Τρίτη, 27 Νοεμβρίου 2012

Παροιμίαι Σολομώντος




ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΠΑΡΟΙΜΙΑΙ Σολομώντος υιού Δαυίδ, ος εβασίλευσεν εν Ισραήλ, 2 γνώναι σοφίαν και παιδείαν νοήσαί τε λόγους φρονήσεως 3 δέξασθαί τε στροφάς λόγων νοήσαί τε δικαιοσύνην αληθή και κρίμα κατευθύνειν, 4 ίνα δω ακάκοις πανουργίαν, παιδί δε νέω αίσθησίν τε και έννοιαν· 5 τώνδε γαρ ακούσας σοφός σοφώτερος έσται, ο δε νοήμων κυβέρνησιν κτήσεται. 6 νοήσει τε παραβολήν και σκοτεινόν λόγον ρήσεις τε σοφών και αινίγματα.

 7 Αρχή σοφίας φόβος Κυρίου, σύνεσις δε αγαθή πάσι τοις ποιούσι αυτήν· ευσέβεια δε εις Θεόν αρχή αισθήσεως, σοφίαν δε και παιδείαν ασεβείς εξουθενήσουσιν. 8 άκουε, υιε, παιδείαν πατρός σου και μη απώση θεσμούς μητρός σου· 9 στέφανον γαρ χαρίτων δέξη σή κορυφή και κλοιόν χρύσεον περί σω τραχήλω. 10 υιε, μη σε πλανήσωσιν άνδρες ασεβείς, μηδέ βουληθής, 11 εάν παρακαλέσωσί σε λέγοντες· ελθέ μεθ ‘ ημών, κοινώνησον αίματος, κρύψωμεν δε εις γην άνδρα δίκαιον αδίκως, 12 καταπίωμεν δε αυτόν ωσπερ άδης ζώντα και άρωμεν αυτού την μνήμην εκ γης· 13 την κτήσιν αυτού την πολυτελή καταλαβώμεθα, πλήσωμεν δε οίκους ημετέρους σκύλων· 14 τον δε σόν κλήρον βάλε εν ημίν, κοινόν δε βαλάντιον κτησώμεθα πάντες, και μαρσίππιον εν γενηθήτω ημίν. 15 μη πορευθής εν οδω μετ ‘ αυτών, έκλινον δε τον πόδα σου εκ των τρίβων αυτών· 16 οι γαρ πόδες αυτών εις κακίαν τρέχουσι και ταχινοί του εκχέαι αίμα· 17 ου γαρ αδίκως εκτείνεται δίκτυα πτερωτοίς. 18 αυτοί γαρ οι φόνου μετέχοντες θησαυρίζουσιν εαυτοίς κακά, η δε καταστροφή ανδρών παρανόμων κακή. 19 αύται αι οδοί εισι πάντων των συντελούντων τα άνομα· τη γαρ ασεβεία την εαυτών ψυχήν αφαιρούνται.


 20 Σοφία εν εξόδοις υμνείται, εν δε πλατείαις παρρησίαν άγει· 21 επ ‘ άκρων τειχέων κηρύσσεται, επί δε πύλαις δυναστών παρεδρεύει, επί δε πύλαις πόλεως θαρρούσα λέγει· 22 όσον αν χρόνον άκακοι έχωνται της δικαιοσύνης, ουκ αισχυνθήσονται· οι δε άφρονες, της ύβρεως όντες επιθυμηταί, ασεβείς γενόμενοι εμίσησαν αίσθησιν 23 και υπεύθυνοι εγένοντο ελέγχοις, ιδού προήσομαι υμίν εμής πνοής ρήσιν, διδάξω δε υμάς τον εμόν λόγον. 24 επειδή εκάλουν και ουχ υπηκούσατε και εξέτεινα λόγους και ου προσείχετε, 25 αλλά ακύρους εποιείτε εμάς βουλάς, τοις δε εμοίς ελέγχοις ου προσείχετε, 26 τοιγαρούν καγώ τη υμετέρα απωλεία επιγελάσομαι, καταχαρούμαι δε ηνίκα έρχηται υμίν όλεθρος, 27 και ως αν αφίκηται υμίν άφνω θόρυβος, η δε καταστροφή ομοίως καταιγίδι παρή, και όταν έρχηται υμίν θλίψις και πολιορκία ή όταν έρχηται υμίν όλεθρος. 28 έσται γαρ όταν επικαλέσησθέ με, εγώ δε ουκ εισακούσομαι υμών· ζητήσουσί με κακοί, και ουχ ευρήσουσιν· 29 εμίσησαν γαρ σοφίαν, τον δε λόγον του Κυρίου ου προείλαντο, 30 ουδέ ήθελον εμαίς προσέχειν βουλαίς, εμυκτήριζον δε εμούς ελέγχους. 31 τοιγαρούν έδονται της εαυτών οδού τους καρπούς και της εαυτών ασεβείας πλησθήσονται· 32 ανθ ‘ ων γαρ ηδίκουν νηπίους, φονευθήσονται, και εξετασμός ασεβείς ολεί. 33 ο δε εμού ακούων κατασκηνώσει επ ‘ ελπίδι και ησυχάσει αφόβως από παντός κακού.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΥΙΕ, εάν δεξάμενος ρήσιν εμής εντολής κρύψης παρά σεαυτω, 2 υπακούσεται σοφία το ους σου, και παραβαλείς καρδίαν σου εις σύνεσιν, παραβαλείς δε αυτήν επί νουθέτησιν τω υιω σου. 3 εάν γαρ την σοφίαν επικαλέση και τη συνέσει δως φωνήν σου, την δε αίσθησιν ζητήσης μεγάλη τη φωνή, 4 και εάν ζητήσης αυτήν ως αργύριον και ως θησαυρούς εξερευνήσης αυτήν, 5 τότε συνήσεις φόβον Κυρίου και επίγνωσιν Θεού ευρήσεις. 6 ότι Κύριος δίδωσι σοφίαν, και από προσώπου αυτού γνώσις και σύνεσις· 7 και θησαυρίζει τοις κατορθούσι σωτηρίαν, υπερασπιεί την πορείαν αυτών 8 του φυλάξαι οδούς δικαιωμάτων και οδόν ευλαβουμένων αυτόν διαφυλάξει. 9 τότε συνήσεις δικαιοσύνην και κρίμα και κατορθώσεις πάντας άξονας αγαθούς. 10 εάν γαρ έλθη η σοφία εις σήν διάνοιαν, η δε αίσθησις τη σή ψυχή καλή είναι δόξη, 11 βουλή καλή φυλάξει σε, έννοια δε οσία τηρήσει σε, 12 ίνα ρύσηταί σε από οδού κακής και από ανδρός λαλούντος μηδέν πιστόν. 13 ω οι εγκαταλείποντες οδούς ευθείας του πορεύεσθαι εν οδοίς σκότους· 14 οι ευφραινόμενοι επί κακοίς και χαίροντες επί διαστροφή κακή· 15 ων αι τρίβοι σκολίαι και καμπύλαι αι τροχιαί αυτών 16 του μακράν σε ποιήσαι από οδού ευθείας και αλλότριον της δικαίας γνώμης. 17 υιε, μη σε καταλάβη κακή βουλή, η απολιπούσα διδασκαλίαν νεότητος και διαθήκην θείαν επιλελησμένη· 18 έθετο γαρ παρά τω θανάτω τον οίκον αυτής και παρά τω άδη μετά των γηγενών τους άξονας αυτής. 19 πάντες οι πορευόμενοι εν αυτη ουκ αναστρέψουσιν, ουδέ μη καταλάβωσι τρίβους ευθείας· ου γαρ καταλαμβάνονται υπό ενιαυτών ζωής. 20 ει γαρ επορεύοντο τρίβους αγαθάς, εύροσαν αν τρίβους δικαιοσύνης λείας. 21 χρηστοί έσονται οικήτορες γης, άκακοι δε υπολειφθήσονται εν αυτη· ότι ευθείς κατασκηνώσουσι γην, και όσιοι υπολειφθήσονται εν αυτη. 22 οδοί ασεβών εκ γης ολούνται, οι δε παράνομοι εξωσθήσονται απ ‘ αυτής.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΥΙΕ, εμών νομίμων μη επιλανθάνου, τα δε ρήματά μου τηρείτω σή καρδία· 2 μήκος γαρ βίου και έτη ζωής και ειρήνην προσθήσουσί σοι. 3 ελεημοσύναι και πίστεις μη εκλιπέτωσάν σε, άφαψαι δε αυτάς επί σω τραχήλω, και ευρήσεις χάριν· 4 και προνοού καλά ενώπιον Κυρίου και ανθρώπων. 5 ίσθι πεποιθώς εν όλη τη καρδία επί Θεω επί δε σή σοφία μη επαίρου· 6 εν πάσαις οδοίς σου γνώριζε αυτήν, ίνα ορθοτομή τας οδούς σου, ο δε πούς σου μη προσκόψη. 7 μη ίσθι φρόνιμος παρά σεαυτω, φοβού δε τον Θεόν και έκκλινε από παντός κακού· 8 τότε ίασις έσται τω σώματί σου και επιμέλεια τοις οστέοις σου. 9 τίμα τον Κύριον από σών δικαίων πόνων και απάρχου αυτω από σών καρπών δικαιοσύνης, 10 ίνα πίμπληται τα ταμιείά σου πλησμονής σίτω, οίνω δε αι ληνοί σου εκβλύζωσιν.

 11 Υιε, μη ολιγώρει παιδείας Κυρίου, μηδέ εκλύου υπ ‘ αυτού ελεγχόμενος· 12 ον γαρ αγαπά Κύριος παιδεύει, μαστιγοί δε πάντα υιόν ον παραδέχεται. 13 μακάριος άνθρωπος ος εύρε σοφίαν και θνητός ος είδε φρόνησιν· 14 κρείσσον γαρ αυτήν εμπορεύεσθαι ή χρυσίου και αργυρίου θησαυρούς. 15 τιμιωτέρα δε εστι λίθων πολυτελών, ουκ αντιτάξεται αυτη ουδέν πονηρόν· εύγνωστός εστι πάσι τοις εγγίζουσιν αυτη, παν δε τίμιον ουκ άξιον αυτής εστι. 16 μήκος γαρ βίου και έτη ζωής εν τη δεξιά αυτής, εν δε τη αριστερά αυτής πλούτος και δόξα· εκ του στόματος αυτής εκπορεύεται δικαιοσύνη, νόμον δε και έλεον επί γλώσσης φορεί. 17 αι οδοί αυτής οδοί καλαί, και πάσαι αι τρίβοι αυτής εν ειρήνη· 18 ξύλον ζωής εστι πάσι τοις αντεχομένοις αυτής, και τοις επερειδομένοις επ ‘ αυτήν ως επί Κύριον ασφαλής. 19 ο Θεός τη σοφία εθεμελίωσε την γην, ητοίμασε δε ουρανούς φρονήσει· 20 εν αισθήσει άβυσσοι ερράγησαν, νέφη δε ερρύησαν δρόσους.

 21 Υιε, μη παραρρυής, τήρησον δε εμήν βουλήν και έννοιαν, 22 ίνα ζήση η ψυχή σου, και χάρις ή περί σω τραχήλω. έσται δε ίασις ταις σαρξί σου και επιμέλεια τοις σοίς οστέοις, 23 ίνα πορεύη πεποιθώς εν ειρήνη πάσας τας οδούς σου, ο δε πούς σου ου μη προσκόψη· 24 εάν γαρ κάθη, άφοβος έση, εάν δε καθεύδης, ηδέως υπνώσεις· 25 και ου φοβηθήση πτόησιν επελθούσαν, ουδέ ορμάς ασεβών επερχομένας· 26 ο γαρ Κύριος έσται επί πασών οδών σου και ερείσει σόν πόδα, ίνα μη σαλευθής. 27 μη απόσχη εύ ποιείν ενδεή, ηνίκα αν έχη η χείρ σου βοηθείν· 28 μη είπης· επανελθών επάνηκε, αύριον δώσω, δυνατού σου όντος εύ ποιείν· ου γαρ οίδας τι τέξεται η επιούσα. 29 μη τέκταινε επί σόν φίλον κακά παροικούντα και πεποιθότα επί σοί. 30 μη φιλεχθρήσης προς άνθρωπον μάτην, μήτι σε εργάσηται κακόν. 31 μη κτήση κακών ανδρών ονείδη, μηδέ ζηλώσης τας οδούς αυτών· 32 ακάθαρτος γαρ έναντι Κυρίου πας παράνομος, εν δε δικαίοις ου συνεδριάζει. 33 κατάρα Θεού εν οίκοις ασεβών, επαύλεις δε δικαίων ευλογούνται. 34 Κύριος υπερηφάνοις αντιτάσσεται, ταπεινοίς δε δίδωσιν χάριν. 35 δόξαν σοφοί κληρονομήσουσιν, οι δε ασεβείς ύψωσαν ατιμίαν.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΑΚΟΥΣΑΤΕ, παίδες, παιδείαν πατρός και προσέχετε γνώναι έννοιαν· 2 δώρον γαρ αγαθόν δωρούμαι υμίν, τον εμόν νόμον μη εγκαταλίπητε. 3 υιος γαρ εγενόμην καγώ πατρί υπήκοος και αγαπώμενος εν προσώπω μητρός, 4 οί εδίδασκόν με και έλεγον· ερειδέτω ο ημέτερος λόγος εις σήν καρδίαν· φύλασσε εντολάς, μη επιλάθη 5 μηδέ παρίδης ρήσιν εμού στόματος, 6 μηδέ εγκαταλίπης αυτήν, και ανθέξεταί σου· εράσθητι αυτής, και τηρήσει σε· 8 περιχαράκωσον αυτήν, και υψώσει σε· τίμησον αυτήν, ίνα σε περιλάβη, 9 ίνα δω τη σή κεφαλή στέφανον χαρίτων, στεφάνω δε τρυφής υπερασπίση σου.

 10 Άκουε, υιε, και δέξαι εμούς λόγους, και πληθυνθήσεται έτη ζωής σου, ίνα σοι γένωνται πολλαί οδοί βίου· 11 οδούς γαρ σοφίας διδάσκω σε, εμβιβάζω δε σε τροχιαίς ορθαίς. 12 εάν γαρ πορεύη, ου συγκλεισθήσεταί σου τα διαβήματα, εάν δε τρέχης ου κοπιάσεις. 13 επιλαβού εμής παιδείας, μη αφής, αλλά φύλαξον αυτήν σεαυτω εις ζωήν σου. 14 οδούς ασεβών μη επέλθης, μηδέ ζηλώσης οδούς παρανόμων· 15 εν ω αν τόπω στρατοπεδεύσωσι, μη επέλθης εκεί, έκκλινον δε απ ‘ αυτών και παράλλαξον. 16 ου γαρ μη υπνώσωσιν, εάν μη κακοποιήσωσιν, αφήρηται ο ύπνος αυτών, και ου κοιμώνται· 17 οίδε γαρ σιτούνται σίτα ασεβείας, οίνω δε παρανόμω μεθύσκονται. 18 αι δε οδοί των δικαίων ομοίως φωτί λάμπουσι, προπορεύονται και φωτίζουσιν, έως κατορθώση η ημέρα· 19 αι δε οδοί των ασεβών σκοτειναί, ουκ οίδασι Πως προσκόπτουσιν.

