Τρίτη, 27 Νοεμβρίου 2012

Γ' Μακκαβαίων




Γ ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 Ο δε Φιλοπάτωρ μαθών παρά των ανακομισθέντων την γενομένην των υπ' αυτού κρατουμένων τόπων αφαίρεσιν υπό Αντιόχου παραγγείλας ταις πάσαις δυνάμεσι πεζικαίς τε και ιππικαίς αυτού και την αδελφήν Αρσινόην συμπαραλαβών, εξώρμησε μέχρι των κατά Ραφίαν τόπων, όπου παρεμβεβλήκεισαν οι περί Αντίοχον. 2 Θεόδοτος δε τις εκπληρώσαι την επιβουλήν διανοηθείς, παραλαβών των προϋποτεταγμένων αυτω όπλων Πτολεμαϊκών τα κράτιστα, διεκομίσθη νύκτωρ επί την του Πτολεμαίου σκηνήν ως μόνος κτείναι αυτόν και εν τούτω διαλύσαι τον πόλεμον. 3 τούτον δε διαγαγών Δοσίθεος ο Δριμύλου λεγόμενος, το γένος Ιουδαίος, ύστερον δε μεταβαλών τα νόμιμα και των πατρίων δογμάτων απηλλοτριωμένος, άσημόν τινα κατέκλινεν εν τη σκηνή, ον συνέβη κομίσασθαι την εκείνου κόλασιν.
4 γενομένης δε καρτεράς μάχης και των πραγμάτων μάλλον ερρωμένων τω Αντιόχω, ικανώς η Αρσινόη επιπορευσαμένη τας δυνάμεις παρεκάλει, μετά οίκτου και δακρύων τους πλοκάμους λελυμένη, βοηθείν εαυτοίς τε και τοις τέκνοις και γυναιξί θαρραλέως, επαγγελλομένη δώσειν νικήσασιν εκάστω δύο μνάς χρυσίου. 5 και ούτω συνέβη τους αντιπάλους εν χειρονομίαις διαφθαρήναι, πολλούς δε και δορυαλώτους συλληφθήναι. 6 κατακρατήσας δε της επιβουλής έκρινε τας πλησίον πόλεις επελθών παρακαλέσαι. 7 ποιήσας δε τούτο και τοις τεμένεσι δωρεάς απονείμας, ευθαρσείς τους υποτεταγμένους κατέστησε.

 8 Τών δε Ιουδαίων διαπεμψαμένων προς αυτόν από της γερουσίας και των πρεσβυτέρων τους ασπασομένους αυτόν και ξένια κομιούντας και επί τοις συμβεβηκόσι συγχαρησομένους, συνέβη μάλλον αυτόν προθυμηθήναι ως τάχιστα προς αυτούς παραγενέσθαι. 9 διακομισθείς δε εις Ιεροσόλυμα και θύσας τω μεγίστω Θεω και χάριτας αποδιδούς και των εξής τι τω τόπω ποιήσας και δη παραγενόμενος εις τον τόπον και τη σπουδαιότητι και ευπρεπεία καταπλαγείς, 10 θαυμάσας δε και την του ιερού ευταξίαν, ενεθυμήθη βουλεύσασθαι εισελθείν εις τον ναόν. 11 των δε ειπόντων μη καθήκειν γίνεσθαι τούτο, δια το μηδέ τοις εκ του έθνους εξείναι εισιέναι, μηδέ πάσι τοις ιερεύσιν, αλλ' ή μόνω τω προηγουμένω πάντων αρχιερεί, και τούτω άπαξ κατ' ενιαυτόν, ουδαμώς ηβούλετο πείθεσθαι. 12 του τε νόμου παραναγνωσθέντος, ουδαμώς απέλιπε προφερόμενος εαυτόν δείν εισελθείν λέγων· και ει εκείνοι εστέρηνται ταύτης της τιμής, εμέ ου δεί. 13 και επυνθάνετο δια τίνα αιτίαν εισερχόμενον αυτόν εις παν τέμενος ουθείς εκώλυσε των παρόντων. 14 και τις απρονοήτως έφη κακώς αυτό τούτο τερατεύεσθαι. 15 γενομένου δε, φησι, τούτου δια τινα αιτίαν, ουχί πάντως εισελεύσεσθαι και θελόντων αυτών και μη; 16 των δε ιερέων εν ταις αγίαις εσθήσεσι προπεσόντων και δεομένων του μεγίστου Θεού βοηθείν τη ενεστώση ανάγκη και την ορμήν του κακώς επιβαλλομένου μεταθείναι κραυγής τε μετά δακρύων το ιερόν εμπλησάντων, 17 οι κατά την πόλιν απολιπόμενοι ταραχθέντες εξεπήδησαν, άδηλον τιθέμενοι το γινόμενον. 18 αι τε κατάκλειστοι παρθένοι εν θαλάμοις συν ταις τεκούσαις εξώρμησαν και σποδω και κόνει τας κεφαλάς πασάμεναι, γόων τε και στεναγμών τας πλατείας ενεπίμπλων. 19 αι δε και προσαρτίως εσταλμέναι τους προς απάντησιν διατεταγμένους παστούς και την αρμόζουσαν αιδώ παραλείπουσαι, δρόμον άτακτον εν τη πόλει συνίσταντο. 20 τα δε νεογνά των τέκνων, αι τε προς τούτοις μητέρες και τιθηνοί παραλιπούσαι άλλως και άλλως, αι μεν κατ' οίκους, αι δε κατά τας αγυιάς, ανεπιστρέπτως εις το πανυπέρτατον ιερόν ηθροίζοντο. 21 ποικίλη δε ην των εις τούτο συλλεγομένων η δέησις επί τοις ανοσίως υπ' εκείνου κατεγχειρουμένοις. 22 συν τε τούτοις οι των πολιτών θρασυνθέντες ουκ ηνείχοντο τέλεον αυτού επικειμένου και το της προθέσεως αυτού εκπληρούν διανοουμένου. 23 φωνήσαντες δε την ορμήν επί τα όπλα ποιήσασθαι και θαρραλέως υπέρ του πατρώου νόμου τελευτάν, ικανήν εποίησαν εν τω τόπω τραχύτητα, μόλις δε υπό τε των γεραιών και των πρεσβυτέρων αποτραπέντες επί την αυτήν της δεήσεως έστησαν στάσιν. 24 και το μεν πλήθος ως έμπροσθεν εν τούτοις ανεστρέφετο δεόμενον. 25 οι δε περί τον βασιλέα πρεσβύτεροι πολλαχώς επειρώντο τον αγέρωχον αυτού νουν εξιστάνειν της εντεθυμημένης βουλής. 26 θρασυνθείς δε και πάντα παραπέμψας ήδη και πρόσβασιν εποιείτο, τέλος επιθήσειν δοκών τω προειρημένω. 27 ταύτα ουν και οι περί αυτόν όντες θεωρούντες ετράπησαν εις το συν τοις ημετέροις επικαλείσθαι τον παν κράτος έχοντα τοις παρούσιν επαμύναι, μη παριδόντα την άνομον και υπερήφανον πράξιν. 28 εκ δε της πυκνοτάτης τε και εμπόνου των όχλων συναγομένης κραυγής ανείκαστός τις ην βοή· 29 δοκείν γαρ ην μη μόνον τους ανθρώπους, αλλά και τα τείχη και το παν έδαφος ηχείν, άτε δη των πάντων τότε θάνατον αλλασσομένων αντί της του τόπου βεβηλώσεως.

