Τρίτη, 27 Νοεμβρίου 2012

Ιώβ




ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΑΝΘΡΩΠΟΣ τις ην εν χώρα τη Αυσίτιδι, ω όνομα Ιώβ, και ην ο άνθρωπος εκείνος αληθινός, άμεμπτος, δίκαιος, θεοσεβής, απεχόμενος από παντός πονηρού πράγματος. 2 εγένοντο δε αυτω υιοί επτά και θυγατέρες τρεις. 3 και ην τα κτήνη αυτού πρόβατα επτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοών πεντακόσια, θήλειαι όνοι νομάδες πεντακόσιαι, και υπηρεσία πολλή σφόδρα και έργα μεγάλα ην αυτω επί της γης· και ην ο άνθρωπος εκείνος ευγενής των αφ ‘ ηλίου ανατολών. 4 συμπορευόμενοι δε οι υιοί αυτού προς αλλήλους εποιούσαν πότον καθ' εκάστην ημέραν, συμπαραλαμβάνοντες άμα και τας τρεις αδελφάς αυτών εσθίειν και πίνειν μετ ‘ αυτών. 5 και ως αν συνετελέσθησαν αι ημέραι του πότου, απέστελλεν Ιώβ και εκαθάριζεν αυτούς ανιστάμενος το πρωϊ και προσέφερε περί αυτών θυσίας κατά τον αριθμόν αυτών και μόσχον ένα περί αμαρτίας περί των ψυχών αυτών· έλεγε γαρ Ιώβ· μη ποτε οι υιοί μου εν τη διανοία αυτών κακά ενενόησαν προς Θεόν. ούτως ουν εποίει Ιώβ πάσας τας ημέρας.
-6 Και εγένετο ως η ημέρα αύτη, και ιδού ήλθον οι άγγελοι του Θεού παραστήναι ενώπιον του Κυρίου, και ο διάβολος ήλθε μετ ‘ αυτών. 7 και είπεν ο Κύριος τω διαβόλω· πόθεν παραγέγονας; και αποκριθείς ο διάβολος τω Κυρίω είπε· περιελθών την γην και εμπεριπατήσας την υπ ‘ ουρανόν πάρειμι. 8 και είπεν αυτω ο Κύριος· προσέσχες τη διανοία σου κατά του παιδός μου Ιώβ, ότι ουκ έστι κατ ‘ αυτόν επί της γης, άνθρωπος άμεμπτος, αληθινός, θεοσεβής, απεχόμενος από παντός πονηρού πράγματος; 9 απεκρίθη δε ο διάβολος και είπεν εναντίον του Κυρίου· μη δωρεάν Ιώβ σέβεται τον Κύριον; 10 ου συ περιέφραξας τα έξω αυτού και τα έσω της οικίας αυτού και τα έξω πάντων των όντων αυτού κύκλω; τα δε έργα των χειρών αυτού ευλόγησας και τα κτήνη αυτού πολλά εποίησας επί της γης. 11 αλλά απόστειλον την χείρά σου και άψαι πάντων, ων έχει· ή μην εις πρόσωπόν σε ευλογήσει. 12 τότε είπεν ο Κύριος τω διαβόλω· ιδού πάντα, όσα εστίν αυτω, δίδωμι εν τη χειρί σου, αλλ ‘ αυτού μη άψη. και εξήλθεν ο διάβολος από προσώπου Κυρίου. - 13 Και ην ως η ημέρα αύτη, οι υιοί Ιώβ και αι θυγατέρες αυτού έπινον οίνον εν τη οικία του αδελφού αυτών του πρεσβυτέρου. 14 και ιδού άγγελος ήλθε προς Ιώβ και είπεν αυτω· τα ζεύγη των βοών ηροτρία, και αι θήλειαι όνοι εβόσκοντο εχόμεναι αυτών, 15 και ελθόντες οι αιχμαλωτεύοντες ηχμαλώτευσαν αυτάς και τους παίδας απέκτειναν εν μαχαίραις· σωθείς δε εγώ μόνος ήλθον του απαγγείλαί σοι. 16 έτι τούτου λαλούντος, ήλθεν έτερος άγγελος και είπε προς Ιώβ· πυρ έπεσεν εκ του ουρανού και κατέκαυσε τα πρόβατα και τους ποιμένας κατέφαγεν ομοίως· σωθείς δε εγώ μόνος ήλθον του απαγγείλαί σοι. 17 έτι τούτου λαλούντος ήλθεν έτερος άγγελος και είπε προς Ιώβ· οι ιππείς εποίησαν ημίν κεφαλάς τρεις και εκύκλωσαν τας καμήλους και ηχμαλώτευσαν αυτάς και τους παίδας απέκτειναν εν μαχαίραις· εσώθην δε εγώ μόνος και ήλθον του απαγγείλαί σοι. 18 έτι τούτου λαλούντος άλλος άγγελος έρχεται λέγων τω Ιώβ· των υιών σου και των θυγατέρων σου εσθιόντων και πινόντων παρά τω αδελφω αυτών τω πρεσβυτέρω, 19 εξαίφνης πνεύμα μέγα επήλθεν εκ της ερήμου και ήψατο των τεσσάρων γωνιών της οικίας, και έπεσεν η οικία επί τα παιδία σου, και ετελεύτησαν· εσώθην δε εγώ μόνος και ήλθον του απαγγείλαί σοι. -20 Ούτως αναστάς Ιώβ έρρηξε τα ιμάτια αυτού και εκείρατο την κώμην της κεφαλής και πεσών χαμαί προσεκύνησε τω Κυρίω και είπεν· 21 αυτός γυμνός εξήλθον εκ κοιλίας μητρός μου, γυμνός και απελεύσομαι εκεί· ο Κύριος έδωκεν, ο Κύριος αφείλατο· ως τω Κυρίω έδοξεν, ούτω και εγένετο· είη το όνομα Κυρίου ευλογημένον εις τους αιώνας. -22 Εν τούτοις πάσι τοις συμβεβηκόσιν αυτω ουδέν ήμαρτεν Ιώβ εναντίον του Κυρίου και ουκ έδωκεν αφροσύνην τω Θεω.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΕΓΕΝΕΤΟ δε ως η ημέρα αύτη και ήλθον οι άγγελοι του Θεού παραστήναι έναντι Κυρίου, και ο διάβολος ήλθεν εν μέσω αυτών παραστήναι εναντίον του Κυρίου. 2 και είπεν ο Κύριος τω διαβόλω· πόθεν συ έρχη; τότε είπεν ο διάβολος ενώπιον του Κυρίου· διαπορευθείς την υπ ‘ ουρανόν και εμπεριπατήσας την σύμπασαν πάρειμι. 3 είπε δε ο Κύριος προς τον διάβολον· προσέσχες ουν τω θέραποντί μου Ιώβ, ότι ουκ έστι κατ ‘ αυτόν των επί της γης άνθρωπος όμοιος αυτω, άκακος, αληθινός, άμεμπτος, θεοσεβής, απεχόμενος από παντός κακού; έτι δε έχετε ακακίας· συ δε είπας τα υπάρχοντα αυτού διακενής απολέσαι. 4 υπολαβών δε ο διάβολος είπε τω Κυρίω· δέρμα υπέρ δέρματος· και πάντα, όσα υπάρχει ανθρώπω, υπέρ της ψυχής αυτού εκτίσει· 5 ου μην δε αλλά αποστείλας την χείρά σου άψαι των οστών αυτού και σαρκών αυτού· ή μην εις πρόσωπόν σε ευλογήσει. 6 είπε δε ο Κύριος τω διαβόλω· ιδού παραδίδωμί σοι αυτόν, μόνον την ψυχήν αυτού διαφύλαξον. -7 Εξήλθε δε ο διάβολος από προσώπου Κυρίου και έπαισε τον Ιώβ έλκει πονηρω από ποδών έως κεφαλής. 8 και έλαβεν όστρακον, ίνα τον ιχώρα ξύη, και εκάθητο επί της κοπρίας έξω της πόλεως. -9 Χρόνου δε πολλού προβεβηκότος είπεν αυτω η γυνή αυτού· μέχρι τίνος καρτερήσεις λέγων· 9α ιδού αναμένω χρόνον έτι μικρόν προσδεχόμενος την ελπίδα της σωτηρίας μου; 9β ιδού γαρ ηφάνισταί σου το μνημόσυνον από της γης, υιοί και θυγατέρες, εμής κοιλίας ωδίνες και πόνοι, ους εις το κενόν εκοπίασα μετά μόχθων· 9γ συ τε αυτός εν σαπρία σκωλήκων κάθησαι διανυκτερεύων αίθριος, 9δ καγώ πλανήτις και λάτρις, τόπον εκ τόπου περιερχομένη και οικίαν εξ οικίας, προσδεχομένη τον ήλιον πότε δύσεται, ίνα αναπαύσωμαι των μόχθων μου και των οδυνών, αι με νυν συνέχουσιν· αλλά ειπόν τι ρήμα προς Κύριον και τελεύτα. 10 ο δε εμβλέψας είπεν αυτη· ίνα τι ωσπερ μία των αφρόνων γυναικών ελάλησας ούτως; ει τα αγαθά εδεξάμεθα εκ χειρός Κυρίου, τα κακά ουχ υποίσομεν; εν πάσι τούτοις τοις συμβεβηκόσιν αυτω ουδέν ήμαρτεν Ιώβ τοις χείλεσιν εναντίον του Θεού. 11 ακούσαντες δε οι τρεις φίλοι αυτού τα κακά πάντα τα επελθόντα αυτω, παρεγένοντο έκαστος εκ της ιδίας χώρας προς αυτόν· Ελιφάζ ο Θαιμανών βασιλεύς, Βαλδάδ ο Σαυχαίων τύραννος, Σωφάρ ο Μιναίων βασιλεύς, και παρεγένοντο προς αυτόν ομοθυμαδόν, του παρακαλέσαι και επισκέψασθαι αυτόν. 12 ιδότες δε αυτόν πόρρωθεν ουκ επέγνωσαν· και βοήσαντες φωνή μεγάλη έκλαυσαν ρήξαντες έκαστος την εαυτού στολήν. και καταπασάμενοι γην 13 παρεκάθισαν αυτω επτά ημέρας και επτά νύκτας, και ουδείς αυτών ελάλησεν· εώρων γαρ την πληγήν δεινήν ούσαν και μεγάλην σφόδρα.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΜΕΤΑ τούτο ήνοιξεν Ιώβ το στόμα αυτού και κατηράσατο την ημέραν αυτού 2 λέγων· 3 απόλοιτο η ημέρα, εν ή εγεννήθην, και η νύξ εκείνη ή είπαν· ιδού άρσεν. 4 η νύξ εκείνη είη σκότος, και μη αναζητήσαι αυτήν ο Κύριος άνωθεν, μηδέ έλθοι εις αυτήν φέγγος· 5 εκλάβοι δε αυτήν σκότος και σκιά θανάτου, επέλθοι επ ‘ αυτήν γνόφος. καταραθείη η ημέρα 6 και η νύξ εκείνη, απενέγκαιτο αυτήν σκότος· μη είη εις ημέρας ενιαυτού, μηδέ αριθμηθείη εις ημέρας μηνών· 7 αλλά η νύξ εκείνη είη οδύνη, και μη έλθοι επ ‘ αυτήν ευφροσύνη μηδέ χαρμονή· 8 αλλά καταράσαιτο αυτήν ο καταρώμενος την ημέραν εκείνην, ο μέλλων το μέγα κήτος χειρώσασθαι. 9 σκοτωθείη τα άστρα της νυκτός εκείνης, υπομείναι και εις φωτισμόν μη έλθοι και μη ίδοι εωσφόρον ανατέλλοντα, 10 ότι ου συνέκλεισε πύλας γαστρός μητρός μου· απήλλαξε γαρ αν πόνον από οφθαλμών μου. 11 διατί γαρ εν κοιλία ουκ ετελεύτησα, εκ γαστρός δε εξήλθον και ουκ ευθύς απωλόμην; 12 ινατί δε συνήντησάν μοι γόνατα; ινατί δε μαστούς εθήλασα; 13 νυν αν κοιμηθείς ησύχασα, υπνώσας δε ανεπαυσάμην 14 μετά βασιλέων βουλευτών γης, οί εγαυριώντο επί ξίφεσιν, 15 ή μετά αρχόντων, ων πολύς ο χρυσός, οί έπλησαν τους οίκους αυτών αργυρίου, 16 ή ωσπερ έκτρωμα εκπορευόμενον εκ μήτρας μητρός, ή ωσπερ νήπιοι, οί ουκ είδον φως. 17 εκεί ασεβείς εξέκαυσαν θυμόν οργής, εκεί ανεπαύσαντο κατάκοποι τω σώματι· 18 ομοθυμαδόν δε οι αιώνιοι ουκ ήκουσαν φωνήν φορολόγου. 19 μικρός και μέγας εκεί εστι, και θεράπων δεδοικώς τον κύριον αυτού· 20 ινατί γαρ δέδοται τοις εν πικρία φως, ζωή δε ταις εν οδύναις ψυχαίς; 21 οί ιμείρονται του θανάτου και ου τυγχάνουσιν ανορύσσοντες ωσπερ θησαυρούς, 22 περιχαρείς δε εγένοντο εάν κατατύχωσι. 23 θάνατος ανδρί ανάπαυμα, συνέκλεισε γαρ ο Θεός κατ ‘ αυτού· 24 προ γαρ των σίτων μου στεναγμός μοι ήκει, δακρύω δε εγώ συνεχόμενος φόβω· 25 φόβος γαρ, ον εφρόντισα, ήλθέ μοι, και ον εδεδοίκειν, συνήντησέ μοι, 26 ούτε ειρήνευσα ούτε ησύχασα ούτε ανεπαυσάμην, ήλθε δε μοι οργή.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΥΠΟΛΑΒΩΝ δε Ελιφάζ ο Θαιμανίτης λέγει· 2 μη πολλάκις σοι λελάληται εν κόπω; ισχύν δε ρημάτων σου τις υποίσει; 3 ει γαρ συ ενουθέτησας πολλούς και χείρας ασθενούς παρεκάλεσας, 4 ασθενούντάς τε εξανέστησας ρήμασι, γόνασί τε αδυνατούσι θάρσος περιέθηκας, 5 νυν δε ήκει επί σε πόνος και ήψατό σου, συ εσπούδασας. 6 πότερον ουχ ο φόβος σου εστιν εν αφροσύνη και η ελπίς σου και η κακία της οδού σου; 7 μνήσθητι ουν, τις καθαρός ων απώλετο ή πότε αληθινοί ολόρριζοι απώλοντο; 8 καθ ‘ ον τρόπον είδον τους αροτριώντας τα άτοπα, οι δε σπείροντες αυτά οδύνας θεριούσιν εαυτοίς. 9 από προστάγματος Κυρίου απολούνται, από δε πνεύματος οργής αυτού αφανισθήσονται. 10 σθένος λέοντος, φωνή δε λεαίνης, γαυρίαμα δε δρακόντων εσβέσθη· 11 μυρμηκολέων ώλετο παρά το μη έχειν βοράν, σκύμνοι δε λεόντων έλιπον αλλήλους. 12 ει δε τι ρήμα αληθινόν εγεγόνει εν λόγοις σου, ουθέν αν σοι τούτων κακόν απήντησε. πότερον ου δέξεταί μου το ους εξαίσια παρ ‘ αυτού; 13 φόβοι δε και ηχώ νυκτερινή, επιπίπτων φόβος επ ‘ ανθρώπους, 14 φρίκη δε μοι συνήντησε και τρόμος και μεγάλως μου τα οστά διέσεισε, 15 και πνεύμα επί πρόσωπόν μου επήλθεν, έφριξαν δε μου τρίχες και σάρκες. 16 ανέστην, και ουκ επέγνων· είδον, και ουκ ην μορφή προ οφθαλμών μου, αλλ ‘ ή αύραν και φωνήν ήκουον· 17 τι γαρ; μη καθαρός έσται βροτός εναντίον του Κυρίου ή από των έργων αυτού άμεμπτος ανήρ; 18 ει κατά παίδων αυτού ου πιστεύει, κατά δε αγγέλων αυτού σκολιόν τι επενόησε, 19 τους δε κατοικούντας οικίας πηλίνας, εξ ων και αυτοί εκ του αυτού πηλού εσμεν, έπαισεν αυτούς σητός τρόπον· 20 και από πρωϊθεν μέχρις εσπέρας ουκέτι εισί, παρά το μη δύνασθαι αυτούς εαυτοίς βοηθήσαι απώλοντο. 21 ενεφύσησε γαρ αυτοίς και εξηράνθησαν, απώλοντο παρά το μη έχειν αυτούς σοφίαν.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΕΠΙΚΑΛΕΣΑΙ δε, ει τις σοι υπακούσεται, ή ει τινα αγγέλων αγίων όψη· 2 και γαρ άφρονα αναιρεί οργή, πεπλανημένον δε θανατοί ζήλος, 3 εγώ δε εώρακα άφρονας ρίζαν βάλλοντας, αλλ ‘ ευθέως εβρώθη αυτών η δίαιτα. 4 πόρρω γένοιντο οι υιοί αυτών από σωτηρίας, κολαβρισθείησαν δε επί θύραις ησσόνων, και ουκ έσται ο εξαιρούμενος· 5 α γαρ εκείνοι συνήγαγον, δίκαιοι έδονται, αυτοί δε εκ κακών ουκ εξαίρετοι έσονται. εκσιφωνισθείη αυτών η ισχύς· 6 ου γαρ μη εξέλθη εκ της γης κόπος, ουδέ εξ ορέων αναβλαστήσει πόνος· 7 αλλά άνθρωπος γεννάται κόπω, νεοσσοί δε γυπός τα υψηλά πέτονται. 8 ου μην δε αλλά εγώ δεηθήσομαι Κυρίου, Κύριον δε των πάντων δεσπότην επικαλέσομαι, 9 τον ποιούντα μεγάλα και ανεξιχνίαστα, ένδοξά τε και εξαίσια, ων ουκ έστιν αριθμός· 10 τον διδόντα υετόν επί την γην, αποστέλλοντα ύδωρ επί την υπ ‘ ουρανόν· 11 τον ποιούντα ταπεινούς εις ύψος, και απολωλότας εξεγείροντα· 12 διαλλάσσοντα βουλάς πανούργων, και ου μη ποιήσουσιν αι χείρες αυτών αληθές. 13 ο καταλαμβάνων σοφούς εν τη φρονήσει, βουλήν δε πολυπλόκων εξέστησεν· 14 ημέρας συναντήσεται αυτοίς σκότος, το δε μεσημβρινόν ψηλαφήσαισαν ίσα νυκτί. 15 απόλοιντο δε εν πολέμω, αδύνατος δε εξέλθοι εκ χειρός δυνάστου· 16 είη δε αδυνάτω ελπίς, αδίκου δε στόμα εμφραχθείη. 17 μακάριος δε άνθρωπος, ον ήλεγξεν ο Κύριος, νουθέτημα δε Παντοκράτορος μη απαναίνου· 18 αυτός γαρ αλγείν ποιεί και πάλιν αποκαθίστησιν· έπαισε, και αι χείρες αυτού ιάσαντο. 19 εξάκις εξ αναγκών σε εξελείται, εν δε τω εβδόμω ου μη άψηταί σου κακόν. 20 εν λιμω ρύσεταί σε εκ θανάτου, εν πολέμω δε εκ χειρός σιδήρου λύσει σε. 21 από μάστιγος γλώσσης σε κρύψει, και ου μη φοβηθής από κακών ερχομένων. 22 αδίκων και ανόμων καταγελάση, από δε θηρίων αγρίων ου μη φοβηθής· 23 θήρες γαρ άγριοι ειρηνεύσουσί σοι. 24 είτα γνώση ότι ειρηνεύσει σου ο οίκος, η δε δίαιτα της σκηνής σου ου μη αμάρτη. 25 γνώση δε ότι πολύ το σπέρμα σου, τα δε τέκνα σου έσται ωσπερ το παμβότανον του αγρού. 26 ελεύση δε εν τάφω ωσπερ σίτος ωριμος κατά καιρόν θεριζόμενος ή ωσπερ θιμωνία άλωνος καθ ‘ ωραν συγκομισθείσα. 27 ιδού ταύτα ούτως εξιχνιάσαμεν, ταύτά εστιν α ακηκόαμεν· συ δε γνώθι σεαυτώ ει τι έπραξας.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΥΠΟΛΑΒΩΝ δε Ιώβ λέγει· 2 ει γαρ τις ιστών στήσαι μου την οργήν, τας δε οδύνας μου άραι εν ζυγω ομοθυμαδόν, 3 και δη άμμου παραλίας βαρυτέρα έσται. αλλ ‘ ως έοικε τα ρήματά μου εστι φαύλα· 4 βέλη γαρ Κυρίου εν τω σώματί μου εστιν, ων ο θυμός αυτών εκπίνει μου το αίμα· όταν άρξωμαι λαλείν, κεντούσί με. 5 τι γαρ; μη διακενής κεκράξεται όνος άγριος, αλλ ‘ ή τα σίτα ζητών; ει δε και ρήξει φωνήν βούς επί φάτνης έχων τα βρώματα; 6 ει βρωθήσεται άρτος άνευ αλός; ει δε και έστι γεύμα εν ρήμασι κενοίς; 7 ου δύναται γαρ παύσασθαί μου η οργή· βρόμον γαρ ορώ τα σίτά μου ωσπερ οσμήν λέοντος· 8 ει γαρ δώη και έλθοι μου η αίτησις, και την ελπίδα μου δώη ο Κύριος. 9 αρξάμενος ο Κύριος τρωσάτω με, εις τέλος δε μη με ανελέτω. 10 είη δε μου πόλις τάφος, εφ ‘ ης επί τειχέων ηλλόμην επ ‘ αυτής, ου φείσομαι· ου γαρ εψευσάμην ρήματα άγια Θεού μου. 11 τις γαρ μου η ισχύς, ότι υπομένω; ή τις μου ο χρόνος, ότι ανέχεταί μου η ψυχή; 12 μη ισχύς λίθων η ισχύς μου; ή αι σάρκες μου εισι χάλκεαι; 13 ή ουκ επ ‘ αυτω επεποίθειν; βοήθεια δε απ ‘ εμού άπεστιν. 14 απείπατό με έλεος, επισκοπή δε Κυρίου υπερείδέ με. 15 ου προσείδόν με οι εγγύτατοί μου· ωσπερ χειμάρρους εκλείπων ή ωσπερ κύμα παρήλθόν με. 16 οίτινές με διευλαβούντο, νυν επιπεπτώκασί μοι ωσπερ χιών ή κρύσταλλος πεπηγώς· 17 καθώς τακείσα θέρμης γενομένης ουκ επεγνώσθη όπερ ην, 18 ούτω καγώ καταλείφθην υπό πάντων. απωλόμην δε και έξοικος εγενόμην. 19 ίδετε οδούς Θαιμανών, ατραπούς Σαβών, οι διορώντες· 20 και αισχύνην οφειλήσουσιν οι επί πόλεσι και χρήμασι πεποιθότες. 21 ατάρ δε και υμείς επέβητέ μοι ανελεημόνως, ωστε ιδόντες το εμόν τραύμα φοβήθητε· 22 τι γαρ; μη τι ημάς ήτησα ή της παρ ‘ υμών ισχύος επιδέομαι, 23 ωστε σώσαί με εξ εχθρών ή εκ χειρός δυναστών ρύσασθαί με; 24 διδάξατέ με, εγώ δε κωφεύσω· ει τι πεπλάνημαι, φράσατέ μοι. 25 αλλ ‘ ως έοικε, φαύλα αληθινού ρήματα, ου γαρ παρ ‘ υμών ισχύν αιτούμαι· 26 ουδέ έλεγχος υμών ρήμασί με παύσει, ουδέ γαρ υμών φθέγμα ρήματος ανέξομαι. 27 πλήν ότι επ ‘ ορφανω επιπίπτετε, ενάλλεσθε δε επί φίλω υμών. 28 νυνί δε εισβλέψας εις πρόσωπα υμών ου ψεύσομαι. 29 καθίσατε δη και μη είη άδικον, και πάλιν τω δικαίω συνέρχεσθε. 30 ου γαρ εστιν εν γλώσση μου άδικον· ή ο λάρυγξ μου ουχί σύνεσιν μελετά;