 20 Υιε, εμή ρήσει πρόσεχε, τοις δε εμοίς λόγοις παράβαλλε σόν ους, 21 όπως μη εκλίπωσί σε αι πηγαί σου, φύλασσε αυτάς εν καρδία· 22 ζωή γαρ εστι τοις ευρίσκουσιν αυτάς και πάση σαρκί ίασις. 23 πάση φυλακή τήρει σήν καρδίαν, εκ γαρ τούτων έξοδοι ζωής. 24 περίελε σεαυτού σκολιόν στόμα και άδικα χείλη μακράν από σου άπωσαι. 25 οι οφθαλμοί σου ορθά βλεπέτωσαν, τα δε βλέφαρά σου νευέτω δίκαια. 26 ορθάς τροχιάς ποίει σοίς ποσί και τας οδούς σου κατεύθυνε. 27 μη εκκλίνης εις τα δεξιά μηδέ εις τα αριστερά, απόστρεψον δε σόν πόδα από οδού κακής· οδούς γαρ τας εκ δεξιών οίδεν ο Θεός, διεστραμμέναι δε εισιν αι εξ αριστερών· αυτός δε ορθάς ποιήσει τας τροχιάς σου, τας δε πορείας σου εν ειρήνη προάξει.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΥΙΕ, εμή σοφία πρόσεχε, εμοίς δε λόγοις παράβαλλε σόν ους, 2 ίνα φυλάξης έννοιαν αγαθήν· αίσθησις δε εμών χειλέων εντέλλεταί σοι. 3 μη πρόσεχε φαύλη γυναικί· μέλι γαρ αποστάζει από χειλέων γυναικός πόρνης, ή προς καιρόν λιπαίνει σόν φάρυγγα, 4 ύστερον μέντοι πικρότερον χολής ευρήσεις και ηκονημένον μάλλον μαχαίρας διστόμου. 5 της γαρ αφροσύνης οι πόδες κατάγουσι τους χρωμένους αυτη μετά θανάτου εις τον άδην, τα δε ίχνη αυτής ουκ ερείδεται· 6 οδούς γαρ ζωής ουκ επέρχεται, σφαλεραί δε αι τροχιαί αυτής και ουκ εύγνωστοι. 7 νυν ουν, υιε, άκουέ μου και μη ακύρους ποιήσης εμούς λόγους. 8 μακράν ποίησον απ ‘ αυτής σήν οδόν, μη εγγίσης προς θύραις οίκων αυτής, 9 ίνα μη πρόη άλλοις ζωήν σου και σόν βίον ανελεήμοσιν· 10 ίνα μη πλησθώσιν αλλότριοι σής ισχύος, οι δε σοί πόνοι εις οίκους αλλοτρίων έλθωσι 11 και μεταμεληθήση επ ‘ εσχάτων, ηνίκα αν κατατριβώσι σάρκες σωματός σου, 12 και ερείς· Πως εμίσησα παιδείαν, και ελέγχους εξέκλινεν η καρδία μου; 13 ουκ ήκουον φωνήν παιδεύοντός με και διδάσκοντός με, ουδέ παρέβαλλον το ους μου· 14 παρ ‘ ολίγον εγενόμην εν παντί κακω εν μέσω εκκλησίας και συναγωγής. 15 πίνε ύδατα από σών αγγείων και από σών φρεάτων πηγής. 16 μη υπερεκχείσθω σοι ύδατα εκ της σής πηγής, εις δε σάς πλατείας διαπορευέσθω τα σά ύδατα· 17 έστω σοι μόνω υπάρχοντα, και μηδείς αλλότριος μετασχέτω σοι· 18 η πηγή σου του ύδατος έστω σοι ιδία, και συνευφραίνου μετά γυναικός της εκ νεότητός σου. 19 έλαφος φιλίας και πώλος σών χαρίτων ομιλείτω σοι· η δε ιδία ηγείσθω σου και συνέστω σοι εν παντί καιρω, εν γαρ τη ταύτης φιλία συμπεριφερόμενος πολλοστός έση. 20 μη πολύς ίσθι προς αλλοτρίαν, μηδέ συνέχου αγκάλαις της μη ιδίας· 21 ενώπιον γαρ εισι των του Θεού οφθαλμών οδοί ανδρός, εις δε πάσας τας τροχιάς αυτού σκοπεύει. 22 παρονομίαι άνδρα αγρεύουσι, σειραίς δε των εαυτού αμαρτιών έκαστος σφίγγεται· 23 ούτος τελευτά μετά απαιδεύτων, εκ δε πλήθους της εαυτού βιότητος εξερρίφη και απώλετο δι ‘ αφροσύνην.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΥΙΕ, εάν εγγυήση σόν φίλον, παραδώσεις σήν χείρα εχθρω· 2 παγίς γαρ ισχυρά ανδρί τα ίδια χείλη, και αλίσκεται χείλεσιν ιδίου στόματος. 3 ποίει, υιε, α εγώ σοι εντέλλομαι, και σώζου· ήκεις γαρ εις χείρας κακών δια σόν φίλον. ίσθι μη εκλυόμενος, παρόξυνε δε και τον φίλον σου, ον ενεγγυήσω. 4 μη δως ύπνον σοίς όμμασι, μηδέ επινυστάξης σοίς βλεφάροις, 5 ίνα σώζη ωσπερ δορκάς εκ βρόχων και ωσπερ όρνεον εκ παγίδος.

 6 Ίθι προς τον μύρμηκα, ω οκνηρέ, και ζήλωσον ιδών τας οδούς αυτού και γενού εκείνου σοφώτερος· 7 εκείνω γαρ γεωργίου μη υπάρχοντος, μηδέ τον αναγκάζοντα έχων, μηδέ υπό δεσπότην ων, 8 ετοιμάζεται θέρους την τροφήν πολλήν τε εν τω αμητω ποιείται την παράθεσιν. 8·1 ή πορεύθητι προς την μέλισσαν και μάθε ως εργάτις εστί την τε εργασίαν ως σεμνήν ποιείται· 8·2 ης τους πόνους βασιλείς και ιδιώται προς υγίειαν προσφέρονται· ποθεινή δε εστι πάσι και επίδοξος· 8·3 και περ ούσα τη ρώμη ασθενής, την σοφίαν τιμήσασα προήχθη. 9 έως τίνος, οκνηρέ, κατάκεισαι; πότε δε εξ ύπνου εγερθήση; 10 ολίγον μεν υπνοίς, ολίγον δε κάθησαι, μικρόν δε νυστάζεις, ολίγον δε εναγκαλίζη χερσί στήθη· 11 είτ ‘ εμπαραγίνεταί σοι ωσπερ κακός οδοιπόρος η πενία και η ένδεια ωσπερ αγαθός δρομεύς. 11α εάν δε άοκνος ης, ήξει ωσπερ πηγή ο αμητός σου, η δε ένδεια ωσπερ κακός δρομεύς απαυτομολήσει.

 12 Ανήρ άφρων και παράνομος πορεύεται οδούς ουκ αγαθάς· 13 ο δ ‘ αυτός εννεύει οφθαλμω, σημαίνει δε ποδί, διδάσκει δε εννεύμασι δακτύλων. 14 διεστραμμένη καρδία τεκταίνεται κακά, εν παντί καιρω ο τοιούτος ταραχάς συνίστησι πόλει. 15 δια τούτο εξαπίνης έρχεται η απώλεια αυτού, διακοπή και συντριβή ανίατος· 16 ότι χαίρει πάσιν, οίς μισεί ο Θεός, συντρίβεται δε δι ‘ ακαθαρσίαν ψυχής. 17 οφθαλμός υβριστού, γλώσσα άδικος, χείρες εκχέουσαι αίμα δικαίου 18 και καρδία τεκταινομένη λογισμούς κακούς και πόδες επισπεύδοντες κακοποιείν. 19 εκκαίει ψεύδη μάρτυς άδικος και επιπέμπει κρίσεις ανά μέσον αδελφών.

 20 Υιε, φύλασσε νόμους πατρός σου και μη απώση θεσμούς μητρός σου· 21 άφαψαι δε αυτούς επί σή ψυχή διαπαντός και εγκλοίωσαι περί σω τραχήλω. 22 ηνίκα αν περιπατης, επάγου αυτήν και μετά σου έστω· ως δ ‘ αν καθεύδης, φυλασσέτω σε, ίνα εγειρομένω συλλαλή σοι. 23 ότι λύχνος εντολή νόμου και φως, οδός ζωής και έλεγχος και παιδεία 24 του διαφυλάσσειν σε από γυναικός υπάνδρου και από διαβολής γλώσσης αλλοτρίας. 25 μη σε νικήση κάλλους επιθυμία, μηδέ αγρευθής σοίς οφθαλμοίς, μηδέ συναρπασθής από των αυτής βλεφάρων· 26 τιμή γαρ πόρνης όση και ενός άρτου, γυνή δε ανδρών τιμίας ψυχάς αγρεύει. 27 αποδήσει τις πυρ εν κόλπω, τα δε ιμάτια ου κατακαύσει; 28 ή περιπατήσει τις επ ‘ ανθράκων πυρός, τους δε πόδας ου κατακαύσει; 29 ούτως ο εισελθών προς γυναίκα ύπανδρον, ουκ αθωωθήσεται, ουδέ πας ο απτόμενος αυτής. 30 ου θαυμαστόν εάν αλω τις κλέπτων, κλέπτει γαρ ίνα εμπλήση την ψυχήν πεινών· 31 εάν δε αλω, αποτίσει επταπλάσια και πάντα τα υπάρχοντα αυτού δούς ρύσεται εαυτόν. 32 ο δε μοιχός δι ‘ ένδειαν φρενών απώλειαν τη ψυχή αυτού περιποιείται, 33 οδύνας τε και ατιμίας υποφέρει, το δε όνειδος αυτού ουκ εξαλειφθήσεται εις τον αιώνα. 34 μεστός γαρ ζήλου θυμός ανδρός αυτής· ου φείσεται εν ημέρα κρίσεως, 35 ουκ ανταλλάξεται ουδενός λύτρου την έχθραν, ουδέ μη διαλυθή πολλών δώρων.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΥΙΕ, φύλασσε εμούς λόγους, τας δε εμάς εντολάς κρύψον παρά σεαυτω. υιε, τίμα τον Κύριον, και ισχύσεις, πλήν δε αυτού μη φοβού άλλον. 2 φύλαξον εμάς εντολάς, και βιώσεις, τους δε εμούς λόγους ωσπερ κόρας ομμάτων· 3 περίθου δε αυτούς σοίς δακτύλοις, επίγραψον δε επί το πλάτος της καρδίας σου. 4 είπον την σοφίαν σήν αδελφήν είναι, την δε φρόνησιν γνώριμον περιποίησαι σεαυτω· 5 ίνα σε τηρήση από γυναικός αλλοτρίας και πονηράς, εάν σε λόγοις τοις προς χάριν εμβάλληται. 6 από γαρ θυρίδος εκ του οίκου αυτής εις τας πλατείας παρακύπτουσα, 7 ον αν ίδη των αφρόνων τέκνων νεανίαν ενδεή φρενών, 8 παραπορευόμενον παρά γωνίαν εν διόδοις οίκων αυτής και λαλούντα 9 εν σκότει εσπερινω, ηνίκα αν ησυχία νυκτερινή ή και γνοφώδης, 10 η δε γυνή συναντά αυτω, είδος έχουσα πορνικόν, ή ποιεί νέων εξίπτασθαι καρδίας. 11 ανεπτερωμένη δε εστι και άσωτος, εν οίκω δε ουχ ησυχάζουσιν οι πόδες αυτής· 12 χρόνον γαρ τινα έξω ρέμβεται, χρόνον δε εν πλατείαις παρά πάσαν γωνίαν ενεδρεύει. 13 είτα επιλαβομένη εφίλησεν αυτόν, αναιδεί δε προσώπω προσείπεν αυτω· 14 θυσία ειρηνική μοί εστι, σήμερον αποδίδωμι τας ευχάς μου· 15 ένεκα τούτου εξήλθον εις συνάντησίν σοι, ποθούσα το σόν πρόσωπον εύρηκά σε. 16 κειρίαις τέτακα την κλίνην μου, αμφιτάποις δε έστρωκα τοις απ ‘ Αιγύπτου· 17 διέρρακα την κοίτην μου κροκίνω, τον δε οίκόν μου κινναμώμω· 18 ελθέ και απολαύσωμεν φιλίας έως όρθρου, δεύρο και εγκυλισθώμεν έρωτι· 19 ου γαρ πάρεστιν ο ανήρ μου εν οίκω, πεπόρευται δε οδόν μακράν 20 ένδεσμον αργυρίου λαβών εν χειρί αυτού, δι ‘ ημερών πολλών επανήξει εις τον οίκον αυτού. 21 απεπλάνησε δε αυτόν πολλή ομιλία βρόχοις τε τοις από χειλέων εξώκειλεν αυτόν. 22 ο δε επηκολούθησεν αυτη κεπφωθείς, ωσπερ δε βούς επί σφαγήν άγεται και ωσπερ κύων επί δεσμούς 23 ή ως έλαφος τοξεύματι πεπληγώς εις το ήπαρ, σπεύδει δε ωσπερ όρνεον εις παγίδα, ουκ ειδώς ότι περί ψυχής τρέχει. 24 νυν ουν, υιε, άκουέ μου και πρόσεχε ρήμασι στόματός μου· 25 μη εκκλινάτω εις τας οδούς αυτής η καρδία σου, 26 πολλούς γαρ τρώσασα καταβέβληκε, και αναρίθμητοί εισιν ους πεφόνευκεν· 27 οδοί άδου ο οίκος αυτής κατάγουσαι εις τα ταμιεία του θανάτου.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΣΥ την σοφίαν κηρύξεις, ίνα φρόνησίς σοι υπακούση· 2 επί γαρ των υψηλών άκρων εστίν, ανά μέσον δε των τρίβων έστηκε· 3 παρά γαρ πύλαις δυναστών παρεδρεύει, εν δε εισόδοις υμνείται.

 4 Υμάς, ω άνθρωποι, παρακαλώ, και προϊεμαι εμήν φωνήν υιοίς ανθρώπων· 5 νοήσατε, άκακοι, πανουργίαν, οι δε απαίδευτοι ένθεσθε καρδίαν. 6 εισακούσατέ μου, σεμνά γαρ ερώ και ανοίσω από χειλέων ορθά· 7 ότι αλήθειαν μελετήσει ο φάρυγξ μου, εβδελυγμένα δε εναντίον εμού χείλη ψευδή. 8 μετά δικαιοσύνης πάντα τα ρήματα του στόματός μου, ουδέν εν αυτοίς σκολιόν ουδέ στραγγαλιώδες· 9 πάντα ενώπια τοις συνιούσι και ορθά τοις ευρίσκουσι γνώσιν. 10 λάβετε παιδείαν και μη αργύριον, και γνώσιν υπέρ χρυσίον δεδοκιμασμένον· 11 κρείσσων γαρ σοφία λίθων πολυτελών, παν δε τίμιον ουκ άξιον αυτής εστιν. 12 εγώ η σοφία κατεσκήνωσα βουλήν, και γνώσιν και έννοιαν εγώ επεκαλεσάμην. 13 φόβος Κυρίου μισεί αδικίαν, ύβριν τε και υπερηφανίαν και οδούς πονηρών· μεμίσηκα δε εγώ διεστραμμένας οδούς κακών. 14 εμή βουλή και ασφάλεια, εμή φρόνησις, εμή δε ισχύς· 15 δι ‘ εμού βασιλείς βασιλεύουσι και οι δυνάσται γράφουσι δικαιοσύνην· 16 δι ‘ εμού μεγιστάνες μεγαλύνονται, και τύραννοι δι ‘ εμού κρατούσι γης. 17 εγώ τους εμέ φιλούντας αγαπώ, οι δε εμέ ζητούντες ευρήσουσι χάριν. 18 πλούτος και δόξα εμοί υπάρχει και κτήσις πολλών και δικαιοσύνη. 19 βέλτιον εμέ καρπίζεσθαι υπέρ χρυσίον και λίθον τίμιον, τα δε εμά γεννήματα κρείσσω αργυρίου εκλεκτού. 20 εν οδοίς δικαιοσύνης περιπατώ και ανά μέσον τρίβων δικαιοσύνης αναστρέφομαι, 21 ίνα μερίσω τοις εμέ αγαπώσιν ύπαρξιν και τους θησαυρούς αυτών εμπλήσω αγαθών. εάν αναγγείλω υμίν τα καθ ‘ ημέραν γινόμενα, μνημονεύσω τα εξ αιώνος αριθμήσαι. 22 Κύριος έκτισέ με αρχήν οδών αυτού εις έργα αυτού, 23 προ του αιώνος εθεμελίωσέ με εν αρχή, προ του την γην ποιήσαι 24 και προ του τας αβύσους ποιήσαι, προ του προελθείν τας πηγάς των υδάτων, 25 προ του όρη εδρασθήναι, προ δε πάντων βουνών γεννά με. 26 Κύριος εποίησε χώρας και αοικήτους και άκρα οικούμενα της υπ ‘ ουρανόν. 27 ηνίκα ητοίμαζε τον ουρανόν, συμπαρήμην αυτω, και ότε αφώριζε τον εαυτού θρόνον επ ‘ ανέμων· 28 ηνίκα ισχυρά εποίει τα άνω νέφη, και ως ασφαλείς ετίθει πηγάς της υπ ‘ ουρανόν 29 και ισχυρά εποίει τα θεμέλια της γης, 30 ήμην παρ ‘ αυτω αρμόζουσα. εγώ ήμην ή προσέχαιρε, καθ ‘ ημέραν δε ευφραινόμην εν προσώπω αυτού εν παντί καιρω, 31 ότε ενευφραίνετο την οικουμένην συντελέσας, και ενευφραίνετο εν υιοίς ανθρώπων. 32 νυν ουν, υιε, άκουέ μου και μακάριοι, οί οδούς μου φυλάσσοντες, 33 ακούσατε παιδείαν και σοφίσθητε και μη αποφραγήτε. 34 μακάριος ανήρ, ος εισακούεταί μου, και άνθρωπος, ος τας εμάς οδούς φυλάξει αγρυπνών επ ‘ εμαίς θύραις καθ ‘ ημέραν, τηρών σταθμούς εμών εισόδων· 35 αι γαρ έξοδοί μου έξοδοι ζωής, και ετοιμάζεται θέλησις παρά Κυρίου. 36 οι δε αμαρτάνοντες εις εμέ ασεβούσιν εις τα εαυτών ψυχάς, και οι μισούντές με αγαπώσι θάνατον.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 Η σοφία ωκοδόμησεν εαυτη οίκον και υπήρεισε στύλους επτά· 2 έσφαξε τα εαυτής θύματα, εκέρασεν εις κρατήρα τον εαυτής οίνον και ητοιμάσατο την εαυτής τράπεζαν· 3 απέστειλε τους εαυτής δούλους συγκαλούσα μετά υψηλού κηρύγματος επί κρατήρα λέγουσα· 4 ος εστιν άφρων, εκκλινάτω προς με· και τοις ενδεέσι φρενών είπεν· 5 έλθετε φάγετε των εμών άρτων και πίετε οίνον, ον εκέρασα υμίν· 6 απολείπετε αφροσύνην, ίνα εις τον αιώνα βασιλεύσητε, και ζητήσατε φρόνησιν, και κατορθώσατε εν γνώσει σύνεσιν.

