάμενος δε ημέραν εισήει την περί τούτων επίσκεψιν οικονομήσων· ην δε ου μικρά καθ ‘ όλην την πόλιν αγωνία. 15 οι δε ιερείς προ του θυσιαστηρίου εν ταις ιερατικαίς στολαίς ρίψαντες εαυτούς, επεκαλούντο εις ουρανόν τον περί παραθήκης νομοθετήσαντα τοις παρακαταθεμένοις ταύτα σωα διαφυλάξαι. 16 ην δε ορώντα την του αρχιερέως ιδέαν τιτρώσκεσθαι την διάνοιαν· η γαρ όψις και το της χρόας παρηλλαγμένον ενέφαινε την κατά ψυχήν αγωνίαν. 17 περιεκέχυτο γαρ περί τον άνδρα δέος τι και φρικασμός σώματος, δι ‘ ων πρόδηλον εγίνετο τοις θεωρούσι το κατά καρδίαν ενεστός άλγος. 18 οι δε εκ των οικιών αγεληδόν εξεπήδων επί πάνδημον ικετείαν, δια το μέλλειν εις καταφρόνησιν έρχεσθαι τον τόπον. 19 υπεζωσμέναι δε υπό τους μαστούς αι γυναίκες σάκκους κατά τας οδούς επλήθυον· αι δε κατάκλειστοι των παρθένων, αι μεν συνέτρεχον επί τους πυλώνας, αι δε επί τα τείχη, τινές δε δια των θυρίδων διεξέκυπτον· 20 πάσαι δε προτείνουσαι τας χείρας εις τον ουρανόν εποιούντο την λιτανείαν· 21 ελεείν δ ‘ ην την του πλήθους παμμιγή πρόπτωσιν την τε του μεγάλου διαγωνιώντος αρχιερέως προσδοκίαν. 22 οι μεν ουν επεκαλούντο τον παντοκράτορα Θεόν τα πεπιστευμένα τοις πεπιστευκόσι σώα διαφυλάσσειν μετά πάσης ασφαλείας, 23 ο δε Ηλιόδωρος το διεγνωσμένον επετέλει. 24 αυτόθι δε αυτού συν τοις δορυφόροις κατά το γαζοφυλάκιον ήδη παρόντος, ο των πατέρων Κύριος και πάσης εξουσίας δυνάστης επιφάνειαν μεγάλην εποίησεν, ωστε πάντας τους κατοτολμήσαντας συνελθείν, καταπλαγέντας την του Θεού δύναμιν, εις έκλυσιν και δειλίαν τραπήναι. 25 ώφθη γαρ τις ίππος αυτοίς φοβερόν έχων τον επιβάτην και καλλίστη σαγή διακεκοσμημένος, φερόμενος δε ρύδην ενέσεισε τω Ηλιοδώρω τας εμπροσθίους οπλάς· ο δε επικαθήμενος εφαίνετο χρυσήν πανοπλίαν έχων. 26 έτεροι δε δύο προεφάνησαν αυτω νεανίαι τη ρώμη μεν εκπρεπείς, κάλλιστοι δε τη δόξη, διαπρεπείς δε την περιβολήν, οί και παραστάντες εξ εκατέρου μέρους εμαστίγουν αυτόν αδιαλείπτως, πολλάς επιρριπτούντες αυτω πληγάς. 27 άφνω δε πεσόντα προς την γην και πολλω σκότει περιχυθέντα συναρπάσαντες και εις φορείον ενθέντες 28 τον άρτι μετά πολλής παραδρομής και πάσης δορυφορίας εις το προειρημένον εισελθόντα γαζοφυλάκιον έφερον αβοήθητον εαυτω καθεστώτα, φανερώς την του Θεού δυναστείαν επεγνωκότες. 29 και ο μεν δια την θείαν ενέργειαν άφωνος και πάσης εστερημένος ελπίδος και σωτηρίας έρριπτο, 30 οι δε τον Κύριον ευλόγουν τον παραδοξάζοντα τον εαυτού τόπον, και το μικρω πρότερον δέους και ταραχής γέμον ιερόν του παντοκράτορος επιφανέντος Κυρίου χαράς και ευφροσύνης επεπλήρωτο. 31 ταχύ δε τινες των του Ηλιοδώρου συνήθων ηξίουν τον ‘Ονίαν επικαλέσασθαι τον Ύψιστον και το ζήν χαρίσασθαι τω παντελώς εν εσχάτη πνοή κειμένω. 32 ύποπτος δε γενόμενος ο αρχιερεύς, μήποτε διάληψιν ο βασιλεύς σχή κακουργίαν τινά περί τον Ηλιόδωρον υπό των Ιουδαίων συντετελέσθαι, προσήγαγε θυσίαν υπέρ της του ανδρός σωτηρίας. 33 ποιουμένου δε του αρχιερέως τον ιλασμόν, οι αυτοί νεανίαι πάλιν ενεφάνησαν τω Ηλιοδώρω εν ταις αυταίς εσθήσεσιν εστολισμένοι και στάντες είπον· πολλάς τω ‘Ονία τω αρχιερεί χάριτας έχε, δια γαρ αυτόν σοι κεχάρισται το ζήν ο Κύριος· 34 συ δε υπ ‘ αυτού μεμαστιγωμένος διάγγελλε πάσι το μεγαλείον του Θεού κράτος. ταύτα δε ειπόντες αφανείς εγένοντο. 35 ο δε Ηλιόδωρος θυσίαν ανενέγκας τω Κυρίω και ευχάς μεγίστας ευξάμενος τω το ζήν περιποιήσαντι και τον ‘Ονίαν αποδεξάμενος, ανεστρατοπέδευσε προς τον βασιλέα. 36 εξεμαρτύρει δε πάσιν άπερ ην υπ ‘ όψιν τεθεαμένος έργα του μεγίστου Θεού. 37 του δε βασιλέως επερωτήσαντος τον Ηλιόδωρον ποίός τις είη επιτήδειος έτι άπαξ διαπεμφθήναι εις Ιεροσόλυμα, έφησεν· 38 ει τινα έχεις πολέμιον ή πραγμάτων επίβουλον, πέμψον αυτόν εκεί, και μεμαστιγωμένον αυτόν προσδέξη, εάν περ και διασωθείη, δια το περί τον τόπον αληθώς είναί τινα Θεού δύναμιν· 39 αυτός γαρ ο την κατοικίαν επουράνιον έχων, επόπτης εστί και βοηθός εκείνου του τόπου και τους παραγινομένους επί κακώσει τύπτων απόλλυσι. 40 και τα μεν κατά Ηλιόδωρον και την του γαζοφυλακίου τήρησιν ούτως εχώρησεν.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 Ο δε προειρημένος Σίμων, ο των χρημάτων και της πατρίδος ενδείκτης γεγονώς, εκακολόγει τον ‘Ονίαν, ως αυτός τε είη τον Ηλιόδωρον επισεσεικώς και των κακών δημιουργός καθεστηκώς, 2 και τον ευεργέτην της πόλεως και τον κηδεμόνα των ομοεθνών και ζηλωτήν των νόμων επίβουλον των πραγμάτων ετόλμα λέγειν. 3 της δε έχθρας επί τοσούτον προβαινούσης, ωστε και δια τινος των υπό του Σίμωνος δεδοκιμασμένων φόνους συντελείσθαι, 4 συνορών ο ‘Ονίας το χαλεπόν της φιλονεικίας και Απολλώνιον τον Μενεσθέως τον Κοίλης Συρίας και Φοινίκης στρατηγόν συναύξοντα την κακίαν του Σίμωνος, 5 προς τον βασιλέα διεκομίσθη ου γινόμενος των πολιτών κατήγορος, το δε συμφέρον κοινή και κατ ‘ ιδίαν παντί τω πλήθει σκοπών· 6 εώρα γαρ άνευ βασιλικής προνοίας αδύνατον είναι τυχείν ειρήνης έτι τα πράγματα και τον Σίμωνα παύλαν ου ληψόμενον της ανοίας.

