Τρίτη, 27 Νοεμβρίου 2012

Σοφία Σειράχ




ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΠΡΟΛΟΓΟΣ

 1 ΠΟΛΛΩΝ και μεγάλων ημίν δια του νόμου και των προφητών και των άλλων των κατ ‘ αυτούς ηκολουθηκότων δεδομένων, υπέρ ων δέον εστίν επαινείν τον Ισραήλ παιδείας και σοφίας, και ως ου μόνον αυτούς τους αναγινώσκοντας δέον εστίν επιστήμονας γίνεσθαι, αλλά και τοις εκτός δύνασθαι τους φιλομαθούντας χρησίμους είναι και λέγοντας και γράφοντας, ο πάππος μου Ιησούς επί πλείον εαυτόν δούς εις τε την του νόμου και των προφητών και των άλλων πατρίων βιβλίων ανάγνωσιν και εν τούτοις ικανήν έξιν περιποιησάμενος, προήχθη και αυτός συγγράψαι τι των εις παιδείαν και σοφίαν ανηκόντων, όπως οι φιλομαθείς, και τούτων ένοχοι γενόμενοι, πολλω μάλλον επιπροσθώσι δια της εννόμου βιώσεως. παρακέκλησθε ουν μετ ‘ ευνοίας και προσοχής την ανάγνωσιν ποιείσθαι και συγγνώμην έχειν εφ ‘ οίς αν δοκώμεν των κατά την ερμηνείαν πεφιλοπονημένων τισί των λέξεων αδυναμείν· ου γαρ ισοδυναμεί αυτά εν εαυτοίς εβραϊστί λεγόμενα και όταν μεταχθή εις ετέραν γλώσσαν. ου μόνον δε ταύτα, αλλά και αυτός ο νόμος και αι προφητείαι και τα λοιπά των βιβλίων ου μικράν έχει την διαφοράν εν εαυτοίς λεγόμενα. εν γαρ τω ογδόω και τριακοστω έτει επί του Ευεργέτου βασιλέως παραγενηθείς εις Αίγυπτον και συγχρονίσας, ευρών ου μικράς παιδείας αφόμοιον, αναγκαιότατον εθέμην αυτός προσενέγκασθαί τινα σπουδήν και φιλοπονίαν του μεθερμηνεύσαι τήνδε την βίβλον, πολλήν αγρυπνίαν και επιστήμην προσενεγκάμενος εν τω διαστήματι του χρόνου προς το επί πέρας αγαγόντα το βιβλίον εκδόσθαι και τοις εν τη παροικία βουλομένοις φιλομαθείν, προκατασκευαζομένους τα ήθη εννόμως βιοτεύειν.


 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΠΑΣΑ σοφία παρά Κυρίου και μετ ‘ αυτού εστιν εις τον αιώνα. 2 άμμον θαλασσών και σταγόνας υετού και ημέρας αιώνος τις εξαριθμήσει; 3 ύψος ουρανού και πλάτος γης και άβυσσον και σοφίαν τις εξιχνιάσει; 4 προτέρα πάντων έκτισται σοφία και σύνεσις φρονήσεως εξ αιώνος [5 πηγή σοφίας λόγος Θεού εν υψίστοις, και αι πορείαι αυτής εντολαί αιώνιοι]. 6 ρίζα σοφίας τίνι απεκαλύφθη; και τα πανουργεύματα αυτής τις έγνω; [7 επιστήμη σοφίας τίνι εφανερώθη; και την πολυπειρίαν αυτής τις συνήκε;] 8 εις εστι σοφός φοβερός σφόδρα καθήμενος επί του θρόνου αυτού. 9 Κύριος αυτός έκτισεν αυτήν και είδε και εξηρίθμησεν αυτήν και εξέχεεν αυτήν επί πάντα τα έργα αυτού, 10 μετά πάσης σαρκός κατά την δόσιν αυτού, και εχορήγησεν αυτήν τοις αγαπώσιν αυτόν. 11 φόβος Κυρίου δόξα και καύχημα και ευφροσύνη και στέφανος αγαλλιάματος. 12 φόβος Κυρίου τέρψει καρδίαν και δώσει ευφροσύνην και χαράν και μακροημέρευσιν. 13 τω φοβουμένω τον Κύριον εύ έσται επ ‘ εσχάτων, και εν ημέρα τελευτής αυτού ευρήσει χάριν. 14 αρχή σοφίας φοβείσθαι τον Κύριον, και μετά πιστών εν μήτρα συνεκτίσθη αυτοίς. 15 μετά ανθρώπων θεμέλιον αιώνος ενόσσευσε και μετά του σπέρματος αυτών εμπιστευθήσεται. 16 πλησμονή σοφίας φοβείσθαι τον Κύριον και μεθύσκει αυτούς από των καρπών αυτής· 17 πάντα τον οίκον αυτής εμπλήσει επιθυμημάτων και τα αποδοχεία από των γεννημάτων αυτής. 18 στέφανος σοφίας φόβος Κυρίου αναθάλλων ειρήνην και υγίειαν ιάσεως. 19 και είδε και εξηρίθμησεν αυτήν, επιστήμην και γνώσιν συνέσεως εξώμβρησε και δόξαν κρατούντων αυτής ανύψωσε. 20 ρίζα σοφίας φοβείσθε τον Κύριον, και οι κλάδοι αυτής μακροημέρευσις. [21 φόβος Κυρίου απωθείται αμαρτήματα, παραμένων δε αποστρέψει οργήν]. 22 ου δυνήσεται θυμός άδικος δικαιωθήναι, η γαρ ροπή του θυμού αυτού πτώσις αυτω. 23 έως καιρού ανθέξεται μακρόθυμος, και ύστερον αυτω αναδώσει ευφροσύνη· 24 έως καιρού κρύψει τους λόγους αυτού, και χείλη πιστών εκδιηγήσεται σύνεσιν αυτού. 25 εν θησαυροίς σοφίας παραβολή επιστήμης, βδέλυγμα δε αμαρτωλω θεοσέβεια. 26 επεθύμησας σοφίαν διατήρησον εντολάς, και Κύριος χορηγήσει σοι αυτήν. 27 σοφία γαρ και παιδεία φόβος Κυρίου, και η ευδοκία αυτού πίστις και πραότης. 28 μη απειθήσης φόβω Κυρίου και μη προσέλθης αυτω εν καρδία δισσή. 29 μη υποκριθής εν στόμασιν ανθρώπων και εν τοις χείλεσί σου πρόσεχε. 30 μη εξύψου σεαυτόν, ίνα μη πέσης και επαγάγης τη ψυχή σου ατιμίαν, και αποκαλύψει Κύριος τα κρυπτά σου και εν μέσω συναγωγής καταβαλεί σε, ότι ου προσήλθες φόβω Κυρίου, και η καρδία σου πλήρης δόλου.

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΤΕΚΝΟΝ, ει προσέρχη δουλεύειν Κυρίω Θεω, ετοίμασον την ψυχήν σου εις πειρασμόν· 2 εύθυνον την καρδίαν σου και καρτέρησον και μη σπεύσης εν καιρω επαγωγής· 3 κολλήθητι αυτω και μη αποστης, ίνα αυξηθής επ ‘ εσχάτων σου. 4 παν ό εάν επαχθή σοι, δέξαι και εν αλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· 5 ότι εν πυρί δοκιμάζεται χρυσός και άνθρωποι δεκτοί εν καμίνω ταπεινώσεως. 6 πίστευσον αυτω, και αντιλήψεταί σου· εύθυνον τας οδούς σου και έλπισον επ ‘ αυτόν. 7 οι φοβούμενοι τον Κύριον αναμείνατε το έλεος αυτού και μη εκκλίνητε, ίνα μη πέσητε. 8 οι φοβούμενοι Κύριον πιστεύσατε αυτω, και ου μη πταίση ο μισθός υμών. 9 οι φοβούμενοι Κύριον ελπίσατε εις αγαθά και εις ευφροσύνην αιώνος και ελέους. 10 εμβλέψατε εις αρχαίας γενεάς και ίδετε· τις ενεπίστευσε Κυρίω και κατησχύνθη; ή τις ενέμεινε τω φόβω αυτού και εγκατελείφθη; ή τις επεκαλέσατο αυτόν, και υπερείδεν αυτόν; 11 διότι οικτίρμων και ελεήμων ο Κύριος και αφίησιν αμαρτίας και σώζει εν καιρω θλίψεως. 12 ουαί καρδίαις δειλαίς και χερσί παρειμέναις και αμαρτωλω επιβαίνοντι επί δύο τρίβους. 13 ουαί καρδία παρειμένη, ότι ου πιστεύει· δια τούτο ου σκεπασθήσεται. 14 ουαί υμίν τοις απολωλεκόσι την υπομονήν· και τι ποιήσετε όταν επισκέπτηται ο Κύριος; 15 οι φοβούμενοι Κύριον ουκ απειθήσουσι ρημάτων αυτού, και οι αγαπώντες αυτόν συντηρήσουσι τας οδούς αυτού. 16 οι φοβούμενοι κύριον ζητήσουσιν ευδοκίαν αυτού, και οι αγαπώντες αυτόν εμπλησθήσονται του νόμου. 17 οι φοβούμενοι Κύριον ετοιμάσουσι καρδίας αυτών και ενώπιον αυτού ταπεινώσουσι τας ψυχάς αυτών. 18 εμπεσούμεθα εις χείρας Κυρίου και ουκ εις χείρας ανθρώπων· ως γαρ η μεγαλωσύνη αυτού, ούτως και το έλεος αυτού.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΕΜΟΥ του πατρός ακούσατε, τέκνα, και ούτως ποιήσατε, ίνα σωθήτε· 2 ο γαρ Κύριος εδόξασε πατέρα επί τέκνοις και κρίσιν μητρός εστερέωσεν εφ ‘ υιοίς. 3 ο τιμών πατέρα εξιλάσεται αμαρτίας,

 4 και ως ο αποθησαυρίζων, ο δοξάζων μητέρα αυτού. 5 ο τιμών πατέρα ευφρανθήσεται υπό τέκνων, και εν ημέρα προσευχής αυτού εισακουσθήσεται. 6 ο δοξάζων πατέρα μακροημερεύσει, και ο εισακούων Κυρίου αναπαύσει μητέρα αυτού· 7 και ως δεσπόταις δουλεύσει εν τοις γεννήσασιν αυτόν. 8 εν έργω και λόγω τίμα τον πατέρα σου, ίνα επέλθη σοι ευλογία παρ ‘ αυτού· 9 ευλογία γαρ πατρός στηρίζει οίκους τέκνων, κατάρα δε μητρός εκριζοί θεμέλια. 10 μη δοξάζου εν ατιμία πατρός σου, ου γαρ εστί σοι δόξα πατρός ατιμία· 11 η γαρ δόξα ανθρώπου εκ τιμής πατρός αυτού, και όνειδος τέκνοις μήτηρ εν αδοξία. 12 τέκνον, αντιλαβού εν γήρα πατρός σου, και μη λυπήσης αυτόν εν τη ζωή αυτού· 13 καν απολείπη σύνεσιν, συγγνώμην έχε και μη ατιμάσης αυτόν εν πάση ισχύϊ σου. 14 ελεημοσύνη γαρ πατρός ουκ επιλησθήσεται, και αντί αμαρτιών προσανοικοδομηθήσεταί σοι. 15 εν ημέρα θλίψεώς σου αναμνησθήσεταί σου· ως ευδία επί παγετω, ούτως αναλυθήσονταί σου αι αμαρτίαι. 16 ως βλάσφημος ο εγκαταλιπών πατέρα, και κεκατηραμένος υπό Κυρίου ο παροργίζων μητέρα αυτού. 17 τέκνον, εν πραϋτητι τα έργα σου διέξαγε, και υπό ανθρώπου δεκτού αγαπηθήση. 18 όσω μέγας ει, τοσούτω ταπεινού σεαυτόν, και έναντι Κυρίου ευρήσεις χάριν· 20 ότι μεγάλη η δυναστεία του Κυρίου και υπό των ταπεινών δοξάζεται. 21 χαλεπώτερά σου μη ζήτει και ισχυρότερά σου μη εξέταζε· 22 α προσετάγη σοι, ταύτα διανοού, ου γαρ εστί σοι χρεία των κρυπτών. 23 εν τοις περισσοίς των έργων σου μη περιεργάζου· πλείονα γαρ συνέσεως ανθρώπων υπεδείχθη σοι· 24 πολλούς γαρ επλάνησεν η υπόληψις αυτών, και υπόνοια πονηρά ωλίσθησε διανοίας αυτών. [25 κόρας μη έχων απορήσεις φωτός, γνώσεως δε άμοιρος ων μη επαγγέλλου]. 26 καρδία σκληρά κακωθήσεται επ ‘ εσχάτων, και ο αγαπών κίνδυνον εν αυτω εμπεσείται. 27 καρδία σκληρά βαρυνθήσεται πόνοις, και ο αμαρτωλός προσθήσει αμαρτίαν εφ ‘ αμαρτίαις. 28 επαγωγή υπερηφάνου ουκ έστιν ίασις, φυτόν γαρ πονηρίας ερρίζωκεν εν αυτω. 29 καρδία συνετού διανοηθήσεται παραβολήν, και ους ακροατού επιθυμία σοφού. 30 πυρ φλογιζόμενον αποσβέσει ύδωρ, και ελεημοσύνη εξιλάσεται αμαρτίας. 31 ο ανταποδιδούς χάριτας μέμνηται εις τα μετά ταύτα, και εν καιρω πτώσεως ευρήσει στήριγμα.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΤΕΚΝΟΝ, την ζωήν του πτωχού μη αποστερήσης και μη παρελκύσης οφθαλμούς επιδεείς. 2 ψυχήν πεινώσαν μη λυπήσης και μη παροργίσης άνδρα εν απορία αυτού. 3 καρδίαν παρωργισμένην μη προσταράξης και μη παρελκύσης δόσιν προσδεομένου. 4 ικέτην θλιβόμενον μη απαναίνου και μη αποστρέψης το πρόσωπόν σου από πτωχού. 5 από δεομένου μη αποστρέψης οφθαλμόν και μη δως τόπον ανθρώπω καταράσασθαί σε· 6 καταρωμένου γαρ σε εν πικρία ψυχής αυτού, της δεήσεως αυτού επακούσεται ο ποιήσας αυτόν. 7 προσφιλή συναγωγή σεαυτόν ποίει και μεγιστάνι ταπείνου την κεφαλήν σου. 8 κλίνον πτωχω το ους σου και αποκρίθητι αυτω ειρηνικά εν πραϋτητι. 9 εξελού αδικούμενον εκ χειρός αδικούντος και μη ολιγοψυχήσης εν τω κρίνειν σε. 10 γίνου ορφανοίς ως πατήρ και αντί ανδρός τη μητρί αυτών· και έση ως υιος Υψίστου, και αγαπήσει σε μάλλον ή μήτηρ σου.

 11 Η σοφία υιούς αυτής ανύψωσε και επιλαμβάνεται των ζητούντων αυτήν. 12 ο αγαπών αυτήν αγαπά ζωήν, και οι ορθρίζοντες προς αυτήν εμπλησθήσονται ευφροσύνης. 13 ο κρατών αυτής κληρονομήσει δόξαν, και ου εισπορεύεται, ευλογήσει Κύριος. 14 οι λατρεύοντες αυτη λειτουργήσουσιν αγίω, και τους αγαπώντας αυτήν αγαπά ο Κύριος. 15 ο υπακούων αυτής κρινεί έθνη, και ο προσέχων αυτη κατασκηνώσει πεποιθώς. 16 εάν εμπιστεύση, κατακληρονομήσει αυτήν, και εν κατασχέσει έσονται αι γενεαί αυτού· 17 ότι διεστραμμένως πορεύεται μετ ‘ αυτού εν πρώτοις, φόβον δε και δειλίαν επάξει επ ‘ αυτόν και βασανίσει αυτόν εν παιδεία αυτής, έως ου εμπιστεύση τη ψυχή αυτού, και πειράση αυτόν εν τοις δικαιώμασιν αυτής. 18 και πάλιν επανήξει κατ ‘ ευθείαν προς αυτόν και ευφρανεί αυτόν και αποκαλύψει αυτω τα κρυπτά αυτής. 19 εάν αποπλανηθή, εγκαταλείψει αυτόν και παραδώσει αυτόν εις χείρας πτώσεως αυτού.

 20 Συντήρησον καιρόν και φύλαξαι από πονηρού και περί της ψυχής σου μη αισχυνθής· 21 έστι γαρ αισχύνη επάγουσα αμαρτίαν, και έστιν αισχύνη δόξα και χάρις. 22 μη λάβης πρόσωπον κατά της ψυχής σου και μη εντραπής εις πτώσίν σου. 23 μη κωλύσης λόγον εν καιρω σωτηρίας· 24 εν γαρ λόγω γνωσθήσεται σοφία και παιδεία εν ρήματι γλώσσης. 25 μη αντίλεγε τη αληθεία και περί της απαιδευσίας σου εντράπηθι. 26 μη αισχυνθής ομολογήσαι εφ ‘ αμαρτίαις σου και μη βιάζου ρούν ποταμού. 27 και μη υποστρώσης σεαυτόν ανθρώπω μωρω και μη λάβης πρόσωπον δυνάστου. 28 έως του θανάτου αγώνισαι περί της αληθείας, και Κύριος ο Θεός πολεμήσει υπέρ σου. 29 μη γίνου ταχύς εν γλώσση σου και νωθρός και παρειμένος εν τοις έργοις σου. 30 μη ίσθι ως λέων εν τω οίκω σου και φαντασιοκοπών εν τοις οικέταις σου. 31 μη έστω η χείρ σου εκτεταμένη εις το λαβείν και εν τω αποδιδόναι συνεσταλμένη.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΜΗ έπεχε επί τοις χρήμασί σου και μη είπης· αυτάρκη μοί εστι. 2 μη εξακολούθει τη ψυχή σου και τη ισχύϊ σου του πορεύεσθαι εν επιθυμίαις καρδίας σου, 3 και μη είπης· τις με δυναστεύσει; ο γαρ Κύριος εκδικών εκδικήσει σε. 4 μη είπης, ήμαρτον, και τι μοι εγένετο; ο γαρ Κύριός εστι μακρόθυμος. 5 περί εξιλασμού μη άφοβος γίνου, προσθείναι αμαρτίαν εφ ‘ αμαρτίαις· 6 και μη είπης· ο οικτιρμός αυτού πολύς, το πλήθος των αμαρτιών μου εξιλάσεται· έλεος γαρ και οργή παρ ‘ αυτού, και επί αμαρτωλούς καταπαύσει ο θυμός αυτού. 7 μη ανάμενε επιστρέψαι προς Κύριον και μη υπερβάλλου ημέραν εξ ημέρας· εξάπινα γαρ εξελεύσεται οργή Κυρίου, και εν καιρω εκδικήσεως εξολή. 8 μη έπεχε επί χρήμασιν αδίκοις· ουδέν γαρ ωφελήσει σε εν ημέρα επαγωγής. 9 μη λίκμα εν παντί ανέμω και μη πορεύου εν πάση ατραπω· ούτως ο αμαρτωλός ο δίγλωσσος. 10 ίσθι εστηριγμένος εν συνέσει σου, και εις έστω σου ο λόγος. 11 γίνου ταχύς εν ακροάσει σου και εν μακροθυμία φθέγγου απόκρισιν. 12 ει έστι σοι σύνεσις, αποκρίθητι τω πλησίον· ει δε μη, η χείρ σου έστω επί στόματί σου. 13 δόξα και ατιμία εν λαλιά, και γλώσσα ανθρώπου πτώσις αυτω. 14 μη κληθής ψίθυρος, και τη γλώσση σου μη ενέδρευε· επί γαρ τω κλέπτη εστίν αισχύνη, και κατάγνωσις πονηρά επί διγλώσσου. 15 εν μεγάλω και εν μικρω μη αγνόει.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ αντί φίλου μη γίνου εχθρός· όνομα γαρ πονηρόν αισχύνην και όνειδος κληρονομήσει· ούτως ο αμαρτωλός ο δίγλωσσος. 2 μη επάρης σεαυτόν εν βουλή ψυχής σου, ίνα μη διαρπαγή ως ταύρος η ψυχή σου· 3 τα φύλλα σου καταφάγεσαι και τους καρπούς σου απολέσεις και αφήσεις σεαυτόν ως ξύλον ξηρόν. 4 ψυχή πονηρά απολεί τον κτησάμενον αυτήν και επίχαρμα εχθρών ποιήσει αυτόν.

 5 Λάρυγξ γλυκύς πληθυνεί φίλους αυτού, και γλώσσα εύλαλος πληθυνεί ευπροσήγορα. 6 οι ειρηνεύοντές σοι έστωσαν πολλοί, οι δε σύμβουλοί σου εις από χιλίων. 7 ει κτάσαι φίλον, εν πειρασμω κτήσαι αυτόν, και μη ταχύ εμπιστεύσης αυτω· 8 έστι γαρ φίλος εν καιρω αυτού και ου μη παραμείνη εν ημέρα θλίψεώς σου. 9 και έστι φίλος μετατιθέμενος εις έχθραν και μάχην ονειδισμού σου αποκαλύψει. 10 και έστι φίλος κοινωνός τραπεζών και ου μη παραμείνη εν ημέρα θλίψεώς σου. 11 και εν τοις αγαθοίς σου έσται ως συ, και επί τους οικέτας σου παρρησιάσεται· 12 εάν ταπεινωθής, έσται κατά σου, και από του προσώπου σου κρυβήσεται. 13 από των εχθρών σου διαχωρίσθητι και από των φίλων σου πρόσεχε. 14 φίλος πιστός σκέπη κραταιά, ο δε ευρών αυτόν εύρε θησαυρόν. 15 φίλου πιστού ουκ έστιν αντάλλαγμα, και ουκ έστι σταθμός της καλλονής αυτού. 16 φίλος πιστός φάρμακον ζωής, και οι φοβούμενοι Κύριον ευρήσουσιν αυτόν. 17 ο φοβούμενος Κύριον ευθύνει φιλίαν αυτού, ότι κατ ‘ αυτόν ούτως και ο πλησίον αυτού.

 18 Τέκνον, εκ νεότητός σου επίλεξαι παιδείαν, και έως πολιών ευρήσεις σοφίαν. 19 ως ο αροτριών και ο σπείρων πρόσελθε αυτη και ανάμενε τους αγαθούς καρπούς αυτής· εν γαρ τη εργασία αυτής ολίγον κοπιάσεις και ταχύ φάγεσαι γεννημάτων αυτής. 20 ως τραχείά εστι σφόδρα τοις απαιδεύτοις, και ουκ εμμενεί εν αυτη ακάρδιος· 21 ως λίθος δοκιμασίας ισχυρός έσται επ ‘ αυτω, και ου χρονιεί απορρίψαι αυτήν. 22 σοφία γαρ κατά το όνομα αυτής εστι, και ου πολλοίς εστι φανερά. 23 άκουσον, τέκνον, και δέξαι γνώμην μου, και μη απαναίνου την συμβουλίαν μου. 24 και εισένεγκον τους πόδας σου εις τας πέδας αυτής και εις τον κλοιόν αυτής τον τράχηλόν σου. 25 υπόθες τον ώμόν σου και βάσταξον αυτήν, και μη προσοχθίσης τοις δεσμοίς αυτής. 26 εν πάση ψυχή σου πρόσελθε αυτη και εν όλη δυνάμει σου συντήρησον τας οδούς αυτής. 27 εξίχνευσον και ζήτησον, και γνωσθήσεταί σοι, και εγκρατής γενόμενος μη αφής αυτήν· 28 επ ‘ εσχάτων γαρ ευρήσεις την ανάπαυσιν αυτής, και στραφήσεταί σοι εις ευφροσύνην. 29 και έσονταί σοι αι πέδαι εις σκέπην ισχύος και οι κλοιοί αυτής εις στολήν δόξης. 30 κόσμος γαρ χρύσεός εστιν επ ‘ αυτής, και οι δεσμοί αυτής κλώσμα υακίνθινον· 31 στολήν δόξης ενδύση αυτήν, και στέφανον αγαλλιάσεως περιθήσεις σεαυτω. 32 εάν θέλης, τέκνον, παιδευθήση, και εάν δως την ψυχήν σου, πανούργος έση. 33 εάν αγαπήσης ακούειν, εκδέξη, και εάν κλίνης το ους σου, σοφός έση. 34 εν πλήθει πρεσβυτέρων στήθι, και τις σοφός, αυτω προσκολλήθητι. 35 πάσαν διήγησιν θείαν θέλε ακροάσθαι, και παροιμίαι συνέσεως μη εκφευγέτωσάν σε. 36 εάν ίδης συνετόν, όρθριζε προς αυτόν, και βαθμούς θυρών αυτού εκτριβέτω ο πούς σου. 37 διανοού εν τοις προστάγμασι Κυρίου και εν ταις εντολαίς αυτού μελέτα δια παντός· αυτός στηριεί την καρδίαν σου, και η επιθυμία της σοφίας σου δοθήσεταί σοι.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΜΗ ποίει κακά, και ου μη σε καταλάβη κακόν· 2 απόστηθι από αδίκου, και εκκλινεί από σου. 3 υιε, μη σπείρε επ ‘ αύλακας αδικίας, και ου μη θερίσης αυτάς επταπλασίως. 4 μη ζήτει παρά Κυρίου ηγεμονίαν, μηδέ παρά βασιλέως καθέδραν δόξης. 5 μη δικαιού έναντι Κυρίου και παρά βασιλεί μη σοφίζου. 6 μη ζήτει γενέσθαι κριτής, μη ουκ εξισχύσεις εξάραι αδικίας· μη ποτε ευλαβηθής από προσώπου δυνάστου και θήσεις σκάνδαλον εν ευθύτητί σου. 7 μη αμάρτανε εις πλήθος πόλεως και μη καταβάλης σεαυτόν εν όχλω. 8 μη καταδεσμεύσης δις αμαρτίαν, εν γαρ τη μια ουκ αθωος έση. 9 μη είπης· τω πλήθει των δώρων μου επόψεται και εν τω προσενέγκαι με Θεω Υψίστω προσδέξεται. 10 μη ολιγοψυχήσης εν τη προσευχή σου και ελεημοσύνην ποιήσαι μη παρίδης. 11 μη καταγέλα άνθρωπον όντα εν πικρία ψυχής αυτού, έστι γαρ ο ταπεινών και ανυψών. 12 μη αροτρία ψεύδος επ ‘ αδελφω σου, μηδέ φίλω το όμοιον ποίει. 13 μη θέλε ψεύδεσθαι παν ψεύδος, ο γαρ ενδελεχισμός αυτού ουκ εις αγαθόν. 14 μη αδελέσχει εν πλήθει πρεσβυτέρων και μη δευτερώσης λόγον εν προσευχή σου. 15 μη μισήσης επίπονον εργασίαν και γεωργίαν υπό Υψίστου εκτισμένην. 16 μη προσλογίζου σεαυτόν εν πλήθει αμαρτωλών. μνήσθητι ότι οργή ου χρονιεί. 17 ταπείνωσον σφόδρα την ψυχήν σου, ότι εκδίκησις ασεβούς πυρ και σκώληξ.