 7 Ο παιδεύων κακούς λήψεται εαυτω ατιμίαν· ελέγχων δε τον ασεβή μωμήσεται εαυτόν. 8 μη έλεγχε κακούς, ίνα μη μισήσωσί σε· έλεγχε σοφόν, και αγαπήσει σε. 9 δίδου σοφω αφορμήν, και σοφώτερος έσται· γνώριζε δικαίω, και προσθήσει του δέχεσθαι. 10 αρχή σοφίας φόβος Κυρίου, και βουλή αγίων σύνεσις, το δε γνώναι νόμον διανοίας εστίν αγαθής· 11 τούτω γαρ τω τρόπω πολύν ζήσεις χρόνον, και προστεθήσεταί σοι έτη ζωής σου. 12 υιε, εάν σοφός γένη σεαυτω, σοφός έση και τοις πλησίον· εάν δε κακός αποβής, μόνος αν αντλήσεις κακά. ος ερείδεται επί ψεύδεσιν, ούτος ποιμαίνει ανέμους, ο δ ‘ αυτός διώξεται όρνεα πετόμενα· απέλιπε γαρ οδούς του εαυτού αμπελώνος, τους δε άξονας του ιδίου γεωργίου πεπλάνηται· διαπορεύεται δε δι ‘ ανύδρου ερήμου και γην διατεταγμένην εν διψώδεσι, συνάγει δε χερσίν ακαρπίαν.

 13 Γυνή άφρων και θρασεία ενδεής ψωμού γίνεται, ή ουκ επίσταται αισχύνην. 14 εκάθισεν επί θύραις του εαυτής οίκου, επί δίφρου εμφανώς εν πλατείαις, 15 προσκαλουμένη τους παριόντας και κατευθύνοντας εν ταις οδοίς αυτών· 16 ος εστιν υμών αφρονέστατος, εκκλινάτω προς με και τοις ενδεέσι φρονήσεως παρακελεύομαι λέγουσα· 17 άρτων κρυφίων ηδέως άψασθε και ύδατος κλοπής γλυκερού. 18 ο δε ουκ οίδεν ότι γηγενείς παρ ‘ αυτη όλλυνται, και επί πέταυρον άδου συναντά. 18α αλλά αποπήδησον, μη χρονίσης εν τω τόπω, μηδέ επιστήσης το σόν όμμα προς αυτήν· 18β ούτως γαρ διαβήση ύδωρ αλλότριον και υπερβήση ποταμόν αλλότριον· 18γ από δε ύδατος αλλοτρίου απόσχου και από πηγής αλλοτρίας μη πίης, 18δ ίνα πολύν ζήσης χρόνον, προστεθή δε σοι έτη ζωής.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΥΙΟΣ σοφός ευφραίνει πατέρα, υιος δε άφρων λύπη τη μητρί. 2 ουκ ωφελήσουσι θησαυροί ανόμους, δικαιοσύνη δε ρύσεται εκ θανάτου. 3 ου λιμοκτονήσει Κύριος ψυχήν δικαίαν, ζωήν δε ασεβών ανατρέψει. 4 πενία άνδρα ταπεινοί, χείρες δε ανδρείων πλουτίζουσιν. 4α υιος πεπαιδευμένος σοφός έσται, τω δε άφρονι διακόνω χρήσεται. 5 διεσώθη από καύματος υιος νοήμων, ανεμόφθορος δε γίνεται εν αμητω υιος παράνομος. 6 ευλογία Κυρίου επί κεφαλήν δικαίου, στόμα δε ασεβών καλύψει πένθος άωρον. 7 μνήμη δικαίων μετ ‘ εγκωμίων, όνομα δε ασεβούς σβέννυται. 8 σοφός καρδία δέξεται εντολάς, ο δε άστεγος χείλεσι σκολιάζων υποσκελισθήσεται. 9 ος πορεύεται απλώς, πορεύεται πεποιθώς, ο δε διαστρέφων τας οδούς αυτού, γνωσθήσεται. 10 ο εννεύων οφθαλμοίς μετά δόλου, συνάγει ανδράσι λύπας, ο δε ελέγχων μετά παρρησίας, ειρηνοποιεί. 11 πηγή ζωής εν χειρί δικαίου, στόμα δε ασεβούς καλύψει απώλεια. 12 μίσος εγείρει νείκος, πάντας δε τους μη φιλονεικούντας καλύπτει φιλία. 13 ος εκ χειλέων προφέρει σοφίαν, ράβδω τύπτει άνδρα ακάρδιον. 14 σοφοί κρύψουσιν αίσθησιν, στόμα δε προπετούς εγγίζει συντριβή. 15 κτήσις πλουσίων πόλις οχυρά, συντριβή δε ασεβών πενία. 16 έργα δικαίων ζωήν ποιεί, καρποί δε ασεβών αμαρτίας. 17 οδούς δικαίας ζωής φυλάσσει παιδεία, παιδεία δε ανεξέλεγκτος πλανάται. 18 καλύπτουσιν έχθραν χείλη δίκαια, οι δε εκφέροντες λοιδορίας αφρονέστατοί εισιν. 19 εκ πολυλογίας ουκ εκφεύξη αμαρτίαν, φειδόμενος δε χειλέων νοήμων έση. 20 άργυρος πεπυρωμένος γλώσσα δικαίου, καρδία δε ασεβούς εκλείψει. 21 χείλη δικαίων επίσταται υψηλά, οι δε άφρονες εν ενδεία τελευτώσιν. 22 ευλογία Κυρίου επί κεφαλήν δικαίου· αύτη πλουτίζει, και ου μη προστεθή αυτη λύπη εν καρδία. 23 εν γέλωτι άφρων πράσσει κακά, η δε σοφία ανδρί τίκτει φρόνησιν. 24 εν απωλεία ασεβής περιφέρεται, επιθυμία δε δικαίου δεκτή. 25 παραπορευομένης καταιγίδος αφανίζεται ασεβής, δίκαιος δε εκκλίνας σώζεται εις τον αιώνα. 26 ωσπερ όμφαξ οδούσι βλαβερόν και καπνός όμμασιν, ούτως παρανομία τοις χρωμένοις αυτη. 27 φόβος Κυρίου προστίθησιν ημέρας, έτη δε ασεβών ολιγωθήσεται. 28 εγχρονίζει δικαίοις ευφροσύνη, ελπίς δε ασεβών απολείται. 29 οχύρωμα οσίου φόβος Κυρίου, συντριβή δε τοις εργαζομένοις κακά. 30 δίκαιος εις τον αιώνα ουκ ενδώσει, ασεβείς δε ουκ οικήσουσι γην. 31 στόμα δικαίου αποστάζει σοφίαν, γλώσσα δε αδίκου εξολείται. 32 χείλη ανδρών δικαίων αποστάζει χάριτας, στόμα δε ασεβών αποστρέφεται.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΖΥΓΟΙ δόλιοι βδέλυγμα ενώπιον Κυρίου, στάθμιον δε δίκαιον δεκτόν αυτω. 2 ου εάν εισέλθη ύβρις, εκεί και ατιμία· στόμα δε ταπεινών μελετά σοφίαν 3 αποθανών δίκαιος έλιπε μετάμελον, πρόχειρος δε γίνεται και επίχαρτος ασεβών απώλεια. 5 δικαιοσύνη αμώμους ορθοτομεί οδούς, ασέβεια δε περιπίπτει αδικία. 6 δικαιοσύνη ανδρών ορθών ρύεται αυτούς, τη δε απωλεία αυτών αλίσκονται παράνομοι. 7 τελευτήσαντος ανδρός δικαίου ουκ όλλυται ελπίς, το δε καύχημα των ασεβών όλλυται. 8 δίκαιος εκ θήρας εκδύνει, αντ ‘ αυτού δε παραδίδοται ο ασεβής. 9 εν στόματι ασεβών παγίς πολίταις, αίσθησις δε δικαίων εύοδος. 10 εν αγαθοίς δικαίων κατώρθωσε πόλις, 11 στόμασι δε ασεβών κατεσκάφη. 12 μυκτηρίζει πολίτας ενδεής φρενών, ανήρ δε φρόνιμος ησυχίαν άγει. 13 ανήρ δίγλωσσος αποκαλύπτει βουλάς εν συνεδρίω, πιστός δε πνοή κρύπτει πράγματα. 14 οίς μη υπάρχει κυβέρνησις, πίπτουσιν ωπερ φύλλα, σωτηρία δε υπάρχει εν πολλή βουλή. 15 πονηρός κακοποιεί όταν συμμίξη δικαίω, μισεί δε ήχον ασφαλείας. 16 γυνή ευχάριστος εγείρει ανδρί δόξαν, θρόνος δε ατιμίας γυνή μισούσα δίκαια. πλούτου οκνηροί ενδεείς γίνονται, οι δε ανδρείοι ερείδονται πλούτω. 17 τη ψυχή αυτού αγαθόν ποιεί ανήρ ελεήμων, εξολλύει δε αυτού σώμα ο ανελεήμων. 18 ασεβείς ποιεί έργα άδικα, σπέρμα δε δικαίων μισθός αληθείας. 19 υιος δίκαιος γεννάται εις ζωήν, διωγμός δε ασεβούς εις θάνατον. 20 βδέλυγμα Κυρίω διεστραμμέναι οδοί, προσδεκτοί δε αυτω πάντες άμωμοι εν ταις οδοίς αυτών. 21 χειρί χείρας εμβαλών αδίκως ουκ ατιμώρητος έσται, ο δε σπείρων δικαιοσύνην λήψεται μισθόν πιστόν. 22 ωσπερ ενώτιον εν ρινί υός, ούτως γυναικί κακόφρονι κάλλος. 23 επιθυμία δικαίων πάσα αγαθή, ελπίς δε ασεβών απολείται. 24 εισίν οί τα ίδια σπείροντες πλείονα ποιούσιν, εισί δε και οί συνάγοντες ελαττονούνται. 25 ψυχή ευλογουμένη πάσα απλή, ανήρ δε θυμώδης ουκ ευσχήμων. 26 ο συνέχων σίτον υπολείποιτο αυτόν τοις έθνεσιν, ευλογίαν δε εις κεφαλήν του μεταδιδόντος. 27 τεκταινόμενος αγαθά ζητεί χάριν αγαθήν, εκζητούντα δε κακά, καταλήψεται αυτόν. 28 ο πεποιθώς επί πλούτω ούτος πεσείται, ο δε αντιλαμβανόμενος δικαίων ούτος ανατελεί. 29 ο μη συμπεριφερόμενος τω εαυτού οίκω κληρονομήσει άνεμον, δουλεύσει δε άφρων φρονίμω. 30 εκ καρπού δικαιοσύνης φύεται δένδρον ζωής, αφαιρούνται δε άωροι ψυχαί παρανόμων. 31 ει ο μεν δίκαιος μόλις σώζεται, ο ασεβής και αμαρτωλός που φανείται;

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 Ο αγαπών παιδείαν, αγαπά αίσθησιν, ο δε μισών ελέγχους άφρων. 2 κρείσων ο ευρών χάριν παρά Κυρίω, ανήρ δε παράνομος παρασιωπηθήσεται. 3 ου κατορθώσει άνθρωπος εξ ανόμου, αι δε ρίζαι των δικαίων ουκ εξαρθήσονται. 4 γυνή ανδρεία στέφανος τω ανδρί αυτής· ωσπερ δε εν ξύλω σκώληξ, ούτως άνδρα απόλλυσι γυνή κακοποιός. 5 λογισμοί δικαίων κρίματα, κυβερνώσι δε ασεβείς δόλους. 6 λόγοι ασεβών δόλιοι, στόμα δε ορθών ρύσεται αυτούς. 7 ου εάν στραφή ο ασεβής, αφανίζεται, οίκοι δε δικαίων παραμένουσι. 8 στόμα συνετού εγκωμιάζεται υπό ανδρός, νωθροκάρδιος δε μυκτηρίζεται. 9 κρείσσων ανήρ εν ατιμία δουλεύων εαυτω ή τιμήν εαυτω περιτιθείς και προσδεόμενος άρτου. 10 δίκαιος οικτείρει ψυχάς κτηνών αυτού, τα δε σπλάγχνα των ασεβών ανελεήμονα. 11 ο εργαζόμενος την εαυτού γην εμπλησθήσεται άρτων, οι δε διώκοντες μάταια ενδεείς φρενών. 11α ος εστιν ηδύς εν οίνων διατριβαίς, εν τοις εαυτού οχυρώμασι καταλείψει ατιμίαν. 12 επιθυμίαι ασεβών κακαί, αι δε ρίζαι των ευσεβών εν οχυρώμασι. 13 δι ‘ αμαρτίαν χειλέων εμπίπτει εις παγίδας αμαρτωλός, εκφεύγει δε εξ αυτών δίκαιος. 13α ο βλέπων λεία ελεηθήσεται, ο δε συναντών εν πύλαις εκθλίψει ψυχάς. 14 από καρπών στόματος ψυχή ανδρός πλησθήσεται αγαθών, ανταπόδομα δε χειλέων αυτού δοθήσεται αυτω. 15 οδοί αφρόνων ορθαί ενώπιον αυτών, εισακούει δε συμβουλίας σοφός. 16 άφρων αυθημερόν εξαγγέλλει οργήν αυτού, κρύπτει δε την εαυτού ατιμίαν ανήρ πανούργος. 17 επιδεικνυμένην πίστιν απαγγέλλει δίκαιος, ο δε μάρτυς των αδίκων δόλιος. 18 εισίν οί λέγοντες τιτρώσκουσι μαχαίρα, γλώσσαι δε σοφών ιώνται. 19 χείλη αληθινά κατορθοί μαρτυρίαν, μάρτυς δε ταχύς γλώσσαν έχει άδικον. 20 δόλος εν καρδία τεκταινομένου κακά, οι δε βουλόμενοι ειρήνην ευφρανθήσονται. 21 ουκ αρέσει τω δικαίω ουδέν άδικον, οι δε ασεβείς πλησθήσονται κακών. 22 βδέλυγμα Κυρίω χείλη ψευδή, ο δε ποιών πίστεις δεκτός παρ ‘ αυτω. 23 ανήρ συνετός θρόνος αισθήσεως, καρδία δε αφρόνων συναντήσεται αραίς. 24 χείρ εκλεκτών κρατήσει ευχερώς, δόλιοι δε έσονται εν προνομή. 25 φοβερός λόγος καρδίαν ταράσσει ανδρός δικαίου, αγγελία δε αγαθή ευφραίνει αυτόν. 26 επιγνώμων δίκαιος εαυτού φίλος έσται, αι δε γνώμαι των ασεβών ανεπιεικείς. αμαρτάνοντας καταδιώξεται κακά η δε οδός των ασεβών πλανήσει αυτούς. 27 ουκ επιτεύξεται δόλιος θήρας, κτήμα δε τίμιον ανήρ καθαρός. 28 εν οδοίς δικαιοσύνης ζωή, οδοί δε μνησικάκων εις θάνατον.