 7 Μεταλλάξαντος δε τον βίον Σελεύκου και παραλαβόντος την βασιλείαν Αντιόχου του προσαγορευθέντος Επιφανούς, υπενόθευσεν Ιάσων ο αδελφός ‘Ονίου την αρχιερωσύνην, 8 επαγγειλάμενος τω βασιλεί δι ‘ εντεύξεως αργυρίου τάλαντα εξήκοντα προς τοις τριακοσίοις και προσόδου τινός άλλης τάλαντα ογδοήκοντα. 9 προς δε τούτοις υπισχνείτο και έτερα διαγράψαι πεντήκοντα προς τοις εκατόν, εάν συγχωρηθή δια της εξουσίας αυτού γυμνάσιον και εφηβείον αυτω συστήσασθαι και τους εν Ιεροσολύμοις Αντιοχείς αναγράψαι. 10 επινεύσαντος δε του βασιλέως και της αρχής κρατήσας, ευθέως επί τον Ελληνικόν χαρακτήρα τους ομοφύλους μετήγε 11 και τα κείμενα τοις Ιουδαίοις φιλάνθρωπα βασιλικά δια Ιωάννου του πατρός Ευπολέμου, του ποιησαμένου την πρεσβείαν υπέρ φιλίας και συμμαχίας προς τους Ρωμαίους, παρώσατο. και τας μεν νομίμους καταλύων πολιτείας, παρανόμους εθισμούς εκαίνιζεν· 12 ασμένως γαρ υπ ‘ αυτήν την ακρόπολιν γυμνάσιον καθίδρυσε και τους κρατίστους των εφήβων υποτάσσων υπό πέτασον ήγεν. 13 ην δ ‘ ούτως ακμή τις Ελληνισμού και πρόσβασις αλλοφυλισμού δια την του ασεβούς και ουκ αρχιερέως Ιάσωνος υπερβάλλουσαν αναγνείαν, 14 ωστε μηκέτι περί τας του θυσιαστηρίου λειτουργίας προθύμους είναι τους ιερείς, αλλά του μεν ναού καταφρονούντες και των θυσιών αμελούντες έσπευδον μετέχειν της εν παλαίστρα παρανόμου χορηγίας μετά την του δίσκου πρόκλησιν, 15 και τας μεν πατρώους τιμάς εν ουδενί τιθέμενοι, τας δε Ελληνικάς δόξας καλλίστας ηγούμενοι. 16 ων χάριν περιέσχεν αυτούς χαλεπή περίστασις, και ων εζήλουν τας αγωγάς και καθάπαν ήθελον εξομοιούσθαι, τούτους πολεμίους και τιμωρητάς έσχον· 17 ασεβείν γαρ εις τους θείους νόμους ου ράδιον, αλλά ταύτα ο ακόλουθος καιρός δηλώσει. 18 αγομένου δε πενταετηρικού αγώνος εν Τύρω και του βασιλέως παρόντος, 19 απέστειλεν Ιάσων ο μιαρός θεωρούς από Ιεροσολύμων Αντιοχείς όντας παρακομίζοντας αργυρίου δραχμάς τριακοσίας εις την του Ηρακλέους θυσίαν, ας και ηξίωσαν οι παρακομίσαντες μη χρήσθαι προς θυσίαν δια το μη καθήκειν, εις ετέραν δε καταθέσθαι δαπάνην. 20 έπεσεν ουν ταύτα δια μεν τον αποστείλαντα εις την του Ηρακλέους θυσίαν, ένεκεν δε των παρακομιζόντων εις τας των τριήρων κατασκευάς. 21 αποσταλέντος δε εις Αίγυπτον Απολλωνίου του Μενεσθέως δια τα πρωτοκλίσια Πτολεμαίου του Φιλομήτορος Βασιλέως, μεταλαβών Αντίοχος αλλότριον αυτόν των αυτών γεγονέναι πραγμάτων, της καθ ‘ αυτόν ασφαλείας εφρόντιζεν· όθεν εις Ιόππην παραγενόμενος κατήντησεν εις Ιεροσόλυμα. 22 μεγαλοπρεπώς δε υπό του Ιάσωνος και της πόλεως παραδεχθείς, μετά δαδουχίας και βοών εισπεπόρευται, είθ ‘ ούτως εις την Φοινίκην κατεστρατοπέδευσε. 23 μετά δε τριετή χρόνον απέστειλεν Ιάσων Μενέλαον, τον του προσημαινομένου Σίμωνος αδελφόν, παρακομίζοντα τα χρήματα τω βασιλεί και περί πραγμάτων αναγκαίων υπομνηματισμούς τελέσοντα. 24 ο δε συσταθείς τω βασιλεί και δοξάσας αυτόν τω προσώπω της εξουσίας, εις εαυτόν κατήντησε την αρχιερωσύνην, υπερβαλών τον Ιάσωνα τάλαντα αργυρίου τριακόσια. 25 λαβών δε τας βασιλικάς εντολάς παρεγένετο, της μεν αρχιερωσύνης ουδέν άξιον φέρων, θυμούς δε ωμού τυράννου και θηρός βαρβάρου οργάς έχων. 26 και ο μεν Ιάσων ο τον ίδιον αδελφόν υπονοθεύσας, υπονοθευθείς υφ ‘ ετέρου, φυγάς εις την Αμμανίτιν χώραν συνήλαστο. 27 ο δε Μενέλαος της μεν αρχής εκράτει, των δε επηγγελμένων τω βασιλεί χρημάτων ουδέν ευτάκνει· ποιουμένου δε την απαίτησιν Σωστράτου του της ακροπόλεως επάρχου, 28 προς τούτον γαρ ην η των φόρων πράξις, δι ‘ ην αιτίαν οι δύο υπό του βασιλέως προσεκλήθησαν, 29 και ο μεν Μενέλαος απέλιπε της αρχιερωσύνης διάδοχον Λυσίμαχον τον εαυτού αδελφόν, Σώστρατος δε Κράτητα τον επί των Κυπρίων. 30 τοιούτων δε συνεστηκότων, συνέβη Ταρσείς και Μαλλώτας στασιάζειν δια το Αντιοχίδι τη παλλακή του βασιλέως εν δωρεά δεδόσθαι. 31 θάττον ουν ο βασιλεύς ήκε καταστείλε τα πράγματα, καταλιπών τον διαδεχόμενον Ανδρόνικον των εν αξιώματι κειμένων. 32 νομίσας δε ο Μενέλαος ειληφέναι καιρόν ευφυή, χρυσώματά τινα των του ιερού νοσφισάμενος εχαρίσατο τω Ανδρονίκω και έτερα ετύγχανε πεπρακώς εις τε Τύρον και τας κύκλω πόλεις. 33 α και σαφώς επεγνωκώς ο ‘Ονίας, παρήλεγχεν αποκεχωρηκώς εις άσυλον τόπον επί Δάφνης της προς Αντιόχειαν κειμένης. 34 όθεν ο Μενέλαος λαβών ιδία τον Ανδρόνικον, παρεκάλει χειρώσασθαι τον ‘Ονίαν. ο δε παραγενόμενος επί τον ‘Ονίαν και πεισθείς επί δόλω και δεξιάς μεθ ‘ όρκων δούς, καίπερ εν υποψία κείμενος, έπεισεν εκ του ασύλου προελθείν, ον και παραχρήμα παρέκλεισεν ουκ αιδεσθείς το δίκαιον. 35 δι ‘ ην αιτίαν ου μόνον Ιουδαίοι, πολλοί δε και των άλλων εθνών εδείναζον και εδυσφόρουν επί τω του ανδρός αδίκω φόνω. 36 του δε βασιλέως επανελθόντος από των κατά Κιλικίαν τόπων, ενετύγχανον οι κατά πόλιν Ιουδαίοι, συμμισοπονηρούντων και των Ελλήνων υπέρ του παρά λόγον τον ‘Ονίαν απεκτάνθαι. 37 ψυχικώς ουν ο Αντίοχος επιλυπηθείς και τραπείς εις έλεον και δακρύσας δια την του μετηλλαχότος σωφροσύνην και πολλήν ευταξίαν 38 και πυρωθείς τοις θυμοίς, παραχρήμα την του Ανδρονίκου πορφύραν περιελόμενος και τους χιτώνας περιρρήξας, περιαγαγών καθ ‘ όλην την πόλιν, επ ‘ αυτό τον τόπον, ούπερ εις τον ‘Ονίαν ησέβησεν, εκεί τον μιαιφόνον απεκόσμησε, του Κυρίου την αξία αυτω κόλασιν αποδόντος. 39 γενομένων δε πολλών ιεροσυλυμάτων κατά την πόλιν υπό του Λυσιμάχου μετά της Μενελάου γνώμης και διαδοθείσης έξω της φήμης, επισυνήχθη το πλήθος επί τον Λυσίμαχον, χρυσωμάτων ήδη πολλών διενηνεγμένων. 40 επεγειρομένων δε των όχλων και ταις οργαίς διεμπιπλαμένων, καθοπλίσας ο Λυσίμαχος προς τρισχιλίους, κατήρξατο χειρών αδίκων, προηγησαμένου τινός τυράννου προβεβηκότος την ηλικίαν, ουδέν δε ήττον και την άνοιαν. 41 συνιδόντες δε και την επίθεσιν του Λυσιμάχου, συναρπάσαντες οι μεν πέτρους, οι δε ξύλων πάχη, τινές δε εκ της παρακειμένης σποδού δρασσόμενοι, φύρδην ενετίνασσον εις τους περί τον Λυσίμαχον· 42 δι ‘ ην αιτίαν πολλούς μεν αυτών τραυματίας εποίησαν, τινάς δε και κατέβαλον, πάντας δε εις φυγήν συνήλασαν, αυτόν δε τον ιερόσυλον παρά το γαζοφυλάκιον εχειρώσαντο. 43 περί δε τούτων ενέστη κρίσις προς τον Μενέλαον. 44 καταντήσαντος δε του βασιλέως εις Τύρον, επ ‘ αυτού την δικαιολογίαν εποιήσαντο οι πεμφθέντες άνδρες τρεις υπό της γερουσίας. 45 ήδη δε λελειμμένος ο Μενέλαος επηγγείλατο χρήματα ικανά τω Πτολεμαίω τω Δορυμένους προς το πείσαι τον βασιλέα. 46 όθεν απολαβών ο Πτολεμαίος εις τι περίστυλον ως αναψύξοντα τον βασιλέα μετέθηκε, 47 και τον μεν της όλης κακίας Μενέλαον απέλυσε των κατηγορημάτων, τοις δε ταλαιπώροις, οίτινες, ει και επί Σκυθών έλεγον, απελύθησαν αν ακατάγνωστοι, τούτοις θάνατον επέκρινε. 48 ταχέως ουν την άδικον ζημίαν υπέσχον οι υπέρ πόλεως και δήμων και των ιερών σκευών προαγορεύσαντες. 49 δι ‘ ην αιτίαν και Τύριοι μισοπονηρήσαντες τα προς την κηδείαν αυτών μεγαλοπρεπώς εχορήγησαν. 50 ο δε Μενέλαος δια τας των κρατούντων πλεονεξίας έμενεν επί της αρχής επιφυόμενος τη κακία, μέγας των πολιτών επίβουλος καθεστώς.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 Περί δε τον καιρόν τούτον την δευτέραν έφοδον ο Αντίοχος εις Αίγυπτον εστείλατο. 2 συνέβη δε καθ ‘ όλην την πόλιν σχεδόν εφ ‘ ημέρας τεσσαράκοντα φαίνεσθαι δια του αέρος τρέχοντας ιππείς διαχρύσους στολάς έχοντας και λόγχας σπειρηδόν εξωπλισμένους 3 και ίλας ίππων διατεταγμένας και προσβολάς γινομένας και καταδρομάς εκατέρων και ασπίδων κινήσεις και καμάκων πλήθη και μαχαιρών σπασμούς και βελών βολάς και χρυσών κόσμων εκλάμψεις και παντοίους θωρακισμούς. 4 διό πάντες ηξίουν επ ‘ αγαθω την επιφάνειαν γενέσθαι. 5 γενομένης δε λαλιάς ψευδούς ως μετηλλαχότος τον βίον Αντιόχου παραλαβών ο Ιάσων ουκ ελάττους των χιλίων, αιφνιδίως επί την πόλιν συνετελέσατο επίθεσιν· των δε επί τω τείχει συνελασθέντων και τέλος ήδη καταλαμβανομένης της πόλεως, ο Μενέλαος εις την ακρόπολιν εφυγάδευσεν. 6 ο δε Ιάσων εποιείτο σφαγάς των πολιτών των ιδίων αφειδώς, ου συννοών την εις τους συγγενείς ευημερίαν δυσημερίαν είναι την μεγίστην· δοκών δε πολεμίων και ουχ ομοεθνών τρόπαια καταβάλλεσθαι, 7 της μεν αρχής ουκ εκράτησε, το δε τέλος της επιβουλής αισχύνην λαβών, φυγάς πάλιν εις την Αμμανίτιν απήλθε. 8 πέρας ουν κακής αναστροφής έτυχεν εγκλεισθείς προς Αρέταν τον των Αράβων τύρρανον, πόλιν εκ πόλεως φεύγων, διωκόμενος υπό πάντων και στυγούμενος ως των νόμων αποστάτης και βδελυσσόμενος ως πατρίδος και πολιτών δήμιος, εις Αίγυπτον εξεβράσθη. 9 και ο συχνούς της πατρίδος αποξενώσας επί ξένης απώλετο προς Λακεδαιμονίους αναχθείς ως δια την συγγένειαν τευξόμενος σκέπης. 10 και ο πλήθος ατάφων εκρίψας απένθητος εγενήθη και κηδείας ουδ ‘ ηστινοσούν ούτε πατρώου τάφου μετέσχε.

 11 Προσπεσόντων δε τω βασιλεί περί των γεγονότων διέλαβεν αποστατείν την Ιουδαίαν. όθεν αναζεύξας εξ Αιγύπτου τεθηριωμένος τη ψυχή, έλαβε την μεν πόλιν δορυάλωτον, 12 και εκέλευσε τοις στρατιώταις κόπτειν αφειδώς τους εμπίπτοντας και τους εις τας οικίας αναβαίνοντας κατασφάζειν. 13 εγίνοντο δε νέων και πρεσβυτέρων αναιρέσεις, ανδρών τε και γυναικών και τέκνων αφανισμός, παρθένων τε και νηπίων σφαγαί. 14 οκτώ δε μυριάδες εν ταις πάσαις ημέραις τρισί κατεφθάρησαν· τέσσαρες μεν εκ χειρών νομαίς, ουχ ήττον δε των εσφαγμένων επράθησαν. 15 και ουκ αρκεσθείς δε τούτοις κατετόλμησεν εις το πάσης της γης αγιώτατον ιερόν εισελθείν, οδηγόν έχων τον Μενέλαον, τον και των νόμων και της πατρίδος προδότην γεγονότα 16 και ταις μιαραίς χερσί τα ιερά σκεύη λαμβάνων και τα υπ ‘ άλλων βασιλέων ανατεθέντα προς αύξησιν και δόξαν του τόπου και τιμήν ταις βεβήλοις χερσί συσσύρων επεδίδου. 17 και εμετεωρίζετο την διάνοιαν ο Αντίοχος, ου συνορών ότι δια τας αμαρτίας των την πόλιν οικούντων απώργισται βραχέως ο Δεσπότης, διό γέγονε περί τον τόπον παρόρασις. 18 ει δε μη συνέβαινε προσενέχεσθαι πολλοίς αμαρτήμασι, καθάπερ ο Ηλιόδωρος ο πεμφθείς υπό Σελεύκου του βασιλέως επί την επίσκεψιν του γαζοφυλακίου, ούτος προαχθείς παραχρήμα μαστιγωθείς ανετράπη του θράσους.19 αλλ ‘ ου δια τον τόπον το έθνος, αλλά δια το έθνος τον τόπον ο Κύριος εξελέξατο. 20 διόπερ και αυτός ο τόπος συμμετασχών των του έθνους δυσπετημάτων γενομένων, ύστερον ευεργετημάτων υπό του Κυρίου εκοινώνησε, και ο καταληφθείς εν τη του Παντοκράτορος οργή πάλιν εν τη του μεγάλου Δεσπότου καταλλαγή μετά πάσης δόξης επανωρθώθη. 21 ο γούν Αντίοχος οκτακόσια προς τοις χιλίοις απενεγκάμενος εκ του ιερού τάλαντα θάττον εις Αντιόχειαν εχωρίσθη, οιόμενος από της υπερηφανίας την μεν γην πλωτήν και το πέλαγος πορευτόν θέσθαι δια τον μετεωρισμόν της καρδίας. 22 κατέλιπε δε και επιστάτας του κακούν το γένος, εν μεν Ιεροσολύμοις Φίλιππον το μεν γένος Φρύγα, τον δε τρόπον βαρβαρώτερον έχοντα του καταστήσαντος, 23 εν δε Γαριζίν Ανδρόνικον, προς δε τούτοις Μενέλαον, ος χείριστα των άλλων υπερήρετο τοις πολίταις, απεχθή δε προς τους πολίτας Ιουδαίους έχων διάθεσιν. 24 έπεμψε δε τον μυσάρχην Απολλώνιον μετά στρατεύματος δισμυρίων προς τοις δισχιλίοις, προστάξας τους εν ηλικία πάντας κατασφάξαι, τας δε γυναίκας και νεωτέρους πωλείν. 25 ούτος δε παραγενόμενος εις Ιεροσόλυμα και τον ειρηνικόν υποκριθείς, επέσχεν έως της αγίας ημέρας του σαββάτου και λαβών αργούντας τους Ιουδαίους τοις υφ ‘ εαυτόν εξοπλησίαν παρήγγειλε 26 και τους εξελθόντας πάντας επί την θεωρίαν συνεξεκέντησε και εις την πόλιν συν τοις όπλοις εισδραμών ικανά κατέστρωσε πλήθη.

 27 Ιούδας δε ο Μακκαβαίος δέκατός που γενηθείς και αναχωρήσας εις την έρημον, θηρίων τρόπον εν τοις όρεσι διέζη συν τοις μετ ‘ αυτού, και την χορτώδη τροφήν σιτούμενοι διετέλουν προς το μη μετασχείν του μολυσμού.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΜΕΤ ‘ ου πολύν δε χρόνον εξαπέστειλεν ο βασιλεύς γέροντα Αθηναίον αναγκάζειν τους Ιουδαίους μεταβαίνειν εκ των πατρώων νόμων και τοις του Θεού νόμοις μη πολιτεύεσθαι, 2 μολύναι δε και τον εν Ιεροσολύμοις νεών και προσονομάσαι Διός ‘Ολυμπίου και τον εν Γαριζίν, καθώς ετύγχανον οι τον τόπον οικούντες, Διός Ξενίου. 3 χαλεπή δε και τοις όλοις ην και δυσχερής η επίτασις της κακίας. 4 το μεν γαρ ιερόν ασωτίας και κώμων επεπλήρωτο υπό των εθνών ραθυμούντων μεθ ‘ εταιρών και εν τοις ιεροίς περιβόλοις γυναιξί πλησιαζόντων, έτι δε τα μη καθήκοντα ένδον φερόντων. 5 το δε θυσιαστήριον τοις αποδιεσταλμένοις από των νόμων αθεμίτοις επεπλήρωτο. 6 ην δ ‘ ούτε σαββατίζειν ούτε πατρώους εορτάς διαφυλάττειν ούτε απλώς Ιουδαίον ομολογείν είναι. 7 ήγοντο δε μετά πικράς ανάγκης εις την κατά μήνα του βασιλέως γενέθλιον ημέραν επί σπλαγχνισμόν· γενομένης δε Διονυσίων εορτής ηναγκάζοντο οι Ιουδαίοι κισσούς έχοντες πομπεύειν τω Διονύσω. 8 ψήφισμα δε εξέπεσεν εις τας αστυγείτονας πόλεις Ελληνίδας Πτολεμαίου υποτιθεμένου την αυτήν αγωγήν κατά των Ιουδαίων άγειν και σπλαγνίζειν, 9 τους δε μη προαιρουμένους μεταβαίνειν επί τα Ελληνικά κατασφάζειν. παρήν ουν οράν την ενεστώσαν ταλαιπωρίαν. 10 δύο γαρ γυναίκες ανηνέχθησαν περιτετμηκυίαι τα τέκνα αυτών· τούτων δε εκ των μαστών κρεμάσαντες τα βρέφη και δημοσία περιαγαγόντες αυτάς την πόλιν κατά του τείχους εκρήμνισαν. 11 έτεροι δε πλησίον συνδραμόντες εις τα σπήλαια λεληθότως άγειν την εβδομάδα, μηνυθέντες τω Φιλίππω συνεφλογίσθησαν δια το ευλαβώς έχειν βοηθήσαι εαυτοίς κατά την δόξαν της σεμνοτάτης ημέρας.