 Γ ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 Ο μεν ουν αρχιερεύς Σίμων εξεναντίας του ναού κάμψας τα γόνατα και τας χείρας προτείνας ευτάκτως, εποιήσατο την δέησιν τοιαύτην. 2 Κύριε Κύριε, βασιλεύ των ουρανών και δέσποτα πάσης κτίσεως, άγιε εν αγίοις, μόναρχε, παντοκράτωρ, πρόσχες ημίν καταπονουμένοις υπό ανοσίου και βεβήλου θράσει και σθένει πεφρυαγμένου. 3 συ γαρ ο κτίσας τα πάντα και των όλων επικρατών δυνάστης δίκαιος ει και τους ύβρει και αγερωχία πράσσοντάς τι κρίνεις. 4 συ τους έμπροσθεν αδικίαν ποιήσαντας, εν οίς και γίγαντες ήσαν ρώμη και θράσει πεποιθότες, διέφθειρας επαγαγών αυτοίς αμέτρητον ύδωρ. 5 συ τους υπερηφανίαν εργαζομένους Σοδομίτας, διαδήλους ταις κακίαις γενομένους, πυρί και θείω κατέφλεξας, παράδειγμα τοις επιγινομένοις καταστήσας. 6 συ τον θρασύν Φαραώ καταδουλωσάμενον τον λαόν σου τον άγιον Ισραήλ, ποικίλαις και πολλαίς δοκιμάσας τιμωρίαις, εγνώρισας την σήν δυναστείαν, εφ' αις εγνώρισας το μέγα σου κράτος· 7 και επιδιώξαντα αυτόν συν άρμασι και όχλων πλήθει επέκλυσας βάθει θαλάσσης, τους δε εμπιστεύσαντας επί σοί τω της απάσης κτίσεως δυναστεύοντι σώους διεκόμισας, 8 οί και συνιδόντες έργα σής χειρός ήνεσάν σε τον παντοκράτορα. 9 συ, βασιλεύ, κτίσας την απέραντον και αμέτρητον γην, εξελέξω την πόλιν ταύτην και αγιάσας τον τόπον τούτον εις όνομά σοι τω των απάντων απροσδεεί και παρεδόξασας εν επιφανεία μεγαλοπρεπεί, σύστασιν ποιησάμενος αυτού προς δόξαν του μεγάλου και εντίμου ονόματός σου. 10 και αγαπών τον οίκον του Ισραήλ επηγγείλω δη ότι εάν γένηται ημών αποστροφή και καταλάβη ημάς στενοχωρία και ελθόντες εις τον τόπον τούτον δεηθώμεν, εισακούση της δεήσεως ημών. 11 και δη πιστός ει και αληθινός. 12 επεί δε πλεονάκις θλιβέντων των πατέρων ημών εβοήθησας αυτοίς εν τη ταπεινώσει και ερρύσω αυτούς εκ μεγάλων κινδύνων, 13 ιδού δε νυν, άγιε βασιλεύ, δια τας πολλάς και μεγάλας ημών αμαρτίας καταπονούμεθα και υπετάγημεν τοις εχθροίς ημών και παρείμεθα εν αδυναμίαις. 14 εν δε τη ημετέρα καταπτώσει ο θρασύς και βέβηλος ούτος επιτηδεύει καθυβρίσαι τον επί της γης αναδεδειγμένον τω ονόματι της δόξης σου άγιον τόπον. 15 το μεν γαρ οικητήριόν σου ουρανός του ουρανού ανέφικτος ανθρώποις εστίν. 16 αλλ' επεί ευδοκήσας την δόξαν σου εν τω λαω σου Ισραήλ ηγίασας τον τόπον τούτον, 17 μη εκδικήσης ημάς εν τη τούτων ακαθαρσία, μηδέ ευθύνης ημάς εν βεβηλώσει, ίνα μη καυχήσωνται οι παράνομοι εν θυμω αυτών, μηδέ αγαλλιάσωνται εν υπερηφανία γλώσσης αυτών λέγοντες· 18 ημείς κατεπατήσαμεν τον οίκον του αγιασμού, ως καταπατούνται οι οίκοι των προσοχθισμάτων. 19 απάλειψον τας αμαρτίας ημών και διασκέδασον τας αμπλακίας ημών και επίφανον το έλεός σου κατά την ωραν ταύτην. 20 ταχύ προκαταλαβέτωσαν ημάς οι οικτιρμοί σου, και δος αινέσεις εν στόματι των καταπεπτωκότων και συντετριμμένων τας ψυχάς ποιήσας ημίν ειρήνην.

 21 Ενταύθα ο πάντων επόπτης Θεός και προ πάντων άγιος εν αγίοις εισακούσας της ενθέσμου λιτανείας, τον ύβρει και θράσει μεγάλως επηρμένον εμάστιξεν αυτόν, 22 ένθεν και ένθεν κραδάνας αυτόν ως κάλαμον υπό ανέμου, ωστε κατ' εδάφους άπρακτον, έτι και τοις μέλεσι παραλελυμένον μηδέ φωνήσαι δύνασθαι δικαία περιπεπλεγμένον κρίσει. 23 όθεν οί τε φίλοι και οι σωματοφύλακες αυτού ταχείαν και οξείαν ιδόντες την καταλαβούσαν αυτόν εύθυναν, φοβούμενοι μη και το ζήν εκλείπη, ταχέως αυτόν εξείλκυσαν υπερβάλλοντι καταπεπληγμένοι φόβω. 24 εν χρόνω δε ύστερον αναλεξάμενος εαυτόν ουδαμώς εις μετάμελον ήλθεν επιτιμηθείς, μετ' απειλής δε πικράς ανέλυσε.

 25 Διακομισθείς δε εις την Αίγυπτον και τα της κακίας επαύξων, δια δε των προαποδεδειγμένων συμποτών και εταίρων του παντός δικαίου κεχωρισμένων, 26 ου μόνον ταις αναριθμήτοις ασελγείαις διηρκέσθη, αλλά και επί τοσούτον θράσους προήλθεν, ωστε δισφυμίας εν τοις τόποις συνίστασθαι και πολλούς των φίλων ατενίζοντας εις την του βασιλέως πρόθεσιν και αυτούς έπεσθαι τη εκείνου θελήσει. 27 προέθετο δε δημοσία κατά του έθνους διαδούναι ψόγον· και επί του κατά την αυλήν πύργου στήλην αναστήσας εξεκόλαψε γραφήν, 28 μηδένα των μη θυόντων εις τα ιερά αυτών εισιέναι, πάντας δε τους Ιουδαίους εις λαογραφίαν και οικετικήν διάθεσιν αχθήναι, τους δε αντιλέγοντας βία φερομένους του ζήν μεταστήσαι, 29 τους τε απογραφομένους χαράσσεσθαι και δια πυρός εις το σώμα παρασήμω Διονύσου κισσοφύλλω, ους και καταχωρίσαι εις την προσυνεσταλμένην αυθεντίαν. 30 ίνα δε μη τοις πάσιν απεχθόμενος φαίνηται, υπέγραψεν· εάν δε τινες εξ αυτών προαιρώνται εν τοις κατά τας τελετάς μεμυημένοις αναστρέφεσθαι, τούτους ισοπολίτας Αλεξανδρεύσιν είναι.