 18 Μή αλλάξης φίλον ένεκεν διαφόρου, μηδ ‘ αδελφόν γνήσιον εν χρυσίω Σουφείρ. 19 μη αστόχει γυναικός σοφής και αγαθής, η γαρ χάρις αυτής υπέρ το χρυσίον. 20 μη κακώσης οικέτην εργαζόμενον εν αληθεία, μηδέ μίσθιον διδόντα ψυχήν αυτού. 21 οικέτην συνετόν αγαπάτω σου η ψυχή, μη στερήσης αυτόν ελευθερίας. 22 κτήνη σοί εστιν, επισκέπτου αυτά και ει έστι σοι χρήσιμα, εμμενέτω σοι. 23 τέκνα σοί εστι, παίδευσον αυτά, και κάμψον εκ νεότητος τον τράχηλον αυτών. 24 θυγατέρες σοί εισι, πρόσεχε τω σώματι αυτών, και μη ιλαρώσης προς αυτάς το πρόσωπόν σου. 25 έκδου θυγατέρα, και έση τετελεκώς έργον μέγα, και ανδρί συνετω δώρησαι αυτήν. 26 γυνή σοί εστι κατά ψυχήν, μη εκβάλης αυτήν· και μισουμένη μη εμπιστεύσης σεαυτόν.

 27 Εν όλη καρδία δόξασον τον πατέρα σου και μητρός ωδίνας μη επιλάθη· 28 μνήσθητι ότι δι ‘ αυτών εγεννήθης, και τι ανταποδώσεις αυτοίς καθώς αυτοί σοι; 29 εν όλη ψυχή σου ευλαβού τον Κύριον και τους ιερείς αυτού θαύμαζε. 30 εν όλη δυνάμει αγάπησον τον ποιήσαντά σε και τους λειτουργούς αυτού μη εγκαταλίπης. 31 φοβού τον Κύριον και δόξασον ιερέα και δως την μερίδα αυτω, καθώς εντέταλταί σοι, απαρχήν και περί πλημμελείας και δόσιν βραχιόνων και θυσίαν αγιασμού και απαρχήν αγίων.

 32 Και πτωχω έκτεινον την χείρά σου, ίνα τελειωθή η ευλογία σου. 33 χάρις δόματος έναντι παντός ζώντος, και επί νεκρω μη αποκωλύσης χάριν. 34 μη υστέρει από κλαιόντων και μετά πενθούντων πένθησον. 35 μη όκνει επισκέπτεσθαι άρρωστον, εκ γαρ των τοιούτων αγαπηθήση. 36 εν πάσι τοις λόγοις σου μιμνήσκου τα έσχατά σου, και εις τον αιώνα ουχ αμαρτήσεις.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΜΗ διαμάχου μετά ανθρώπου δυνάστου, μήποτε εμπέσης εις τας χείρας αυτού. 2 μη έριζε μετά ανθρώπου πλουσίου, μήποτε αντιστήση σου την ολκήν· πολλούς γαρ απώλεσε το χρυσίον και καρδίας βασιλέων εξέκλινε. 3 μη διαμάχου μετά ανθρώπου γλωσσώδους και μη επιστοιβάσης επί το πυρ αυτού ξύλα. 4 μη πρόσπαιζε απαιδεύτω, ίνα μη ατιμάζωνται οι πρόγονοί σου. 5 μη ονείδιζε άνθρωπον αποστρέφοντα από αμαρτίας· μνήσθητι ότι πάντες εσμέν εν επιτιμίοις. 6 μη ατιμάσης άνθρωπον εν γήρα αυτού, και γαρ εξ ημών γηράσκουσι. 7 μη επίχαιρε επί νεκρω, μνήσθητι ότι πάντες τελευτώμεν. 8 μη παρίδης διήγημα σοφών, και εν ταις παροιμίαις αυτών αναστρέφου· ότι παρ ‘ αυτών μαθήση παιδείαν και λειτουργήσαι μεγιστάσι. 9 μη αστόχει διηγήματος γερόντων, και γαρ αυτοί έμαθον παρά των πατέρων αυτών· ότι παρ ‘ αυτών μαθήσει σύνεσιν και εν καιρω χρείας δούναι απόκρισιν. 10 μη έκκαιε άνθρακας αμαρτωλού, μη εμπυρισθής εν πυρί φλογός αυτού. 11 μη εξαναστης από προσώπου υβριστού, ίνα μη εγκαθίση ως ένεδρον τω στόματί σου. 12 μη δανείσης ανθρώπω ισχυροτέρω σου· και εάν δανείσης, ως απολωλεκώς γίνου. 13 μη εγγυήση υπέρ δύναμίν σου· και εάν εγγυήση, ως αποτίσων φρόντιζε. 14 μη δικάζου μετά κριτού, κατά γαρ την δόξαν αυτού κρινούσιν αυτω. 15 μετά τολμηρού μη πορεύου εν οδω, ίνα μη βαρύνηται κατά σου· αυτός γαρ κατά το θέλημα αυτού ποιήσει, και τη αφροσύνη αυτού συναπολή. 16 μετά θυμώδους μη ποιήσης μάχην και μη διαπορεύου μετ ‘ αυτού την έρημον· ότι ως ουδέν εν οφθαλμοίς αυτού αίμα, και όπου ουκ έστι βοήθεια, καταβαλεί σε. 17 μετά μωρού μη συμβουλεύου, ου γαρ δυνήσεται λόγον στέξαι. 18 ενώπιον αλλοτρίου μη ποιήσης κρυπτόν, ου γαρ γινώσκεις τι τέξεται. 19 παντί ανθρώπω μη έκφαινε σήν καρδίαν, και μη αναφερέτω σοι χάριν.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΜΗ ζήλου γυναίκα του κόλπου σου, μηδέ διδάξης επί σεαυτόν παιδείαν πονηράν. 2 μη δως γυναικί την ψυχήν σου επιβήναι αυτήν επί την ισχύν σου. 3 μη υπάντα γυναικί εταιριζομένη, μήποτε εμπέσης εις τας παγίδας αυτής. 4 μετά ψαλλούσης μη ενδελέχιζε, μήποτε αλως εν τοις επιχειρήμασιν αυτής. 5 παρθένον μη καταμάνθανε, μήποτε σκανδαλισθής εν τοις επιτιμίοις αυτής. 6 μη δως πόρναις την ψυχήν σου, ίνα μη απολέσης την κληρονομίαν σου. 7 μη περιβλέπου εν ρύμαις πόλεως και εν ταις ερήμοις αυτής μη πλανώ. 8 απόστρεψον οφθαλμόν από γυναικός ευμόρφου, και μη καταμάνθανε κάλλος αλλότριον· εν κάλλει γυναικός πολλοί επλανήθησαν, και εκ τούτου φιλία ως πυρ ανακαίεται. 9 μετά υπάνδρου γυναικός μη κάθου το σύνολον και μη συμβολοκοπήσης μετ ‘ αυτής εν οίνω, μήποτε εκκλίνη η ψυχή σου επ ‘ αυτήν και τω πνεύματί σου ολισθήσης εις απώλειαν. 10 μη εγκαταλίπης φίλον αρχαίον, ο γαρ πρόσφατος ουκ έστιν έπισος αυτω· οίνος νέος φίλος νέος· εάν παλαιωθή, μετ ‘ ευφροσύνης πίεσαι αυτόν. 11 μη ζηλώσης δόξαν αμαρτωλού, ου γαρ οίδας τι έσται η καταστροφή αυτού. 12 μη ευδοκήσης εν ευδοκία ασεβών· μνήσθητι ότι έως άδου ου μη δικαιωθώσι. 13 μακράν άπεχε από ανθρώπου, ος έχει εξουσίαν του φονεύειν, και ου μη υποπτεύσης φόβον θανάτου· καν προσέλθης, μη πλημμελήσης, ίνα μη αφέληται την ζωήν σου· επίγνωθι ότι εν μέσω παγίδων διαβαίνεις και επί επάλξεων πόλεων περιπατείς. 14 κατά την ισχύν σου στόχασαι τους πλησίον και μετά σοφών συμβουλεύου. 15 και μετά συνετών έστω ο διαλογισμός σου και πάσα διήγησίς σου εν νόμω Υψίστου. 16 άνδρες δίκαιοι έστωσαν σύνδειπνοί σου, και εν φόβω Κυρίου έστω το καύχημά σου. 17 εν χειρί τεχνιτών έργον επαινεθήσεται, και ο ηγούμενος λαού σοφός εν λόγω αυτού. 18 φοβερός εν πόλει αυτού ανήρ γλωσσώδης, και ο προπετής εν λόγω αυτού μισηθήσεται.

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΚΡΙΤΗΣ σοφός παιδεύσει τον λαόν αυτού, και ηγεμονία συνετού τεταγμένη έσται. 2 κατά τον κριτήν του λαού αυτού ούτως και οι λειτουργοί αυτού, και κατά τον ηγούμενον της πόλεως πάντες οι κατοικούντες αυτήν. 3 βασιλεύς απαίδευτος απολεί τον λαόν αυτού, και πόλις οικισθήσεται εν συνέσει δυναστών. 4 εν χειρί Κυρίου εξουσία της γης, και τον χρήσιμον εγερεί εις καιρόν επ ‘ αυτής. 5 εν χειρί Κυρίου ευοδία ανδρός, και προσώπω γραμματέως επιθήσει δόξαν αυτού.

 6 Επί παντί αδικήματι μη μηνιάσης τω πλησίον και μη πράσσε μηδέν εν έργοις ύβρεως. 7 μισητή έναντι Κυρίου και ανθρώπων υπερηφανία, και εξ αμφοτέρων πλημμελήσει άδικα. 8 βασιλεία από έθνους εις έθνος μετάγεται δια αδικίας και ύβρεις και χρήματα. 9 τι υπερηφανεύεται γη και σποδός; ότι εν ζωή έρριψα τα ενδόσθια αυτού. 10 μακρόν αρρώστημα σκώπτει ιατρός· και βασιλεύς σήμερον, και αύριον τελευτήσει. 11 εν γαρ τω αποθανείν άνθρωπον κληρονομήσει ερπετά και θηρία και σκώληκας. 12 αρχή υπερηφανίας ανθρώπου αφισταμένου από Κυρίου, και από του ποιήσαντος αυτόν απέστη η καρδία αυτού. 13 ότι αρχή υπερηφανίας αμαρτία, και ο κρατών αυτής εξομβρήσει βδέλυγμα· δια τούτο παρεδόξασε Κύριος τας επαγωγάς και κατέστρεψεν εις τέλος αυτούς. 14 θρόνους αρχόντων καθείλεν ο Κύριος και εκάθισε πραείς αντ ‘ αυτών. 15 ρίζας εθνών εξέτιλεν ο Κύριος και εφύτευσε ταπεινούς αντ ‘ αυτών. 16 χώρας εθνών κατέστρεψεν ο Κύριος και απώλεσεν αυτάς έως θεμελίων γης. 17 εξήρανεν εξ αυτών και απώλεσεν αυτούς και κατέπαυσεν από γης το μνημόσυνον αυτών. 18 ουκ έκτισται ανθρώποις υπερηφανία, ουδέ οργή θυμού γεννήμασι γυναικών.

 19 Σπέρμα έντιμον ποίον; σπέρμα ανθρώπου. σπέρμα έντιμον ποίον; οι φοβούμενοι τον Κύριον. σπέρμα άτιμον ποίον; σπέρμα ανθρώπου. σπέρμα άτιμον ποίον; οι παραβαίνοντες εντολάς. 20 εν μέσω αδελφών ο ηγούμενος αυτών έντιμος, και οι φοβούμενοι Κύριον εν οφθαλμοίς αυτού. 22 πλούσιος και ένδοξος και πτωχός, το καύχημα αυτών φόβος Κυρίου. 23 ου δίκαιον ατιμάσαι πτωχόν συνετόν, και ου καθήκει δοξάσαι άνδρα αμαρτωλόν. 24 μεγιστάν και κριτής και δυνάστης δοξασθήσεται, και ουκ έστιν αυτών τις μείζων του φοβουμένου τον Κύριον. 25 οικέτη σοφω ελεύθεροι λειτουργήσουσι, και ανήρ επιστήμων ου γογγύσει.

 26 Μή σοφίζου ποιήσαι το έργον σου και μη δοξάζου εν καιρω στενοχωρίας σου. 27 κρείσσων εργαζόμενος και περισσεύων εν πάσιν ή περιπατών δοξαζόμενος και απορών άρτων. 28 τέκνον, εν πραϋτητι δόξασον την ψυχήν σου και δος αυτη τιμήν κατά την αξίαν αυτής. 29 τον αμαρτάνοντα εις την ψυχήν αυτού τις δικαιώσει; και τις δοξάσει τον ατιμάζοντα την ζωήν αυτού; 30 πτωχός δοξάζεται δι ‘ επιστήμην αυτού, και πλούσιος δοξάζεται δια τον πλούτον αυτού. 31 ο δεδοξασμένος εν πτωχεία, και εν πλούτω ποσαχώς; και ο άδοξος εν πλούτω, και εν πτωχεία ποσαχώς;

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΣΟΦΙΑ ταπεινού ανυψώσει κεφαλήν αυτού, και εν μέσω μεγιστάνων καθίσει αυτόν. 2 μη αινέσης άνδρα εν κάλλει αυτού και μη βδελύξη άνθρωπον εν οράσει αυτού. 3 μικρά εν πετεινοίς μέλισσα, και αρχή γλυκασμάτων ο καρπός αυτής. 4 εν περιβολή ιματίων μη καυχήση και εν ημέρα δόξης μη επαίρου· ότι θαυμαστά τα έργα Κυρίου, και κρυπτά τα έργα αυτού εν ανθρώποις. 5 πολλοί τύραννοι εκάθισαν επί εδάφους, ο δε ανυπονόητος εφόρεσε διάδημα. 6 πολλοί δυνάσται ητιμάσθησαν σφόδρα, και ένδοξοι παρεδόθησαν εις χείρας ετέρων. 7 πριν εξετάσης, μη μέμψη· νόησον πρώτον και τότε επιτίμα. 8 πριν ή ακούσαι, μη αποκρίνου και εν μέσω λόγων μη παρεμβάλλου. 9 περί πράγματος, ου ουκ έστι σοι χρεία, μη έριζε και εν κρίσει αμαρτωλών μη συνέδρευε.

 10 Τέκνον, μη περί πολλά έστωσαν αι πράξεις σου· εάν πληθυνής, ουκ αθωωθήση· και εάν διώκης, ου μη καταλάβης, και ου μη εκφύγης διαδράς. 11 έστι κοπιών και πονών και σπεύδων, και τόσω μάλλον υστερείται. 12 έστι νωθρός και προσδεόμενος αντιλήψεως, υστερών ισχύϊ και πτωχεία περισσεύει· και οι οφθαλμοί Κυρίου επέβλεψαν αυτω εις αγαθά, και ανώρθωσεν αυτόν εκ ταπεινώσεως αυτού. 13 και ανύψωσε κεφαλήν αυτού και απεθαύμασαν επ ‘ αυτω πολλοί. 14 αγαθά και κακά, ζωή και θάνατος, πτωχεία και πλούτος παρά Κυρίου εστί. 17 δόσις Κυρίου παραμένει ευσεβέσι, και η ευδοκία αυτού εις τον αιώνα ευοδωθήσεται. 18 έστι πλουτών από προσοχής και σφιγγίας αυτού, και αύτη η μερίς του μισθού αυτού. 19 εν τω ειπείν αυτόν· εύρον ανάπαυσιν και νυν φάγομαι εκ των αγαθών μου, και ουκ οίδε τις καιρός παρελεύσεται και καταλείψει αυτά ετέροις και αποθανείται. 20 στήθι εν διαθήκη σου και ομίλει εν αυτη και εν τω έργω σου παλαιώθητι. 21 μη θαύμαζε εν έργοις αμαρτωλού, πίστευε τω Κυρίω και έμμενε τω πόνω σου· ότι κούφον εν οφθαλμοίς Κυρίου δια τάχους εξάπινα πλουτίσαι πένητα. 22 ευλογία Κυρίου εν μισθω ευσεβούς, και εν ωρα ταχινή αναθάλλει ευλογίαν αυτού. 23 μη είπης· τις εστί μου χρεία, και τίνα από του νυν έσται μου τα αγαθά; 24 μη είπης· αυτάρκη μοί εστι, και τι από του νυν κακωθήσομαι; 25 εν ημέρα αγαθών αμνησία κακών, και εν ημέρα κακών ου μνησθήσεται αγαθών· 26 ότι κούφον έναντι Κυρίου εν ημέρα τελευτής αποδούναι ανθρώπω κατά τας οδούς αυτού. 27 κάκωσις ωρας επιλησμονήν ποιεί τρυφής, και εν συντελεία ανθρώπου αποκάλυψις έργων αυτού. 28 προ τελευτής μη μακάριζε μηδένα, και εν τέκνοις αυτού γνωσθήσεται ανήρ.

 29 Μή πάντα άνθρωπον είσαγε εις τον οίκόν σου, πολλά γαρ τα ένεδρα του δολίου. 30 πέρδιξ θηρευτής εν καρτάλλω, ούτως καρδία υπερηφάνου, και ως ο κατάσκοπος επιβλέπει πτώσιν· 31 τα γαρ αγαθά εις κακά μεταστρέφων ενεδρεύει και εν τοις αιρετοίς επιθήσει μώμον. 32 από σπινθήρος πυρός πληθύνεται ανθρακιά, και άνθρωπος αμαρτωλός εις αίμα ενεδρεύει. 33 πρόσεχε από κακούργου, πονηρά γαρ τεκταίνει, μήποτε μώμον εις τον αιώνα δω σοι. 34 ενοίκισον αλλότριον και διαστρέψει σε εν ταραχαίς, και απαλλοτριώσει σε των ιδίων σου.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΕΑΝ εύ ποιής, γνώθι τίνι ποιείς, και έσται χάρις τοις αγαθοίς σου. 2 εύ ποίησον ευσεβεί, και ευρήσεις ανταπόδομα και ει μη παρ ‘ αυτού, αλλά παρά Υψίστου. 3 ουκ έστιν αγαθά τω ενδελεχίζοντι εις κακά και τω ελεημοσύνην μη χαριζομένω. 4 δος τω ευσεβεί και μη αντιλάβη του αμαρτωλού. 5 εύ ποίησον τω ταπεινω και μη δως ασεβεί· εμπόδισον τους άρτους αυτού και μη δως αυτω, ίνα μη εν αυτοίς σε δυναστεύση· διπλάσια γαρ κακά ευρήσεις εν πάσιν αγαθοίς, οίς αν ποιήσης αυτω. 6 ότι και ο Ύψιστος εμίσησεν αμαρτωλούς και τοις ασεβέσιν αποδώσει εκδίκησιν. 7 δος τω αγαθω και μη αντιλάβου του αμαρτωλού.

 8 Ουκ εκδικηθήσεται εν αγαθοίς ο φίλος και ου κρυβήσεται εν κακοίς ο εχθρός. 9 εν αγαθοίς ανδρός οι εχθροί αυτού εν λύπη, και εν τοις κακοίς αυτού και ο φίλος διαχωρισθήσεται. 10 μη πιστεύσης τω εχθρω σου εις τον αιώνα· ως γαρ ο χαλκός ιούται, ούτως η πονηρία αυτού. 11 και εάν ταπεινωθή και πορεύηται συγκεκυφώς, επίστησον την ψυχήν σου και φύλαξαι απ ‘ αυτού και έση αυτω ως εκμεμαχώς έσοπτρον, και γνώση ότι ουκ εις τέλος κατίωσε. 12 μη στήσης αυτόν παρά σεαυτω, μη ανατρέψας σε στη επί τον τόπον σου· μη καθίσης αυτόν εκ δεξιών σου, μήποτε ζητήση την καθέδραν σου και επ ‘ εσχάτων επιγνώση τους λόγους μου και επί των ρημάτων μου κατανυγήση. 13 τις ελεήσει επαοιδόν οφιόδηκτον και πάντας τους προσάγοντας θηρίοις; 14 ούτως τον προσπορευόμενον ανδρί αμαρτωλω και συμφυρόμενον εν ταις αμαρτίαις αυτού. 15 ωραν μετά σου διαμενεί, και εάν εκκλίνης, ου μη καρτερήση. 16 και εν τοις χείλεσιν αυτού γλυκανεί ο εχθρός και εν τη καρδία αυτού βουλεύσεται ανατρέψαι σε εις βόθρον· εν οφθαλμοίς αυτού δακρύσει ο εχθρός, και εάν εύρη καιρόν, ουκ εμπλησθήσεται αφ ‘ αίματος. 17 κακά αν υπαντήση σοι, ευρήσεις αυτόν εκεί πρότερόν σου, και ως βοηθών υποσχάσει πτέρναν σου· 18 κινήσει την κεφαλήν αυτού και επικροτήσει ταις χερσίν αυτού και πολλά διαψιθυρίσει και αλλοιώσει το πρόσωπον αυτού.

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 Ο ΑΠΤΟΜΕΝΟΣ πίσσης μολυνθήσεται, και ο κοινωνών υπερηφάνω ομοιωθήσεται αυτω. 2 βάρος υπέρ σε μη άρης, και ισχυροτέρω σου και πλουσιωτέρω μη κοινώνει. τι κοινωνήσει χύτρα προς λέβητα; αύτη προσκρούσει, και αύτη συντριβήσεται. 3 πλούσιος ηδίκησε, και αυτός προσενεβριμήσατο· πτωχός ηδίκηται, και αυτός προσδεηθήσεται. 4 εάν χρησιμεύσης, εργάται εν σοί· και εάν υστερήσης, καταλείψει σε. 5 εάν έχης, συμβιώσεταί σοι και αποκενώσει σε, και αυτός ου πονέσει. 6 χρείαν έσχηκέ σου, και αποπλανήσει σε και προσγελάσεταί σοι και δώσει σοι ελπίδα· λαλήσει σοι καλά και ερεί· τις η χρεία σου; 7 και αισχυνεί σε εν τοις βρώμασιν αυτού, έως ου αποκενώση σε δις ή τρίς, και επ ‘ εσχάτων καταμωκήσεταί σου· μετά ταύτα όψεταί σε και καταλείψει σε και την κεφαλήν αυτού κινήσει επί σοί. 8 πρόσεχε μη αποπλανηθής και μη ταπεινωθής εν αφροσύνη σου.