 12 Παρακαλώ ουν τους εντυγχάνοντας τηδε τη βίβλω, μη συστέλλεσθαι δια τας συμφοράς, λογίζεσθαι δε τας τιμωρίας μη προς όλεθρον, αλλά προς παιδείαν του γένους ημών είναι· 13 και γαρ το μη πολύν χρόνον εάσθαι τους δυσσεβούντας, αλλ ‘ ευθέως περιπίπτειν επιτιμίοις, μεγάλης ευεργεσίας σημείόν εστιν. 14 ου γαρ καθάπερ και επί των άλλων εθνών αναμένει μακροθυμών ο δεσπότης μέχρι του καταντήσαντας αυτούς προς εκπλήρωσιν αμαρτιών κολάσαι, ούτω και εφ ‘ ημών έκρινεν είναι, 15 ίνα μη προς τέλος αφικομένων ημών των αμαρτιών ύστερον ημάς εκδικά. 16 διόπερ ουδέποτε μεν τον έλεον αυτού αφ ‘ ημών αφίστησι, παιδεύων δε μετά συμφοράς ουκ εγκαταλείπει τον εαυτού λαόν. 17 πλήν έως υπομνήσεως ταύθ ‘ ημίν ειρήσθω· δι ‘ ολίγων δ ‘ ελευστέον επί την διήγησιν.

 18 Ελεάζαρός τις των πρωτευόντων γραμματέων, ανήρ ήδη προβεβηκώς την ηλικίαν και την πρόσοψιν του προσώπου κάλλιστος τυγχάνων, αναχανών ηναγκάζετο φαγείν ύειον κρέας. 19 ο δε τον μετ ‘ ευκλείας θάνατον μάλλον ή τον μετά μύσους βίον αναδεξάμενος, αυθαιρέτως επί το τύμπανον προσήγε, προπτύσας δε 20 καθ ‘ ον έδει τρόπον προσέρχεσθαι τους υπομένοντας αμύνεσθαι, ων ου θέμις γεύσασθαι δια την προς τον ζήν φιλοστοργίαν. 21 οι δε προς τω παρανόμω σπλαγνισμω τεταγμένοι δια την εκ των παλαιών χρόνων προς τον άνδρα γνώσιν απολαβόντες αυτόν κατ ‘ ιδίαν παρεκάλουν ενέγκατα κρέα, οίς καθήκον αυτω χρήσασθαι, δι ‘ αυτού παρασκευασθέντα, υποκριθήναι δε ως εσθίοντα τα υπό του βασιλέως προστεταγμένα των από της θυσίας κρεών, 22 ίνα τούτο πράξας απολυθή του θανάτου και δια την αρχαίαν προς αυτούς φιλίαν τύχη φιλανθρωπίας. 23 ο δε λογισμόν αστείον αναλαβών και άξιον της ηλικίας και της του γήρως υπεροχής και της επικτήτου και επιφανούς πολιάς και της εκ παιδός καλλίστης αναστροφής, μάλλον δε της αγίας και θεοκτίστου νομοθεσίας ακολούθως απεφήνατο, ταχέως λέγων προπέμπειν εις τον άδην. 24 ου γαρ της ημετέρας ηλικίας άξιόν εστιν υποκριθήναι, ίνα πολλοί των νέων υπολαβόντες Ελεάζαρον τον ενενηκονταετή μεταβεβηκέναι εις αλλοφυλισμόν 25 και αυτοί δια την εμήν υπόκρισιν και δια τον μικρόν και ακαριαίον ζήν πλανηθώσι δι ‘ εμέ, και μύσος και κηλίδα του γήρως κατακτήσομαι. 26 ει γαρ και επί του παρόντος εξελούμαι την εξ ανθρώπων τιμωρίαν, αλλά τας του Παντοκράτορος χείρας ούτε ζων ούτε αποθανών εκφεύξομαι. 27 διόπερ ανδρείως μεν νυν διαλλάξας τον βίον του μεν γήρως άξιος φανήσομαι, 28 τοις δε νέοις υπόδειγμα γενναίον καταλελοιπώς εις το προθύμως και γενναίως υπέρ των σεμνών και αγίων νόμων απευθανατίζειν. τοσαύτα δε ειπών επί το τύμπανον ευθέως ήλθε. 29 των δε αγόντων την μικρω πρότερον ευμένειαν προς αυτόν εις δυσμένειαν μεταβαλόντων δια το τους προειρημένους λόγους, ως αυτοί διελάμβανον, απόνοιαν είναι, 30 μέλλων δε ταις πληγαίς τελευτάν, αναστενάξας είπε· τω Κυρίω τω την αγίαν γνώσιν έχοντι φανερόν εστιν ότι δυνάμενος απολυθήναι του θανάτου, σκληράς υποφέρω κατά το σώμα αλγηδόνας μαστιγούμενος, κατά ψυχήν δε ηδέως δια τον αυτού φόβον ταύτα πάσχω. 31 και ούτος ουν τούτον τον τρόπον μετήλλαξεν, ου μόνον τοις νέοις, αλλά και τοις πλείστοις του έθνους τον εαυτού θάνατον υπόδειγμα γεναιότητος και μνημόσυνον αρετής καταλιπών.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΣΥΝΕΒΗ δε και επτά αδελφούς μετά της μητρός συλληφθέντας αναγκάζεσθαι υπό του βασιλέως από των αθεμίτων υείων κρεών εφάπτεσθαι μάστιξι και νευραίς αικιζομένους. 2 εις δε αυτών γενόμενος προήγορος ούτως έφη· τι μέλλεις ερωτάν και μανθάνειν παρ ‘ ημών; έτοιμοι γαρ αποθνήσκειν εσμέν ή παραβαίνειν τους πατρίους νόμους. 3 έκθυμος δε γενόμενος ο βασιλεύς προσέταξε τήγανα και λέβητας εκπυρούν. 4 των δε παραχρήμα εκπυρωθέντων, παραχρήμα τον γενόμενον αυτών προήγορον προσέταξε γλωσσοτομείν και περισκυθίσαντες ακρωτηριάζειν, των λοιπών αδελφών και της μητρός συνορώντων. 5 άχρηστον δε αυτόν τοις όλοις γενόμενον εκέλευσε τη πυρά προσάγειν έμπνουν και τηγανίζειν. της δε ατμίδος εφ ‘ ικανόν διαδιδούσης του τηγάνου, αλλήλους παρεκάλουν συν τη μητρί γενναίως τελευτάν λέγοντες ούτως· 6 ο Κύριος ο Θεός εφορά και ταις αληθείαις εφ' ημίν παρακαλείται, καθάπερ δια της κατά πρόσωπον αντιμαρτυρούσης ωδής διεσάφησε Μωυσής λέγων· και επί τοις δούλοις αυτού παρακληθήσεται. 7 μεταλλάξαντος δε του πρώτου τον τρόπον τούτον, τον δεύτερον ήγον επί τον εμπαιγμόν και το της κεφαλής δέρμα συν ταις θριξί περισύραντες επηρώτων· ει φάγεσαι προ του τιμωρηθήναι το σώμα κατά μέλος; 8 ο δε αποκριθείς τη πατρίω φωνή είπεν· ουχί· διόπερ και ούτος την εξής έλαβε βάσανον ως ο πρώτος. 9 εν εσχάτη δε πνοή γενόμενος είπε· συ μεν αλάστωρ εκ του παρόντος ημάς ζήν απολύεις, ο δε του κόσμου βασιλεύς αποθανόντας ημάς υπέρ των αυτού νόμων εις αιώνιον αναβίωσιν ζωής ημάς αναστήσει. 10 μετά δε τούτον ο τρίτος ενεπαίζετο και την γλώσσαν αιτηθείς ταχέως προέβαλε και τας χείρας ευθαρσώς προέτεινε 11 και γενναίως είπεν· εξ ουρανού ταύτα κέκτημαι και δια τους αυτού νόμους υπερορώ ταύτα και παρ ‘ αυτού ταύτα πάλιν ελπίζω κομίσασθαι· 12 ωστε αυτόν τον βασιλέα και τους συν αυτω εκπλήσσεσθαι την του νεανίσκου ψυχήν, ως εν ουδενί τας αλγηδόνας ετίθετο. 13 και τούτου δε μεταλλάξαντος, τον τέταρτον ωσαύτως εβασάνιζον αικιζόμενοι. 14 και γενόμενος προς το τελευτάν ούτως έφη· αιρετόν μεταλλάσσοντα υπ ‘ ανθρώπων τας υπό του Θεού προσδοκάν ελπίδας πάλιν αναστήσεσθαι υπ ‘ αυτού· σοί μεν γαρ ανάστασις εις ζωήν ουκ έσται. 15 εχομένως δε τον πέμπτον προσάγοντες ηκίζοντο. 16 ο δε προς αυτόν ιδών είπεν· εξουσίαν εν ανθρώποις έχων φθαρτός ων, ό θέλεις ποιείς· μη δόκει δε το γένος ημών υπό του Θεού καταλελείφθαι. 17 συ δε καρτέρει και θεώρει το μεγαλείον αυτού κράτος, ως σε και το σπέρμα σου βασανίσει. 18 μετά δε τούτον ήγον τον έκτον, και μέλλων αποθνήσκειν έφη· μη πλανώ μάτην, ημείς γαρ δι ‘ εαυτούς ταύτα πάσχομεν αμαρτάνοντες εις τον εαυτών Θεόν, διό άξια θαυμασμού γέγονε. 19 συ δε μη νομίσης αθωος έσεσθαι θεομαχείν επιχειρήσας. 20 υπεραγόντως δε η μήτηρ θαυμαστή και μνήμης αγαθής αξία, ήτις απολλυμένους υιούς επτά συνορώσα μιάς υπό καιρόν ημέρας ευψύχως έφερε δια τας επί Κύριον ελπίδας. 21 έκαστον δε αυτών παρεκάλει τη πατρίω φωνή γενναίω πεπληρωμένη φρονήματι και τον θήλυν λογισμόν άρσενι θυμω διεγείρασα, λέγουσα προς αυτούς· 22 ουκ οίδ ‘ όπως εις την εμήν εφάνητε κοιλίαν, ουδέ εγώ το πνεύμα και την ζωήν υμίν εχαρισάμην, και την εκάστου στοιχείωσιν ουκ εγώ διερρύθμισα. 23 τοιγαρούν ο του κόσμου κτίστης, ο πλάσας ανθρώπου γένεσιν και πάντων εξευρών γένεσιν και το πνεύμα και την ζωήν υμίν πάλιν αποδώσει μετ ‘ ελέους, ως νυν υπεροράται εαυτούς δια τους αυτού νόμους. 24 ο δε Αντίοχος οιόμενος καταφρονείσθαι και την ονειδίζουσαν υφορώμενος φωνήν, έτι του νεωτέρου περιόντος, ου μόνον δια λόγων εποιείτο την παράκλησιν, αλλά και δι ‘ όρκων επίστου άμα πλουτιείν και μακαριστόν ποιήσειν μεταθέμενον από των πατρίων νόμων και φίλον έξειν και χρείας εμπιστεύσειν. 25 του δε νεανίου μηδαμώς προσέρχοντος, προσκαλεσάμενος ο βασιλεύς την μητέρα παρήνει του μειρακίου γενέσθαι σύμβουλον επί σωτηρία. 26 πολλά δε αυτού παραινέσαντος επεδέξατο πείσειν τον υιόν. 27 προσκύψασα δε αυτω, χλευάσασα τον ωμόν τύραννον ούτως έφησε τη πατρώα φωνή· υιε, ελέησόν με την εν γαστρί περιενέγκασάν σε μήνας εννέα και θηλάσασάν σε έτη τρία και εκθρέψασάν σε και αγαγούσαν εις την ηλικίαν ταύτην και τροφοφορήσασαν. 28 αξιώσε, τέκνον, αναβλέψαντα εις τον ουρανόν και την γην και τα εν αυτοίς πάντα ιδόντα, γνώναι ότι εξ ουκ όντων εποίησεν αυτά ο Θεός και το των ανθρώπων γένος ούτως γεγένηται. 29 μη φοβηθής τον δήμιον τούτον, αλλά των αδελφών άξιος γενόμενος, επίδεξαι τον θάνατον, ίνα εν τω ελέει συν τοις αδελφοίς σου κομίσωμαί σε. 30 έτι δε ταύτης καταλεγούσης ο νεανίας είπε· τίνα μένετε; ουχ υπακούω του προστάγματος του βασιλέως, του δε προστάγματος ακούω του νόμου του δοθέντος τοις πατράσιν ημών δια Μωυσέως. 31 συ δε πάσης κακίας ευρετής γενόμενος εις τους Εβραίους, ου μη διαφύγης τας χείρας του Θεού. 32 ημείς γαρ δια τας εαυτών αμαρτίας πάσχομεν. 33 ει δε χάριν επιπλήξεως και παιδείας ο ζων Κύριος ημών βραχέως επώργισται, και πάλιν καταλλαγήσεται τοις εαυτού δούλοις. 34 συ δε, ω ανόσιε και πάντων ανθρώπων μιαρώτατε, μη μάτην μετεωρίζου φρυαττόμενος αδήλοις ελπίσιν, επί τους δούλους αυτού επαιρόμενος χείρα· 35 ούπω γαρ την του Παντοκράτορος επόπτου Θεού, κρίσιν εκπέφευγας. 36 οι μεν γαρ νυν ημέτεροι αδελφοί βραχύν υπενέγκαντες πόνον αεννάου ζωής υπό διαθήκην Θεού πεπτώκασι· συ δε τη του Θεού κρίσει δίκαια τα πρόστιμα της υπερηφανίας αποίση. 37 εγώ δε καθάπερ οι αδελφοί μου και σώμα και ψυχήν προδίδωμι περί των πατρίων νόμων, επικαλούμενος τον Θεόν ίλεων ταχύ τω έθνει γενέσθαι και σε μετά ετασμών και μαστίγων εξομολογήσασθαι, διότι μόνος αυτός Θεός εστιν, 38 εν εμοί δε και τοις αδελφοίς μου στήναι την του Παντοκράτορος οργήν την επί το σύμπαν ημών γένος δικαίως επηγμένην. 39 έκθυμος δε γενόμενος ο βασιλεύς, τούτω παρά τους άλλους χειρίστως απήντησε πικρώς φέρων επί τω μυκτηρισμω. 40 και ούτος ουν καθαρός τον βίον μετήλλαξε παντελώς επί τω Κυρίω πεποιθώς. 41 εσχάτη δε των υιών η μήτηρ ετελεύτησε. 42 τα μεν ουν περί τους σπλαγνισμούς και τας υπερβαλλούσας αικίας επί τοσούτον δεδηλώσθω.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΙΟΥΔΑΣ δε ο Μακκαβαίος και οι συν αυτω παρεισπορευόμενοι λεληθότως εις τας κώμας προσεκαλούντο τους συγγενείς και τους μεμενηκότας εν τω Ιουδαϊσμω προσλαβόμενοι συνήγαγον εις εξακισχιλίους. 2 και επεκαλούντο τον Κύριον επιδείν επί τον υπό πάντων καταπατούμενον λαόν, οικτείραι δε και τον ναόν τον υπό των ασεβών ανθρώπων βεβηλωθέντα, 3 ελεήσαι δε και την καταφθειρομένην πόλιν και μέλλουσαν ισόπεδον γίνεσθαι και των καταβοώντων προς αυτόν αιμάτων εισακούσαι, 4 μνησθήναι δε και της των αναμαρτήτων νηπίων παρανόμου απωλείας και περί των γενομένων εις το όνομα αυτού βλασφημιών και μισοπονηρήσαι. 5 γενόμενος δε εν συστήματι ο Μακκαβαίος ανυπόστατος ήδη τοις έθνεσιν εγίνετο, της οργής του Κυρίου εις έλεον τραπείσης. 6 πόλεις δε και κώμας απροσδοκήτως ερχόμενος ενεπίμπρα και τους επικαίρους τόπους απολαμβάνων ουκ ολίγους των πολεμίων ενίκα τροπούμενος 7 μάλιστα τας νύκτας προς τας τοιαύτας επιβουλάς συνεργούς ελάμβανε. και λαλιά τις της ευανδρίας αυτού διεχείτο πανταχή.

