Τρίτη, 27 Νοεμβρίου 2012

Σοφία Σολομώντος




ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΑΓΑΠΗΣΑΤΕ δικαιοσύνην, οι κρίνοντες την γην, φρονήσατε περί του Κυρίου εν αγαθότητι, και εν απλότητι καρδίας ζητήσατε αυτόν· 2 ότι ευρίσκεται τοις μη πειράζουσιν αυτόν, εμφανίζεται δε τοις μη απιστούσιν αυτω. 3 σκολιοί γαρ λογισμοί χωρίζουσιν από Θεού, δοκιμαζομένη τε η δύναμις ελέγχει τους άφρονας. 4 ότι εις κακότεχνον ψυχήν ουκ εισελεύσεται σοφία, ουδέ κατοικήσει εν σώματι κατάχρεω αμαρτίας· 5 άγιον γαρ πνεύμα παιδείας φεύξεται δόλον και απαναστήσεται από λογισμών ασυνέτων και ελεγχθήσεται επελθούσης αδικίας. 6 φιλάνθρωπον γαρ πνεύμα σοφία και ουκ αθωώσει βλάσφημον από χειλέων αυτού· ότι των νεφρών αυτού μάρτυς ο Θεός και της καρδίας αυτού επίσκοπος αληθής και της γλώσσης ακουστής· 7 ότι πνεύμα Κυρίου πεπλήρωκε την οικουμένην, και το συνέχον τα πάντα γνώσιν έχει φωνής. 8 δια τούτο φθεγγόμενος άδικα ουδείς μη λάθη, ουδέ μη παροδεύση αυτόν ελέγχουσα η δίκη. 9 εν γαρ διαβουλίοις ασεβούς εξέτασις έσται, λόγων δε αυτού ακοή προς Κύριον ήξει εις έλεγχον ανομημάτων αυτού· 10 ότι ους ζηλώσεως ακροάται τα πάντα, και θρούς γογγυσμών ουκ αποκρύπτεται. 11 φυλάξασθε τοίνυν γογγυσμόν ανωφελή και από καταλαλιάς φείσασθε γλώσσης· ότι φθέγμα λαθραίον κενόν ου πορεύσεται, στόμα δε καταψευδόμενον αναιρεί ψυχήν. 12 μη ζηλούτε θάνατον εν πλάνη ζωής υμών, μηδέ επισπάσθε όλεθρον έργοις χειρών υμών· 13 ότι ο Θεός θάνατον ουκ εποίησεν, ουδέ τέρπεται επ ‘ απωλεία ζώντων. 14 έκτισε γαρ εις το είναι τα πάντα, και σωτήριοι αι γενέσεις του κόσμου, και ουκ έστιν εν αυταίς φάρμακον ολέθρου ούτε άδου βασίλειον επί γης. 15 δικαιοσύνη γαρ αθάνατός εστιν.


 16 Ασεβείς δε ταις χερσί και τοις λόγοις προσεκαλέσαντο αυτόν, φίλον ηγησάμενοι αυτόν ετάκησαν και συνθήκην έθεντο προς αυτόν, ότι άξιοί εισι της εκείνου μερίδος είναι.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΕΙΠΟΝ γαρ εν εαυτοίς λογισάμενοι ουκ ορθώς· ολίγος εστί και λυπηρός ο βίος ημών, και ουκ έστιν ίασις εν τελευτη ανθρώπου, και ουκ εγνώσθη ο αναλύσας εξ άδου. 2 ότι αυτοσχεδίως εγεννήθημεν, και μετά τούτο εσόμεθα ως ουχ υπάρξαντες· ότι καπνός η πνοή εν ρισίν ημών, και ο λόγος σπινθήρ εν κινήσει καρδίας ημών, 3 ου σβεσθέντος τέφρα αποβήσεται το σώμα και το πνεύμα διαχυθήσεται ως χαύνος αήρ. 4 και το όνομα ημών επιλησθήσεται εν χρόνω, και ουθείς μνημονεύσει των έργων ημών· και παρελεύσεται ο βίος ημών ως ίχνη νεφέλης και ως ομίχλη διασκεδασθήσεται διωχθείσα υπό ακτίνων ηλίου και υπό θερμότητος αυτού βαρυνθείσα. 5 σκιάς γαρ πάροδος ο βίος ημών, και ουκ έστιν αναποδισμός της τελευτής ημών, ότι κατεσφραγίσθη, και ουδείς αναστρέφει. 6 δεύτε ουν και απολαύσωμεν των όντων αγαθών και χρησώμεθα τη κτίσει ως εν νεότητι σπουδαίως. 7 οίνου πολυτελούς και μύρων πλησθώμεν, και μη παροδευσάτω ημάς άνθος αέρος. 8 στεψώμεθα ρόδων κάλυξι πριν ή μαρανθήναι. 9 μηδείς ημών άμοιρος έστω της ημετέρας αγερωγίας, πανταχή καταλίπωμεν σύμβολα της ευφροσύνης, ότι αύτη η μερίς ημών και ο κλήρος ούτος. 10 καταδυναστεύσωμεν πένητα δίκαιον, μη φεισώμεθα χήρας, μηδέ πρεσβύτου εντραπώμεν πολιάς πολυχρονίους. 11 έστω δε ημών η ισχύς νόμος της δικαιοσύνης, το γαρ ασθενές άχρηστον ελέγχεται. 12 ενεδρεύσωμεν δε τον δίκαιον, ότι δύσχρηστος ημίν εστι και εναντιούται τοις έργοις ημών και ονειδίζει ημίν αμαρτήματα νόμου και επιφημίζει ημίν αμαρτήματα παιδείας ημών· 13 επαγγέλλεται γνώσιν έχειν Θεού και παίδα Κυρίου εαυτόν ονομάζει· 14 εγένετο ημίν εις έλεγχον εννοιών ημών· βαρύς εστιν ημίν καύ βλεπόμενος, 15 ότι ανόμοιος τοις άλλοις ο βίος αυτού, και εξηλλαγμέναι αι τρίβοι αυτού· 16 εις κίβδηλον ελογίσθημεν αυτω, και απέχεται των οδών ημών ως από ακαθαρσιών· μακαρίζει έσχατα δικαίων και αλαζονεύεται πατέρα Θεόν. 17 ίδωμεν ει οι λόγοι αυτού αληθείς, και πειράσωμεν τα εν εκβάσει αυτού· 18 ει γαρ εστιν ο δίκαιος υιος Θεού, αντιλήψεται αυτού και ρύσεται αυτόν εκ χειρός ανθεστηκότων. 19 ύβρει και βασάνω ετάσωμεν αυτόν, ίνα γνώμεν την επικείκειαν αυτού και δοκιμάσωμεν την ανεξικακίαν αυτού· 20 θανάτω ασχήμονι καταδικάσωμεν αυτόν, έσται γαρ αυτού επισκοπή εκ λόγων αυτού.

 21 Ταύτα ελογίσαντο, και επλανήθησαν· απετύφλωσε γαρ αυτούς η κακία αυτών, 22 και ουκ έγνωσαν μυστήρια Θεού, ουδέ μισθόν ήλπισαν οσιότητος, ουδέ έκριναν γέρας ψυχών αμώμων. 23 ότι ο Θεός έκτισε τον άνθρωπον επ ‘ αφθαρσία και εικόνα της ιδίας ιδιότητος εποίησεν αυτόν· 24 φθόνω δε διαβόλου θάνατος εισήλθεν εις τον κόσμον, 25 πειράζουσι δε αυτόν οι της εκείνου μερίδος όντες.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΔΙΚΑΙΩΝ δε ψυχαί εν χειρί Θεού, και ου μη άψηται αυτών βάσανος. 2 έδοξαν εν οφθαλμοίς αφρόνων τεθνάναι, και ελογίσθη κάκωσις η έξοδος αυτών 3 και η αφ ‘ ημών πορεία σύντριμμα, οι δε εισιν εν ειρήνη. 4 και γαρ εν όψει ανθρώπων εάν κολασθώσιν, η ελπίς αυτών αθανασίας πλήρης· 5 και ολίγα παιδευθέντες μεγάλα ευεργετηθήσονται, ότι ο Θεός επείρασεν αυτούς και εύρεν αυτούς αξίους εαυτού· 6 ως χρυσόν εν χωνευτηρίω εδοκίμασεν αυτούς και ως ολοκάρπωμα θυσίας προσεδέξατο αυτούς. 7 και εν καιρω επισκοπής αυτών αναλάμψουσι και ως σπινθήρες εν καλάμη διαδραμούνται· 8 κρινούσιν έθνη και κρατήσουσι λαών, και βασιλεύσει αυτών Κύριος εις τους αιώνας. 9 οι πεποιθότες επ ‘ αυτω συνήσουσιν αλήθειαν, και οι πιστοί εν αγάπη προσμενούσιν αυτω, ότι χάρις και έλεος εν τοις οσίοις αυτού, και επισκοπή εν τοις εκλεκτοίς αυτού.