 9 Προσκαλεσαμένου σε δυνάστου, υποχωρών γίνου, και τόσω μάλλον προσκαλέσεταί σε. 10 μη έμπιπτε, ίνα μη απωσθής, και μη μακράν αφίστω, ίνα μη επιλησθής. 11 μη έπεχε ισηγορείσθαι μετ ‘ αυτού και μη πίστευε τοις πλείοσι λόγοις αυτού· εκ πολλής γαρ λαλιάς πειράσει σε και ως προσγελών εξετάσει σε. 12 ανελεήμων ο μη συντηρών λόγους και ου μη φείσηται περί κακώσεως και δεσμών. 13 συντήρησον και πρόσεχε σφοδρώς, ότι μετά της πτώσεώς σου περιπατείς. [14 ακούων αυτά εν ύπνω σου γρηγόρησον· πάση ζωή σου αγάπα τον Κύριον, και επικαλού αυτόν εις σωτηρίαν σου].

 15 Παν ζωον αγαπά το όμοιον αυτω και πας άνθρωπος τον πλησίον αυτού· 16 πάσα σάρξ κατά γένος συνάγεται, και τω ομοίω αυτού προσκολληθήσεται ανήρ. 17 τι κοινωνήσει λύκος αμνω; ούτως αμαρτωλός προς ευσεβή. 18 τις ειρήνη υαίνη προς κύνα; και τις ειρήνη πλουσίω προς πένητα; 19 κυνήγια λεόντων όναγροι εν ερήμω, ούτως νομαί πλουσίων πτωχοί. 20 βδέλυγμα υπερηφάνω ταπεινότης, ούτως βδέλυγμα πλουσίω πτωχός. 21 πλούσιος σαλευόμενος στηρίζεται υπό φίλων, ταπεινός δε πεσών προσαπωθείται υπό φίλων. 22 πλουσίου σφαλέντος πολλοί αντιλήπτορες, ελάλησεν απόρρητα και εδικαίωσαν αυτόν. ταπεινός έσφαλε και προσεπετίμησαν αυτω, εφθέγξατο σύνεσιν και ουκ εδόθη αυτω τόπος. 23 πλούσιος ελάλησε και πάντες εσίγησαν, και τον λόγον αυτού ανύψωσαν έως των νεφελών. πτωχός ελάλησε και είπαν· τις ούτος; καν προσκόψη, προσανατρέψουσιν αυτόν. 24 αγαθός ο πλούτος, ω μη εστιν αμαρτία, και πονηρά η πτωχεία εν στόματι ασεβούς.

 25 Καρδία ανθρώπου αλλοιοί το πρόσωπον αυτού, εάν τε εις αγαθά εάν τε εις κακά. 26 ίχνος καρδίας εν αγαθοίς πρόσωπον ιλαρόν, και εύρεσις παραβολών διαλογισμοί μετά κόπου.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΜΑΚΑΡΙΟΣ ανήρ, ώς ουκ ωλίσθησεν εν στόματι αυτού και ου κατενύγη εν λύπη αμαρτίας. 2 μακάριος ου ου κατέγνω η ψυχή αυτού, και ος ουκ έπεσεν από της ελπίδος αυτού.

 3 Ανδρί μικρολόγω ου καλός ο πλούτος, και ανθρώπω βασκάνω ινατί χρήματα; 4 ο συνάγων από της ψυχής αυτού συνάγει άλλοις, και εν τοις αγαθοίς αυτού τρυφήσουσιν έτεροι. 5 ο πονηρός εαυτω τίνι αγαθός έσται; και ου μη ευφρανθήσεται εν τοις χρήμασιν αυτού. 6 του βασκαίνοντος εαυτόν ουκ έστι πονηρότερος, και τούτο ανταπόδομα της κακίας αυτού· 7 καν εύ ποιή, εν λήθη ποιεί, και επ ‘ εσχάτων εκφαίνει την κακίαν αυτού. 8 πονηρός ο βασκαίνων οφθαλμω, αποστρέφων πρόσωπον και υπερορών ψυχάς. 9 πλεονέκτου οφθαλμός ουκ εμπίπλαται μερίδι, και αδικία πονηρά αναξηραίνει ψυχήν. 10 οφθαλμός πονηρός φθονερός επ ‘ άρτω και ελλιπής επί της τραπέζης αυτού.

 11 Τέκνον, καθώς εάν έχης, εύ ποίει σεαυτόν και προσφοράς Κυρίω αξίως πρόσαγε. 12 μνήσθητι ότι θάνατος ου χρονιεί και διαθήκη άδου ουχ υπεδείχθη σοι· 13 πριν σε τελευτήσαι, εύ ποίει φίλω και κατά την ισχύν σου έκτεινον και δως αυτω. 14 μη αφυστερήσης από αγαθής ημέρας, και μερίς επιθυμίας αγαθής μη σε παρελθάτω. 15 ουχί ετέρω καταλείψεις τους πόνους σου και τους κόπους σου εις διαίρεσιν κλήρου; 16 δος και λάβε και απάτησον την ψυχήν σου, ότι ουκ έστιν εν άδου ζητήσαι τρυφήν. 17 πάσα σάρξ ως ιμάτιον παλαιούται, η γαρ διαθήκη απ ‘ αιώνος· θανάτω αποθανή. 18 ως φύλλον θάλλον επί δένδρου δασέος, τα μεν καταβάλλει, άλλα δε φύει, ούτως γενεά σαρκός και αίματος, η μεν τελευτά, ετέρα δε γεννάται. 19 παν έργον σηπόμενον εκλείπει, και ο εργαζόμενος αυτό μετ ‘ αυτού απελεύσεται.

 20 Μακάριος ανήρ, ος εν σοφία τελευτήσει και ος εν συνέσει αυτού διαλεχθήσεται, 21 ο διανοούμενος τας οδούς αυτής εν καρδία αυτού, και εν τοις αποκρύφοις αυτής νοηθήσεται. 22 έξελθε οπίσω αυτής ως ιχνευτής, και εν ταις εισόδοις αυτής ενέδρευε. 23 ο παρακύπτων δια των θυρίδων αυτής και επί των θυρωμάτων αυτής ακροάσεται. 24 ο καταλύων σύνεγγυς του οίκου αυτής και πήξει πάσσαλον εν τοις τοίχοις αυτής, 25 στήσει την σκηνήν αυτού κατά χείρας αυτής και καταλύσει εν καταλύματι αγαθών· 26 θήσει τα τέκνα αυτού εν τη σκέπη αυτής και υπό τους κλάδους αυτής αυλισθήσεται· 27 σκεπασθήσεται υπ ‘ αυτής από καύματος και εν τη δόξη αυτής καταλύσει.

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΟΦΟΒΟΥΜΕΝΟΣ Κύριον ποιήσει αυτό, και ο εγκρατής του νόμου καταλήψεται αυτήν· 2 και υπαντήσεται αυτω ως μήτηρ και ως γυνή παρθενίας προσδέξεται αυτόν. 3 ψωμιεί αυτόν άρτον συνέσεως και ύδωρ σοφίας ποτίσει αυτόν. 4 στηριχθήσεται επ ‘ αυτήν και ου μη κλιθή, και επ ‘ αυτής εφέξει και ου μη καταισχυνθή· 5 και υψώσει αυτόν παρά τους πλησίον αυτού και εν μέσω εκκλησίας ανοίξει στόμα αυτού. 6 ευφροσύνην και στέφανον αγαλλιάματος και όνομα αιώνιον κατακληρονομήσει. 7 ου μη καταλήψονται αυτήν άνθρωποι ασύνετοι, και άνδρες αμαρτωλοί ου μη ίδωσιν αυτήν· 8 μακράν εστιν υπερηφανίας, και άνδρες ψεύσται ου μη μνησθήσονται αυτής.

 9 Ουχ ωραίος αίνος εν στόματι αμαρτωλού, ότι ου παρά Κυρίου απεστάλη· 10 εν γαρ σοφία ρηθήσεται αίνος, και ο Κύριος ευοδώσει αυτόν. 11 μη είπης ότι δια Κύριον απέστην· α γαρ εμίσησεν, ου ποιήσεις. 12 μη είπης ότι αυτός με επλάνησεν· ου γαρ χρείαν έχει ανδρός αμαρτωλού. 13 παν βδέλυγμα εμίσησε Κύριος, και ουκ έστιν αγαπητόν τοις φοβουμένοις αυτόν. 14 αυτός εξ αρχής εποίησεν άνθρωπον και αφήκεν αυτόν εν χειρί διαβουλίου αυτού. 15 εάν θέλης, συντηρήσεις εντολάς και πίστιν ποίησαι ευδοκίας. 16 παρέθηκέ σοι πυρ και ύδωρ· ου εάν θέλης, εκτενείς την χείρά σου. 17 έναντι ανθρώπων η ζωή και ο θάνατος, και ό εάν ευδοκήση, δοθήσεται αυτω. 18 ότι πολλή σοφία του Κυρίου· ισχυρός εν δυναστεία και βλέπων τα πάντα, 19 και οι οφθαλμοί αυτού επί τους φοβουμένους αυτόν, και αυτός επιγνώσεται παν έργον ανθρώπου. 20 και ουκ ενετείλατο ουδενί ασεβείν και ουκ έδωκεν άνεσιν ουδενί αμαρτάνειν.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΜΗ επιθύμει τέκνων πλήθος αχρήστων, μη ευφραίνου επί υιοίς ασεβέσιν. 2 εάν πληθύνωσι, μη ευφραίνου επ ‘ αυτοίς, ει μη εστι φόβος Κυρίου μετ ‘ αυτών. 3 μη εμπιστεύσης τη ζωή αυτών και μη έπεχε επί το πλήθος αυτών· κρείσσων γαρ εις ή χίλιοι, και αποθανείν άτεκνον ή έχειν τέκνα ασεβή. 4 από γαρ ενός συνετού συνοικισθήσεται πόλις, φυλή δε ανόμων ερημωθήσεται. 5 πολλά τοιαύτα εώρακα εν οφθαλμοίς μου, και ισχυρότερα τούτων ακήκοε το ους μου. 6 εν συναγωγή αμαρτωλών εκκαυθήσεται πυρ, και εν έθνει απειθεί εξεκαύθη οργή. 7 ουκ εξιλάσατο περί των αρχαίων γιγάντων, οί απέστησαν τη ισχύϊ αυτών· 8 ουκ εφείσατο περί της παροικίας Λωτ, ους εβδελύξατο δια την υπερηφανίαν αυτών· 9 ουκ ηλέησεν έθνος απωλείας, τους εξηρμένους εν αμαρτίαις αυτών· 10 και ούτως εξακοσίας χιλιάδας πεζών τους επισυναχθέντας εν σκληροκαρδία αυτών. 11 καν ή εις σκληροτράχηλος, θαυμαστόν τούτο ει αθωωθήσεται· έλεος γαρ και οργή παρ ‘ αυτω, δυνάστης εξιλασμών και εκχέων οργήν. 12 κατά το πολύ έλεος αυτού, ούτως και πολύς ο έλεγχος αυτού· άνδρα κατά τα έργα αυτού κρίνει. 13 ουκ εκφεύξεται εν αρπάγμασιν αμαρτωλός, και ου μη καθυστερήση υπομονήν ευσεβούς. 14 πάση ελεημοσύνη ποιήσει τόπον, έκαστος κατά τα έργα αυτού ευρήσει. [15 Κύριος εσκλήρυνε Φαραώ μη ειδέναι αυτόν, όπως αν γνωσθή ενεργήματα αυτού τη υπ' ουρανόν. 16 πάση τη κτίσει το έλεος αυτού φανερόν, και το φως αυτού και το σκότος εμέρισε τω αδάμαντι]. 17 μη είπης, ότι από Κυρίου κρυβήσομαι, μη εξ ύψους τις μου μνησθήσεται; εν λαω πλείονι ου μη γνωσθώ, τις γαρ η ψυχή μου εν αμετρήτω κτίσει; 18 ιδού ο ουρανός και ο ουρανός του ουρανού, άβυσσος και γη σαλευθήσονται εν τη επισκοπή αυτού. 19 άμα τα όρη και τα θεμέλια της γης εν τω επιβλέψαι εις αυτά τρόμω συσσείονται, 20 και επ ‘ αυτοίς ου διανοηθήσεται καρδία· και τας οδούς αυτού τις ενθυμηθήσεται; 21 και καταιγίς, ην ουκ όψεται άνθρωπος, τα δε πλείονα των έργων αυτού εν αποκρύφοις. 22 έργα δικαιοσύνης τις αναγγελεί ή τις υπομενεί; μακράν γαρ η διαθήκη. 23 ελαττούμενος καρδία διανοείται ταύτα, και ανήρ άφρων και πλανώμενος διανοείται μωρά.

 24 Άκουσόν μου, τέκνον, και μάθε επιστήμην και επί των λόγων μου πρόσεχε τη καρδία σου. 25 εκφανώ εν σταθμω παιδείαν και εν ακριβεία απαγγελώ επιστήμην. 26 εν κρίσει Κυρίου τα έργα αυτού απ ‘ αρχής, και από ποιήσεως αυτών διέστειλε μερίδας αυτών. 27 εκόσμησεν εις αιώνα τα έργα αυτού και τας αρχάς αυτών εις γενεάς αυτών· ούτε επείνασαν ούτε εκοπίασαν και ουκ εξέλιπον από των έργων αυτών· 28 έκαστος τον πλησίον αυτού ουκ εξέθλιψε, και έως αιώνος ουκ απειθήσουσι του ρήματος αυτού. 29 και μετά ταύτα Κύριος εις την γην επέβλεψε και ενέπλησεν αυτήν των αγαθών αυτού· 30 ψυχήν παντός ζώου εκάλυψε το πρόσωπον αυτής, και εις αυτήν η αποστροφή αυτών.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

 1 ΚΥΡΙΟΣ έκτισεν εκ γης άνθρωπον και πάλιν απέστρεψεν αυτόν εις αυτήν. 2 ημέρας αριθμού και καιρόν έδωκεν αυτοίς και έδωκεν αυτοίς εξουσίαν των επ ‘ αυτής. 3 καθ ‘ εαυτούς ενέδυσεν αυτούς ισχύν και κατ ‘ εικόνα αυτού εποίησεν αυτούς 4 και έθηκε τον φόβον αυτού επί πάσης σαρκός και κατακυριεύειν θηρίων και πετεινών. [5 έλαβον χρήσιν των πέντε του Κυρίου ενεργημάτων, έκτον δε νουν αυτοίς εδωρήσατο μερίζων και τον έβδομον λόγον ερμηνέα των ενεργημάτων αυτού]. 6 διαβούλιον και γλώσσαν και οφθαλμούς, ώτα και καρδίαν έδωκε διανοείσθαι αυτοίς. 7 επιστήμην συνέσεως ενέπλησεν αυτούς και αγαθά και κακά υπέδειξεν αυτοίς. 8 έθηκε τον οφθαλμόν αυτού επί τας καρδίας αυτών δείξαι αυτοίς το μεγαλείον των έργων αυτού, 9 και όνομα αγιασμού αινέσουσιν, 10 ίνα διηγώνται τα μεγαλεία των έργων αυτού. 11 προσέθηκεν αυτοίς επιστήμην και νόμον ζωής εκληροδότησεν αυτοίς. 12 διαθήκην αιώνος έστησε μετ ‘ αυτών και τα κρίματα αυτού υπέδειξεν αυτοίς. 13 μεγαλείον δόξης είδον οι οφθαλμοί αυτών, και δόξαν φωνής αυτών ήκουσε το ους αυτών. 14 και είπεν αυτοίς· προσέχετε από παντός αδίκου· και ενετείλατο αυτοίς εκάστω περί του πλησίον. 15 αι οδοί αυτών εναντίον αυτού διαπαντός, ου κρυβήσονται από των οφθαλμών αυτού. 17 εκάστω έθνει κατέστησεν ηγούμενον, και μερίς Κυρίου Ισραήλ εστιν. 19 άπαντα τα έργα αυτών ως ο ήλιος εναντίον αυτού, και οι οφθαλμοί αυτού ενδελεχείς επί τας οδούς αυτών. 20 ουκ εκρύβησαν αι αδικίαι αυτών απ ‘ αυτού, και πάσαι αι αμαρτίαι αυτών έναντι Κυρίου. 22 ελεημοσύνη ανδρός ως σφραγίς μετ ‘ αυτού, και χάριν ανθρώπου ως κόρην συντηρήσει. 23 μετά ταύτα εξαναστήσεται και ανταποδώσει αυτοίς και το ανταπόδομα αυτών εις κεφαλήν αυτών αποδώσει· 24 πλήν μετανοούσιν έδωκεν επάνοδον και παρεκάλεσεν εκλείποντας υπομονήν. 25 Επίστρεφε επί Κύριον και απόλειπε αμαρτίας, δεήθητι κατά πρόσωπον και σμίκρυνον πρόσκομμα. 26 επάναγε επί Ύψιστον και απόστρεφε από αδικίας, και σφόδρα μίσησον βδέλυγμα. 27 Υψίστω τις αινέσει εν άδου αντί ζώντων και ζώντων και διδόντων ανθομολόγησιν; 28 από νεκρού ως μηδέ όντος απόλλυται εξομολόγησις· ζων και υγιής αινέσει τον Κύριον. 29 ως μεγάλη η ελεημοσύνη του Κυρίου και εξιλασμός τοις επιστρέφουσιν επ ‘ αυτόν. 30 ου γαρ δύναται πάντα είναι εν ανθρώποις, ότι ουκ αθάνατος υιος ανθρώπου. 31 τι φωτεινότερον ηλίου; και τούτο εκλείπει· και πονηρός ενθυμηθήσεται σάρκα και αίμα. 32 δύναμιν ύψους ουρανού αυτός επισκέπτεται, και οι άνθρωποι πάντες γη και σποδός.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 Ο ΖΩΝ εις τον αιώνα έκτισε τα πάντα κοινή· 2 Κύριος μόνος δικαιωθήσεται. [και ουκ έστιν άλλος πλήν αυτού 3 οιακίζων τον κόσμον εν σπιθαμή χειρός αυτού, και πάντα υπακούει τω θελήματι αυτού, αυτός γαρ βασιλεύς πάντων εν κράτει αυτού, διαστέλλων εν αυτοίς άγια από βεβήλων]. 4 ουθενί εξεποίησεν εξαγγείλαι τα έργα αυτού· και τις εξιχνιάσει τα μεγαλεία αυτού; 5 κράτος μεγαλωσύνης αυτού τις εξαριθμήσεται; και τις προσθήσει εκδιηγήσασθαι τα ελέη αυτού; 6 ουκ έστιν ελαττώσαι ουδέ προσθείναι, και ουκ έστιν εξιχνιάσαι τα θαυμάσια του Κυρίου· 7 όταν συντελέση άνθρωπος, τότε άρχεται, και όταν παύσηται, τότε απορηθήσεται. 8 τι άνθωπος και τι η χρήσις αυτού; τι το αγαθόν αυτού και τι το κακόν αυτού; 9 αριθμός ημερών ανθρώπου πολλά έτη εκατόν· 10 ως σταγών ύδατος από θαλάσσης και ψήφος άμμου, ούτως ολίγα έτη εν ημέρα αιώνος. 11 δια τούτο εμακροθύμησε Κύριος επ ‘ αυτοίς και εξέχεεν επ ‘ αυτούς το έλεος αυτού. 12 είδε και επέγνω την καταστροφήν αυτών ότι πονηρά· δια τούτο επλήθυνε τον εξιλασμόν αυτού. 13 έλεος ανθρώπου επί τον πλησίον αυτού, έλεος δε Κυρίου επί πάσαν σάρκα· ελέγχων και παιδεύων και διδάσκων και επιστρέφων ως ποιμήν το ποίμνιον αυτού. 14 τους εκδεχομένους παιδείαν ελεά και τους κατασπεύδοντας επί τα κρίματα αυτού.

 15 Τέκνον, εν αγαθοίς μη δως μώμον και εν πάση δόσει λύπην λόγων. 16 ουχί καύσωνα αναπαύσει δρόσος; ούτως κρείσσων λόγος ή δόσις. 17 ουκ ιδού λόγος υπέρ δόμα αγαθόν; και αμφότερα παρά ανδρί κεχαριτωμένω. 18 μωρός αχαρίστως ονειδιεί, και δόσις βασκάνου εκτήκει οφθαλμούς. 19 πριν ή λαλήσαι μάνθανε, και προ αρρωστίας θεραπεύου. 20 προ κρίσεως εξέταζε σεαυτόν, και εν ωρα επισκοπής ευρήσεις εξιλασμόν. 21 πριν αρρωστήσαί σε ταπεινώθητι και εν καιρω αμαρτημάτων δείξον επιστροφήν. 22 μη εμποδισθής του αποδούναι ευχήν ευκαίρως, και μη μείνης έως θανάτου δικαιωθήναι. 23 πριν εύξασθαι, ετοίμασον σεαυτόν και μη γίνου ως άνθρωπος πειράζων τον Κύριον. 24 μνήσθητι θυμού εν ημέραις τελευτής και καιρόν εκδικήσεως εν αποστροφή προσώπου. 25 μνήσθητι καιρόν λιμού εν καιρω πλησμονής, πτωχείαν και ένδειαν εν ημέραις πλούτου. 26 από πρωϊθεν έως εσπέρας μεταβάλλει καιρός, και πάντα εστί ταχινά έναντι Κυρίου. 27 άνθρωπος σοφός εν παντί ευλαβηθήσεται και εν ημέραις αμαρτιών προσέξει από πλημμελείας. 28 πας συνετός έγνω σοφίαν και τω ευρόντι αυτήν δώσει εξομολόγησιν. 29 συνετοί εν λόγοις και αυτοί εσοφίσαντο και ανώμβρησαν παροιμίας ακριβείς.

 ΕΓΚΡΑΤΕΙΑ ΨΥΧΗΣ.- 30 ‘Οπίσω των επιθυμιών σου μη πορεύου και από των ορέξεών σου κωλύου. 31 εάν χορηγήσης τη ψυχή σου ευδοκίαν επιθυμίας, ποιήσει σε επίχαρμα των εχθρών σου. 32 μη ευφραίνου επί πολλή τρυφή, μηδέ προσδεθής συμβολή αυτής. 33 μη γίνου πτωχός συμβολοκοπών εκ δανεισμού, και ουδέν σοί εστιν εν μαρσιπείω.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΕΡΓΑΤΗΣ μέθυσος ου πλουτισθήσεται· ο εξουθενών τα ολίγα κατά μικρόν πεσείται. 2 οίνος και γυναίκες αποστήσουσι συνετούς, και ο κολλώμενος πόρναις τολμηρότερος έσται· 3 σήτες και σκώληκες κληρονομήσουσιν αυτόν, και ψυχή τολμηρά εξαρθήσεται.

 4 Ο ταχύ εμπιστεύων κούφος καρδία, και ο αμαρτάνων εις ψυχήν αυτού πλημμελήσει. 5 ο ευφραινόμενος καρδία καταγνωσθήσεται, 6 και ο μισών λαλιάν ελαττονούται κακία. 7 μηδέποτε δευτερώσης λόγον, και ουθέν σοι ου μη ελαττονωθή. 8 εν φίλω και εν εχθρω μη διηγού, και ει μη έστι σοι αμαρτία, μη αποκάλυπτε· 9 ακήκοε γαρ σου και εφυλάξατό σε, και εν καιρω μισήσει σε. 10 ακήκοας λόγον, συναποθανέτω σοι· θάρσει, ου μη σε ρήξει. 11 από προσώπου λόγου ωδινήσει μωρός ως από προσώπου βρέφους η τίκτουσα. 12 βέλος πεπηγός εν μηρω σαρκός, ούτως λόγος εν κοιλία μωρού.

 13 Έλεγξον φίλον, μήποτε ουκ εποίησε, και ει τι εποίησε, μήποτε προσθή. 14 έλεγξον τον πλησίον, μήποτε ουκ είπε, και ει είρηκεν, ίνα μη δευτερώση. 15 έλεγξον φίλον, πολλάκις γαρ γίνεται διαβολή, και μη παντί λόγω πίστευε. 16 έστιν ολισθαίνων και ουκ από ψυχής, και τις ουχ ημάρτησεν εν τη γλώσση αυτού; 17 έλεγξον τον πλησίον σου πριν ή απειλήσαι, και δος τόπον νόμω Υψίστου. [γινόμενος άμηνις. 18 φόβος Κυρίου αρχή προσλήψεως, σοφία δε παρ' αυτού αγάπησιν περιποιεί. 19 γνώσις εντολών Κυρίου παιδεία ζωής, οι δε ποιούντες τα αρεστά αυτω αθανασίας δένδρον καρπούνται].