 8 Συνορών δε ο Φίλιππος κατά μικρόν εις προκοπήν ερχόμενον τον άνδρα, πυκνότερον δε εν ταις ευημερίαις προβαίνοντα, προς Πτολεμαίον τον Κοίλης Συρίας και Φοινίκης στρατηγόν έγραψεν επιβοηθείν τοις του βασιλέως πράγμασιν. 9 ο δε ταχέως προχειρισάμενος Νικάνορα τον του Πατρόκλου των πρώτων φίλων απέστειλεν υποτάξας παμφύλων έθνη ουκ ελάττους των δισμυρίων το σύμπαν των Ιουδαίων εξάραι γένος· συνέστησε δε αυτω και Γοργίαν άνδρα στρατηγόν και εν πολεμικαίς χρείαις πείραν έχοντα. 10 διεστήσατο δε ο Νικάνωρ τον φόρον τω βασιλεί τοις Ρωμαίοις όντα ταλάντων δισχιλίων εκ της των Ιουδαίων αιχμαλωσίας εκπληρώσειν. 11 ευθέως δε εις τας παραθαλασσίους πόλεις απέστειλε προσκαλούμενος επ ‘ αγορασμόν Ιουδαϊκών σωμάτων, υπισχνούμενος ενενήκοντα σώματα ταλάντου παραχωρήσειν, ου προσδεχόμενος την παρά του Παντοκράτορος μέλλουσαν παρακολουθήσειν επ ‘ αυτω δίκην. 12 τω δε Ιούδα προσέπεσε περί της του Νικάνορος εφόδου· και μεταδόντος αυτού τοις συν αυτω την παρουσίαν του στρατοπέδου, 13 οι δειλανδρούντες και απιστούντες την του Θεού δίκην διεδίδρασκον και εξετόπιζον εαυτούς. 14 οι δε τα περιλελειμμένα πάντα επώλουν, ομού δε τον Κύριον ηξίουν ρύσασθαι τους υπό του δυσσεβούς Νικάνορος πριν συντυχείν πεπραμένους· 15 και ει μη δι ‘ αυτούς, αλλά δια τας προς τους πατέρας αυτών διαθήκας και ένεκεν της επ ‘ αυτούς επικλήσεως του σεμνού και μεγαλοπρεπούς ονόματος αυτού. 16 συναγαγών δε ο Μακκαβαίος τους περί αυτόν όντας τον αριθμόν εξακισχιλίους παρεκάλει μη καταπλαγήναι τους πολεμίους, μηδέ ευλαβείσθαι την των αδίκως παραγινομένων επ ‘ αυτούς εθνών πολυπληθίαν, αγωνίσασθαι δε γενναίως 17 προ οφθαλμών λαβόντας την ανόμως εις τον άγιον τόπον συντελεσμένην υπ ‘ αυτών ύβριν και τον της εμπεπαιγμένης πόλεως αικισμόν, έτι δε την της προγονικής πολιτείας κατάλυσιν. 18 οι μεν γαρ όπλοις πεποίθασιν άμα και τόλμαις, έφησεν, ημείς δε επί τω παντοκράτορι Θεω, δυναμένω και τους ερχομένους εφ ‘ ημάς και τον όλον κόσμον εν ενί νεύματι καταβαλείν, πεποίθαμεν. 19 προσαναλεξάμενος δε αυτοίς και τας επί των προγόνων γενομένας αντιλήψεις και την επί Σενναχηρείμ, εκατόν ογδοήκοντα πέντε χιλιάδες ως απώλοντο, 20 και την εν τη Βαβυλωνία την προς αυτούς Γαλάτας παράταξιν γενομένην, ως οι πάντες επί την χρείαν ήλθον οκτακισχίλιοι συν Μακεδόσι τετρασχιλίοις, των Μακεδόνων απορουμένων, οι οκτακισχίλιοι τας δώδεκα μυριάδας απώλεσαν δια την γενομένην αυτοίς απ ‘ ουρανού βοήθειαν και ωφέλειαν πολλήν έλαβον. 21 εφ ‘ οίς ευθαρσείς αυτούς παραστήσας και ετοίμους υπέρ των νόμων και της πατρίδος αποθνήσκειν, τετραμερές τι το στράτευμα εποίησε. 22 τάξας και τους αδελφούς αυτού προηγουμένους εκατέρας τάξεως, Σίμωνα και Ιώσηφον και Ιωνάθαν, υποτάξας εκάστω χιλίους προς τοις πεντακοσίοις, 23 έτι δε και Ελεάζαρον, παραγνούς την ιεράν βίβλον και δούς σύνθημα Θεού βοηθείας της πρώτης σπείρας αυτός προηγούμενος, συνέβαλε τω Νικάνορι. 24 γενομένου δε αυτοίς του Παντοκράτορος συμμάχου, κατέσφαξαν των πολεμίων υπέρ τους ενακισχιλίους, τραυματίας δε και τοις μέλεσιν αναπήρους το πλείστον μέρος της του Νικάνορος στρατιάς εποίησαν, πάντας δε φυγείν ηνάγκασαν. 25 τα δε χρήματα των παραγεγονότων επί τον αγορασμόν αυτών έλαβον· συνδιώξαντες δε αυτούς εφ ‘ ικανόν ανέλυσαν υπό της ωρας συγκλειόμενοι. 26 ην γαρ η προ του σαββάτου, δι ‘ ην αιτίαν ουκ εμακροθύμησαν κατατρέχοντες αυτούς. 27 οπλολογήσαντες δε αυτούς και τα σκύλα εκδύσαντες των πολεμίων περί το σάββατον εγίνοντο, περισσώς ευλογούντες και εξομολογούμενοι τω Κυρίω τω διασώσαντι αυτούς εις την ημέραν ταύτην, αρχήν ελέους τάξαντος αυτοίς. 28 μετά δε το σάββατον τοις ηκισμένοις και ταις χήραις και ορφανοίς μερίσαντες από των σκύλων, τα λοιπά αυτοί και τα παιδία εμερίσαντο. 29 ταύτα δε διαπραξάμενοι και κοινήν ικετίαν ποιησάμενοι, τον ελεήμονα Κύριον ηξίουν εις τέλος καταλλαγήναι τοις αυτού δούλοις. 30 και τοις περί Τιμόθεον και Βακχίδην συνερίσαντες υπέρ τους δισμυρίους αυτών ανείλον και οχυρωμάτων υψηλών εύ μάλα εγκρατείς εγένοντο και λάφυρα πλείστα εμερίσαντο ισομοίρους εαυτούς και τοις ηκισμένοις και ορφανοίς και χήραις, έτι δε και πρεσβυτέροις ποιήσαντες. 31 οπλολογήσαντες δε αυτούς επιμελώς πάντα συνέθηκαν εις τους επικαίρους τόπους, τα δε λοιπά των σκύλων ήνεγκαν εις Ιεροσόλυμα. 32 τον δε φυλάρχην των περί Τιμόθεον ανείλον, ανοσιώτατον άνδρα και πολλά τους Ιουδαίους επιλελυπηκότα. 33 επινίκια δε άγοντες εν τη πατρίδι τους εμπρήσαντας τους ιερούς πυλώνας. Καλλισθένην και τινας άλλους, υφήψαν εις εν οικίδιον πεφευγότας, οίτινες άξιον της δυσσεβείας εκομίσαντο μισθόν. 34 ο δε τρισαλιτήριος Νικάνωρ, ο τους χιλίους εμπόρους επί την πράσιν των Ιουδαίων αγαγών, 35 ταπεινωθείς υπό των κατ ‘ αυτόν νομιζομένων ελαχίστων είναι, τη του Κυρίου βοηθεία την δοξικήν αποθέμενος εσθήτα, δια της μεσογείου, δραπέτου τρόπον, έρημον εαυτόν ποιήσας, ήκεν εις Αντιόχειαν υπεράγαν δυσημερήσας επί τη του στρατού διαφθορά. 36 και ο τοις Ρωμαίοις αναδεξάμενος φόρον από της των εν Ιεροσολύμοις αιχμαλωσίας κατορθώσασθαι, κατήγγελλεν υπέρμαχον έχειν τον Θεόν τους Ιουδαίους και δια τον τρόπον τούτο ατρώτους είναι τους Ιουδαίους, δια το ακολουθείν τοις υπ ‘ αυτού προστεταγμένοις νόμοις.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΠΕΡΙ δε τον καιρόν εκείνον ετύγχανεν Αντίοχος αναλελυκώς ακόσμως εκ των κατά την Περσίδα τόπων. 2 εισεληλύθει γαρ εις την λεγομένην Περσέπολιν και επεχείρησεν ιεροσυλείν και την πόλιν συνέχειν. διό δη των πληθών ορμησάντων επί την των όπλων βοήθειαν ετράπησαν, και συνέβη τροπωθέντα τον Αντίοχον υπό των εγχωρίων ασχήμονα την αναζυγήν ποιήσασθαι. 3 όντι δε αυτω κατ ‘ Εκβάτανα προσέπεσε τα κατά Νικάνορα και τους περί Τιμόθεον γεγονότα. 4 επαρθείς δε τω θυμω ώετο και την των πεφυγαδευκότων αυτόν κακίαν εις τους Ιουδαίους εναπερείσασθαι, διό συνέταξε τον αρματηλάτην αδιαλείπτως ελαύνοντα κατανύειν την πορείαν, της εξ ουρανού δη κρίσεως συνούσης αυτω· ούτω γαρ υπερηφάνως είπε· πολυάνδριον Ιουδαίων Ιεροσόλυμα ποιήσω παραγενόμενος εκεί. 5 ο δε πανεπόπτης Κύριος ο Θεός του Ισραήλ επάταξεν αυτόν ανιάτω και αοράτω πληγή· άρτι δε αυτού καταλήξαντος τον λόγον, έλαβεν αυτόν ανήκεστος των σπλάγχνων αλγηδών και πικραί των ένδον βάσανοι, 6 πάνυ δικαίως τον πολλαίς και ξενιζούσαις συμφοραίς ετέρων σπλάγχνα βασανίσαντα. 7 ο δ ‘ ουδαμώς της αγερωχίας έληγεν· έτι δε και της υπερηφανίας επεπλήρωτο, πυρ πνέων τοις θυμοίς επί τους Ιουδαίους και κελεύων εποξύνειν την πορείαν. συνέβη δε και πεσείν αυτόν από του άρματος φερομένου ροίζω και δυσχερεί πτώματι περιπεσόντα πάντα τα μέλη του σώματος αποστρεβλούσθαι. 8 ο δ ‘ άρτι δοκών τοις της θαλάσσης κύμασιν επιτάσσειν δια την υπέρ άνθρωπον αλαζονείαν και πλάστιγγι τα των ορέων οιόμενος ύψη στήσειν, κατά γην γενόμενος εν φορείω παρεκομίζετο, φανεράν του Θεού πάσι την δύναμιν ενδεικνύμενος, 9 ωστε και εκ του σώματος του δυσσεβούς σκώληκας αναζείν, και ζώντος εν οδύναις και αλγηδόσι τας σάρκας αυτού διαπίπτειν, υπό δε της οσμής αυτού παν το στρατόπεδον βαρύνεσθαι τη σαπρία. 10 και τον μικρω πρότερον των ουρανίων άστρων άπτεσθαι δοκούντα παρακομίζειν ουδείς εδύνατο δια το της οσμής αφόρητον βάρος. 11 ενταύθα ουν ήρξατο το πολύ της υπερηφανίας λήγειν υποτεθραυσμένος και εις επίγνωσιν έρχεσθαι θεία μάστιγι κατά στιγμήν επιτεινόμενος ταις αλγηδόσι. 12 και μηδέ της οσμής αυτού δυνάμενος ανέχεσθαι ταύτ ‘ έφη· δίκαιον υποτάσσεσθαι τω Θεω και μη θνητόν όντα ισόθεα φρονείν υπερηφάνως. 13 ηύχετο δε ο μιαρός προς τον ουκέτι αυτόν ελεήσοντα Δεσπότην, ούτω λέγων 14 την μεν αγίαν πόλιν, ην σπεύδων παρεγίνετο ισόπεδον ποιήσαι και πολυάνδριον οικοδομήσαι, ελευθέραν αναδείξαι· 15 τους δε Ιουδαίους, ους διεγνώκει μηδέ ταφής αξιώσαι οιωνοβρώτους δε συν τοις νηπίοις εκρίψειν θηρίοις, πάντας αυτούς ίσους Αθηναίους ποιήσειν· 16 ον δεν πρότερον εσκύλευσεν άγιον νεών καλλίστοις αναθήμασι κοσμήσειν και τα ιερά σκεύη πολυπλάσια πάντα αποδώσειν, τας δε επιβαλλούσας προς τας θυσίας συντάξεις εκ των ιδίων προσόδων χορηγήσειν· 17 προς δε τούτοις και Ιουδαίον έσεσθαι και πάντα τόπον οικητόν επελεύσεσθαι καταγγέλλοντα το του Θεού κράτος. 18 ουδαμώς δε ληγόντων των πόνων, επεληλύθει γαρ επ ‘ αυτόν δικαία η του Θεού κρίσις, τα κατ ‘ αυτόν απελπίσας, έγραψε προς τους Ιουδαίους την υπογεγραμμένην επιστολήν, ικετηρίας τάξιν έχουσαν, περιέχουσαν δε ούτως· 19 «Τοις χρηστοίς Ιουδαίοις τοις πολίταις πολλά χαίρειν και υγιαίνειν και εύ πράττειν βασιλεύς και στρατηγός Αντίοχος. 20 ει έρρωσθε και τα τέκνα και τα ίδια κατά γνώμην εστίν υμίν, εύχομαι μεν τω Θεω την μεγίστην χάριν, εις ουρανόν την ελπίδα έχων, 21 καγώ δε ασθενώς διεκείμην, υμών την τιμήν και την εύνοιαν αν εμνημόνευον φιλοστόργως. επανάγων εκ των περί την Περσίδα τόπων και περιπεσών ασθενεία δυσχέρειαν εχούση, αναγκαίον ηγησάμην φροντίσαι της κοινής πάντων ασφαλείας. 22 ουκ απογινώσκων τα κατ ‘ εμαυτόν, αλλά έχων πολλήν ελπίδα εκφεύξεσθαι την ασθένειαν, 23 θεωρών δε ότι και ο πατήρ, καθ ‘ ους καιρούς εις τους άνω τόπους εστρατοπέδευσεν, ανέδειξε τον διαδεξόμενον, 24 όπως εάν τι παράδοξον αποβαίνη ή και προσαγγελθή τι δυσχερές, ειδότες οι κατά την χώραν ω καταλέλειπται τα πράγματα, μη επιταράσσωνται. 25 προς δε τούτοις κατανοών τους παρακειμένους δυνάστας και γειτνιώντας τη βασιλεία τοις καιροίς επέχοντας και προσδεχομένους το αποβησόμενον, αναδέδειχα τον υιόν μου Αντίοχον βασιλέα, ον πολλάκις ανατρέχων εις τας επάνω σατραπείας τοις πλείστοις υμών παρακατετιθέμην και συνίστων· γέγραφα δε προς αυτόν τα υπογεγραμμένα. 26 παρακαλώ ουν υμάς και αξιώ, μεμνημένους των ευεργεσιών κοινή και κατ ‘ ιδίαν, έκαστον συντηρείν την ούσαν εύνοιαν εις εμέ και τον υιόν μου· 27 πέπεισμαι γαρ αυτόν επιεικώς και φιλανθρώπως παρακολουθούντα τη εμή προαιρέσει συμπεριενεχθήσεσθαι υμίν». 28 Ο μεν ουν ανδροφόνος και βλάσφημος τα χείριστα παθών, ως ετέρους διέθηκεν, επί ξένης εν τοις όρεσιν οικτίστω μόρω κατέστρεψε τον βίον. 29 παρεκομίζετο δε το σώμα Φίλιππος ο σύντροφος αυτού, ος και διευλαβηθείς τον υιόν Αντιόχου, προς Πτολεμαίον τον Φιλομήτορα εις Αίγυπτον διεκομίσθη.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΜΑΚΚΑΒΑΙΟΣ δε και οι συν αυτω, του Κυρίου προάγοντος αυτούς, το μεν ιερόν εκομίσαντο και την πόλιν, 2 τους δε κατά την αγοράν βωμούς υπό των αλλοφύλων δεδημιουργημένους, έτι δε τεμένη καθείλον. 3 και τον νεών καθαρίσαντες έτερον θυσιαστήριον εποίησαν και πυρώσαντες λίθους και πυρ εκ τούτων λαβόντες, ανήνεγκαν θυσίαν μετά διετή χρόνον και θυμίαμα και λύχνους και των άρτων την πρόθεσιν εποιήσαντο. 4 ταύτα δε ποιήσαντες ηξίωσαν τον Κύριον πεσόντες επί κοιλίαν μηκέτι περιπεσείν τοιούτοις κακοίς, αλλ ‘ εάν ποτε και αμάρτωσιν, υπ ‘ αυτού μετ ‘ επιεικείας παιδεύεσθαι και μη βλασφήμοις και βαρβάροις έθνεσι παραδίδοσθαι. 5 εν ή δε ημέρα ο νεώς υπό αλλοφύλων εβεβηλώθη, συνέβη κατά την αυτήν ημέραν τον καθαρισμόν γενέσθαι του ναού, τη πέμπτη και εικάδι του αυτού μηνός, ος εστι Χασελεύ. 6 και μετ ‘ ευφροσύνης ήγον ημέρας οκτώ σκηνωμάτων τρόπον, μνημονεύοντες ως προ μικρού χρόνου την των σκηνών εορτήν εν τοις όρεσι και εν τοις σπηλαίοις θηρίων τρόπον ήσαν νεμόμενοι. 7 διό θύρσους και κλάδους ωραίους, έτι δε φοίνικας έχοντες ύμνους ανέφερον τω ευοδώσαντι καθαρισθήναι τον εαυτού τόπον. 8 εδογμάτισαν δε μετά κοινού προστάγματος και ψηφίσματος παντί τω των Ιουδαίων έθνει κατ ‘ ενιαυτόν άγειν τάσδε τας ημέρας. 9 και τα μεν της Αντιόχου του προσαγορευθέντος Επιφανούς τελευτής ούτως είχε.