 10 Οι δε ασεβείς καθά ελογίσαντο έξουσιν επιτιμίαν, οι αμελήσαντες του δικαίου και του Κυρίου αποστάντες. 11 σοφίαν γαρ και παιδείαν ο εξουθενών ταλαίπωρος, και κενή η ελπίς αυτών, και οι κόποι ανόνητοι και άχρηστα τα έργα αυτών· 12 αι γυναίκες αυτών άφρονες, και πονηρά τα τέκνα αυτών, επικατάρατος η γένεσις αυτών. 13 ότι μακαρία στείρα η αμίαντος, ήτις ουκ έγνω κοίτην εν παραπτώματι, έξει καρπόν εν επισκοπή ψυχών, 14 και ευνούχος ο μη εργασάμενος εν χειρί ανόμημα, μηδέ ενθυμηθείς κατά του Κυρίου πονηρά, δοθήσεται γαρ αυτω της πίστεως χάρις εκλεκτή και κλήρος εν ναω Κυρίου θυμηρέστερος. 15 αγαθών γαρ πόνων καρπός ευκλεής, και αδιάπτωτος η ρίζα της φρονήσεως. 16 τέκνα δε μοιχών ατέλεστα έσται, και εκ παρανόμου κοίτης σπέρμα αφανισθήσεται. 17 εάν τε γαρ μακρόβιοι γένωνται, εις ουθέν λογισθήσονται, και άτιμον επ ‘ εσχάτων το γήρας αυτών· 18 εάν τε οξέως τελευτήσωσιν, ουχ έξουσιν ελπίδα, ουδέ εν ημέρα διαγνώσεως παραμύθιον· 19 γενεάς γαρ αδίκου χαλεπά τα τέλη.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΡΕΙΣΣΩΝ ατεκνία μετά αρετής· αθανασία γαρ εστιν εν μνήμη αυτής, ότι και παρά Θεω γινώσκεται και παρά ανθρώποις· 2 παρούσάν τε μιμούνται αυτήν και ποθούσιν απελθούσαν· και εν τω αιώνι στεφανηφορούσα πομπεύει τον των αμιάντων άθλων αγώνα νικήσασα. 3 πολύγονον δε ασεβών πλήθος ου χρησιμεύσει, και εκ νόθων μοσχευμάτων ου δώσει ρίζαν εις βάθος, ουδέ ασφαλή βάσιν εδράσει· 4 καν γαρ εν κλάδοις προς καιρόν αναθάλη, επισφαλώς βεβηκότα υπό ανέμου σαλευθήσεται και υπό βίας ανέμων εκριζωθήσεται. 5 περικλασθήσονται κλώνες ατέλεστοι, και ο καρπός αυτών άχρηστος, άωρος εις βρώσιν και εις ουθέν επιτήδειος· 6 εκ γαρ ανόμων ύπνων τέκνα γεννώμενα μάρτυρές εισι πονηρίας κατά γονέων εν εξετασμω αυτών.

 7 Δίκαιος δε εάν φθάση τελευτήσαι, εν αναπαύσει έσται· 8 γήρας γαρ τίμιον ου το πολυχρόνιον ουδέ αριθμω ετών μεμέτρηται· 9 πολιά δε εστι φρόνησις ανθρώποις και ηλικία γήρως βίος ακηλίδωτος. 10 ευάρεστος τω Θεω γενόμενος ηγαπήθη και ζων μεταξύ αμαρτωλών μετετέθη· 11 ηρπάγη, μη κακία αλλάξη σύνεσιν αυτού ή δόλος απατήση ψυχήν αυτού· 12 βασκανία γαρ φαυλότητος αμαυροί τα καλά, και ρεμβασμός επιθυμίας μεταλλεύει νουν άκακον. 13 τελειωθείς εν ολίγω επλήρωσε χρόνους μακρούς, 14 αρεστή γαρ ην Κυρίω η ψυχή αυτού· δια τούτο έσπευσεν εκ μέσου πονηρίας. οι δε λαοί ιδόντες και μη νοήσαντες, μηδέ θέντες επί διανοία το τοιούτον, 15 ότι χάρις και έλεος εν τοις εκλεκτοίς αυτού και επισκοπή εν τοις οσίοις αυτού. 16 κατακρινεί δε δίκαιος καμών τους ζώντας ασεβείς και νεότης τελεσθείσα ταχέως πολυετές γήρας αδίκου· 17 όψονται γαρ τελευτήν σοφού και ου νοήσουσι τι εβουλεύσατο περί αυτού και εις τι ησφαλίσατο αυτόν ο Κύριος. 18 όψονται και εξουθενήσουσιν, αυτούς δε ο Κύριος εκγελάσεται 19 και έσονται μετά τούτο εις πτώμα άτιμον και εις ύβριν εν νεκροίς δι ‘ αιώνος, ότι ρήξει αυτούς αφώνους πρηνείς και σαλεύσει αυτούς εκ θεμελίων και έως εσχάτου χερσωθήσονται και έσονται εν οδύνη, και η μνήμη αυτών απολείται. 20 ελεύσονται εν συλλογισμω αμαρτημάτων αυτών δειλοί, και ελέγξει αυτούς εξεναντίας τα ανομήματα αυτών.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΤΟΤΕ στήσεται εν παρρησία πολλή ο δίκαιος κατά πρόσωπον των θλιψάντων αυτόν και των αθετούντων τους πόνους αυτού. 2 ιδόντες ταραχθήσονται φόβω δεινω και εκστήσονται επί τω παραδόξω της σωτηρίας. 3 ερούσιν εν εαυτοίς μετανοούντες και δια στενοχωρίαν πνεύματος στενάξονται και ερούσιν· 4 ούτος ην ον έσχομέν ποτε εις γέλωτα και εις παραβολήν ονειδισμού οι άφρονες· τον βίον αυτού ελογισάμεθα μανίαν και την τελευτήν αυτού άτιμον. 5 Πως κατελογίσθη εν υιοίς Θεού και εν αγίοις ο κλήρος αυτού εστιν; 6 άρα επλανήθημεν από οδού αληθείας, και το της δικαιοσύνης φως ουκ έλαμψεν ημίν, και ο ήλιος ουκ ανέτειλεν ημίν· 7 ανομίας ενεπλήσθημεν τρίβοις και απωλείας και διωδεύσαμεν ερήμους αβάτους, την δε οδόν Κυρίου ουκ έγνωμεν. 8 τι ωφέλησεν ημάς η υπερηφανία; και τι πλούτος μετά αλαζονίας συμβέβληται ημίν; 9 παρήλθεν εκείναι πάντα ως σκιά και ως αγγελία παρατρέχουσα· 10 ως ναύς διερχομένη κυμαινόμενον ύδωρ, ης διαβάσης ουκ έστιν ίχνος ευρείν, ουδέ ατραπόν τρόπιος αυτής εν κύμασιν· 11 ή ως ορνέου διαπτάντος αέρα ουθέν ευρίσκεται τεκμήριον πορείας, πληγή δε ταρσών μαστιζόμενον πνεύμα κούφον και σχιζόμενον βία ροίζου, κινουμένων πτερύγων διωδεύθη, και μετά τούτο ουχ ευρέθη σημείον επιβάσεως εν αυτω· 12 ή ως βέλους βληθέντος επί σκοπόν, τμηθείς ο αήρ ευθέως εις εαυτόν ανελύθη ως αγνοήσαι την δίοδον αυτού. 13 ούτως και ημείς γεννηθέντες εξελίπομεν και αρετής μεν σημείον ουδέν έσχομεν δείξαι, εν δε τη κακία ημών κατεδαπανήθημεν. 14 ότι ελπίς ασεβούς ως φερόμενος χνούς υπό ανέμου και ως πάχνη υπό λαίλαπος διωχθείσα λεπτή και ως καπνός υπό ανέμου διεχύθη και ως μνεία καταλύτου μονοημέρου παρώδευσε.

 15 Δίκαιοι δε εις τον αιώνα ζώσι, και εν Κυρίω ο μισθός αυτών, και η φροντίς αυτών παρά Υψίστω. 16 δια τούτο λήψονται το βασίλειον της ευπρεπείας και το διάδημα του κάλλους εκ χειρός Κυρίου, ότι τη δεξιά σκεπάσει αυτούς και τω βραχίονι υπερασπιεί αυτών. 17 λήψεται πανοπλίαν τον ζήλον αυτού και οπλοποιήσει την κτίσιν εις άμυναν εχθρών· 18 ενδύσεται θώρακα δικαιοσύνην και περιθήσεται κόρυθα κρίσιν ανυπόκριτον· 19 λήψεται ασπίδα ακαταμάχητον οσιότητα, 20 οξυνεί δε απότομον οργήν εις ρομφαίαν, συνεκπολεμήσει δε αυτω ο κόσμος επί τους παράφρονας. 21 πορεύσονται εύστοχοι βολίδες αστραπών και ως από ευκύκλου τόξου των νεφών επί σκοπόν αλούνται, 22 και εκ πετροβόλου θυμού πλήρεις ριφήσονται χάλαζαι. αγανακτήσει κατ ‘ αυτών ύδωρ θαλάσσης, ποταμοί δε συγκλύσουσιν αποτόμως. 23 αντιστήσεται αυτοίς πνεύμα δυνάμεως και ως λαίλαψ εκλικμήσει αυτούς. και ερημώσει πάσαν την γην ανομία, και η κακοπραγία περιτρέψει θρόνους δυναστών.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΑΚΟΥΣΑΤΕ ουν, βασιλείς, και σύνετε· μάθετε, δικασταί περάτων γης. 2 ενωτίσασθε οι κρατούντες πλήθους και γεγαυρωμένοι επί όχλοις εθνών· 3 ότι εδόθη παρά του Κυρίου η κράτησις υμίν και η δυναστεία παρά Υψίστου, ος εξετάσει υμών τα έργα και τας βουλάς διερευνήσει· 4 ότι υπηρέται όντες της αυτού βασιλείας ουκ εκρίνατε ορθώς, ουδέ εφυλάξατε νόμον, ουδέ κατά την βουλήν του Θεού επορεύθητε. 5 φρικτώς και ταχέως επιστήσεται υμίν, ότι κρίσις απότομος εν τοις υπερέχουσι γίνεται. 6 ο γαρ ελάχιστος συγγνωστός εστιν ελέους, δυνατοί δε δυνατώς ετασθήσονται· 7 ου γαρ υποστελείται πρόσωπον ο πάντων δεσπότης, ουδέ εντραπήσεται μέγεθος, ότι μικρόν και μέγαν αυτός εποίησεν ομοίως τε προνοεί περί πάντων· 8 τοις δε κραταιοίς ισχυρά εφίσταται έρευνα. 9 προς υμάς ουν, ω τύραννοι, οι λόγοι μου, ίνα μάθητε σοφίαν και μη παραπέσητε· 10 οι γαρ φυλάξαντες οσίως τα όσια οσιωθήσονται, και οι διδαχθέντες αυτά ευρήσουσιν απολογίαν. 11 επιθυμήσατε ουν των λόγων μου, ποθήσατε και παιδευθήσεσθε.