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΠΟΤΕΡΟΝ ουχί πειρατήριόν εστιν ο βίος ανθρώπου επί της γης και ωσπερ μισθίου αυθημερινού η ζωή αυτού; 2 ή ωσπερ θεράπων δεδοικώς τον Κύριον αυτού και τετευχώς σκιάς; ή ωσπερ μισθωτός αναμένων τον μισθόν αυτού; 3 ούτως καγώ υπέμεινα μήνας κενούς, νύκτες δε οδυνών δεδομέναι μοί εισιν. 4 εάν κοιμηθώ, λέγω· πότε ημέρα; ως δ ‘ αν αναστώ, πάλιν· πότε εσπέρα; πλήρης δε γίνομαι οδυνών από εσπέρας έως πρωϊ. 5 φύρεται δε μου το σώμα εν σαπρία σκωλήκων, τήκω δε βώλακας γης από ιχώρος ξύων. 6 ο δε βίος μου εστιν ελαφρότερος λαλιάς, απόλωλε δε εν κενή ελπίδι. 7 μνήσθητι ουν ότι πνεύμά μου η ζωή και ουκέτι επανελεύσεται οφθαλμός μου ιδείν αγαθόν. 8 ου περιβλέψεταί με οφθαλμός ορώντός με· οι οφθαλμοί σου εν εμοί, και ουκέτι ειμί 9 ωσπερ νέφος αποκαθαρθέν απ ‘ ουρανού. εάν γαρ άνθρωπος καταβή εις άδην, ουκέτι μη αναβή, 10 ουδ ‘ ου μη επιστρέψη έτι εις τον ίδιον οίκον, ουδ' ου μη επιγνω αυτόν έτι ο τόπος αυτού. 11 ατάρ ουν ουδέ εγώ φείσομαι τω στόματί μου, λαλήσω εν ανάγκη ων, ανοίξω πικρίαν ψυχής μου συνεχόμενος. 12 πότερον θάλασσά ειμι ή δράκων, ότι κατέταξας επ ‘ εμέ φυλακήν; 13 είπα ότι παρακαλέσει με η κλίνη μου, ανοίσω δε προς εμαυτόν ιδία λόγον τη κοίτη μου. 14 εκφοβείς με ενυπνίοις και οράμασί με καταπλήσσεις. 15 απαλλάξεις από πνεύματός μου την ψυχήν μου, από δε θανάτου τα οστά μου· 16 ου γαρ εις τον αιώνα ζήσομαι, ίνα μακροθυμήσω· απόστα απ ‘ εμού, κενός γαρ μου ο βίος. 17 τι γαρ εστιν άνθρωπος ότι εμεγάλυνας αυτόν ή ότι προσέχεις τον νουν εις αυτόν 18 ή επισκοπήν αυτού ποιήση έως το πρωϊ και εις ανάπαυσιν αυτόν κρινείς; 19 έως τίνος ουκ εάς με ουδέ προϊη με, έως αν καταπίω τον πτύελόν μου εν οδύνη; 20 ει εγώ ήμαρτον, τι δυνήσομαι πράξαι, ο επιστάμενος τον νουν των ανθρώπων; διατί έθου με κατεντευκτήν σου, ειμί δε επί σοί φορτίον; 21 και διατί ουκ εποιήσω της ανομίας μου λήθην και καθαρισμόν της αμαρτίας μου; νυνί δε εις γην απελεύσομαι, ορθρίζων δε ουκέτι ειμί.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΥΠΟΛΑΒΩΝ δε Βαλδάδ ο Σαυχίτης λέγει· 2 μέχρι τίνος λαλήσεις ταύτα, πνεύμα πολυρρήμον του στόματός σου; 3 μη ο Κύριος αδικήσει κρίνων ή ο τα πάντα ποιήσας ταράξει το δίκαιον; 4 ει οι υιοί σου ήμαρτον εναντίον αυτού, απέστειλεν εν χειρί ανομίας αυτών. 5 συ δε όρθριζε προς Κύριον παντοκράτορα δεόμενος. 6 ει καθαρός ει και αληθινός, δεήσεως επακούσεταί σου, αποκαταστήσει δε σοι δίαιταν δικαιοσύνης· 7 έσται ουν τα μεν πρώτά σου ολίγα, τα δε έσχατά σου αμύθητα. 8 επερώτησον γαρ γενεάν πρώτην, εξιχνίασον δε κατά γένος πατέρων· 9 χθιζοί γαρ εσμεν και ουκ οίδαμεν, σκιά γαρ εστιν ημών επί της γης ο βίος. 10 ή ουχ ούτοί σε διδάξουσι και αναγγελούσι και εκ καρδίας εξάξουσι ρήματα; 11 μη θάλλει πάπυρος άνευ ύδατος ή υψωθήσεται βούτομον άνευ πότου; 12 έτι ον επί ρίζης και ου μη θερισθή, προ του πιείν πάσα βοτάνη ουχί ξηραίνεται; 13 ούτως τοίνυν έσται τα έσχατα πάντων των επιλανθανομένων του Κυρίου· ελπίς γαρ ασεβούς απολείται. 14 αοίκητος γαρ αυτού έσται ο οίκος, αράχνη δε αυτού αποβήσεται η σκηνή. 15 εάν υπερείση την οικίαν αυτού, ου μη στη· επιλαβομένου δε αυτού, ου μη υπομείνη· 16 υγρός γαρ εστιν υπό ηλίου, και εκ σαπρίας αυτού ο ράδαμνος αυτού εξελεύσεται. 17 επί συναγωγήν λίθων κοιμάται, εν δε μέσω χαλίκων ζήσεται. 18 εάν καταπίη, ο τόπος ψεύσεται αυτόν· ουχ εώρακας τοιαύτα, 19 ότι καταστροφή ασεβούς τοιαύτη, εκ δε γης άλλον αναβλαστήσει. 20 ο γαρ Κύριος ου μη αποποιήσεται τον άκακον, παν δε δώρον ασεβούς ου δέξεται. 21 αληθινών δε στόμα εμπλήσει γέλωτος, τα δε χείλη αυτών εξομολογήσεως· 22 οι δε εχθροί αυτών ενδύσονται αισχύνην, δίαιτα δε ασεβούς ουκ έσται.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΥΠΟΛΑΒΩΝ δε Ιώβ λέγει· 2 επ ‘ αληθείας οίδα, ότι ούτως εστί· Πως γαρ έσται δίκαιος βροτός παρά Κυρίω; 3 εάν γαρ βούληται κριθήναι αυτω, ου μη υπακούση αυτω, ίνα μη αντείπη προς ένα λόγον αυτού εκ χιλίων· 4 σοφός γαρ εστι διανοία, κραταιός τε και μέγας. τις σκληρός γενόμενος εναντίον αυτού υπέμεινεν; 5 ο παλαιών όρη και ουκ οίδασιν, ο καταστρέφων αυτά οργή· 6 ο σείων την υπ ‘ ουρανόν εκ θεμελίων, οι δε στύλοι αυτής σαλεύονται· 7 ο λέγων τω ηλίω και ουκ ανατέλλει, κατά δε άστρων κατασφραγίζει· 8 ο τανύσας τον ουρανόν μόνος, και περιπατών ως επ ‘ εδάφους επί θαλάσσης· 9 ο ποιών Πλειάδα και Έσπερον και Αρκτούρον, και ταμιεία νότου· 10 ο ποιών μεγάλα και ανεξιχνίαστα, ένδοξά τε και εξαίσια, ων ουκ έστιν αριθμός. 11 εάν υπερβή με, ου μη ίδω· εάν παρέλθη με, ουδ ‘ ώς έγνων. 12 εάν απαλλάξη, τις αποστρέψει ή τις ερεί αυτω· τι εποίησας; 13 αυτός γαρ απέστραπται οργήν, υπ ‘ αυτού εκάμφθησαν κήτη τα υπ ‘ ουρανόν. 14 εάν δε μου υπακούσηται, ή διακρινεί τα ρήματά μου· 15 εάν τε γαρ ω δίκαιος, ουκ εισακούσεταί μου, του κρίματος αυτού δεηθήομαι· 16 εάν τε καλέσω και μη υπακούση, ου πιστεύω ότι εισακήκοέ μου της φωνής. 17 μη γνόφω με εκτρίψη; πολλά δε μου τα συντρίμματα πεποίηκε διακενής· 18 ουκ εά γαρ με αναπνεύσαι, ενέπλησε δε με πικρίας. 19 ότι μεν γαρ ισχύι κρατεί· τις ουν κρίματι αυτού αντιστήσεται; 20 εάν γαρ ω δίκαιος, το στόμα μου ασεβήσει· εάν τε ω άμεμπτος, σκολιός αποβήσομαι. 21 είτε γαρ ησέβησα, ουκ οίδα τη ψυχή, πλήν ότι αφαιρείταί μου η ζωή. 22 διό είπον· μέγα και δυνάστην απολλύει οργή, 23 ότι φαύλοι εν θανάτω εξαισίω, αλλά δίκαιοι καταγελώνται· 24 παραδέδονται γαρ εις χείρας ασεβούς. πρόσωπα κριτών αυτής συγκαλύπτει· ει δε μη αυτός εστι, τις εστιν; 25 ο δε βίος μου εστιν ελαφρότερος δρομέως· απέδρασαν και ουκ είδοσαν. 26 ή και εστι ναυσίν ίχνος οδού ή αετού πετομένου ζητούντος βοράν; 27 εάν τε γαρ είπω, επιλήσομαι λαλών, συγκύψας τω προσώπω στενάξω. 28 σείομαι πάσι τοις μέλεσιν, οίδα γαρ ότι ουκ αθώόν με εάσεις. 29 επειδή δε ειμι ασεβής, διατί ουκ απέθανον; 30 εάν γαρ απολούσωμαι χιόνι και αποκαθάρωμαι χερσί καθαραίς, 31 ικανώς εν ρύπω με έβαψας, εβδελύξατο δε με η στολή· 32 ου γαρ ει άνθρωπος κατ ‘ εμέ, ω αντικρινούμαι, ίνα έλθωμεν ομοθυμαδόν εις κρίσιν. 33 είθε ην ο μεσίτης ημών και ελέγχων και διακούων ανά μέσον αμφοτέρων· 34 απαλλαξάτω απ ‘ εμού την ράβδον, ο δε φόβος αυτού μη με στροβείτω, 35 και ου μη φοβηθω, αλλά λαλήσω· ου γαρ ούτω συνεπίσταμαι.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΚΑΜΝΩΝ τη ψυχή μου, στένων επαφήσω επ ‘ αυτόν τα ρήματά μου· λαλήσω πικρία ψυχής μου συνεχόμενος 2 και ερώ προς Κύριον· μη με ασεβείν δίδασκε· και διατί με ούτως έκρινας; 3 ή καλόν σοι, εάν αδικήσω, ότι απείπω έργα χειρών σου, βουλή δε ασεβών προσέσχες; 4 ή ωσπερ βροτός ορά καθοράς ή καθώς ορά άνθρωπος βλέψη; 5 ή ο βίος σου ανθρώπινός εστιν ή τα έτη σου ανδρός; 6 ότι ανεζήτησας την ανομίαν μου και τας αμαρτίας μου εξιχνίασας; 7 οίδας γαρ ότι ουκ ησέβησα· αλλά τις εστιν ο εκ των χειρών σου εξαιρούμενος; 8 αι χείρές σου έπλασάν με και εποίησάν με, μετά ταύτα μεταβαλών με έπαισας. 9 μνήσθητι ότι πηλόν με έπλασας, εις δε γην με πάλιν αποστρέφεις. 10 ή ουχ ωσπερ γάλα με ήμελξας, ετύρωσας δε με ίσα τυρω; 11 δέρμα δε και κρέας με ενέδυσας, οστέοις δε και νεύροις με ενείρας. 12 ζωήν δε και έλεος έθου παρ ‘ εμοί, η δε επισκοπή σου εφύλαξέ μου το πνεύμα. 13 ταύτα έχων εν σεαυτω οίδα ότι πάντα δύνασαι, αδυνατεί δε σοι ουθέν. 14 εάν τε γαρ αμάρτω, φυλάσσεις με, από δε ανομίας ουκ αθωόν με πεποίηκας. 15 εάν τε γαρ ασεβήσω, οίμοι· εάν δε ω δίκαιος, ου δύναμαι ανακύψαι, πλήρης γαρ ατιμίας ειμί. 16 αγρεύομαι γαρ ωσπερ λέων εις σφαγήν, πάλιν γαρ μεταβαλών δεινώς με ολέκεις 17 επανακαινίζων επ ‘ εμέ την έτασίν μου· οργή δε μεγάλη μοι εχρήσω, επήγαγες δε επ ‘ εμέ πειρατήρια. 18 ινατί ουν εκ κοιλίας με εξήγαγες, και ουκ απέθανον, οφθαλμός δε με ουκ είδε, 19 και ωσπερ ουκ ων εγενόμην; διατί γαρ εκ γαστρός εις μνήμα ουκ απηλλάγην; 20 ή ουκ ολίγος εστίν ο χρόνος του βίου μου; έασόν με αναπαύσασθαι μικρόν 21 προ του με πορευθήναι όθεν ουκ αναστρέψω, εις γην σκοτεινήν και γνοφεράν, 22 εις γην σκότους αιωνίου, ου ουκ έστι φέγγος, ουδέ οράν ζωήν βροτών.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΥΠΟΛΑΒΩΝ δε Σωφάρ ο Μιναίος λέγει· 2 ο τα πολλά λέγων, και αντακούσεται· ή και ο εύλαλος οίεται είναι δίκαιος; ευλογημένος γεννητός γυναικός ολιγόβιος. 3 μη πολύς εν ρήμασι γίνου, ου γαρ εστιν ο αντικρινόμενός σοι· 4 μη γαρ λέγε ότι καθαρός ειμι τοις έργοις και άμεμπτος εναντίον αυτού. 5 αλλά Πως αν ο Κύριος λαλήσαι προς σε, και ανοίξει χείλη αυτού μετά σου; 6 είτα αναγγελεί σοι δύναμιν σοφίας, ότι διπλούς έσται των κατά σε· και τότε γνώση ότι άξιά σοι απέβη από Κυρίου ων ημάρτηκας. 7 ή ίχνος Κυρίου ευρήσεις ή εις τα έσχατα αφίκου, α εποίησεν ο Παντοκράτωρ; 8 υψηλός ο ουρανός, και τι ποιήσεις; βαθύτερα δε των εν άδου τι οίδας; 9 ή μακρότερα μέτρου γης ή εύρους θαλάσσης; 10 εάν δε καταστρέψη τα πάντα, τις ερεί αυτω· τι εποίησας; 11 αυτός γαρ οίδεν έργα ανόμων, ιδών δε άτοπα ου παρόψεται. 12 άνθρωπος δε άλλως νήχεται λόγοις, βροτός δε γεννητός γυναικός ίσα όνω ερημίτη. 13 ει γαρ συ καθαράν έθου την καρδίαν σου, υπτιάζεις δε χείρας προς αυτόν, 14 ει άνομόν τι εστιν εν χερσί σου, πόρρω ποίησον αυτό από σου, αδικία δε εν διαίτη σου μη αυλισθήτω. 15 ούτως γαρ αναλάμψει σου το πρόσωπον ωσπερ ύδωρ καθαρόν, εκδύση δε ρύπον, και ου μη φοβηθής· 16 και τον κόπον επιλήση ωσπερ κύμα παρελθόν και ου πτοηθήση. 17 η δε ευχή σου ωσπερ εωσφόρος, εκ δε μεσημβρίας ανατελεί σοι ζωή· 18 πεποιθώς τε έση ότι έστι σοι ελπίς, εκ δε μερίμνης και φροντίδος αναφανείταί σοι ειρήνη. 19 ησυχάσεις γαρ, και ου έσται ο πολεμών σε· μεταβαλόμενοι δε πολλοί σου δεηθήσονται. 20 σωτηρία δε αυτούς απολείψει· η γαρ ελπίς αυτών απώλεια, οφθαλμοί δε ασεβών τακήσονται.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΥΠΟΛΑΒΩΝ δε Ιώβ λέγει· 2 είτα υμείς εστε άνθρωποι· ή μεθ ‘ υμών τελευτήσει σοφία. 3 καμοί μεν καρδία καθ ‘ υμάς εστι· 4 δίκαιος γαρ ανήρ και άμεμπτος εγεννήθη εις χλεύασμα· 5 εις χρόνον γαρ τακτόν ητοίμαστο πεσείν υπό άλλων, οίκους τε αυτού εκπορθείσθαι υπό ανόμων. ου μην δε αλλά μηδείς πεποιθέτω πονηρός ων αθωος έσεσθαι, 6 όσοι παροργίζουσι τον Κύριον, ως ουχί και έτασις αυτών έσται. 7 αλλά δη ερώτησον τετράποδα εάν σοι είπωσι, πετεινά δε ουρανού εάν σοι απαγγείλωσιν· 8 εκδιήγησαι γη, εάν σοι φράση, και εξηγήσονταί σοι οι ιχθύες της θαλάσσης. 9 τις ουν ουκ έγνω εν πάσι τούτοις ότι χείρ Κυρίου εποίησε ταύτα; 10 ει μη εν χειρί αυτού ψυχή πάντων ζώντων και πνεύμα παντός ανθρώπου; 11 ους μεν γαρ ρήματα διακρίνει, λάρυγξ δε σίτα γεύεται. 12 εν πολλω χρόνω σοφία, εν δε πολλω βίω επιστήμη. 13 παρ ‘ αυτω σοφία και δύναμις, αυτω βουλή και σύνεσις. 14 εάν καταβάλη, τις οικοδομήσει; εάν κλείση κατ ‘ ανθρώπων, τις ανοίξει; 15 εάν κωλύση το ύδωρ, ξηρανεί την γην· εάν δε επαφή, απώλεσεν αυτήν καταστρέψας. 16 παρ ‘ αυτω κράτος και ισχύς, αυτω επιστήμη και σύνεσις. 17 διάγων βουλευτάς αιχμαλώτους, κριτάς δε γης εξέστησε. 18 καθιζάνων βασιλείς επί θρόνους και περιέδησε ζώνη οσφύας αυτών. 19 εξαποστέλλων ιερείς αιχμαλώτους, δυνάστας δε γης κατέστρεψε. 20 διαλλάσσων χείλη πιστών, σύνεσιν δε πρεσβυτέρων έγνω. 21 εκχέων ατιμίαν επ ‘ άρχοντας, ταπεινούς δε ιάσατο. 22 ανακαλύπτων βαθέα εκ σκότους, εξήγαγε δε εις φως σκιάν θανάτου. 23 πλανών έθνη και απολλύων αυτά, καταστρωνύων έθνη και καθοδηγών αυτά. 24 διαλλάσσων καρδίας αρχόντων γης, επλάνησε δε αυτούς εν οδω, ή ουκ ήδεισαν. 25 ψηλαφήσαισαν σκότος και μη φως, πλανηθείησαν δε ωσπερ ο μεθύων.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΙΔΟΥ ταύτα εώρακέ μου ο οφθαλμός και ακήκοέ μου το ους· 2 και οίδα όσα και υμείς επίστασθε, και ουκ ασυνετώτερός ειμι υμών. 3 ου μην δε αλλ ‘ εγώ προς Κύριον λαλήσω, ελέγξω δε εναντίον αυτού εάν βούληται. 4 υμείς δε εστε ιατροί άδικοι και ιαταί κακών πάντες. 5 είη δε υμίν κωφεύσαι, και αποβήσεται υμίν εις σοφίαν. 6 ακούσατε έλεγχον του στόματός μου, κρίσιν δε χειλέων μου προσέχετε. 7 πότερον ουκ έναντι Κυρίου λαλείτε, έναντι δε αυτού φθέγγεσθε δόλον; 8 ή υποστελείσθε; υμείς δε αυτοί κριταί γίνεσθε. 9 καλόν γε, εάν εξιχνιάση υμάς· ει γαρ τα πάντα ποιούντες προστεθήσεσθε αυτω, 10 ουθέν ήττον ελέγξει υμάς· ει δε και κρυφή πρόσωπα θαυμάσεσθε, 11 πότερον ουχί δεινά αυτού στροβήσει υμάς, φόβος δε παρ ‘ αυτού επιπεσείται υμίν; 12 αποβήσεται δε υμών το γαυρίαμα ίσα σποδω, το δε σώμα πήλινον. 13 κωφεύσατε, ίνα λαλήσω και αναπαύσωμαι θυμού 14 αναλαβών τας σάρκας μου τοις οδούσι, ψυχήν δε μου θήσω εν χειρί. 15 εάν με χειρώσηται ο δυνάστης, επεί και ήρκται, ή μην λαλήσω και ελέγξω εναντίον αυτού· 16 και τούτό μοι αποβήσεται εις σωτηρίαν, ου γαρ εναντίον αυτού δόλος εισελεύσεται. 17 ακούσατε ακούσατε τα ρήματά μου, αναγγελώ γαρ υμών ακουόντων. 18 ιδού εγώ εγγύς ειμι του κρίματός μου, οίδα εγώ ότι δίκαιος αναφανούμαι· 19 τις γαρ εστιν ο κριθησόμενός μοι, ότι νυν κωφεύσω και εκλείψω; 20 δυοίν δε μοι χρήση· τότε από του προσώπου σου ου κρυβήσομαι. 21 την χείρα απ ‘ εμού απέχου, και ο φόβος σου μη με καταπλησσέτω. 22 είτα καλέσεις, εγώ δε σοι υπακούσομαι· ή λαλήσεις, εγώ δε σοι δώσω ανταπόκρισιν. 23 πόσαι εισίν αι αμαρτίαι μου και ανομίαι μου; δίδαξόν με τίνες εισί. 24 διατί απ ‘ εμού κρύπτη, ήγησαι δε με υπεναντίον σοι; 25 ή ως φύλλον κινούμενον υπό ανέμου ευλαβηθήση ή ως χόρτω φερομένω υπό πνεύματος αντίκεισαί μοι; 26 ότι κατέγραψας κατ ‘ εμού κακά, περιέθηκας δε μοι νεότητος αμαρτίας, 27 έθου δε μου τον πόδα εν κωλύματι, εφύλαξας δε μου πάντα τα έργα, εις δε ρίζας των ποδών μου αφίκου· 28 ό παλαιούται ίσα ασκω ή ωσπερ ιμάτιον σητόβρωτον.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΒΡΟΤΟΣ γαρ γεννητός γυναικός ολιγόβιος και πλήρης οργής 2 ή ωσπερ άνθος ανθήσαν εξέπεσεν, απέδρα δε ωσπερ σκιά και ου μη στη. 3 ουχί και τούτου λόγον εποιήσω και τούτον εποίησας εισελθείν εν κρίματι ενώπιόν σου; 4 τις γαρ καθαρός έσται από ρύπου; αλλ ‘ ουθείς, 5 εάν και μία ημέρα ο βίος αυτού επί της γης, αριθμητοί δε μήνες αυτού παρ ‘ αυτού· εις χρόνον έθου, και ου μη υπερβή. 6 απόστα απ ‘ αυτού, ίνα ησυχάση και ευδοκήση τον βίον ωσπερ ο μισθωτός. 7 έστι γαρ δένδρω ελπίς· εάν γαρ εκκοπή, έτι επανθήσει, και ο ράδαμνος αυτού ου μη εκλίπη· 8 εάν γαρ γηράση εν γη η ρίζα αυτού, εν δε πέτρα τελευτήση το στέλεχος αυτού, 9 από οσμής ύδατος ανθήσει, ποιήσει δε θερισμόν ωσπερ νεόφυτον. 10 ανήρ δε τελευτήσας ώχετο, πεσών δε βροτός ουκέτι εστί· 11 χρόνω γαρ σπανίζεται θάλασσα, ποταμός δε ερημωθείς εξηράνθη· 12 άνθρωπος δε κοιμηθείς ου μη αναστη, έως αν ο ουρανός ου μη συρραφή· και ουκ εξυπνισθήσονται εξ ύπνου αυτών. 13 ει γαρ όφελον εν άδη με εφύλαξας, έκρυψας δε με έως αν παύσηταί σου η οργή και τάξη μοι χρόνον, εν ω μνείαν μου ποιήση· 14 εάν γαρ αποθάνη άνθρωπος, ζήσεται συντελέσας ημέρας του βίου αυτού· υπομενώ έως αν πάλιν γένωμαι. 15 είτα καλέσεις, εγώ δε σοι υπακούσομαι, τα δε έργα των χειρών σου μη αποποιού. 16 ηρίθμησας δε μου τα επιτηδεύματα, και ου μη παρέλθη σε ουδέν των αμαρτιών μου· 17 εσφράγισας δε μου τας ανομίας εν βαλλαντίω, επεσημήνω δε, ει τι άκρων παρέβην. 18 και πλήν όρος πίπτον διαπεσείται, και πέτρα παλαιωθήσεται εκ του τόπου αυτής. 19 λίθους ελέαναν ύδατα, και κατέκλυσεν ύδατα ύπτια του χώματος της γης· και υπομονήν ανθρώπου απώλεσας. 20 ώσας αυτόν εις τέλος, και ώχετο· επέστησας αυτω το πρόσωπον, και εξαπέστειλας· 21 πολλών δε γενομένων των υιών αυτού, ουκ οίδεν, εάν δε ολίγοι γένωνται, ουκ επίσταται· 22 αλλ ‘ ή αι σάρκες αυτού ήλγησαν, η δε ψυχή αυτού επένθησεν.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΥΠΟΛΑΒΩΝ δε Ελιφάζ ο Θαιμανίτης λέγει· 2 πότερον σοφός απόκρισιν δώσει συνέσεως πνεύμα και ενέπλησε πόνον γαστρός 3 ελέγχων εν ρήμασιν, οίς ου δεί, και εν λόγοις, οίς ουδέν όφελος; 4 ου και συ απεποιήσω φόβον, συνετελέσω δε ρήματα τοιαύτα έναντι του Κυρίου; 5 ένοχος ει ρήμασι στόματός σου, ουδέ διέκρινας ρήματα δυναστών. 6 ελέγξαι σε το σόν στόμα και μη εγώ, τα δε χείλη σου καταμαρτυρήσουσί σου· 7 τι γαρ; μη πρώτος ανθρώπων εγεννήθης; ή προ θινών επάγης; 8 ή σύνταγμα Κυρίου ακήκοας, ή συμβούλω σοι εχρήσατο ο Θεός, εις δε σε αφίκετο σοφία; 9 τι γαρ οίδας, ό ουκ οίδαμεν; ή τι συνίεις συ, ό ου και ημείς; 10 και γε πρεσβύτης και γε παλαιός εν ημίν, βαρύτερος του πατρός σου ημέραις. 11 ολίγα ων ημάρτηκας μεμαστίγωσαι, μεγάλως υπερβαλλόντως λελάληκας. 12 τι ετόλμησεν η καρδία σου, ή τι υπένεγκαν οι οφθαλμοί σου; 13 ότι θυμόν έρρηξας έναντι Κυρίου, εξήγαγες δε εκ στόματος ρήματα τοιαύτα. 14 τις γαρ ων βροτός, ότι έσται άμεμπτος, ή ως εσόμενος δίκαιος γεννητός γυναικός; 15 ει κατά αγίων ου πιστεύει, ουρανός δε ου καθαρός εναντίον αυτού; 16 έα δε εβδελυγμένος και ακάθαρτος ανήρ, πίνων αδικίας ίσα ποτω· 17 αναγγελώ δε σοι, άκουέ μου· α δη εώρακα, αναγγελώ σοι, 18 α σοφοί ερούσι και ουκ έκρυψαν πατέρες αυτών· 19 αυτοίς μόνοις εδόθη η γη, και ουκ επήλθεν αλλογενής επ ‘ αυτούς. 20 πας ο βίος ασεβούς εν φροντίδι, έτη δε αριθμητά δεδομένα δυνάστη, 21 ο δε φόβος αυτού εν ωσίν αυτού· όταν δοκή ήδη ειρηνεύειν, ήξει αυτού η καταστροφή. 22 μη πιστευέτω αποστραφήναι από σκότους· εντέταλται γαρ ήδη εις χείρας σιδήρου, 23 κατατέτακται δε εις σίτα γυψίν· οίδε δε εν εαυτω ότι μένει εις πτώμα. ημέρα δε σκοτεινή αυτόν στροβήσει, 24 ανάγκη δε και θλίψις αυτόν καθέξει ωσπερ στρατηγός πρωτοστάτης πίπτων. 25 ότι ήρκε χείρας εναντίον του Κυρίου, έναντι δε Κυρίου παντοκράτορος ετραχηλίασεν, 26 έδραμε δε εναντίον αυτού ύβρει εν πάχει νώτου ασπίδος αυτού, 27 ότι εκάλυψε το πρόσωπον αυτού εν στέατι αυτού και εποίησε περιστόμιον επί των μηρίων. 28 αυλισθείη δε πόλεις ερήμους, εισέλθοι δε εις οίκους αοικήτους· α δε εκείνοι ητοίμασαν, άλλοι αποίσονται. 29 ούτε μη πλουτισθή, ούτε μη μείνη αυτού τα υπάρχοντα, ου μη βάλη επί την γην σκιάν 30 ουδέ μη εκφύγη το σκότος. τον βλαστόν αυτού μαράναι άνεμος, εκπέσοι δε αυτού το άνθος. 31 μη πιστευέτω ότι υπομενεί, κενά γαρ αποβήσεται αυτω· 32 η τομή αυτού προ ωρας φθαρήσεται, και ο ράδαμνος αυτού ου μη πυκάση· 33 τρυγηθείη δε ως όμβραξ προς ωρας, εκπέσοι δε ως άνθος ελαίας. 34 μαρτύριον γαρ ασεβούς θάνατος, πυρ δε καύσει οίκους δωροδεκτών. 35 εν γαστρί δε λήψεται οδύνας, αποβήσεται δε εαυτω κενά, η δε κοιλία αυτού υποίσει δόλον.