 20 Πάσα σοφία φόβος Κυρίου, και εν πάση σοφία ποίησις νόμου· [και γνώσις της παντοδυναμίας αυτού. 21 οικέτης λέγων τω δεσπότη· ως αρέσκει ου ποιήσω, εάν μετά ταύτα ποιήση, παροργίζει τον τρέφοντα αυτόν]. 22 και ουκ έστι σοφία πονηρίας επιστήμη, και ουκ έστιν όπου βουλή αμαρτωλών φρόνησις. 23 έστι πονηρία και αύτη βδέλυγμα, και έστιν άφρων ελαττούμενος σοφία. 24 κρείττων ηττώμενος εν συνέσει έμφοβος ή περισσεύων εν φρονήσει και παραβαίνων νόμον. 25 έστι πανουργία ακριβής και αύτη άδικος, και έστι διαστρέφων χάριν του εκφάναι κρίμα. 26 έστι πονηρευόμενος συγκεκυφώς μελανία, και τα εντός αυτού πλήρης δόλου· 27 συγκύφων πρόσωπον και ετεροκωφών, όπου ουκ επεγνώσθη, προφθάσει σε· 28 και εάν υπό ελαττώματος ισχύος κωλυθή αμαρτείν, εάν εύρη καιρόν, κακοποιήσει. 29 από οράσεως επιγνωσθήσεται ανήρ, και από απαντήσεως προσώπου επιγνωσθήσεται νοήμων. 30 στολισμός ανδρός και γέλως οδόντων και βήματα ανθρώπου αναγγέλλει τα περί αυτού.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΕΣΤΙΝ έλεγχος ος ουκ έστιν ωραίος, και έστι σιωπών και αυτός φρόνιμος. 2 ως καλόν ελέγξαι ή θυμούσθαι, και ο ανθομολογούμενος από ελαττώσεως κωλυθήσεται. 4 επιθυμία ευνούχου αποπαρθενώσαι νεάνιδα, ούτως ο ποιών εν βία κρίματα. 5 έστι σιωπών ευρισκόμενος σοφός, και έστι μισητός από πολλής λαλιάς. 6 έστι σιωπών, ου γαρ έχει απόκρισιν, και έστι σιωπών ειδώς καιρόν. 7 άνθρωπος σοφός σιγήσει έως καιρού, ο δε λαπιστής και άφρων υπερβήσεται καιρόν. 8 ο πλεονάζων λόγω βδελυχθήσεται, και ο ενεξουσιαζόμενος μισηθήσεται. 9 έστιν ευοδία εν κακοίς ανδρί, και έστιν εύρημα εις ελάττωσιν. 10 έστι δόσις, ή ου λυσιτελήσει σοι, και έστι δόσις, ης το ανταπόδομα διπλούν. 11 έστιν ελάττωσις ένεκεν δόξης, και έστιν ος από ταπεινώσεως ήρε κεφαλήν. 12 έστιν αγοράζων πολλά ολίγου και αποτιννύων αυτά επταπλάσιον. 13 ο σοφός εν λόγω εαυτόν προσφιλή ποιήσει, χάριτες δε μωρών εκχυθήσονται. 14 δόσις άφρονος ου λυσιτελήσει σοι, οι γαρ οφθαλμοί αυτού ανθ ‘ ενός πολλοί· 15 ολίγα δώσει και πολλά ονειδίσει και ανοίξει το στόμα αυτού ως κήρυξ· σήμερον δανιεί και αύριον απαιτήσει, μισητός άνθρωπος ο τοιούτος. 16 μωρός ερεί· ουχ υπάρχει μοι φίλος, και ουκ έστι χάρις τοις αγαθοίς μου· οι έσθοντες τον άρτον μου, φαύλοι γλώσση· 17 ποσάκις και όσοι καταγελάσονται αυτού;- 18 ‘Ολίσθημα από εδάφους μάλλον ή από γλώσσης, ούτως πτώσις κακών κατά σπουδήν ήξει. 19 άνθρωπος άχαρις, μύθος άκαιρος· εν στόματι απαιδεύτων ενδελεχισθήσεται. 20 από στόματος μωρού αποδοκιμασθήσεται παραβολή, ου γαρ μη είπη αυτήν εν καιρω αυτής.

 21 Έστι κωλυόμενος αμαρτάνειν από ενδείας, και εν τη αναπαύσει αυτού ου κατανυγήσεται. 22 έστιν απολλύων την ψυχήν αυτού δι ‘ αισχύνην, και από άφρονος προσώπου απολεί αυτήν. 23 έστι χάριν αισχύνης επαγγελόμενος φίλω, και εκτήσατο αυτόν εχθρόν δωρεάν.- 24 Μώμος πονηρός εν ανθρώπω ψεύδος, εν στόματι απαιδεύτων ενδελεχισθήσεται. 25 αιρετόν κλέπτης ή ο ενδελεχίζων ψεύδει, αμφότεροι δε απώλειαν κληρονομήσουσιν. 26 ήθος ανθρώπου ψευδούς ατιμία, και η αισχύνη αυτού μετ ‘ αυτού ενδελεχώς.

 ΛΟΓΟΙ ΠΑΡΑΒΟΛΩΝ.- 27 Ο σοφός εν λόγοις προάξει εαυτόν, και άνθρωπος φρόνιμος αρέσει μεγιστάσιν. 28 ο εργαζόμενος γην ανυψώσει θημωνίαν αυτού, και ο αρέσκων μεγιστάσιν εξιλάσεται αδικίαν. 29 ξένια και δώρα αποτυφλοί οφθαλμούς σοφών και ως φιμός εν στόματι αποτρέπει ελεγμούς. 30 σοφία κεκρυμμένη και θησαυρός αφανής, τις ωφέλεια εν αμφοτέροις; 31 κρείσσων άνθρωπος αποκρύπτων την μωρίαν αυτού ή άνθρωπος αποκρύπτων την σοφίαν αυτού.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 ΤΕΚΝΟΝ, ήμαρτες, μη προσθής μηκέτι και περί των προτέρων σου δεήθητι. 2 ως από προσώπου όφεως φεύγε από αμαρτίας, εάν γαρ προσέλθης, δήξεταί σε· οδόντες λέοντος οι οδόντες αυτής αναιρούντες ψυχάς ανθρώπων. 3 ως ρομφαία δίστομος πάσα ανομία, τη πληγή αυτής ουκ έστιν ίασις. 4 καταπληγμός και ύβρις ερημώσουσι πλούτον· ούτως οίκος υπερηφάνου ερημωθήσεται. 5 δέησις πτωχού εκ στόματος έως ωτίων αυτού, και το κρίμα αυτού κατά σπουδήν έρχεται. 6 μισών ελεγμόν εν ίχνει αμαρτωλού, και ο φοβούμενος Κύριον επιστρέψει εν καρδία. 7 γνωστός μακρόθεν ο δυνατός εν γλώσση, ο δε νοήμων οίδεν εν τω ολισθαίνειν αυτόν. 8 ο οικοδομών την οικίαν αυτού εν χρήμασιν αλλοτρίοις, ως ο συνάγων αυτού τους λίθους εις χειμώνα. 9 στυππείον συνηγμένον συναγωγή ανόμων, και η συντέλεια αυτών φλόξ πυρός. 10 οδός αμαρτωλών ωμαλισμένη εκ λίθων, και επ ‘ εσχάτω αυτής βόθρος άδου.

 11 Ο φυλάσσων νόμον κατακρατεί του εννοήματος αυτού, και συντέλεια του φόβου Κυρίου σοφία. 12 ου παιδευθήσεται ος ουκ έστι πανούργος· έστι πανουργία πληθύνουσα πικρίαν. 13 γνώσις σοφού ως κατακλυσμός πληθυνθήσεται και η βουλή αυτού ως πηγή ζωής. 14 έγκατα μωρού ως αγγείον συντετριμμένον και πάσαν γνώσιν ου κρατήσει. 15 λόγον σοφόν εάν ακούση επιστήμων, αινέσει αυτόν και επ ‘ αυτόν προσθήσει· ήκουσεν ο σπαταλών και απήρεσεν αυτω, και απέστρεψεν αυτόν οπίσω του νώτου αυτού. 16 εξήγησις μωρού ως εν οδω φορτίον, επί δε χείλους συνετού ευρεθήσεται χάρις. 17 στόμα φρονίμου ζητηθήσεται εν εκκλησία, και τους λόγους αυτού διανοηθήσονται εν καρδία. 18 ως οίκος ηφανισμένος ούτως μωρω σοφία, και γνώσις ασυνέτου αδιεξέταστοι λόγοι. 19 πέδαι εν ποσίν ανοήτοις παιδεία και ως χειροπέδαι επί χειρός δεξιάς. 20 μωρός εν γέλωτι ανυψοί φωνήν αυτού, ανήρ δε πανούργος μόλις ησυχή μειδιάσει. 21 ως κόσμος χρυσού φρονίμω παιδεία και ως χλιδών επί βραχίονι δεξιω. 22 πούς μωρού ταχύς εις οικίαν, άνθρωπος δε πολύπειρος αισχυνθήσεται από προσώπου. 23 άφρων από θύρας παρακύπτει εις οικίαν, ανήρ δε πεπαιδευμένος έξω στήσεται. 24 απαιδευσία ανθρώπου ακροάσθαι παρά θύραν, ο δε φρόνιμος βαρυνθήσεται ατιμία. 25 χείλη αλλοτρίων εν τούτοις βαρυνθήσεται, λόγοι δε φρονίμων εν ζυγω σταθήσονται. 26 εν στόματι μωρών η καρδία αυτών, καρδία δε σοφών στόμα αυτών. 27 εν τω καταράσθαι ασεβή τον σατανάν αυτός καταράται την εαυτού ψυχήν. 28 μολύνει την εαυτού ψυχήν ο ψιθυρίζων και εν παροικήσει μισηθήσεται.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΛΙΘ† ηρδαλωμένω συνεβλήθη οκνηρός, και πας εκσυριεί επί τη ατιμία αυτού. 2 βολβίτω κοπρίων συνεβλήθη οκνηρός, πας ο αναιρούμενος αυτόν εκτινάξει χείρα. 3 αισχύνη πατρός εν γεννήσει απαιδεύτου, θυγάτηρ δε επ ‘ ελαττώσει γίνεται. 4 θυγάτηρ φρονίμη κληρονομήσει άνδρα αυτής, και η καταισχύνουσα εις λύπην γεννήσαντος· 5 πατέρα και άνδρα καταισχύνει η θρασεία και υπό αμφοτέρων ατιμασθήσεται.

 6 Μουσικά εν πένθει άκαιρος διήγησις, μάστιγες δε και παιδεία εν παντί καιρω σοφίας. 7 συγκολλών όστρακον ο διδάσκων μωρόν, εξεγείρων καθεύδοντα εκ βαθέως ύπνου. 8 διηγούμενος νυστάζοντι ο διηγούμενος μωρω, και επί συντελεία ερεί, τι εστιν; 11 επί νεκρω κλαύσον, εξέλιπε γαρ φως, και επί μωρω κλαύσον, εξέλιπε γαρ σύνεσις. ήδιον κλαύσον επί νεκρω, ότι ανεπαύσατο, του δε μωρού υπέρ θάνατον η ζωή πονηρά. 12 πένθος νεκρού επτά ημέραι, μωρού δε και ασεβούς πάσαι αι ημέραι της ζωής αυτού. 13 μετά άφρονος μη πληθύνης λόγον, και προς ασύνετον μη πορεύου· φύλαξαι απ ‘ αυτού, ίνα μη κόπον έχης, και ου μη μολυνθής εν τω εντιναγμω αυτού· έκκλινον απ ‘ αυτού και ευρήσεις ανάπαυσιν και ου μη ακηδιάσης εν τη απονοία αυτού. 14 υπέρ μόλυβδον τι βαρυνθήσεται; και τι αυτω όνομα αλλ ‘ ή μωρός; 15 άμμον και άλα και βώλον σιδήρου εύκοπον υπενεγκείν ή άνθρωπον ασύνετον.- 16 Ιμάντωσις ξυλίνη ενδεδεμένη εις οικοδομήν εν συσσεισμω ου διαλυθήσεται· ούτως καρδία εστηριγμένη επί διανοήματος βουλής εν καιρω ου δειλιάσει. 17 καρδία ηδρασμένη επί διανοίας συνέσεως ως κόσμος ψαμμωτός τοίχου ξυστού. 18 χάρακες επί μετεώρου κείμενοι κατέναντι ανέμου ου μη υπομείνωσιν· ούτως καρδία δειλή επί διανοήματος μωρού κατέναντι παντός φόβου ου μη υπομείνη.

 19 Ο νύσσων οφθαλμόν κατάξει δάκρυα, και ο νύσσων καρδίαν εκφαίνει αίσθησιν. 20 βάλλων λίθον επί πετεινά αποσοβεί αυτά, και ο ονειδίζων φίλον διαλύσει φιλίαν. 21 επί φίλον εάν σπάσης ρομφαίαν, μη απελπίσης, έστι γαρ επάνοδος· 22 επί φίλον εάν ανοίξης στόμα, μη ευλαβηθής, έστι γαρ διαλλαγή· πλήν ονειδισμού και υπερηφανίας και μυστηρίου αποκαλύψεως και πληγής δολίας, εν τούτοις αποφεύξεται πας φίλος. 23 πίστιν κτήσαι εν πτωχεία μετά του πλησίον, ίνα εν τοις αγαθοίς αυτού ομού πλησθής· εν καιρω θλίψεως διάμενε αυτω, ίνα εν τη κληρονομία αυτού συγκληρονομήσης. 24 προ πυρός ατμίς καμίνου και καπνός· ούτως προ αιμάτων λοιδορίαι. 25 φίλον σκεπάσαι ουκ αισχυνθήσομαι και από προσώπου αυτού ου μη κρυβώ. 26 και ει κακά μοι συμβή δι ‘ αυτόν, πας ο ακούων φυλάξεται απ ‘ αυτού.- 27 Τίς δώσει μοι επί στόμα μου φυλακήν και επί των χειλέων μου σφραγίδα πανούργον, ίνα μη πέσω απ ‘ αυτής και η γλώσσά μου απολέση με;

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 ΚΥΡΙΕ, πάτερ και δέσποτα ζωής μου, μη εγκαταλίπης με εν βουλή αυτών, μη αφής με πεσείν εν αυτοίς. 2 τις επιστήσει επί του διανοήματός μου μάστιγας και επί της καρδίας μου παιδείαν σοφίας, ίνα επί τοις αγνοήμασί μου μη φείσωνται και ου μη παρή τα αμαρτήματα αυτών, 3 όπως μη πληθύνωσιν αι άγνοιαί μου και αι αμαρτίαι μου πλεονάσωσι και πεσούμαι έναντι των υπεναντίων και επιχαρείταί μοι ο εχθρός μου; 4 Κύριε, πάτερ και Θεέ ζωής μου, μετεωρισμόν οφθαλμών μη δως μοι 5 και επιθυμίαν απόστρεψον απ ‘ εμού· 6 κοιλίας όρεξις και συνουσιασμός μη καταλαβέτωσάν με, και ψυχή αναιδεί μη παραδως με.

 ΠΑΙΔΕΙΑ ΣΤΟΜΑΤΟΣ.- 7 Παιδείαν στόματος ακούσατε, τέκνα, και ο φυλάσσων ου μη αλω. 8 εν τοις χείλεσιν αυτού καταληφθήσεται αμαρτωλός, και λοίδορος και υπερήφανος σκανδαλισθήσονται εν αυτοίς. 9 όρκω μη εθίσης το στόμα σου και ονομασία του αγίου μη συνεθισθής· 10 ωσπερ γαρ οικέτης εξεταζόμενος ενδελεχώς από μώλωπος ουκ ελαττωθήσεται, ούτως και ο ομνύων και ονομάζων διαπαντός από αμαρτίας ου μη καθαρισθή. 11 ανήρ πολύορκος πλησθήσεται ανομίας, και ουκ αποστήσεται από του οίκου αυτού μάστιξ· εάν πλημμελήση, αμαρτία αυτού επ ‘ αυτω, καν υπερίδη, ήμαρτε δισσώς· και ει διακενής ώμοσεν, ου δικαιωθήσεται, πλησθήσεται γαρ επαγωγών ο οίκος αυτού.- 12 Έστι λέξις αντιπεριβεβλημένη θανάτω, μη ευρεθήτω εν κληρονομία Ιακώβ· από γαρ ευσεβών ταύτα πάντα αποστήσεται, και εν αμαρτίαις ουκ εγκυλισθήσονται. 13 απαιδευσίαν ασυρή μη συνεθίσης το στόμα σου, έστι γαρ εν αυτη λόγος αμαρτίας. 14 μνήσθητι πατρός και μητρός σου, ανά μέσον γαρ μεγιστάνων συνεδρεύεις· μήποτ ‘ επιλάθη ενώπιον αυτών και τω εθισμω σου μωρανθής και θελήσεις ει μη εγεννήθης και την ημέραν του τοκετού σου καταράση. 15 άνθρωπος συνεθιζόμενος λόγοις ονειδισμού εν πάσαις ταις ημέραις αυτού ου μη παιδευθή.

 16 Δύο είδη πληθύνουσιν αμαρτίας, και το τρίτον επάξει οργήν· 17 ψυχή θερμή ως πυρ καιόμενον, ου μη σβεσθή έως αν καταποθή· άνθρωπος πόρνος εν σώματι σαρκός αυτού, ου μη παύσηται έως αν εκκαύση πυρ· ανθρώπω πόρνω πας άρτος ηδύς, ου μη κοπάση έως αν τελευτήση. 18 άνθρωπος παραβαίνων από της κλίνης αυτού, λέγων εν τη ψυχή αυτού· τις με ορά; σκότος κύκλω μου, και οι τοίχοί με καλύπτουσι, και ουθείς με ορά· τι ευλαβούμαι; των αμαρτιών μου ου μη μνησθήσεται ο Ύψιστος. 19 και οφθαλμοί ανθρώπων ο φόβος αυτού, και ουκ έγνω ότι οφθαλμοί Κυρίου μυριοπλασίως ηλίου φωτεινότεροι, επιβλέποντες πάσας οδούς ανθρώπων και κατανοούντες εις απόκρυφα μέρη. 20 πριν ή κτισθήναι τα πάντα, έγνωσται αυτω, ούτως και μετά το συντελεσθήναι. 21 ούτος εν πλατείαις πόλεως εκδικηθήσεται, και ου ουχ υπενόησεν πιασθήσεται.- 22 Ούτως και γυνή καταλιπούσα τον άνδρα και παριστώσα κληρονόμον εξ αλλοτρίου· 23 πρώτον μεν γαρ εν νόμω Υψίστου ηπείθησε, και δεύτερον εις άνδρα εαυτής επλημμέλησε, και το τρίτον εν πορνεία εμοιχεύθη, εξ αλλοτρίου ανδρός τέκνα παρέστησεν. 24 αύτη εις εκκλησίαν εξαχθήσεται, και επί τα τέκνα αυτής επισκοπή έσται. 25 ου διαδώσουσι τα τέκνα αυτής εις ρίζαν, και οι κλάδοι αυτής ου δώσουσι καρπόν. 26 καταλείψει εις κατάραν το μνημόσυνον αυτής, και το όνειδος αυτής ουκ εξαλειφθήσεται. 27 και επιγνώσονται οι καταλειφθέντες ότι ουθέν κρείττον φόβου Κυρίου και ουθέν γλυκύτερον του προσέχειν εντολαίς Κυρίου.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΑΙΝΕΣΙΣ ΣΟΦΙΑΣ.- Η σοφία αινέσει ψυχήν αυτής και εν μέσω λαού αυτής καυχήσεται. 2 εν εκκλησία Υψίστου στόμα αυτής ανοίξει και έναντι δυνάμεως αυτού καυχήσεται· 3 εγώ από στόματος Υψίστου εξήλθον, και ως ομίχλη κατεκάλυψα γην· 4 εγώ εν υψηλοίς κατεσκήνωσα, και ο θρόνος μου εν στύλω νεφέλης· 5 γύρον ουρανού εκύκλωσα μόνη και εν βάθει αβύσσων περιεπάτησα· 6 εν κύμασι θαλάσσης και εν πάση τη γη και εν παντί λαω και έθνει εκτησάμην. 7 μετά τούτων πάντων ανάπαυσιν εζήτησα και εν κληρονομία τίνος αυλισθήσομαι. 8 τότε ενετείλατό μοι ο κτίστης απάντων, και ο κτίσας με κατέπαυσε την σκηνήν μου και είπεν· εν Ιακώβ κατασκήνωσον και εν Ισραήλ κατακληρονομήθητι. 9 προ του αιώνος απ ‘ αρχής έκτισέ με, και έως αιώνος ου μη εκλίπω. 10 εν σκηνή αγία ενώπιον αυτού ελειτούργησα και ούτως εν Σιών εστηρίχθην· 11 εν πόλει ηγαπημένη ομοίως με κατέπαυσε, και εν Ιερουσαλήμ η εξουσία μου· 12 και ερρίζωσα εν λαω δεδοξασμένω, εν μερίδι Κυρίου κληρονομίας αυτού. 13 ως κέδρος ανυψώθην εν τω Λιβάνω και ως κυπάρισσος εν όρεσιν Αερμών· 14 ως φοίνιξ ανυψώθην εν αιγιαλοίς και ως φυτά ρόδου εν Ιεριχώ, ως ελαία ευπρεπής εν πεδίω, και ανυψώθην ως πλάτανος. 15 ως κιννάμωμον και ασπάλαθος αρωμάτων δέδωκα οσμήν και ως σμύρνα εκλεκτή διέδωκα ευωδίαν, ως χαλβάνη και όνυξ και στακτή και ως λιβάνου ατμίς εν σκηνή. 16 εγώ ως τερέμινθος εξέτεινα κλάδους μου, και οι κλάδοι μου κλάδοι δόξης και χάριτος. 17 εγώ ως άμπελος βλαστήσασα χάριν, και τα άνθη μου καρπός δόξης και πλούτου. [18 εγώ μήτηρ της αγαπήσεως της καλής, και φόβου και γνώσεως και της οσίας ελπίδος, δίδομαι ουν πάσι τοις τέκνοις μου, αειγενής τοις λεγομένοις υπ' αυτού]. 19 προσέλθετε προς με οι επιθυμούντές μου, και από των γεννημάτων μου εμπλήσθητε· 20 το γαρ μνημόσυνόν μου υπέρ το μέλι γλυκύ, και η κληρονομία μου υπέρ μέλιτος κηρίον. 21 οι εσθίοντές με έτι πεινάσουσι, και οι πίνοντές με έτι διψήσουσιν. 22 ο υπακούων μου ουκ αισχυνθήσεται, και οι εργαζόμενοι εν εμοί ουχ αμαρτήσουσι. 23 ταύτα πάντα βίβλος διαθήκης Θεού Υψίστου, νόμον ον ενετείλατο ημίν Μωυσής κληρονομίαν συναγωγαίς Ιακώβ. [24 μη εκλύεσθε ισχύν εν Κυρίω, κολλάσθε δε προς αυτόν, ίνα κραταιώση υμάς, Κύριος παντοκράτωρ Θεός μόνος εστί, και ουκ έστιν έτι πλήν αυτού σωτήρ]. 25 ο πιμπλών ως Φεισών σοφίαν και ως Τίγρις εν ημέραις νέων, 26 ο αναπληρών ως Ευφράτης σύνεσιν και ως Ιορδάνης εν ημέραις θερισμού, 27 ο εκφαίνων ως φως παιδείαν, ως Γηών εν ημέραις τρυγητού. 28 ου συνετέλεσεν ο πρώτος γνώναι αυτήν, και ούτως ο έσχατος ουκ εξιχνίασεν αυτήν· 29 από γαρ θαλάσσης επληθύνθη διανόημα αυτής και η βουλή αυτής από αβύσσου μεγάλης. 30 καγώ ως διώρυξ από ποταμού και ως υδραγωγός εξήλθον εις παράδεισον· 31 είπα· ποτιώ μου τον κήπον και μεθύσω μου την πρασιάν· και ιδού εγένετό μοι η διώρυξ εις ποταμόν, και ο ποταμός μου εγένετο εις θάλασσαν. 32 έτι παιδείαν ως όρθρον φωτιώ και εκφανώ αυτά έως εις μακράν· 33 έτι διδασκαλίαν ως προφητείαν εκχεώ και καταλείψω αυτήν εις γενεάς αιώνων. 34 ίδετε ότι ουκ εμοί μόνω εκοπίασα, αλλά πάσι τοις εκζητούσιν αυτήν.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΚΕ

 1 ΕΝ τρισίν ωραϊσθην και ανέστην ωραία έναντι Κυρίου και ανθρώπων· ομόνοια αδελφών, και φιλία των πλησίον, και γυνή και ανήρ εαυτοίς συμπεριφερόμενοι. 2 τρία δε είδη εμίσησεν η ψυχή μου και προσώχθισα σφόδρα τη ζωή αυτών· πτωχόν υπερήφανον, και πλούσιον ψεύστην, γέροντα μοιχόν ελαττούμενον συνέσει.- 3 Εν νεότητι ου συναγήοχας, και Πως αν εύροις εν τω γήρα σου; 4 ως ωραίον πολιαίς κρίσις και πρεσβυτέροις επιγνώναι βουλήν. 5 ως ωραία γερόντων σοφία και δεδοξασμένοις διανόημα και βουλή. 6 στέφανος γερόντων πολυπειρία, και το καύχημα αυτών φόβος Κυρίου.- 7 Εννέα υπονοήματα εμακάρισα εν καρδία και το δέκατον ερώ επί γλώσσης· άνθρωπος ευφραινόμενος επί τέκνοις, ζων και βλέπων επί πτώσει εχθρών· 8 μακάριος ο συνοικών γυναικί συνετη, και ος εν γλώσση ουκ ωλίσθησε, και ος ουκ εδούλευσεν αναξίω αυτού· 9 μακάριος ος εύρε φρόνησιν, και ο διηγούμενος εις ώτα ακουόντων· 10 ως μέγας ο ευρών σοφίαν· αλλ ‘ ουκ έστιν υπέρ τον φοβούμενον τον Κύριον· 11 φόβος Κυρίου υπέρ παν υπερέβαλεν, ο κρατών αυτού τίνι ομοιωθήσεται; [12 φόβος Κυρίου αρχή αγαπήσεως αυτού, πίστις δε αρχή κολλήσεως αυτού].