 12 Λαμπρά και αμάραντός εστιν η σοφία και ευχερώς θεωρείται υπό των αγαπώντων αυτήν και ευρίσκεται υπό των ζητούντων αυτήν, 13 φθάνει τους επιθυμούντας προγνωσθήναι. 14 ο ορθρίσας προς αυτήν ου κοπιάσει, πάρεδρον γαρ ευρήσει των πυλών αυτού. 15 το γαρ ενθυμηθήναι περί αυτής φρονήσεως τελειότης, και ο αγρυπνήσας δι ‘ αυτήν ταχέως αμέριμνος έσται· 16 ότι τους αξίους αυτής αύτη περιέρχεται ζητούσα και εν ταις τρίβοις φαντάζεται αυτοίς ευμενώς και εν πάση επινοία υπαντά αυτοίς. 17 αρχή γαρ αυτής η αληθεστάτη παιδείας επιθυμία, φροντίς δε παιδείας αγάπη, 18 αγάπη δε τήρησις νόμων αυτής, προσοχή δε νόμων βεβαίωσις αφθαρσίας, 19 αφθαρσία δε εγγύς είναι ποιεί Θεού. 20 επιθυμία άρα σοφίας ανάγει επί βασιλείαν. 21 ει ουν ήδεσθε επί θρόνοις και σκήπτροις, τύραννοι λαών, τιμήσατε σοφίαν, ίνα εις τον αιώνα βασιλεύσητε. 22 τι δε εστι σοφία και Πως εγένετο, απαγγελώ και ουκ αποκρύψω υμίν μυστήρια, αλλά απ ‘ αρχής γενέσεως εξιχνιάσω και θήσω εις το εμφανές την γνώσιν αυτής και ου μη παροδεύσω την αλήθειαν. 23 ούτε μην φθόνω τετηκότι συνοδεύσω, ότι ούτος ου κοινωνήσει σοφία. 24 πλήθος δε σοφών σωτηρία κόσμου, και βασιλεύς φρόνιμος ευστάθεια δήμου. 25 ωστε παιδεύσθε τοις ρήμασί μου, και ωφεληθήσεσθε.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΕΙΜΙ μεν καγώ θνητός άνθρωπος ίσος άπασι και γηγενούς απόγονος πρωτοπλάστου· και εν κοιλία μητρός εγλύφην σάρξ 2 δεκαμηνιαίω χρόνω παγείς εν αίματι εκ σπέρματος ανδρός και ηδονής ύπνω συνελθούσης. 3 και εγώ δε γενόμενος έσπασα τον κοινόν αέρα και επί την ομοιοπαθή κατέπεσον γην, πρώτην φωνήν την ομοίαν πάσιν ίσα κλαίων· 4 εν σπαργάνοις ανετράφην και εν φροντίσιν· 5 ουδείς γαρ βασιλεύς ετέραν έσχε γενέσεως αρχήν, 6 μία δε πάντων είσοδος εις τον βίον, έξοδός τε ίση. 7 δια τούτο ηυξάμην, και φρόνησις εδόθη μοι· επεκαλεσάμην, και ήλθέ μοι πνεύμα σοφίας. 8 προέκρινα αυτήν σκήπτρων και θρόνων και πλούτον ουδέν ηγησάμην εν συγκρίσει αυτής· 9 ουδέ ωμοίωσα αυτη λίθον ατίμητον, ότι ο πας χρυσός εν όψει αυτής ψάμμος ολίγη, και ως πηλός λογισθήσεται άργυρος εναντίον αυτής. 10 υπέρ υγίειαν και ευμορφίαν ηγάπησα αυτήν και προειλόμην αυτήν αντί φωτός έχειν, ότι ακοίμητον το εκ ταύτης φέγγος. 11 ήλθε δε μοι τα αγαθά ομού πάντα μετ ‘ αυτής και αναρίθμητος πλούτος εν χερσίν αυτής. 12 ευφράνθην δε επί πάσιν, ότι αυτών ηγείται σοφία, ηγνόουν δε αυτήν γενέτιν είναι τούτων. 13 αδόλως τε έμαθον αφθόνως τε μεταδίδωμι, τον πλούτον αυτής ουκ αποκρύπτομαι· 14 ανεκλιπής γαρ θησαυρός εστιν ανθρώποις, ον οι χρησάμενοι προς Θεόν εστείλαντο φιλίαν δια τας εκ παιδείας δωρεάς συσταθέντες.

 15 Εμοί δε δώη ο Θεός ειπείν κατά γνώμην και ενθυμηθήναι αξίως των δεδομένων, ότι αυτός και της σοφίας οδηγός εστι και των σοφών διορθωτής. 16 εν γαρ χειρί αυτού και ημείς και οι λόγοι ημών πάσά τε φρόνησις και εργατειών επιστήμη. 17 αυτός γαρ μοι έδωκε των όντων γνώσιν αψευδή ειδέναι σύστασιν κόσμου και ενέργειαν στοιχείων, 18 αρχήν και τέλος και μεσότητα χρόνων, τροπών αλλαγάς και μεταβολάς καιρών, 19 ενιαυτών κύκλους και αστέρων θέσεις, 20 φύσεις ζώων και θυμούς θηρίων, πνευμάτων βίας και διαλογισμούς ανθρώπων, διαφοράς φυτών και δυνάμεις ριζών, 21 όσα τέ εστι κρυπτά και εμφανή έγνων· η γαρ πάντων τεχνίτις εδίδαξέ με σοφία.

 22 Έστι γαρ εν αυτη πνεύμα νοερόν, άγιον, μονογενές, πολυμερές, λεπτόν, ευκίνητον, τρανόν, αμόλυντον, σαφές, απήμαντον, φιλάγαθον, οξύ, ακώλυτον, ευεργετικόν, 23 φιλάνθρωπον, βέβαιον, ασφαλές, αμέριμνον, παντοδύναμον, πανεπίσκοπον και δια πάντων χωρούν πνευμάτων νοερών καθαρών λεπτοτάτων. 24 πάσης γαρ κινήσεως κινητικώτερον σοφία, διήκει δε και χωρεί δια πάντων δια την καθαρότητα· 25 ατμίς γαρ εστι της του Θεού δυνάμεως και απόρροια της του Παντοκράτορος δόξης ειλικρινής· δια τούτο ουδέν μεμιαμμένον εις αυτήν παρεμπίπτει. 26 απαύγασμα γαρ εστι φωτός αϊδίου και έσοπτρον ακηλίδωτον της του Θεού ενεργείας και εικών της αγαθότητος αυτού. 27 μία δε ούσα πάντα δύναται και μένουσα εν αυτη τα πάντα καινίζει και κατά γενεάς εις ψυχάς οσίας μεταβαίνουσα φίλους Θεού και προφήτας κατασκευάζει· 28 ουθέν γαρ αγαπά ο Θεός ει μη τον σοφία συνοικούντα. 29 έστι γαρ αύτη ευπρεπεστέρα ηλίου και υπέρ πάσαν άστρων θέσιν, φωτί συγκρινομένη, ευρίσκεται προτέρα· 30 τούτο μεν γαρ διαδέχεται νύξ, σοφίας δε ου κατισχύει κακία.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΔΙΑΤΕΙΝΕΙ δε από πέρατος εις πέρας ευρώστως και διοικεί τα πάντα χρηστώς.