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΥΙΟΣ πανούργος υπήκοος πατρί, υιος δε ανήκοος εν απωλεία. 2 από καρπών δικαιοσύνης φάγεται αγαθός, ψυχαί δε παρανόμων ολούνται άωροι. 3 ος φυλάσσει το εαυτού στόμα, τηρεί την εαυτού ψυχήν, ο δε προπετής χείλεσι πτοήσει εαυτόν. 4 εν επιθυμίαις εστί πας αεργός, χείρες δε ανδρείων εν επιμελεία. 5 λόγον άδικον μισεί δίκαιος, ασεβής δε αισχύνεται και ουχ έξει παρρησίαν. 7 εισίν οι πλουτίζοντες εαυτούς μηδέν έχοντες, και εισιν οι ταπεινούντες εαυτούς εν πολλω πλούτω. 8 λύτρον ανδρός ψυχής ο ίδιος πλούτος, πτωχός δε ουχ υφίσταται απειλήν. 9 φως δικαίοις διαπαντός, φως δε ασεβών σβέννυται. 9α ψυχαί δόλιαι πλανώνται εν αμαρτίαις, δίκαιοι δε οικτείρουσι και ελεούσι. 10 κακός μεθ ‘ ύβρεως πράσσει κακά, οι δε εαυτών επιγνώμονες σοφοί. 11 ύπαρξις επισπουδαζομένη μετά ανομίας ελάσσων γίνεται, ο δε συνάγων εαυτω μετ ‘ ευσεβείας πληθυνθήσεται· δίκαιος οικτείρει και κιχρά. 12 κρείσσων εναρχόμενος βοηθών καρδία του επαγγελλομένου και εις ελπίδα άγοντος· δένδρον γαρ ζωής επιθυμία αγαθή. 13 ος καταφρονεί πράγματος, καταφρονηθήσεται υπ ‘ αυτού· ο δε φοβούμενος εντολήν, ούτος υγιαίνει. 13α υιω δολίω ουδέν έσται αγαθόν, οικέτη δε σοφω εύοδοι έσονται πράξεις, και κατευθυνθήσεται η οδός αυτού. 14 νόμος σοφού πηγή ζωής, ο δε άνους υπό παγίδος θανείται. 15 σύνεσις αγαθή δίδωσι χάριν, το δε γνώναι νόμον διανοίας εστίν αγαθής, οδοί δε καταφρονούντων εν απωλεία. 16 πας πανούργος πράσσει μετά γνώσεως, ο δε άφρων εξεπέτασεν εαυτού κακίαν. 17 βασιλεύς θρασύς εμπεσείται εις κακά, άγγελος δε σοφός ρύσεται αυτόν. 18 πενίαν και ατιμίαν αφαιρείται παιδεία, ο δε φυλάσσων ελέγχους δοξασθήσεται. 19 επιθυμίαι ευσεβών ηδύνουσι ψυχήν, έργα δε ασεβών μακράν από γνώσεως. 20 ο συμπορευόμενος σοφοίς σοφός έσται, ο δε συμπορευόμενος άφροσι γνωσθήσεται. 21 αμαρτάνοντας καταδιώξεται κακά, τους δε δικαίους καταλήψεται αγαθά. 22 αγαθός ανήρ κληρονομήσει υιούς υιών, θησαυρίζεται δε δικαίοις πλούτος ασεβών. 23 δίκαιοι ποιήσουσιν εν πλούτω έτη πολλά, άδικοι δε απολούνται συντόμως. 24 ος φείδεται της βακτηρίας μισεί τον υιόν αυτού, ο δε αγαπών επιμελώς παιδεύει. 25 δίκαιος έσθων εμπιπλά την ψυχήν αυτού, ψυχαί δε ασεβών ενδεείς.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΣΟΦΑΙ γυναίκες ωκοδόμησαν οίκους, η δε άφρων κατέσκαψε ταις χερσίν αυτής. 2 ο πορευόμενος ορθώς φοβείται τον Κύριον, ο δε σκολιάζων ταις οδοίς αυτού ατιμασθήσεται. 3 εκ στόματος αφρόνων βακτηρία ύβρεως, χείλη δε σοφών φυλάσσει αυτούς. 4 ου μη εισι βόες, φάτναι καθαραί· ου δε πολλά γεννήματα, φανερά βοός ισχύς. 5 μάρτυς πιστός ου ψεύδεται, εκκαίει δε ψευδή μάρτυς άδικος. 6 ζητήσεις σοφίαν παρά κακοίς και ουχ ευρήσεις, αίσθησις δε παρά φρονίμοις ευχερής. 7 πάντα εναντία ανδρί άφρονι, όπλα δε αισθήσεως χείλη σοφά. 8 σοφία πανούργων επιγνώσεται τας οδούς αυτών, άνοια δε αφρόνων εν πλάνη. 9 οικίαι παρανόμων οφειλήσουσι καθαρισμόν, οικίαι δε δικαίων δεκταί. 10 καρδία ανδρός αισθητική, λυπηρά ψυχή αυτού· όταν δε ευφραίνηται, ουκ επιμίγνυται ύβρει. 11 οικίαι ασεβών αφανισθήσονται, σκηναί δε κατορθούντων στήσονται. 12 έστιν οδός, ή δοκεί παρά ανθρώποις ορθή είναι, τα δε τελευταία αυτής έρχεται εις πυθμένα άδου. 13 εν ευφροσύναις ου προσμίγνυται λύπη, τελευταία δε χαρά εις πένθος έρχεται. 14 των εαυτού οδών πλησθήσεται θρασυκάρδιος, από δε των διανοημάτων αυτού ανήρ αγαθός. 15 άκακος πιστεύει παντί λόγω, πανούργος δε έρχεται εις μετάνοιαν. 16 σοφός φοβηθείς εξέκλινεν από κακού, ο δε άφρων εαυτω πεποιθώς μίγνυται ανόμω. 17 οξύθυμος πράσσει μετά αβουλίας, ανήρ δε φρόνιμος πολλά υποφέρει. 18 μεριούνται άφρονες κακίαν, οι δε πανούργοι κρατήσουσιν αισθήσεως. 19 ολισθήσουσι κακοί έναντι αγαθών, και ασεβείς θεραπεύσουσι θύρας δικαίων. 20 φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δε πλουσίων πολλοί. 21 ο ατιμάζων πένητας αμαρτάνει, ελεών δε πτωχούς μακαριστός. 22 πλανώμενοι τεκταίνουσι κακά, έλεον δε και αλήθειαν τεκταίνουσιν αγαθοί. ουκ επίστανται έλεον και πίστιν τέκτονες κακών, ελεημοσύναι δε και πίστεις παρά τέκτοσιν αγαθοίς. 23 εν παντί μεριμνώντι ένεστι περισσόν, ο δε ηδύς και ανάλγητος εν ενδεία έσται. 24 στέφανος σοφών πλούτος αυτών, η δε διατριβή αφρόνων κακή. 25 ρύσεται εκ κακών ψυχήν μάρτυς πιστός, εκκαίει δε ψεύδη δόλιος. 26 εν φόβω Κυρίου ελπίς ισχύος, τοις δε τέκνοις αυτού καταλείπει έρεισμα. 27 πρόσταγμα Κυρίου πηγή ζωής, ποιεί δε εκκλίνειν εκ παγίδος θανάτου. 28 εν πολλω έθνει δόξα βασιλέως, εν δε εκλείψει λαού συντριβή δυνάστου. 29 μακρόθυμος ανήρ πολύς εν φρονήσει, ο δε ολιγόψυχος ισχυρώς άφρων. 30 πραϋθυμος ανήρ καρδίας ιατρός, σής δε οστέων καρδία αισθητική. 31 ο συκοφαντών πένητα παροξύνει τον ποιήσαντα αυτόν, ο δε τιμών αυτόν ελεεί πτωχόν. 32 εν κακία αυτού απωσθήσεται ασεβής, ο δε πεποιθώς τη εαυτού οσιότητι δίκαιος. 33 εν καρδία αγαθή ανδρός αναπαύσεται σοφία, εν δε καρδία αφρόνων ου διαγινώσκεται. 34 δικαιοσύνη υψοί έθνος, ελασσονούσι δε φυλάς αμαρτίαι. 35 δεκτός βασιλεί υπηρέτης νοήμων, τη δε εαυτού ευστροφία αφαιρείται ατιμίαν.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΟΡΓΗ απόλλυσι και φρονίμους, απόκρισις δε υποπίπτουσα αποστρέφει θυμόν, λόγος δε λυπηρός εγείρει οργάς. 2 γλώσσα σοφών καλά επίσταται, στόμα δε αφρόνων αναγγέλλει κακά. 3 εν παντί τόπω οφθαλμοί Κυρίου, σκοπεύουσι κακούς τε και αγαθούς. 4 ίασις γλώσσης δένδρον ζωής, ο δε συντηρών αυτήν πλησθήσεται πνεύματος, 5 άφρων μυκτηρίζει παιδείαν πατρός, ο δε φυλάσσων εντολάς πανουργότερος. 6 εν πλεοναζούση δικαιοσύνη ισχύς πολλή, οι δε ασεβείς ολόρριζοι εκ γης απολούνται. οίκοις δικαίων ισχύς πολλή, καρποί δε ασεβών απολούνται. 7 χείλη σοφών δέδεται αισθήσει, καρδία δε αφρόνων ουκ ασφαλείς. 8 θυσίαι ασεβών βδέλυγμα Κυρίω, ευχαί δε κατευθυνόντων δεκταί παρ ‘ αυτω. 9 βδέλυγμα Κυρίω οδοί ασεβούς, διώκοντας δε δικαιοσύνην αγαπά. 10 παιδεία ακάκου γνωρίζεται υπό των παριόντων, οι δε μισούντες ελέγχους τελευτώσιν αισχρώς. 11 άδης και απώλεια φανερά παρά τω Κυρίω· Πως ουχί και αι καρδίαι των ανθρώπων; 12 ουκ αγαπήσει απαίδευτος τους ελέγχοντας αυτόν, μετά δε σοφών ουχ ομιλήσει. 13 καρδίας ευφραινομένης πρόσωπον θάλλει, εν δε λύπαις ούσης σκυθρωπάζει. 14 καρδία ορθή ζητεί αίσθησιν, στόμα δε απαιδεύτων γνώσεται κακά. 15 πάντα τον χρόνον οι οφθαλμοί των κακών προσδέχονται κακά, οι δε αγαθοί ησυχάζουσι διαπαντός. 16 κρείσσον μικρά μερίς μετά φόβου Κυρίου ή θησαυροί μεγάλοι μετά αφοβίας. 17 κρείσσων ξενισμός μετά λαχάνων προς φιλίαν και χάριν ή παράθεσις μόσχων μετά έχθρας. 18 ανήρ θυμώδης παρασκευάζει μάχας, μακρόθυμος δε και την μέλλουσαν καταπραϋνει. 18α μακρόθυμος ανήρ κατασβέσει κρίσεις, ο δε ασεβής εγείρει μάλλον. 19 οδοί αεργών εστρωμέναι ακάνθαις, αι δε των ανδρείων τετριμμέναι. 20 υιος σοφός ευφραίνει πατέρα, υιος δε άφρων μυκτηρίζει μητέρα αυτού. 21 ανοήτου τρίβοι ενδεείς φρενών, ανήρ δε φρόνιμος κατευθύνων πορεύεται. 22 υπερτίθενται λογισμούς οι μη τιμώντες συνέδρια, εν δε καρδίαις βουλευομένων μένει βουλή. 23 ου μη υπακούση ο κακός αυτη, ουδέ μη είπη καίριόν τι και καλόν τω κοινω. 24 οδοί ζωής διανοήματα συνετού, ίνα εκκλίνας εκ του άδου σωθή. 25 οίκους υβριστών κατασπά Κύριος, εστήρισε δε όριον χήρας. 26 βδέλυγμα Κυρίω λογισμός άδικος, αγνών δε ρήσεις σεμναί. 27 εξόλλυσιν εαυτόν ο δωρολήπτης, ο δε μισών δώρων λήψεις σώζεται. (Μασ. Ι, 6). 27α ελεημοσύναις και πίστεσιν αποκαθαίρονται αμαρτίαι, τω δε φόβω Κυρίου εκκλίνει πας από κακού. 28 καρδίαι δικαίων μελετώσι πίστεις, στόμα δε ασεβών αποκρίνεται κακά. (Μασ. Ι, 7). 28α δεκταί παρά Κυρίω οδοί ανθρώπων δικαίων, δια δε αυτών και οι εχθροί φίλοι γίνονται. 29 μακράν απέχει ο Θεός από ασεβών, ευχαίς δε δικαίων επακούει. (Μασ. Ι, 8). 1 29 1 α κρείσσων ολίγη λήψις μετά δικαιοσύνης ή πολλά γεννήματα μετά αδικίας. 29β καρδία ανδρός λογιζέσθω δίκαια, ίνα υπό του Θεού διορθωθή τα διαβήματα αυτού. 30 θεωρών οφθαλμός καλά ευφραίνει καρδίαν, φήμη δε αγαθή πιαίνει οστά. 32 ος απωθείται παιδείαν, μισεί εαυτόν, ο δε τηρών ελέγχους αγαπά ψυχήν αυτού. 33 φόβος Θεού παιδεία και σοφία, και αρχή δόξης αποκριθήσεται αυτη.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΠΑΝΤΑ τα έργα του ταπεινού φανερά παρά τω Θεω, οι δε ασεβείς εν ημέρα κακή ολούνται. 5 ακάθαρτος παρά Θεω πας υψηλοκάρδιος, χειρί δε χείρας εμβαλών αδίκως ουκ αθωωθήσεται. 7 αρχή οδού αγαθής το ποιείν τα δίκαια, δεκτά δε παρά Θεω μάλλον ή θύειν θυσίας. 8 ο ζητών τον Κύριον ευρήσει γνώσιν μετά δικαιοσύνης, οι δε ορθώς ζητούντες αυτόν ευρήσουσιν ειρήνην. (Μασ. 4) 9 πάντα τα έργα του Κυρίου μετά δικαιοσύνης· φυλάσσεται δε ο ασεβής εις ημέραν κακήν. 10 μαντείον επί χείλεσι βασιλέως, εν δε κρίσει ου μη πλανηθή το στόμα αυτού. 11 ροπή ζυγού δικαιοσύνη παρά Κυρίω, τα δε έργα αυτού στάθμια δίκαια. 12 βλέλυγμα βασιλεί ο ποιών κακά, μετά γαρ δικαιοσύνης ετοιμάζεται θρόνος αρχής. 13 δεκτά βασιλεί χείλη δίκαια, λόγους δε ορθούς αγαπά. 14 θυμός βασιλέως άγγελος θανάτου, ανήρ δε σοφός εξιλάσεται αυτόν. 15 εν φωτί ζωής υιος βασιλέως, οι δε προσδεκτοί αυτω ωσπερ νέφος όψιμον. 16 νοσσιαί σοφίας αιρετώτεραι χρυσίου, νοσσιαί δε φρονήσεως αιρετώτεραι υπέρ αργύριον. 17 τρίβοι ζωής εκκλίνουσιν από κακών, μήκος δε βίου οδοί δικαιοσύνης. ο δεχόμενος παιδείαν εν αγαθοίς έσται, ο δε φυλάσσων ελέγχους σοφισθήσεται. ος φυλάσσει τας εαυτού οδούς, τηρεί την εαυτού ψυχήν, αγαπών δε ζωήν αυτού φείσεται στόματος αυτού. 18 προ συντριβής ηγείται ύβρις, προ δε πτώματος κακοφροσύνη. 19 κρείσσων πραϋθυμος μετά ταπεινώσεως ή ος διαιρείται σκύλα μετά υβριστών. 20 συνετός εν πράγμασιν ευρετής αγαθών, πεποιθώς δε επί Θεω μακαριστός. 21 τους σοφούς και συνετούς φαύλους καλούσιν, οι δε γλυκείς εν λόγω πλείονα ακούσονται. 22 πηγή ζωής έννοια τοις κεκτημένοις, παιδεία δε αφρόνων κακή. 23 καρδία σοφού νοήσει τα από του ιδίου στόματος, επί δε χείλεσι φορέσει επιγνωμοσύνην. 24 κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δε αυτού ίασις ψυχής. 25 εισίν οδοί δοκούσαι είναι ορθαί ανδρί, τα μέντοι τελευταία αυτών βλέπει εις πυθμένα άδου. 26 ανήρ εν πόνοις πονεί εαυτω και εκβιάζεται την απώλειαν εαυτού, ο μέντοι σκολιός επί τω εαυτού στόματι φορεί την απώλειαν. 27 ανήρ άφρων ορύσσει εαυτω κακά, επί δε των εαυτού χειλέων θησαυρίζει πυρ. 28 ανήρ σκολιός διαπέμπεται κακά, και λαμπτήρα δόλου πυρσεύει κακοίς και διαχωρίζει φίλους. 29 ανήρ παράνομος αποπειράται φίλων και απάγει αυτούς οδούς ουκ αγαθάς. 30 στηρίζων δε οφθαλμούς αυτού διαλογίζεται διεστραμμένα, ορίζει δε τοις χείλεσιν αυτού πάντα τα κακά· ούτος κάμινός εστι κακίας. 31 στέφανος καυχήσεως γήρας, εν δε οδοίς δικαιοσύνης ευρίσκεται. 32 κρείσσων ανήρ μακρόθυμος ισχυρού, ο δε κρατών οργής κρείσσων καταλαμβανομένου πόλιν. 33 εις κόλπους επέρχεται πάντα τοις αδίκοις, παρά δε Κυρίου πάντα τα δίκαια.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΚΡΕΙΣΣΩΝ ψωμός μεθ ‘ ηδονής εν ειρήνη ή οίκος πλήρης πολλών αγαθών και αδίκων θυμάτων μετά μάχης. 2 οικέτης νοήμων κρατήσει δεσποτών αφρόνων, εν δε αδελφοίς διελείται μέρη. 3 ωσπερ δοκιμάζεται εν καμίνω άργυρος και χρυσός, ούτως εκλεκταί καρδίαι παρά Κυρίω. 4 κακός υπακούει γλώσσης παρανόμων, δίκαιος δε ου προσέχει χείλεσι ψευδέσιν. 5 ο καταγελών πτωχού παροξύνει τον ποιήσαντα αυτόν, ο δε επιχαίρων απολλυμένω ουκ αθωωθήσεται· ο δε επισπλαγχνιζόμενος ελεηθήσεται. 6 στέφανος γερόντων τέκνα τέκνων, καύχημα δε τέκνων πατέρες αυτών. 6α του πιστού όλος ο κόσμος των χρημάτων, του δε απίστου ουδέ οβολός. 7 ουχ αρμόσει άφρονι χείλη πιστά, ουδέ δικαίω χείλη ψευδή. 8 μισθός χαρίτων η παιδεία τοις χρωμένοις, ου δ ‘ αν επιστρέψη ευοδωθήσεται. 9 ος κρύπτει αδικήματα, ζητεί φιλίαν, ος δε μισεί κρύπτειν, διϊστησι φίλους και οικείους. 10 συντρίβει απειλή καρδίαν φρονίμου, άφρων δε μαστιγωθείς ουκ αισθάνεται. 11 αντιλογίας εγείρει πας κακός, ο δε Κύριος άγγελον ανελεήμονα εκπέμψει αυτω. 12 εμπεσείται μέριμνα ανδρί νοήμονι, οι δε άφρονες διαλογιούνται κακά. 13 ος αποδίδωσι κακά αντί αγαθών, ου κινηθήσεται κακά εκ του οίκου αυτού. 14 εξουσίαν δίδωσι λόγοις αρχή δικαιοσύνης, προηγείται δε της ενδείας στάσις και μάχη. 15 ος δίκαιον κρίνει τον άδικον, άδικον δε τον δίκαιον, ακάθαρτος και βδελυκτός παρά Θεω. 16 ινατί υπήρξε χρήματα άφρονι; κτήσασθαι γαρ σοφίαν ακάρδιος ου δυνήσεται. 16α ος υψηλόν ποιεί τον εαυτού οίκον, ζητεί συντριβήν, ο δε σκολιάζων του μαθείν εμπεσείται εις κακά. 17 εις πάντα καιρόν φίλος υπαρχέτω σοι, αδελφοί δε εν ανάγκαις χρήσιμοι έστωσαν· τούτου γαρ χάριν γεννώνται. 18 ανήρ άφρων επικροτεί και επιχαίρει εαυτω, ως και ο εγγυώμενος εγγύη των εαυτού φίλων. 19 φιλαμαρτήμων χαίρει μάχαις, [υψών δε θύραν αυτού ζητεί συντριβήν]. 20 ο δε σκληροκάρδιος ου συναντά αγαθοίς. ανήρ ευμετάβολος γλώσση εμπεσείται εις κακά, 21 καρδία δε άφρονος οδύνη τω κεκτημένω αυτήν. ουκ ευφραίνεται πατήρ επί υιω απαιδεύτω, υιος δε φρόνιμος ευφραίνει μητέρα αυτού. 22 καρδία ευφραινομένη ευεκτείν ποιεί, ανδρός δε λυπηρού ξηραίνεται τα οστά. 23 λαμβάνοντος δώρα αδίκως εν κόλποις ου κατευοδούνται οδοί, ασεβής δε εκκλίνει οδούς δικαιοσύνης. 24 πρόσωπον συνετόν ανδρός σοφού, οι δε οφθαλμοί του άφρονος επ ‘ άκρα γης. 25 οργή πατρί υιος άφρων και οδύνη τη τεκούση αυτόν. 26 ζημιούν άνδρα δίκαιον ου καλόν, ουδέ όσιον επιβουλεύειν δυνάσταις δικαίοις. 27 ος φείδεται ρήμα προέσθαι σκληρόν, επιγνώμων, μακρόθυμος δε ανήρ φρόνιμος. 28 ανοήτω επερωτήσαντι σοφίαν σοφία λογισθήσεται, ενεόν δε τις εαυτόν ποιήσας δόξει φρόνιμος είναι.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 Προφάσεις ζητεί ανήρ βουλόμενος χωρίζεσθαι από φίλων, εν παντί δε καιρω επονείδιστος έσται. 2 ου χρείαν έχει σοφίας ενδεής φρενών, μάλλον γαρ άγεται αφροσύνη. 3 όταν έλθη ασεβής εις βάθος κακών, καταφρονεί, επέρχεται δε αυτω ατιμία και όνειδος. 4 ύδωρ βαθύ λόγος εν καρδία ανδρός, ποταμός δε αναπηδύει και πηγή ζωής. 5 θαυμάσαι πρόσωπον ασεβούς ου καλόν, ουδέ όσιον εκκλίνειν το δίκαιον εν κρίσει. 6 χείλη άφρονος άγουσιν αυτόν εις κακά, το δε στόμα αυτού το θρασύ θάνατον επικαλείται. 7 στόμα άφρονος συντριβή αυτω, τα δε χείλη αυτού παγίς τη ψυχή αυτού. 8 οκνηρούς καταβάλλει φόβος, ψυχαί δε ανδρογύνων πεινάσουσιν. 9 ο μη ιώμενος εαυτόν εν τοις έργοις αυτού αδελφός εστι του λυμαινομένου εαυτόν. 10 εκ μεγαλωσύνης ισχύος όνομα Κυρίου, αυτω δε προσδραμόντες δίκαιοι υψούνται. 11 ύπαρξις πλουσίου ανδρός πόλις οχυρά, η δε δόξα αυτής μέγα επισκιάζει. 12 προ συντριβής υψούται καρδία ανδρός, και προ δόξης ταπεινούται. 13 ος αποκρίνεται λόγον πριν ακούσαι, αφροσύνη αυτω εστι και όνειδος. 14 θυμόν ανδρός πραυνει θεράπων φρόνιμος, ολιγόψυχον δε άνδρα τις υποίσει; 15 καρδία φρονίμου κτάται αίσθησιν, ώτα δε σοφών ζητεί έννοιαν. 16 δόμα ανθρώπου εμπλατύνει αυτόν και παρά δυνάσταις καθιζάνει αυτόν. 17 δίκαιος εαυτού κατήγορος εν πρωτολογία, ως δ' αν επιβάλη ο αντίδικος ελέγχεται. 18 αντιλογίας παύει σιγηρός, εν δε δυναστείαις ορίζει. 19 αδελφός υπό αδελφού βοηθούμενος ως πόλις οχυρά και υψηλή, ισχύει δε ωσπερ τεθεμελιωμένον βασίλειον. 20 από καρπών στόματος ανήρ πίμπλησι κοιλίαν αυτού, από δε καρπών χειλέων αυτού εμπλησθήσεται. 21 θάνατος και ζωή εν χειρί γλώσσης, οι δε κρατούντες αυτής έδονται τους καρπούς αυτής. 22 ος εύρε γυναίκα αγαθήν, εύρε χάριτας, έλαβε δε παρά Θεού ιλαρότητα. 22α ος εκβάλλει γυναίκα αγαθήν, εκβάλλει τα αγαθά, ο δε κατέχων μοιχαλίδα άφρων και ασεβής.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