 31 Ένιοι μεν ουν επί πόλεως τας της πόλεως ευσεβείας επιβάθρας στυγούντες ευχερώς εαυτούς εδίδοσαν ως μεγάλης τινός κοινωνήσοντες ευκλείας από της εσομένης τω βασιλεί συναναστροφής. 32 οι δε πλείστοι γενναία ψυχή ενίσχυσαν και ου διέστησαν της ευσεβείας, τα τε χρήματα περί του ζήν αντικαταλλασσόμενοι αδεώς επειρώντο εαυτούς ρύσασθαι εκ των απογραφών· 33 ευέλπιδες δε καθειστήκεισαν αντιλήψεως τεύξεσθαι· και τους αποχωρούντας εξ αυτών εβδελύσσοντο και ως πολεμίους του έθνους έκρινον και της κοινής συναναστροφής και ευχρηστίας εστέρουν.

Γ ΜΑΚΚΑΒΑΙΩΝ

ΚΕΦΑΛΑΙΟΝ Γ

 1 Α και μεταλαμβάνων ο δυσσεβής επί τοσούτον εχόλησεν, ωστε ου μόνον τοις κατ' Αλεξάνδρειαν διοργίζεσθαι, αλλά και τοις εν τη χώρα βαρυτέρως εναντιωθήναι και προστάξαι σπεύσαντας συναγαγείν πάντας επί το αυτό και χειρίστω μόρω του ζήν μεταστήσαι. 2 τούτων δε οικονομουμένων φήμη δυσμενής εξηχείτο κατά του γένους ανθρώποις συμφρονούσιν εις κακοποίησιν, αφορμής διδομένης εις διάθεσιν, ως αν από των νομίμων αυτούς κωλυόντων. 3 οι δε Ιουδαίοι την μεν προς τους βασιλείς εύνοιαν και πίστιν αδιάστροφον ήσαν διαφυλάσσοντες, 4 σεβόμενοι δε τον Θεόν και τω τούτου νόμω πολιτευόμενοι χωρισμόν εποίουν επί τω κατά τας τροφάς, δι' ην αιτίαν ενίοις απεχθείς εφαίνοντο. 5 τη δε των δικαίων ευπραξία κοσμούντες την συναναστροφήν άπασιν ανθρώποις ευδόκιμοι καθειστήκεισαν. 6 την μεν ουν περί του γένους εν πάσι θρυλουμένην ευπραξίαν οι αλλόφυλοι ουδαμώς διηριθμήσαντο, 7 την δε περί των προσκυνήσεων και τροφών διάστασιν εθρύλουν, φάσκοντες μήτε τω βασιλεί μήτε ταις δυνάμεσιν ομοσπόνδους τους ανθρώπους γενέσθαι, δυσμενείς δε είναι και μέγα τι τοις πράγμασιν εναντιουμένους· και ου τω τυχόντι περιήψαν ψόγω. 8 οι δε κατά την πόλιν ΄Ελληνες ουδέν ηδικημένοι, ταραχήν απροσδόκητον περί τους ανθρώπους θεωρούντες και συνδρομάς απροσκόπτους γινομένας, βοηθείν μεν ουκ έσθενον, τυραννική γαρ ην η διάθεσις, παρεκάλουν δε και δυσφόρως είχον και μεταπεσείσθαι ταύτα υπελάμβανον· 9 μη γαρ ούτως παροραθήσεσθαι τηλικούτο σύστεμα μηδέν ηγνοηκός. 10 ήδη δε και τινες γείτονές τε και φίλοι και συμπραγματευόμενοι μυστικώς τινας επισπώμενοι, πίστεις εδίδουν συνασπιείν και παν εκτενές προσοίσεσθαι προς αντίληψιν.

 11 Εκείνος μεν ουν τη κατά το παρόν ευημερία γεγαυρωμένος και ου καθορών το του μεγίστου Θεού κράτος, υπολαμβάνων δε διηνεκώς εν τη αυτη διαμένειν βουλή, έγραψε κατ' αυτών επιστολήν τήνδε· 12 «Βασιλεύς Πτολεμαίος Φιλοπάτωρ τοις κατ' Αίγυπτον και κατά τόπον στρατηγοίς και στρατιώταις χαίρειν και ερρώσθαι· 13 έρρωμαι δε και εγώ αυτός και τα πράγματα ημών. 14 της εις την Ασίαν γενομένης ημίν επιστρατείας, ης ίστε και αυτοί, τη των θεών προς ημάς απροπτώτω συμμαχία και τη ημετέρα δε ρώμη κατά λόγον επ' άριστον τέλος αχθείσης, 15 ηγησάμεθα μη βία δόρατος, επιεικεία δε και πολλή φιλανθρωπία τιθηνήσασθαι τα κατοικούντα Κοίλην Συρίαν και Φοινίκην έθνη ευ ποιήσαί τε ασμένως. 16 και τοις κατά πόλεσιν ιεροίς απονείμαντες προσόδους πλείστας, προήχθημεν και εις τα Ιεροσόλυμα αναβάντες τιμήσαι το ιερόν των αλιτηρίων και μηδέποτε ληγόντων της ανοίας. 17 οι δε λόγω μεν την ημετέραν αποδεξάμενοι παρουσίαν, τω δε πράγματι νόθως, προθυμηθέντων ημών εισελθείν εις τον ναόν αυτών και τοις εκπρεπέσι και καλλίστοις αναθήμασι τιμήσαι, 18 τύφοις φερόμενοι παλαιοτέροις, είρξαν ημάς της εισόδου, απολειπόμενοι της ημετέρας αλκής δι' ην έχομεν προς άπαντας ανθρώπους φιλανθρωπίαν. 19 την δε αυτών εις ημάς δυσμένειαν έκδηλον καθιστάντες, ως μονώτατοι των εθνών βασιλεύσι και τοις εαυτών ευεργέταις υψαυχενούντες, ουδέν γνήσιον βούλονται φέρειν. 20 ημείς δε τη τούτων ανοία συμπεριενεχθέντες και μετά νίκης διακομισθέντες και εις την Αίγυπτον τοις πάσιν έθνεσι φιλανθρώπως απαντήσαντες καθώς έπρεπεν εποιήσαμεν. 21 εν δε τούτοις προς τους ομοφύλους αυτών αμνησικακίαν άπασι γνωρίζοντες, δια τε την συμμαχίαν και τα πεπιστευμένα μετά απλότητος αυτοίς αρχήθεν μύρια πράγματα τολμήσαντες εξαλλοιώσαι, εβουλήθημεν και πολιτείας αυτούς Αλεξανδρέων καταξιώσαι και μετόχους των αεί ιερέων καταστήσαι. 22 οι δε τουναντίον εκδεχόμενοι και τη συμφύτω κακοηθεία το καλόν απωσάμενοι, διηνεκώς δε εις το φαύλον εκνεύοντες, 23 ου μόνον απεστρέψαντο την ατίμητον πολιτείαν, αλλά και βδελύσσονται λόγω τε και σιγή τους εν αυτοίς ολίγους προς ημάς γνησίως διακειμένους, παρέκαστα υφορώμενοι δια της δυσκλεεστάτης εμβιώσεως δια τάχους ημάς καταστρέψαι τα κατορθώματα. 24 διό και τεκμηρίοις καλώς πεπεισμένοι, τούτους κατά πάντα δυσνοείν ημίν τρόπον και προνοούμενοι μήποτε αιφνιδίου μετέπειτα ταραχής ενστάσης ημίν τους δυσσεβείς τούτους κατά νώτου προδότας και βαρβάρους έχωμεν πολεμίους 25 προστετάχαμεν άμα τω προσπεσείν την επιστολήν τήνδε αυθωρεί τους εννεμομένους συν γυναιξί και τέκνοις μετά ύβρεων και σκυλμών αποστείλαι προς ημάς εν δεσμοίς σιδηροίς πάντοθεν κατακεκλεισμένους, εις ανήκεστον και δυσκλεή πρέποντα δυσμενέσι φόνον. 26 τούτων γαρ ομού κολασθέντων, διειλήφαμεν εις τον επίλοιπον χρόνον τελείως ημίν τα πράγματα εν ευσταθεία και βελτίστη διαθέσει κατασταθήσεσθαι. 27 ος δι' αν σκεπάση τινά των Ιουδαίων από γηραιού μέχρι νηπίου μέχρι των υπομαστιδίων, αισχίσταις βασάνοις αποτυμπανισθήσεται πανοικί. 28 μηνύειν δε τον βουλόμενον, εφ' ω την ουσίαν του εμπίπτοντος υπό την εύθυναν λήψεται και εκ του βασιλικού αργυρίου δραχμάς δισχιλίας και της ελευθερίας τεύξεται και στεφανωθήσεται. 29 πας δε τόπος, ου εάν φωραθή το σύνολον σκεπαζόμενος Ιουδαίος, άβατος και πυριφλεγής γινέσθω και πάση θνητη φύσει κατά πάντα άχρηστος φανήσεται εις τον αεί χρόνον».