 2 Ταύτην εφίλησα και εξεζήτησα εκ νεότητός μου και εζήτησα νύμφην αγαγέσθαι εμαυτω και εραστής εγενόμην του κάλλους αυτής. 3 ευγένειαν δοξάζει συμβίωσιν Θεού έχουσα, και ο πάντων δεσπότης ηγάπησεν αυτήν· 4 μύστις γαρ εστι της του Θεού επιστήμης και αιρετίς των έργων αυτού. 5 ει δε πλούτός εστιν επιθυμητόν κτήμα εν βίω, τι σοφίας πλουσιώτερον της τα πάντα εργαζομένης; 6 ει δε φρόνησις εργάζεται, τις αυτής των όντων μάλλόν εστι τεχνίτις; 7 και ει δικαιοσύνην αγαπά τις, οι πόνοι ταύτης εισίν αρεταί· σωφροσύνην γαρ και φρόνησιν εκδιδάσκει, δικαιοσύνην και ανδρείαν, ων χρησιμώτερον ουδέν εστιν εν βίω ανθρώποις. 8 ει δε και πολυπειρίαν ποθεί τις, οίδε τα αρχαία και τα μέλλοντα εικάζειν, επίσταται στροφάς λόγων και λύσεις αινιγμάτων, σημεία και τέρατα προγινώσκει και εκβάσεις καιρών και χρόνων. 9 έκρινα τοίνυν ταύτην αγαγέσθαι προς συμβίωσιν, ειδώς ότι έσται μοι σύμβουλος αγαθών και παραίνεσις φροντίδων και λύπης. 10 έξω δι ‘ αυτήν δόξαν εν όχλοις και τιμήν παρά πρεσβυτέροις ο νέος· 11 οξύς ευρεθήσομαι εν κρίσει και εν όψει δυναστών θαυμασθήσομαι· 12 σιγώντά με περιμενούσι και φθεγγομένω προσέξουσι και λαλούντος επί πλείον χείρα επιθήσουσιν επί στόμα αυτών. 13 έξω δι ‘ αυτήν αθανασίαν και μνήμην αιώνιον τοις μετ ‘ εμέ απολείψω. 14 διοικήσω λαούς, και έθνη υποταγήσεταί μοι· 15 φοβηθήσονταί με ακούσαντες τύραννοι φρικτοί, εν πλήθει φανούμαι αγαθός και εν πολέμω ανδρείος. 16 εισελθών εις τον οίκόν μου προσαναπαύσομαι αυτη· ου γαρ έχει πικρίαν η συναναστροφή αυτής, ουδέ οδύνην η συμβίωσις αυτής, αλλά ευφροσύνην και χαράν. 17 ταύτα λογισάμενος εν εμαυτω και φροντίσας εν καρδία μου ότι εστιν αθανασία εν συγγενεία σοφίας 18 και εν φιλία αυτής τέρψις αγαθή και εν πόνοις χειρών αυτής πλούτος ανεκλιπής και εν συγγυμνασία ομιλίας αυτής φρόνησις και εύκλεια εν κοινωνία λόγων αυτής, περιήειν ζητών όπως λάβω αυτήν εις εμαυτόν. 19 παις δε ήμην ευφυής ψυχής τε έλαχον αγαθής, 20 μάλλον δε αγαθός ων ήλθον εις σώμα αμίαντον. 21 γνούς δε ότι ουκ άλλως έσομαι εγκρατής, εάν μη ο Θεός δω -και τούτο δ ‘ ην φρονήσεως το ειδέναι τίνος η χάρις- ενέτυχον τω Κυρίω και εδεήθην αυτού και είπον εξ όλης της καρδίας μου.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΘΕΕ πατέρων και Κύριε του ελέους ο ποιήσας τα πάντα εν λόγω σου 2 και τη σοφία σου κατεσκεύσασας άνθρωπον, ίνα δεσπόζη των υπό σου γενομένων κτισμάτων 3 και διέπη τον κόσμον εν οσιότητι και δικαιοσύνη και εν ευθύτητι ψυχής κρίσιν κρίνη, 4 δος μοι την των σών θρόνων πάρεδρον σοφίαν και μη με αποδοκιμάσης εκ παίδων σου. 5 ότι εγώ δούλος σός και υιος της παιδίσκης σου, άνθρωπος ασθενής και ολιγοχρόνιος και ελάσσων εν συνέσει κρίσεως και νόμων· 6 καν γαρ τις ή τέλειος εν υιοίς ανθρώπων, της από σου σοφίας απούσης, εις ουδέν λογισθήσεται. 7 συ με προείλω βασιλέα λαού σου και δικαστήν υιών σου και θυγατέρων· 8 είπας οικοδομήσαι ναόν εν όρει αγίω σου και εν πόλει κατασκηνώσεώς σου θυσιαστήριον, μίμημα σκηνής αγίας, ην προητοίμασας απ ‘ αρχής. 9 και μετά σου η σοφία η ειδυία τα έργα σου και παρούσα, ότε εποίεις τον κόσμον, και επισταμένη τι αρεστόν εν οφθαλμοίς σου και τι ευθές εν εντολαίς σου. 10 εξαπόστειλον αυτήν εξ αγίων ουρανών και από θρόνου δόξης σου πέμψον αυτήν, ίνα συμπαρούσά μοι κοπιάση και γνώ τι ευάρεστόν εστι παρά σοί. 11 οίδε γαρ εκείνη πάντα και συνίει και οδηγήσει με εν ταις πράξεσί μου σωφρόνως και φυλάξει με εν τη δόξη αυτής· 12 και έσται προσδεκτά τα έργα μου, και διακρινώ τον λαόν σου δικαίως και έσομαι άξιος θρόνων πατρός μου. 13 τις γαρ άνθρωπος γνώσεται βουλήν Θεού; ή τις ενθυμηθήσεται τι θέλει ο Κύριος; 14 λογισμοί γαρ θνητών δειλοί, και επισφαλείς αι επίνοιαι ημών. 15 φθαρτόν γαρ σώμα βαρύνει ψυχήν, και βρίθει το γεώδες σκήνος νουν πολυφρόντιδα. 16 και μόλις εικάζομεν τα επί γης και τα εν χερσίν ευρίσκομεν μετά πόνου· τα δε εν ουρανοίς τις εξιχνίασε; 17 βουλήν δε σου τις έγων, ει μη συ έδωκας σοφίαν και έπεμψας το άγιόν σου πνεύμα από υψίστων; 18 και ούτως διωρθώθησαν αι τρίβοι των επί γης, και τα αρεστά σου εδιδάχθησαν άνθρωποι, 19 και τη σοφία εσώθησαν.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΑΥΤΗ πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξε και εξείλατο αυτόν εκ παραπτώματος ιδίου 2 έδωκέ τε αυτω ισχύν κρατήσαι απάντων. 3 αποστάς δε απ ‘ αυτής άδικος εν οργή αυτού, αδελφοκτόνοις συναπώλετο θυμοίς· 4 δι ‘ ον κατακλυζομένην γην πάλιν διέσωσε σοφία, δι ‘ ευτελούς ξύλου τον δίκαιον κυβερνήσασα. 5 αύτη και εν ομονοία πονηρίας εθνών συγχυθέντων έγνω τον δίκαιον και ετήρησεν αυτόν άμεμπτον Θεω και επί τέκνου σπλάγχνοις ισχυρόν εφύλαξεν. 6 αύτη δίκαιον εξαπολλυμένων ασεβών ερρύσατο φυγόντα πυρ καταβάσιον Πενταπόλεως· 7 ης έτι μαρτύριον της πονηρίας καπνιζομένη καθέστηκε χέρσος, και ατελέσιν ωραις καρποφορούντα φυτά, απιστούσης ψυχής μνημείον εστηκυία στήλη αλός. 8 σοφίαν γαρ παροδεύσαντες ου μόνον εβλάβησαν του μη γνώναι τα καλά, αλλά και της αφροσύνης απέλιπον τω βίω μνημόσυνον, ίνα εν οίς εσφάλησαν μηδέ λαθείν δυνηθώσι. 9 σοφία δε τους θεραπεύσαντας αυτήν εκ πόνων ερρύσατο. 10 αύτη φυγάδα οργής αδελφού δίκαιον ωδήγησεν εν τρίβοις ευθείαις· έδειξεν αυτω βασιλείαν Θεού και έδωκεν αυτω γνώσιν αγίων· ευπόρησεν αυτόν εν μόχθοις και επλήθυνε τους πόνους αυτού· 11 εν πλεονεξία κατισχυόντων αυτόν παρέστη και επλούτισεν αυτόν· 12 διεφύλαξεν αυτόν από εχθρών, και από ενεδρευόντων ησφαλίσατο και αγώνα ισχυρόν εβράβευσεν αυτω, ίνα γνω, ότι παντός δυνατωτέρα εστίν ευσέβεια. 13 αύτη πραθέντα δίκαιον ουκ εγκατέλιπεν, αλλά εξ αμαρτίας ερρύσατο αυτόν· 14 συγκατέβη αυτω εις λάκκον και εν δεσμοίς ουκ αφήκεν αυτόν, έως ήνεγκεν αυτω σκήπτρα βασιλείας και εξουσίαν τυραννούντων αυτού· ψευδείς τε έδειξε τους μωμησαμένους αυτόν και έδωκεν αυτω δόξαν αιώνιον. 15 αύτη λαόν όσιον και σπέρμα άμεμπτον ερρύσατο εξ έθνους θλιβόντων· 16 εισήλθεν εις ψυχήν θεράποντος Κυρίου και αντέστη βασιλεύσι φοβεροίς εν τέρασι και σημείοις. 17 απέδωκεν οσίοις μισθόν κόπων αυτών, ωδήγησεν αυτούς εν οδω θαυμαστη και εγένετο αυτοίς εις σκέπην ημέρας και εις φλόγα άστρων την νύκτα. 18 διεβίβασεν αυτούς θάλασσαν ερυθράν και διήγαγεν αυτούς δι ‘ ύδατος πολλού· 19 τους δε εχθρούς αυτών κατέκλυσε και εκ βάθους αβύσσου ανέβρασεν αυτούς. 20 δια τούτο δίκαιοι εσκύλευσαν ασεβείς και ύμνησαν, Κύριε, το όνομα το άγιόν σου, την τε υπέρμαχόν σου χείρα ήνεσαν ομοθυμαδόν· 21 ότι η σοφία ήνοιξε στόμα κωφών και γλώσσας νηπίων έθηκε τρανάς.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΕΥΩΔΩΣΕ τα έργα αυτών εν χειρί προφήτου αγίου. 2 διώδευσαν έρημον αοίκητον και εν αβάτοις έπηξαν σκηνάς· 3 αντέστησαν πολεμίοις και ημύναντο εχθρούς. 4 εδίψησαν και επεκαλέσαντό σε, και εδόθη αυτοίς εκ πέτρας ακροτόμου ύδωρ και ίαμα δίψης εκ λίθου σκληρού. 5 δι ‘ ων γαρ εκολάσθησαν οι εχθροί αυτών, δια τούτων αυτοί απορούντες ευεργετήθησαν. 6 αντί μεν πηγής αεννάου ποταμού αίματι λυθρώδει ταραχθέντος 7 εις έλεγχον νηπιοκτόνου διατάγματος, έδωκας αυτοίς δαψιλές ύδωρ ανελπίστως, 8 δείξας δια του τότε δίψους Πως τους υπεναντίους εκόλασας. 9 ότε γαρ επειράσθησαν, και περ εν ελέει παιδευόμενοι, έγνωσαν Πως εν οργή κρινόμενοι ασεβείς εβασανίζοντο· 10 τούτους μεν γαρ ως πατήρ νουθετών εδοκίμασας, εκείνους δε ως απότομος βασιλεύς καταδικάζων εξήτασας. 11 και απόντες δε και παρόντες ομοίως ετρύχοντο· 12 διπλή γαρ αυτούς έλαβε λύπη· και στεναγμός μνημών των παρελθόντων. 13 ότε γαρ ήκουσαν δια των ιδίων κολάσεων ευεργετουμένους αυτούς, ήσθοντο του Κυρίου· 14 ον γαρ εν εκθέσει πάλαι ριφέντα απείπον χλευάζοντες, επί τέλει των εκβάσεων εθαύμασαν, ουχ όμοια δικαίοις διψήσαντες. 15 αντί δε λογισμών ασυνέτων αδικίας αυτών, εν οίς πλανηθέντες εθρήσκευον άλογα ερπετά και κνώδαλα ευτελή, επαπέστειλας αυτοίς πλήθος αλόγων ζώων εις εκδίκησιν, 16 ίνα γνώσιν ότι δι ‘ ων τις αμαρτάνει, δια τούτων κολάζεται. 17 ου γαρ ηπόρει η παντοδύναμός σου χείρ και κτίσασα τον κόσμον εξ αμόρφου ύλης επιπέμψαι αυτοίς πλήθος άρκων ή θρασείς λέοντας 18 ή νεοκτίστους θυμού πλήρεις θήρας αγνώστους ήτοι πυρπνόον φυσώντας άσθμα ή βρόμους λικμωμένους καπνού ή δεινούς απ ‘ ομμάτων σπινθήρας αστράπτοντας, 19 ων ου μόνον η βλάβη ηδύνατο συνεκτρίψαι αυτούς, αλλά και η όψις εκφοβήσασα διολέσαι. 20 και χωρίς δε τούτων, ενί πνεύματι πεσείν εδύναντο υπό της δίκης διωχθέντες και λικμηθέντες υπό πνεύματος δυνάμεώς σου· αλλά πάντα μέτρω και αριθμω και σταθμω διέταξας. 21 το γαρ μεγάλως ισχύειν πάρεστί σοι πάντοτε, και κράτει βραχίονός σου τις αντιστήσεται; 22 ότι ως ροπή εκ πλαστίγγων όλος ο κόσμος εναντίον σου και ως ρανίς δρόσου ορθρινή κατελθούσα επί γην. 23 ελεείς δε πάντας, ότι πάντα δύνασαι, και παροράς αμαρτήματα ανθρώπων εις μετάνοιαν. 24 αγαπάς γαρ τα όντα πάντα και ουδέν βδελύσση, ων εποίησας· ουδέ γαρ αν μισών τι κατεσκεύασας. 25 Πως δε έμεινεν αν τι, ει μη συ ηθέλησας ή το μη κληθέν υπό σου διετηρήθη; 26 φείδη δε πάντων, ότι σά εστι, δέσποτα φιλόψυχε.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΤΟ γαρ άφθαρτόν σου πνεύμά εστιν εν πάσι. 2 διό τους παραπίπτοντας κατ ‘ ολίγον ελέγχεις και εν οίς αμαρτάνουσιν υπομιμνήσκων νουθετείς, ίνα απαλλαγέντες της κακίας πιστεύσωσιν επί σε, Κύριε. 3 και γαρ τους παλαιούς οικήτορας της αγίας σου γης μισήσας 4 επί τω έχθιστα πράσσειν έργα φαρμακειών και τελετάς ανοσίους 5 τέκνων τε φονέας ανελεήμονας και σπλαγχνοφάγων ανθρωπίνων σαρκών θοίναν και αίματος, εκ μέσου μύστας θιάσου 6 και αυθέντας γονείς ψυχών αβοηθήτων, εβουλήθης απολέσαι δια χειρών πατέρων ημών, 7 ίνα αξίαν αποικίαν δέξηται Θεού παίδων η παρά σοί πασών τιμιωτάτη γη. 8 αλλά και τούτων ως ανθρώπων εφείσω απέστειλάς τε προδρόμους του στρατοπέδου σου σφήκας, ίνα αυτούς κατά βραχύ εξολοθρεύσωσιν. 9 ουκ αδυνατών εν παρατάξει ασεβείς δικαίοις υποχειρίους δούναι ή θηρίοις δεινοίς ή λόγω αποτόμω υφ ‘ εν εκτρίψαι, 10 κρίνων δε κατά βραχύ εδίδους τόπον μετανοίας, ουκ αγνοών ότι πονηρά η γένεσις αυτών και έμφυτος η κακία αυτών και ότι ου μη αλλαγή ο λογισμός αυτών εις τον αιώνα. 11 σπέρμα γαρ ην κατηραμένον απ ‘ αρχής, ουδέ ευλαβούμενός τινα εφ ‘ οίς ημάρτανον άδειαν εδίδους. 12 τις γαρ ερεί· τι εποίησας; ή τις αντιστήσεται τω κρίματί σου; τις δε εγκαλέσει σοι κατά εθνών απολωλότων, α συ εποίησας; ή τις εις κατάστασίν σοι ελεύσεται έκδικος κατά αδίκων ανθρώπων; 13 ούτε γαρ Θεός εστι πλήν σου, ω μέλει περί πάντων, ίνα δείξης ότι ουκ αδίκως έκρινας, 14 ούτε βασιλεύς ή τύραννος αντοφθαλμήσαι δυνήσεταί σοι περί ων εκόλασας. 15 δίκαιος δε ων δικαίως τα πάντα διέπεις, αυτόν τον μη οφείλοντα κολασθήναι καταδικάσαι αλλότριον ηγούμενος της σής δυνάμεως. 16 η γαρ ισχύς σου δικαιοσύνης αρχή, και το πάντων σε δεσπόζειν πάντων φείδεσθαι ποιεί. 17 ισχύν γαρ ενδείκνυσαι απιστούμενος επί δυνάμεως τελειότητι και εν τοις ειδόσι το θράσος εξελέγχεις. 18 συ δε δεσπόζων ισχύος εν επιεικεία κρίνεις και μετά πολλής φειδούς διοικείς ημάς· πάρεστι γαρ σοι, όταν θέλης, το δύνασθαι.