 13 Πάσαν πληγήν και μη πληγήν καρδίας, και πάσαν πονηρίαν και μη πονηρίαν γυναικός· 14 πάσαν επαγωγήν και μη επαγωγήν μισούντων, και πάσαν εκδίκησιν και μη εκδίκησιν εχθρών. 15 ουκ έστι κεφαλή υπέρ κεφαλήν όφεως, και ουκ έστι θυμός υπέρ θυμόν εχθρού. 16 συνοικήσαι λέοντι και δράκοντι ευδοκήσω ή ενοικήσαι μετά γυναικός πονηράς. 17 πονηρία γυναικός αλλοιοί την όρασιν αυτής και σκοτοί το πρόσωπον αυτής ως άρκος. 18 ανά μέσον του πλησίον αυτού αναπεσείται ο ανήρ αυτής, και ακούσας ανεστέναξε πικρά. 19 μικρά πάσα κακία προς κακίαν γυναικός, κλήρος αμαρτωλού επιπέσοι αυτη. 20 ανάβασις αμμώδης εν ποσί πρεσβυτέρου, ούτως γυνή γλωσσώδης ανδρί ησύχω. 21 μη προσπέσης επί κάλλος γυναικός και γυναίκα μη επιποθήσης. 22 οργή και αναίδεια και αισχύνη μεγάλη γυνή εάν επιχορηγή τω ανδρί αυτής. 23 καρδία ταπεινή και πρόσωπον σκυθρωπόν και πληγή καρδίας γυνή πονηρά· χείρες παρειμέναι και γόνατα παραλελυμένα ήτις ου μακαριεί τον άνδρα αυτής. 24 από γυναικός αρχή αμαρτίας, και δι ‘ αυτήν αποθνήσκομεν πάντες. 25 μη δως ύδατι διέξοδον μηδέ γυναικί πονηρά εξουσίαν. 26 ει μη πορεύεται κατά χείρά σου, από των σαρκών σου απότεμε αυτήν.

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ

 1 ΓΥΝΑΙΚΟΣ αγαθής μακάριος ο ανήρ, και αριθμός των ημερών αυτού διπλάσιος. 2 γυνή ανδρεία ευφραίνει τον άνδρα αυτής, και τα έτη αυτού πληρώσει εν ειρήνη. 3 γυνή αγαθή μερίς αγαθή, εν μερίδι φοβουμένων Κύριον δοθήσεται. 4 πλουσίου δε και πτωχού καρδία αγαθή, εν παντί καιρω πρόσωπον ιλαρόν. 5 από τριών ευλαβήθη η καρδία μου, και επί τω τετάρτω προσώπω εδεήθην· διαβολήν πόλεως, και εκκλησίαν όχλου, και καταψευσμόν, υπέρ θάνατον πάντα μοχθηρά. 6 άλγος καρδίας και πένθος γυνή αντίζηλος επί γυναικί και μάστιξ γλώσσης πάσιν επικοινωνούσα. 7 βοοζύγιον σαλευόμενον γυνή πονηρά, ο κρατών αυτής ως ο δρασσόμενος σκορπίου. 8 οργή μεγάλη γυνή μέθυσος και ασχημοσύνην αυτής ου συγκαλύψει. 9 πορνεία γυναικός εν μετεωρισμοίς οφθαλμών και εν τοις βλεφάροις αυτής γνωσθήσεται. 10 επί θυγατρί αδιατρέπτω στερέωσον φυλακήν, ίνα μη ευρούσα άνεσιν εαυτη χρήσηται. 11 οπίσω αναιδούς οφθαλμού φύλαξαι, και μη θαυμάσης εάν εις σε πλημμελήση· 12 ως διψών οδοιπόρος το στόμα ανοίξει, και από παντός ύδατος του σύνεγγυς πίεται, κατέναντι παντός πασσάλου καθήσεται και έναντι βέλους ανοίξει φαρέτραν. 13 χάρις γυναικός τέρψει τον άνδρα αυτής, και τα οστά αυτού πιανεί η επιστήμη αυτής. 14 δόσις Κυρίου γυνή σιγηρά, και ουκ έστιν αντάλλαγμα πεπαιδευμένης ψυχής. 15 χάρις επί χάριτι γυνή αισχυντηρά, και ουκ έστι σταθμός πας άξιος εγκρατούς ψυχής. 16 ήλιος ανατέλλων εν υψίστοις Κυρίου και κάλλος αγαθής γυναικός εν κόσμω οικίας αυτής. 17 λύχνος εκλάμπων επί λυχνίας αγίας και κάλλος προσώπου επί ηλικία στασίμη. 18 στύλοι χρύσεοι επί βάσεως αργυράς και πόδες ωραίοι επί στέρνοις ευσταθούς. [19 Τέκνον, ακμήν ηλικίας σου συντήρησον υγιή, και μη δως αλλοτρίοις την ισχύν σου. 20 αναζητήσας παντός πεδίου εύγειον κλήρον σπείρε τα ίδια σπέρματα πεποιθώς τη ευγενεία σου· 21 ούτως τα γενήματά σου περιόντα και παρρησίαν ευγενείας έχοντα μεγαλυνούσι. 22 γυνή μισθία ίση σιάλω λογισθήσεται, ύπανδρος δε πύργος θανάτου τοις χρωμένοις λογισθήσεται. 23 γυνή ασεβής ανόμω μερίς δοθήσεται, ευσεβής δε δίδοται τω φοβουμένω τον Κύριον. 24 γυνή ασχήμων ατιμίαν κατατρίψει, θυγάτηρ δε ευσχήμων και τον άνδρα εντραπήσεται. 25 γυνή αδιάτρεπτος ως κύων λογισθήσεται, η δε έχουσα αισχύνην τον Κύριον φοβηθήσεται. 26 γυνή άνδρα ίδιον τιμώσα σοφή πάσι φανήσεται, ατιμάζουσα δε εν υπερηφανία ασεβής πάσι γνωσθήσεται. γυναικός αγαθής μακάριος ο ανήρ, ο γαρ αριθμός των ετών αυτού διπλάσιος έσται. 27 γυνή μεγαλόφωνος και γλωσσώδης ως σάλπιγξ πολέμων εις τροπήν θεωρηθήσεται, ανθρώπου δε παντός ψυχή ομοιότροπος τούτοις, πολέμου ακαταστασίαις την ψυχήν διαιτηθήσεται].- 28 Επί δυσί λελύπηται η καρδία μου, και επί τω τρίτω θυμός μοι επήλθεν· ανήρ πολεμιστής υστερών δι ‘ ένδειαν, και άνδρες συνετοί εάν σκυβαλισθώσιν, επανάγων από δικαιοσύνης επί αμαρτίαν· ο Κύριος ετοιμάσει εις ρομφαίαν αυτόν.

 29 Μόλις εξελείται έμπορος από πλημμελείας, και ου δικαιωθήσεται κάπηλος από αμαρτίας.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΚΖ

 1 ΧΑΡΙΝ διαφόρου πολλοί ήμαρτον, και ο ζητών πληθύναι αποστρέψει οφθαλμόν. 2 αναμέσον αρμών λίθων παγήσεται πάσσαλος, και αναμέσον πράσεως και αγορασμού συντριβήσεται αμαρτία. 3 εάν μη εν φόβω Κυρίου κρατήση κατά σπουδήν, εν τάχει καταστραφήσεται αυτού ο οίκος.

 4 Εν σείσματι κοσκίνου διαμένει κοπρία, ούτως σκύβαλα ανθρώπου εν λογισμω αυτού. 5 σκεύη κεραμέως δοκιμάζει κάμινος, και πειρασμός ανθρώπου εν διαλογισμω αυτού. 6 γεώργιον ξύλου εκφαίνει ο καρπός αυτού, ούτως λόγος ενθυμήματος καρδίας ανθρώπου. 7 προ λογισμού μη επαινέσης άνδρα, ούτος γαρ πειρασμός ανθρώπων.- 8 Εάν διώκης το δίκαιον, καταλήψη και ενδύση αυτό ως ποδήρη δόξης. 9 πετεινά προς τα όμοια αυτοίς καταλύσει, και αλήθεια προς τους εργαζομένους αυτήν επανήξει. 10 λέων θήραν ενεδρεύει, ούτως αμαρτίαι εργαζομένους άδικα. 11 διήγησις ευσεβούς διαπαντός σοφία, ο δε άφρων ως σελήνη αλλοιούται. 12 εις μέσον ασυνέτων συντήρησον καιρόν, εις μέσον δε διανοουμένων ενδελέχιζε. 13 διήγησις μωρών προσόχθισμα, και ο γέλως αυτών εν σπατάλη αμαρτίας. 14 λαλιά πολυόρκου ορθώσει τρίχας, και η μάχη αυτών εμφραγμός ωτίων. 15 έκχυσις αίματος μάχη υπερηφάνων, και η διαλοιδόρησις αυτών ακοή μοχθηρά.- 16 Ο αποκαλύπτων μυστήρια απώλεσε πίστιν, και ου μη εύρη φίλον προς την ψυχήν αυτού. 17 στέρξον φίλον και πιστώθητι μετ ‘ αυτού· εάν δε αποκαλύψης τα μυστήρια αυτού, ου μη καταδιώξης οπίσω αυτού. 18 καθώς γαρ απώλεσεν άνθρωπος τον εχθρόν αυτού, ούτως απώλεσας την φιλίαν του πλησίον· 19 και ως πετεινόν εκ χειρός σου απέλυσας, ούτως αφήκας τον πλησίον και ου θηρεύσεις αυτόν. 20 μη αυτόν διώξης, ότι μακράν απέστη και εξέφυγεν ως δορκάς εκ παγίδος. 21 ότι τραύμά εστι καταδήσαι και λοιδορίας εστί διαλλαγή, ο δε αποκαλύψας μυστήρια απήλπισεν.- 22 Διανεύων οφθαλμω τεκταίνει κακά, και ουδείς αυτόν αποστήσει απ ‘ αυτού· 23 απέναντι των οφθαλμών σου γλυκανεί στόμα σου, και επί των λόγων σου εκθαυμάσει, ύστερον δε διαστρέψει το στόμα αυτού και εν τοις λόγοις σου δώσει σκάνδαλον. 24 πολλά εμίσησα και ουχ ωμοίωσα αυτω, και ο Κύριος μισήσει αυτόν. 25 ο βάλλων λίθον εις ύψος επί κεφαλήν αυτού βάλλει, και πληγή δολία διελεί τραύματα. 26 ο ορύσσων βόθρον εις αυτόν εμπεσείται, και ο ιστών παγίδα εν αυτη αλώσεται. 27 ο ποιών πονηρά εις αυτόν κυλισθήσεται, και ου μη επιγνω πόθεν ήκει αυτω. 28 εμπαιγμός και ονειδισμός υπερηφάνων, και η εκδίκησις ως λέων ενεδρεύσει αυτόν. 29 παγίδι αλώσονται οι ευφραινόμενοι πτώσει ευσεβών, και οδύνη καταναλώσει αυτούς προ του θανάτου αυτών.

 30 Μήνις και οργή και ταύτά εστι βδελύγματα και ανήρ αμαρτωλός εγκρατής έσται αυτών.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΚΗ

 1 Ο ΕΚΔΙΚΩΝ παρά Κυρίου ευρήσει εκδίκησιν, και τας αμαρτίας αυτού διατηρών διατηρήσει. 2 άφες αδίκημα τω πλησίον σου, και τότε δεηθέντος σου αι αμαρτίαι σου λυθήσονται. 3 άνθρωπος ανθρώπω συντηρεί οργήν, και παρά Κυρίου ζητεί ίασιν; 4 επ ‘ άνθρωπον όμοιον αυτω ουκ έχει έλεος, και περί των αμαρτιών αυτού δείται; 5 αυτός σάρξ ων διατηρεί μήνιν, τις εξιλάσεται τας αμαρτίας αυτού; 6 μνήσθητι τα έσχατα και παύσαι εχθραίνων, καταφθοράν και θάνατον, και έμμενε εντολαίς. 7 μνήσθητι εντολών και μη μηνίσης τω πλησίον, και διαθήκην Υψίστου και πάριδε άγνοιαν. 8 απόσχου από μάχης, και ελαττώσεις αμαρτίας· άνθρωπος γαρ θυμώδης εκκαύσει μάχην, 9 και ανήρ αμαρτωλός ταράξει φίλους και ανά μέσον ειρηνευόντων εμβάλλει διαβολήν. 10 κατά την ύλην του πυρός ούτως εκκαυθήσεται, και κατά την ισχύν του ανθρώπου ο θυμός αυτού έσται, και κατά τον πλούτον ανυψώσει οργήν αυτού, και κατά την στερέωσιν της μάχης εκκαυθήσεται. 11 έρις κατασπευδομένη εκκαίει πυρ, και μάχη κατασπεύδουσα εκχέει αίμα. 12 εάν φυσήσης εις σπινθήρα, εκκαήσεται, και εάν πτύσης επ ‘ αυτόν, σβεσθήσεται· και αμφότερα εκ του στόματός σου εκπορεύεται.

 13 Ψίθυρον και δίγλωσσον καταράσασθε, πολλούς γαρ ειρηνεύοντας απώλεσαν. 14 γλώσσα τρίτη πολλούς εσάλευσε και διέστησεν αυτούς από έθνους εις έθνος και πόλεις οχυράς καθείλε και οικίας μεγιστάνων κατέστρεψε. 15 γλώσσα τρίτη γυναίκας ανδρείας εξέβαλε και εστέρησεν αυτάς των πόνων αυτών. 16 ο προσέχων αυτη ου μη εύρη ανάπαυσιν, ουδέ κατασκηνώσει μεθ ‘ ησυχίας. 17 πληγή μάστιγος ποιεί μώλωπας, πληγή δε γλώσσης συγκλάσει οστά. 18 πολλοί έπεσαν εν στόματι μαχαίρας, και ουχ ως οι πεπτωκότες δια γλώσσαν. 19 μακάριος ο σκεπασθείς απ ‘ αυτής, ος ου διήλθεν εν τω θυμω αυτής, ος ουχ είλκυσε τον ζυγόν αυτής και εν τοις δεσμοίς αυτής ουκ εδέθη· 20 ο γαρ ζυγός αυτής ζυγός σιδηρούς, και οι δεσμοί αυτής δεσμοί χάλκεοι. 21 θάνατος πονηρός ο θάνατος αυτής, και λυσιτελής μάλλον ο άδης αυτής. 22ου μη κρατήσει ευσεβών, και εν τη φλογί αυτής ου καήσονται. 23 οι καταλείποντες Κύριον εμπεσούνται εις αυτήν, και εν αυτοίς εκκαήσεται και ου μη σβεσθή· εξαποσταλήσεται επ ‘ αυτοίς ως λέων, και ως πάρδαλις λυμανείται αυτούς. 24 ίδε περίφραξον το κτήμά σου ακάνθαις, το αργύριόν σου και το χρυσίον κατάδησον· 25 και τοις λόγοις σου ποίησον ζυγόν και σταθμόν, και τω στόματί σου ποίησον θύραν και μοχλόν. 26 πρόσεχε μήπως ολισθήσης εν αυτη, μη πέσης κατέναντι ενεδρεύοντος.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘ

 1 Ο ΠΟΙΩΝ έλεος δανειεί τω πλησίον, και ο επισχύων τη χειρί αυτού τηρεί εντολάς. 2 δάνεισον τω πλησίον εν καιρω χρείας αυτού, και πάλιν απόδος τω πλησίον εις τον καιρόν· 3 στερέωσον λόγον και πιστώθητι μετ ‘ αυτού, και εν παντί καιρω ευρήσεις την χρείαν σου. 4 πολλοί ως εύρεμα ενόμισαν δάνος και παρέσχον πόνον τοις βοηθήσασιν αυτοίς. 5 έως ου λάβη, καταφιλήσει χείρα αυτού, και επί των χρημάτων του πλησίον ταπεινώσει φωνήν· και εν καιρω αποδόσεως παρελκύσει χρόνον και αποδώσει λόγους ακηδίας και τον καιρόν αιτιάσεται. 6 εάν ισχύση, μόλις κομίσεται το ήμισυ και λογιείται αυτό ως εύρεμα· ει δε μη, απεστέρησεν αυτόν των χρημάτων αυτού, και εκτήσατο αυτόν εχθρόν δωρεάν· κατάρας και λοιδορίας αποδώσει αυτω και αντί δόξης αποδώσει αυτω ατιμίαν. 7 πολλοί ουν χάριν πονηρίας απέστρεψαν, αποστερηθήναι δωρεάν ευλαβήθησαν. 8 πλήν επί ταπεινω μακροθύμησον και επ ‘ ελεημοσύνην μη παρελκύσης αυτόν. 9 χάριν εντολής αντιλαβού πένητος και κατά την ένδειαν αυτού μη αποστρέψης αυτόν κενόν. 10 απόλεσον αργύριον δι ‘ αδελφόν και φίλον, και μη ιωθήτω υπό τον λίθον εις απώλειαν. 11 θές τον θησαυρόν σου κατ ‘ εντολάς Υψίστου, και λυσιτελήσει σοι μάλλον ή το χρυσίον. 12 σύγκλεισον ελεημοσύνην εν τοις ταμείοις σου, και αύτη εξελείταί σε εκ πάσης κακώσεως· 13 υπέρ ασπίδα κράτους και υπέρ δόρυ αλκής κατέναντι εχθρού πολεμήσει υπέρ σου. 14 ανήρ αγαθός εγγυήσεται τον πλησίον, και ο απολωλεκώς αισχύνην καταλήψει αυτόν.

 15 Χάριτας εγγύου μη επιλάθη, έδωκε γαρ την ψυχήν αυτού υπέρ σου. 16 αγαθά εγγύου ανατρέψει αμαρτωλός, και αχάριστος εν διανοία εγκαταλείψει ρυσάμενον. 17 εγγύη πολλούς απώλεσε κατευθύνοντας και εσάλευσεν αυτούς ως κύμα θαλάσσης· άνδρας δυνατούς απώκισε και επλανήθησαν εν έθνεσιν αλλοτρίοις. 19 αμαρτωλός εμπεσών εις εγγύην και διώκων εργολαβίας εμπεσείται εις κρίσεις. 20 αντιλαβού του πλησίον κατά δύναμίν σου και πρόσεχε σεαυτω μη εμπέσης.- 21 Αρχή ζωής ύδωρ και άρτος και ιμάτιον και οίκος καλύπτων ασχημοσύνην. 22 κρείσσων βίος πτωχού υπό σκέπην δοκών ή εδέσματα λαμπρά εν αλλοτρίοις. 23 επί μικρω και μεγάλω ευδοκίαν έχε, και ονειδισμόν παροικίας ου μη ακούσης. 24 ζωή πονηρά εξ οικίας εις οικίαν, και ου παροικήσεις, ουκ ανοίξει στόμα. 25 ξενιείς και ποτιείς εις αχάριστα και προς επί τούτοις πικρά ακούση· 26 πάρελθε, πάροικε, κόσμησον τράπεζαν, και είτι εν τη χειρί σου, ψώμισόν με. 27 έξελθε, πάροικε, από προσώπου δόξης, επεξένωταί μοι ο αδελφός, χρεία της οικίας. 28 βαρέα ταύτα ανθρώπω έχοντι φρόνησιν, επιτίμησις οικίας και ονειδισμός δανειστού.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Λ

 1 ΠΕΡΙ ΤΕΚΝΩΝ.- Ο αγαπών τον υιόν αυτού ενδελεχήσει μάστιγας αυτω, ίνα ευφρανθή επ ‘ εσχάτω αυτού. 2 ο παιδεύων τον υιόν αυτού ονήσεται επ ‘ αυτω και ανά μέσον γνωρίμων επ ‘ αυτω καυχήσεται· 3 ο διδάσκων τον υιόν αυτού παραζηλώσει τον εχθρόν και έναντι φίλων επ ‘ αυτω αγαλλιάσεται. 4 ετελεύτησεν αυτού ο πατήρ, και ως ουκ απέθανεν· όμοιον γαρ αυτω κατέλιπε μετ ‘ αυτόν. 5 εν τη ζωή αυτού είδε και ευφράνθη και εν τη τελευτη αυτού ουκ ελυπήθη. 6 εναντίον εχθρών κατέλιπεν έκδικον και τοις φίλοις ανταποδιδόντα χάριν. 7 περιψύχων υιόν καταδεσμεύσει τραύματα αυτού, και επί πάση βοή ταραχθήσεται σπλάγχνα αυτού. 8 ίππος αδάμαστος αποβαίνει σκληρός, και υιος ανειμένος εκβαίνει προαλής. 9 τιθήνησον τέκνον, και εκθαμβήσει σε· σύμπαιξον αυτω, και λυπήσει σε. 10 μη συγγελάσης αυτω, ίνα μη συνοδυνηθής, και επ ‘ εσχάτω γομφιάσεις τους οδόντας σου. 11 μη δως αυτω εξουσία εν νεότητι· θλάσον τας πλευράς αυτού, ως έστι νήπιος, μήποτε σκληρυνθείς απειθήση σοι. [και μη παρίδης τας αγνοίας αυτού. 12 κάμψον τον τράχηλον αυτού εν νεότητι]. 13 παίδευσον τον υιόν σου και έργασαι εν αυτω, ίνα μη εν τη ασχημοσύνη αυτού προσκόψης.

 ΠΕΡΙ ΥΓΙΕΙΑΣ.- 14 Κρείσσων πτωχός υγιής και ισχύων τη έξει ή πλούσιος μεμαστιγωμένος εις σώμα αυτού. 15 υγίεια και ευεξία βέλτιον παντός χρυσίου, και σώμα εύρωστον ή όλβος αμέτρητος. 16 ουκ έστι πλούτος βελτίων υγιείας σώματος, και ουκ έστιν ευφροσύνη υπέρ χαράν καρδίας. 17 κρείσσων θάνατος υπέρ ζωήν πικράν και ανάπαυσις αιώνος ή αρρώστημα έμμονον. 18 αγαθά εκκεχυμένα επί στόματι κεκλεισμένω, θέματα βρωμάτων παρακείμενα επί τάφω. 19 τι συμφέρει κάρπωσις ειδώλω; ούτε γαρ έδεται ούτε μη οσφρανθή· ούτως ο εκδιωκόμενος υπό Κυρίου, 20 βλέπων εν οφθαλμοίς και στενάζων ωσπερ ευνούχος περιλαμβάνων παρθένον και στενάζων. 21 μη δως εις λύπην την ψυχήν σου και μη θλίψης σεαυτόν εν βουλή σου. 22 ευφροσύνη καρδίας ζωή ανθρώπου, και αγαλλίαμα ανδρός μακροημέρευσις. 23 αγάπα την ψυχήν σου και παρακάλει την καρδίαν σου και λύπην μακράν απόστησον από σου· πολλούς γαρ απώλεσεν η λύπη, και ουκ έστιν ωφέλεια εν αυτη. 24 ζήλος και θυμός ελαττούσιν ημέρας, και προ καιρού γήρας άγει μέριμνα. 25 λαμπρά καρδία και αγαθή επί εδέσμασι των βρωμάτων αυτής επιμελήσεται.