 30 Και ο μεν της επιστολής τύπος ούτως εγέγραπτο.

 Γ ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΠΑΝΤΗ δε, όπου προσέπιπτε τούτο το πρόσταγμα, δημοτελής συνίστατο τοις έθνεσιν ευωχία μετά αλαλαγμών και χαράς, ως αν της προκατεσκιρρωμένης αυτοίς πάλαι κατά διάνοιαν μετά παρρησίας συνεκφαινομένης απεχθείας. 2 τοις δε Ιουδαίοις ανήκεστον πένθος ην και πανόδυρτος μετά δακρύων βοή, στεναγμοίς πεπυρωμένης της αυτών πάντοθεν καρδίας, ολοφυρομένων την απροσδόκητον εξαίφνης επικριθείσαν αυτοίς ολεθρίαν. 3 τις νομός ή πόλις ή τις το σύνολον οικητός τόπος ή τίνες αγυιαί κοπετού και γόων επ' αυτοίς ουκ ενεπιπλώντο; 4 ούτω γαρ μετά πικρίας ανοίκτου ψυχής υπό των κατά πόλιν στρατηγών ομοθυμαδόν εξαπεστέλλοντο, ωστε επί ταις εξάλλοις τιμωρίαις και τινας των εχθρών λαμβάνοντας προ των οφθαλμών τον κοινόν έλεον και λογιζομένους την άδηλον του βίου καταστροφήν, δακρύειν αυτών την τρισάθλιον εξαποστολήν. 5 ήγετο γαρ γεραιών πλήθος πολιά πεπυκασμένων, την εκ του γήρως νωθρότητα ποδών επίκυφον ανατροπής ορμή βιαίας απάσης αιδούς άνευ προς οξείαν καταχρωμένων πορείαν. 6 αι δε άρτι προς βίου κοινωνίαν γαμικόν υπεληλυθυίαι παστόν νεάνιδες, αντί τέρψεως μεταλαβούσαι γόους και κόνει την μυροβραχή πεφυρμέναι κόμην, ακαλύπτως δε αγόμεναι, θρήνον ανθ' υμεναίων ομοθυμαδόν εξήρχον ως εσπαραγμέναι σκυλμοίς αλλοεθνέσι· 7 δέσμιαι δε δημόσιαι μέχρι της εις το πλοίον εμβολής είλκοντο μετά βίας. 8 οί τε τούτων συζυγείς βρόχοις αντί στεφέων τους αυχένας περιπεπλεγμένοι μετά ακμαίας και νεανικής ηλικίας, αντί ευωχίας και νεωτερικής ραθυμίας τας επιλοίπους των γάμων ημέρας εν θρήνοις διήγον, παρά πόδας ήδη τον άδην ορώντες κείμενον. 9 κατήχθησαν δε θηρίων τρόπον αγόμενοι σιδηροδέσμοις ανάγκαις, οι μεν τοις ζυγοίς των πλοίων προσηλωμένοι τους τραχήλους, οι δε τους πόδας αρρήκτοις κατησφαλισμένοι πέδαις, 10 έτι και τω καθύπερθε πυκνω σανιδώματι διακειμένω, όπως πάντοθεν εσκοτισμένοι τους οφθαλμούς αγωγήν επιβούλων εν παντί τω κατάπλω λαμβάνωσι. 11 Τούτων δε επί την λεγομένην Σχεδίαν αχθέντων και του παράπλου περανθέντος, καθώς ην δεδογματισμένον τω βασιλεί, προσέταξεν αυτούς εν τω προ της πόλεως ιπποδρόμω παρεμβαλείν απλέτω καθεστώτι περιμέτρω και προς παραδειγματισμόν άγαν ευκαιροτάτω καθεστώτι πάσι τοις καταπορευομένοις εις την πόλιν και τοις εκ τούτων εις την χώραν στελλομένοις προς εκδημίαν προς το μηδέ ταις δυνάμεσιν αυτού κοινωνείν, μηδέ το σύνολον καταξιώσαι περιβόλων. 12 ως δε τούτο εγενήθη, ακούσας τους εκ της πόλεως ομοεθνείς κρυβή εκπορευομένους πυκνότερον αποδύρεσθαι την ακλεά των αδελφών ταλαιπωρίαν, 13 διοργισθείς προσέταξε και τούτοις ομού τον αυτόν τρόπον επιμελώς ως εκείνοις ποιήσαι μη λειπομένοις κατά μηδένα τρόπον της εκείνων τιμωρίας, 14 απογραφήναι δε παν το φύλον εξ ονόματος, ουκ εις την έμπροσθε βραχεί προδεδηλωμένην των έργων κατάπονον λατρείαν, στρεβλωθέντας δε ταις παρηγγελμέναις αικίαις το τέλος αφανίσαι μιάς υπό καιρόν ημέρας. 15 εγίνετο μεν ουν η τούτων απογραφή μετά πικράς σπουδής και φιλοτίμου προσεδρείας από ανατολών ηλίου μέχρι δυσμών, ανήνυτον λαμβάνουσα το τέλος επί ημέρας τεσσαράκοντα. -16 Μεγάλως δε και διηνεκώς ο βασιλεύς χαρά πεπληρωμένος, συμπόσια επί πάντων των ειδώλων συνιστάμενος, πεπλανημένη πόρρω της αληθείας φρενί και βεβήλω στόματι, τα μεν κωφά και μη δυνάμενα αυτοίς λαλείν ή αρήγειν επαινών, εις δε τον μέγιστον Θεόν τα μη καθήκοντα λαλών. 17 μετά δε το προειρημένον του χρόνου διάστημα προσηνέγκαντο οι γραμματείς τω βασιλεί μηκέτι ισχύειν την των Ιουδαίων απογραφήν ποιείσθαι δια την αμέτρητον αυτών πληθύν, 18 καίπερ όντων κατά την χώραν έτι των πλειόνων, των μεν κατά τας οικίας έτι συνεστηκότων, των δε και κατά τόπον, ως αδυνάτου καθεστώτος πάσι τοις επ' Αίγυπτον στρατηγοίς. 19 απειλήσαντος δε αυτοίς σκληρότερον ως δεδωροκοπημένοις εις μηχανήν της εκφυγής, συνέβη σαφώς αυτόν περί τούτου πεισθήναι, 20 λεγόντων μετά αποδείξεως και την χαρτηρίαν ήδη και τους γραφικούς καλάμους, εν οίς εχρώντο, εκλελοιπέναι. 21 τούτο δε ην ενέργεια της του βοηθούντος τοις Ιουδαίοις εξ ουρανού προνοίας ανικήτου.