3 ΑΦΡΟΣΥΝΗ ανδρός λυμαίνεται τας οδούς αυτού, τον δε Θεόν αιτιάται τη καρδία αυτού. 4 πλούτος προστίθησι φίλους πολλούς, ο δε πτωχός και από του υπάρχοντος φίλου λείπεται. 5 μάρτυς ψευδής ουκ ατιμώρητος έσται, ο δε εγκαλών αδίκως ου διαφεύξεται. 6 πολλοί θεραπεύουσι πρόσωπα βασιλέων, πας δε ο κακός γίνεται όνειδος ανδρί. 7 πας, ος αδελφόν πτωχόν μισεί, και φιλίας μακράν έσται. έννοια αγαθή τοις ειδόσιν αυτήν εγγιεί, ανήρ δε φρόνιμος ευρήσει αυτήν. ο πολλά κακοποιών τελεσιουργεί κακίαν, ος δε ερεθίζει λόγους ου σωθήσεται. 8 ο κτώμενος φρόνησιν αγαπά εαυτόν, ος δε φυλάσσει φρόνησιν, ευρήσει αγαθά. 9 μάρτυς ψευδής ουκ ατιμώρητος έσται, ος δ ‘ αν εκκαύση κακίαν, απολείται υπ ‘ αυτής. 10 ου συμφέρει άφρονι τρυφή, και εάν οικέτης άρξηται μεθ ‘ ύβρεως δυναστεύειν. 11 ελεήμων ανήρ μακροθυμεί, το δε καύχημα αυτού επέρχεται παρανόμοις. 12 βασιλέως απειλή ομοία βρυγμω λέοντος, ωσπερ δε δρόσος επί χόρτω, ούτως το ιλαρόν αυτού. 13 αισχύνη πατρί υιος άφρων· ουχ αγναί ευχαί από μισθώματος εταίρας. 14 οίκον και ύπαρξιν μερίζουσι πατέρες παισί, παρά δε Κυρίου αρμόζεται γυνή ανδρί. 15 δειλία κατέχει ανδρόγυνον, ψυχή δε αεργού πεινάσει. 16 ος φυλάσσει εντολήν, τηρεί την εαυτού ψυχήν, ο δε καταφρονών των εαυτού οδών απολείται. 17 δανείζει Θεω ο ελεών πτωχόν, κατά δε το δόμα αυτού ανταποδώσει αυτω. 18 παίδευε υιόν σου, ούτως γαρ έσται εύελπις, εις δε ύβριν μη επαίρου τη ψυχή σου. 19 κακόφρων ανήρ πολλά ζημιωθήσεται· εάν δε λοιμεύηται, και την ψυχήν αυτού προσθήσει. 20 άκουε, υιε, παιδείαν πατρός σου, ίνα σοφός γένη επ ‘ εσχάτων σου. 21 πολλοί λογισμοί εν καρδία ανδρός, η δε βουλή του Κυρίου εις τον αιώνα μένει. 22 καρπός ανδρί ελεημοσύνη, κρείσσων δε πτωχός δίκαιος ή πλούσιος ψεύστης. 23 φόβος Κυρίου εις ζωήν ανδρί, ο δε άφοβος αυλισθήσεται εν τόποις, ου ουκ επισκοπείται γνώσις. 24 ο εγκρύπτων εις τον κόλπον αυτού χείρας αδίκως, ουδέ τω στόματι ου μη προσαγάγη αυτάς. 25 λοιμού μαστιγουμένου, άφρων πανουργότερος γίνεται· εάν δε ελέγχης άνδρα φρόνιμον, νοήσει αίσθησιν. 26 ο ατιμάζων πατέρα και απωθούμενος μητέρα αυτού καταισχυνθήσεται και επονείδιστος έσται. 27 υιος απολειπόμενος φυλάξαι παιδείαν πατρός μελετήσει ρήσεις κακάς. 28 ο εγγυώμενος παίδα άφρονα καθυβρίσει δικαίωμα, στόμα δε ασεβών καταπίεται κρίσεις. 29 ετοιμάζονται ακολάστοις μάστιγες, και τιμωρίαι ομοίως άφροσιν.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΑΚΟΛΑΣΤΟΝ οίνος και υβριστικόν μέθη, πας δε άφρων τοιούτοις συμπλέκεται. 2 ου διαφέρει απειλή βασιλέως θυμού λέοντος, ο δε παροξύνων αυτόν αμαρτάνει εις την εαυτού ψυχήν. 3 δόξα ανδρί αποστρέφεσθαι λοιδορίας, πας δε άφρων τοιούτοις συμπλέκεται. 4 ονειδιζόμενος οκνηρός ουκ αισχύνεται, ωσαύτως και ο δανειζόμενος σίτον εν αμήτω. 5 ύδωρ βαθύ βουλή εν καρδία ανδρός, ανήρ δε φρόνιμος εξαντλήσει αυτήν. 6 μέγα άνθρωπος και τίμιον ανήρ ελεήμων, άνδρα δε πιστόν έργον ευρείν. 7 ος αναστρέφεται άμωμος εν δικαιοσύνη, μακαρίους τους παίδας αυτού καταλείψει. 8 όταν βασιλεύς δίκαιος καθίση επί θρόνου, ουκ εναντιούται εν οφθαλμοίς αυτού παν πονηρόν. 9 τις καυχήσεται αγνήν έχειν την καρδίαν; ή τις παρρησιάσεται καθαρός είναι από αμαρτιών; 20 κακολογούντος πατέρα ή μητέρα σβεσθήσεται λαμπτήρ, αι δε κόραι των οφθαλμών αυτού όψονται σκότος. 21 μερίς επισπουδαζομένη εν πρώτοις, εν τοις τελευταίοις ουκ ευλογηθήσεται. 22 μη είπης· τίσομαι τον εχθρόν, αλλ ‘ υπόμεινον τον Κύριον, ίνα σοι βοηθήση. 10 στάθμιον μέγα και μικρόν και μέτρα δισσά, ακάθαρτα ενώπιον Κυρίου και αμφότερα και ο ποιών αυτά. 11 εν τοις επιτηδεύμασιν αυτού συμποδισθήσεται νεανίσκος μετά οσίου, και ευθεία η οδός αυτού. 12 ους ακούει και οφθαλμός ορά· Κυρίου έργα και αμφότερα. 13 μη αγάπα καταλαλείν, ίνα μη εξαρθής· διάνοιξον τους οφθαλμούς σου και εμπλήσθητι άρτων. 23 βδέλυγμα Κυρίω δισσόν στάθμιον, και ζυγός δόλιος ου καλόν ενώπιον αυτού. 24 παρά Κυρίου ευθύνεται τα διαβήματα ανδρί, θνητός δε Πως αν νοήσαι τας οδούς αυτού; 25 παγίς ανδρί ταχύ τι των ιδίων αγιάσαι, μετά γαρ το εύξασθαι μετανοείν γίνεται. 26 λικμήτωρ ασεβών βασιλεύς σοφός, και επιβαλεί αυτοίς τροχόν. 27 φως Κυρίου πνοή ανθρώπων, ος ερευνά ταμιεία κοιλίας. 28 ελεημοσύνη και αλήθεια φυλακή βασιλεί, και περικυκλώσουσιν εν δικαιοσύνη τον θρόνον αυτού. 29 κόσμος νεανίαις σοφία, δόξα δε πρεσβυτέρων πολιαί. 30 υπώπια και συντρίμματα συναντά κακοίς, πληγαί δε εις ταμιεία κοιλίας.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΩΣΠΕΡ ορμή ύδατος, ούτως καρδία βασιλέως εν χειρί Θεού· ου εάν θέλων νεύση, εκεί έκλινεν αυτήν. 2 πας ανήρ φαίνεται εαυτω δίκαιος, κατευθύνει δε καρδίας Κύριος. 3 ποιείν δίκαια και αληθεύειν αρεστά παρά Θεω μάλλον ή θυσιών αίμα. 4 μεγαλόφρων εν ύβρει θρασυκάρδιος, λαμπτήρ δε ασεβών αμαρτία. 6 ο ενεργών θησαυρίσματα γλώσση ψευδεί μάταια διώκει και έρχεται επί παγίδας θανάτου. 7 όλεθρος ασεβέσιν επιξενωθήσεται, ου γαρ βούλονται πράσσειν τα δίκαια. 8 προς τους σκολιούς σκολιάς οδούς αποστέλλει ο Θεός, αγνά γαρ και ορθά τα έργα αυτού. 9κρείσσον οικείν επί γωνίας υπαίθρου ή εν κεκονιαμένοις μετά αδικίας και εν οίκω κοινω. 10 ψυχή ασεβούς ουκ ελεηθήσεται υπ ‘ ουδενός των ανθρώπων. 11 ζημιουμένου ακολάστου πανουργότερος γίνεται ο άκακος, συνίων δε σοφός δέξεται γνώσιν. 12 συνίει δίκαιος καρδίας ασεβών και φαυλίζει ασεβείς εν κακοίς. 13 ος φράσσει τα ώτα αυτού του μη επακούσαι ασθενούς, και αυτός επικαλέσεται, και ουκ έσται ο εισακούων. 14 δόσις λάθριος ανατρέπει οργάς, δώρων δε ο φειδόμενος θυμόν εγείρει ισχυρόν. 15 ευφροσύνη δικαίων ποιείν κρίμα, όσιος δε ακάθαρτος παρά κακούργοις. 16 ανήρ πλανώμενος εξ οδού δικαιοσύνης εν συναγωγή γιγάντων αναπαύσεται. 17 ανήρ ενδεής αγαπά ευφροσύνην, φιλών οίνον και έλαιον εις πλούτον· 18 περικάθαρμα δε δικαίου άνομος. 19 κρείσσον οικείν εν γη ερήμω ή μετά γυναικός μαχίμου και γλωσσώδους και οργίλου. 20 θησαυρός επιθυμητός αναπαύσεται επί στόματος σοφού, άφρονες δε άνδρες καταπίονται αυτόν. 21 οδός δικαιοσύνης και ελεημοσύνης ευρήσει ζωήν και δόξαν. 22 πόλεις οχυράς επέβη σοφός και καθείλε το οχύρωμα, εφ ‘ ω επεποίθεισαν οι ασεβείς. 23 ος φυλάσσει το στόμα αυτού και την γλώσσαν, διατηρεί εκ θλίψεως την ψυχήν αυτού. 24 θρασύς και αυθάδης και αλαζών λοιμός καλείται, ος δε μνησικακεί, παράνομος. 25 επιθυμίαι οκνηρόν αποκτείνουσιν, ου γαρ προαιρούνται αι χείρες αυτού ποιείν τι. 26 ασεβής επιθυμεί όλην την ημέραν επιθυμίας κακάς, ο δε δίκαιος ελεά και οικτείρει αφειδώς. 27 θυσίαι ασεβών βδέλυγμα Κυρίω, και γαρ παρανόμως προσφέρουσιν αυτάς. 28 μάρτυς ψευδής απολείται, ανήρ δε υπήκοος φυλασσόμενος λαλήσει. 29 ασεβής ανήρ αναιδώς υφίσταται προσώπω, ο δε ευθής αυτός συνίει τας οδούς αυτού. 30 ουκ έστι σοφία, ουκ έστιν ανδρεία, ουκ έστι βουλή προς τον ασεβή. 31 ίππος ετοιμάζεται εις ημέραν πολέμου, παρά δε Κυρίου η βοήθεια.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΑΙΡΕΤΩΤΕΡΟΝ όνομα καλόν ή πλούτος πολύς, υπέρ δε αργύριον και χρυσίον χάρις αγαθή, 2 πλούσιος και πτωχός συνήντησαν αλλήλοις, αμφοτέρους δε ο Κύριος εποίησε. 3 πανούργος ιδών πονηρόν τιμωρούμενον κραταιώς αυτός παιδεύεται, οι δε άφρονες παρελθόντες εζημιώθησαν. 4 γενεά σοφίας φόβος Κυρίου και πλούτος και δόξα και ζωή. 5 τρίβολοι και παγίδες εν οδοίς σκολιαίς, ο δε φυλάσσων την εαυτού ψυχήν αφέξεται αυτών. 7 πλούσιοι πτωχών άρξουσι, και οικέται ιδίοις δεσπόταις δανειούσι. 8 ο σπείρων φαύλα θερίσει κακά, πληγήν δε έργων αυτού συντελέσει. 8α άνδρα ιλαρόν και δότην ευλογεί ο Θεός, ματαιότητα δε έργων αυτού συντελέσει. 9 ο ελεών πτωχόν αυτός διατραφήσεται, των γαρ εαυτού άρτων έδωκε τω πτωχω. 9α νίκην και τιμήν περιποιείται ο δώρα δούς, την μέντοι ψυχήν αφαιρείται των κεκτημένων. 10 έκβαλε εκ συνεδρίου λοιμόν, και συνεξελεύσεται αυτω νείκος· όταν γαρ καθίση εν συνεδρίω, πάντας ατιμάζει. 11 αγαπά Κύριος οσίας καρδίας, δεκτοί δε αυτω πάντες άμωμοι· χείλεσι ποιμαίνει βασιλεύς. 12 οι δε οφθαλμοί Κυρίου διατηρούσιν αίσθησιν, φαυλίζει δε λόγους παράνομος. 13 προφασίζεται και λέγει οκνηρός· λέων εν ταις οδοίς, εν δε ταις πλατείαις φονευταί. 14 βόθρος βαθύς στόμα παρανόμου, ο δε μισηθείς υπό Κυρίου εμπεσείται εις αυτόν. 14α εισίν οδοί κακαί ενώπιον ανδρός, και ουκ αγαπά του αποστρέψαι απ ‘ αυτών· αποστρέφειν δε δεί από οδού σκολιάς και κακής. 15 άνοια εξήπται καρδίας νέου, ράβδος δε και παιδεία μακράν απ ‘ αυτού. 16 ο συκοφαντών πένητα πολλά ποιεί τα εαυτού· δίδωσι δε πλουσίω επ ‘ ελλάσσονι.