 ΙΩΒ

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΥΠΟΛΑΒΩΝ δε Ιώβ λέγει· 2 ακήκοα τοιαύτα πολλά, παρακλήτορες κακών πάντες. 3 τι γαρ; μη τάξις εστί ρήμασι πνεύματος; ή τι παρενοχλήσει σοι, ότι αποκρίνη; 4 καγώ καθ ‘ υμάς λαλήσω, ει υπέκειτό γε η ψυχή υμών αντί της εμής· είτ ‘ εναλούμαι υμίν ρήμασι, κινήσω δε καθ ‘ υμών κεφαλήν· 5 είη δε ισχύς εν τω στόματί μου, κίνησιν δε χειλέων ου φείσομαι. 6 εάν γαρ λαλήσω, ουκ αλγήσω το τραύμα· εάν δε και σιωπήσω, τι έλαττον τρωθήσομαι; 7 νυν δε κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα, 8 και επελάβου μου, εις μαρτύριον εγενήθη· και ανέστη εν εμοί το ψεύδός μου, κατά πρόσωπόν μου ανταπεκρίθη. 9 οργή χρησάμενος κατέβαλέ με, έβρυξεν επ ‘ εμέ τους οδόντας, βέλη πειρατών αυτού επ ‘ εμοί έπεσεν. 10 ακίσιν οφθαλμών ενήλατο, οξεί έπαισέ με εις τα γόνατα, ομοθυμαδόν δε κατέδραμον επ ‘ εμοί· 11 παρέδωκε γαρ με ο Κύριος εις χείρας αδίκων, επί δε ασεβέσιν έρριψέ με. 12 ειρηνεύοντα διεσκέδασέ με, λαβών με της κόμης διέτιλε, κατέστησέ με ωσπερ σκοπόν. 13 εκύκλωσάν με λόγχαις βάλλοντες εις νεφρούς μου, ου φειδόμενοι εξέχεαν εις την γην την χολήν μου· 14 κατέβαλόν με πτώμα επί πτώματι, έδραμον προς με δυνάμενοι. 15 σάκκον έρραψαν επί βύρσης μου, το δε σθένος μου εν γη εσβέσθη. 16 η γαστήρ μου συγκέκαυται από κλαυθμού, επί δε βλεφάροις μου σκιά. 17 άδικον δε ουδέν ην εν χερσί μου, ευχή δε μου καθαρά. 18 γη, μη επικαλύψη εφ ‘ αίματι της σαρκός μου, μηδέ είη τόπος τη κραυγή μου. 19 και νυν ιδού εν ουρανοίς ο μάρτυς μου, ο δε συνίστωρ μου εν υψίστοις. 20 αφίκοιτό μου η δέησις προς Κύριον, έναντι δε αυτού στάζοι μου ο οφθαλμός. 21 είη δε έλεγχος ανδρί έναντι Κυρίου και υιω ανθρώπου τω πλησίον αυτού. 22 έτη δε αριθμητά ήκασιν, οδω δε, ή ουκ επαναστραφήσομαι, πορεύσομαι.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΟΛΕΚΟΜΑΙ πνεύματι φερόμενος, δέομαι δε ταφής και ου τυγχάνω. 2 λίσσομαι κάμνων, και τι ποιήσας; 3 έκλεψαν δε μου τα υπάρχοντα αλλότριοι. τις εστιν ούτος; τη χειρί μου συνδεθήτω. 4 ότι καρδίαν αυτών έκρυψας από φρονήσεως, δια τούτο ου μη υψώσης αυτούς. 5 τη μερίδι αναγγελεί κακίας, οφθαλμοί δε εφ ‘ υιοίς ετάκησαν. 6 έθου δε με θρύλημα εν έθνεσι, γέλως δε αυτοίς απέβην· 7 πεπώρωνται γαρ από οργής οι οφθαλμοί μου, πεπολιόρκημαι μεγάλως υπό πάντων. 8 θαύμα έσχεν αληθινούς επί τούτω, δίκαιος δε επί παρανόμω επανασταίη· 9 σχοίη δε πιστός την εαυτού οδόν, καθαρός δε χείρας αναλάβοι θάρσος. 10 ου μην δε αλλά πάντες ερείδετε, και δεύτε δη, ου γαρ ευρίσκω εν υμίν αληθές. 11 αι ημέραι μου παρήλθον εν βρόμω, εράγη δε τα άρθρα της καρδίας μου. 12 νύκτα εις ημέραν έθηκα, φως εγγύς από προσώπου σκότους· 13 εάν γαρ υπομείνω, άδης μου ο οίκος, εν δε γνόφω έστρωταί μου η στρωμνή. 14 θάνατον επεκαλεσάμην πατέρα μου είναι, μητέρα δε μου και αδελφήν σαπρίαν. 15 που ουν μου έτι εστίν η ελπίς; ή τα αγαθά μου όψομαι; 16 ή μετ ‘ εμού εις άδην καταβήσομαι, ή ομοθυμαδόν επί χώματος καταβησόμεθα;