 19 Εδίδαξας δε σου τον λαόν δια των τοιούτων έργων, ότι δεί τον δίκαιον είναι φιλάνθρωπον· και ευέλπιδας εποίησας τους υιούς σου ότι δίδως επί αμαρτήμασι μετάνοιαν. 20 ει γαρ εχθρούς παίδων σου και οφειλομένους θανάτω μετά τοσαύτης ετιμώρησας προσοχής και διέσεως, δούς χρόνους και τόπον, δι ‘ ων απαλλαγώσι της κακίας, 21 μετά πόσης ακριβείας έκρινας τους υιούς σου, ων τοις πατράσιν όρκους και συνθήκας έδωκας αγαθών υποσχέσεων;

 22 Ημάς ουν παιδεύων τους εχθρούς ημών εν μυριότητι μαστιγοίς, ίνα σου την αγαθότητα μεριμνώμεν κρίνοντες, κρινόμενοι δε προσδοκώμεν έλεος. 23 όθεν και τους εν αφροσύνη ζωής βιώσαντας αδίκους δια των ιδίων εβασάνισας βδελυγμάτων· 24 και γαρ των πλάνης οδών μακρότερον επλανήθησαν, θεούς υπολαμβάνοντες τα και εν ζώοις των εχθρών άτιμα, νηπίων δίκην αφρόνων ψευσθέντες. 25 δια τούτο ως παισίν αλογίστοις την κρίσιν εις εμπαιγμόν έπεμψας. 26 οι δε παιγνίοις επιτιμήσεως μη νουθετηθέντες αξίαν Θεού κρίσιν πειράσουσιν. 27 εφ ‘ οίς γαρ αυτοί πάσχοντες ηγανάκτουν, επί τούτοις, ους εδόκουν θεούς, εν αυτοίς κολαζόμενοι, ιδόντες ον πάλαι ηρνούντο ειδέναι Θεόν επέγνωσαν αληθή· διό και το τέρμα της καταδίκης επ ‘ αυτούς επήλθεν.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΜΑΤΑΙΟΙ μεν γαρ πάντες άνθρωποι φύσει, οίς παρήν Θεού αγνωσία και εκ των ορωμένων αγαθών ουκ ίσχυσαν ειδέναι τον όντα ούτε τοις έργοις προσχόντες επέγνωσαν τον τεχνίτην· 2 αλλ ‘ ή πυρ ή πνεύμα ή ταχινόν αέρα ή κύκλον άστρων ή βίαιον ύδωρ ή φωστήρας ουρανού πρυτάνεις κόσμου θεούς ενόμισαν. 3 ων ει μεν τη καλλονή τερπόμενοι ταύτα θεούς υπελάμβανον, γνώτωσαν πόσω τούτων ο δεσπότης εστί βελτίων, ο γαρ του κάλλους γενεσιάρχης έκτισεν αυτά· 4 ει δε δύναμιν και ενέργειαν εκπλαγέντες νοησάτωσαν απ ‘ αυτών πόσω ο κατασκευάσας αυτά δυνατώτερός εστιν· 5 εκ γαρ μεγέθους καλλονής κτισμάτων αναλόγως ο γενεσιουργός αυτών θεωρείται. 6 αλλ ‘ όμως επί τούτοις έστι μέμψις ολίγη, και γαρ αυτοί τάχα πλανώνται Θεόν ζητούντες και θέλοντες ευρείν· 7 εν γαρ τοις έργοις αυτού αναστρεφόμενοι διερευνώσι και πείθονται τη όψει, ότι καλά τα βλεπόμενα. 8 πάλιν δε ουδ ‘ αυτοί συγγνωστοί· 9 ει γαρ τοσούτον ίσχυσαν ειδέναι, ίνα δύνωνται στοχάσασθαι τον αιώνα, τον τούτων δεσπότην Πως τάχιον ουχ εύρον;