 Γ ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΤΟΤΕ προσκαλεσάμενος ΄Ερμωνα τον προς τη των ελεφάντων επιμελεία, βαρεία μεμεστωμένος οργή και χόλω κατά παν αμετάθετος 2 εκέλευσεν υπό την επερχομένην ημέραν δαψιλέσι δράκεσι λιβανωτού και οίνω πλείονι ακράτω άπαντας τους ελέφαντας ποτίσαι, όντας τον αριθμόν πεντακοσίους, και αγριωθέντας τη του πόματος αφθόνω χορηγία εισαγαγείν προς συνάντησιν του μόρου των Ιουδαίων. 3 ο μεν τάδε προστάσσων ετρέπετο προς την ευωχίαν, συναγαγών τους μάλιστα των φίλων και της στρατιάς απεχθώς έχοντας προς τους Ιουδαίους· 4 ο δε ελεφαντάρχης το προσταγέν αραρότως ΄Ερμων συνετέλει. 5 οί τε προς τούτοις λειτουργοί κατά την εσπέραν αξιόντες τας των ταλαιπώρων εδέσμευον χείρας την τε λοιπήν εμηχανώντο περί αυτούς ασφάλειαν, έννυχον δόξαντες ομού λήψεσθαι το φύλον πέρας της ολεθρίας. 6 οι δε πάσης σκέπης έρημοι δοκούντες είναι τοις έθνεσιν Ιουδαίοι δια την πάντοθεν περιέχουσαν αυτούς μετά δεσμών ανάγκην, 7 τον παντοκράτορα Κύριον και πάσης δυνάμεως δυναστεύοντα, ελεήμονα Θεόν αυτών και πατέρα, δυσκαταπαύστω βοή πάντες μετά δακρύων επεκαλέσαντο, δεόμενοι 8 την κατ ‘ αυτών μεταστρέψαι βουλήν ανοσίαν και ρύσασθαι αυτούς μετά μεγαλομερούς επιφανείας εκ του παρά πόδας εν ετοίμω μόρου. 9 τούτων μεν ουν εκτενώς η λιτανεία ανέβαινεν εις ουρανόν.- 10 Ο δε ΄Ερμων τους ανηλεείς ελέφαντας ποτίσας πεπληρωμένους της του οίνου πολλής χορηγίας και του λιβάνου μεμεστωμένους, όρθροις επί την αυλήν παρήν περί τούτων προσαγγείλαι τω βασιλεί. 11 το δε απ ‘ αιώνος χρόνου κτίσμα καλόν εν νυκτί και ημέρα επιβαλλόμενον υπό του χαριζομένου πάσιν, οίς αν αυτός θελήση, ύπνου μέρος απέστειλε προς τον βασιλέα, 12 και ηδίστω και βαθεί κατεσχέθη τη ενεργεία του Δεσπότου, της αθέσμου μεν προθέσεως πολύ διεσφαλμένος, του δε αμεταθέτου λογισμού μεγάλως διεψευσμένος. 13 οι δε Ιουδαίοι την προσημανθείσαν ωραν διαφυγόντες, τον άγιον ήνουν Θεόν αυτών και πάλιν ηξίουν τον ευκατάλλακτον δείξαι της μεγαλοσθενούς αυτού χειρός κράτος έθνεσιν υπερηφάνοις. 14 μεσούσης δε ήδη της δεκάτης ωρας σχεδόν, ο προς ταις κλήσεσι τεταγμένος, αθρόους τους κλητούς ιδών, ένυξε προσελθών τον βασιλέα. 15 και μόλις διεγείρας υπέδειξε τον της συμποσίας καιρόν ήδη παρατρέχοντα, τον περί τούτων λόγον ποιούμενος. 16 ον ο βασιλεύς λογισάμενος και τραπείς εις τον πότον, εκέλευσε τους παραγεγονότας εις την συμποσίαν άντικρυς ανακλιθήναι αυτού. 17 ου και γενομένου, παρήνει εις ευωχίαν δόντας εαυτούς, το παρόν της συμποσίας επιπολύ γεραιρομένους εις ευφροσύνην καταθέσθαι μέρος. 18 επί πλείον δε προβαινούσης της ομιλίας, τον ΄Ερμωνα μεταπεμψάμενος ο βασιλεύς, μετά πικράς απειλής επυνθάνετο, τίνος ένεκεν αιτίας ειάθησαν οι Ιουδαίοι την παρούσαν ημέραν περιβεβιωκότες; 19 του δε υποδείξαντος εκ νυκτός το προσταγέν επί τέλος αγηοχέναι και των φίλων αυτω προσμαρτυρησάντων, 20 την ωμότητα χείρονα Φαλάριδος εσχηκώς έφη τω της σήμερον ύπνω χάριν έχειν αυτούς· ανυπερθέτως δε εις την επιτέλλουσαν ημέραν κατά το όμοιον ετοίμασον τους ελέφαντας επί τον των αθεμίτων Ιουδαίων αφανισμόν. 21 ειπόντος δε του βασιλέως, ασμένως πάντες μετά χαράς οι παρόντες ομού συναινέσαντες, εις τον ίδιον οίκον έκαστος ανέλυσε. 22 και ουχ ούτως εις ύπνον κατεχρήσαντο τον χρόνον της νυκτός, ως εις το παντοίους μηχανάσθαι τοις ταλαιπώροις δοκούσιν εμπαιγμούς.- 23 Άρτι δε αλεκτρυών εκεκράγει όρθριος, και τα θηρία καθωπλικώς ο ΄Ερμων εν τω μεγάλω περιστύλω διεκίνει. 24 τα δε κατά την πόλιν πλήθη συνήθροιστο προς την οικτροτάτην θεωρίαν, προσδοκώντα την πρωϊαν μετά σπουδής. 25 οι δε Ιουδαίοι κατά τον αμερή ψυχουλκούμενοι χρόνον, πολυδάκρυον ικετείαν εν μέλεσι γοεροίς τείνοντες τας χείρας εις τον ουρανόν εδέοντο του μεγίστου Θεού πάλιν αυτοίς βοηθήσαι συντόμως. 26 ούπω δε ηλίου βολαί κατεσπείροντο, και του βασιλέως τους φίλους εκδεχομένου, ο ΄Ερμων παραστάς εκάλει προς την έξοδον, υποδεικνύων το πρόθυμον του βασιλέως εν ετοίμω κείσθαι. 27 του δε αποδεξαμένου και καταπλαγέντος επί τη παρανόμω εξόδω, κατά παν αγνωσία κεκρατημένος επυνθάνετο, τι το πράγμα, αφ ‘ ου τούτο αυτω μετά σπουδής τετέλεσται· 28 τούτο δε ην η ενέργεια του πάντα δεσποτεύοντος Θεού, των πριν αυτω μεμηχανημένων λήθην κατά διάνοιαν εντεθεικότος. 29 ο δε ΄Ερμων υπεδείκνυε και πάντες οι φίλοι τα θηρία και τας δυνάμεις ητοιμάσθαι, βασιλεύ, κατά την σήν εκτενή πρόθεσιν. 30 ο δε επί τοις ρηθείσι πληρωθείς βαθεί χόλω δια το περί τούτων προνοία Θεού διασκεδάσθαι παν αυτού το νόημα, ενατενίσας μετά απειλής είπεν· 31 ει σοι γονείς παρήσαν ή παίδων γοναί, τήνδε θηρσίν αγρίοις εσκεύασα αν δαψιλή θοίναν αντί των ανεγκλήτων εμοί και προγόνοις εμοίς αποδεδειγμένων ολοσχερή βεβαίαν πίστιν εξόχως Ιουδαίων. 32 καίπερ ει μη δια την της συντροφίας στοργήν και της χρείας, το ζήν αντί τούτων εστερήθης. 33 ούτως ο ΄Ερμων απροσδόκητον και επικίνδυνον υπήνεγκεν απειλήν και τη οράσει και τω προσώπω συνεστάλη. 34 ο καθείς δε των φίλων σκυθρωπώς υπεκρέων, τους συνηθροισμένους απέλυσαν έκαστον επί την ιδίαν ασχολίαν. 35 οί τε Ιουδαίοι τα παρά του βασιλέως ακούσαντες, τον επιφανή Θεόν και βασιλέα των βασιλέων ήνουν και τήσδε της βοηθείας αυτού τετευχότες.- 36 Κατά δε τους αυτούς νόμους ο βασιλεύς συστησάμενος πάλιν το συμπόσιον εις ευφροσύνην τραπήναι παρεκάλει. 37 τον δε ΄Ερμωνα προσκαλεσάμενος μετά απειλής είπε· ποσάκις σοι δεί περί τούτων αυτών προστάττειν, αθλιώτατε; 38 τους ελέφαντας έτι και νυν καθόπλισον εις την αύριον επί τον των Ιουδαίων αφανισμόν. 39 οι δε συνανακείμενοι συγγενείς την άστατον διάνοιαν αυτού θαυμάζοντες, προεφέροντο τάδε· 40 βασιλεύ, μέχρι τίνος ως αλόγους ημάς διαπειράζεις, προστάσσων ήδη τρίτον αυτούς αφανίσαι και πάλιν επί των πραγμάτων εκ μεταβολής αναλύων τα σοί δεδογμένα; 41 ων χάριν η πόλις δια την προσδοκίαν οχλεί και πληθύουσα συστροφαίς, ήδη και κινδυνεύει πολλάκις διαρπασθήναι. 42 όθεν ο κατά πάντα Φάλαρις βασιλεύς εμπληθυνθείς αλογιστίας και τας γινομένας προς επισκοπήν των Ιουδαίων εν αυτω μεταβολάς της ψυχής παρ ‘ ουδέν ηγούμενος, ατελέστατον εβεβαίωσεν όρκον, ορισάμενος τούτους μεν ανυπερθέτως πέμψειν εις άδην εν γόνασι και ποσί θηρίων ηκισμένους, 43 επιστρατεύσαντα δε επί την Ιουδαίαν ισόπεδον πυρί και δόρατι θήσεσθαι δια τάχους και τον άβατον αυτών ημίν ναόν πυρί πρηνέα εν τάχει των συντελούντων εκεί θυσίας έρημον εις τον άπαντα χρόνον καταστήσειν. 44 τότε περιχαρείς αναλύσαντες οι φίλοι και συγγενείς μετά πίστεως διέτασσον τας δυνάμεις επί τους ευκαιροτάτους τόπους της πόλεως προς τήρησιν. 45 ο δε ελεφαντάρχης τα θηρία σχεδόν ειπείν εις κατάστημα μανιώδες αγηοχώς, ευωδεστάτοις πόμασιν οίνου λελιβανωμένου φοβεραίς κατεσκευασμένα σκευαίς, 46 περί την έω, της πόλεως ήδη πλήθεσιν αναριθμήτοις κατά του ιπποδρόμου καταμεμεστωμένης, εισελθών εις την αυλήν επί το προκείμενον ώτρυνε τον βασιλέα. 47 ο δε οργή βαρεία γεμίσας δυσσεβή φρένα παντί τω βάρει συν τοις θηρίοις εξώρμησε, βουλόμενος ατρώτω καρδία και κόραις οφθαλμών θεάσασθαι την επίπονον και ταλαίπωρον των προσεσημαμμένων καταστροφήν. 48 ως δε των ελεφάντων εξιόντων περί πύλην και της συνεπομένης ενόπλου δυνάμεως της τε του πλήθους πορείας κονιορτόν ιδόντες, και βαρυηχή θόρυβον ακούσαντες οι Ιουδαίοι, 49 υστάτην βίου ροπήν αυτοίς εκείνην δόξαντες είναι το τέλος της αθλιωτάτης προσδοκίας, εις οίκτον και γόους τραπέντες κατεφίλουν αλλήλους περιπλεκόμενοι τοις συγγενέσιν επί τους τραχήλους επιπίπτοντες, γονείς παισί και μητέρες νεάνισιν, έτεραι δε νεογνά προς μαστούς έχουσαι βρέφη τελευταίον έλκοντα γάλα. 50 ου μην δε αλλά και τας έμπροσθεν αυτών γεγενημένας αντιλήψεις εξ ουρανού συνιδόντες, πρηνείς ομοθυμαδόν ρίψαντες εαυτούς και τα νήπια χωρίσαντες των μαστών, 51 ανεβόησαν φωνή μεγάλη σφόδρα, τον της απάσης δυνάμεως δυνάστην ικετεύοντες, οικτείραι μετ ‘ επιφανείας αυτούς ήδη προς πύλαις άδου καθεστώτας.