 10 Νυνί δε τα κατά τον Ευπάτορα Αντίοχον, υιόν δε του ασεβούς γενόμενον δηλώσομεν, αυτά συντέμνοντες τα των πολέμων κακά. 11 αυτός γαρ παραλαβών βασιλείαν ανέδειξεν επί των πραγμάτων Λυσίαν τινά, Κοίλης δε Συρίας και Φοινίκης στρατηγόν πρώταρχον. 12 Πτολεμαίος γαρ ο καλούμενος Μάκρων το δίκαιον συντηρείν προηγούμενος εις τους Ιουδαίους δια την γεγονυίαν εις αυτούς αδικίαν επειράτο τα προς αυτούς ειρηνικώς διεξάγειν. 13 όθεν κατηγορούμενος υπό των φίλων προς τον Ευπάτορα και προδότης παρέκαστα ακούων δια το την Κύπρον εμπιστευθέντα υπό του Φιλομήτορος εκλιπείν και προς Αντίοχον τον Επιφανή αναχωρήσαι μήτ ‘ ευγενή την εξουσίαν έχων, υπ ‘ αθυμίας φαρμακεύσας εαυτόν εξέλιπε τον βίον.

 14 Γοργίας δε γενόμενος στρατηγός των τόπων εξενοτρόφει και παρέκαστα προς τους Ιουδαίους επολεμοτρόφει. 15 ομού δε τούτω και οι Ιδουμαίοι εγκρατείς επικαίρων οχυρωμάτων όντες εγύμναζον τους Ιουδαίους, και τους φυγαδευθέντας από Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφείν επεχείρουν. 16 οι δε περί τον Μακκαβαίον ποιησάμενοι λιτανείαν και αξιώσαντες τον Θεόν σύμμαχον αυτοίς γενέσθαι, επί τα των Ιδουμαίων οχυρώματα ωρμησαν, 17 οίς και προσβαλόντες ευρώστως εγκρατείς εγένοντο των τόπων πάντας τε τους επί τω τείχει μαχομένους ημύναντο κατέσφαζόν τε τους εμπίπτοντας, ανείλον δε ουχ ήττον των δισμυρίων. 18 συμφυγόντων δε ουκ έλαττον των ενακισχιλίων εις δύο πύργους οχυρούς εύ μάλα και πάντα τα προς πολιορκίαν έχοντας, 19 ο Μακκαβαίος εις επείγοντας τόπους απολιπών Σίμωνα και Ιώσηφον, έτι δε και Ζακχαίον και τους συν αυτω ικανούς προς την τούτων πολιορκίαν, αυτός εχωρίσθη. 20 οι δε περί τον Σίμωνα φιλαργυρήσαντες υπό τινων των εν τοις πύργοις επείσθησαν αργυρίω· επτάκις δε μυριάδας δραχμάς λαβόντες είασάν τινας διαρρυήναι. 21 προσαγγελθέντος δε τω Μακκαβαίω περί του γεγονότος, συναγαγών τους ηγουμένους του λαού κατηγόρησεν ως αργυρίου πεπράκασι τους αδελφούς, τους πολεμίους κατ ‘ αυτών απολύσαντες. 22 τούτους μεν ουν προδότας γενομένους απέκτεινε και παραχρήμα τους δύο πύργους κατελάβετο. 23 τοις δε όπλοις τα πάντα εν ταις χερσίν ευοδούμενος απώλεσεν εν τοις δυσίν οχυρώμασι πλείους των δισμυρίων.

 24 Τιμόθεος δε ο πρότερον ηττηθείς υπό των Ιουδαίων συναγαγών ξένας δυνάμεις παμπληθείς και τους της Ασίας γενομένους ίππους συναθροίσας ουκ ολίγους, παρήν ως δορυάλωτον ληψόμενος την Ιουδαίαν. 25 οι δε περί τον Μακκαβαίον συνεγγίζοντος αυτού, προς ικετείαν του Θεού ετράπησαν γη τας κεφαλάς καταπάσαντες και τας οσφύας σάκκοις ζώσαντες, 26 επί την απέναντι του θυσιαστηρίου κρηπίδα προσπεσόντες, ηξίουν ίλεων αυτοίς γενόμενν εχθρεύσαι τοις εχθροίς αυτών και αντικείσθαι τοις αντικειμένοις, καθώς ο νόμος διασαφεί. 27 γενόμενοι δε από της δεήσεως, αναλαβόντες τα όπλα προήγον από της πόλεως επί πλείον· συνεγγίσαντες δε τοις πολεμίοις εφ ‘ εαυτών ήσαν. 28 άρτι δε της ανατολής διαδεχομένης προσέβαλον εκάτεροι, οι μεν έγγυον έχοντες ευημερίας και νίκης μετ ‘ αρετής την επί τον Κύριον καταφυγήν, οι δε καθηγεμόνα των αγώνων ταττόμενοι τον θυμόν. 29 γενομένης δε καρτεράς μάχης, εφάνησαν τοις υπεναντίοις εξ ουρανού εφ ‘ ίππων χρυσοχαλίνων άνδρες πέντε διαπρεπείς, και αφηγούμενοι των Ιουδαίων, 30 οί και τον Μακκαβαίον μέσον λαβόντες και σκεπάζοντες ταις εαυτών πανοπλίαις άτρωτον διεφύλαττον, εις δε τους υπεναντίους τοξεύματα και κεραυνούς εξερρίπτουν· διό συγχυθέντες αορασία κατεκόπτοντο ταραχής πεπληρωμένοι. 31 κατεσφάγησαν δε δισμύριοι προς τοις πεντακοσίοις, ιππείς δε εξακόσιοι. 32 αυτός δε ο Τιμόθεος συνέφυγεν εις Γάζαρα λεγόμενον οχύρωμα, εύ μάλα φρούριον, στρατηγούντος εκεί Χαιρέου. 33 οι δε περί τον Μακκαβαίον άσμενοι περιεκάθισαν το φρούριον ημέρας τέσσαρας. 34 οι δε ένδον τη ερυμνότητι του τόπου πεποιθότες υπεράγαν εβλασφήμουν και λόγους αθεμίτους προϊεντο. 35 υποφαινούσης δε της πέμπτης ημέρας, είκοσι νεανίαι των περί τον Μακκαβαίον πυρωθέντες τοις θυμοίς δια τας βλασφημίας, προσβαλόντες τω τείχει αρρενωδώς και θηριώδει θυμω τον εμπίπτοντα έκοπτον. 36 έτεροι δε ομοίως προσαναβάντες εν τω περισπασμω προς τους ένδον, ενεπίμπρων τους πύργους και πυράς ανάψαντες ζώντας τους βλασφήμους κατέκαιον. οι δε τας πύλας διέκοπτον, εισδεξάμενοι δε την λοιπήν τάξιν προκατελάβοντο την πόλιν. 37 και τον Τιμόθεον αποκεκρυμμένον εν τινι λάκκω κατέσφαξαν και τον τούτου αδελφόν Χαιρέαν και τον Απολλοφάνην. 38 ταύτα δε διαπραξάμενοι μεθ ‘ ύμνων και εξομολογήσεων ευλόγουν τω Κυρίω τω μεγάλως ευεργετούντι τον Ισραήλ και το νίκος αυτοίς διδόντι.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΜΕΤ ‘ ολίγον δε παντελώς χρόνον Λυσίας επίτροπος του βασιλέως και συγγενής και επί των πραγμάτων λίαν βαρέως φέρων επί τοις γεγονόσι, 2 συναθροίσας περί τας οκτώ μυριάδας και την ίππον πάσαν, παρεγένετο επί τους Ιουδαίους λογιζόμενος την μεν πόλιν Έλλησιν οικητήριον ποιήσειν, 3 το δε ιερόν αργυρολόγητον, καθώς τα λοιπά των εθνών τεμένη, πρατήν δε την αρχιερωσύνην κατ ‘ έτος ποιήσειν, 4 ουδαμώς επιλογιζόμενος το του Θεού κράτος, πεφρενωμένος δε ταις μυριάσι των πεζών και ταις χιλιάσι των ιππέων και τοις ελέφασι τοις ογδοήκοντα. 5 εισελθών δε εις την Ιουδαίαν και συνεγγίσας Βαιθσούρα, όντι μεν ερυμνω χωρίω, από δε Ιεροσολύμων απέχοντι ωσεί σταδίους πέντε, τούτο έθλιβεν. 6 ως δε μετέλαβον οι περί τον Μακκαβαίον πολιορκούντα αυτόν τα οχυρώματα, μετ ‘ οδυρμών και δακρύων ικέτευον συν τοις όχλοις τον Κύριον αγαθόν άγγελον αποστείλαι προς σωτηρίαν τω Ισραήλ. 7 αυτός δε πρώτος ο Μακκαβαίος αναλαβών τα όπλα προετρέψατο τους άλλους, άμα αυτω διακινδυνεύοντας επιβοηθείν τοις αδελφοίς αυτών· ομού δε και προθύμως εξώρμησαν. 8 αυτόθι δε και προς τοις Ιεροσολύμοις όντων, εφάνη προηγούμενος αυτών έφιππος εν λευκή εσθήτι, πανοπλίαν χρυσήν κραδαίνων. 9 ομού δε πάντες ευλόγησαν τον ελεήμονα Θεόν και επερρώσθησαν ταις ψυχαίς, ου μόνον ανθρώπους αλλά και θήρας τους αγριωτάτους και σιδηρά τείχη τιτρώσκειν όντες έτοιμοι, 10 προήγον εν διασκευή τον απ ‘ ουρανού σύμμαχον έχοντες, ελεήσαντος αυτούς του Κυρίου. 11 λεοντηδόν δε εντινάξαντες εις τους πολεμίους κατέστρωσαν αυτούς χιλίους προς τοις μυρίοις, ιππείς δε εξακοσίους προς τοις χιλίοις· τους δε πάντας ηνάγκασαν φυγείν. 12 οι πλείονες δε αυτών τραυματίαι γυμνοί διεσώθησαν, και αυτός δε ο Λυσίας αισχρώς φεύγων διεσώθη. 13 ουκ άνους δε υπάρχων, προς εαυτόν αντιβάλλων το γεγονός περί εαυτόν ελάσσωμα και συννοήσας ανικήτους είναι τους Εβραίους, του πάντα δυναμένου Θεού συμμαχούντος αυτοίς, προσαποστείλας 14 έπεισε συλλύσεσθαι επί πάσι τοις δικαίοις, και διότι και τον βασιλέα πείσειν φίλον αυτοίς αναγκάζειν γενέσθαι. 15 ενέπνευσε δε ο Μακκαβαίος επί πάσιν, οίς ο Λυσίας παρεκάλει, του συμφέροντος φροντίζων· όσα γαρ ο Μακκαβαίος επέδωκε τω Λυσία δια γραπτών περί των Ιουδαίων, συνεχώρησεν ο βασιλεύς. 16 ήσαν γαρ αι γεγραμμέναι τοις Ιουδαίοις επιστολαί, παρά μεν Λυσίου περιέχουσαι τον τρόπον τούτον· «Λυσίας τω πλήθει των Ιουδαίων χαίρειν. 17 Ιωάννης και Αβεσσαλώμ οι πεμφθέντες παρ ‘ υμών, επιδόντες τον υπογεγραμμένον χρηματισμόν, ηξίουν περί των δι ‘ αυτού σημαινομένων. 18 όσα μεν ουν έδει και τω βασιλεί πρσενεχθήναι, διεσάφησα· α δε ην ενδεχόμενα, συνεχώρησεν. 19 εάν μεν ουν συντηρήσητε την εις τα πράγματα εύνοιαν, και εις το λοιπόν πειράσομαι παραίτιος υμίν αγαθών γενέσθαι. 20 υπέρ δε των κατά μέρος εντέταλμαι τούτοις τε και τοις παρ ‘ εμού διαλεχθήναι υμίν. 21 έρρωσθε. έτους εκατοστού τεσσαρακοστού ογδόου, Διοσκορινθίου τετράδι και εικάδί.