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΥΠΟΛΑΒΩΝ δε Βαλδάδ ο Σαυχίτης λέγει· 2 μέχρι τίνος ου παύση; επίσχες, ίνα και αυτοί λαλήσωμεν. 3 διατί δε ωσπερ τετράποδα σεσιωπήκαμεν εναντίον σου; 4 κέχρηταί σοι οργή· τι γαρ; εάν συ αποθάνης, αοίκητος η υπ ‘ ουρανόν; ή καταστραφήσεται όρη εκ θεμελίων; 5 και φως ασεβών σβεσθήσεται, και ουκ αποβήσεται αυτών η φλόξ· 6 το φως αυτού σκότος εν διαίτη, ο δε λύχνος επ ‘ αυτω σβεσθήσεται. 7 θηρεύσαισαν ελάχιστοι τα υπάρχοντα αυτού, σφάλαι δε αυτού η βουλή. 8 εμβέβληται δε ο πούς αυτού εν παγίδι, εν δικτύω ελιχθείη. 9 έλθοισαν δε επ ‘ αυτόν παγίδες, κατισχύσει επ ‘ αυτόν διψώντας. 10 κέκρυπται εν τη γη σχοινίον αυτού και η σύλληψις αυτού επί τρίβων. 11 κύκλω ολέσαισαν αυτόν οδύναι, πολλοί δε περί πόδα αυτού έλθοισαν 12 εν λιμω στενω. πτώμα δε αυτω ητοίμασται εξαίσιον. 13 βρωθείησαν αυτού κλώνες ποδών, κατέδεται δε αυτού τα ωραία θάνατος. 14 εκραγείη δε εκ διαίτης αυτού ίασις, σχοίη δε αυτόν ανάγκη αιτία βασιλική. 15 κατασκηνώσει εν τη σκηνή αυτού εν νυκτί αυτού, κατασπαρήσονται τα ευπρεπή αυτού θείω. 16 υποκάτωθεν αι ρίζαι αυτού ξηρανθήσονται, και επάνωθεν επιπεσείται θερισμός αυτού. 17 το μνημόσυνον αυτού απόλοιτο εκ γης, και υπάρξει όνομα αυτω επί πρόσωπον εξωτέρω. 18 απώσειεν αυτόν εκ φωτός εις σκότος. 19 ουκ έσται επίγνωστος εν λαω αυτού, ουδέ σεσωσμένος εν τη υπ ‘ ουρανόν ο οίκος αυτού, 20 αλλ ‘ εν τοις αυτού ζήσονται έτεροι. επ ‘ αυτω εστέναξαν έσχατοι, πρώτους δε έσχε θαύμα. 21 ούτοί εισιν οι οίκοι αδίκων, ούτος δε ο τόπος των μη ειδότων τον Κύριον.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΥΠΟΛΑΒΩΝ δε Ιώβ λέγει· 2 έως τίνος έγκοπον ποιήσετε ψυχήν μου και καθαιρείτέ με λόγοις; γνώτε μόνον ότι ο Κύριος εποίησέ με ούτως· 3 καταλαλείτέ μου, ουκ αισχυνόμενοί με επίκεισθέ μοι. 4 ναί δη επ ‘ αληθείας εγώ επλανήθην, παρ ‘ εμοί δε αυλίζεται πλάνος λαλήσαι ρήματα, α ουκ έδει, τα δε ρήματά μου πλανάται και ουκ επί καιρού. 5 έα δε ότι επ ‘ εμοί μεγαλύνεσθε, ενάλλεσθε δε μοι ονείδει. 6 γνώτε ουν ότι Κύριός εστιν ο ταράξας, οχύρωμα δε αυτού επ ‘ εμέ ύψωσεν. 7 ιδού γελώ ονείδει και ου λαλήσω· κεκράξομαι, και ουδαμού κρίμα. 8 κύκλω περιωκοδόμημαι, και ου μη διαβώ, επί πρόσωπόν μου σκότος έθετο. 9 την δε δόξαν απ ‘ εμού εξέδυσεν, αφείλε δε στέφανον από κεφαλής μου. 10 διέσπασέ με κύκλω και ωχόμην· εξέκοψε δε ωσπερ δένδρον την ελπίδα μου. 11 δεινώς δε μοι οργή εχρήσατο, ηγήσατο δε με ωσπερ εχθρόν. 12 ομοθυμαδόν δε ήλθον τα πειρατήρια αυτού επ ‘ εμοί, ταις οδοίς μου εκύκλωσαν εγκάθετοι. 13 απ ‘ εμού αδελφοί μου απέστησαν, έγνωσαν αλλοτρίους ή εμέ· φίλοι δε μου ανελεήμονες γεγόνασιν. 14 ου προσεποιήσαντό με οι εγγύτατοί μου, και οι ειδότες μου το όνομα επελάθοντό μου. 15 γείτονες οικίας θεράπαιναί τέ μου, αλλογενής ήμην εναντίον αυτών. 16 θεράποντά μου εκάλεσα, και ουχ υπήκουσε· στόμα δε μου εδέετο. 17 και ικέτευον την γυναίκά μου, προσεκαλούμην δε κολακεύων υιούς παλλακίδων μου· 18 οι δε εις τον αιώνά με απεποιήσαντο· όταν αναστώ, κατ ‘ εμού λαλούσιν. 19 εβδελύξαντό με οι ιδόντες με· ους δη ηγαπήκειν, επανέστησάν μοι. 20 εν δέρματί μου εσάπησαν αι σάρκες μου, τα δε οστά μου εν οδούσιν έχεται. 21 ελεήσατέ με, ελεήσατέ με, ω φίλοι, χείρ γαρ Κυρίου η αψαμένη μου εστι. 22 διατί με διώκετε ωσπερ και ο Κύριος; από δε σαρκών μου ουκ εμπίπλασθε; 23 τις γαρ αν δοίη γραφήναι τα ρήματά μου, τεθήναι δε αυτά εν βιβλίω εις τον αιώνα; 24 εν γραφείω σιδηρω και μολίβω ή εν πέτραις εγγλυφήναι; 25 οίδα γαρ ότι αένναός εστιν ο εκλύειν με μέλλων επί γης, 26 αναστήσει δε το δέρμα μου το αναντλούν ταύτα· παρά γαρ Κυρίου ταύτά μοι συνετελέσθη, 27 α εγώ εμαυτω συνεπίσταμαι, α ο οφθαλμός μου εώρακε και ουκ άλλος, πάντα δε μοι συντετέλεσθαι εν κόλπω. 28 ει δε και ερείτε· τι ερούμεν έναντι αυτού; και ρίζαν λόγου ευρήσομεν εν αυτω· 29 ευλαβήθητε δη και υμείς από επικαλύμματος, θυμός γαρ επ ‘ ανόμους επελεύσεται, και τότε γνώσονται που εστιν αυτών η ύλη.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΥΠΟΛΑΒΩΝ δε Σωφάρ ο Μιναίος λέγει· 2 ουχ ούτως υπελάμβανον αντερείν σε ταύτα, και ουχί συνίετε μάλλον ή και εγώ. 3 παιδείαν εντροπής μου ακούσομαι, και πνεύμα εκ της συνέσεως αποκρίνεταί μοι. 4 μη ταύτα έγνως από του έτι, αφ ‘ ου ετέθη άνθρωπος επί της γης; 5 ευφροσύνη γαρ ασεβών πτώμα εξαίσιον, χαρμονή δε παρανόμων απώλεια, 6 εάν αναβή εις ουρανόν αυτού τα δώρα, η δε θυσία αυτού νεφών άψηται· 7 όταν γαρ δοκή ήδη κατεστηρίχθαι, τότε εις τέλος απολείται· οι δε ειδότες αυτόν ερούσι· που εστιν; 8 ωσπερ ενύπνιον εκπετασθέν ου μη ευρεθή, έπτη δε ωσπερ φάσμα νυκτερινόν. 9 οφθαλμός παρέβλεψε και ου προσθήσει, και ουκέτι προσνοήσει αυτόν ο τόπος αυτού. 10 τους υιούς αυτού ολέσαισαν ήττονες, αι δε χείρες αυτού πυρσεύσαισαν οδύνας. 11 οστά αυτού ενεπλήσθησαν νεότητος αυτού, και μετ ‘ αυτού επί χώματος κοιμηθήσεται. 12 εάν γλυκανθή εν στόματι αυτού κακία, κρύψει αυτήν υπό την γλώσσαν αυτού· 13 ου φείσεται αυτής και ουκ εγκαταλείψει αυτήν και συνάξει αυτήν εν μέσω του λάρυγγος αυτού, 14 και ου μη δυνηθή βοηθήσαι εαυτω· χολή ασπίδος εν γαστρί αυτού. 15 πλούτος αδίκως συναγόμενος εξεμεθήσεται, εξ οικίας αυτού εξελκύσει αυτόν άγγελος, 16 θυμόν δε δρακόντων θηλάσειεν, ανέλοι δε αυτόν γλώσσα όφεως. 17 μη ίδοι άμελξιν νομάδων, μηδέ νομάς μέλιτος και βουτύρου. 18 εις κενά και μάταια εκοπίασε, πλούτον εξ ου ου γεύσεται, ωσπερ στρίφνος αμάσητος, ακατάποτος· 19 πολλών γαρ δυνατών οίκους έθλασε, δίαιταν δε ήρπασε, και ουκ έστησεν. 20 ουκ έστιν αυτού σωτηρία τοις υπάρχουσιν, εν επιθυμία αυτού ου σωθήσεται. 21 ουκ έστιν υπόλειμμα τοις βρώμασιν αυτού, δια τούτο ουκ ανθήσει αυτού τα αγαθά. 22 όταν δε δοκή ήδη πεπληρώσθαι, θλιβήσεται, πάσα δε ανάγκη επ ‘ αυτόν επελεύσεται. 23 ει πως πληρώσαι γαστέρα αυτού, επαποστείλαι επ ‘ αυτόν θυμόν οργής, νίψαι επ ‘ αυτόν οδύνας· 24 και ου μη σωθή εκ χειρός σιδήρου, τρώσαι αυτόν τόξον χάλκειον· 25 διεξέλθοι δε δια σώματος αυτού βέλος, αστραπαί δε εν διαίταις αυτού· περιπατήσαισαν επ ‘ αυτω φόβοι, 26 παν δε σκότος αυτω υπομείναι· κατέδεται αυτόν πυρ άκαυστον, κακώσαι δε αυτού επήλυτος τον οίκον. 27 ανακαλύψαι δε αυτού ο ουρανός τας ανομίας, γη δε επανασταίη αυτω. 28 ελκύσαι τον οίκον αυτού απώλεια εις τέλος, ημέρα οργής επέλθοι αυτω. 29 αύτη η μερίς ανθρώπου ασεβούς παρά Κυρίου, και κτήμα υπαρχόντων αυτω παρά του επισκόπου.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΥΠΟΛΑΒΩΝ δε Ιώβ λέγει· 2 ακούσατε ακούσατέ μου των λόγων, ίνα μη ή μοι παρ ‘ υμών αύτη η παράκλησις. 3 άρατέ με, εγώ δε λαλήσω, είτ ‘ ου καταγελάσετέ μου. 4 τι γαρ; μη ανθρώπου μου η έλεγξις; ή διατί ου θυμωθήσομαι; 5 εισβλέψαντες εις εμέ θαυμάσετε χείρα θέντες επί σιαγόνι· 6 εάν τε γαρ μνησθώ, εσπούδακα, έχουσι δε μου τας σάρκας οδύναι. 7 διατί ασεβείς ζώσι, πεπαλαίωνται δε και εν πλούτω; 8 ο σπόρος αυτών κατά ψυχήν, τα δε τέκνα αυτών εν οφθαλμοίς. 9 οι οίκοι αυτών ευθηνούσι, φόβος δε ουδαμού, μάστιξ δε παρά Κυρίου ουκ έστιν επ ‘ αυτοίς. 10 η βούς αυτών ουκ ωμοτόκησε, διεσώθη δε αυτών εν γαστρί έχουσα και ουκ έσφαλε. 11 μένουσε δε ως πρόβατα αιώνια, τα δε παιδία αυτών προσπαίζουσιν 12 αναλαβόντες ψαλτήριον και κιθάραν και ευφραίνονται φωνή ψαλμού. 13 συνετέλεσαν δε εν αγαθοίς τον βίον αυτών, εν δε αναπαύσει άδου εκοιμήθησαν. 14 λέγει δε Κυρίω· απόστα απ ‘ εμού, οδούς σου ειδέναι ου βούλομαι· 15 τι ικανός, ότι δουλεύσομεν αυτω; και τις ωφέλεια, ότι απαντήσομεν αυτω; 16 εν χερσί γαρ ην αυτών τα αγαθά, έργα δε ασεβών ουκ εφορά. 17 ου μην δε αλλά και ασεβών λύχνος σβεσθήσεται, επελεύσεται δε αυτοίς η καταστροφή, ωδίνες δε αυτούς έξουσιν από οργής. 18 έσονται δε ωσπερ άχυρα υπ ‘ ανέμου ή ωσπερ κονιορτός, ον υφείλετο λαίλαψ. 19 εκλίποι υιούς τα υπάρχοντα αυτού, ανταποδώσει προς αυτόν και γνώσεται. 20 ίδοισαν οι οφθαλμοί αυτού την εαυτού σφαγήν, από δε Κυρίου μη διασωθείη· 21 ότι το θέλημα αυτού εν οίκω αυτού μετ ‘ αυτού, και αριθμοί μηνών αυτού διηρέθησαν. 22 πότερον ουχί ο Κύριός εστιν ο διδάσκων σύνεσιν και επιστήμην; αυτός δε φόνους διακρινεί; 23 ούτος αποθανείται εν κράτει απλοσύνης αυτού, όλος δε ευπαθών και ευθηνών· 24 τα δε έγκατα αυτού πλήρη στέατος, μυελός δε αυτού διαχείται. 25 ο δε τελευτά υπό πικρίας ψυχής, ου φαγών ουδέν αγαθόν. 26 ομοθυμαδόν δε επί γης κοιμώνται, σαπρία δε αυτούς εκάλυψεν. 27 ωστε οίδα υμάς ότι τόλμη επίκεισθέ μοι· 28 ωστε ερείτε· που εστιν οίκος άρχοντος; και που εστιν η σκέπη των σκηνωμάτων των ασεβών; 29 ερωτήσατε παραπορευομένους οδόν, και τα σημεία αυτών ουκ απαλλοτριώσετε· 30 ότι εις ημέραν απωλείας κουφίζεται ο πονηρός, εις ημέραν οργής αυτού απαχθήσονται. 31 τις απαγγελεί επί προσώπου αυτού την οδόν αυτού; και αυτός εποίησε, τις ανταποδώσει αυτω; 32 και αυτός εις τάφους απηνέχθη και επί σωρών ηγρύπνησεν. 33 εγλυκάνθησαν αυτω χάλικες χειμάρρου, και οπίσω αυτού πας άνθρωπος απελεύσεται, και έμπροσθεν αυτού αναρίθμητοι. 34 Πως δε παρακαλείτέ με κενά; το δε εμέ καταπαύσασθαι αφ ‘ υμών ουδέν.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΥΠΟΛΑΒΩΝ δε Ελιφάζ ο Θαιμανίτης λέγει· 2 πότερον ουχί ο Κύριός εστιν ο διδάσκων σύνεσιν και επιστήμην; 3 τι γαρ μέλει τω Κυρίω, εάν συ ήσθα τοις έργοις άμεμπτος; ή ωφέλεια, ότι απλώσεις την οδόν σου; 4 ή λόγον σου ποιούμενος ελέγξει σε, και συνεισελεύσεταί σοι εις κρίσιν; 5 πότερον ουχ η κακία σου εστι πολλή, αναρίθμητοι δε σου εισιν αι αμαρτίαι; 6 ηνεχύραζες δε τους αδελφούς σου διακενής, αμφίασιν δε γυμνών αφείλου· 7 ουδέ ύδωρ διψώντας επότισας, αλλά πεινώντων εστέρησας ψωμόν· 8 εθαύμασας δε τινων πρόσωπον, ώκισας δε τους επί της γης. 9 χήρας δε εξαπέστειλας κενάς, ορφανούς δε εκάκωσας. 10 τοιγαρούν εκύκλωσάν σε παγίδες, και εσπούδασέ σε πόλεμος εξαίσιος. 11 το φως σοι σκότος απέβη, κοιμηθέντα δε ύδωρ σε εκάλυψε. 12 μη ουχί ο τα υψηλά ναίων εφορά; τους δε ύβρει φερομένους εταπείνωσε; 13 και είπας· τι έγνω ο ισχυρός; ή κατά του γνόφου κρινεί; 14 νεφέλη αποκρυφή αυτού, και ουχ οραθήσεται και γύρον ουρανού διαπορεύεται. 15 μη τρίβον αιώνιον φυλάξεις, ην επάτησαν άνδρες δίκαιοι, 16 οί συνελήφθησαν άωροι; ποταμός επιρρέων οι θεμέλιοι αυτών, 17 οι λέγοντες· Κύριος τι ποιήσει ημίν; ή τι επάξεται ημίν ο Παντοκράτωρ; 18 ος δε ενέπλησε τους οίκους αυτών αγαθών, βουλή δε ασεβών πόρρω απ ‘ αυτού. 19 ιδόντες δίκαιοι εγέλασαν, άμεμπτος δε εμυκτήρισεν. 20 ει μη ηφανίσθη η υπόστασις αυτών, και το κατάλειμμα αυτών καταφάγεται πυρ. 21 γενού δη σκληρός, εάν υπομείνης· είτα ο καρπός σου έσται εν αγαθοίς. 22 έκλαβε δε εκ στόματος αυτού εξηγορίαν και ανάλαβε τα ρήματα αυτού εν καρδία σου. 23 εάν δε επιστραφής και ταπεινώσης σεαυτόν έναντι Κυρίου, πόρρω εποίησας από διαίτης σου άδικον. 24 θήση επί χώματι εν πέτρα και ως πέτρα χειμάρρου Σωφίρ. 25 έσται ουν σου ο Παντοκράτωρ βοηθός από εχθρών, καθαρόν δε αποδώσει σε ωσπερ αργύριον πεπυρωμένον. 26 είτα παρρησιασθήση εναντίον Κυρίου αναβλέψας εις τον ουρανόν ιλαρώς· 27 ευξαμένου δε σου προς αυτόν εισακούσεταί σου, δώσει δε σοι αποδούναι τας ευχάς· 28 αποκαταστήσει δε σοι δίαιταν δικαιοσύνης, επί δε οδοίς σου έσται φέγγος. 29 ότι εταπείνωσας σεαυτόν, και ερείς· υπερηφανεύσατο, και κύφοντα οφθαλμοίς σώσει. 30 ρύσεται αθωον, και διασώθητι εν καθαραίς χερσί σου.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 ΥΠΟΛΑΒΩΝ δε Ιώβ λέγει· 2 και δη οίδα ότι εκ χειρός μου η έλεγξίς εστι, και η χείρ αυτού βαρεία γέγονεν επ ‘ εμω στεναγμω. 3 τις δ ‘ άρα γνοίη ότι εύροιμι αυτόν και έλθοιμι εις τέλος; 4 είποιμι δε εμαυτού κρίμα, το δε στόμα μου εμπλήσαι ελέγχων· 5 γνοίην δε ιάματα, α μοι ερεί, αισθοίμην δε τίνα μοι απαγγελεί. 6 και εν πολλή ισχύϊ επελεύσεταί μοι, είτα εν απειλή μοι ου χρήσεται· 7 αλήθεια γαρ και έλεγχος παρ ‘ αυτού, εξαγάγοι δε εις τέλος το κρίμα μου· 8 εις γαρ πρώτα πορεύσομαι και ουκέτι ειμί· τα δε επ ‘ εσχάτοις τι οίδα; 9 αριστερά ποιήσαντος αυτού και ου κατέσχον· περιβαλεί δεξιά, και ουκ όψεται. 10 είδε γαρ ήδη οδόν μου, διέκρινε δε με ωσπερ το χρυσίον. 11 εξελεύσομαι δε εν εντάλμασιν αυτού, οδούς γαρ αυτού εφύλαξα και ου μη εκκλίνω 12 από ενταλμάτων αυτού και ου μη παρέλθω, εν δε κόλπω μου έκρυψα ρήματα αυτού. 13 ει δε και αυτός έκρινεν ούτως, τις εστιν ο αντειπών αυτω; ό γαρ αυτός ηθέλησε, και εποίησε. 14 δια τούτο επ ‘ αυτω εσπούδακα, νουθετούμενος δε εφρόντισα αυτού. 15 επί τούτω από προσώπου αυτού κατασπουδασθώ· κατανοήσω και πτοηθήσομαι εξ αυτού. 16 Κύριος δε εμαλάκυνε την καρδίαν μου, ο δε Παντοκράτωρ εσπούδασέ με· 17 ου γαρ ήδειν ότι επελεύσεταί μοι σκότος, προ προσώπου δε μου εκάλυψε γνόφος.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΔΙΑΤΙ δε Κύριον έλαθον ώραι, 2 ασεβείς δε όριον υπερέβησαν ποίμνιον συν ποιμένι αρπάσαντες; 3 υποζύγιον ορφανών απήγαγον και βούν χήρας ηνεχύρασαν. 4 εξέκλιναν αδυνάτους εξ οδού δικαίας, ομοθυμαδόν δε εκρύβησαν πραείς γης. 5 απέβησαν δε ωσπερ όνοι εν αγρω υπέρ εμού εξελθόντες την εαυτών τάξιν· ηδύνθη αυτω άρτος εις νεωτέρους. 6 αγρόν προ ωρας ουκ αυτών όντα εθέρισαν· αδύνατοι αμπελώνας ασεβών αμισθί και ασιτί ειργάσαντο. 7 γυμνούς πολλούς εκοίμησαν άνευ ιματίων, αμφίασιν δε ψυχής αυτών αφείλαντο. 8 από ψεκάδων ορέων υγραίνονται, παρά τα μη έχειν εαυτούς σκέπην, πέτραν περιεβάλοντο. 9 ήρπασαν ορφανόν από μαστού, εκπεπτωκότα δε εταπείνωσαν. 10 γυμνούς δε εκοίμησαν αδίκως, πεινώντων δε τον ψωμόν αφείλαντο. 11 εν στενοίς αδίκως ενήδρευσαν, οδόν δε δικαίαν ουκ ήδεισαν. 12 οί εκ πόλεως και οίκων ιδίων εξεβάλοντο, ψυχή δε νηπίων εστέναξε μέγα. 13 αυτός δε διατί τούτων επισκοπήν ου πεποίηται; επί γης όντων αυτών και ουκ επέγνωσαν, οδόν δε δικαιοσύνης ουκ ήδεισαν, ουδέ ατραπούς αυτών επορεύθησαν. 14 γνούς δε αυτών τα έργα παρέδωκεν αυτούς εις σκότος, και νυκτός έσται ως κλέπτης. 15 και οφθαλμός μοιχού εφύλαξε σκότος λέγων· ου προνοήσει με οφθαλμός, και αποκρυβήν προσώπου έθετο. 16 διώρυξεν εν σκότει οικίας· ημέρας εσφράγισαν εαυτούς, ουκ επέγνωσαν φως. 17 ότι ομοθυμαδόν αυτοίς το πρωϊ σκιά θανάτου, ότι επιγνώσεται τάραχος σκιάς θανάτου. 18 ελαφρός εστιν επί πρόσωπον ύδατος, καταραθείη η μερίς αυτών επί γης, αναφανείη δε τα φυτά αυτών 19 επί γης ξηρά· αγκαλίδα γαρ ορφανών ήρπασαν. 20 είτ ‘ ανεμνήσθη αυτού η αμαρτία, ωσπερ δε ομίχλη δρόσου αφανής εγένετο· αποδοθείη δε αυτω α έπραξε, συντριβείη δε πας άδικος ίσα ξύλω ανιάτω. 21 στείραν δε ουκ εύ εποίησε και γύναιον ουκ ηλέησε, 22 θυμω δε κατέστρεψεν αδυνάτους. αναστάς τοιγαρούν ου μη πιστεύση κατά της εαυτού ζωής. 23 μαλακισθείς μη ελπιζέτω υγιασθήναι, αλλά πεσείται νόσω· 24 πολλούς γαρ εκάκωσε το ύψωμα αυτού, εμαράνθη δε ωσπερ μολόχη εν καύματι ή ωσπερ στάχυς από καλάμης αυτόματος αποπεσών. 25 ει δε μη, τις εστιν ο φάμενος ψευδή με λέγειν και θήσει εις ουδέν τα ρήματά μου;