 10 Ταλαίπωροι δε και εν νεκροίς αι ελπίδες αυτών, οίτινες εκάλεσαν θεούς έργα χειρών ανθρώπων, χρυσόν και άργυρον τέχνης εμμελέτημα και απεικάσματα ζώων ή λίθον άχρηστον χειρός έργον αρχαίας. 11 ει δε και τις υλοτόμος τέκνων ευκίνητον φυτόν εκπρίσας περιέξυσεν ευμαθώς πάντα τον φλοιόν αυτού και τεχνησάμενος ευπρεπώς κατεσκεύασε χρήσιμον σκεύος εις υπηρεσίαν ζωής, 12 τα δε αποβλήματα της εργασίας εις ετοιμασίαν τροφής αναλώσας ενεπλήσθη· 13 το δε εξ αυτών απόβλημα εις ουθέν εύχρηστον, ξύλον σκολιόν και όζοις συμπεφηκός, λαβών έγλυψεν εν επιμελεία αργίας αυτού και εμπειρία συνέσεως ετύπωσεν αυτό, απείκασεν αυτό εικόνι ανθρώπου 14 ή ζώω τινί ευτελεί ωμοίωσεν αυτό, καταχρίσας μίλτω και φύκει ερυθήνας χρόαν αυτού, και πάσαν κηλίδα την εν αυτω καταχρίσας 15 και ποιήσας αυτω αυτού άξιον οίκημα, εν τοίχω έθηκεν αυτό ασφαλισάμενος σιδήρω. 16 ίνα μεν ουν μη καταπέση, προενόησεν αυτού ειδώς ότι αδυνατεί εαυτω βοηθήσαι· και γαρ εστιν εικών και χρείαν έχει βοηθείας. 17 περί δε κτημάτων και γάμων αυτού και τέκνων προσευχόμενος, ουκ αισχύνεται τω αψύχω προσλαλών και περί μεν υγιείας το ασθενές επικαλείται, 18 περί δε ζωής τον νεκρόν αξιοί, περί δε επικουρίας το απειρότατον ικετεύει, περί δε οδοιπορίας το μηδέ βάσει χρήσθαι δυνάμενον, 19 περί δε πορισμού και εργασίας και χειρών επιτυχίας το αδρανέστατον ταις χερσίν ευδράνειαν αιτείται.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 Πλούν τις πάλιν στελλόμενος και άγρια μέλλων διοδεύειν κύματα, του φέροντος αυτόν πλοίου σαθρότερον ξύλον επιβοάται. 2 εκείνο μεν γαρ όρεξις πορισμών επενόησε, τεχνίτις δε σοφία κατεσκεύασεν· 3 η δε σή, πάτερ, διακυβερνά πρόνοια, ότι έδωκας και εν θαλάσση οδόν και εν κύμασι τρίβον ασφαλή, 4 δεικνύς ότι δύνασαι εκ παντός σώζειν, ίνα καν άνευ τέχνης τις επιβή. 5 θέλεις δε μη αργά είναι τα της σοφίας σου έργα, δια τούτο και ελαχίστω ξύλω πιστεύουσιν άνθρωποι ψυχάς και διελθόντες κλύδωνα σχεδία διεσώθησαν. 6 και αρχής γαρ απολλυμένων υπερηφάνων γιγάντων, η ελπίς του κόσμου επί σχεδίας καταφυγούσα απέλιπεν αιώνι σπέρμα γενέσεως τη σή κυβερνηθείσα χειρί. 7 ευλόγηται γαρ ξύλον, δι ‘ ου γίνεται δικαιοσύνη· 8 το χειροποίητον δε, επικατάρατον αυτόν και ο ποιήσας αυτό, ότι ο μεν ειργάζετο, το δε φθαρτόν θεός ωνομάσθη. 9 εν ίσω γαρ μισητά Θεω και ο ασεβών και η ασέβεια αυτού· 10 και γαρ το πραχθέν συν τω δράσαντι κολασθήσεται. 11 δια τούτο και εν ειδώλοις εθνών επισκοπή έσται, ότι εν κτίσματι Θεού εις βδέλυγμα εγενήθησαν και εις σκάνδαλα ψυχαίς ανθρώπων και εις παγίδα ποσίν αφρόνων.

 12 Αρχή γαρ πορνείας επίνοια ειδώλων, εύρεσις δε αυτών φθορά ζωής. 13 ούτε γαρ ην απ ‘ αρχής, ούτε εις τον αιώνα έσται· 14 κενοδοξία γαρ ανθρώπων εισήλθεν εις κόσμον, και δια τούτο σύντομον αυτών τέλος επενοήθη. 15 αώρω γαρ πένθει τρυχόμενος πατήρ, του ταχέως αφαιρεθέντος τέκνου εικόνα ποιήσας, τον τότε νεκρόν άνθρωπον νυν ως Θεόν ετίμησε και παρέδωκε τοις υποχειρίοις μυστήρια και τελετάς. 16 είτα εν χρόνω κρατυνθέν το ασεβές έθος ως νόμος εφυλάχθη, και τυράννων επιταγαίς εθρησκεύετο τα γλυπτά, 17 ους εν όψει μη δυνάμενοι τιμάν άνθρωποι δια το μακράν οικείν, την πόρρωθεν όψιν ανατυπωσάμενοι, εμφανή εικόνα του τιμωμένου βασιλέως εποίησαν, ίνα τον απόντα ως παρόντα κολακεύωσι δια της σπουδής. 18 εις επίτασιν δε θρησκείας και τους αγνοούντας η του τεχνίτου προετρέψατο φιλοτιμία· 19 ο μεν γαρ τάχα τω κρατούντι βουλόμενος αρέσαι, εξεβιάσατο τη τέχνη την ομοιότητα επί το κάλλιον· 20 το δε πλήθος εφελκόμενον δια το εύχαρι της εργασίας, τον προ ολίγου τιμηθέντα άνθρωπον νυν σέβασμα ελογίσαντο. 21 και τούτο εγένετο τω βίω εις ένεδρον, ότι ή συμφορά ή τυραννίδι δουλεύσαντες άνθρωποι το ακοινώνητον όνομα λίθοις και ξύλοις περιέθεσαν.

 22 Είτ ‘ ουκ ήρκεσε το πλανάσθαι περί την του Θεού γνώσιν, αλλά και μεγάλω ζώντες αγνοίας πολέμω τα τοσαύτα κακά ειρήνην προσαγορεύουσιν. 23 ή γαρ τεκνοφόνους τελετάς ή κρύφια μυστήρια ή εμμανείς εξ άλλων θεσμών κώμους άγοντες, 24 ούτε βίους ούτε γάμους καθαρούς έτι φυλάσσουσιν, έτερος δ ‘ έτερον ή λοχών αναιρεί ή νοθεύων οδυνά. 25 πάντας δ ‘ επιμίξ έχει αίμα και φόνος, κλοπή και δόλος, φθορά, απιστία, ταραχή, επιορκία, θόρυβος αγαθών, 26 χάριτος αμνησία, ψυχών μιασμός, γενέσεως εναλλαγή, γάμων αταξία, μοιχεία και ασέλγεια. 27 η γαρ των ανωνύμων ειδώλων θρησκεία παντός αρχή κακού και αιτία και πέρας εστίν· 28 ή γαρ ευφραινόμενοι μεμήνασιν ή προφητεύουσι ψευδή ή ζώσιν αδίκως ή επιορκούσι ταχέως· 29 αψύχοις γαρ πεποιθότες ειδώλοις κακώς ομόσαντες, αδικηθήναι ου προσδέχονται. 30 αμφότερα δε αυτούς μετελεύσεται τα δίκαια, ότι κακώς εφρόνησαν περί Θεού προσχόντες ειδώλοις και αδίκως ώμοσαν εν δόλω καταφρονήσαντες οσιότητος· 31 ου γαρ η των ομνυομένων δύναμις, αλλ ‘ η των αμαρτανόντων δίκη επεξέρχεται αεί την των αδίκων παράβασιν.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΣΥ δε ο Θεός ημών χρηστός και αληθής, μακρόθυμος και εν ελέει διοικών τα πάντα. 2 και γαρ εάν αμάρτωμεν, σοί εσμεν, ειδότες σου το κράτος· ουχ αμαρτησόμεθα δε, ειδότες ότι σοί λελογίσμεθα. 3 το γαρ επίστασθαί σε ολόκληρος δικαιοσύνη, και ειδέναι το κράτος σου ρίζα αθανασίας. 4 ούτε γαρ επλάνησεν ημάς ανθρώπων κακότεχνος επίνοια, ουδέ σκιαγράφων πόνος άκαρπος, είδος σπιλωθέν χρώμασι διηλλαγμένοις, 5 ων όψις άφροσιν εις όνειδος έρχεται, ποθεί τε νεκράς εικόνος είδος άπνουν. 6 κακών ερασταί άξιοί τε τοιούτων ελπίδων, και οι δρώντες και οι ποθούντες και οι σεβόμενοι.

 7 Και γαρ κεραμεύς απαλήν γην θλίβων επίμοχθον πλάσσει προς υπηρεσίαν ημών εν έκαστον· αλλ ‘ εκ του αυτού πηλού ανεπλάσατο τα τε των καθαρών έργων δούλα σκεύη τα τε εναντία, πάνθ ‘ ομοίως· τούτων δε εκατέρου τις εκάστω εστίν η χρήσις, κριτής ο πηλουργός· 8 και κακόμοχθος θεόν μάταιον εκ του αυτού πλάσσει πηλού, ος προ μικρού γης γεννηθείς μετ ‘ ολίγον πορεύεται εξ ης ελήφθη, το της ψυχής απαιτηθείς χρέος. 9 αλλ ‘ έστιν αυτω φροντίς ουχ ότι μέλλει κάμνειν, αλλ ‘ ότι βραχυτελή βίον έχει, αλλ ‘ αντερείδεται μεν χρυσουργοίς και αργυροχόοις, χαλκοπλάστας τε μιμείται και δόξαν ηγείται ότι κίβδηλα πλάσσει. 10 σποδός η καρδία αυτού, και γης ευτελεστέρα η ελπίς αυτού, πηλού τε ατιμότερος ο βίος αυτού, 11 ότι ηγνόησε τον πλάσαντα αυτόν και τον εμπνεύσαντα αυτω ψυχήν ενεργούσαν και εμφυσήσαντα πνεύμα ζωτικόν· 12 αλλ ‘ ελογίσαντο παίγνιον είναι την ζωήν ημών και τον βίον πανηγυρισμόν επικερδή· δείν γαρ φησιν όθεν δη, καν εκ κακού, πορίζειν. 13 ούτος γαρ παρά πάντας οίδεν ότι αμαρτάνει, ύλης γεώδους εύθραυστα σκεύη και γλυπτά δημιουργών. 14 πάντες δ ‘ αφρονέστατοι και τάλαντες υπέρ ψυχήν νηπίου οι εχθροί του λαού σου καταδυναστεύσαντες αυτόν, 15 ότι και πάντα είδωλα των εθνών ελογίσαντο θεούς, οίς ούτε ομμάτων χρήσις εις όρασιν ούτε ρίνες εις συνολκήν αέρος ούτε ώτα ακούειν ούτε δάκτυλοι χειρών εις ψηλάφησιν, και οι πόδες αυτών αργοί προς επίβασιν. 16 άθρωπος γαρ εποίησεν αυτούς, και το πνεύμα δεδανεισμένος έπλασεν αυτούς· ουδείς γαρ αυτω όμοιον άνθρωπος ισχύει πλάσαι Θεόν. 17 θνητός δε ων νεκρόν εργάζεται χερσίν ανόμοις· κρείττων γαρ εστι των σεβασμάτων αυτού, ων αυτός μεν έζησεν, εκείνα δε ουδέποτε. 18 και τα ζωα δε τα έχθιστα σέβονται· ανοία γαρ συγκρινόμενα των άλλων εστί χείρονα· 19 ουδ ‘ όσον επιποθήσαι ως εν ζώων όψει καλά τυγχάνει, εκπέφευγε δε και τον του Θεού έπαινον και την ευλογίαν αυτού.

ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΔΙΑ τούτο δ ‘ ομοίων εκολάσθησαν αξίως και δια πλήθους κνωδάλων εβασανίσθησαν. 2 ανθ ‘ ης κολάσεως ευεργετήσας τον λαόν σου, εις επιθυμίαν ορέξεως ξένην γεύσιν, τροφήν ητοίμασας ορτυγομήτραν, 3 ίνα εκείνοι μεν επιθυμούντες τροφήν δια την ειδέ χθειαν των επαπεσταλμένων και την αναγκαίαν όρεξιν αποστρέφωνται, αυτοί δε επ ‘ ολίγον ενδεείς γενόμενοι και ξένης μετάσχωσι γεύσεως. 4 έδει γαρ εκείνοις μεν απαραίτητον ένδειαν επελθείν τυραννούσι, τούτοις δε μόνον δειχθήναι Πως οι εχθροί αυτών εβασανίζοντο.

 5 Και γαρ ότε αυτοίς δεινός επήλθε θηρίων θυμός δήγμασί τε σκολιών διεφθείροντο όφεων, ου μέχρι τέλους έμεινεν η οργή σου· 6 εις νουθεσίαν δε προς ολίγον εταράχθησαν, σύμβουλον έχοντες σωτηρίας εις ανάμνησιν εντολής νόμου σου· 7 ο γαρ επιστραφείς ου δια το θεωρούμενον εσώζετο, αλλά δια σε τον πάντων σωτήρα. 8 και εν τούτω δε έπεισας τους εχθρούς ημών, ότι συ ει ο ρυόμενος εκ παντός κακού· 9 ους μεν γαρ ακρίδων και μυιών απέκτεινε δήγματα, και ουχ ευρέθη ίαμα τη ψυχή αυτών, ότι άξιοι ήσαν υπό τοιούτων κολασθήναι· 10 τους δε υιούς σου ουδέ ιοβόλων δρακόντων ενίκησαν οδόντες, το έλεος γαρ σου αντιπαρήλθε και ιάσατο αυτούς. 11 εις γαρ υπόμνησιν των λογίων σου ενεκεντρίζοντο και οξέως διεσώζοντο, ίνα μη εις βαθείαν εμπεσόντες λήθην απερίσπαστοι γένωνται της σής ευεργεσίας. 12 και γαρ ούτε βοτάνη ούτε μάλαγμα εθεράπευσεν αυτούς, αλλά ο σός, Κύριε, λόγος ο πάντα ιώμενος. 13 συ γαρ ζωής και θανάτου εξουσίαν έχεις και κατάγεις εις πύλας άδου και ανάγεις. 14 άνθρωπος δε αποκτέννει μεν τη κακία αυτού, εξελθόν δε πνεύμα ουκ αναστρέφει ουδέ αναλύει ψυχήν παραληφθείσαν.

 15 Τήν δε σήν χείρα φυγείν αδύνατόν εστιν· 16 αρνούμενοι γαρ σε ειδέναι ασεβείς, εν ισχύϊ βραχίονός σου εμαστιγώθησαν, ξένοις υετοίς και χαλάζαις και όμβροις διωκόμενοι απαραιτήτοις και πυρί καταναλισκόμενοι. 17 το γαρ παραδοξότατον, εν τω πάντα σβεννύντι ύδατι πλείον ενήργει το πυρ, υπέρμαχος γαρ ο κόσμος εστί δικαίων· 18 ποτέ μεν γαρ ημερούτο φλόξ, ίνα μη καταφλέξη τα επ ‘ ασεβείς απεσταλμένα ζωα, αλλ ‘ αυτοί βλέποντες ίδωσιν, ότι Θεού κρίσει ελαύνονται· 19 ποτέ δε και μεταξύ ύδατος υπέρ την πυρός δύναμιν φλέγει, ίνα αδίκου γης γεννήματα διαφθείρη. 20 ανθ ‘ ων αγγέλων τροφήν εψώμισας τον λαόν σου και έτοιμον άρτον αυτοίς απ ‘ ουρανού έπεμψας ακοπιάτως πάσαν ηδονήν ισχύοντα και προς πάσαν αρμόνιον γεύσιν· 21 η μεν γαρ υπόστασίς σου την σήν γλυκύτητα προς τέκνα ενεφάνισε, τη δε του προσφερομένου επιθυμία υπηρετών προς ό τις εβούλετο μετεκιρνάτο. 22 χιών δε και κρύσταλλος υπέμεινε πυρ και ουκ ετήκετο, ίνα γνώσιν ότι τους των εχθρών καρπούς κατέφθειρε πυρ φλεγόμενον εν τη χαλάζη και εν τοις υετοίς διαστράπτον· 23 τούτο πάλιν δ ‘ ίνα τραφώσι δίκαιοι, και της ιδίας επιλελήσθαι δυνάμεως. 24 η γαρ κτίσις σοι τω ποιήσαντι υπηρετούσα επιτείνεται εις κόλασιν κατά των αδίκων και ανίεται εις ευεργεσίαν υπέρ των εις σε πεποιθότων. 25 δια τούτο και τότε εις πάντα μεταλλευομένη τη παντοτρόφω σου δωρεά υπηρέτει προς την των δεομένων θέλησιν, 26 ίνα μάθωσιν οι υιοί σου, ους ηγάπησας, Κύριε, ότι ουχ αι γενέσεις των καρπών τρέφουσιν άνθρωπον, αλλά το ρήμά σου τους σοί πιστεύοντας διατηρεί. 27 το γαρ υπό πυρός μη φθειρόμενον απλώς υπό βραχείας ακτίνος ηλίου θερμαινόμενον ετήκετο, 28 όπως γνωστόν ή ότι δεί φθάνειν τον ήλιον επ ‘ ευχαριστίαν σου και προς ανατολήν φωτός εντυγχάνειν σοι. 29 αχαρίστου γαρ ελπίς ως χειμέριος πάχνη τακήσεται και ρυήσεται ως ύδωρ άχρηστον.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΜΕΓΑΛΑΙ γαρ σου αι κρίσεις και δυσδιήγητοι· δια τούτο απαίδευτοι ψυχαί επλανήθησαν. 2 υπειληφότες γαρ καταδυναστεύειν έθνος άγιον άνομοι, δέσμιοι σκότους και μακράς πεδήται νυκτός κατακλεισθέντες ορόφοις, φυγάδες της αιωνίου προνοίας έκειντο. 3 λανθάνειν γαρ νομίζοντες επί κρυφαίοις αμαρτήμασιν, αφεγγεί λήθης παρακαλύμματι εσκορπίσθησαν, θαμβούμενοι δεινώς και ινδάλμασιν εκταρασσόμενοι· 4 ουδέ γαρ ο κατέχων αυτούς μυχός αφόβως διεφύλασσεν, ήχοι δε καταράσσοντες αυτούς περιεκόμπουν, και φάσματα αμειδήτοις κατηφή προσώποις ενεφανίζετο. 5 και πυρός μεν ουδεμία βία κατίσχυε φωτίζειν, ούτε άστρων έκλαμπροι φλόγες καταυγάζειν υπέμενον την στυγνήν εκείνην νύκτα. 6 διεφαίνετο δ ‘ αυτοίς μόνον αυτομάτη πυρά φόβου πλήρης, εκδειματούμενοι δε της μη θεωρουμένης εκείνης όψεως ηγούντο χείρω τα βλεπόμενα. 7 μαγικής δε εμπαίγματα κατέκειτο τέχνης, και της επί φρονήσει αλαζονείας έλεγχος εφύβριστος· 8 οι γαρ υπισχνούμενοι δείματα και ταραχάς απελαύνειν ψυχής νοσούσης, ούτοι καταγέλαστον ευλάβειαν ενόσουν. 9 και γαρ ει μηδέν αυτούς ταραχώδες εφόβει, κνωδάλων παρόδοις και ερπετών συριγμοίς εκσεσοβημένοι, διώλλυντο έντρομοι και τον μηθαμόθεν φευκτόν αέρα προσιδείν αρνούμενοι. 10 δειλόν γαρ ιδίως πονηρία μαρτυρεί καταδικαζομένη, αεί δε προσείληφε τα χαλεπά συνεχομένη τη συνειδήσει· 11 ουθέν γαρ εστι φόβος ει μη προδοσία των από λογισμού βοηθημάτων. 12 ένδοθεν δε ούσα ήττων η προσδοκία, πλείονα λογίζεται την άγνοιαν της παρεχούσης την βάσανον αιτίας. 13 οι δε την αδύνατον όντως νύκτα και εξ αδυνάτου άδου μυχών επελθούσαν, τον αυτόν ύπνον κοιμώμενοι, 14 τα μεν τέρασιν ηλαύνοντο φαντασμάτων, τα δε της ψυχής παρελύοντο προδοσία· αιφνίδιος γαρ αυτοίς και απροσδόκητος φόβος επήλθεν. 15 είθ ‘ ούτως, ος δήποτ ‘ ουν ην εκεί καταπίπτων, εφρουρείτο εις την ασίδηρον ειρκτήν κατακλεισθείς· 16 ει τε γαρ γεωργός ην τις ή ποιμήν ή των κατ ‘ ερη μίαν εργάτης μόχθων, προληφθείς την δυσάλυκτον έμενεν ανάγκην, 17 μια γαρ αλύσει σκότους πάντες εδέθησαν· είτε πνεύμα συρίζον ή περί αμφιλαφείς κλάδους ορνέων ήχος ευμελής ή ρυθμός ύδατος πορευομένου βία ή κτύπος απηνής καταρριπτομένων πετρών, 18 ή σκιρτώντων ζώων δρόμος αθεώρητος ή ωρυομένων απηνεστάτων θηρίων φωνή ή αντανακλωμένη εκ κοιλοτάτων ορέων ηχώ, παρέλυεν αυτούς εκφοβούντα. 19 όλος γαρ ο κόσμος λαμπρω καταλάμπετο φωτί και ανεμποδίστοις συνείχετο έργοις· 20 μόνοις δε εκείνοις επετέτατο βαρεία νύξ, εικών του μέλλοντος αυτούς διαδέχεσθαι σκότους, εαυτοίς δε ήσαν βαρύτεροι σκότους.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΤΟΙΣ δε οσίοις σου μέγιστον ην φως· ων φωνήν μεν ακούοντες, μορφήν δε ουχ ορώντες, ότι μεν ου κακείνοι επεπόνθεισαν, εμακάριζον, 2 ότι δε ου βλάπτουσι προηδικημένοι, ηυχαρίστουν και του διενεχθήναι χάριν εδέοντο. 3 ανθ ‘ ων πυριφλεγή στύλον, οδηγόν μεν αγνώστου οδοιπορίας, ήλιον δε αβλαβή φιλοτίμου ξενιτείας παρέσχες. 4 άξιοι μεν γαρ εκείνοι στερηθήναι φωτός και φυλακισθήναι εν σκότει, οι κατακλείστους φυλάξαντες τους υιούς σου, δι ‘ ων ήμελλε το άφθαρτον νόμου φως τω αιώνι δίδοσθαι.