 22 Η δε του βασιλέως επιστολή περιείχεν ούτως· «Βασιλεύς Αντίοχος τω αδελφω Λυσία χαίρειν. 23 του πατρός ημών εις θεούς μεταστάντος, βουλόμενοι τους εκ της βασιλείας αταράχους όντας γενέσθαι προς την των ιδίων επιμέλειαν, 24 ακηκοότες τους Ιουδαίους μη συνευδοκούντας τη του πατρός επί τα Ελληνικά μεταθέσει, αλλά την εαυτών αγωγήν αιρετίζοντας και δια τούτο αξιούντας συγχωρηθήναι αυτοίς τα νόμιμα αυτών· 25 αιρούμενοι ουν και τούτο το έθνος εκτός ταραχής είναι, κρίνομεν το τε ιερόν αυτοίς αποκατασταθήναι και πολιτεύεσθαι κατά τα επί των προγόνων αυτών έθη. 26 εύ ουν ποιήσεις διαπεμψάμενος προς αυτούς και δούς δεξιάς, όπως ειδότες την ημετέραν προαίρεσιν εύθυμοί τε ώσι και ηδέως διαγίνωνται προς την των ιδίων αντίληψιν».

 27 Πρός δε το έθνος η του βασιλέως επιστολή τοιαύτη ην· «Βασιλεύς Αντίοχος τη γερουσία των Ιουδαίων και τοις άλλοις Ιουδαίοις χαίρειν. 28 ει έρρωσθε, είη αν ως βουλόμεθα· και αυτοί δε υγιαίνομεν. 29 ενεφάνισεν ημίν ο Μενέλαος βούλεσθαι κατελθόντας υμάς γίνεσθαι προς τοις ιδίοις. 30 τοις ουν καταπορευομένοις μέχρι τριακάδος Ξανθικού υπάρξει δεξιά μετά της αδείας 31 χρήσθαι τους Ιουδαίους τοις εαυτών δαπανήμασι και νόμοις, καθά και το πρότερον, και ουδείς αυτών κατ ‘ ουδένα τρόπον παρενοχληθήσεται περί των ηγνοημένων. 32 πέπομφα δε και τον Μενέλαον παρακαλέσοντα υμάς. 33 έρρωσθε. έτους εκατοστού τεσσαρακοστού ογδόου, Ξανθικού πέμπτη και δεκάτή.

 34 Έπεμψαν δε και οι Ρωμαίοι προς αυτούς επιστολήν έχουσαν ούτως· «Κόϊντος Μέμμιος, Τίτος Μάνλιος, πρεσβύται Ρωμαίων, τω δήμω των Ιουδαίων χαίρειν. 35 υπέρ ων Λυσίας ο συγγενής του βασιλέως συνεχώρησεν υμίν, και ημείς συνευδοκούμεν. 36 α δε έκρινε προσανενεχθήναι τω βασιλεί, πέμψατέ τινα παραχρήμα επισκεψάμενοι περί τούτων, ίνα εκθώμεν ως καθήκει υμίν· ημείς γαρ προσάγομεν προς Αντιόχειαν. 37 διό σπεύσατε και πέμψατέ τινας, όπως και ημείς επιγνώμεν οποίας εστέ γνώμης. 38 υγιαίνετε. έτους εκατοστού τεσσαρακοστού, Ξανθικού πέμπτη και δεκάτή.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΓΕΝΟΜΕΝΩΝ των συνθηκών τούτων, ο μεν Λυσίας απήει προς τον βασιλέα, οι δε Ιουδαίοι περί την γεωργίαν εγίνοντο. 2 των δε κατά τόπον στρατηγών Τιμόθεος και Απολλώνιος ο του Γενναίους, έτι δε Ιερώνυμος και Δημοφών, προς δε τούτοις Νικάνωρ ο Κυπριάρχης ουκ είων αυτούς ευσταθείς και τα της ησυχίας άγειν. 3 Ιοππίται δε τηλικούτο συνετέλεσαν το δυσσέβημα· παρακαλέσαντες τους συν αυτοίς οικούντας Ιουδαίους εμβήναι εις τα παρασταθέντα υπ ‘ αυτών σκάφη συν γυναιξί και τέκνοις ως μηδεμιάς ενεστώσης προς αυτούς δυσμενείας, 4 κατά δε το κοινόν της πόλεως ψήφισμα, και τούτων επιδεξαμένων ως αν ειρηνεύειν θελόντων και μηδέν ύποπτον εχόντων, επαναχθέντας αυτούς εβύθισαν όντας ουκ έλαττον των διακοσίων. 5 μεταλαβών δε Ιούδας την γεγονυίαν εις τους ομοεθνείς ωμότητα, παραγγείλας τοις περί αυτόν ανδράσι 6 και επικαλεσάμενος τον δίκαιον κριτήν Θεόν, παρεγένετο επί τους μιαιοφόνους των αδελφών· και τον μεν λιμένα νύκτωρ ενέπρησε και τα σκάφη κατέφλεξε, τους δε εκεί συμφυγόντας εξεκέντησε. 7 του δε χωρίου συγκλεισθέντος, ανέλυσεν ως πάλιν ήξων και το σύμπαν των Ιοππιτών εκριζώσαι πολίτευμα. 8 μεταλαβών δε και τους εν Ιαμνεία τον αυτόν επιτελείν βουλομένους τρόπον τοις παροικούσιν Ιουδαίοις, 9 και τοις Ιαμνίταις νυκτός επιβαλών υφήψε τον λιμένα συν τω στόλω, ωστε φαίνεσθαι τας αυγάς του φέγγους εις τα Ιεροσόλυμα, σταδίων όντων διακοσίων τεσσαράκοντα.

 10 Εκείθεν δε αποσπασθέντων σταδίους εννέα, ποιουμένων την πορείαν επί τον Τιμόθεον, προσέβαλον Άραβες αυτω ουκ ελάττους των πεντακισχιλίων, ιππείς δε πεντακόσιοι. 11 γενομένης δε καρτεράς μάχης και των περί τον Ιούδαν δια την παρά του Θεού βοήθειαν ευημερησάντων, ελαττωθέντες οι νομάδες Άραβες ηξίουν δούναι τον Ιούδαν δεξιάν αυτοίς, υπισχνούμενοι και βοσκήματα δώσειν και εν τοις λοιποίς ωφελήσειν αυτούς. 12 Ιούδας δε υπολαβών ως αληθώς εν πολλοίς αυτούς χρησίμους, επεχώρησεν ειρήνην άξειν προς αυτούς· και λαβόντες δεξιάς εις τας σκηνάς αυτών εχωρίσθησαν.

 13 Επέβαλε δε και επί τινα πόλιν γεφυρούν οχυράν και τείχεσι περιπεφραγμένην και παμμειγέσιν έθνεσι κατοικουμένην, όνομα δε Κάσπιν. 14 οι δ ‘ ένδον πεποιθότες τη των τειχέων ερυμνότητι τη τε των βρωμάτων παραθέσει, αναγωγότερον εχρώντο τοις περί τον Ιούδαν λοιδορούντες και προσέτι βλασφημούντες και λαλούντες α μη θέμις. 15 οι δε περί τον Ιούδαν επικαλεσάμενοι τον μέγαν του κόσμου δυνάστην, τον άτερ κριών και μηχανών οργανικών κατακρημνίσαντα την Ιεριχώ κατά τους Ιησού χρόνους, ενέσεισαν θηριωδώς τω τείχει. 16 καταλαβόμενοί τε την πόλιν τη του Θεού θελήσει, αμυθήτους εποιήσαντο σφαγάς, ωστε την παρακειμένην λίμνην, το πλάτος έχουσαν σταδίων δύο, κατάρρυτον αίματι πεπληρωμένην φαίνεσθαι.

 17 Εκείθεν δε αποσπάσαντες σταδίους επτακοσίους πεντήκοντα διήνυσαν εις τον Χάρακα προς τους λεγομένους Τουβιήνους Ιουδαίους. 18 και Τιμόθεον μεν επί των τόπων ου κατέλαβον, άπρακτόν τε από των τόπων εκλελυκότα, καταλελοιπότα δε φρουράν εν τινι τόπω και μάλα οχυράν. 19 Δοσίθεος δε και Σωσίπατρος των περί τον Μακκαβαίον ηγεμόνων εξοδεύσαντες απώλεσαν τους υπό Τιμοθέου καταλειφθέντας εν τω οχυρώματι πλείους των μυρίων ανδρών. 20 ο δε Μακκαβαίος διατάξας την εαυτού στρατιάν σπειρηδόν, κατέστησεν αυτούς επί των σπειρών και επί τον Τιμόθεον ωρμησεν έχοντα περί αυτόν μυριάδας δώδεκα πεζών, ιππείς δε χιλίους προς τοις πεντακοσίοις. 21 την δε έφοδον μεταλαβών Ιούδα, ο Τιμόθεος προσεξαπέστειλε τας γυναίκας και τα τέκνα και την άλλην αποσκευήν εις το λεγόμενον Καρνίον· ην γαρ δυσπολιόρκητον και δυσπρόσιτον το χωρίον δια την των πάντων των τόπων στενότητα. 22 επιφανείσης δε της Ιούδα σπείρας πρώτης και γενομένου δέους επί τους πολεμίους, φόβου τε εκ της του πάντα εφορώντος επιφανείας γενομένου επ ‘ αυτούς, εις φυγήν ωρμησαν άλλος αλλαχή φερόμενος, ωστε πολλάκις υπό των ιδίων βλάπτεσθαι και ταις των ξιφών ακμαίς αναπείρεσθαι. 23 εποιείτο δε τον διωγμόν ευτονώτερον Ιούδας συγκεντών τους αλιτηρίους διέφθειρέ τε εις μυριάδας τρεις ανδρών. 24 αυτός δε ο Τιμόθεος εμπεσών τοις περί τον Δοσίθεον και Σωσίπατρον, ηξίου μετά πολλής γοητείας εξαφείναι σωον αυτόν δια το πλειόνων μεν γονείς, ων δε αδελφούς έχειν και τούτους αλογηθήναι συμβήσεται, ει αποθάνοι. 25 πιστώσαντος δε αυτού δια πλειόνων τον ορισμόν αποκαταστήσειν τούτους απημάντους, απέλυσαν αυτόν ένεκα της των αδελφών σωτηρίας.

 26 Εξελθών δε επί το Καρνίον και το Αταργατείον κατέσφαξε μυριάδας σωμάτων δύο και πεντακισχιλίους. 27 μετά δε την τούτων τροπήν και απώλειαν επεστράτευσεν Ιούδας και επί Εφρών πόλιν οχυράν, εν ή κατώκει Λυσίας και πάμφυλα πλήθη· νεανίαι δε προ των τειχών καθεστώτες ρωμαλέοι απεμάχοντο ευρώστως, ένθα δε οργάνων και βελών πολλαί παραθέσεις υπήρχον 28 επικαλεσάμενοι δε τον Δυνάστην τον μετά κράτους συντρίβοντα τας των πολεμίων αλκάς, έλαβον την πόλιν υποχείριον και κατέστρωσαν των ένδον εις μυριάδας δύο και πεντακισχιλίους. 29 αναζεύξαντες δε εκείθεν ωρμησαν επί Σκυθών πόλιν απέχουσαν από Ιεροσολύμων σταδίους εξακοσίους. 30 απομαρτυρησάντων δε των εκεί κατοικούντων Ιουδαίων, ην οι Σκυθοπολίται έσχον προς αυτούς εύνοιαν και εν τοις της ατυχίας καιροίς ήμερον απάντησιν εποιούντο. 31 ευχαρηστήσαντες αυτοίς και προσπαρακαλέσαντες και εις τα λοιπά προς το γένος ευμενείς είναι, παρεγένοντο εις Ιεροσόλυμα της των εβδομάδων εορτής ούσης υπογύου.

 32 Μετά δε την λεγομένην Πεντηκοστήν ωρμησαν επί Γοργίαν τον της Ιδουμαίας στρατηγόν. 33 εξήλθε δε μετά πεζών τρισχιλίων, ιππέων δε τετρακοσίων, 34 και παραταξαμένων συνέβη πεσείν ολίγους των Ιουδαίων. 35 Δοσίθεος δε τις των του Βακήνορος, έφιππος ανήρ και καρτερός, είχετο του Γοργίου και λαβόμενος της χλαμύδος ήγεν αυτόν ευρώστως και βουλόμενος τον κατάρατον λαβείν ζωγρίαν, των ιππέων Θρακών τινος επενεχθέντος αυτω και τον ώμον καθελόντος διέφυγεν ο Γοργίας εις Μαρισά. 36 των δε περί τον Έσδριν επί πλείον μαχομένων και κατακόπων όντων, επικαλεσάμενος ο Ιούδας τον Κύριον σύμμαχον φανήναι και προοδηγόν του πολέμου, 37 καταρξάμενος τη πατρίω φωνή την μεθ ‘ ύμνων κραυγήν, αναβοήσας και ενσείσας απροσδοκήτως τοις περί τον Γοργίαν, τροπήν αυτών εποιήσατο.