 17 Λόγοις σοφών παράβαλλε σόν ους και άκουε εμόν λόγον, την δε σήν καρδίαν επίστησον, ίνα γνως, ότι καλοί εισι· 18 και εάν εμβάλης αυτούς εις την καρδίαν σου, ευφρανούσί σε άμα επί σοίς χείλεσιν, 19 ίνα σου γένηται επί Κύριον η ελπίς και γνωρίση σοι την οδόν σου. 20 και συ δε απόγραψαι αυτά σεαυτω τρισσώς εις βουλήν και γνώσιν επί το πλάτος της καρδίας σου. 21 διδάσκω ουν σε αληθή λόγον και γνώσιν αγαθήν υπακούειν, του αποκρίνεσθαί σε λόγους αληθείας τοις προβαλλομένοις σοι.

 22 Μή αποβιάζου πένητα, πτωχός γαρ εστι, και μη ατιμάσης ασθενή εν πύλαις· 23 ο γαρ Κύριος κρινεί αυτού την κρίσιν, και ρύση σήν άσυλον ψυχήν. 24 μη ίσθι εταίρος ανδρί θυμώδει, φίλω δε οργίλω μη συναυλίζου, 25 μήποτε μάθης των οδών αυτού και λάβης βρόχους τη σή ψυχή. 26 μη δίδου σεαυτόν εις εγγύην αισχυνόμενος πρόσωπον· 27 εάν γαρ μη έχης πόθεν αποτίσης, λήψονται το στρώμα το υπό τας πλευράς σου. 28 μη μέταιρε όρια αιώνια, α έθεντο οι πατέρες σου. 29 ορατικόν άνδρα και οξύν εν τοις έργοις αυτού βασιλεύσι δεί παρεστάναι και μη παρεστάναι ανδράσι νωθροίς.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 ΕΑΝ καθίσης δειπνείν επί τραπέζης δυναστών, νοητώς νόει τα παρατιθέμενά σοι 2 και επίβαλλε την χείρά σου, ειδώς ότι τοιαύτά σε δεί παρασκευάσαι· ει δε απληστότερος ει, 3 μη επιθύμει των εδεσμάτων αυτού, ταύτα γαρ έχεται ζωής ψευδούς. 4 μη παρεκτείνου πένης ων πλουσίω, τη δε σή εννοία απόσχου. 5 εάν επιστήσης το σόν όμμα προς αυτόν, ουδαμού φανείται· κατεσκεύασται γαρ αυτω πτέρυγες ωσπερ αετού, και υποστρέφει εις τον οίκον του προεστηκότος αυτού. 6 μη συνδείπνει ανδρί βασκάνω, μηδέ επιθύμει των βρωμάτων αυτού· 7 ον τρόπον γαρ ει τις καταπίοι τρίχα, ούτως εσθίει και πίνει. 8 μηδέ προς σε εισαγάγης αυτόν και φάγης τον ψωμόν σου μετ ‘ αυτού· εξεμέσει γαρ αυτόν και λυμανείται τους λόγους σου τους καλούς. 9 εις ώτα άφρονος μηδέν λέγε, μήποτε μυκτηρίση τους συνετούς λόγους σου. 10 μη μεταθής όρια αιώνια, εις δε κτήμα ορφανών μη εισέλθης· 11 ο γαρ λυτρούμενος αυτούς Κύριος κραταιός εστι και κρινεί την κρίσιν αυτών μετά σου. 12 δος εις παιδείαν την καρδίαν σου, τα δε ώτά σου ετοίμασον λόγοις αισθήσεως. 13 μη απόσχη νήπιον παιδεύειν, ότι εάν πατάξης αυτόν ράβδω, ου μη αποθάνη· 14 συ μεν γαρ πατάξεις αυτόν ράβδω, την δε ψυχήν αυτού εκ θανάτου ρύση. 15 υιε, εάν σοφή γένηταί σου η καρδία, ευφρανείς και την εμήν καρδίαν, 16 και ενδιατρίψει λόγοις τα σά χείλη προς τα εμά χείλη, εάν ορθά ώσι. 17 μη ζηλούτω η καρδία σου αμαρτωλούς, αλλά εν φόβω Κυρίου ίσθι όλην την ημέραν· 18 εάν γαρ τηρήσης αυτά, έσται σοι έκγονα, η δε ελπίς σου ουκ αποστήσεται. 19 άκουε, υιε, και σοφός γίνου, και κατεύθυνε εννοίας σής καρδίας· 20 μη ίσθι οινοπότης, μηδέ εκτείνου συμβουλαίς κρεών τε αγορασμοίς· 21 πας γαρ μέθυσος και πορνοκόπος πτωχεύσει, και ενδύσεται διερρηγμένα και ρακώδη πας υπνώδης. 22 άκουε, υιε, πατρός του γεννήσαντός σε και μη καταφρόνει ότι γεγήρακέ σου η μήτηρ. 23 αλήθειαν κτήσαι και μη απώση σοφίαν και παιδείαν και σύνεσιν. 24 καλώς εκτρέφει πατήρ δίκαιος, επί δε υιω σοφω ευφραίνεται η ψυχή αυτού. 25 ευφραινέσθω ο πατήρ και η μήτηρ επί σοί, και χαιρέτω η τεκούσά σε. 26 δος μοι, υιε, σήν καρδίαν, οι δε σοί οφθαλμοί εμάς οδούς τηρείτωσαν· 27 πίθος γαρ τετρημένος εστίν αλλότριος οίκος, και φρέαρ στενόν αλλότριον· 28 ούτος γαρ συντόμως απολείται, και πας παράνομος αναλωθήσεται. 29 τίνι ουαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι δε αηδίαι και λέσχαι; τίνι συντρίμματα διακενής; τίνος πελιδνοί οι οφθαλμοί; 30 ου των εγχρονιζόντων εν οίνοις; ου των ιχνευόντων που πότοι γίνονται; 31 μη μεθύσκεσθε εν οίνοις, αλλά ομιλείτε ανθρώποις δικαίοις και ομιλείτε εν περιπάτοις· εάν γαρ εις τας φιάλας και τα ποτήρια δως τους οφθαλμούς σου, ύστερον περιπατήσεις γυμνότερος υπέρου. 32 το δε έσχατον ωσπερ υπό όφεως πεπληγώς εκτείνεται, και ωσπερ υπό κεράστου διαχείται αυτω ο ιός. 33 οι οφθαλμοί σου όταν ίδωσιν αλλοτρίαν, το στόμα σου τότε λαλήσει σκολιά, 34 και κατακείση ωσπερ εν καρδία θαλάσσης και ωσπερ κυβερνήτης εν πολλω κλύδωνι. 35 ερείς δε· τύπτουσί με και ουκ επόνεσα, και ενέπαιξάν μοι, εγώ δε ουκ ήδειν· πότε όρθρος έσται, ίνα ελθών ζητήσω μεθ ‘ ων συνελεύσομαι;

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΥΙΕ, μη ζηλώσης κακούς άνδρας μηδέ επιθυμήσης είναι μετ ‘ αυτών· 2 ψευδή γαρ μελετά η καρδία αυτών, και πόνους τα χείλη αυτών λαλεί. 3 μετά σοφίας οικοδομείται οίκος και μετά συνέσεως ανορθούται. 4 μετά αισθήσεως εμπίπλανται ταμιεία εκ παντός πλούτου τιμίου και καλού. 5 κρείσσων σοφός ισχυρού και ανήρ φρόνησιν έχων γεωργίου μεγάλου. 6 μετά κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δε μετά καρδίας βουλευτικής. 7 σοφία και έννοια αγαθή εν πύλαις σοφών· σοφοί ουκ εκκλίνουσιν εκ στόματος Κυρίου, 8 αλλά λογίζονται εν συνεδρίοις. απαιδεύτοις συναντά θάνατος, 9 αποθνήσκει δε άφρων εν αμαρτίαις. ακαθαρσία δε ανδρί λοιμω 10 εμμολυνθήσεται εν ημέρα κακή και εν ημέρα θλίψεως, έως αν εκλίπη. 11 ρύσαι αγομένους εις θάνατον και εκπρίου κτεινομένους, μη φείση· 12 εάν δε είπης, ουκ οίδα τούτον, γίνωσκε ότι Κύριος καρδίας πάντων γινώσκει, και ο πλάσας πνοήν πάσιν, αυτός οίδε πάντα, ος αποδίδωσιν εκάστω κατά τα έργα αυτού. 13 φάγε μέλι, υιε, αγαθόν γαρ κηρίον, ίνα γλυκανθή σου ο φάρυγξ· 14 ούτως αισθήση σοφίαν τη σή ψυχή· εάν γαρ εύρης, έσται καλή η τελευτή σου, και ελπίς σε ουκ εγκαταλείψει. 15 μη προσαγάγης ασεβή νομή δικαίων μηδέ απατηθής χορτασία κοιλίας· 16 επτάκις γαρ πεσείται δίκαιος και αναστήσεται, οι δε ασεβείς ασθενήσουσιν εν κακοίς. 17 εάν πέση ο εχθρός σου, μη επιχαρής αυτω, εν δε τω υποσκελίσματι αυτού μη επαίρου· 18 ότι όψεται Κύριος και ουκ αρέσει αυτω, και αποστρέψει τον θυμόν αυτού απ ‘ αυτού. 19 μη χαίρε επί κακοποιοίς, μηδέ ζήλου αμαρτωλούς· 20 ου γαρ μη γένηται έκγονα πονηρω, λαμπτήρ δε ασεβών σβεσθήσεται. 21 φοβού τον Θεόν, υιε, και βασιλέα και μηθετέρω αυτών απειθήσης· 22 εξαίφνης γαρ τίσονται τους ασεβείς, τας δε τιμωρίας αμφοτέρων τις γνώσεται; (Μασ. ΚΘ, 27). 22α λόγον φυλασσόμενος υιος απωλείας εκτός έσται, δεχόμενος δε εδέξατο αυτόν. 22β μηδέν ψεύδος από γλώσσης βασιλεί λεγέσθω, και ουδέν ψεύδος από γλώσσης αυτού ου μη εξέλθη. 22γ μάχαιρα γλώσσα βασιλέως και ου σαρκίνη, ος δ ‘ αν παραδοθή, συντριβήσεται· 22δ εάν γαρ οξυνθή ο θυμός αυτού, συν νεύροις ανθρώπους αναλίσκει, και οστά ανθρώπων κατατρώγει, και συγκαίει ωσπερ φλόξ, ωστε άβρωτα είναι νεοσσοίς αετών.