 5 Βουλευσαμένους δ ‘ αυτούς τα των οσίων αποκτείναι νήπια και ενός εκτεθέντος τέκνου και σωθέντος, εις έλεγχον το αυτών αφείλω πλήθος τέκνων και ομοθυμαδόν απώλεσας εν ύδατι σφοδρω. 6 εκείνη η νύξ προεγνώσθη πατράσιν ημών, ίνα ασφαλώς ειδότες οίς επίστευσαν όρκοις επευθυμήσωσι. 7 προσεδέχθη δε υπό λαού σου σωτηρία μεν δικαίων, εχθρών δε απώλεια· 8 ω γαρ ετιμωρήσω τους υπεναντίους, τούτο ημάς προσκαλεσάμενος εδόξασας. 9 κρυφή γαρ εθυσίαζον όσιοι παίδες αγαθών και τον της θειότητος νόμον εν ομονοία διέθεντο των αυτών ομοίως και αγαθών και κινδύνων μεταλήψεσθαι τους αγίους, πατέρων ήδη προαναμέλποντες αίνους. 10 αντήχει δ ‘ ασύμφωνος εχθρών βοή, και οικτρά διεφέρετο θρηνουμένων παίδων· 11 ομοία δε δίκη δούλος άμα δεσπότη κολασθείς και δημότης βασιλεί τα αυτά πάσχων, 12 ομοθυμαδόν δε πάντες εν ενί ονόματι θανάτου νεκρούς είχον αναριθμήτους· ουδέ γαρ προς το θάψαι οι ζώντες ήσαν ικανοί, επεί προς μίαν ροπήν η εντιμοτέρα γένεσις αυτών διέφθαρτο. 13 πάντα γαρ απιστούντες δια τας φαρμακείας επί τω των πρωτοτόκων ολέθρω, ωμολόγησαν Θεού υιόν λαόν είναι. 14 ησύχου γαρ σιγής περιεχούσης τα πάντα και νυκτός εν ιδίω τάχει μεσαζούσης, 15 ο παντοδύναμός σου λόγος απ ‘ ουρανών εκ θρόνων βασιλειών απότομος πολεμιστής εις μέσον της ολεθρίας ήλατο γης, 16 ξίφος οξύ την ανυπόκριτον επιταγήν σου φέρων, και στάς επλήρωσε τα πάντα θανάτου· και ου- ρανού μεν ήπτετο, βεβήκει δ ‘ επί γης. 17 τότε παραχρήμα φαντασίαι μεν ονείρων δεινώς εξετάραξαν αυτούς, φόβοι δε επέστησαν αδόκητοι, 18 και άλλος αλλαχή ριφείς ημίθνητος δι ‘ ην έθνησκεν αιτίαν ενεφάνιζεν· 19 οι γαρ όνειροι θορυβήσαντες αυτούς τούτο προεμήνυσαν, ίνα μη αγνοούντες δι ‘ ό κακώς πάσχουσιν απόλωνται.

 20 ΄Ηψατο δε και δικαίων πείρα θανάτου, και θραύσις εν ερήμω εγένετο πλήθους. αλλ ‘ ουκ επί πολύ έμεινεν η οργή· 21 σπεύσας γαρ ανήρ άμεμπτος προεμάχησε το της ιδίας λειτουργίας όπλον, προσευχήν και θυμιάματος εξιλασμόν κομίσας, αντέστη τω θυμω και πέρας επέθηκε τη συμφορά, δεικνύς ότι σός εστι θεράπων. 22 ενίκησε δε τον όχλον ουκ ισχύϊ του σώματος, ουχ όπλων ενεργεία, αλλά λόγω τον κολάζοντα υπέταξεν, όρκους πατέρων και διαθήκας υπομνήσας. 23 σωρηδόν γαρ ήδη πεπτωκότων επ ‘ αλλήλων νεκρών, μεταξύ στάς, ανέκοψε την οργήν και διέσχισε την προς τους ζώντας οδόν. 24 επί γαρ ποδήρους ενδύματος ην όλος ο κόσμος, και πατέρων δόξαι επί τετραστίχου λίθου γλυφής, και μεγαλωσύνη σου επί διαδήματος κεφαλής αυτού. 25 τούτοις είξεν ο ολοθρεύων, ταύτα δε εφοβήθησαν· ην γαρ μόνη η πείρα της οργής ικανή.

 ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΤΟΙΣ δε ασεβέσι μέχρι τέλους ανελεήμων θυμός επέστη· προήδει γαρ αυτών και τα μέλλοντα, 2 ότι αυτοί επιτρέψαντες του απιέναι και μετά σπουδής προπέμψαντες αυτούς, διώξουσι μεταμεληθέντες. 3 έτι γαρ εν χερσίν έχοντες τα πένθη και προσοδυρόμενοι τάφοις νεκρών, έτερον επεσπάσαντο λογισμόν ανοίας και ους ικετεύοντες εξέβαλον, τούτους ως φυγάδες εδίωκον. 4 είλκε γαρ αυτούς η αξία επί τούτο το πέρας ανάγκη και των συμβεβηκότων αμνηστίαν ενέβαλεν, ίνα την λείπουσαν ταις βασάνοις προαναπληρώσωσι κόλασιν, 5 και ο μεν λαός σου παράδοξον οδοιπορίαν περάση, εκείνοι δε ξένον εύρωσι θάνατον. 6 όλη γαρ η κτίσις εν ιδίω γένει πάλιν άνωθεν διετυπούτο υπηρετούσα ταις σαίς επιταγαίς. ίνα οι σοί παίδες φυλαχθώσιν αβλαβείς. 7 η την παρεμβολήν σκιάζουσα νεφέλη, εκ δε προϋφεστώτος ύδατος ξηράς ανάδυσις γης εθεωρήθη, εξ ερυθράς θαλάσσης οδός ανεμπόδιστος και χλοηφόρον πεδίον εκ κλύδωνος βιαίου· 8 δι ‘ ου πανεθνί διήλθον οι τη σή σκεπαζόμενοι χειρί, θεωρήσαντες θαυμαστά τέρατα. 9 ως γαρ ίπποι ενεμήθησαν και ως αμνοί διεσκίρτησαν αινούντές σε, Κύριε, τον ρυόμενον αυτούς. 10 εμέμνηντο γαρ έτι των εν τη παροικία αυτών, Πως αντί μεν γενέσεως ζώων εξήγαγεν η γη σκνίπα, αντί δε ενύδρων εξηρεύξατο ο ποταμός πλήθος βατράχων. 11 εφ ‘ υστέ ρω δε είδον και νέαν γένεσιν ορνέων, ότι επιθυμία προαχθέντες ητήσαντο εδέσματα τρυφής· 12 εις γαρ παραμυθίαν ανέβη αυτοίς από θαλάσσης ορτυγομήτρα. 13 και αι τιμωρίαι τοις αμαρτωλοίς επήλθον ουκ άνευ των προγεγονότων τεκμηρίων τη βία των κεραυνών· δικαίως γαρ έπασχον ταις ιδίαις αυτών πονηρίαις, και γαρ χαλεπωτέραν μισοξενίαν επετήδευσαν. 14 οι μεν γαρ τους αγνοούντας ουκ εδέχοντο παρόντας, ούτοι δε ευεργέτας ξένους εδουλούντο. 15 και ου μόνον, αλλ ‘ ή τις επισκοπή έσται αυτών, επεί απεχθώς προσεδέχοντο τους αλλοτρίους· 16 οι δε μετά εορτασμάτων εισδεξάμενοι τους ήδη των αυτών μετεσχηκότας δικαίων, δεινοίς εκάκωσαν πόνοις. 17 επλήγησαν δε και αορασία, ωσπερ εκείνοι επί ταις του δικαίου θύραις, ότε αχανεί περιβληθέντες σκότει, έκαστος των αυτού θυρών την δίοδον εζήτει. 18 δι ‘ εαυτών γαρ τα στοιχεία μεθαρμοζόμενα, ωσπερ εν ψαλτηρίω φθόγγοι του ρυθμού το όνομα διαλλάσσουσι, πάντοτε μένοντα ήχω, όπερ εστίν εικάσαι εκ της των γεγονότων όψεως ακριβώς. 19 χερσαία γαρ εις ένυδρα μετεβάλλετο, και νηκτά μετέβαινεν επί γης· 20 πυρ ίσχυεν εν ύδατι της ιδίας δυνάμεως, και ύδωρ της σβεστικής δυνάμεως επελανθάνετο· 21 φλόγες ανάπαλιν ευφθάρτων ζώων ουκ εμάραναν σάρκας εμπεριπατούντων, ουδέ τηκτόν κρυσταλλοειδές εύτηκτον γένος αμβροσίας τροφής.

 22 Κατά πάντα γαρ, Κύριε, εμεγάλυνας τον λαόν σου και εδόξασας και ουχ υπερείδες εν παντί καιρω και τόπω παριστάμενος.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.