 38 Ιούδας δε αναλαβών το στράτευμα ήγεν εις ‘Οδολλάμ πόλιν· της δε εβδομάδος επιβαλλούσης, κατά τον εθισμόν αγνισθέντες αυτόθι το σάββατον διήγαγον. 39 τη δε εχομένη ήλθον οι περί τον Ιούδαν καθ ‘ ον τρόπον το της χρείας εγεγόνει, τα των προπεπτωκότων σώματα ανακομίσασθαι και μετά των συγγενών αποκαταστήσαι εις τους πατρώους τάφους. 40 εύρον δε εκάστου των τεθνηκότων υπό τους χιτώνας ιερώματα των από Ιαμνείας ειδώλων, αφ ‘ ων ο νόμος απείργει τους Ιουδαίους· τοις δε πάσι σαφές εγένετο δια τήνδε την αιτίαν τούσδε πεπτωκέναι. 41 πάντες ουν ευλογήσαντες τα του δικαιοκρίτου Κυρίου του τα κεκρυμμένα φανερά ποιούντος, 42 εις ικετείαν ετράπησαν αξιώσαντες το γεγονός αμάρτημα τελείως εξαλειφθήναι. ο δε γενναίος Ιούδας παρεκάλεσε το πλήθος συντηρείν εαυτούς αναμαρτήτους είναι, υπ ‘ όψιν εωρακότας τα γεγονότα δια την των προπεπτωκότων αμαρτίαν. 43 ποιησάμενός τε κατ ‘ ανδραλογίαν κατασκευάσματα εις αργυρίου δραχμάς δισχιλίας, απέστειλεν εις Ιεροσόλυμα προσαγαγείν περί αμαρτίας θυσίαν, πάνυ καλώς και αστείως πράττων υπέρ αναστάσεως διαλογιζόμενος· 44 ει γαρ μη τους προπεπτωκότας αναστήναι προσεδόκα, περισσόν αν ην και ληρώδες υπέρ νεκρών προσεύχεσθαι. 45 είτ ‘ εμβλέπων τοις μετ ‘ ευσεβείας κοιμωμένοις κάλλιστον αποκείμενον χαριστήριον, οσία και ευσεβής η επίνοια· όθεν περί των τεθνηκότων τον εξιλασμόν εποιήσαντο της αμαρτίας απολυθήναι.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 Τ† δε ενάτω και τεσσαρακοστω και εκατοστω έτει προσέπεσε τοις περί τον Ιούδαν Αντίοχον τον Ευπάτορα παραγενέσθαι συν πλήθεσιν επί την Ιουδαίαν 2 και συ αυτω Λυσίαν τον επίτροπον και επί των πραγμάτων, έκαστον έχοντα δύναμιν Ελληνικήν πεζών μυριάδας ένδεκα και ιππείς πεντακισχιλίους τριακοσίους και ελέφαντας εικοσιδύο, άρματα δε δρεπανηφόρα τριακόσια. 3 και Μενέλαος δε συνέμειξεν αυτοίς και παρεκάλει μετά πολλής ειρωνείας τον Αντίοχον, ουκ επί σωτηρία της πατρίδος, οιόμενος δε επί της αρχής κατασταθήσεσθαι. 4 ο δε βασιλεύς των βασιλέων εξήγειρε τον θυμόν του Αντιόχου επί τον αλιτήριον, και Λυσίου υποδείξαντος τούτον αίτιον είναι πάντων των κακών, προσέταξεν, ως έθος εστίν εν τω τόπω, προσαπολέσαι αγαγόντας αυτόν εις Βέροιαν. 5 έστι δε εν τω τόπω πύργος πεντήκοντα πηχών πλήρης σποδού, ούτος δε όργανον είχε περιφερές πάντοθεν απόκρημνον εις την σποδόν. 6 ενταύθα τον ιεροσυλίας ένοχον όντα ή και τινων άλλων κακών υπεροχήν πεποιημένον άπαντες προσωθούσιν εις όλεθρον. 7 τοιούτω μόρω τον παράνομον συνέβη θανείν, μηδέ της γης τυχόντα Μενέλαον, πάνυ δικαίως. 8 επεί γαρ συνετελέσατο πολλά περί τον βωμόν αμαρτήματα, ου το πυρ αγνόν ην και η σποδός, εν σποδω τον θάνατον εκομίσατο.

 9 Τοις δε φρονήμασιν ο βασιλεύς βεβαρβαρωμένος ήρχετο τα χείριστα των επί του πατρός αυτού γεγονότων ενδειξόμενος τοις Ιουδαίοις. 10 μεταλαβών δε Ιούδας ταύτα παρήγγειλε τω πλήθει δι ‘ ημέρας και νυκτός επικαλείσθαι τον Κύριον, είποτε άλλοτε και νυν επιβοηθείν τοις του νόμου και πατρίδος και ιερού αγίου στερείσθαι μέλουσι 11 και τον άρτι βραχέως ανεψυχότα λαόν μη εάσαι τοις δυσφήμοις έθνεσι υποχειρίους γενέσθαι. 12 πάντων δε το αυτό ποιησάντων ομού και καταξιωσάντων τον ελεήμονα Κύριον μετά κλαυθμού και νηστειών και προπτώσεως εφ ‘ ημέρας τρεις αδιαλείπτως, παρακαλέσας αυτούς ο Ιούδας εκέλευσε παραγίνεσθαι. 13 καθ ‘ εαυτόν δε συν τοις πρεσβυτέροις γενόμενος εβουλεύσατο, πριν εισβαλείν του βασιλέως το στράτευμα εις την Ιουδαίαν και γενέσθαι της πόλεως εγκρατείς, εξελθόντας κρίναι τα πράγματα τη του Κυρίου βοηθεία. 14 δούς δε την επιτροπήν τω κτίστη του κόσμου, παρακαλέσας τους συν αυτώ γενναίως αγωνίσασθαι μέχρι θανάτου περί νόμων, περί ιερού, πόλεως, πατρίδος, πολιτείας, εποιήσατο περί Μωδεϊν την στρατοπεδείαν. 15 δούς δε τοις περί αυτόν σύνθεμα «Θεού νίκή, μετά νεανίσκων αρίστων κεκριμένων επιβαλών νύκτωρ επί την βασιλικήν αυλήν, εν τη παρεμβολή ανείλεν εις άνδρας τετρακισχιλίους και τον πρωτεύοντα των ελεφάντων συν των κατ ‘ οικίαν όχλω συνέθηκε 16 και το τέλος την παρεμβολήν δέους και ταραχής επλήρωσαν και εξέλυσαν ευημερούντες· 17 υποφαινούσης δε ήδη της ημέρας τούτο εγεγόνει δια την επαρήγουσαν αυτω του Κυρίου σκέπην.

 18 Ο δε βασιλεύς ειληφώς γεύσιν της των Ιουδαίων ευτολμίας, κατεπείρασε δια μεθόδων τους τόπους. 19 και επί Βαιθσούρα φρούριον οχυρόν των Ιουδαίων προσήγε και ετροπούτο, προσέκρουεν, ηλαττονούτο· 20 τοις δε ένδον Ιούδας τα δέοντα εισέπεμψε. 21 προσήγγειλε δε τα μυστήρια τοις πολεμίοις Ρόδοκος εκ της Ιουδαϊκής τάξεως· ανεζητήθη δε και κατελήφθη και κατεκλείσθη. 22 εδευτερολόγησεν ο βασιλεύς τοις εν Βαιθσούρα δεξιάν έδωκεν, έλαβεν, απήει προσέβαλε τοις περί τον Ιούδαν, ήττων εγένετο, 23 μετέλαβεν απονενοήσθαι τον Φίλιππον εν Αντιοχεία τον απολελειμμένον επί των πραγμάτων, συνεχύθη, τους Ιουδαίους παρεκάλεσεν, υπετάγη και ώμοσεν επί πάσι τοις δικαίοις, συνελύθη και θυσίαν προσήγαγεν, ετίμησε τον νεώ και τον τόπον εφιλανθρώπησε 24 και τον Μακκαβαίον απεδέξατο. κατέλιπε στρατηγόν από Πτολεμαϊδος έως των Γερρηνών Ηγεμονίδην. 25 ήλθεν εις Πτολεμαϊδα· εδυσφόρουν περί των συνθηκών οι Πτολεμαείς, εδείναζον γαρ υπέρ ων ηθέλησαν αθετείν τας διαστάλσεις. 26 προσήλθεν επί το βήμα Λυσίας, επελογήσατο ενδεχομένως, συνέπεισε, κατεπράϋνε, ευμενείς εποίησεν, ανέζευξεν εις Αντιόχειαν. ούτω τα του βασιλέως της εφόδου και της αναζυγής εχώρησε.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΜΕΤΑ δε τριετή χρόνον προσέπεσε τοις περί τον Ιούδαν Δημήτριον τον του Σελεύκου δια του κατά Τρίπολιν λιμένος εισπλεύσαντα μετά πλήθους ισχυρού και στόλου 2 κεκρατηκέναι της χώρας επανελόμενον Αντίοχον και τον τούτου επίτροπον Λυσίαν. 3 Άλκιμος δε τις προγενόμενος αρχιερεύς, εκουσίως δε μεμολυμμένος εν τοις της επιμειξίας χρόνοις, συννοήσας ότι καθ ‘ οντιναούν τρόπον ουκ έστιν αυτω σωτηρία, ουδέ προς άγιον θυσιαστήριον έτι πρόσοδος, 4 ήκε προς τον βασιλέα Δημήτριον πρώτω και πεντηκοστω και εκατοστω έτει προσάγων αυτω στέφανον χρυσούν και φοίνικα, προς δε τούτοις των νομιζομένων θαλλών του ιερού, και την ημέραν εκείνην ησυχίαν έσχε. 5 καιρόν δε λαβών της ιδίας ανοίας συνεργόν, προσκληθείς εις συνέδριον υπό του Δημητρίου και επερωτηθείς εν τίνι διαθέσει και βουλή καθεστήκασιν οι Ιουδαίοι, προς ταύτα έφη· 6 οι λεγόμενοι των Ιουδαίων Ασιδαίοι, ων αφηγείται Ιούδας ο Μακκαβαίος, πολεμοτροφούσι και στασιάζουσιν, ουκ εώντες την βασιλείαν ευσταθείας τυχείν. 7 όθεν αφελόμενος την προγονικήν δόξαν, λέγω δη την αρχιερωσύνην, δεύρο νυν ελήλυθα, 8 πρώτον μεν υπέρ των ανηκόντων τω βασιλεί γνησίως φρονών, δεύτερον δε και των ιδίων πολιτών στοχαζόμενος· τη μεν γαρ των προειρημένων αλογιστία το σύμπαν ημών γένος ου μικρώς ακληρεί. 9 έκαστα δε τούτων επεγνωκώς συ, βασιλεύ, και της χώρας και του περιϊσταμένου γένους ημών προνοήθητι, καθ ‘ ην έχεις προς άπαντας ευαπάντητον φιλανθρωπίαν. 10 άχρι γαρ Ιούδας περίεστιν, αδύνατον ειρήνης τυχείν τα πράγματα. 11 τοιούτων δε ρηθέντων υπό τούτου, θάττον οι λοιποί φίλοι δυσμενώς έχοντες τα προς τον Ιούδαν προσεπύρωσαν τον Δημήτριον. 12 προσκαλεσάμενος δε ευθέως Νικάνορα τον γενόμενον ελεφαντάρχην, και στρατηγόν αναδείξας της Ιουδαίας, εξαπέστειλε 13 δούς εντολάς αυτόν μεν τον Ιούδαν επαναλέσθαι, τους δε συν αυτω σκορπίσαι, καταστήσαι δε Άλκιμον αρχιερέα του μεγίστου ιερού. 14 οι δε επί της Ιουδαίας πεφυγαδευκότες τον Ιούδαν έθνη συνέμισγον αγεληδόν τω Νικάνορι, τας των Ιουδαίων ατυχίας και συμφοράς ιδίας ευημερίας δοκούντες έσεσθαι.

 15 Ακούσαντες δε την του Νικάνορος έφοδον και την επίθεσιν των εθνών, καταπασάμενοι γην ελιτάνευον τον άχρι αιώνος συστήσαντα τον εαυτού λαόν, αεί δε μετ ‘ επιφανείας αντιλαμβανόμενον της εαυτού μερίδος. 16 προτάξαντος δε του ηγουμένου εκείθεν ευθέως ανέζευξαν και συμμίσγουσιν αυτοίς επί κώμην Δεσσαού. 17 Σίμων δε ο αδελφός Ιούδα συμβεβληκώς ην τω Νικάνορι, βραχέως δε δια την αιφνίδιον των αντιπάλων αφασίαν επταικώς. 18 όμως δε ακούων ο Νικάνωρ ην είχον οι περί τον Ιούδαν ανδραγαθίαν και εν τοις υπέρ της πατρίδος αγώσιν ευψυχίαν, υπευλαβείτο την κρίσιν δι ‘ αιμάτων ποιήσασθαι. 19 διόπερ έπεμψε Ποσιδώνιον και Θεόδοτον και Ματταθίαν δούναι και λαβείν δεξιάς. 20 πλείονος δε γενομένης περί τούτων επισκέψεως και του ηγεμόνος τοις πλήθεσιν ανακοινωσαμένου και φανείσης ομοψήφου γνώμης, επένευσαν ταις συνθήκες. 21 ετάξαντο δε ημέραν, εν ή κατ ‘ ιδίαν ήξουσιν εις το αυτό· και προήλθε και παρ ‘ εκάστου διαφόρους έθεσαν δίφρους· 22 διέταξεν Ιούδας ενόπλους ετοίμους εν τοις επικαίροις τόποις, μη ποτε εκ των πολεμίων αιφνιδίως κακουργία γένηται· την αρμόζουσαν εποιήσαντο κοινολογίαν. 23 διέτριβε δε ο Νικάνωρ εν Ιεροσολύμοις, και έπραττεν ουθέν άτοπον, τους δε συναχθέντας αγελαίους όχλους απέλυσε. 24 και είχε τον Ιούδαν διαπαντός εν προσώπω, ψυχικώς τω ανδρί προσεκέκλιτο. 25 παρακάλεσεν αυτόν γήμαι και παιδοποιήσασθαι· εγάμησεν, ευστάθησεν, εκοινώνησε βίου.