 (Μασ. Λ, 1). 22ε Τούς εμούς λόγους, υιε, φοβήθητι, και δεξάμενος αυτούς μετανόει· τάδε λέγει ο ανήρ τοις πιστεύουσι Θεω, και παύομαι· 2 αφρονέστατος γαρ ειμι απάντων ανθρώπων, και φρόνησις ανθρώπων ουκ έστιν εν εμοί· 3 Θεός δεδίδαχέ με σοφίαν, και γνώσιν αγίων έγνωκα. 4 τις ανέβη εις τον ουρανόν και κατέβη; τις συνήγαγεν ανέμους εν κόλπω; τις συνέστρεψεν ύδωρ εν ιματίω; τις εκράτησε πάντων των άκρων της γης; τι όνομα αυτω, ή τι όνομα τοις τέκνοις αυτού; 5 πάντες γαρ λόγοι Θεού πεπυρωμένοι, υπερασπίζει δε αυτός των ευλαβουμένων αυτόν. 6 μη προσθής τοις λόγοις αυτού, ίνα μη ελέγξη σε και ψευδής γένη. 7 δύο αιτούμαι παρά σου, μη αφέλης μου χάριν προ του αποθανείν με· 8 μάταιον λόγον και ψευδή μακράν μου ποίησον, πλούτον δε και πενίαν μη μοι δως, σύνταξόν δε μοι τα δέοντα και τα αυτάρκη, 9 ίνα μη πλησθείς ψευδής γένωμαι και είπω· τις με ορά; ή πενηθείς κλέψω και ομόσω το όνομα του Θεού. 10 μη παραδως οικέτην εις χείρας δεσπότου, μήποτε καταράσηταί σε και αφανισθής. 11 έκγονον κακόν πατέρα καταράται, την δε μητέρα ουκ ευλογεί. 12 έκγονον κακόν δίκαιον εαυτόν κρίνει. την δ ‘ έξοδον αυτού ουκ απένιψεν. 13 έκγονον κακόν υψηλούς οφθαλμούς έχει, τοις δε βλεφάροις αυτού επαίρεται. 14 έκγονον κακόν μαχαίρας τους οδόντας έχει και τας μύλας τομίδας, ωστε αναλίσκειν και κατεσθίειν τους ταπεινούς από της γης και τους πένητας αυτών εξ ανθρώπων.

 (Μασ. ΚΔ, 23). Ταύτα δε λέγω υμίν τοις σοφοίς επιγινώσκειν· αιδείσθαι πρόσωπον εν κρίσει ου καλόν. 24 ο ειπών τον ασεβή· δίκαιός εστιν, επικατάρατος λαοίς έσται και μισητός εις έθνη· 25 οι δε ελέγχοντες βελτίους φανούνται, επ ‘ αυτούς δε ήξει ευλογία· 26 χείλη δε φιλήσουσιν αποκρινόμενα λόγους αγαθούς. 27 ετοίμαζε εις την έξοδον τα έργα σου και παρασκευάζου εις τον αγρόν και πορεύου κατόπισθέν μου και ανοικοδομήσεις τον οίκον σου. 28 μη ίσθι ψευδής μάρτυς επί σόν πολίτην, μηδέ πλατύνου σοίς χείλεσι. 29 μη είπης· ον τρόπον εχρήσατό μοι, χρήσομαι αυτω, τίσομαι δε αυτόν α με ηδίκησεν. 30 ωσπερ γεώργιον ανήρ άφρων, και ωσπερ αμπελών άνθρωπος ενδεής φρενών· 31 εάν αφής αυτόν, χερσωθήσεται και χορτομανήσει όλος και γίνεται εκλελειμμένος, οι δε φραγμοί των λίθων αυτού κατασκάπτονται. 32 ύστερον εγώ μετενόησα, επέβλεψα του εκλέξασθαι παιδείαν, 33 ολίγον νυστάζω, ολίγον δε καθυπνώ, ολίγον δε εναγκαλίζομαι χερσί στήθη· 34 εάν δε τούτο ποιής, ήξει προπορευομένη η πενία σου και η ένδειά σου ωσπερ αγαθός δρομεύς.

 (Μασ. Λ, 15). Τη βδέλλη τρεις θυγατέρες ήσαν αγαπήσει αγαπώμεναι, και αι τρεις αύται ουκ ενεπίμπλασαν αυτήν, και η τετάρτη ουκ ηρκέσθη ειπείν· ικανόν. 16 άδης και έρως γυναικός και γη ουκ εμπιπλαμένη ύδατος και ύδωρ και πυρ ου μη είπωσιν· αρκεί· 17 οφθαλμόν καταγελώντα πατρός και ατιμάζοντα γήρας μητρός, εκκόψαισαν αυτόν κόρακες εκ των φαράγγων και καταφάγοισαν αυτόν νεοσσοί αετών. 18 τρία δε εστι αδύνατά μοι νοήσαι, και το τέταρτον ουκ επιγινώσκω· 19 ίχνη αετού πετομένου και οδούς όφεως επί πέτρας και τρίβους νηός ποντοπορούσης και οδούς ανδρός εν νεότητι. 20 τοιαύτη οδός γυναικός μοιχαλίδος, ή, όταν πράξη, απονιψαμένη, ουδέν φησι πεπραχέναι άτοπον. 21 δια τριών σείεται η γη, το δε τέταρτον ου δύναται φέρειν· 22 εάν οικέτης βασιλεύση και άφρων πλησθή σιτίων 23 και οικέτις εάν εκβάλη την εαυτής κυρίαν και μισητή γυνή εάν τύχη ανδρός αγαθού. 24 τέσσαρα δε ελάχιστα επί της γης, ταύτα δε εστι σοφώτερα των σοφών· 25 οι μύρμηκες, οίς μη έστιν ισχύς και ετοιμάζονται θέρους την τροφήν· 26 και οι χοιρογρύλλιοι, έθνος ουκ ισχυρόν, οί εποιήσαντο εν πέτραις τους εαυτών οίκους· 27 αβασίλευτόν εστιν η ακρίς και στρατεύει αφ ‘ ενός κελεύσματος ευτάκτως· 28 και καλαβώτης χερσίν ερειδόμενος και ευάλωτος ων κατοικεί εν οχυρώμασι βασιλέως. 29 τρία δε εστιν, α ευόδως πορεύεται, και τέταρτον, ό καλώς διαβαίνει· 30 σκύμνος λέοντος ισχυρότερος κτηνών, ος ουκ αποστρέφεται ουδέ καταπτήσσει κτήνος, 31 και αλέκτωρ εμπεριπατών θηλείαις εύψυχος και τράγος ηγούμενος αιπολίου και βασιλεύς δημηγορών εν έθνει. 32 εάν πρόη σεαυτόν εν ευφροσύνη και εκτείνης την χείρά σου μετά μάχης, ατιμασθήση. 33 άμελγε γάλα, και έσται βούτυρον· εάν δε εκπιέζης μυκτήρας, εξελεύσεται αίμα· εάν δε εξέλκης λόγους, εξελεύσονται κρίσεις και μάχαι.

 (Μασ. ΛΑ, 1). Οι εμοί λόγοι είρηνται υπό Θεού, βασιλέως χρηματισμός, ον επαίδευσεν η μήτηρ αυτού. 2 τι, τέκνον, τηρήσεις; τι; ρήσεις Θεού. πρωτογενές, σοί λέγω, υιε· τι τέκνον εμής κοιλίας; τι τέκνον εμών ευχών; 3 μη δως γυναιξί σόν πλούτον, και τον σόν νουν και βίον εις υστεροβουλίαν. 4 μετά βουλής πάντα ποίει, μετά βουλής οινοπότει· οι δυνάσται θυμώδεις εισίν, οίνον δε μη πινέτωσαν, 5 ίνα μη πιόντες επιλάθωνται της σοφίας και ορθά κρίναι ου μη δύνωνται τους ασθενείς. 6 δίδοτε μέθην τοις εν λύπαις και οίνον πίνειν τοις εν οδύναις, 7 ίνα επιλάθωνται της πενίας και των πόνων μη μνησθώσιν έτι. 8 άνοιγε σόν στόμα λόγω Θεού, και κρίνε πάντας υγιώς. 9 άνοιγε σόν στόμα και κρίνε δικαίως, διάκρινε δε πένητα και ασθενή.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΕ

 1 ΑΥΤΑΙ αι παιδείαι Σολομώντος αι αδιάκριτοι, ας εξεγράψαντο οι φίλοι Εζεκίου του βασιλέως της Ιουδαίας.

 2 Δόξα Θεού κρύπτει λόγον, δόξα δε βασιλέως τιμά πράγματα. 3 ουρανός υψηλός, γη δε βαθεία, καρδία δε βασιλέως ανεξέλεγκτος. 4 τύπτε αδόκιμον αργύριον, και καθαρισθήσεται καθαρόν άπαν· 5 κτείνε ασεβείς εκ προσώπου βασιλέως, και κατορθώσει εν δικαιοσύνη ο θρόνος αυτού. 6 μη αλαζονεύου ενώπιον βασιλέως, μηδέ εν τόποις δυναστών υφίστασο· 7 κρείσσον γαρ σοι το ρηθήναι· ανάβαινε προς με ή ταπεινώσαί σε εν προσώπω δυνάστου. α είδον οι οφθαλμοί σου, λέγε. 8 μη πρόσπιπτε εις μάχην ταχέως, ίνα μη μεταμεληθής επ ‘ εσχάτων. ηνίκα αν σε ονειδίση ο σός φίλος, 9 αναχώρει εις τα οπίσω μη καταφρόνει, 10 μη σε ονειδίση μεν ο φίλος, η δε μάχη σου και η έχθρα ουκ απέσται, αλλά έσται σοι ίση θανάτω. 10α χάρις και φιλία ελευθεροί, ας τήρησον σεαυτω, ίνα μη επονείδιστος γένη, αλλά φύλαξον τας οδούς σου ευσυναλλάκτως. 11 μήλον χρυσούν εν ορμίσκω σαρδίου, ούτως ειπείν λόγον. 12 εις ενώτιον χρυσούν και σάρδιον πολυτελές δέδεται, λόγος σοφός εις ευήκοον ους. 13 ωσπερ έξοδος χιόνος εν αμήτω κατά καύμα ωφελεί, ούτως άγγελος πιστός τους αποστείλαντας αυτόν· ψυχάς γαρ των αυτω χρωμένων ωφελεί. 14 ωσπερ άνεμοι και νέφη και υετοί επιφανέστατα, ούτως ο καυχώμενος επί δόσει ψευδεί. 15 εν μακροθυμία ευοδία βασιλεύσι, γλώσσα δε μαλακή συντρίβει οστά. 16 μέλι ευρών φάγε το ικανόν, μήποτε πλησθείς εξεμέσης. 17 σπάνιον είσαγε σόν πόδα προς σεαυτού φίλον, μήποτε πλησθείς σου μισήση σε. 18 ρόπαλον και μάχαιρα και τόξευμα ακιδωτόν, ούτως και ανήρ ο καταμαρτυρών του φίλου αυτού μαρτυρίαν ψευδή. 19 οδός κακού και πούς παρανόμου ολείται εν ημέρα κακή. 20 ωσπερ όξος έλκει ασύμφορον, ούτως προσπεσόν πάθος εν σώματι καρδίαν λυπεί. 20α ωσπερ σής εν ιματίω και σκώληξ ξύλω, ούτως λύπη ανδρός βλάπτει καρδίαν. 21 εάν πεινά ο εχθρός σου, ψώμιζε αυτόν, εάν διψά, πότιζε αυτόν· 22 τούτο γαρ ποιών άνθρακας πυρός σωρεύσεις επί την κεφαλήν αυτού, ο δε Κύριος ανταποδώσει σοι αγαθά. 23 άνεμος Βορέας εξεγείρει νέφη, πρόσωπον δε αναιδές γλώσσαν ερεθίζει. 24 κρείσσον οικείν επί γωνίας δώματος ή μετά γυναικός λοιδόρου εν οικία κοινή. 25 ωσπερ ύδωρ ψυχρόν ψυχή διψώση προσηνές, ούτως αγγελία αγαθή εκ γης μακρόθεν. 26 ωσπερ ει τις πηγή φράσσοι και ύδατος έξοδον λυμαίνοιτο, ούτως άκοσμον δίκαιον πεπτωκέναι ενώπιον ασεβούς. 27 εσθίειν μέλι πολύ ου καλόν, τιμά δε χρή λόγους ενδόξους. 28 ωσπερ πόλις τα τείχει καταβεβλημένη και ατείχιστος, ούτως ανήρ ος ου μετά βουλής τι πράσσει.

 ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ

 1 ΩΣΠΕΡ δρόσος εν αμήτω και ωσπερ υετός εν θέρει, ούτως ουκ έστιν άφρονι τιμή. 2 ωσπερ όρνεα πέταται και στρουθοί, ούτως αρά ματαία ουκ επελεύσεται ουδενί. 3 ωσπερ μάστιξ ίππω και κέντρον όνω, ούτως ράβδος έθνει παρανόμω. 4 μη αποκρίνου άφρονι προς την εκείνου αφροσύνην, ίνα μη όμοιος γένη αυτω· 5 αλλά αποκρίνου άφρονι κατά την αφροσύνην αυτού, ίνα μη φαίνηται σοφός παρ ‘ εαυτω. 6 εκ των οδών εαυτού όνειδος ποιείται ο αποστείλας δι ‘ αγγέλου άφρονος λόγον. 7 αφελού πορείαν σκελών και παρανομίαν εκ στόματος αφρόνων. 8 ος αποδεσμεύει λίθον εν σφενδόνη, όμοιός εστι τω διδόντι άφρονι δόξαν. 9 άκανθαι φύονται εν χειρί μεθύσου, δουλεία δε εν χειρί των αφρόνων. 10 πολλά χειμάζεται πάσα σάρξ αφρόνων· συντρίβεται γαρ η έκστασις αυτών. 11 ωσπερ κύων όταν επέλθη επί τον εαυτού έμετον και μισητός γένηται, ούτως άφρων τη εαυτού κακία αναστρέψας επί την εαυτού αμαρτίαν. 11α έστιν αισχύνη επάγουσα αμαρτίαν, και εστιν αισχύνη δόξα και χάρις. 12 είδον άνδρα δόξαντα παρ ‘ αυτω σοφόν είναι, ελπίδα μέντοι έσχε μάλλον άφρων αυτού. 13 λέγει οκνηρός αποστελλόμενος εις οδόν· λέων εν ταις οδοίς, εν δε ταις πλατείαις φονευταί. 14 ωσπερ θύρα στρέφεται επί του στρόφιγγος, ούτως οκνηρός επί της κλίνης αυτού. 15 κρύψας οκνηρός την χείρα εν τω κόλπω αυτού, ου δυνήσεται επενεγκείν επί στόμα. 16 σοφώτερος εαυτω οκνηρός φαίνεται του εν πλησμονή αποκομίζοντος αγγελίαν. 17 ωσπερ ο κρατών κέρκου κυνός, ούτως ο προεστώς αλλοτρίας κρίσεως. 18 ωσπερ οι ιώμενοι προβάλλουσι λόγους εις ανθρώπους, ο δε απαντήσας τω λόγω πρώτος υποσκελισθήσεται, 19 ούτως πάντες οι ενεδρεύοντες τους εαυτών φίλους, όταν δε οραθώσι, λέγουσι ότι παίζων έπραξα. 20 εν πολλοίς ξύλοις θάλλει πυρ, όπου δε ουκ έστι δίθυμος, ησυχάζει μάχη. 21 εσχάρα άνθραξι και ξύλα πυρί, ανήρ δε λοίδορος εις ταραχήν μάχης. 22 λόγοι κερκώπων μαλακοί, ούτοι δε τύπτουσιν εις ταμιεία σπλάγχνων. 23 αργύριον διδόμενον μετά δόλου, ωσπερ όστρακον ηγητέον. χείλη λεία καρδίαν καλύπτει λυπηράν. 24 χείλεσι πάντα επινεύει αποκλαιόμενος εχθρός, εν δε τη καρδία τεκταίνεται δόλους. 25 εάν σου δέηται ο εχθρός μεγάλη τη φωνή, μη πεισθής, επτά γαρ εισι πονηρίαι εν τη ψυχή αυτού. 26 ο κρύπτων έχθραν συνίστησι δόλον, εκκαλύπτει δε τας εαυτού αμαρτίας εύγνωστος εν συνεδρίοις. 27 ο ορύσσων βόθρον τω πλησίον εμπεσείται εις αυτόν, ο δε κυλίων λίθον εφ ‘ εαυτόν κυλίει. 28 γλώσσα ψευδής μισεί αλήθειαν, στόμα δε άστεγον ποιεί ακαταστασίας.