 Γ ΜΑΚΚΑΒΑΙΩΝ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΕΛΕΑΖΑΡΟΣ δε τις ανήρ επίσημος των από της χώρας ιερέων, εν πρεσβείω την ηλικίαν ήδη λελογχώς και πάση τη κατά τον βίον αρετη κεκοσμημένος, τους περί αυτόν καταστείλας πρεσβυτέρους επικαλείσθαι τον άγιον Θεόν προσηύξατο τάδε· 2 βασιλεύ μεγαλοκράτωρ, ύψιστε, παντοκράτωρ Θεέ την πάσαν διακυβερνών εν οικτιρμοίς κτίσιν, 3 έπιδε επί Αβραάμ σπέρμα, επί ηγιασμένου τέκνα Ιακώβ, μερίδος ηγιασμένης σου λαόν εν ξένη γη ξένον αδίκως απολλύμενον, πάτερ. 4 συ Φαραώ πληθύνοντα άρμασι, τον πριν Αιγύπτου ταύτης δυνάστην, επαρθέντα ανόμω θράσει και γλώσση μεγαλορρήμονι, συν τη υπερηφάνω στρατιά ποντοβρόχους απώλεσας, φέγγος επιφάνας ελέους Ισραήλ γένει. 5 συ τον αναριθμήτοις δυνάμεσι γαυρωθέντα Σενναχηρείμ, βαρύν Ασσυρίων βασιλέα, δόρατι την πάσαν υποχείριον ήδη λαβόντα γην και μετεωρισθέντα επί την αγίαν σου πόλιν, βαρέα λαλούντα κόμπω και θράσει συ, Δέσποτα, έθραυσας, έκδηλον δεικνύς έθνεσι πολλοίς το σόν κράτος. 6 συ τους κατά την Βαβυλωνίαν τρεις εταίρους, πυρί την ψυχήν αυθαιρέτως δεδωκότας εις το μη λατρεύσαι τοις κενοίς, διάπυρον δροσίσας κάμινον ερρύσω μέχρι τριχός απημάντους, φλόγα πάσιν επιπέμψας τοις υπεναντίοις. 7 συ τον διαβολαίς φθόνου λέουσι κατά γης ριφέντα θηρσί βοράν Δανιήλ εις φως ανήγαγες ασινή, 8 τον τε βυθοτρεφούς εν γαστρί κήτους Ιωνάν τηκόμενον αφειδώς απήμαντον πάσιν οικείοις ανέδειξας, πάτερ. 9 και νυν μίσυβρι, πολυέλεε, των όλων σκεπαστά, το τάχος επιφάνηθι τοις από Ισραήλ γένους, υπό δε εβδελυγμένων ανόμων εθνών υβριζομένοις. 10 ει δε ασεβείαις κατά την αποικίαν ο βίος ημών ενέσχηται, ρυσάμενος ημάς από εχθρών χειρός, ως προαιρή, Δέσποτα, απόλεσον ημάς μόρω. 11 μη τοις ματαίοις οι ματαιόφρονες ευλογησάτωσαν επί τη των ηγαπημένων σου απωλεία λέγοντες· ουδέ ο Θεός αυτών ερρύσατο αυτούς. 12 συ δε ο πάσαν αλκήν και δυναστείαν έχων άπασαν, αιώνιε, νυν έπιδε· ελέησον ημάς τους καθ ‘ ύβριν ανόμων αλόγιστον εκ του ζήν μεθιστανομένους εν επιβούλων τρόπω. 13 πτηξάτω δε έθνη σήν δύναμιν ανίκητον σήμερον, έντιμε, δύναμιν έχων επί σωτηρία Ιακώβ γένους. 14 ικετεύει σε το παν πλήθος των νηπίων και οι τούτων γονείς μετά δακρύων. 15 δειχθήτω πάσιν έθνεσιν, ότι μεθ ‘ ημών ει, Κύριε, και ουκ απέστρεψας το πρόσωπόν σου αφ ‘ ημών, αλλά καθώς είπας ότι ουδ ‘ εν τη γη των εχθρών αυτών όντων υπερείδες αυτούς, ούτως επιτέλεσον, Κύριε.