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ ΛΑ (ΛΔ)

 1 ΑΓΡΥΠΝΙΑ πλούτου εκτήκει σάρκας, και η μέριμνα αυτού αφιστά ύπνον. 2 μέριμνα αγρυπνίας απαιτήσει νυσταγμόν, και αρρώστημα βαρύ εκνήψει ύπνος. 3 εκοπίασε πλούσιος εν συναγωγή χρημάτων και εν τη αναπαύσει εμπίπλαται των τρυφημάτων αυτού. 4 εκοπίασε πτωχός εν ελαττώσει βίου και εν τη αναπαύσει επιδεής γίνεται. 5 ο αγαπών χρυσίον ου δικαιωθήσεται, και ο διώκων διαφθοράν αυτός πλησθήσεται. 6 πολλοί εδόθησαν εις πτώμα χάριν χρυσίου, και εγενήθη απώλεια αυτών κατά πρόσωπον αυτών. 7 ξύλον προσκόμματός εστι τοις ενθουσιάζουσιν αυτω, και πας άφρων αλώσεται εν αυτω. 8 μακάριος πλούσιος, ος ευρέθη άμωμος και ος οπίσω χρυσίου ουκ επορεύθη· 9 τις εστι; και μακαριούμεν αυτόν, εποίησε γαρ θαυμάσια εν λαω αυτού. 10 τις εδοκιμάσθη εν αυτω και ετελειώθη; και έσται αυτω εις καύχησιν. τις εδύνατο παραβήναι και ου παρέβη, και ποιήσαι κακά και ουκ εποίησε; 11 στερεωθήσεται τα αγαθά αυτού, και τας ελεημοσύνας αυτού εκδιηγήσεται εκκλησία.

 12 Επί τραπέζης μεγάλης εκάθισας, μη ανοίξης επ ‘ αυτής φάρυγγά σου και μη είπης· πολλά γε τα επ ‘ αυτής. 13 μνήσθητι ότι κακόν οφθαλμός πονηρός· πονηρότερον οφθαλμού τι έκτισται; δια τούτο από παντός προσώπου δακρύει. 14 ου εάν επιβλέψη, μη εκτείνης χείρα και μη συνθλίβου αυτω εν τρυβλίω. 15 νόει τα του πλησίον εκ σεαυτού και επί παντί πράγματι διανοού. 16 φάγε ως άνθρωπος τα παρακείμενά σοι και μη διαμασώ, μη μισηθής. 17 παύσαι πρώτος χάριν παιδείας και μη απληστεύου, μήποτε προσκόψης· 18 και ει ανά μέσον πλειόνων εκάθισας, πρότερος αυτών μη εκτείνης την χείρά σου.- 19 Ως ικανόν ανθρώπω πεπαιδευμένω το ολίγον, και επί της κοίτης αυτού ουκ ασθμαίνει. 20 ύπνος υγιείας επί εντέρω μετρίω, ανέστη πρωϊ, και η ψυχή αυτού μετ ‘ αυτού. πόνος αγρυπνίας και χολέρας και στρόφος μετά ανδρός απλήστου. 21 και ει εβιάσθης εν εδέσμασιν, ανάστα μεσοπωρών και αναπαύση. 22 άκουσόν μου, τέκνον, και μη εξουδενώσης με, και επ ‘ εσχάτων ευρήσεις τους λόγους μου· εν πάσι τοις έργοις σου γίνου εντρεχής, και παν αρρώστημα ου μη σοι απαντήση. 23 λαμπρόν επ ‘ άρτοις ευλογήσει χείλη, και μαρτυρία της καλλονής αυτού πιστή. 24 πονηρω επ ‘ άρτω διαγογγύσει πόλις, και η μαρτυρία της πονηρίας αυτού ακριβής.

 25 Εν οίνω μη ανδρίζου, πολλούς γαρ απώλεσεν ο οίνος. 26 κάμινος δοκιμάζει στόμωμα εν βαφή, ούτως οίνος καρδίας εν μάχη υπερηφάνων. 27 έπισον ζωής οίνος ανθρώπω, εάν πίνης αυτόν μέτρω αυτού. τις ζωή ελασσουμένω οίνω; και αυτός έκτισται εις ευφροσύνην ανθρώποις. 28 αγαλλίαμα καρδίας και ευφροσύνη ψυχής οίνος πινόμενος εν καιρω αυτάρκης. 29 πικρία ψυχής οίνος πινόμενος πολύς εν ερεθισμω και αντιπτώματι. 30 πληθύνει μέθη θυμόν άφρονος εις πρόσκομμα, ελαττών ισχύν και προσποιών τραύματα. 31 εν συμποσίω οίνου μη ελέγξης τον πλησίον και μη εξουδενώσης αυτόν εν ευφροσύνη αυτού· λόγον ονειδισμού μη είπης αυτω, και μη αυτόν θλίψης εν απαιτήσει.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΛΒ (ΛΕ)

 1 ΠΕΡΙ ΗΓΟΥΜΕΝΩΝ.- Ηγούμενόν σε κατέστησαν; μη επαίρου· γίνου εν αυτοίς ως εις εξ αυτών, φρόντισον αυτών και ούτω κάθισον. 2 και πάσαν την χρείαν σου ποιήσας ανάπεσε, ίνα ευφρανθής δι ‘ αυτούς και ευκοσμίας χάριν λάβης στέφανον. 3 λάλησον, πρεσβύτερε, πρέπει γαρ σοι, εν ακριβεί επιστήμη και μη εμποδίσης μουσικά. 4 όπου ακρόαμα, μη εκχέης λαλιάν και ακαίρως μη σοφίζου. 5 σφραγίς άνθρακος επί κόσμω χρυσω, σύγκριμα μουσικών εν συμποσίω οίνου. 6 εν κατασκευάσματι χρυσω σφραγίς σμαράγδου, μέλος μουσικόν εφ ‘ ηδεί οίνω.

 7 Λάλησον, νεανίσκε, ει χρεία σου, μόλις δις εάν επερωτηθής· 8 κεφαλαίωσον λόγον, εν ολίγοις πολλά· γίνου ως γινώσκων και άμα σιωπών. 9 εν μέσω μεγιστάνων μη εξισάζου και ετέρου λέγοντος μη πολλά αδολέσχει. 10 προ βροντής κατασπεύδει αστραπή, και προ αισχυντηρού προελεύσεται χάρις. 11 εν ωρα εξεγείρου και μη ουράγει, απότρεχε εις οίκον και μη ραθύμει· 12 εκεί παίζε και ποίει τα ενθυμήματά σου και μη αμάρτης λόγω υπερηφάνω. 13 και επί τούτοις ευλόγησον τον ποιήσαντά σε και μεθύσκοντά σε από των αγαθών αυτού.

 14 Ο φοβούμενος Κύριον εκδέξεται παιδείαν, και οι ορθρίζοντες ευρήσουσιν ευδοκίαν. 15 ο ζητών νόμον εμπλησθήσεται αυτού, και ο υποκρινόμενος σκανδαλισθήσεται εν αυτω. 16 οι φοβούμενοι Κύριον ευρήσουσι κρίμα και δικαιώματα ως φως εξάψουσιν. 17 άνθρωπος αμαρτωλός εκκλίνει ελεγμόν και κατά το θέλημα αυτού ευρήσει σύγκριμα.

 18 Ανήρ βουλής ου μη παρίδη διανόημα, αλλότριος και υπερήφανος ου καταπτήξει φόβον, και μετά το ποιήσαι μετ ‘ αυτού άνευ βουλής. 19 άνευ βουλής μηθέν ποιήσης και εν τω ποιήσαί σε μη μεταμελού. 20 εν οδω αντιπτώματος μη πορεύου και μη προσκόψης εν λιθώδεσι. 21 μη πιστεύσης εν οδω απροσκόπω, 22 και από των τέκνων σου φύλαξαι. 23 εν παντί έργω πίστευε τη ψυχή σου, και γαρ τούτό εστι τήρησις εντολών. 24 ο πιστεύων νόμω προσέχει εντολαίς, και ο πεποιθώς Κυρίω ουκ ελαττωθήσεται.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΛΓ (ΛΣΤ)

 1 Τ† φοβουμένω Κύριον ουκ απαντήσει κακόν, αλλ ‘ εν πειρασμω και πάλιν εξελείται. 2 ανήρ σοφός ου μισήσει νόμον, ο δε υποκρινόμενος εν αυτω, ως εν καταιγίδι πλοίον. 3 άνθρωπος συνετός εμπιστεύσει νόμω, και ο νόμος αυτω πιστός ως ερώτημα δήλων. 4 ετοίμασον λόγον και ούτως ακουσθήση, σύνδησον παιδείαν και αποκρίθητι. 5 τροχός αμάξης σπλάγχνα μωρού, και ως άξων στρεφόμενος ο διαλογισμός αυτού. 6 ίππος εις οχείαν ως φίλος μωκός, υποκάτω παντός επικαθημένου χρεμετίζει.

 7 Διατί ημέρα ημέρας υπερέχει, και παν φως ημέρας ενιαυτού αφ ‘ ηλίου; 8 εν γνώσει Κυρίου διεχωρίσθησαν, και ηλλοίωσε καιρούς και εορτάς· 9 απ ‘ αυτών ανύψωσε και ηγίασε και εξ αυτών έθηκεν εις αριθμόν ημερών. 10 και άνθρωποι πάντες από εδάφους, και εκ γης εκτίσθη Αδάμ. 11 εν πλήθει επιστήμης Κύριος διεχώρισεν αυτούς και ηλλοίωσε τας οδούς αυτών. 12 εξ αυτών ευλόγησε και ανύψωσε και εξ αυτών ηγίασε, και προς αυτόν ήγγισεν· απ ‘ αυτών κατηράσατο και εταπείνωσε και ανέστρεψεν αυτούς από στάσεως αυτών. 13 ως πηλός κεραμέως εν χειρί αυτού -πάσαι αι οδοί αυτού κατά την ευδοκίαν αυτού-, ούτως άνθρωποι εν χειρί του ποιήσαντος αυτούς αποδούναι αυτοίς κατά την κρίσιν αυτού. 14 απέναντι του κακού το αγαθόν και απέναντι του θανάτου η ζωή· ούτως απέναντι ευσεβούς αμαρτωλός. 15 και ούτως έμβλεψον εις πάντα τα έργα του Υψίστου, δύο δύο, εν κατέναντι του ενός.

 16 Καγώ έσχατος ηγρύπνησα ως καλαμώμενος οπίσω τρυγητών· 17 εν ευλογία Κυρίου έφθασα και ως τρυγών επλήρωσα ληνόν. 18 κατανοήσατε ότι ουκ εμοί μόνω εκοπίασα, αλλά πάσι τοις ζητούσι παιδείαν. 19 ακούσατέ μου, μεγιστάνες λαού, και οι ηγούμενοι εκκλησίας, ενωτίσασθε· 20 υιω και γυναικί, αδελφω και φίλω μη δως εξουσίαν επί σε εν ζωή σου· και μη δως ετέρω τα χρήματά σου, ίνα μη μεταμεληθείς δέη περί αυτών. 21 έως έτι ζής και πνοή εν σοί, μη αλλάξης σεαυτόν πάση σαρκί. 22 κρείσσων γαρ εστι τα τέκνα δεηθήναί σου ή σε εμβλέπειν εις χείρας υιών σου. 23 εν πάσι τοις έργοις σου γίνου υπεράγων, μη δως μώμον εν τη δόξη σου. 24 εν ημέρα συντελείας ημερών ζωής σου και εν καιρω τελευτής διάδος κληρονομίαν.

 ΠΕΡΙ ΔΟΥΛΩΝ.- 25 Χορτάσματα και ράβδος και φορτία όνω, άρτος και παιδεία και έργον οικέτη. 26 έργασαι εν παιδί, και ευρήσεις ανάπαυσιν· άνες χείρας αυτω, και ζητήσει ελευθερίαν. 27 ζυγός και ιμάς κάμψουσι τράχηλον, και οικέτη κακούργω στρέβλαι και βάσανοι. 28 έμβαλε αυτόν εις εργασίαν. ίνα μη αργή, πολλήν γαρ κακίαν εδίδαξεν η αργία. 29 εις έργα κατάστησον, καθώς πρέπει αυτω, καν μη πειθαρχή, βάρυνον τας πέδας αυτού. 30 και μη περισσεύσης εν πάση σαρκί, και άνευ κρίσεως μη ποιήσης μηδέν. 31 ει έστι σοι οικέτης, έστω ως συ, ότι εν αίματι εκτήσω αυτόν. 32 ει έστι σοι οικέτης, άγε αυτόν ως αδελφόν, ότι ως η ψυχή σου επιδεήσεις αυτού. 33 εάν κακώσης αυτόν και απάρας αποδρά, εν ποία οδω ζητήσεις αυτόν;

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ ΛΔ (ΛΑ)

 1 ΚΕΝΑΙ ελπίδες και ψευδείς ασυνέτω ανδρί, και ενύπνια αναπτερούσιν άφρονας. 2 ως δρασσόμενος σκιάς και διώκων άνεμον, ούτως ο επέχων ενυπνίοις. 3 τούτο κατά τούτου όρασις ενυπνίων, κατέναντι προσώπου ομοίωμα προσώπου. 4 από ακαθάρτου τι καθαρισθήσεται; και από ψευδούς τι αληθεύσει; 5 μαντείαι και οιωνισμοί και ενύπνια μάταιά εστι, και ως ωδινούσης φαντάζεται καρδία. 6 εάν μη παρά Υψίστου αποσταλή εν επισκοπή, μη δως εις αυτά την καρδίαν σου· 7 πολλούς γαρ επλάνησε τα ενύπνια, και εξέπεσον ελπίζοντες επ ‘ αυτοίς.- 8 Άνευ ψεύδους συντελεσθήσεται νόμος, και σοφία στόματι πιστω τελείωσις. 9 ανήρ πεπαιδευμένος έγνω πολλά, και ο πολύπειρος εκδιηγήσεται σύνεσιν. 10 ος ουκ επειράθη ολίγα οίδεν, ο δε πεπλανημένος πληθυνεί πανουργίαν. 11 πολλά εώρακα εν τη αποπλανήσει μου, και πλείονα των λόγων μου σύνεσίς μου. 12 πλεονάκις έως θανάτου εκινδύνευσα και διεσώθην τούτων χάριν. 13 πνεύμα φοβουμένων Κύριον ζήσεται, η γαρ ελπίς αυτών επί τον σώζοντα αυτούς. 14 ο φοβούμενος Κύριον ουδέν ευλαβηθήσεται και ου μη δειλιάση, ότι αυτός ελπίς αυτού. 15 φοβουμένου τον Κύριον μακαρία η ψυχή· τίνι επέχει και τις αντιστήριγμα αυτού; 16 οι οφθαλμοί Κυρίου επί τους αγαπώντας αυτόν· υπερασπισμός δυναστείας και στήριγμα ισχύος, σκέπη από καύσωνος και σκέπη από μεσημβρίας, φυλακή από προσκόμματος και βοήθεια από πτώσεως, 17 ανυψών ψυχήν και φωτίζων οφθαλμούς, ίασιν διδούς, ζωήν και ευλογίαν.

 18 Θυσιάζων εξ αδίκου, προσφορά μεμωκημένη, και ουκ εις ευδοκίαν δωρήματα ανόμων. 19 ουκ ευδοκεί ο Ύψιστος εν προσφοραίς ασεβών, ουδέ εν πλήθει θυσιών εξιλάσκεται αμαρτίας. 20 θύων υιόν έναντι του πατρός αυτού ο προσάγων θυσίαν εκ χρημάτων πενήτων. 21 άρτος επιδεομένων ζωή πτωχών, ο αποστερών αυτήν άνθρωπος αιμάτων. 22 φονεύων τον πλησίον ο αφαιρούμενος συμβίωσιν, και εκχέων αίμα ο αποστερών μισθόν μισθίου. 23 εις οικοδομών, και εις καθαιρών· τι ωφέλησαν πλείον ή κόπους; 24 εις ευχόμενος και εις καταρώμενος· τίνος φωνής εισακούσεται ο δεσπότης; 25 βαπτιζόμενος από νεκρού και πάλιν απτόμενος αυτού, τι ωφέλησε τω λουτρω αυτού; 26 ούτως άνθρωπος νηστεύων επί των αμαρτιών αυτού και πάλιν πορευόμενος και τα αυτά ποιών· της προσευχής αυτού τις εισακούσεται; και τι ωφέλησεν εν τω ταπεινωθήναι αυτόν;

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΛΕ (ΛΒ)

 1 Ο ΣΥΝΤΗΡΩΝ νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου ο προσέχων εντολαίς. 2 ανταποδιδούς χάριν προσφέρων σεμίδαλιν, και ο ποιών ελεημοσύνην θυσιάζων αινέσεως. 3 ευδοκία Κυρίου αποστήναι από πονηρίας, και εξιλασμός αποστήναι από αδικίας. 4 μη οφθής εν προσώπω Κυρίου κενός, πάντα γαρ ταύτα χάριν εντολής. 5 προσφορά δικαίου λιπαίνει θυσιαστήριον, και η ευωδία αυτής έναντι Υψίστου. 6 θυσία ανδρός δικαίου δεκτή, και το μνημόσυνον αυτής ουκ επιλησθήσεται. 7 εν αγαθω οφθαλμω δόξασον τον Κύριον, και μη σμικρύνης απαρχήν χειρών σου. 8 εν πάση δόσει ιλάρωσον το πρόσωπόν σου και εν ευφροσύνη αγίασον δεκάτην. 9 δος Υψίστω κατά την δόσιν αυτού και εν αγαθω οφθαλμω καθ ‘ εύρεμα χειρός· 10 ότι Κύριος ανταποδιδούς εστι και επταπλάσια ανταποδώσει σοι.

 11 Μή δωροκόπει, ου γαρ προσδέξεται· 12 και μη έπεχε θυσία αδίκω, ότι Κύριος κριτής εστι, και ουκ έστι παρ ‘ αυτω δόξα προσώπου. 13 ου λήψεται πρόσωπον επί πτωχού και δέησιν ηδικημένου εισακούσεται· 14 ου μη υπερίδη ικετείαν ορφανού και χήραν, εάν εκχέη λαλιάν· 15 ουχί δάκρυα χήρας επί σιαγόνα καταβαίνει και η καταβόησις επί τω καταγαγόντι αυτά; 16 θεραπεύων εν ευδοκία δεχθήσεται, και η δέησις αυτού έως νεφελών συνάψει. 17 προσευχή ταπεινού νεφέλας διήλθε, και έως συνεγγίση, ου μη παρακληθή· 18 και ου μη αποστη, έως επισκέψηται ο Ύψιστος. και κρινεί δικαίως και ποιήσει κρίσιν. 19 και ο Κύριος ου μη βραδύνη, ουδέ μη μακροθυμήση επ ‘ αυτοίς, 20 έως αν συντρίψη οσφύν ανελεημόνων, και τοις έθνεσιν ανταποδώσει εκδίκησιν, 21 έως εξάρη πλήθος υβριστών και σκήπτρα αδίκων συντρίψη· 22 έως ανταποδω ανθρώπω κατά τας πράξεις αυτού και τα έργα των ανθρώπων κατά τα ενθυμήματα αυτών· 23 έως κρίνη την κρίσιν του λαού αυτού, και ευφρανεί αυτούς εν τω ελέει αυτού. 24 ωραίον έλεος εν καιρω θλίψεως αυτού, ως νεφέλαι υετού εν καιρω αβροχίας.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ (ΛΓ)

 1 ΕΛΕΗΣΟΝ ημάς, δέσποτα ο Θεός πάντων, και επίβλεψον και επίβαλε τον φόβον σου επί πάντα τα έθνη· 2 έπαρον την χείρά σου επί έθνη αλλότρια, και ιδέτωσαν την δυναστείαν σου. 3 ωσπερ ενώπιον αυτών ηγιάσθης εν ημίν, ούτως ενώπιον ημών μεγαλυνθείης εν αυτοίς· 4 και επιγνώτωσάν σε, καθάπερ και ημείς επέγνωμεν, ότι ουκ έστι Θεός πλήν σου, Κύριε. 5 εγκαίνισον σημεία και αλλοίωσον θαυμάσια, δόξασον χείρα και βραχίονα δεξιόν· 6 έγειρον θυμόν και έκχεον οργήν, έξαρον αντίδικον και έκτριψον εχθρόν. 7 σπεύσον καιρόν και μνήσθητι ορκισμού, και εκδιηγησάσθωσαν τα μεγαλείά σου. 8 εν οργή πυρός καταβρωθήτω ο σωζόμενος, και οι κακούντες τον λαόν σου εύροισαν απώλειαν. 9 σύντριψον κεφαλάς αρχόντων εχθρών λεγόντων· ουκ έστι πλήν ημών. 10 συνάγαγε πάσας φυλάς Ιακώβ, και κατεκληρονόμησα αυτούς καθώς απ ‘ αρχής. 11 ελέησον λαόν, Κύριε, κεκλημένον επ ‘ ονόματί σου και Ισραήλ, ον πρωτογόνω ωμοίωσας. 12 οικτείρησον πόλιν αγιάσματός σου Ιερουσαλήμ, πόλιν καταπαύματός σου. 13 πλήσον Σιών αρεταλογίας σου, και από της δόξης σου τον λαόν σου. 14 δος μαρτύριον τοις εν αρχή κτίσματί σου και έγειρον προφητείας τας επ ‘ ονόματί σου· 15 δος μισθόν τοις υπομένουσί σε, και οι προφήταί σου εμπιστευθήτωσαν. 16 εισάκουσον, Κύριε, δεήσεως ικετών σου, κατά την ευλογίαν Ααρών περί του λαού σου, 17 και γνώσονται πάντες οι επί της γης ότι συ Κύριος ει ο Θεός των αιώνων.

 18 Παν βρώμα φάγεται κοιλία, έστι δε βρώμα βρώματος κάλλιον. 19 φάρυγξ γεύεται βρώματα θήρας, ούτως καρδία συνετή λόγους ψευδείς. 20 καρδία στρεβλή δώσει λύπην, και άνθρωπος πολύπειρος ανταποδώσει αυτω. 21 πάντα άρρενα επιδέξεται γυνή, έστι δε θυγάτηρ θυγατρός κρείσσων. 22 κάλλος γυναικός ιλαρύνει πρόσωπον και υπέρ πάσαν επιθυμίαν ανθρώπου υπεράγει· 23 ει έστιν επί γλώσσης αυτής έλεος και πραϋτης, ουκ έστιν ο ανήρ αυτής καθ ‘ υιούς ανθρώπων. 24 ο κτώμενος γυναίκα ενάρχεται κτήσεως, βοηθόν κατ ‘ αυτόν και στύλον αναπαύσεως. 25 ου ουκ έστι φραγμός, διαρπαγήσεται κτήμα, και ου ουκ έστι γυνή, στενάξει πλανώμενος. 26 τις γαρ πιστεύσει ευζώνω ληστη σφαλλομένω εκ πόλεως εις πόλιν; 27 ούτως ανθρώπω μη έχοντι νοσσιάν και καταλύοντι ου εάν οψίση.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΛΖ

 1 ΠΑΣ φίλος ερεί· εφιλίασα αυτω καγώ, αλλ ‘ έστι φίλος ονόματι μόνον φίλος. 2 ουχί λύπη ένι έως θανάτου εταίρος και φίλος τρεπόμενος εις έχθραν; 3 ω πονηρόν ενθύμημα, πόθεν ενεκυλίσθης καλύψαι την ξηράν εν δολιότητι; 4 εταίρος φίλου εν ευφροσύνη ήδεται και εν καιρω θλίψεως έσται απέναντι· 5 εταίρος φίλω συμπονεί χάριν γαστρός, έναντι πολέμου λήψεται ασπίδα. 6 μη επιλάθη φίλου εν τη ψυχή σου, και μη αμνημονήσης αυτού εν τοις χρήμασί σου.