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ ΚΖ

 1 ΜΗ καυχώ τα εις αύριον, ου γαρ γινώσκεις τι τέξεται η επιούσα. 2 εγκωμιαζέτω σε ο πέλας και μη το σόν στόμα, αλλότριος και μη τα σά χείλη. 3 βαρύ λίθος και δυσβάστακτον άμμος, οργή δε άφρονος βαρυτέρα αμφοτέρων. 4 ανελεήμων θυμός και οξεία οργή, αλλ ‘ ουδένα υφίσταται ζήλος. 5 κρείσσους έλεγχοι αποκεκαλυμμένοι κρυπτομένης φιλίας. 6 αξιοπιστόστερά εισι τραύματα φίλου ή εκούσια φιλήματα εχθρού. 7 ψυχή εν πλησμονή ούσα κηρίοις εμπαίζει, ψυχή δε ενδεεί και τα πικρά γλυκέα φαίνεται. 8 ωσπερ όταν όρνεον καταπετασθή εκ της ιδίας νοσσιάς, ούτως άνθρωπος δουλούται όταν αποξενωθή εκ των ιδίων τόπων. 9 μύροις και οίνοις και θυμιάμασι τέρπεται καρδία, καταρρήγνυται δε υπό συμπτωμάτων ψυχή. 10 φίλον σόν ή φίλον πατρωον μη εγκαταλίπης, εις δε τον οίκον του αδελφού σου μη εισέλθης ατυχών· κρείσσων φίλος εγγύς ή αδελφός μακράν οικών. 11 σοφός γίνου, υιε, ίνα σου ευφραίνηται η καρδία, και απόστρεψον από σου επονειδίστους λόγους. 12 πανούργος κακών επερχομένων απεκρύβη, άφρονες δε επελθόντες ζημίαν τίσουσιν. 13 αφελού το ιμάτιον αυτού, παρήλθε γαρ υβριστής, όστις τα αλλότρια λυμαίνεται. 14 ος αν ευλογή φίλον το πρωϊ μεγάλη τη φωνή, καταρωμένου ουδέν διαφέρειν δόξει. 15 σταγόνες εκβάλλουσιν άνθρωπον εν ημέρα χειμερινή εκ του οίκου αυτού, ωσαύτως και γυνή λοίδορος εκ του ιδίου οίκου. 16 Βορέας σκληρός άνεμος, ονόματι δε επιδέξιος καλείται. 17 σίδηρος σίδηρον οξύνει, ανήρ δε παροξύνει πρόσωπον εταίρου. 18 ος φυτεύει συκήν φάγεται τους καρπούς αυτής, ος δε φυλάσσει τον εαυτού κύριον, τιμηθήσεται. 19 ωσπερ ουκ όμοια πρόσωπα προσώποις, ούτως ουδέ αι διάνοιαι των ανθρώπων. 20 άδης και απώλεια ουκ εμπίμπλανται, ωσαύτως και οι οφθαλμοί των ανθρώπων άπληστοι. 20α βδέλυγμα Κυρίω στηρίζων οφθαλμόν, και οι απαίδευτοι ακρατείς γλώσση. 21 δοκίμιον αργυρω και χρυσω πύρωσις, ανήρ δε δοκιμάζεται δια στόματος εγκωμιαζόντων αυτόν. 21α καρδία ανόμου εκζητεί κακά, καρδία δε ευθής εκζητεί γνώσιν. 22 εάν μαστιγοίς άφρονα εν μέσω συνεδρίου ατιμάζων, ου μη περιέλης την αφροσύνην αυτού. 23 γνωστώς επιγνώση ψυχάς ποιμνίου σου και επιστήσεις καρδίαν σου σαίς αγέλαις· 24 ότι ουκ εις τον αιώνα ανδρί κράτος και ισχύς, ουδέ παραδίδωσιν εκ γενεάς εις γενεάν. 25 επιμελού των εν τω πεδίω χλωρών και κερείς πόαν, και σύναγε χόρτον ορεινόν, 26 ίνα έχης πρόβατα εις ιματισμόν· τίμα πεδίον, ίνα ώσί σοι άρνες. 27 υιε, παρ ‘ εμού έχεις ρήσεις ισχυράς εις την ζωήν σου και εις την ζωήν σών θεραπόντων.

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ ΚΗ

 1 ΦΕΥΓΕΙ ασεβής μηδενός διώκοντος, δίκαιος δε ωσπερ λέων πέποιθε. 2 δι ‘ αμαρτίας ασεβών κρίσεις εγείρονται, ανήρ δε πανούργος κατασβέσει αυτάς. 3 ανδρείος εν ασεβείαις συκοφαντεί πτωχούς. ωσπερ υετός λάβρος και ανωφελής, 4 ούτως οι εγκαταλείποντες τον νόμον εγκωμιάζουν ασέβειαν, οι δε αγαπώντες τον νόμον περιβάλλουσιν εαυτοίς τείχος. 5 άνδρες κακοί ου νοήσουσι κρίμα, οι δε ζητούντες τον Κύριον συνήσουσιν εν παντί. 6 κρείσσων πτωχός πορευόμενος εν αληθεία, πλουσίου ψευδούς. 7 φυλάσσει νόμον υιος συνετός, ος δε ποιμαίνει ασωτίαν ατιμάζει πατέρα. 8 ο πληθύνων τον πλούτον αυτού μετά τόκων και πλεονασμών, τω ελεώντι πτωχούς συνάγει αυτόν. 9 ο εκκλίνων το ους αυτού μη εισακούσαι νόμου, και αυτός την προσευχήν αυτού εβδέλυκται. 10 ος πλανά ευθείς εν οδω κακή, εις διαφθοράν αυτός εμπεσείται· οι δε άνομοι διελεύσονται αγαθά, και ουκ εισελεύσονται εις αυτά. 11 σοφός παρ ‘ εαυτω ανήρ πλούσιος, πένης δε νοήμων καταγνώσεται αυτού. 12 δια βοήθειαν δικαίων πολλήν γίνεται δόξα, εν δε τόποις ασεβών αλίσκονται άνθρωποι. 13 ο επικαλύπτων ασέβειαν εαυτού ουκ ευοδωθήσεται, ο δε εξηγούμενος ελέγχους αγαπηθήσεται. 14 μακάριος ανήρ, ος καταπτήσσει πάντα δι ‘ ευλάβειαν, ο δε σκληρός την καρδίαν εμπεσείται κακοίς. 15 λέων πεινών και λύκος διψών, ος τυραννεί, πτωχός ων, έθνους πενιχρού. 16 βασιλεύς ενδεής προσόδων μέγας συκοφάντης, ο δε μισών αδικίαν μακρόν χρόνον ζήσεται. 17 άνδρα τον εν αιτία φόνου ο εγγυώμενος, φυγάς έσται και ουκ εν ασφαλεία. 17α παίδευε υιόν και αγαπήσει σε, και δώσει κόσμον τη σή ψυχή· ου μη υπακούσει έθνει παρανόμω. 18 ο πορευόμενος δικαίως βεβοήθηται, ο δε σκολιαίς οδοίς πορευόμενος εμπλακήσεται. 19 ο εργαζόμενος την εαυτού γην πλησθήσεται άρτων, ο δε διώκων σχολήν πλησθήσεται πενίας. 20 ανήρ αξιόπιστος πολλά ευλογηθήσεται, ο δε κακός ουκ ατιμώρητος έσται. 21 ος ουκ αισχύνεται πρόσωπα δικαίων, ουκ αγαθός· ο τοιούτος ψωμού άρτου αποδώσεται άνδρα. 22 σπεύδει πλουτείν ανήρ βάσκανος, και ουκ οίδεν ότι ελεήμων κρατήσει αυτού. 23 ο ελέγχων ανθρώπου οδούς χάριτας έξει μάλλον του γλωσσοχαριτούντος. 24 ος αποβάλλεται πατέρα ή μητέρα, και δοκεί μη αμαρτάνειν, ούτος κοινωνός εστιν ανδρός ασεβούς. 25 άπιστος ανήρ κρίνει εική, ος δε πέποιθεν επί Κύριον εν επιμελεία έσται. 26 ος πέποιθε θρασεία καρδία, ο τοιούτος άφρων· ος δε πορεύεται σοφία σωθήσεται. 27 ος δίδωσι πτωχοίς, ουκ ενδεηθήσεται, ος δε αποστρέφει τον οφθαλμόν αυτού, εν πολλή απορία έσται. 28 εν τόποις ασεβών στένουσι δίκαιοι, εν δε τη εκείνων απωλεία πληθυνθήσονται δίκαιοι.

ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ ΚΘ

 1 ΚΡΕΙΣΣΩΝ ανήρ ελέγχων ανδρός σκληροτραχήλου, εξαπίνης γαρ φλεγομένου αυτού ουκ έστιν ίασις. 2 εγκωμιαζομένων δικαίων ευφρανθήσονται λαοί, αρχόντων δε ασεβών στένουσιν άνδρες. 3 ανδρός φιλούντος σοφίαν ευφραίνεται πατήρ αυτού, ος δε ποιμαίνει πόρνας, απολεί πλούτον. 4 βασιλεύς δίκαιος ανίστησι χώραν, ανήρ δε παράνομος κατασκάπτει. 5 ος παρασκευάζεται επί πρόσωπον του εαυτού φίλους δίκτυον, περιβάλλει αυτό τοις εαυτού ποσίν. 6 αμαρτάνοντι ανδρί μεγάλη παγίς, δίκαιος δε εν χαρά και εν ευφροσύνη έσται. 7 επίσταται δίκαιος κρίνειν πενιχροίς, ο δε ασεβής ου νοεί γνώσιν, και πτωχω ουχ υπάρχει νους επιγνώμων. 8 άνδρες άνομοι εξέκαυσαν πόλιν, σοφοί δε επέστρεψαν οργήν. 9 ανήρ σοφός κρινεί έθνη, ανήρ δε φαύλος οργιζόμενος καταγελάται και ου καταπτήσσει. 10 άνδρες αιμάτων μέτοχοι μισούσιν όσιον, οι δε ευθείς εκζητήσουσι ψυχήν αυτού. 11 όλον τον θυμόν αυτού εκφέρει άφρων, σοφός δε ταμιεύεται κατά μέρος. 12 βασιλέως υπακούοντος λόγον άδικον, πάντες οι υπ ‘ αυτόν παράνομοι. 13 δανειστού και χρεωφειλέτου αλλήλοις συνελθόντων, επισκοπήν αμφοτέρων ποιείται ο Κύριος. 14 βασιλέως εν αληθεία κρίνοντος πτωχούς, ο θρόνος αυτού εις μαρτύριον κατασταθήσεται. 15 πληγαί και έλεγχοι διδόασι σοφίαν, παις δε πλανώμενος αισχύνει γονείς αυτού. 16 πολλών όντων ασεβών πολλαί γίνονται αμαρτίαι, οι δε δίκαιοι εκείνων πιπτόντων κατάφοβοι γίνονται. 17 παίδευε υιόν σου, και αναπαύσει σε, και δώσει κόσμον τη ψυχή σου. 18 ου μη υπάρξη εξηγητής έθνει παρανόμω, ο δε φυλάσσων τον νόμον μακαριστός. 19 λόγοις ου παιδευθήσεται οικέτης σκληρός· εάν γαρ και νοήση, αλλ ‘ ουχ υπακούσεται. 20 εάν ίδης άνδρα ταχύν εν λόγοις, γίνωσκε ότι ελπίδα έχει μάλλον ο άφρων αυτού. 21 ος κατασπαταλά εκ παιδός, οικέτης έσται, έσχατον δε οδυνηθήσεται εφ ‘ εαυτω. 22 ανήρ θυμώδης ορύσσει νείκος, ανήρ δε οργίλος εξώρυξεν αμαρτίαν. 23 ύβρις άνδρα ταπεινοί, τους δε ταπεινόφρονας ερείδει δόξη Κύριος. 24 ος μερίζεται κλέπτη, μισεί την εαυτού ψυχήν· εάν δε όρκου προτεθέντος ακούσαντες μη αναγγείλωσι, 25 φοβηθέντες και αισχυνθέντες ανθρώπους υπεσκελίσθησαν· ο δε πεποιθώς επί Κυρίω ευφρανθήσεται. ασέβεια ανδρί δίδωσι σφάλμα, ος δε πέποιθεν επί τω δεσπότη, σωθήσεται. 26 πολλοί θεραπεύουσι πρόσωπα ηγουμένων, παρά δε Κυρίου γίνεται το δίκαιον ανδρί. 27 βδέλυγμα δικαίοις ανήρ άδικος, βδέλυγμα δε ανόμω κατευθύνουσα οδός.

 (Μασσ. ΛΑ, 10). Γυναίκα ανδρείαν τις ευρήσει; τιμιωτέρα δε εστι λίθων πολυτελών η τοιαύτη. 11 θάρσει επ ‘ αυτη η καρδία του ανδρός αυτής, η τοιαύτη καλών σκύλων ουκ απορήσει· 12 ενεργεί γαρ τω ανδρί αγαθά πάντα τον βίον. 13 μηρυομένη έρια και λίνον εποίησεν εύχρηστον ταις χερσίν αυτής. 14 εγένετο ωσεί ναύς εμπορευομένη μακρόθεν, συνάγει δε αυτής τον πλούτον.* 15 και ανίσταται εκ νυκτών και έδωκε βρώματα τω οίκω και έργα ταις θεραπαίναις. 16 θεωρήσασα γεώργιον επρίατο, από δε καρπών χειρών αυτής κατεφύτευσε κτήμα. 17 αναζωσαμένη ισχυρώς την οσφύν αυτής ήρεισε τους βραχίονας αυτής εις έργον. 18 εγεύσατο ότι καλόν εστι το εργάζεσθαι, και ουκ αποσβέννυται ο λύχνος αυτής όλην την νύκτα. 19 τους πήχεις αυτής εκτείνει επί τα συμφέροντα, τας δε χείρας αυτής ερείδει εις άτρακτον. 20 χείρας δε αυτής διήνοιξε πένητι, καρπόν δε εξέτεινε πτωχω. 21 ου φροντίζει των εν οίκω ο ανήρ αυτής, όταν που χρονίζη· πάντες γαρ οι παρ ‘ αυτής ενδεδυμένοι εισί. 22 δισσάς χλαίνας εποίησε τω ανδρί αυτής, εκ δε βύσσου και πορφύρας εαυτη ενδύματα. 23 περίβλεπτος δε γίνεται ο ανήρ αυτής εν πύλαις, ηνίκα αν καθίση εν συνεδρίω μετά των γερόντων κατοίκων της γης. 24 σινδόνας εποίησε και απέδοτο τοις Φοίνιξι, περιζώματα δε τοις Χαναναίοις. 25 ισχύν και ευπρέπειαν ενεδύσατο και ευφράνθη εν ημέραις εσχάταις. 26 στόμα αυτής διήνοιξε προσεχόντως και εννόμως, και τάξιν εστείλατο τη γλώσση αυτής. 27 στεγναί διατριβαί οίκων αυτής, σίτα δε οκνηρά ουκ έφαγε. 28 το στόμα δε ανοίγει σοφώς και νομοθέσμως, η δε ελεημοσύνη αυτής ανέστησε τα τέκνα αυτής και επλούτησαν, και ο ανήρ αυτής ήνεσεν αυτήν.

 29 Πολλαί θυγατέρες εκτήσαντο πλούτον, πολλαί εποίησαν δύναμιν, συ δε υπέρκεισαι και υπερήρας πάσας. 30 ψευδείς αρέσκειαι και μάταιον κάλλος γυναικός· γυνή γαρ συνετή ευλογείται, φόβον δε Κυρίου αύτη αινείτω. 31 δότε αυτη από καρπών χειλέων αυτής, και αινείσθω εν πύλαις ο ανήρ αυτής.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.