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΚΕ

 1 ΥΠΟΛΑΒΩΝ δε Βαλδάδ ο Σαυχίτης λέγει· 2 τι γαρ προοίμιον ή φόβος παρ ‘ αυτού ο ποιών την σύμπασαν εν υψίστω; 3 μη γαρ τις υπολάβοι ότι εστί παρέκλυσις πειραταίς, επί τίνας δε ουκ επελεύσεται ένεδρα παρ ‘ αυτού; 4 Πως γαρ έσται δίκαιος βροτός έναντι Κυρίου; ή τις αν αποκαθαρίσαι αυτόν γεννητός γυναικός; 5 ει σελήνη συντάσσει, και ουκ επιφαύσκει, άστρα δε ου καθαρά εναντίον αυτού. 6 έα δε, άνθρωπος σαπρία και υιος ανθρώπου σκώληξ.

ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ

 1 ΥΠΟΛΑΒΩΝ δε Ιώβ λέγει· 2 τίνι πρόσκεισαι ή τίνι μέλλεις βοηθείν; πότερον, ουχ ω πολλή ισχύς και ω βραχίων κραταιός εστι; 3 τίνι συμβεβούλευσαι; ουχ ω πάσα σοφία; τίνι επακολουθήσεις; ουχ ω μεγίστη δύναμις; 4 τίνι ανήγγειλας ρήματα; πνοή δε τίνος εστίν η ελθούσα εκ σου; 5 μη γίγαντες μαιωθήσονται υποκάτωθεν ύδατος και των γειτόνων αυτού; 6 γυμνός ο άδης ενώπιον αυτού, και ουκ έστι περιβόλαιον τη απωλεία. 7 εκτείνων βορέαν επ ‘ ουδέν, κρεμάζων γην επί ουδενός· 8 δεσμεύων ύδωρ εν νεφέλαις αυτού, και ουκ ερράγη νέφος υποκάτω αυτού· 9 ο κρατών πρόσωπον θρόνου, εκπετάζων επ ‘ αυτόν νέφος αυτού. 10 πρόσταγμα εγύρωσεν επί πρόσωπον ύδατος μέχρι συντελείας φωτός μετά σκότους. 11 στύλοι ουρανού επετάσθησαν και εξέστησαν από της επιτιμήσεως αυτού. 12 ισχύϊ κατέπαυσε την θάλασσαν, επιστήμη δε έστρωσε το κήτος· 13 κλείθρα δε ουρανού δεδοίκασιν αυτόν, προστάγματι δε εθανάτωσε δράκοντα αποστάτην. 14 ιδού ταύτα μέρη οδού αυτού, και επί ικμάδα λόγου ακουσόμεθα εν αυτω· σθένος δε βροντής αυτού τις οίδεν οπότε ποιήσει;

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΚΖ

 1 ΕΤΙ δε προσθείς Ιώβ είπε τω προοιμίω· 2 ζη ο Θεός, ος ούτω με κέκρικε, και ο Παντοκράτωρ ο πικράνας μου την ψυχήν. 3 ή μην έτι της πνοής μου ενούσης, πνεύμα δε θείον το περιόν μοι εν ρινί, 4 μη λαλήσειν τα χείλη μου άνομα, ουδέ η ψυχή μου μελετήσει άδικα 5 μη μοι είη δικαίους υμάς αποφήναι, έως αν αποθάνω, ου γαρ απολλάξω μου την ακακίαν μου. 6 δικαιοσύνη δε προσέχων ου μην προώμαι, ου γαρ σύνοιδα εμαυτω άτοπα πράξας. 7 ου μην δε αλλά είησαν οι εχθροί μου ωσπερ η καταστροφή των ασεβών, και οι επ ‘ εμέ επανιστάμενοι, ωσπερ η απώλεια των παρανόμων. 8 και τις γαρ εστιν ελπίς ασεβεί ότι επέχει; πεποιθώς επί Κύριον άρα σωθήσεται; 9 ή την δέησιν αυτού εισακούσεται ο Θεός; ή επελθούσης αυτω ανάγκης 10 μη έχει τινά παρρησίαν έναντι αυτού; ή ως επικαλεσαμένου αυτού εισακούσεται αυτού, 11 αλλά δη αναγγελώ υμίν τι εστιν εν χειρί Κυρίου, α εστι παρά Παντοκράτορι, ου ψεύσομαι. 12 ιδού πάντες οίδατε ότι κενά κενοίς επιβάλλετε. 13 αύτη η μερίς ανθρώπου ασεβούς παρά Κυρίου, κτήμα δε δυναστών ελεύσεται παρά Παντοκράτορος επ ‘ αυτούς. 14 εάν δε πολλοί γένωνται οι υιοί αυτού, εις σφαγήν έσονται· εάν δε και ανδρωθώσι, προσαιτήσουσιν· 15 οι δε περιόντες αυτού εν θανάτω τελευτήσουσι, χήρας δε αυτών ουδείς ελεήσει. 16 εάν συναγάγη ωσπερ γην αργύριον, ίσα δε πηλω ετοιμάση χρυσίον, 17 ταύτα πάντα δίκαιοι περιποιήσονται, τα δε χρήματα αυτού αληθινοί καθέξουσιν. 18 απέβη δε οι οίκος αυτού ωσπερ σήτες και ωσπερ αράχνη. 19 πλούσιος κοιμηθήσεται και ου προσθήσει, οφθαλμούς αυτού διήνοιξε, και ουκ έστι. 20 συνήντησαν αυτω ωσπερ ύδωρ αι οδύναι, νυκτί δε υφείλετο αυτόν γνόφος· 21 αναλήψεται δε αυτόν καύσων και απελεύσεται, και λικμήσει αυτόν εκ του τόπου αυτού. 22 και επιρρίψει επ ‘ αυτόν και ου φείσεται, εκ χειρός αυτού φυγή φεύξεται. 23 κροτήσει επ ‘ αυτούς χείρας αυτού και συριεί αυτόν εκ του τόπου αυτού.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΚΗ

 1 ΕΣΤΙ γαρ αργυρίω τόπος, όθεν γίνεται, τόπος δε χρυσίου, όθεν διηθείται. 2 σίδηρος μεν γαρ εκ γης γίνεται, χαλκός δε ίσα λίθω λατομείται. 3 τάξιν έθετο σκότει, και παν πέρας αυτός εξακριβάζεται, λίθος σκοτία και σκιά θανάτου. 4 διακοπή χειμάρρου από κονίας, οι δε επιλανθανόμενοι οδόν δικαίαν ησθένησαν, εκ βροτών εσαλεύθησαν. 5 γη, εξ αυτής εξελεύσεται άρτος, υποκάτω αυτής εστράφη ωσεί πυρ. 6 τόπος σαπφείρου οι λίθοι αυτής, και χώμα χρυσίον αυτω. 7 τρίβος, ουκ έγνω αυτήν πετεινόν, και ου παρέβλεψεν αυτήν οφθαλμός γυπός· 8 και ουκ επάτησαν αυτόν υιοί αλαζόνων, ου παρήλθεν επ ‘ αυτής λέων. 9 εν ακροτόμω εξέτεινε χείρα αυτού, κατέστρεψε δε εκ ριζών όρη· 10 δίνας δε ποταμών διέρρηξε, παν δε έντιμον είδέ μου ο οφθαλμός. 11 βάθη δε ποταμών ανεκάλυψεν, έδειξε δε αυτού δύναμιν εις φως. 12 η δε σοφία πόθεν ευρέθη; ποίος δε τόπος εστί της επιστήμης; 13 ουκ οίδε βροτός οδόν αυτής, ουδέ μη ευρεθή εν ανθρώποις. 14 άβυσσος είπεν· ουκ ένεστιν εν εμοί· και η θάλασσα είπεν· ουκ έστι μετ ‘ εμού. 15 ου δώσει συγκλεισμόν αντ ‘ αυτής, και ου σταθήσεται αργύριον αντάλλαγμα αυτής· 16 και ου συμβασταχθήσεται χρυσίω ‘Ωφίρ, εν όνυχι τιμίω και σαπφείρω· 17 ουκ ισωθήσεται αυτη χρυσίον και ύαλος και το άλλαγμα αυτής σκεύη χρυσά· 18 μετέωρα και γαβίς ου μνησθήσεται, και έλκυσον σοφίαν υπέρ τα εσώτατα· 19 ουκ ισωθήσεται αυτη τοπάζιον Αιθιοπίας, χρυσίω καθαρω ου συμβασταχθήσεται. 20 η δε σοφία πόθεν ευρέθη; ποίος δε τόπος εστί της συνέσεως; 21 λέληθε πάντα άνθρωπον και από πετεινών του ουρανού εκρύβη· 22 η απώλεια και ο θάνατος είπαν· ακηκόαμεν δε αυτής το κλέος. 23 ο Θεός εύ συνέστησεν αυτής την οδόν, αυτός δε οίδε τον τόπον αυτής· 24 αυτός γαρ την υπ ‘ ουρανόν πάσαν εφορά ειδώς τα εν τη γη πάντα, α εποίησεν, 25 ανέμων σταθμόν ύδατος μέτρα· 26 ότι εποίησεν ούτως, ιδών ηρίθμησε και οδόν εν τινάγματι φωνάς· 27 τότε είδεν αυτήν και εξηγήσατο αυτήν, ετοιμάσας εξιχνίασεν. 28 είπε δε ανθρώπω· ιδού η θεοσέβειά εστι σοφία, το δε απέχεσθαι από κακών εστιν επιστήμη.

ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘ

 1 ΕΤΙ δε προσθείς Ιώβ είπε τω προοιμίω· 2 τις αν με θείη κατά μήνα έμπροσθεν ημερών, ων με ο Θεός εφύλαξεν; 3 ως ότε ηύγει ο λύχνος αυτού υπέρ κεφαλής μου, ότε τω φωτί αυτού επορευόμην εν σκότει· 4 ότε ήμην επιβρίθων οδούς, ότε ο Θεός επισκοπήν εποιείτο του οίκου μου· 5 ότε ήμην υλώδης λίαν, κύκλω δε μου οι παίδες· 6 ότε εχέοντο αι οδοί μου βουτύρω, τα δε όρη μου εχέοντο γάλακτι· 7 ότε εξεπορευόμην όρθιος εν πόλει, εν δε πλατείαις ετίθετό μου ο δίφρος. 8 ιδόντες με νεανίσκοι εκρύβησαν, πρεσβύται δε πάντες έστησαν· 9 αδροί δε επαύσαντο λαλούντες, δάκτυλον επιθέντες επί στόματι. 10 οι δε ακούσαντες εμακάρισάν με, και γλώσσα αυτών τω λάρυγγι αυτών εκολλήθη· 11 ότι ους ήκουσε και εμακάρισέ με, οφθαλμός δε ιδών με εξέκλινε· 12 διέσωσα γαρ πτωχόν εκ χειρός δυνάστου και ορφανω, ω ουκ ην βοηθός, εβοήθησα. 13 ευλογία απολλυμένου επ ‘ εμέ έλθοι, στόμα δε χήρας με ευλόγησε. 14 δικαιοσύνην δε ενδεδύκειν, ημφιασάμην δε κρίμα ίσα διπλοϊδι. 15 οφθαλμός ήμην τυφλών, πούς δε χωλών. 16 εγώ ήμην πατήρ αδυνάτων, δίκην δε ην ουκ ήδειν εξιχνίασα· 17 συνέτριψα δε μύλας αδίκων, εκ μέσου των οδόντων αυτών άρπαγμα εξήρπασα. 18 είπα δε· η ηλικία μου γηράσει ωσπερ στέλεχος φοίνικος, πολύν χρόνον βιώσω· 19 η ρίζα διήνοικται επί ύδατος, και δρόσος αυλισθήσεται εν τω θερισμω μου· 20 η δόξα μου κενή μετ ‘ εμού, και το τόξον μου εν χειρί αυτού πορεύεται. 21 εμού ακούσαντες προσέσχον, εσιώπησαν δε επί τη εμή βουλή· 22 επί τω εμω ρήματι ου προσέθεντο, περιχαρείς δε εγίνοντο οπόταν αυτοίς ελάλουν· 23 ωσπερ γη διψώσα προσδεχομένη τον υετόν, ούτως ούτοι την εμήν λαλιάν. 24 εάν γελάσω προς αυτούς, ου μη πιστεύσωσι, και φως του προσώπου μου ουκ απέπιπτεν· 25 εξελεξάμην οδόν αυτών και εκάθισα άρχων και κατεσκήνουν ωσεί βασιλεύς εν μονοζώνοις ον τρόπον παθεινούς παρακαλών.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Λ

 1 ΝΥΝΙ δε κατεγέλασάν μου ελάχιστοι, νυν νουθετούσί με εν μέρει ων εξουδένουν τους πατέρας αυτών, ους ουχ ηγησάμην αξίους κυνών των εμών νομάδων. 2 και γε ισχύς χειρών αυτών ινατί μοι; επ ‘ αυτούς απώλετο συντέλεια. 3 εν ενδεία και λιμω άγονος· οι φεύγοντες άνυδρον εχθές συνοχήν και ταλαιπωρίαν, 4 οι περικυκλούντες άλιμα επί ηχούντι, οίτινες άλιμα ην αυτών τα σίτα, άτιμοι δε και πεφαυλισμένοι, ενδεείς παντός αγαθού, οί και ρίζας ξύλων εμασσώντο υπό λιμού μεγάλου. 5 επανέστησάν μοι κλέπται, 6 ων οι οίκοι αυτών ήσαν τρώγλαι πετρών, 7 ανά μέσον ευήχων βοήσονται· οί υπό φρύγανα άγρια διητώντο, 8 αφρόνων υιοί και ατίμων, όνομα και κλέος εσβεσμένον από γης. 9 νυνί δε κιθάρα εγώ ειμι αυτών, και εμέ θρύλλημα έχουσιν· 10 εβδελύξαντο δε με αποστάντες μακράν από δε του προσώπου μου ουκ εφείσαντο πτύελον. 11 ανοίξας γαρ φαρέτραν αυτού εκάκωσέ με, και χαλινόν του προσώπου μου εξαπέστειλαν. 12 επί δεξιών βλαστού εξανέστησαν, πόδα αυτών εξέτειναν και ωδοποίησαν επ ‘ εμέ τρίβους απωλείας αυτών. 13 εξετρίβησαν τρίβοι μου, εξέδυσαν γαρ μου την στολήν· βέλεσιν αυτού κατηκόντισέ με, 14 κέχρηται δε μοι ως βούλεται, εν οδύναις πέφυρμαι. 15 επιστρέφονταί μου αι οδύναι, ώχετό μου η ελπίς ωσπερ πνεύμα και ωσπερ νέφος η σωτηρία μου. 16 και νυν επ ‘ εμέ εκχυθήσεται η ψυχή μου, έχουσι δε με ημέραι οδυνών· 17 νυκτί δε μου τα οστά συγκέχυται, τα δε νεύρά μου διαλέλυται. 18 εν πολλή ισχύϊ επελάβετό μου της στολής, ωσπερ το περιστόμιον του χιτώνός μου περιέσχε με. 19 ήγησαι δε με ίσα πηλω, εν γη και σποδω μου η μερίς· 20 κέκραγα δε προς σε και ουκ ακούεις μου, έστησαν δε και κατενόησάν με· 21 επέβης δε μοι ανελεημόνως, χειρί κραταιά με εμαστίγωσας· 22 έταξας δε με εν οδύναις, και απέρριψάς με από σωτηρίας. 23 οίδα γαρ ότι θάνατός με εκτρίψει, οικία γαρ παντί θνητω γη. 24 ει γαρ όφελον δυναίμην εμαυτόν χειρώσασθαι, ή δεηθείς γε ετέρου, και ποιήσει μοι τούτο. 25 εγώ δε επί παντί αδυνάτω έκλαυσα, εστέναξα ιδών άνδρα εν ανάγκαις. 26 εγώ δε επέχων αγαθοίς, ιδού συνήντησάν μοι μάλλον ημέραι κακών. 27 η κοιλία μου εξέζεσε και ου σιωπήσεται, προέφθασάν με ημέραι πτωχείας. 28 στένων πεπόρευμαι άνευ φιμού, έστηκα δε εν εκκλησία κεκραγώς. 29 αδελφός γέγονα σειρήνων, εταίρος δε στρουθών. 30 το δε δέρμα μου εσκότωται μεγάλως, τα δε οστά μου από καύματος. 31 απέβη δε εις πένθος μου η κιθάρα, ο δε ψαλμός μου εις κλαυθμόν εμοί.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΛΑ

 1 ΔΙΑΘΗΚΗΝ εθέμην τοις οφθαλμοίς μου και ου συνήσω επί παρθένον. 2 και τι εμέρισεν ο Θεός άνωθεν και κληρονομία ικανού εξ υψίστων; 3 ουχί απώλεια τω αδίκω και απαλλοτρίωσις τοις ποιούσιν ανομίαν; 4 ουχί αυτός όψεται οδόν μου και πάντα τα διαβήματά μου εξαριθμήσεται; 5 ει δε ήμην πεπορευμένος μετά γελοιαστών, ει δε και εσπούδασεν ο πούς μου εις δόλον· 6 έσταμαι γαρ εν ζυγω δικαίω, οίδε δε ο Κύριος την ακακίαν μου. 7 ει εξέκλινεν ο πούς μου εκ της οδού, ει δε και τω οφθαλμω επηκολούθησεν η καρδία μου, ει δε και ταις χερσί μου ηψάμην δώρων, 8 σπείραιμι άρα και άλλοι φάγοισαν, άρριζος δε γενοίμην επί γης. 9 ει εξηκολούθησεν η καρδία μου γυναικί ανδρός ετέρου, ει και εγκάθετος εγενόμην επί θύραις αυτής, 10 αρέσαι άρα και η γυνή μου ετέρω, τα δε νήπιά μου ταπεινωθείη· 11 θυμός γαρ οργής ακατάσχετος το μιάναι ανδρός γυναίκα· 12 πυρ γαρ εστι καιόμενον επί πάντων των μερών, ου δ ‘ αν επέλθη εκ ριζών απώλεσεν. 13 ει δε και εφαύλισα κρίμα θεράποντός μου ή θεραπαίνης, κρινομένων αυτών προς με, 14 τι γαρ ποιήσω, εάν έτασίν μου ποιήται ο Κύριος; εάν δε και επισκοπήν, τίνα απόκρισιν ποιήσομαι; 15 πότερον ουχ ως και εγώ εγενόμην εν γαστρί, και εκείνοι γεγόνασι; γεγόναμεν δε εν τη αυτη κοιλία. 16 αδύνατοι δε χρείαν, ην ποτε είχον, ουκ απέτυχον, χήρας δε τον οφθαλμόν ουκ εξέτηξα. 17 ει δε και τον ψωμόν μου έφαγον μόνος και ουχί ορφανω μετέδωκα· 18 ότι εκ νεότητός μου εξέτρεφον ως πατήρ, και εκ γαστρός μητρός μου ωδήγησα· 19 ει δε και υπερείδον γυμνόν απολλύμενον και ουκ ημφίασα αυτόν, 20 αδύνατοι δε ει μη ευλόγησάν με, από δε κουράς αμνών μου εθερμάνθησαν οι ώμοι αυτών· 21 ει επήρα ορφανω χείρα, πεποιθώς ότι πολλή μοι βοήθεια περίεστιν, 22 αποσταίη άρα ο ώμός μου από της κλειδός, ο δε βραχίων μου από του αγκώνος συντριβείη. 23 φόβος γαρ Κυρίου συνέσχε με, από του λήμματος αυτού ουχ υποίσω. 24 ει έταξα χρυσίον εις χουν μου, ει δε και λίθω πολυτελεί επεποίθησα, 25 ει δε και ευφράνθην πολλού πλούτου μοι γενομένου, ει δε και επ ‘ αναριθμήτοις εθέμην χείρά μου· 26 ή ουχ ορώ μεν ήλιον τον επιφαύσκοντα εκλείποντα, σελήνην δε φθίνουσαν; ου γαρ επ ‘ αυτοίς εστιν. 27 και ει ηπατήθη λάθρα η καρδία μου, ει δε χείρά μου επιθείς επί στόματί μου εφίλησα, 28 και τούτό μοι άρα ανομία η μεγίστη λογισθείη, ότι εψευσάμην εναντίον Κυρίου του Υψίστου. 29 ει δε και επιχαρής εγενόμην πτώματι εχθρών μου και είπεν η καρδία μου· εύγε, 30 ακούσαι άρα το ους μου την κατάραν μου, θρυλληθείην δε άρα υπό λαού μου κακούμενος. 31 ει δε και πολλάκις είπον αι θαράπαιναί μου· τις αν δώη ημίν των σαρκών αυτού πλησθήναι; λίαν μου χρηστού όντος· 32 έξω δε ουκ ηυλίζετο ξένος, η δε θύρα μου παντί ελθόντι ανέωκτο. 33 ει δε και αμαρτών ακουσίως έκρυψα την αμαρτίαν μου, 34 ου γαρ διετράπην πολυοχλίαν πλήθους του μη εξαγορεύσαι ενώπιον αυτών· ει δε και είασα αδύνατον εξελθείν θύραν μου κόλπω κενω, 35 τις δώη ακούοντά μου; χείρα δε Κυρίου ει μη εδεδοίκειν, συγγραφήν δε, ην είχον κατά τινος, 36 επ ‘ ώμοις αν περιθέμενος στέφανον ανεγίνωσκον, 37 και ει μη ρήξας αυτήν απέδωκα, ουθέν λαβών παρά χρεωφειλέτου· 38 ει επ ‘ εμοί ποτε η γη εστέναξεν, ει δε και οι αύλακες αυτής έκλαυσαν ομοθυμαδόν, 39 ει δε και την ισχύν αυτής έφαγον μόνος άνευ τιμής, ει δε και ψυχήν κυρίου της γης εκβαλών ελύπησα, 40 αντί πυρού άρα εξέλθοι μοι κνίδη, αντί δε κριθής βάτος. και επαύσατο Ιώβ ρήμασιν.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΛΒ

 1 ΗΣΥΧΑΣΑΝ δε και οι τρεις φίλοι αυτού έτι αντειπείν Ιώβ, ην γαρ Ιώβ δίκαιος εναντίον αυτών. 2 ωργίσθη δε Ελιούς ο του Βαραχιήλ ο Βουζίτης εκ της συγγενείας Ράμ της Αυσίτιδος χώρας· ωργίσθη δε τω Ιώβ σφόδρα, διότι απέφηνεν εαυτόν δίκαιον εναντίον Κυρίου. 3 και κατά των τριών δε φίλων ωργίσθη σφόδρα, διότι ουκ ηδυνήθησαν αποκριθήναι αντίθετα Ιώβ και έθεντο αυτόν είναι ασεβή. 4 Ελιούς δε υπέμεινε δούναι απόκρισιν Ιώβ, ότι πρεσβύτεροι αυτού εισιν ημέραις. 5 και είδεν ότι ουκ έστιν απόκρισις εν στόματι των τριών ανδρών, και εθυμώθη οργή αυτού. 6 υπολαβών δε Ελιούς ο του Βαραχιήλ ο Βουζίτης είπε· νεώτερος μεν ειμι τω χρόνω, υμείς δε εστε πρεσβύτεροι· διό ησύχασα φοβηθείς του υμίν αναγγείλαι την εμαυτού επιστήμην. 7 είπα δε ότι ουχ ο χρόνος εστίν ο λαλών, εν πολλοίς δε έτεσι οίδασι σοφίαν, 8 αλλά πνεύμά εστιν εν βροτοίς, πνοή δε Παντοκράτορός εστιν η διδάσκουσα· 9 ουχ οι πολυχρόνιοί εισι σοφοί, ουδ ‘ οι γέροντες οίδασι κρίμα. 10 διό είπα· ακούσατέ μου, και αναγγελώ υμίν α οίδα. 11 ενωτίζεσθέ μου τα ρήματα· ερώ γαρ υμών ακουόντων, άχρις ου ετάσητε λόγους, 12 και μέχρι υμών συνήσω. και ιδού ουκ ην τω Ιώβ ελέγχων ανταποκρινόμενος ρήματα αυτού εξ υμών, 13 ίνα μη είπητε· εύρομεν σοφίαν Κυρίω προσθέμενοι· 14 ανθρώπω δε επετρέψατε λαλήσαι τοιαύτα ρήματα. 15 επτοήθησαν, ουκ απεκρίθησαν έτι, επαλαίωσαν εξ αυτών λόγους. 16 υπέμεινα, ου γαρ ελάλησαν· ότι έστησαν, ουκ απεκρίθησαν. 17 υπολαβών δε Ελιούς λέγει· πάλιν λαλήσω· 18 πλήρης γαρ ειμι ρημάτων, ολέκει γαρ με το πνεύμα της γαστρός· 19 η δε γαστήρ μου ωσπερ ασκός γλεύκους ζέων δεδεμένος ή ωσπερ φυσητήρ χαλκέως ερρηγώς. 20 λαλήσω, ίνα αναπαύσωμαι ανοίξας τα χείλη· 21 άνθρωπον γαρ ου μη αισχυνθώ, αλλά μην ουδέ βροτόν ου μη εντραπώ· 22 ου γαρ επίσταμαι θαυμάσαι πρόσωπα· ει δε μη, και εμέ σήτες έδονται.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΛΓ

 1 ΟΥ μην δε αλλά άκουσον, Ιώβ, τα ρήματά μου και λαλιάν ενωτίζου μου· 2 ιδού γαρ ήνοιξα το στόμα μου, και ελάλησεν η γλώσσά μου. 3 καθαρά μου η καρδία ρήμασι, σύνεσις δε χειλέων μου καθαρά νοήσει. 4 πνεύμα θείον το ποιήσάν με, πνοή δε Παντοκράτορος η διδάσκουσά με. 5 εάν δύνη, δος μοι απόκρισιν προς ταύτα· υπόμεινον, στήθι κατ ‘ εμέ και εγώ κατά σε. 6 εκ πηλού διήρτισαι συ ως και εγώ, εκ του αυτού διηρτίσμεθα. 7 ουχ ο φόβος μου σε στροβήσει, ουδέ η χείρ μου βαρεία έσται επί σοί. 8 πλήν είπας εν ωσί μου, φωνήν ρημάτων σου ακήκοα, 9 διότι λέγεις· καθαρός ειμι ουχ αμαρτών, άμεμπτός ειμι, ου γαρ ηνόμησα. 10 μέμψιν δε κατ ‘ εμού εύρεν, ήγηται δε με ωσπερ υπεναντίον· 11 έθετο δε εν ξύλω τον πόδα μου, εφύλαξε δε μου πάσας τας οδούς· 12 Πως γαρ λέγεις· δίκαιός ειμι, και ουκ επακήκοέ μου; αιώνιος γαρ εστιν ο επάνω βροτών. 13 λέγεις δε· διατί της δίκης μου ουκ επακήκοέ μου παν ρήμα; 14 εν γαρ τω άπαξ λαλήσαι ο Κύριος, εν δε τω δευτέρω 15 ενύπνιον, ή εν μελέτη νυκτερινή, ως όταν επιπίπτη δεινός φόβος επ ‘ ανθρώπους επί νυσταγμάτων επί κοίτης. 16 τότε ανακαλύπτει νουν ανθρώπων, εν είδεσι φόβου τοιούτοις αυτούς εξεφόβησεν 17 αποστρέψαι άνθρωπον από αδικίας, το δε σώμα αυτού από πτώματος ερρύσατο. 18 εφείσατο δε της ψυχής αυτού από θανάτου και μη πεσείν αυτόν εν πολέμω. 19 πάλιν δε ήλεγξεν αυτόν επί μαλακία επί κοίτης και πλήθος οστών αυτού ενάρκησε· 20 παν δε βρωτόν σίτου ου μη δύνηται προσδέξασθαι και η ψυχή αυτού βρώσιν επιθυμήσει, 21 έως αν σαπώσιν αυτού αι σάρκες και αποδείξη τα οστά αυτού κενά· 22 ήγγισε δε εις θάνατον η ψυχή αυτού, η δε ζωή αυτού εν άδη. 23 εάν ώσι χίλιοι άγγελοι θανατηφόροι, εις αυτών ου μη τρώση αυτόν· εάν νοήση τη καρδία επιστραφήναι προς Κύριον, αναγγείλη δε ανθρώπω την εαυτού μέμψιν, την δε άνοιαν αυτού δείξη, 24 ανθέξεται του μη πεσείν εις θάνατον, ανανεώσει δε αυτού το σώμα ωσπερ αλοιφήν επί τοίχου, τα δε οστά αυτού εμπλήσει μυελού· 25 απαλυνεί δε αυτού τας σάρκας ωσπερ νηπίου, αποκαταστήσει δε αυτόν ανδρωθέντα εν ανθρώποις. 26 ευξάμενος δε προς Κύριον, και δεκτά αυτω έσται, εισελεύσεται προσώπω ιλαρω συν εξηγορία· αποδώσει δε ανθρώποις δικαιοσύνην. 27 είτα τότε απομέμψεται άνθρωπος αυτός εαυτω λέγον· οία συνετέλουν και ουκ άξια ήτασέ με ων ήμαρτον. 28 σώσον ψυχήν μου του μη ελθείν εις διαφθοράν, και η ζωή μου φως όψεται. 29 ιδού ταύτα πάντα εργάται ο ισχυρός οδούς τρεις μετά ανδρός. 30 και ερρύσατο την ψυχήν μου εκ θανάτου, ίνα η ζωή μου εν φωτί αινή αυτόν. 31 ενωτίζου, Ιώβ, και άκουέ μου· κώφευσον, και εγώ ειμι λαλήσω. 32 ει εισί σοι λόγοι, αποκρίθητί μοι· λάλησον, θέλω γαρ δικαιωθήναί σε. 33 ει μη, συ άκουσόν μου· κώφευσον και διδάξω σε σοφίαν.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΛΔ

 1 ΥΠΟΛΑΒΩΝ δε Ελιούς λέγει· 2 ακούσατέ μου, σοφοί· επιστάμενοι, ενωτίζεσθε το καλόν· 3 ότι ους λόγους δοκιμάζει, και λάρυγξ γεύεται βρώσιν. 4 κρίσιν ελώμεθα εαυτοίς, γνώμεν ανά μέσον εαυτών ό,τι καλόν. 5 ότι είρηκεν Ιώβ· δίκαιός ειμι, ο Κύριος απήλλαξέ μου το κρίμα, 6 εψεύσατο δε τω κρίματί μου, βίαιον το βέλος μου άνευ αδικίας. 7 τις ανήρ ωσπερ Ιώβ, πίνων μυκτηρισμόν ωσπερ ύδωρ, 8 ουχ αμαρτών ουδέ ασεβήσας ή οδού κοινωνήσας μετά ποιούντων τα άνομα του πορευθήναι μετά ασεβών; 9 μη γαρ είπης, ότι ουκ έσται επισκοπή ανδρός και επισκοπή αυτω παρά Κυρίου. 10 διό, συνετοί καρδίας ακούσατέ μου· μη μοι είη έναντι Κυρίου ασεβήσαι και έναντι Παντοκράτορος ταράξαι το δίκαιον· 11 αλλά αποδιδοί ανθρώπω καθά ποιεί έκαστος αυτών, και εν τρίβω ανδρός ευρήσει αυτόν. 12 οίει δε τον Κύριον άτοπα ποιήσειν; ή ο Παντοκράτωρ ταράξει κρίσιν, ος εποίησε την γην; 13 τις δε εστιν ο ποιών την υπ ‘ ουρανόν και τα ενόντα πάντα; 14 ει γαρ βούλοιτο συνέχειν και το πνεύμα παρ ‘ αυτω κατασχείν, 15 τελευτήσει πάσα σάρξ ομοθυμαδόν, πας δε βροτός εις γην απελεύσεται, όθεν και επλάσθη. 16 ει δε μη νουθετη, άκουε ταύτα, ενωτίζου φωνήν ρημάτων. 17 ιδέ συ τον μισούντα άνομα και τον ολλύντα τους πονηρούς όντα αιώνιον δίκαιον. 18 ασεβής ο λέγων βασιλεί· παρανομείς, ασεβέστατε, τοις άρχουσιν· 19 ος ουκ επησχύνθη πρόσωπον εντίμου, ουδέ οίδε τιμήν θέσθαι αδροίς θαυμασθήναι πρόσωπα αυτών. 20 κενά δε αυτοίς αποβήσεται το κεκραγέναι και δείσθαι ανδρός· εχρήσαντο γαρ παρανόμως εκκλινομένων αδυνάτων. 21 αυτός γαρ ορατής εστιν έργων ανθρώπων, λέληθε δε αυτόν ουδέν ων πράσσουσιν, 22 ουδέ έσται τόπος του κρυβήναι τους ποιούντας τα άνομα· 23 ότι ουκ απ ‘ άνδρα θήσει έτι· 24 ο γαρ Κύριος πάντας εφορά ο καταλαμβάνων ανεξιχνίαστα, ένδοξά τε και εξαίσια, ων ουκ έστιν αριθμός· 25 ο γνωρίζων αυτών τα έργα και στρέψει νύκτα και ταπεινωθήσονται. 26 έσβεσε δε ασεβείς, ορατοί δε εναντίον αυτού, 7 ότι εξέκλιναν εκ νόμου Θεού, δικαιώματα δε αυτού ουκ επέγνωσαν 28 του επαγαγείν επ ‘ αυτόν κραυγήν πενήτων, και κραυγήν πτωχών εισακούσεται. 29 και αυτός ησυχίαν παρέξει, και τις καταδικάσεται; και κρύψει πρόσωπον, και τις όψεται αυτόν; και κατά έθνους και κατά ανθρώπου ομού 30 βασιλεύων άνθρωπον υποκριτήν από δυσκολίας λαού. 31 ότι προς τον ισχυρόν ο λέγων· είληφα, ουκ ενεχυράσω· 32 άνευ εμαυτού όψομαι, συ δείξόν μοι, ει αδικίαν ειργασάμην, ου μη προσθήσω. 33 μη παρά σου αποτίσει αυτήν; ότι απώση, ότι συ εκλέξη, και ουκ εγώ· και τι έγνως, λάλησον. 34 διό συνετοί καρδίας ερούσι ταύτα, ανήρ δε σοφός ακήκοέ μου το ρήμα. 35 Ιώβ δε ουκ εν συνέσει ελάλησε, τα ρήματα αυτού ουκ εν επιστήμη. 36 ου μην δε αλλά μάθε, Ιώβ, μη δως έτι ανταπόκρισιν, ωσπερ οι άφρονες, 37 ίνα μη προσθώμεν εφ ‘ αμαρτίαις ημών, ανομία δε εφ ‘ ημίν λογισθήσεται, πολλά λαλούντων ρήματα εναντίον του Κυρίου.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΛΕ

 1 ΥΠΟΛΑΒΩΝ δε Ελιούς λέγει· 2 τι τούτο ηγήσω εν κρίσει; συ τις ει ότι είπας· δίκαιός ειμι έναντι Κυρίου; 3 εγώ σοι δώσω απόκρισιν και τοις τρισί φίλοις σου. 4 ανάβλεψον εις τον ουρανόν και ιδέ, κατάμαθε δε νέφη ως υψηλά από σου. 5 ει ήμαρτες, τι πράξεις; ει δε και πολλά ηνόμησας, τι δύνασαι ποιήσαι; 7 επεί δε ουν δικαιος ει, τι δώσεις αυτω; ή τι εκ χειρός σου λήψεται; 8 ανδρί τω ομοίω σου η ασέβειά σου, και υιω ανθρώπου η δικαιοσύνη σου. 9 από πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται από βραχίονος πολλών. 10 και ουκ είπε· που εστιν ο Θεός ο ποιήσας με, ο κατατάσσων φυλακάς νυκτερινάς, 11 ο διορίζων με από τετραπόδων γης, από δε πετεινών ουρανού; 12 εκεί κεκράξονται, και ου μη εισακούση και από ύβρεως πονηρών. 13 άτοπα γαρ ου βούλεται ιδείν ο Κύριος, αυτός γαρ ο Παντοκράτωρ 14 ορατής εστι των συντελούντων τα άνομα και σώσει με. κρίθητι δε εναντίον αυτού, ει δύνασαι αυτόν αινέσαι, ως εστι. 15 και νυν ότι ουκ έστιν επισκεπτόμενος οργήν αυτού, και ουκ έγνω παράπτωμά τι σφόδρα· 16 και Ιώβ ματαίως ανοίγει το στόμα αυτού, εν αγνωσία ρήματα βαρύνει.

 ΙΩΒ

ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ

 1 ΠΡΟΣΘΕΙΣ δε έτι Ελιούς λέγει· 2 μείνόν με μικρόν έτι, ίνα διδάξω σε· έτι γαρ εν εμοί εστι λέξις. 3 αναλαβών την επιστήμην μου μακράν, έργοις δε μου δίκαια ερώ επ ‘ αληθείας 4 και ουκ άδικα ρήματα αδίκως συνιείς. 5 γίνωσκε δε ότι ο Κύριος ου μη αποποιήσηται τον άκακον. δυνατός ισχύϊ καρδίας 6 ασεβή ου μη ζωοποιήσει και κρίμα πτωχών δώσει. 7 ουκ αφελεί από δικαίου οφθαλμούς αυτού· και μετά βασιλέων εις θρόνον και καθιεί αυτούς εις νίκος, και υψωθήσονται. 8 και οι πεπεδημένοι εν χειροπέδαις συσχεθήσονται εν σχοινίοις πενίας, 9 και αναγγελεί αυτοίς τα έργα αυτών και τα παραπτώματα αυτών, ότι ισχύσουσιν. 10 αλλά του δικαίου εισακούσεται· και είπεν ότι επιστραφήσονται εξ αδικίας. 11 εάν ακούσωσι και δουλεύσωσι, συντελέσουσι τας ημέρας αυτών εν αγαθοίς και τα έτη αυτών εν ευπρεπείαις. 12 ασεβείς δε ου διασώζει παρά το μη βούλεσθαι αυτούς ειδέναι τον Κύριον και διότι νουθετούμενοι ανήκοοι ήσαν. 13 και υποκριταί καρδία τάξουσι θυμόν· ου βοήσονται, ότι έδησεν αυτούς. 14 αποθάνοι τοίνυν εν νεότητι η ψυχή αυτών, η δε ζωή αυτών τιτρωσκομένη υπό αγγέλων, 15 ανθ ‘ ων έθλιψαν ασθενή και αδύνατον, κρίμα δε πραέων εκθήσει. 16 και προσέτι ηπάτησέ σε εκ στόματος εχθρού· άβυσσος, κατάχυσις υποκάτω αυτής, και κατέβη τράπεζά σου πλήρης πιότητος. 17 ουχ υστερήσει δε από δικαίων κρίμα, 18 θυμός δε επ ‘ ασεβείς έσται δι ‘ ασέβειαν δώρων, ων εδέχοντο επ ‘ αδικίαις. 19 μη σε εκκλινάτω εκών ο νους δεήσεως εν ανάγκη όντων αδυνάτων, και πάντας τους κραταιούντας ισχύν. 20 μη εξελκύσης την νύκτα του αναβήναι λαούς αντ ‘ αυτών· 21 αλλά φύλαξαι μη πράξης άτοπα· επί τούτων γαρ εξείλω από πτωχείας. 22 ιδού ο Ισχυρός κραταιώσει εν ισχύϊ αυτού· τις γαρ εστι κατ ‘ αυτόν δυνάστης; 23 τις δε εστιν ο ετάζων αυτού τα έργα; ή τις ο ειπών· έπραξεν άδικα; 24 μνήσθητι, ότι μεγάλα εστίν αυτού τα έργα, ων ήρξαν άνδρες. 25 πας άνθρωπος είδεν εν εαυτω, όσοι τιτρωσκόμενοί εισι βροτοί. 26 ιδού ο Ισχυρός πολύς, και ου γνωσόμεθα· αριθμός ετών αυτού, και απέραντος. 27 αριθμηταί δε αυτω σταγόνες υετού, και επιχυθήσονται υετω εις νεφέλην· 28 ρυήσονται παλαιώματα, εσκίασε δε νέφη επί αμυθήτων βροτών. 28α ωραν έθετο κτήνεσιν, οίδασι δε κοίτης τάξιν. 28β επί τούτοις πάσιν ουκ εξίσταταί σου η διάνοια ουδέ διαλλάσσεταί σου η καρδία από σώματος; 29 και εάν συνή απεκτάσεις νεφέλης, ισότητα σκηνής αυτού, 30 ιδού εκτενεί επ ‘ αυτόν ηδώ και ριζώματα της θαλάσσης εκάλυψεν· 31 εν γαρ αυτοίς κρινεί λαούς, δώσει τροφήν τω ισχύοντι. 32 επί χειρών εκάλυψε φως και ενετείλατο περί αυτής εν απαντώντι· 33 αναγγελεί περί αυτού φίλον αυτού Κύριος, κτήσις και περί αδικίας.

 ΙΩΒ

ΚΕΦΑΛΑΙΟΝ ΛΖ

 1 ΚΑΙ από ταύτης εταράχθη η καρδία μου και απερρύη εκ του τόπου αυτής. 2 άκουε ακοήν εν οργή θυμού Κυρίου, και μελέτη εκ στόματος αυτού εξελεύσεται. 3 υποκάτω παντός του ουρανού η αρχή αυτού, και το φως αυτού επί πτερύγων της γης. 4 οπίσω αυτού βοήσεται φωνή, βροντήσει εν φωνή ύβρεως αυτού, και ουκ ανταλλάξει αυτούς, ότι ακούσει φωνήν αυτού. 5 βροντήσει ο ισχυρός εν φωνή αυτού θαυμάσια· εποίησε γαρ μεγάλα α ουκ ήδειμεν, 6 συντάσσων χιόνι· γίνου επί γης, και χειμών υετός, και χειμών υετών δυναστείας αυτού. 7 εν χειρί παντός ανθρώπου κατασφραγίζει, ίνα γνω πας άνθρωπος την εαυτού ασθένειαν. 8 εισήλθε δε θηρία υπό την σκέπην, ησύχασαν δε επί κοίτης. 9 εκ ταμιείων επέρχονται οδύναι, από δε ακρωτηρίων ψύχος, 10 και από πνοής ισχυρού δώσει πάγος, οιακίζει δε το ύδωρ ως εάν βούληται· 11 και εκλεκτόν καταπλάσσει νεφέλη, διασκορπιεί νέφος φως αυτού. 12 και αυτός κυκλώματα διαστρέψει, εν θεεβουλαθώθ εις έργα αυτών. πάντα όσα αν εντείληται αυτοίς, ταύτα συντέτακται παρ ‘ αυτού επί της γης, 13 εάν εις παιδείαν, εάν εις την γην αυτού, εάν εις έλεος ευρήσει αυτόν. 14 ενωτίζου ταύτα, Ιώβ· στήθι νουθετούμενος δύναμιν Κυρίου. 15 οίδαμεν ότι ο Θεός έθετο έργα αυτού φως ποιήσας εκ σκότους. 16 επίσταται δε διάκρισιν νεφών, εξαίσια δε πτώματα πονηρών. 17 σου δε η στολή θερμή, ησυχάζεται δε επί της γης. 18 στερεώσεις μετ ‘ αυτού εις παλαιώματα, ισχυραί ως όρασις επιχύσεως. 19 διατί; δίδαξόν με, τι ερούμεν αυτω· και παυσώμαθε πολλά λέγοντες. 20 μη βίβλος ή γραμματεύς μοι παρέστηκεν, ίνα άνθρωπον εστηκώς κατασιωπήσω; 21 πάσι δε ουχ ορατόν το φως, τηλαυγές εστιν εν τοις παλαιώμασιν, ωσπερ το παρ ‘ αυτού επί νεφών. 22 από βορρά νέφη χρυσαυγούντα· επί τούτοις μεγάλη η δόξα και τιμή Παντοκράτορος. 23 και ουχ ευρίσκομεν άλλον όμοιον τη ισχύϊ αυτού· ο τα δίκαια κρίνων, ουκ οίει επακούειν αυτόν; 24 διό φοβηθήσονται αυτόν οι άνθρωποι, φοβηθήσονται δε αυτόν και οι σοφοί καρδία.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΛΗ

 1 ΜΕΤΑ δε το παύσασθαι Ελιούν της λέξεως είπεν ο Κύριος τω Ιώβ δια λαίλαπος και νεφών· 2 τις ούτος ο κρύπτων με βουλήν, συνέχων δε ρήματα εν καρδία, εμέ δε οίεται κρύπτειν; 3 ζώσαι ωσπερ ανήρ την οσφύν σου, ερωτήσω δε σε, συ δε μοι αποκρίθητι. 4 που ης εν τω θεμελιούν με την γην; απάγγειλον δε μοι ει επίστη σύνεσιν. 5 τις έθετο τα μέτρα αυτής, ει οίδας; ή τις ο επαγαγών σπαρτίον επ ‘ αυτής; 6 επί τίνος οι κρίκοι αυτής πεπήγασι; τις δε εστιν ο βαλών λίθον γωνιαίον επ ‘ αυτής; 7 ότε εγενήθησαν άστρα, ήνεσάν με φωνή μεγάλη πάντες άγγελοί μου. 8 έφραξα δε θάλασσαν πύλαις, ότε εμαιούτο εκ κοιλίας μητρός αυτής εκπορευομένη. 9 εθέμην δε αυτη νέφος αμφίασιν, ομίχλη δε αυτήν εσπαργάνωσα. 10 εθέμην δε αυτη όρια, περιθείς κλείθρα και πύλας. 11 είπα δε αυτη· μέχρι τούτου ελεύση και ουχ υπερβήση, αλλ ‘ εν σεαυτη συντριβήσεταί σου τα κύματα. 12 ή επί σου συντέταχα φέγγος πρωϊνόν; εωσφόρος δε είδε την εαυτού τάξιν 13 επιλαβέσθαι πτερύγων γης, εκτινάξαι ασεβείς εξ αυτής; 14 ή συ λαβών γην πηλόν έπλασας ζωον και λαλητόν αυτόν έθου επί γης; 15 αφείλες δε από ασεβών το φως, βραχίονα δε υπερηφάνων συνέτριψας; 16 ήλθες δε επί πηγήν θαλάσσης, εν δε ίχνεσιν αβύσσου περιεπάτησας; 17 ανοίγονταί δε σοι φόβω πύλαι θανάτου, πυλωροί δε άδου ιδόντες σε έπτηξαν; 18 νενουθέτησαι δε το εύρος της υπ ‘ ουρανόν; ανάγγειλον δη μοι, πόση τις εστι; 19 εν ποία δε γη αυλίζεται το φως; σκότους δε ποίος ο τόπος; 20 ει αγάγοις με εις όρια αυτών; ει δε και επίστασαι τρίβους αυτών; 21 οίδας άρα ότι τότε γεγέννησαι, αριθμός δε ετών σου πολύς; 22 ήλθες δε επί θησαυρούς χιόνος, θησαυρούς δε χαλάζης εώρακας; 23 απόκειται δε σοι εις ωραν εχθρών εις ημέραν πολέμων και μάχης; 24 πόθεν δε εκπορεύεται πάχνη ή διασκεδάννυται νότος εις την υπ ‘ ουρανόν; 25 τις δε ητοίμασεν υετω λάβρω ρύσιν, οδόν δε κυδοιμών 26 του υετίσαι επί γην, ου ουκ ανήρ, έρημον, ου ουχ υπάρχει άνθρωπος εν αυτη, 27 του χορτάσαι άβατον και αοίκητον και του εκβλαστήσαι έξοδον χλόης; 28 τις εστιν υετού πατήρ; τις δε εστιν ο τετοκώς βώλους δρόσου, 29 εκ γαστρός δε τίνος εκπορεύεται ο κρύσταλλος; πάχνην δε εν ουρανω τις τέτοκεν, 30 ή καταβαίνει ωσπερ ύδωρ ρέον; πρόσωπον ασεβούς τις έπληξε; 31 συνήκας δε δεσμόν Πλειάδος και φραγμόν ‘Ωρίωνος ήνοιξας; 32 ή διανοίξεις μαζουρώθ εν καιρω αυτού και Έσπερον επί κόμης αυτού άξεις αυτά; 33 επίστασαι δε τροπάς ουρανού ή τα υπ ‘ ουρανόν ομοθυμαδόν γινόμενα; 34 καλέσεις δε νέφος φωνή, και τρόμω ύδατος λάβρου υπακούσεταί σου; 35 αποστελείς δε κεραυνούς και πορεύσονται; ερούσι δε σοι· τι εστι; 36 τις δε έδωκε γυναιξίν υφάσματος σοφίαν ή ποικιλτικήν επιστήμην; 37 τις δε ο αριθμών νέφη σοφία, ουρανόν δε εις γην έκλινε; 38 κέχυται δε ωσπερ γη κονία, κεκόλληκα δε αυτόν ωσπερ λίθω κύβον. 39 θηρεύσεις δε λέουσι βοράν, ψυχάς δε δρακόντων εμπρήσεις; 40 δεδοίκασι γαρ εν κοίταις αυτών, κάθηνται δε εν ύλαις ενεδρεύοντες. 41 τις δε ητοίμασε κόρακι βοράν; νεοσσοί γαρ αυτού προς Κύριον κεκράγασι πλανώμενοι, τα σίτα ζητούντες.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΛΘ

 1 ΕΙ έγνως καιρόν τοκετού τραγελάφων πέτρας, εφύλαξας δε ωδίνας ελάφων; 2 ηρίθμησας δε μήνας αυτών πλήρεις τοκετού αυτών, ωδίνας δε αυτών έδυσας; 3 εξέθρεψας δε αυτών τα παιδία έξω φόβου; ωδίνας δε αυτών εξαποστελείς; 4 απορρήξουσι τα τέκνα αυτών, πληθυνθήσονται εν γεννήματι· εξελεύσονται, και ου μη ανακάμψουσιν αυτοίς. 5 τις δε εστιν ο αφείς όνον άγριον ελεύθερον, δεσμούς δε αυτού τις έλυσεν; 6 εθέμην δε την δίαιταν αυτού έρημον, και τα σκηνώματα αυτού αλμυρίδα· 7 καταγελών πολυοχλίας πόλεως, μέμψιν δε φορολόγου ουκ ακούων, 8 κατασκέψεται όρη νομήν αυτού και οπίσω παντός χλωρού ζητεί. 9 βουλήσεται δε σοι μονόκερως δουλεύσαι ή κοιμηθήναι επί φάτνης σου; 10 δήσεις δε εν ιμάσι ζυγόν αυτού ή ελκύσει σου αύλακας εν πεδίω; 11 πέποιθας δε επ ‘ αυτω, ότι πολλή η ισχύς αυτού, επαφήσεις δε αυτω τα έργα σου; 12 πιστεύσεις δε ότι αποδώσει σοι τον σπόρον, εισοίσει δε σου τον άλωνα; 13 πτέρυξ τερπομένων νεέλασα, εάν συλλάβη ασίδα και νέσσα· 14 ότι αφήσει εις γην τα ωά αυτής και επί χουν θάλψει 15 και επελάθετο ότι πούς σκορπιεί και θηρία αγρού καταπατήσει· 16 απεσκλήρυνε τα τέκνα εαυτής, ωστε μη εαυτήν, εις κενόν εκοπίασεν άνευ φόβου· 17 ότι κατεσιώπησεν αυτη ο Θεός σοφίαν και ουκ επεμέρισεν αυτη εν τη συνέσει. 18 κατά καιρόν εν ύψει υψώσει, καταγελάσεται ίππου και του επιβάτου αυτού. 19 ή συ περιέθηκας ίππω δύναμιν, ενέδυσας δε τραχήλω αυτού φόβον; 20 περιέθηκας δε αυτω πανοπλίαν, δόξαν δε στηθέων αυτού τόλμη; 21 ανορύσσων εν πεδίω γαυριά, εκπορεύεται δε εις πεδίον εν ισχύϊ· 22 συναντών βασιλεί καταγελά και ου μη αποστραφή από σιδήρου· 23 επ ‘ αυτω γαυριά τόξον και μάχαιρα, 24 και οργή αφανιεί την γην και ου μη πιστεύσει, έως αν σημάνη σάλπιγξ· 25 σάλπιγγος δε σημαινούσης λέγει· εύγε. πόρρωθεν δε οσφραίνεται πολέμου συν άλματι και κραυγή. 26 εκ δε της σής επιστήμης έστηκεν ιέραξ, αναπετάσας τας πτέρυγας, ακίνητος, καθορών τα προς νότον; 27 επί δε σω προστάγματι υψούται αετός, γύψ δε επί νοσσιάς αυτού καθεσθείς αυλίζεται 28 επ ‘ εξοχή πέτρας και αποκρύφω; 29 εκείσε ων ζητεί τα σίτα, πόρρωθεν οι οφθαλμοί αυτού σκοπεύουσι· 30 νεοσσοί δε αυτού φύρονται εν αίματι, ου δ ‘ αν ώσι τεθνεώτες, παραχρήμα ευρίσκονται.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ Μ

 1 ΚΑΙ απεκρίθη Κύριος ο Θεός τω Ιώβ και είπε· 2 μη κρίσιν μετά ικανού εκκλινεί, ελέγχων δε Θεόν αποκριθήσεται αυτήν; 3 υπολαβών δε Ιώβ λέγει τω Κυρίω· 4 τι έτι εγώ κρίνομαι, νουθετούμενος και ελέγχων Κύριον, ακούων τοιαύτα ουθέν ων; εγώ δε τίνα απόκρισιν δώ προς ταύτα; χείρα θήσω επί στόματί μου· 5 άπαξ λελάληκα, επί δε τω δευτέρω ου προσθήσω. 6 έτι δε υπολαβών ο Κύριος είπε τω Ιώβ εκ του νέφους· 7 μη, αλλά ζώσαι ωσπερ ανήρ την οσφύν σου, ερωτήσω δε σε, συ δε μοι απόκριναι· 8 μη αποποιού μου το κρίμα. οίει δε με άλλως σοι κεχρηματικέναι ή ίνα αναφανής δίκαιος; 9 ή βραχίων σοί εστι κατά του Κυρίου, ή φωνή κατ ‘ αυτόν βροντάς; 10 ανάλαβε δη ύψος και δύναμιν, δόξαν δε και τιμήν αμφίασαι. 11 απόστειλον δε αγγέλους οργή, πάντα δε υβριστήν ταπείνωσον· 12 υπερήφανον δε σβέσον, σήψον δε ασεβείς παραχρήμα, 13 κρύψον δε εις γην ομοθυμαδόν, τα δε πρόσωπα αυτών ατιμίας έμπλησον· 14 ομολογήσω ότι δύναται η δεξιά σου σώσαι. 15 αλλά δη ιδού θηρία παρά σοι, χόρτον ίσα βουσίν εσθίουσιν. 16 ιδού δη η ισχύς αυτού επ ‘ οσφύϊ, η δε δύναμις αυτού επ ‘ ομφαλού γαστρός· 17 έστησεν ουράν ως κυπάρισσον, τα δε νεύρα αυτού συμπέπλεκται· 18 αι πλευραί αυτού πλευραί χάλκειαι, η δε ράχις αυτού σίδηρος χυτός. 19 τούτ ‘ έστιν αρχή πλάσματος Κυρίου, πεποιημένον εγκαταπαίζεσθαι υπό των αγγέλων αυτού. 20 επελθών δε επ ‘ όρος ακρότομον εποίησε χαρμονήν τετράποσιν εν τω ταρτάρω. 21 υπό παντοδαπά δένδρα κοιμάται, παρά πάπυρον και κάλαμον και βούτομον. 22 σκιάζονται δε εν αυτω δένδρα μεγάλα συν ραδάμνοις και κλώνες αγρού. 23 εάν γένηται πλήμμυρα, ου μη αισθηθή· πέποιθεν ότι προσκρούσει ο Ιορδάνης εις το στόμα αυτού. 24 εν τω οφθαλμω αυτού δέξεται αυτόν, ενσκολιευόμενος τρήσει ρίνα. 25 άξεις δε δράκοντα εν αγκίστρω, περιθήσεις δε φορβαίαν περί ρίνα αυτού; 26 ει δήσεις κρίκον εν τω μυκτήρι αυτού, ψελλίω δε τρυπήσεις το χείλος αυτού; 27 λαλήσει δε σοι δεήσει, ικετηρία μαλακώς; 28 θήσεται δε μετά σου διαθήκην; λήψη δε αυτόν δούλον αιώνιον; 29 παίξη δε εν αυτω ωσπερ ορνέω ή δήσεις αυτόν ωσπερ στρουθίον παιδίω; 30 ενσιτούνται δε εν αυτω έθνη, μεριτεύονται δε αυτόν Φοινίκων έθνη; 31 παν δε πλωτόν συνελθόν ου μη ενέγκωσι βύρσαν μίαν ουράς αυτού και εν πλοίοις αλιέων κεφαλήν αυτού. 32 επιθήσεις δε αυτω χείρα μνησθείς πόλεμον τον γινόμενον εν σώματι αυτού, και μηκέτι γινέσθω.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΜΑ

 1 ΟΥΧ εώρακας αυτόν, ουδέ επί τοις λεγομένοις τεθαύμακας; 2 ου δέδοικας ότι ητοίμασταί μοι; τις γαρ εστιν ο εμοί αντιστάς; 3 ή τις αντιστήσεταί μοι και υπομενεί, ει πάσα η υπ ‘ ουρανόν εμή εστιν; 4 ου σιωπήσομαι δι ‘ αυτόν, και λόγον δυνάμεως ελεήσει τον ίσον αυτω. 5 τις αποκαλύψει πρόσωπον ενδύσεως αυτού, εις δε πτύξιν θώρακος αυτού τις αν εισέλθοι; 6 πύλας προσώπου αυτού τις ανοίξει; κύκλω οδόντων αυτού φόβος. 7 τα έγκατα αυτού ασπίδες χάλκεαι, σύνδεσμος δε αυτού ωσπερ σμυρίτης λίθος· 8 εις του ενός κολλώνται, πνεύμα δε ου μη διέλθη αυτόν· 9 ανήρ τω αδελφω αυτού προσκολληθήσεται, συνέχονται και ου μη αποσπασθώσιν. 10 εν πταρμω αυτού επιφαύσκεται φέγγος, οι δε οφθαλμοί αυτού είδος Εωσφόρου. 11 εκ στόματος αυτού εκπορεύονται ως λαμπάδες καιόμεναι και διαρριπτούνται ως εσχάραι πυρός. 12 εκ μυκτήρων αυτού εκπορεύεται καπνός καμίνου καιομένης πυρί ανθράκων. 13 η ψυχή αυτού άνθρακες, φλόξ δε εκ στόματος αυτού εκπορεύεται. 14 εν δε τραχήλω αυτού αυλίζεται δύναμις, έμπροσθεν αυτού τρέχει απώλεια. 15 σάρκες δε σώματος αυτού κεκόλληνται· καταχέει επ ‘ αυτόν, ου σαλευθήσεται. 16 η καρδία αυτού πέπηγεν ως λίθος, έστηκε δε ωσπερ άκμων ανήλατος. 17 στραφέντος δε αυτού, φόβος θηρίοις τετράποσιν επί γης αλλομένοις. 18 εάν συναντήσωσιν αυτω λόγχαι, ουδέν μη ποιήσωσι δόρυ και θώρακα· 19 ήγηται μεν γαρ σίδηρον άχυρα, χαλκόν δε ωσπερ ξύλον σαθρόν. 20 ου μη τρώση αυτόν τόξον χάλκεον, ήγηται μεν πετροβόλον χόρτον· 21 ως καλάμη ελογίσθησαν σφύραι, καταγελά δε σεισμού πυρφόρου. 22 η στρωμνή αυτού οβελίσκοι οξείς, πας δε χρυσός θαλάσσης υπ ‘ αυτόν ωσπερ πηλός αμύθητος. 23 αναζεί την άβυσσον ωσπερ χαλκείον, ήγηται δε την θάλασσαν ωσπερ εξάλειπτρον, 24 τον δε τάρταρον της αβύσσου ωσπερ αιχμάλωτον· ελογίσατο άβυσσον εις περίπατον. 25 ουκ έστιν ουδέν επί της γης όμοιον αυτω πεποιημένον εγκαταπαίζεσθαι υπό των αγγέλων μου· 26 παν υψηλόν ορά, αυτός δε βασιλεύς πάντων των εν τοις ύδασιν.

 ΙΩΒ

 ΚΕΦΑΛΑΙΟΝ ΜΒ

 1 ΥΠΟΛΑΒΩΝ δε Ιώβ λέγει τω Κυρίω· 2 οίδα ότι πάντα δύνασαι, αδυνατεί δε σοι ουδέν. 3 τις γαρ εστιν ο κρύπτων σε βουλήν; φειδόμενος δε ρημάτων, και σε οίεται κρύπτειν; τις δε αναγγελεί μοι α ουκ ήδειν, μεγάλα και θαυμαστά, α ουκ επιστάμην; 4 άκουσον δε μου, Κύριε, ίνα καγώ λαλήσω· ερωτήσω δε σε, συ δε με δίδαξον. 5 ακοήν μεν ωτός ήκουόν σου το πρότερον, νυνί δε ο οφθαλμός μου εώρακέ σε· 6 διό εφαύλισα εμαυτόν και ετάκην, ήγημαι δε εμαυτόν γην και σποδόν. 7 εγένετο δε μετά το λαλήσαι τον Κύριον πάντα τα ρήματα ταύτα τω Ιώβ, είπεν ο Κύριος Ελιφάζ τω Θαιμανίτη· ήμαρτες συ και οι δύο φίλοι σου· ου γαρ ελαλήσατε ενώπιόν μου αληθές ουδέν ωσπερ ο θεράπων μου Ιώβ. 8 νυν δε λάβετε επτά μόσχους και επτά κριούς και πορεύθητε προς τον θεράποντά μου Ιώβ, και ποιήσει κάρπωσιν υπέρ υμών. Ιώβ δε ο θεράπων μου εύξεται περί υμών, ότι ει μη πρόσωπον αυτού λήψομαι· ει μη γαρ δι ‘ αυτόν, απώλεσα αν υμάς· ου γαρ ελαλήσατε αληθές κατά του θεράποντός μου Ιώβ. 9 επορεύθη δε Ελιφάζ ο Θαιμανίτης και Βαλδάδ ο Σαυχίτης και Σωφάρ ο Μιναίος και εποίησαν καθώς συνέταξεν αυτοίς ο Κύριος, και έλυσε την αμαρτίαν αυτοίς δια Ιώβ. 10 ο δε Κύριος ηύξησε τον Ιώβ· ευξαμένου δε αυτού και περί των φίλων αυτού, αφήκεν αυτοίς την αμαρτίαν. έδωκε δε ο Κύριος διπλά όσα ην έμπροσθεν Ιώβ εις διπλασιασμόν. 11 ήκουσαν δε πάντες οι αδελφοί αυτού και αι αδελφαί αυτού πάντα τα συμβεβηκότα αυτω και ήλθον προς αυτόν και πάντες όσοι ήδεισαν αυτόν εκ πρώτου· φαγόντες δε και πιόντες παρ ‘ αυτω παρεκάλεσαν αυτόν, και εθαύμασαν επί πάσιν, οίς επήγαγεν επ ‘ αυτω ο Κύριος. έδωκε δε αυτω έκαστος αμνάδα μίαν και τετράδραχμον χρυσού και ασήμου. 12 ο δε Κύριος ευλόγησε τα έσχατα Ιώβ ή τα έμπροσθεν· ην δε τα κτήνη αυτού πρόβατα μύρια τετρακισχίλια, κάμηλοι εξακισχίλιαι, ζεύγη βοών χίλια, όνοι θήλειαι νομάδες χίλιαι. 13 γεννώνται δε αυτω υιοί επτά και θυγατέρες τρεις· 14 και εκάλεσε την μεν πρώτην Ημέραν, την δε δευτέραν Κασίαν, την δε τρίτην Αμαλθαίας κέρας. 15 και ουχ ευρέθησαν κατά τας θυγατέρας Ιώβ βελτίους αυτών εν τη υπ ‘ ουρανόν· έδωκε δε αυταίς ο πατήρ κληρονομίαν εν τοις αδελφοίς. 16 έζησε δε Ιώβ μετά την πληγήν έτη εκατόν εβδομήκοντα, τα δε πάντα έτη έζησε διακόσια τεσσαράκοντα· και είδεν Ιώβ τους υιούς αυτού και τους υιούς των υιών αυτού, τετάρτην γενεάν. 17 και ετελεύτησεν Ιώβ πρεσβύτερος και πλήρης ημερών. 17α γέγραπται δε αυτόν πάλιν αναστήσεσθαι μεθ ‘ ων ο Κύριος ανίστησιν.

 17β Ούτος ερμηνεύεται εκ της Συριακής βίβλου εν μεν γη κατοικών τη Αυσίτιδι, επί τοις ορίοις της Ιδουμαίας και Αραβίας, προϋπήρχε δε αυτω όνομα Ιωβάβ. 17γ λαβών δε γυναίκα Αράβισσαν γεννά υιόν, ω όνομα Εννών· ην δε αυτός πατρός μεν Ζαρέ εκ των Ησαύ υιών υιος, μητρός δε Βοσόρρας, ωστε είναι αυτόν πέμπτον από Αβραάμ. 17δ και ούτοι οι βασιλείς οι βασιλεύσαντες εν Εδώμ, ης και αυτός ήρξε χώρας· πρώτος Βαλάκ ο του Βεώρ, και όνομα τη πόλει αυτού Δενναβά· μετά δε Βαλάκ Ιωβάβ ο καλούμενος Ιώβ· μετά δε τούτον Ασώμ ο υπάρχων ηγεμών εκ της Θαιμανίτιδος χώρας· μετά δε τούτον Αδάδ υιος Βαράδ, ο εκκόψας Μαδιάμ εν τω πεδίω Μωάβ, και όνομα τη πόλει αυτού Γεθθαίμ. 17ε οι δε ελθόντες προς αυτόν φίλοι, Ελιφάζ των Ησαύ υιών, Θαιμανών βασιλεύς, Βαλδάδ ο Σαυχαίων τύραννος, Σωφάρ ο Μιναίων βασιλεύς.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.