 7 Πας σύμβουλος εξαίρει βουλήν, αλλ ‘ έστι συμβουλεύων εις εαυτόν. 8 από συμβούλου φύλαξον την ψυχήν σου και γνώθι πρότερον τις αυτού χρεία -και γαρ αυτός εαυτω βουλεύσεται-, μήποτε βάλη επί σοί κλήρον 9 και είπη σοι· καλή η οδός σου, και στήσεται εξ εναντίας ιδείν το συμβησόμενόν σοι. 10 μη βουλεύου μετά του υποβλεπομένου σε και από των ζηλούντων σε κρύψον βουλήν. 11 μετά γυναικός περί της αντιζήλου αυτής και μετά δειλού περί πολέμου, μετά εμπόρου περί μεταβολίας και μετά αγοράζοντος περί πράσεως, μετά βασκάνου περί ευχαριστίας και μετά ανελεήμονος περί χρηστοηθείας, μετά οκνηρού περί παντός έργου και μετά μισθίου εφεστίου περί συντελείας, οικέτη αργω περί πολλής εργασίας, μη έπεχε επί τούτοις περί πάσης συμβουλίας· 12 αλλ ‘ ή μετά ανδρός ευσεβούς ενδελέχιζε, ον αν επιγνως συντηρούντα εντολάς, ος εν τη ψυχή αυτού κατά την ψυχήν σου, και εάν πταίσης, συναλγήσει σοι. 13 και βουλήν καρδίας στήσον, ου γαρ έστι σοι πιστότερος αυτής· 14 ψυχή γαρ ανδρός απαγγέλλειν ενίοτε είωθεν ή επτά σκοποί επί μετεώρου καθήμενοι επί σκοπής. 15 και επί πάσι τούτοις δεήθητι Υψίστου, ίνα ευθύνη εν αληθεία την οδόν σου.- 16 Αρχή παντός έργου λόγος, και προ πάσης πράξεως βουλή. 17 ίχνος αλλοιώσεως καρδίας τέσσαρα μέρη ανατέλλει, 18 αγαθόν και κακόν, ζωή και θάνατος, και η κυριεύουσα ενδελεχώς αυτών γλώσσά εστιν. 19 έστιν ανήρ πανούργος πολλών παιδευτής, και τη ιδία ψυχή άχρηστός εστιν. 20 έστι σοφιζόμενος εν λόγοις μισητός, ούτος πάσης τροφής καθυστερήσει· 21 ου γαρ εδόθη αυτω παρά Κυρίου χάρις, ότι πάσης σοφίας εστερήθη. 22 έστι σοφός τη ιδία ψυχή, και οι καρποί της συνέσεως αυτού επί στόματος πιστοί. 23 ανήρ σοφός τον εαυτού λαόν παιδεύσει, και οι καρποί της συνέσεως αυτού πιστοί. 24 ανήρ σοφός πλησθήσεται ευλογίας, και μακαριούσιν αυτόν πάντες οι ορώντες. 25 ζωή ανδρός εν αριθμω ημερών, και αι ημέραι του Ισραήλ αναρίθμητοι. 26 ο σοφός εν τω λαω αυτού κληρονομήσει πίστιν, και το όνομα αυτού ζήσεται εις τον αιώνα.

 27 Τέκνον, εν τη ζωή σου πείρασον την ψυχήν σου και ιδέ τι πονηρόν αυτη, και μη δως αυτη· 28 ου γαρ πάντα πάσι συμφέρει, και ου πάσα ψυχή εν παντί ευδοκεί. 29 μη απληστεύου εν πάση τρυφή και μη εκχυθής επί εδεσμάτων· 30 εν πολλοίς γαρ βρώμασιν έσται πόνος, και η απληστία εγγιεί έως χολέρας. 31 δι ‘ απληστίαν πολλοί ετελεύτησαν, ο δε προσέχων προσθήσει ζωήν.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΛΗ

 1 ΤΙΜΑ ιατρόν προς τας χρείας αυτού τιμαίς αυτού, και γαρ αυτόν έκτισε Κύριος· 2 παρά γαρ Υψίστου εστίν ίασις, και παρά βασιλέως λήψεται δόμα. 3 επιστήμη ιατρού ανυψώσει κεφαλήν αυτού, και έναντι μεγιστάνων θαυμασθήσεται. 4 Κύριος έκτισεν εκ γης φάρμακα, και ανήρ φρόνιμος ου προσοχθιεί αυτοίς. 5 ουκ από ξύλου εγλυκάνθη ύδωρ εις το γνωσθήναι την ισχύν αυτού; 6 και αυτός έδωκεν ανθρώποις επιστήμην ενδοξάζεσθαι εν τοις θαυμασίοις αυτού· 7 εν αυτοίς εθεράπευσε και ήρε τον πόνον αυτού, 8 μυρεψός εν τούτοις ποιήσει μείγμα, και ου μη συντελέση έργα αυτού, και ειρήνη παρ ‘ αυτού εστιν επί προσώπου της γης.- 9 Τέκνον, εν αρρωστήματί σου μη παράβλεπε, αλλ ‘ εύξαι Κυρίω, και αυτός ιάσεταί σε. 10 απόστησον πλημμέλειαν και εύθυνον χείρας, και από πάσης αμαρτίας καθάρισον καρδίαν. 11 δος ευωδίαν και μνημόσυνον σεμιδάλεως και λίπανον προσφοράν ως μη υπάρχων. 12 και ιατρω δος τόπον, και γαρ αυτόν έκτισε Κύριος, και μη αποστήτω σου, και γαρ αυτού χρεία. 13 έστι καιρός ότε και εν χερσίν αυτών ευοδία· 14 και γαρ αυτοί Κυρίου δεηθήσονται, ίνα ευοδώση αυτοίς ανάπαυσιν και ίασιν χάριν εμβιώσεως. 15 ο αμαρτάνων έναντι του ποιήσαντος αυτόν εμπέσοι εις χείρας ιατρού.

 16 Τέκνον, επί νεκρω κατάγαγε δάκρυα και ως δεινά πάσχων έναρξαι θρήνου, κατά δε την κρίσιν αυτού περίστειλον το σώμα αυτού και μη υπερίδης την ταφήν αυτού. 17 πίκρανον κλαυθμόν και θέρμανον κοπετόν και ποίησον το πένθος κατά την αξίαν αυτού ημέραν μίαν και δύο χάριν διαβολής και παρακλήθητι λύπης ένεκα· 18 από λύπης γαρ εκβαίνει θάνατος, και λύπη καρδίας κάμψει ισχύν. 19 εν επαγωγή παραβαίνει και λύπη, και βίος πτωχού κατά καρδίας. 20 μη δως εις λύπην την καρδίαν σου, απόστησον αυτήν μνησθείς τα έσχατα· 21 μη επιλάθη, ου γαρ εστιν επάνοδος, και τούτον ουκ ωφελήσεις και σεαυτόν κακώσεις. 22 μνήσθητι το κρίμα αυτού, ότι ούτω και το σόν· εμοί εχθές και σοί σήμερον. 23 εν αναπαύσει νεκρού κατάπαυσον το μνημόσυνον αυτού και παρακλήθητι εν αυτω εν εξόδω πνεύματος αυτού.

 24 Σοφία γραμματέως εν ευκαιρία σχολής, και ο ελασσούμενος πράξει αυτού σοφισθήσεται. 25 τι σοφισθήσεται ο κρατών αρότρου και καυχώμενος εν δόρατι κέντρου, βόας ελαύνων και αναστρεφόμενος εν έργοις αυτών, και η διήγησις αυτού εν υιοίς ταύρων; 26 καρδίαν αυτού δώσει εκδούναι αύλακας, και η αγρυπνία αυτού εις χορτάσματα δαμάλεων. 27 ούτως πας τέκτων και αρχιτέκτων, όστις νύκτωρ ως ημέρας διάγει· οι γλύφοντες γλύμματα σφραγίδων, και η υπομονή αυτού αλλοιώσαι ποικιλίαν· καρδίαν αυτού δώσει εις το ομοιώσαι ζωγραφίαν, και η αγρυπνία αυτού τελέσαι έργον. 28 ούτως χαλκεύς καθήμενος εγγύς άκμονος και καταμανθάνων έργα σιδήρου· ατμίς πυρός πήξει σάρκας αυτού, και εν θέρμη καμίνου διαμαχήσεται· φωνή σφύρης καινιεί το ους αυτού, και κατέναντι ομοιώματος σκεύους οι οφθαλμοί αυτού· καρδίαν αυτού δώσει εις συντέλειαν έργων, και η αγρυπνία αυτού κοσμήσαι επί συντελείας. 29 ούτως κεραμεύς καθήμενος εν έργω αυτού και συστρέφων εν ποσίν αυτού τροχόν, ος εν μερίμνη κείται δια παντός επί το έργον αυτού, και εναρίθμιος πάσα η εργασία αυτού. 30 εν βραχίονι αυτού τυπώσει πηλόν και προ ποδών κάμψει ισχύν αυτού· καρδίαν επιδώσει συντελέσαι το χρίσμα, και η αγρυπνία αυτού καθαρίσαι κάμινον.- 31 Πάντες ούτοι εις χείρας αυτών ενεπίστευσαν, και έκαστος εν τω έργω αυτού σοφίζεται. 32 άνευ αυτών ουκ οικισθήσεται πόλις, και ου παροικήσουσιν ουδέ περιπατήσουσιν, 33 αλλ ‘ εις βουλήν λαού ου ζητηθήσονται και εν εκκλησία ουχ υπεραλούνται· επί δίφρον δικαστού ου καθιούνται και διαθήκην κρίματος ου διανοηθήσονται, ουδέ μη εκφάνωσι δικαιοσύνην και κρίμα, και εν παραβολαίς ουχ ευρεθήσονται, 34 αλλά κτίσμα αιώνος στηρίσουσι, και η δέησις αυτών εν εργασία τέχνης.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΛΘ

 1 ΠΛΗΝ του επιδόντος την ψυχήν αυτού και διανοουμένου εν νόμω Υψίστου, σοφίαν πάντων αρχαίων εκζητήσει και εν προφητείαις ασχοληθήσεται. 2 διηγήσεις ανδρών ονομαστών συντηρήσει και εν στροφαίς παραβολών συνεισελεύσεται. 3 απόκρυφα παροιμιών εκζητήσει και εν αινίγμασι παραβολών αναστραφήσεται. 4 ανά μέσον μεγιστάνων υπηρετήσει και έναντι ηγουμένου οφθήσεται· εν γη αλλοτρίων εθνών διελεύσεται, αγαθά γαρ και κακά εν ανθρώποις επείρασε. 5 την καρδίαν αυτού επιδώσει ορθρίσαι προς Κύριον τον ποιήσαντα αυτόν και έναντι Υψίστου δεηθήσεται· και ανοίξει το στόμα αυτού εν προσευχή και περί των αμαρτιών αυτού δεηθήσεται. 6 εάν Κύριος ο μέγας θελήση, πνεύματι συνέσεως εμπλησθήσεται· αυτός ανομβρήσει ρήματα σοφίας αυτού, και εν προσευχή εξομολογήσεται Κυρίω. 7 αυτός κατευθυνεί βουλήν αυτού και επιστήμην και εν τοις αποκρύφοις αυτού διανοηθήσεται· 8 αυτός εκφανεί παιδείαν διδασκαλίας αυτού και εν νόμω διαθήκης Κυρίου καυχήσεται. 9 αινέσουσι την σύνεσιν αυτού πολλοί, έως του αιώνος ουκ εξαλειφθήσεται· ουκ αποστήσεται το μνημόσυνον αυτού, και όνομα αυτού ζήσεται εις γενεάς γενεών. 10 την σοφίαν αυτού διηγήσονται έθνη, και τον έπαινον αυτού εξαγγελεί εκκλησία. 11 εάν εμμείνη, όνομα καταλείψει ή χίλιοι, και εάν αναπαύσηται, εμποιήσει αυτω.

 12 Έτι διανοηθείς εκδιηγήσομαι και ως διχομηνία επληρώθην. 13 εισακούσατέ μου, υιοί όσιοι, και βλαστήσατε ως ρόδον φυόμενον επί ρεύματος υγρού 14 και ως λίβανος ευωδιάσατε οσμήν και ανθήσατε άνθος ως κρίνον, διάδοτε οσμήν και αινέσατε άσμα. ευλογήσατε Κύριον επί πάσι τοις έργοις, 15 δότε τω ονόματι αυτού μεγαλωσύνην και εξομολογήσασθε εν αινέσει αυτού, εν ωδαίς χειλέων και εν κινύραις και ούτως ερείτε εν εξομολογήσει· 16 Τα έργα Κυρίου πάντα ότι καλά σφόδρα, και παν πρόσταγμα εν καιρω αυτού έσται· ουκ έστιν ειπείν· τι τούτο; εις τι τούτο; 17 πάντα γαρ εν καιρω αυτού ζητηθήσεται. εν λόγω αυτού έστη ως θημωνία ύδωρ, και εν ρήματι στόματος αυτού αποδοχεία υδάτων. 18 εν προστάγματι αυτού πάσα η ευδοκία, και ουκ έστιν ος ελαττώσει το σωτήριον αυτού. 19 έργα πάσης σαρκός ενώπιον αυτού, και ουκ έστι κρυβήναι από των οφθαλμών αυτού. 20 από του αιώνος εις τον αιώνα επέβλεψε, και ουθέν εστι θαυμάσιον εναντίον αυτού. 21 ουκ έστιν ειπείν· τι τούτο; εις τι τούτο; πάντα γαρ εις χρείας αυτών έκτισται. 22 η ευλογία αυτού ως ποταμός επεκάλυψε, και ως κατακλυσμός ξηράν εμέθυσεν. 23 ούτως οργήν αυτού έθνη κληρονομήσει, ως μετέστρεψεν ύδατα εις άλμην. 24 αι οδοί αυτού τοις οσίοις ευθείαι, ούτως τοις ανόμοις προσκόμματα. 25 αγαθά τοις αγαθοίς έκτισται απ ‘ αρχής, ούτως τοις αμαρτωλοίς κακά. 26 αρχή πάσης χρείας εις ζωήν ανθρώπου, ύδωρ, πυρ, και σίδηρος και άλας και σεμίδαλις πυρού και μέλι και γάλα, αίμα σταφυλής και έλαιον και ιμάτιον. 27 ταύτα πάντα τοις ευσεβέσιν εις αγαθά, ούτως τοις αμαρτωλοίς τραπήσεται εις κακά. 28 έστι πνεύματα, α εις εκδίκησιν έκτισται και εν θυμω αυτού εστερέωσαν μάστιγας αυτών· εν καιρω συντελείας ισχύν εκχεούσι και τον θυμόν του ποιήσαντος αυτούς κοπάσουσι. 29 πυρ και χάλαζα και λιμός και θάνατος, πάντα ταύτα εις εκδίκησιν έκτισται· 30 θηρίων οδόντες και σκορπίοι και έχεις και ρομφαία εκδικούσα εις όλεθρον ασεβείς· 31 εν τη εντολή αυτού ευφρανθήσονται και επί της γης εις χρείας ετοιμασθήσονται και εν τοις καιροίς αυτών ου παραβήσονται λόγον. 32 δια τούτο εξ αρχής εστηρίχθην και διενοήθην και εν γραφή αφήκα· 33 τα έργα Κυρίου πάντα αγαθά και πάσαν χρείαν εν ωρα αυτής χορηγήσει. 34 και ουκ έστιν ειπείν· τούτο τούτου πονηρότερον, πάντα γαρ εν καιρω ευδοκιμηθήσεται. 35 και νυν εν πάση καρδία και στόματι υμνήσατε και ευλογήσατε το όνομα Κυρίου.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Μ

 1 ΑΣΧΟΛΙΑ μεγάλη έκτισται παντί ανθρώπω και ζυγός βαρύς επί υιούς Αδάμ αφ ‘ ημέρας εξόδου εκ γαστρός μητρός αυτών έως ημέρας επιστροφής εις μητέρα πάντων· 2 τους διαλογισμούς αυτών και φόβον καρδίας, επίνοια προσδοκίας, ημέρα τελευτής. 3 από καθημένου επί θρόνου εν δόξη και έως τεταπεινωμένου εν γη και σποδω, 4 από φορούντος υάκινθον και στέφανον και έως περιβαλλομένου ωμόλινον, 5 θυμός και ζήλος και ταραχή και σάλος και φόβος θανάτου και μηνίαμα και έρις· και εν καιρω αναπαύσεως επί κοίτης ύπνος νυκτός αλλοιοί γνώσιν αυτού. 6 ολίγον ως ουδέν εν αναπαύσει, και απ ‘ εκείνου εν ύπνοις ως εν ημέρα σκοπιάς τεθορυβημένος εν οράσει καρδίας αυτού, ως εκπεφευγώς από προσώπου πολέμου. 7 εν καιρω σωτηρίας αυτού εξηγέρθη και αποθαυμάζων εις ουδένα φόβον. 8 μετά πάσης σαρκός από ανθρώπου έως κτήνους, και επί αμαρτωλών επταπλάσια προς ταύτα· 9 θάνατος και αίμα και έρις και ρομφαία, επαγωγαί, λιμός και σύντριμμα και μάστιξ, 10 επί τους ανόμους εκτίσθη ταύτα πάντα, και δι ‘ αυτούς εγένετο ο κατακλυσμός. 11 πάντα, όσα από γης, εις γην αναστρέφει, και από υδάτων εις θάλασσαν ανακάμπτει.

 12 Παν δώρον και αδικία εξαλειφθήσεται, και πίστις εις τον αιώνα στήσεται. 13 χρήματα αδίκων ως ποταμός ξηρανθήσεται και ως βροντή μεγάλη εν υετω εξηχήσει. 14 εν τω ανοίξαι αυτόν χείρας ευφρανθήσεται, ούτως οι παραβαίνοντες εις συντέλειαν εκλείψουσιν. 15 έκγονα ασεβών ου πληθύνει κλάδους, και ρίζαι ακάθαρτοι επ ‘ ακροτόμου πέτρας· 16 άχει επί παντός ύδατος και χείλους ποταμού προ παντός χόρτου εκτιλήσεται. 17 χάρις ως παράδεισος εν ευλογίαις, και ελεημοσύνη εις τον αιώνα διαμένει.

 18 Ζωή αυτάρκους εργάτου γλυκανθήσεται, και υπέρ αμφότερα ο ευρίσκων θησαυρόν. 19 τέκνα και οικοδομή πόλεως στηρίζουσιν όνομα, και υπέρ αμφότερα γυνή άμωμος λογίζεται. 20 οίνος και μουσικά ευφραίνουσι καρδίαν, και υπέρ αμφότερα αγάπησις σοφίας. 21 αυλός και ψαλτήριον ηδύνουσι μέλι, και υπέρ αμφότερα γλώσσα ηδεία. 22 χάριν και κάλλος επιθυμήσει ο οφθαλμός σου, και υπέρ αμφότερα χλόην σπόρου. 23 φίλος και εταίρος εις καιρόν απαντώντες, και υπέρ αμφότερα γυνή μετά ανδρός. 24 αδελφοί και βοήθεια εις καιρόν θλίψεως, και υπέρ αμφότερα ελεημοσύνη ρύσεται. 25 χρυσίον και αργύριον επιστήσουσι πόδα, και υπέρ αμφότερα βουλή ευδοκιμείται. 26 χρήματα και ισχύς ανυψώσουσι καρδίαν, και υπέρ αμφότερα φόβος Κυρίου· ουκ έστιν εν φόβω Κυρίου ελάττωσις, και ουκ έστιν επιζητήσαι εν αυτω βοήθειαν· 27 φόβος Κυρίου ως παράδεισος ευλογίας, και υπέρ πάσαν δόξαν εκάλυψαν αυτόν.

 28 Τέκνον, ζωήν επαιτήσεως μη βιώσης· κρείσσον αποθανείν ή επαιτείν. 29 ανήρ βλέπων εις τράπεζαν αλλοτρίαν, ουκ έστιν αυτού ο βίος εν λογισμω ζωής, αλισγήσει ψυχήν αυτού εν εδέσμασιν αλλοτρίοις· ανήρ δε επιστήμων και πεπαιδευμένος φυλάξεται. 30 εν στόματι αναιδούς γλυκανθήσεται επαίτησις, και εν κοιλία αυτού πυρ καήσεται.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΜΑ

 1 Ω ΘΑΝΑΤΕ, ως πικρόν σου το μνημόσυνόν εστιν ανθρώπω ειρηνεύοντι εν τοις υπάρχουσιν αυτού ανδρί απερισπάστω και ευοδουμένω εν πάσι και έτι ισχύοντι επιδέξασθαι τροφήν. 2 ω θάνατε, καλόν σου το κρίμα εστίν ανθρώπω επιδεομένω και ελασσουμένω ισχύϊ, εσχατογήρω και περισπωμένω περί πάντων και απειθούντι και απολωλεκότι υπομονήν. 3 μη ευλαβού κρίμα θανάτου, μνήσθητι προτέρων σου και εσχάτων· 4 τούτο το κρίμα παρά Κυρίου πάση σαρκί, και τι απαναίνη εν ευδοκία Υψίστου; είτε δέκα είτε εκατόν είτε χίλια έτη, ουκ έστιν εν άδου ελεγμός ζωής.

 5 Τέκνα βδελυκτά γίνεται τέκνα αμαρτωλών και συναναστρεφόμενα παροικίαις ασεβών. 6 τέκνων αμαρτωλών απολείται κληρονομία, και μετά του σπέρματος αυτών ενδελεχιεί όνειδος. 7 πατρί ασεβεί μέμψεται τέκνα, ότι δι ‘ αυτόν ονειδισθήσονται. 8 ουαί υμίν, άνδρες ασεβείς, οίτινες εγκατελίπετε νόμον Θεού Υψίστου· 9 και εάν γεννηθήτε, εις κατάραν γεννηθήσεσθε, και εάν αποθάνητε, εις κατάραν μερισθήσεσθε. 10 πάντα όσα εκ γης, εις γην απελεύσεται, ούτως ασεβείς από κατάρας εις απώλειαν.

 11 Πένθος ανθρώπων εν σώμασιν αυτών, όνομα δε αμαρτωλών ουκ αγαθόν εξαλειφθήσεται. 12 φρόντισον περί ονόματος, αυτό γαρ σοι διαμένει ή χίλιοι μεγάλοι θησαυροί χρυσίου. 13 αγαθής ζωής αριθμός ημερών, και αγαθόν όνομα εις αιώνα διαμενεί. 14 παιδείαν εν ειρήνη συντηρήσατε, τέκνα· σοφία δε κεκρυμμένη και θησαυρός αφανής, τις ωφέλεια εν αμφοτέροις; 15 κρείσσων άνθρωπος αποκρύπτων την μωρίαν αυτού ή άνθρωπος αποκρύπτων την σοφίαν αυτού. 16 τοιγαρούν εντράπητε επί τω ρήματί μου· ου γαρ εστι πάσαν αισχύνην διαφυλάξαι καλόν, και ου πάντα πάσιν εν πίστει ευδοκιμείται. 17 αισχύνεσθε από πατρός και μητρός περί πορνείας και από ηγουμένου και δυνάστου περί ψεύδους, 18 από κριτού και άρχοντος περί πλημμελείας, από συναγωγής και λαού περί ανομίας, 19 από κοινωνού και φίλου περί αδικίας και από τόπου, ου παροικείς, περί κλοπής, 20 από αληθείας Θεού και διαθήκης και από πήξεως αγκώνος επ ‘ άρτοις, 21 από σκορακισμού λήψεως και δόσεως και από ασπαζομένων περί σιωπής, 22 από οράσεως γυναικός εταίρας και από αποστροφής προσώπου συγγενούς, 23 από αφαιρέσεως μερίδος και δόσεως και από κατανοήσεως γυναικός υπάνδρου, 24 από περιεργείας παιδίσκης αυτού, και μη επιστης επί την κοίτην αυτής· 25 από φίλων περί λόγων ονειδισμού, και μετά το δούναι μη ονείδιζε, 26 από δευτερώσεως και λόγου ακοής, και από αποκαλύψεων λόγων κρυφίων· 27 και έση αισχυντηρός αληθινώς και ευρίσκων χάριν έναντι παντός ανθρώπου.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ ΜΒ

 1 ΜΗ περί τούτων αισχυνθής, και μη λάβης πρόσωπον του αμαρτάνειν· 2 περί νόμου Υψίστου και διαθήκης και περί κρίματος δικαιώσαι τον ασεβή, 3 περί λόγου κοινωνού και οδοιπόρων και περί δόσεως κληρονομίας εταίρων, 4 περί ακριβείας ζυγού και σταθμίων, περί κτήσεως πολλών και ολίγων, 5 περί διαφόρου πράσεως εμπόρων και περί παιδείας τέκνων πολλής και οικέτη πονηρω πλευράν αιμάξαι. 6 επί γυναικί πονηρά καλόν σφραγίς, και όπου χείρες πολλαί, κλείσον· 7 ό εάν παραδίδως, εν αριθμω και σταθμω, και δόσις και λήψις, πάντα εν γραφή· 8 περί παιδείας ανοήτου και μωρού και εσχατογήρου κρινομένου προς νέους· και έση πεπαιδευμένος αληθινώς και δεδοκιμασμένος έναντι παντός ζώντος.