 16 Του δε Ελεαζάρου λήγοντος άρτι της προσευχής, ο βασιλεύς συν τοις θηρίοις και παντί τω της δυνάμεως φρυάγματι κατά τον ιππόδρομον παρήγε. 17 και θεωρήσαντες οι Ιουδαίοι μέγα εις ουρανόν ανέκραξαν, ωστε και τους παρακειμένους αυλώνας συνηχήσαντας ακατάσχετον οιμωγήν ποιήσαι παντί τω στρατοπέδω. 18 τότε ο μεγαλόδοξος παντοκράτωρ και αληθινός Θεός, επιφάνας το άγιον αυτού πρόσωπον, ηνέωξε τας ουρανίους πύλας, εξ ων δεδοξασμένοι δύο φοβεροειδείς άγγελοι κατέβησαν φανεροί πάσι, πλήν τοις Ιουδαίοις, 19 και αντέστησαν και την δύναμιν των υπεναντίων επλήρωσαν ταραχής και δειλίας και ακινήτοις έδησαν πέδαις. 20 και υπόφρικον και το του βασιλέως σώμα εγενήθη και λήθη το θράσος αυτού το βαρύθυμον έλαβε. 21 και απέστρεψαν τα θηρία επί τας συνεπομένας ενόπλους δυνάμεις και κατεπάτουν αυτάς και ωλόθρευον. 22 και μετεστράφη του βασιλέως η οργή εις οίκτον και δάκρυα υπέρ των έμπροσθεν αυτω μεμηχανευμένων. 23 ακούσας γαρ της κραυγής και συνιδών πρηνείς άπαντας εις την απώλειαν, δακρύσας μετά οργής τοις φίλοις διηπειλείτο λέγων· 24 παραβασιλεύετε και τυράννους υπερβεβήκατε ωμότητι και εμέ αυτόν τον υμών ευεργέτην επιχειρείτε της αρχής ήδη και του πνεύματος μεθιστάν, λάθρα μηχανώμενοι τα μη συμυφεροντα τη βασιλεία. 25 τις τους κρατήσαντας ημών εν πίστει τα της χώρας οχυρώματα, της οικίας αποστήσας έκαστον αλόγως ήθροισεν ενθάδε; 26 τις τους εξ αρχής ευνοία προς ημάς κατά πάντα διαφέροντας πάντων εθνών και τους χειρίστους πλεονάκις ανθρώπων επιδεδεγμένους κινδύνους, ούτως αθέσμοις περιέβαλεν αικίαις; 1 27 λύσατε, εκλύσατε άδικα δεσμά· εις τα ίδια μετ ‘ ειρήνης εξαποστείλατε, τα προπεπραγμένα παραιτησάμενοι. 28 απολύσατε τους υιούς του παντοκράτορος επουρανίου Θεού ζώντος, ος αφ ‘ ημετέρων μέχρι του νυν προγόνων απαραπόδιστον μετά δόξης ευστάθειαν παρέχει τοις ημετέροις πράγμασιν. 29 ο μεν ουν ταύτα έλεξεν· οι δε εν αμερεί χρόνω λυθέντες τον άγιον σωτήρα Θεόν αυτών ευλόγουν, άρτι τον θάνατον εκπεφευγότες.

 30 Είτα ο βασιλεύς εις την πόλιν απαλλαγείς, τον επί των προσόδων προσκαλεσάμενος, εκέλευσεν οίνους τε και τα λοιπά προς ευωχίαν επιτήδεια τοις Ιουδαίοις χορηγείν επί ημέρας επτά, κρίνας αυτούς εν ω τόπω έδοξαν τον όλεθρον αναλαμβάνειν, εν τούτω εν ευφροσύνη πάση σωτήρια άγειν. 31 τότε οι πριν επονείδιστοι και πλησίον του άδου, μάλλον δ ‘ επ ‘ αυτω βεβηκότες, αντί πικρού και δυσαιάκτου μόρου, κώθωνα σωτήριον συστησάμενοι, τον εις πτώσιν αυτοίς και τάφον ητοιμασμένον τόπον κλισίαις κατεμέρισαν πλήρεις χαρμονής. 32 καταλήξαντες δε θρήνου πανόδυρτον μέλος ανέλαβον ωδήν πάτριον, τον σωτήρα και τερατοποιόν αινούντες Θεόν· οιμωγήν τε πάσαν και κωκυτόν απωσάμενοι χορούς συνίσταντο ευφροσύνης ειρηνικής σημείον. 33 ωσαύτως δε και ο βασιλεύς περί τούτων συμπόσιον βαρύ συναγαγών, αδιαλείπτως εις ουρανόν ανθωμολογείτο μεγαλοπρεπώς επί τη παραδόξω γενηθείση αυτω σωτηρία. 34 οί τε πριν εις όλεθρον και οιωνοβρώτους αυτούς έσεσθαι τιθέμενοι, μετά χαράς απογραψάμενοι κατεστέναξαν, αισχύνην εφ ‘ εαυτοίς περιβαλλόμενοι και την πυρίπνουν τόλμαν ακλεώς εσβεσμένοι. 35 οί τε Ιουδαίοι, καθώς προειρήκαμεν, συστησάμενοι τον προειρημένον χορόν, μετ ‘ ευωχίας εν εξομολογήσεσιν ιλαραίς και ψαλμοίς διήγον, 36 και κοινόν ορισάμενοι περί τούτων θεσμόν επί πάσαν την παροικίαν αυτών εις γενεάς, τας προειρημένας ημέρας άγειν έστησαν ευφροσύνους, ου πότου χάριν και λιχνείας, σωτηρίας δε της δια Θεόν γενομένης αυτοίς. 37 ενέτυχον δε τω βασιλεί την απόλυσιν αυτών εις τα ίδια αιτούμενοι. 38 απογράφονται δε αυτούς από πέμπτης και εικάδος του Παχών έως της τετάρτης του Επιφί, επί ημέρας τεσσαράκοντα, συνίστανται δε αυτών την απώλειαν από πέμπτης του Επιφί έως εβδόμης, ημέραις τρισίν, 39 εν αις και μεγαλοδόξως επιφάνας το έλεος αυτού ο των όλων δυνάστης απταίστους αυτούς ερρύσατο ομοθυμαδόν. 40 ευωχούντο δε πάνθ ‘ υπό του βασιλέως χορηγούμενοι μέχρι της τεσσαρεσκαιδεκάτης, εν ή και την εντυχίαν εποιήσαντο περί της απολύσεως αυτών. 41 συναινέσας τε αυτοίς ο βασιλεύς έγραψεν αυτοίς την υπογεγραμμένην επιστολήν προς τους κατά πόλιν στρατηγούς μεγαλοψύχως την εκτενίαν έχουσαν.