 26 Ο δε Άλκιμος συνιδών την προς αλλήλους εύνοιαν και τας γενομένας συνθήκας, αναλαβών ήκε προς τον Δημήτριον και έλεγε τον Νικάνορα αλλότρια φρονείν των πραγμάτων· τον γαρ επίβουλον της βασιλείας Ιούδαν διάδοχον αναδέδειχεν εαυτού. 27 ο δε βασιλεύς έκθυμος γενόμενος και ταις του παμπονήρου ερεθισθείς διαβολαίς, έγραψε Νικάνορι φάσκων υπέρ μεν των συνθηκών βαρέως φέρειν, κελεύων δε τον Μακκαβαίον δέσμιον εξαποστέλλειν ταχέως εις Αντιόχειαν. 28 προσπεσόντων δε τούτων τω Νικάνορι συνεκέχυτο και δυσφόρως έφερεν, ει τα διεσταλμένα αθετήσει μηδέν τ ‘ ανδρός ηδικηκότος. 29 επεί δε τω βασιλεί αντιπράττειν ουκ ην, εύκαιρον ετήρει στρατηγήματι τούτ ‘ επιτελέσαι. 30 ο δε Μακκαβαίος αυστηρότερον διεξάγοντα συνιδών τον Νικάνορα προς αυτόν και την ειθισμένην απάντησιν αγροικότερον εσχηκότα, νοήσας ουκ από του βελτίστου την αυστηρίαν είναι, συστρέψας ουκ ολίγους των περί εαυτόν, συνεκρύπτετο τον Νικάνορα. 31 συγγνούς δε ο έτερος ότι γενναίως υπό του ανδρός εστρατήγηται, παραγενόμενος επί το μέγιστον και άγιον ιερόν, των ιερέων τας καθηκούσας θυσίας προσαγόντων, εκέλευσε παραδιδόναι τον άνδρα. 32 των δε μεθ ‘ όρκων φασκόντων μη γινώσκειν που ποτ ‘ έστιν ο ζητούμενος, 33 προτείνας την δεξιάν εις τον νεώ ταύτα ώμοσε· εάν μη δέσμιόν μοι τον Ιούδαν παραδώτε, τόνδε του Θεού σηκόν εις πεδίον ποιήσω και το θυσιαστήριον κατασκάψω και ιερόν ενταύθα τω Διονύσω επιφανές αναστήσω. 34 τοσαύτα δε ειπών απήλθεν· οι δε ιερείς προτείναντες τας χείρας εις τον ουρανόν, επεκαλούντο τον διαπαντός υπέρμαχον του έθνους ημών ταύτα λέγοντες· 35 συ Κύριε, των όλων απροσδεής υπάρχων, ευδόκησας ναόν της σής κατασκηνώσεως εν ημίν γενέσθαι. 36 και νυν άγιε παντός αγιασμού Κύριε, διατήρησον εις αιώνα αμίαντον τόνδε τον προσφάτως κεκαθαρισμένον οίκον.

 37 Ραζίς δε τις των από Ιεροσολύμων πρεσβυτέρων εμηνύθη τω Νικάνορι, ανήρ φιλοπολίτης και σφόδρα καλώς ακούων και κατά την εύνοιαν πατήρ των Ιουδαίων προσαγορευόμενος. 38 ην γαρ εν τοις έμπροσθεν χρόνοις της αμειξίας κρίσιν εισενηνεγμένος Ιουδαϊσμού, και σώμα και ψυχήν υπέρ του Ιουδαϊσμού παραβεβλημένος μετά πάσης εκτενίας. 39 βουλόμενος δε Νικάνωρ πρόδηλον ποιήσαι, ην είχε προς τους Ιουδαίους δυσμένειαν, απέστειλε στρατιώτας υπέρ τους πεντακοσίους συλλαβείν αυτόν· 40 έδοξε γαρ εκείνον συλλαβών τούτοις εργάσασθαι συμφοράν. 41 των δε πληθών μελλόντων τον πύργον καταλαβέσθαι και την αυλαίαν θύραν βιαζομένων και κελευόντων πυρ προσάγειν και τας θύρας υφάπτειν, περικατάληπτος γενόμενος υπέθηκε εαυτω ξίφος, 42 ευγενώς θέλων αποθανείν ήπερ τοις αλιτηρίοις υποχείριος γενέσθαι και της ιδίας ευγενείας αναξίως υβρισθήναι. 43 τη δε πληγή μη κατευθικτήσας δια την του αγώνος σπουδήν και των όχλων είσω των θυρωμάτων εισβαλόντων, αναδραμών γενναίως επί το τείχος, κατεκρήμνισεν εαυτόν ανδρείως εις τους όχλους. 44 των δε ταχέως αναποδισάντων γενομένου διαστήματος ήλθε κατά μέσον τον κενεώνα. 45 έτι δε έμπνους υπάρχων και πεπυρωμένος τοις θυμοίς, εξαναστάς φερομένων κρουνηδόν των αιμάτων και δυσχερών όντων των τραυμάτων, δρόμω τους όχλους διελθών και στάς επί τινος πέτρας απορρωγάδος, 46 παντελώς έξαιμος ήδη γενόμενος, προβαλών τα έντερα και λαβών εκατέραις ταις χερσίν, ενέσεισε τοις όχλοις και επικαλεσάμενος τον δεσπόζοντα της ζωής και του πνεύματος, ταύτα αυτω πάλιν αποδούναι, τόνδε τον τρόπον μετήλλαξεν.

 Β ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 Ο δε Νικάνωρ μεταλαβών τους περί τον Ιούδαν όντας εν τοις κατά Σαμάρειαν τόποις, εβουλεύσατο τη της καταπαύσεως ημέρα μετά πάσης ασφαλείας αυτοίς επιβαλείν. 2 των δε κατ ‘ ανάγκην συνεπομένων αυτω Ιουδαίων λεγόντων· μηδαμώς ούτως αγρίως και βαρβάρως απολέσης, δόξαν δε απομέρισον τη προτετιμημένη υπό του πάντα εφορώντος μεθ ‘ αγιότητος ημέρα. 3 ο δε τρισαλιτήριος επηρώτησεν. ει έστιν εν ουρανω δυνάστης ο προστεταχώς άγειν την των σαββάτων ημέραν; 4 των δε αποφηναμένων· έστιν ο Κύριος ζων αυτός εν ουρανω δυνάστης ο κελεύσας ασκείν την εβδομάδα· 5 ο δε έτερος· καγώ, φησί, δυνάστης επί της γης ο προστάσσων αίρειν τα όπλα και τας βασιλικάς χρείας επιτελείν. όμως ου κατέσχεν επιτελέσαι το σχέτλιον αυτού βούλημα. 6 και ο μεν Νικάνωρ μετά πάσης αλαζονείας υψαυχενών, διεγνώκει κοινόν των περί τον Ιούδαν συστήσασθαι τρόπαιον. 7 ο δε Μακκαβαίος ην αδιαλείπτως πεποιθώς μετά πάσης ελπίδος αντιλήψεως τεύξασθαι παρά του Κυρίου 8 και παρεκάλει τους συν αυτω μη δειλιάν την των εθνών έφοδον, έχοντας δε κατά νουν τα προγεγονότα αυτοίς απ ‘ ουρανού βοηθήματα και τανύν προσδοκάν την παρά του Παντοκράτορος εσομένην αυτοίς νίκην και βοήθειαν. 9 και παραμυθούμενος αυτούς εκ του νόμου και των προφητών, προσυπομνήσας δε αυτούς και τους αγώνας, ους ήσαν εκτετελεκότες, προθυμοτέρους αυτούς κατέστησε. 10 και τοις θυμοίς διεγείρας αυτούς παρήγγειλεν άμα παρεπιδεικνύς την των εθνών αθεσίαν και την των όρκων παράβασιν. 11 έκαστον δε αυτών καθοπλίσας ου την ασπίδων και λογχών ασφάλειαν, ως την εν τοις αγαθοίς λόγοις παράκλησιν, και προσεξηγησάμενος όνειρον αξιόπιστον ύπερ τι πάντας εύφρανεν. 12 ην δε η τούτου θεωρία τοιάδε· ‘Ονίαν τον γενόμενον αρχιερέα άνδρα καλόν και αγαθόν, αιδήμονα μεν την απάντησιν, πράον δε τον τρόπον και λαλιάν προϊέμενον πρεπόντως και εκ παιδός εκμεμελητηκότα πάντα τα της αρετής οικεία, τούτον τας χείρας προτείναντα κατεύχεσθαι τω παντί των Ιουδαίων συστήματι. 13 είθ ‘ ούτως επιφανήναι άνδρα πολιά και δόξη διαφέροντα, θαυμαστήν δε τινα και μεγαλοπρεπεστάτην είναι την περί αυτόν υπεροχήν. 14 αποκριθέντα δε τον ‘Ονίαν ειπείν· ο φιλάδελφος ούτός εστιν ο πολλά προσευχόμενος περί του λαού και της αγίας πόλεως Ιερεμίας ο του Θεού προφήτης. 15 προτείναντα δε τον Ιερεμίαν την δεξιάν παραδούναι τω Ιούδα ρομφαίαν χρυσήν, διδόντα δε προσφωνήσαι τάδε· 16 λάβε την αγίαν ρομφαίαν δώρον παρά του Θεού, δι ‘ ης θραύσεις τους υπεναντίους. 17 παρακληθέντες δε τοις Ιούδα λόγοις πάνυ καλοίς και δυναμένοις επ ‘ αρετήν παρορμήσαι και ψυχάς νέων επανορθώσαι, διέγνωσαν μη στρατοπεδεύεσθαι, γενναίως δε εμφέρεσθαι και μετά πάσης ευανδρίας εμπλακέντες κρίναι τα πράγματα, δια το και την πόλιν και τα άγια και το ιερόν κινδυνεύειν. 18 ην γαρ ο περί γυναικών και τέκνων, έτι δε αδελφών και συγγενών εν ήττονι μέρει κείμενος αυτοίς αγών, μέγιστος δε και πρώτος ο περί του καθηγιασμένου ναού φόβος. 19 ην δε και τοις εν τη πόλει κατειλημμένοις ου πάρεργος αγωνία ταρασσομένοις της εν υπαίθρω προσβολής. 20 και πάντων ήδη προσδοκώντων την εσομένην κρίσιν και ήδη συμμειξάντων των πολεμίων και της στρατιάς εκταγείσης και των θηρίων επί μέρος εύκαιρον αποκατασταθέντων της τε ίππου κατά κέρας τεταγμένης, 21 συνιδών ο Μακκαβαίος την των πληθών παρουσίαν και των όπλων την ποικίλην παρασκευήν την τε των θηρίων αγριότητα, προτείνας τας χείρας εις τον ουρανόν επεκαλέσατο τον τερατοποιόν Κύριον, τον κατόπτην, γινώσκων ότι ουκ έστι δι ‘ όπλων η νίκη, καθώς δε αν αυτω κριθείη, τοις αξίοις περιποιείται την νίκην. 22 έλεγε δε επικαλούμενος τόνδε τον τρόπον· συ Δέσποτα, απέστειλας τον άγγελόν σου επί Εζεκίου του βασιλέως της Ιουδαίας και ανείλεν εκ της παρεμβολής Σενναχηρείμ εις εκατόν ογδοηκονταπέντε χιλιάδας· 23 και νυν, δυνάστα των ουρανών, απόστειλον άγγελον αγαθόν έμπροσθεν ημών εις δέος και τρόμον· 24 μεγέθει βραχίονός σου καταπλαγείησαν οι μετά βλασφημίας παραγενόμενοι επί τον άγιόν σου λαόν. και ούτος μεν εν τούτοις έληξεν. 25 οι δε περί τον Νικάνορα μετά σαλπίγγων και παιάνων προσήγον. 26 οι δε περί τον Ιούδαν μετ ‘ επικλήσεως και ευχών συνέμειξαν τοις πολεμίοις 27 και ταις μεν χερσίν αγωνιζόμενοι, ταις δε καρδίαις προς τον Θεόν ευχόμενοι κατέστρωσαν ουδέν ήττον μυριάδων τριών και πεντακισχιλίων, τη του Θεού μεγάλως ευφρανθέντες επιφανεία. 28 γενόμενοι δε από της χρείας και μετά χαράς αναλύοντες, επέγνωσαν προπεπτωκότα Νικάνορα συν τη πανοπλία. 29 γενομένης δε κραυγής και ταραχής, ευλόγουν τον Δυνάστην τη πατρίω φωνή. 30 και προσέταξεν ο καθ ‘ άπαν σώματι και ψυχή πρωταγωνιστής υπέρ των πολιτών, ο την της ηλικίας εύνοιαν εις ομοεθνείς διαφυλάξας, την του Νικάνορος κεφαλήν αποτεμόντας και την χείρα συν τω ώμω φέρειν εις Ιεροσόλυμα. 31 παραγενόμενος δε εκεί και συγκαλέσας τους ομοεθνείς και τους ιερείς προ του θυσιαστηρίου στήσας, μετεπέμψατο τους εκ της άκρας. 32 και επιδειξάμενος την του μιαρού Νικάνορος κεφαλήν και την χείρα του δυσφήμου, ην εκτείνας επί τον άγιον του Παντοκράτορος οίκον εμεγαλαύχησε, 33 και την γλώσσαν του δυσσεβούς Νικάνορος εκτεμών έφη κατά μέρος δώσειν τοις ορνέοις, τα δε επίχειρα της ανοίας κατέναντι του ναού κρεμάσαι. 34 οι δε πάντες εις τον ουρανόν ευλόγησαν τον επιφανή Κύριον λέγοντες· ευλογητός ο διατηρήσας τον εαυτού τόπον αμίαντον. 35 εξέδησε δε την του Νικάνορος κεφαλήν εκ της άκρας επίδηλον πάσι και φανερόν της του Κυρίου βοηθείας σημείον. 36 και εδογμάτισαν πάντες μετά κοινού ψηφίσματος μηδαμώς εάσαι απαρασήμαντον τήνδε την ημέραν, έχειν δε επίσημον την τρισκαιδεκάτην του δωδεκάτου μηνός - Άδαρ λέγεται τη Συριακή φωνή- προ μιάς ημέρας της Μαρδοχαϊκής ημέρας.

 37 Τών ουν κατά Νικάνορα χωρησάντων ούτω και απ ‘ εκείνων των καιρών κρατηθείσης της πόλεως υπό των Εβραίων, και αυτός αυτόθι καταπαύσω τον λόγον. 38 και ει μεν καλώς και ευθίκτως τη συντάξει, τούτο και αυτός ήθελον· ει δε ευτελώς και μετρίως, τούτο εφικτόν ην μοι. 39 καθάπερ γαρ οίνον καταμόνας πίνειν, ωσαύτως δε και ύδωρ πάλιν πολέμιον· ον δε τρόπον οίνος ύδατι συγκερασθείς ηδύς και επιτερπή την χάριν αποτελεί, ούτω και το της κατασκευής του λόγου τέρπει τας ακοάς των εντυγχανόντων τη συντάξει. ενταύθα δε έσται η τελευτή.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.