Γ ΜΑΚΚΑΒΑΙΩΝ

ΚΕΦΑΛΑΙΟΝ Ζ

« 1 ΒΑΣΙΛΕΥΣ Πτολεμαίος ο Φιλοπάτωρ τοις κατ ‘ Αίγυπτον στρατηγοίς και πάσι τοις τεταγμένοις επί πραγμάτων χαίρειν και ερρώσθαι· 2 ερρώμεθα δε και αυτοί και τα τέκνα ημών, κατευθύναντος ημίν του μεγάλου Θεού τα πράγματα καθώς προαιρούμεθα. 3 των φίλων τινές, κακοηθεία πυκνότερον ημίν παρακείμενοι, συνέπεισαν ημάς εις το τους υπό την βασιλείαν Ιουδαίους συναθροίσαντας σύστημα κολάσασθαι ξενιζούσαις αποστατών τιμωρίαις, 4 προσφερόμενοι μήποτε ευσταθήσειν τα πράγματα ημών, δι ‘ ην έχουσιν ούτοι προς πάντα τα έθνη δυσμένειαν, μέχρις αν συντελεσθή τούτο. 5 οί και δεσμίους καταγαγόντες αυτούς μετά σκυλμών ως ανδράποδα, μάλλον δε ως επιβούλους, άνευ πάσης ανακρίσεως και εξετάσεως επεχείρησαν ανελείν, νόμου Σκυθών αγριωτέραν εμπεπορπημένοι ωμότητα. 6 ημείς δε επί τούτοις σκληρότερον διαπειλησάμενοι, καθ ‘ ην έχομεν προς άπαντας ανθρώπους επιείκειαν, μόγις το ζήν αυτοίς χαρισάμενοι και τον επουράνιον Θεόν εγνωκότες ασφαλώς υπερησπικότα των Ιουδαίων, ως πατέρα υπέρ υιών διαπαντός υπερμαχούντα, 7 την τε του φίλου ην έχουσι προς ημάς βεβαίαν και τους προγόνους ημών εύνοιαν αναλογισάμενοι, δικαίως απολελύκαμεν πάσης καθ ‘ οντινούν αιτίας τρόπον 8 και προστετάχαμεν εκάστω πάντας εις τα ίδια επιστρέφειν, εν παντί τόπω μηθενός αυτούς το σύνολον καταβλάπτοντος, μήτε ονειδίζειν περί των γεγενημένων παρά λόγον. 9 γινώσκετε γαρ ότι κατά τούτων, εάν τι κακοτεχνήσωμεν πονηρόν ή επιλυπήσωμεν αυτούς το σύνολον, ουκ άνθρωπον, αλλά τον πάσης δεσπόζοντα δυνάμεως Θεόν ύψιστον αντικείμενον ημίν επ ‘ εκδικήσει των πραγμάτων κατά παν αφεύκτως δια παντός έξομεν. έρρωσθε».

 10 Λαβόντες δε την επιστολήν ταύτην ουκ εσπούδασαν ευθέως γενέσθαι περί την άφοδον, αλλά τον βασιλέα προσηξίωσαν τους εκ του γένους των Ιουδαίων τον άγιον Θεόν αυθαιρέτως παραβεβηκότας και του Θεού τον νόμον τυχείν δι ‘ αυτών της οφειλομένης κολάσεως, 11 προφερόμενοι τους γαστρός ένεκεν τα θεία παραβεβηκότας προστάγματα μηδέποτε ευνοήσειν μηδέ τοις του βασιλέως πράγμασιν. 12 ο δε ταληθές αυτούς λέγειν παραδεξάμενος και συναινέσας έδωκεν αυτοίς άδειαν πάντων, όπως τους παραβεβηκότας του Θεού τον νόμον εξολοθρεύσωσι κατά πάντα τον υπό την βασιλείαν αυτού τόπον μετά παρρησίας άνευ πάσης βασιλικής εξουσίας και επισκέψεως. 13 τότε κατευφημήσαντες αυτόν, ως πρέπον ην, οι τούτων ιερείς και παν το πλήθος επιφωνήσαντες το αλληλούϊα, μετά χαράς ανέλυσαν. 14 τότε τον εμπεσόντα των μεμιασμένων ομοεθνή κατά την οδόν εκολάζοντο και μετά παραδειγματισμών ανήρουν. 15 εκείνη δε τη ημέρα ανείλον υπέρ τους τριακοσίους άνδρας και ήγαγον ευφροσύνην μετά χαράς τους βεβήλους χειρωσάμενοι. 16 αυτοί δε οι μέχρι θανάτου τον Θεόν εσχηκότες, παντελή σωτηρίας απόλαυσιν ειληφότες, ανέζευξαν εκ της πόλεως παντοίοις ευωδεστάτοις άνθεσι κατεστεμμένοι μετ ‘ ευφροσύνης και βοής, εν αίνοις και παμμελέσιν ύμνοις ευχαριστούντες τω Θεω των πατέρων αυτών αιωνίω σωτήρι του Ισραήλ.

 17 Παραγενηθέντες δε εις Πτολεμαϊδα την ονομαζομένην δια την του τόπου ιδιότητα ροδοφόρον, εν ή προσέμεινεν αυτούς ο στόλος κατά κοινήν αυτών βουλήν ημέρας επτά, 18 εκεί εποίησαν πότον σωτήριον, του βασιλέως χορηγήσαντος αυτοίς ευψύχως τα προς την άφιξιν πάντα εκάστω έως εις την ιδίαν οικίαν. 19 καταχθέντες δε μετ ‘ ειρήνης εν ταις πρεπούσαις εξομολογήσεσιν, ωσαύτως κακεί έστησαν και ταύτας άγειν τας ημέρας επί τον της παροικίας αυτών χρόνον ευφροσύνους. 20 ας και ανιερώσαντες εν στήλη κατά τον συμποσίας τόπον προσευχής καθιδρύσαντες, ανέλυσαν ασινείς, ελεύθεροι, υπερχαρείς, δια τε γης και θαλάσσης και ποταμού ανασωζόμενοι τη του βασιλέως επιταγή, έκαστος εις την ιδίαν 21 και πλείστην ή έμπροσθεν εν τοις εχθροίς εξουσίαν εσχηκότες μετά δόξης και φόβου, το σύνολον υπό μηδενός διασεισθέντες των υπαρχόντων. 22 και πάντα τα εαυτών πάντες εκομίσαντο εξ απογραφής, ωστε τους έχοντάς τι μετά φόβου μεγίστου αποδούναι αυτοίς, τα μεγαλεία του μεγίστου Θεού ποιήσαντος τελείως επί σωτηρία αυτών. 23 ευλογητός ο ρύστης Ισραήλ εις τους αεί χρόνους. Αμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.