 9 Θυγάτηρ πατρί απόκρυφος αγρυπνία, και η μέριμνα αυτής αφιστά ύπνον· εν νεότητι αυτής μήποτε παρακμάση, και συνωκηκυία μήποτε μισηθή· 10 εν παρθενία μήποτε βεβηλωθή και εν τοις πατρικοίς αυτής έγκυος γένηται· μετά ανδρός ούσα μήποτε παραβή, και συνωκηκυία, μήποτε στειρωθή. 11 επί θυγατρί αδιατρέπτω στερέωσον φυλακήν, μήποτε ποιήση σε επίχαρμα εχθροίς, λαλιάν εν πόλει και έκκλητον λαού, και καταισχύνη σε εν πλήθει πολλών. 12 παντί ανθρώπω μη έμβλεπε εν κάλλει και εν μέσω γυναικών μη συνέδρευε· 13 από γαρ ιματίων εκπορεύεται σής και από γυναικός πονηρία γυναικός. 14 κρείσσων πονηρία ανδρός ή αγαθοποιός γυνή, και γυνή καταισχύνουσα εις ονειδισμόν.

 15 Μνησθήσομαι δη τα έργα Κυρίου, και α εώρακα εκδιηγήσομαι· εν λόγοις Κυρίου τα έργα αυτού. 16 ήλιος φωτίζων κατά παν επέβλεψε, και της δόξης αυτού πλήρες το έργον αυτού. 17 ουκ ενεποίησε τοις αγίοις Κύριος εκδιηγήσασθαι πάντα τα θαυμάσια αυτού, α εστερέωσε Κύριος ο παντοκράτωρ στηριχθήναι εν δόξη αυτού το παν. 18 άβυσσον και καρδίαν εξίχνευσε και εν πανουργεύμασιν αυτών διενοήθη· έγνω γαρ ο Κύριος πάσαν είδησιν και ενέβλεψεν εις σημείον αιώνος, 19 απαγγέλλων τα παρεληλυθότα και επεσόμενα και αποκαλύπτων ίχνη αποκρύφων. 20 ου παρήλθεν αυτόν παν διανόημα, ουκ εκρύβη απ ‘ αυτού ουδέ εις λόγος. 21 τα μεγαλεία της σοφίας αυτού εκόσμησε, και ως έστι προ του αιώνος και εις τον αιώνα· ούτε προσετέθη ούτε ηλαττώθη, και ου προσεδεήθη ουδενός συμβούλου. 22 ως πάντα τα έργα αυτού επιθυμητά και ως σπινθήρός εστι θεωρήσαι. 23 πάντα ταύτα ζη και μένει εις τον αιώνα εν πάσαις χρείαις, και πάντα υπακούει. 24 πάντα δισσά, εν κατέναντι του ενός, και ουκ εποίησεν ουδέν ελλείπον· 25 εν του ενός εστερέωσε τα αγαθά, και τις πλησθήσεται ορών δόξαν αυτού;

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ ΜΓ

 1 ΓΑΥΡΙΑΜΑ ύψους στερέωμα καθαριότητος, είδος ουρανού εν οράματι δόξης. 2 ήλιος εν οπτασία διαγγέλων εν εξόδω, σκεύος θαυμαστόν, έργον Υψίστου. 3 εν μεσημβρία αυτού αναξηραίνει χώραν, και εναντίον καύματος αυτού τις υποστήσεται; 4 κάμινον φυσών εν έργοις καύματος, τριπλασίως ήλιος εκκαίων όρη· ατμίδας πυρώδεις εκφυσών και εκλάμπων ακτίνας αμαυροί οφθαλμούς. 5 μέγας Κύριος ο ποιήσας αυτόν, και εν λόγοις αυτού κατέσπευσε πορείαν.- 6 Και η σελήνη εν πάσιν εις καιρόν αυτής, ανάδειξιν χρόνων και σημείον αιώνος. 7 από σελήνης σημείον εορτής, φωστήρ μειούμενος επί συντελείας. 8 μην κατά το όνομα αυτής εστιν, αυξανομένη θαυμαστώς εν αλλοιώσει, σκεύος παρεμβολών εν ύψει, εν στερεώματι ουρανού εκλάμπων. 9 κάλλος ουρανού, δόξα άστρων, κόσμος φωτίζων εν υψίστοις Κυρίου· 10 εν λόγοις αγίου στήσονται κατά κρίμα και ου μη εκλυθώσιν εν φυλακαίς αυτών. 11 ιδέ τόξον και ευλόγησον τον ποιήσαντα αυτό, σφόδρα ωραίον εν τω αυγάσματι αυτού· 12 εγύρωσεν ουρανόν εν κυκλώσει δόξης, χείρες Υψίστου ετάνυσαν αυτό.- 13 Προστάγματι αυτού κατέσπευσε χιόνα και ταχύνει αστραπάς κρίματος αυτού. 14 δια τούτο ηνεώχθησαν θησαυροί, και εξέπτησαν νεφέλαι ως πετεινά· 15 εν μεγαλείω αυτού ίσχυσε νεφέλας, και διεθρύβησαν λίθοι χαλάζης· 16 και εν οπτασίαις αυτού σαλευθήσεται όρη, εν θελήματι πνεύσεται νότος. 17 φωνή βροντής αυτού ωδίνησε γην και καταιγίς Βορέου και συστροφή πνεύματος. 18 ως πετεινά καθιπτάμενα πάσσει χιόνα, και ως ακρίς καταλύουσα η κατάβασς αυτής· κάλλος λευκότητος αυτής εκθαυμάσει οφθαλμός, και επί του υετού αυτής εκστήσεται καρδία. 19 και πάχνην ως άλα επί γης χέει, και παγείσα γίνεται σκολόπων άκρα. 20 ψυχρός άνεμος Βορέης πνεύσει, και παγήσεται κρύσταλλος εφ ‘ ύδατος· επί πάσαν συναγωγήν ύδατος καταλύσει, και ως θώρακα ενδύσεται το ύδωρ. 21 καταφάγεται όρη και έρημον εκκαύσει και αποσβέσει χλόην ως πυρ. 22 ίασις πάντων κατά σπουδήν ομίχλη, δρόσος απαντώσα από καύσωνος ιλαρώσει.- 23 Λογισμω αυτού εκόπασεν άβυσσον, και εφύτευσεν εν αυτη νήσους. 24 οι πλέοντες την θάλασσαν διηγούνται τον κίνδυνον αυτής, και ακοαίς ωτίων ημών θαυμάζομεν. 25 και εκεί τα παράδοξα και θαυμάσια έργα, ποικιλία παντός ζώου, κτίσις κητών. 26 δι ‘ αυτόν ευοδοί άγγελος αυτού, και εν λόγω αυτού σύγκειται πάντα.

 27 Πολλά ερούμεν και ου μη εφικώμεθα, και συντέλεια λόγων· το παν εστιν αυτός. 28 δοξάζοντες που ισχύσομεν; αυτός γαρ ο μέγας παρά πάντα τα έργα αυτού. 29 φοβερός Κύριος και σφόδρα μέγας, και θαυμαστή η δυναστεία αυτού. 30 δοξάζοντες Κύριον υψώσατε, καθόσον αν δύνησθε, υπερέξει γαρ και έτι· και υψούντες αυτόν πληθύνατε εν ισχύϊ· μη κοπιάτε, ου γαρ μη εφίκησθε. 31 τις εώρακεν αυτόν και εκδιηγήσεται; και τις μεγαλυνεί αυτόν καθώς εστι; 32 πολλά απόκρυφά εστι μείζονα τούτων, ολίγα γαρ εωράκαμεν των έργων αυτού· 33 πάντα γαρ εποίησεν ο Κύριος, και τοις ευσεβέσιν έδωκε σοφίαν.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΜΔ

 1 ΠΑΤΕΡΩΝ ΥΜΝΟΣ.- Αινέσωμεν δη άνδρας ενδόξους και τους πατέρας ημών τη γενέσει. 2 πολλήν δόξαν έκτισεν ο Κύριος, την μεγαλωσύνην αυτού απ ‘ αιώνος. 3 κυριεύοντες εν ταις βασιλείαις αυτών και άνδρες ονομαστοί εν δυνάμει· βουλεύοντες εν συνέσει αυτών, απηγγελκότες εν προφητείαις· 4 ηγούμενοι λαού εν διαβουλίοις και συνέσει γραμματείας λαού, σοφοί λόγοι εν παιδεία αυτών· 5 εκζητούντες μέλη μουσικών και διηγούμενοι έπη εν γραφή· 6 άνδρες πλούσιοι κεχορηγημένοι ισχύϊ, ειρηνεύοντες εν παροικίαις αυτών· 7 πάντες ούτοι εν γενεαίς εδοξάσθησαν, και εν ταις ημέραις αυτών καύχημα. 8 εισίν αυτών οί κατέλιπον όνομα του εκδιηγήσασθαι επαίνους· 9 και εισίν ων ουκ έστι μνημόσυνον και απώλοντο ως ουχ υπάρξαντες και εγένοντο ως ου γεγονότες και τα τέκνα αυτών μετ ‘ αυτούς. 10 αλλ ‘ ή ούτοι άνδρες ελέους, ων αι δικαιοσύναι ουκ επελήσθησαν· 11 μετά του σπέρματος αυτών διαμενεί αγαθή κληρονομία, έκγονα αυτών· 12 εν ταις διαθήκαις έστη σπέρμα αυτών και τα τέκνα αυτών δι ‘ αυτούς· 13 έως αιώνος μενεί σπέρμα αυτών, και η δόξα αυτών ουκ εξαλειφθήσεται· 14 τα σώματα αυτών εν ειρήνη ετάφη, και το όνομα αυτών ζη εις γενεάς· 15 σοφίαν αυτών διηγήσονται λαοί, και τον έπαινον εξαγγέλλει εκκλησία.

 16 Ενώχ ευηρέστησε Κυρίω και μετετέθη, υπόδειγμα μετανοίας ταις γενεαίς. 17 Νώε ευρέθη τέλειος δίκαιος, εν καιρω οργής εγένετο αντάλλαγμα· δια τούτον εγενήθη κατάλειμμα τη γη, ότε εγένετο κατακλυσμός· 18 διαθήκαι αιώνος ετέθησαν προς αυτόν, ίνα μη εξαλειφθή κατακλυσμω πάσα σάρξ.- 19 Αβραάμ μέγας πατήρ πλήθους εθνών, και ουχ ευρέθη όμοιος εν τη δόξη· 20 ος συνετήρησε νόμον Υψίστου και εγένετο εν διαθήκη μετ ‘ αυτού· εν σαρκί αυτού έστησε διαθήκην και εν πειρασμω ευρέθη πιστός. 21 δια τούτο εν όρκω έστησεν αυτω ενευλογηθήναι έθνη εν τω σπέρματι αυτού, πληθύναι αυτόν ως χουν της γης και ως άστρα ανυψώσαι το σπέρμα αυτού και κατακληρονομήσαι αυτούς από θαλάσσης έως θαλάσσης και από ποταμού έως άκρου γης. 22 και εν τω Ισαάκ έστησεν ούτως δια Αβραάμ τον πατέρα αυτού ευλογίαν πάντων ανθρώπων και διαθήκην 23 και κατέπαυσεν επί κεφαλήν Ιακώβ. επέγνω αυτόν εν ευλογίαις αυτού και έδωκεν αυτω εν κληρονομία· και διέστειλε μερίδας αυτού, εν φυλαίς εμέρισε δεκαδύο.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΜΕ

 1 ΚΑΙ εξήγαγεν εξ αυτού άνδρα ελέους ευρίσκοντα χάριν εν οφθαλμοίς πάσης σαρκός, ηγαπημένον υπό Θεού και ανθρώπων, Μωυσήν, ου το μνημόσυνον εν ευλογίαις· 2 ωμοίωσεν αυτόν δόξη αγίων και εμεγάλυνεν αυτόν εν φόβοις εχθρών· 3 εν λόγοις αυτού σημεία κατέπαυσεν, εδόξασεν αυτόν κατά πρόσωπον βασιλέων· ενετείλατο αυτω προς λαόν αυτού και έδειξεν αυτω της δόξης αυτού· 4 εν πίστει και πραϋτητι αυτόν ηγίασεν, εξελέξατο αυτόν εκ πάσης σαρκός· 5 ηκούτισεν αυτόν της φωνής αυτού και εισήγαγεν αυτόν εις τον γνόφον και έδωκεν αυτω κατά πρόσωπον εντολάς, νόμον ζωής και επιστήμης διδάξαι τον Ιακώβ διαθήκην και κρίματα αυτού τον Ισραήλ.- 6 Ααρών ύψωσεν άγιον όμοιον αυτω αδελφόν αυτού εκ φυλής Λευϊ· 7 έστησεν αυτω διαθήκην αιώνος και έδωκεν αυτω ιερατείαν λαού· εμακάρισεν αυτόν εν ευκοσμία και περιέζωσεν αυτόν στολήν δόξης· 8 ενέδυσεν αυτόν συντέλειαν καυχήματος και εστερέωσεν αυτόν σκεύεσιν ισχύος, περισκελή και ποδήρη και επωμίδα, 9 και εκύκλωσεν αυτόν ροϊσκοις χρυσοίς, κώδωσι πλείστοις κυκλόθεν, ηχήσαι φωνήν εν βήμασιν αυτού, ακουστόν ποιήσαι ήχον εν ναω εις μνημόσυνον υιοίς λαού αυτού· 10 στολή αγία, χρυσω και υακίνθω και πορφύρα, έργω ποικιλτού, λογείω κρίσεως, δήλοις αληθείας, κεκλωσμένη κόκκω, έργω τεχνίτου, 11 λίθοις πολυτελέσι γλύμματος σφραγίδος, εν δέσει χρυσίου, έργω λιθουργού, εις μνημόσυνον εν γραφή κεκολαμμένη κατ ‘ αριθμόν φυλών Ισραήλ· 12 στέφανον χρυσούν επάνω κιδάρεως, εκτύπωμα σφραγίδος αγιάσματος, καύχημα τιμής, έργον ισχύος, επιθυμήματα οφθαλμών κοσμούμενα ωραία· 13 προ αυτού ου γέγονε τοιαύτα έως αιώνος, ουκ ενεδύσατο αλλογενής πλήν των υιών αυτού μόνον και τα έκγονα αυτού διαπαντός. 14 θυσίαι αυτού ολοκαρπωθήσονται καθημέραν ενδελεχώς δις. 15 επλήρωσε Μωσής τας χείρας και έχρισεν αυτόν εν ελαίω αγίω· εγενήθη αυτω εις διαθήκην αιώνιον και εν τω σπέρματι αυτού εν ημέραις ουρανού λειτουργείν αυτω άμα και ιερατεύειν και ευλογείν τον λαόν αυτού εν τω ονόματι αυτού. 16 εξελέξατο αυτόν από παντός ζώντος προσαγαγείν κάρπωσιν Κυρίω, θυμίαμα και ευωδίαν εις μνημόσυνον, εξιλάσκεσθαι περί του λαού σου. 17 έδωκεν αυτόν εν εντολαίς αυτού εξουσίαν εν διαθήκαις κριμάτων διδάξαι τον Ιακώβ τα μαρτύρια και εν νόμω αυτού φωτίσαι Ισραήλ. 18 επισυνέστησαν αυτω αλλότριοι και εζήλωσαν αυτόν εν τη ερήμω, άνδρες οι περί Δαθάν και Αβειρών και η συναγωγή Κορέ εν θυμω και οργή· 19 είδε Κύριος και ουκ ευδόκησε, και συνετελέσθησαν εν θυμω οργής· εποίησεν αυτοίς τέρατα καταναλώσαι εν πυρί φλογός αυτού. 20 και προσέθηκεν Ααρών δόξαν και έδωκεν αυτω κληρονομίαν· απαρχάς πρωτογεννημάτων εμέρισεν αυτω, άρτον πρώτοις ητοίμασε πλησμονήν· 21 και γαρ θυσίας Κυρίου φάγονται, ας έδωκεν αυτω τε και τω σπέρματι αυτού. 22 πλήν εν γη λαού ου κληρονομήσει, και μερίς ουκ έστιν αυτω εν λαω, αυτός γαρ μερίς σου και κληρονομία.- 23 Και Φινεές υιος Ελεάζαρ τρίτος εις δόξαν εν τω ζηλώσαι αυτόν εν φόβω Κυρίου και στήναι αυτόν εν τροπή λαού, εν αγαθότητι προθυμίας ψυχής αυτού· και εξιλάσατο περί του Ισραήλ. 24 δια τούτο εστάθη αυτω διαθήκη ειρήνης προστατείν αγίων και λαού αυτού, ίνα αυτω ή και τω σπέρματι αυτού ιερωσύνης μεγαλείον εις τους αιώνας. 25 και διαθήκην τω Δαυίδ υιω Ιεσσαί εκ φυλής Ιούδα, κληρονομία βασιλέως υιού εξ υιού μόνου· κληρονομία Ααρών και τω σπέρματι αυτού. 26 δώη υμίν σοφίαν εν καρδία υμών κρίνειν τον λαόν αυτού εν δικαιοσύνη, ίνα μη αφανισθή τα αγαθά αυτών και την δόξαν αυτών εις γενεάς αυτών.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ

 1 ΚΡΑΤΑΙΟΣ εν πολέμοις Ιησούς Ναυή και διάδοχος Μωυσή εν προφητείαις, ος εγένετο κατά το όνομα αυτού μέγας επί σωτηρία εκλεκτών αυτού εκδικήσαι επεγειρομένους εχθρούς, όπως κατακληρονομήση τον Ισραήλ. 2 ως εδοξάσθη εν τω επάραι χείρας αυτού και εν τω εκτείναι ρομφαίαν επί πόλεις. 3 τις πρότερον αυτού ούτως έστη; τους γαρ πολεμίους Κύριος αυτός επήγαγεν. 4 ουχί εν χειρί αυτού ανεπόδισεν ο ήλιος και μία ημέρα εγενήθη προς δύο; 5 επεκαλέσατο τον Ύψιστον δυνάστην εν τω θλίψαι αυτόν εχθρούς κυκλόθεν, και επήκουσεν αυτών μέγας Κύριος εν λίθοις χαλάζης δυνάμεως κραταιάς· 6 κατέρραξεν επ ‘ έθνος πόλεμον και εν καταβάσει απώλεσεν ανθεστηκότας, ίνα γνώσιν έθνη πανοπλίαν αυτού ότι εναντίον Κυρίου ο πόλεμος αυτού· και γαρ επηκολούθησεν οπίσω δυνάστου.- 7 Και εν ημέραις Μωυσέως εποίησεν έλεος, αυτός και Χάλεβ υιος Ιεφοννή, αντιστήναι έναντι εκκλησίας, κωλύσαι λαόν από αμαρτίας και κοπάσαι γογγυσμόν πονηρίας. 8 και αυτοί δύο όντες διεσώθησαν από εξακοσίων χιλιάδων πεζών, εισαγαγείν αυτούς εις κληρονομίαν, εις γην ρέουσαν γάλα και μέλι. 9 και έδωκεν ο Κύριος τω Χάλεβ ισχύν, και έως γήρους διέμεινεν αυτω επιβήναι αυτόν επί το ύψος της γης, και το σπέρμα αυτού κατέσχε κληρονομίαν, 10 όπως ίδωσι πάντες οι υιοί Ισραήλ ότι καλόν το πορεύεσθαι οπίσω Κυρίου.- 11 Και οι κριταί, έκαστος τω αυτού ονόματι, όσων ουκ εξεπόρνευσεν η καρδία και όσοι ουκ απεστράφησαν από Κυρίου, είη το μνημόσυνον αυτών εν ευλογίαις· 12 τα οστά αυτών αναθάλοι εκ του τόπου αυτών και το όνομα αυτών αντικαταλλασσόμενον εφ ‘ υιοίς δεδοξασμένων αυτών.- 13 ‘Ηγαπημένος υπό Κυρίου αυτού Σαμουήλ προφήτης Κυρίου κατέστησε βασιλείαν και έχρισεν άρχοντας επί τον λαόν αυτού· 14 εν νόμω Κυρίου έκρινε συναγωγήν, και επεσκέψατο Κύριος τον Ιακώβ· 15 εν πίστει αυτού ηκριβάσθη προφήτης και εγνώσθη εν πίστει αυτού πιστός οράσεως. 16 και επεκαλέσατο τον Κύριον δυνάστην εν τω θλίψαι εχθρούς αυτού κυκλόθεν εν προσφορά αρνός γαλαθηνού· 17 και εβρόντησεν απ ‘ ουρανού Κύριος και εν ήχω μεγάλω ακουστήν εποίησε την φωνήν αυτού 18 και εξέτριψεν ηγουμένους Τυρίων και πάντας άρχοντας Φυλιστιείμ. 19 και προ καιρού κοιμήσεως αιώνος επεμαρτύρατο έναντι Κυρίου και χριστού αυτού· χρήματα και έως υποδημάτων από πάσης σαρκός ουκ είληφα· και ουκ ενεκάλεσεν αυτω άνθρωπος. 20 και μετά το υπνώσαι αυτόν επροφήτευσε και υπέδειξε βασιλεί την τελευτήν αυτού και ανύψωσεν εκ γης την φωνήν αυτού εν προφητεία εξαλείψαι ανομίαν λαού.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΜΖ

 1 ΚΑΙ μετά τούτο ανέστη Νάθαν προφητεύειν εν ημέραις Δαυίδ. 2 ωσπερ στέαρ αφωρισμένον από σωτηρίου, ούτως Δαυίδ από των υιών Ισραήλ. 3 εν λέουσιν έπαιξεν ως εν ερίφοις και εν άρκοις ως εν άρνασι προβάτων. 4 εν νεότητι αυτού ουχί απέκτεινε γίγαντα και εξήρεν ονειδισμόν εκ λαού εν τω επάραι χείρα εν λίθω σφενδόνης και καταβαλείν γαυρίαμα του Γολιάθ; 5 επεκαλέσατο γαρ Κύριον τον Ύψιστον και έδωκεν εν τη δεξιά αυτού κράτος εξάραι άνθρωπον δυνατόν εν πολέμω, ανυψώσαι κέρας λαού αυτού. 6 ούτως εν μυριάσιν εδόξασαν αυτόν και ήνεσαν αυτόν εν ευλογίαις Κυρίου εν τω φέρεσθαι αυτω διάδημα δόξης· 7 εξέτριψε γαρ εχθρούς κυκλόθεν και εξουδένωσε Φυλιστιείμ τους υπεναντίους· έως σήμερον συνέτριψεν αυτών κέρας. 8 εν παντί έργω αυτού έδωκεν εξομολόγησιν αγίω Υψίστω ρήματι δόξης· εν πάση καρδία αυτού ύμνησε και ηγάπησε τον ποιήσαντα αυτόν. 9 και έστησε ψαλτωδούς κατέναντι του θυσιαστηρίου και εξ ηχούς αυτών γλυκαίνειν μέλη· 10 έδωκεν εν εορταίς ευπρέπειαν και εκόσμησε καιρούς μέχρι συντελείας εν τω αινείν αυτούς το άγιον όνομα αυτού και από πρωϊ ηχείν το αγίασμα. 11 Κύριος αφείλε τας αμαρτίας αυτού και ανύψωσεν εις αιώνα το κέρας αυτού και έδωκεν αυτω διαθήκην βασιλέων και θρόνον δόξης εν τω Ισραήλ.- 12 Μετά τούτον ανέστη υιος επιστήμων και δι ‘ αυτόν κατέλυσεν εν πλατυσμω· 13 Σαλωμών εβασίλευσεν εν ημέραις ειρήνης, ω ο Θεός κατέπαυσε κυκλόθεν, ίνα στήση οίκον επ ‘ ονόματι αυτού και ετοιμάση αγίασμα εις τον αιώνα. 14 ως εσοφίσθης εν νεότητί σου και ενεπλήσθης ως ποταμός συνέσεως. 15 γην επεκάλυψεν η ψυχή σου, και ενέπλησας εν παραβολαίς αινιγμάτων· 16 εις νήσους πόρρω αφίκετο το όνομά σου, και ηγαπήθης εν τη ειρήνη σου· 17 εν ωδαίς και παροιμίαις και παραβολαίς και εν ερμηνείαις απεθαύμασάν σε χώραι. 18 εν ονόματι Κυρίου του Θεού του επικεκλημένου Θεού Ισραήλ, συνήγαγες ως κασσίτερον το χρυσίον και ως μόλυβδον επλήθυνας αργύριον. 19 παρανέκλινας τας λαγόνας σου γυναιξί και ενεξουσιάσθης εν τω σώματί σου· 20 έδωκας μώμον εν τη δόξη σου και εβεβήλωσας το σπέρμα σου επαγαγείν οργήν επί τα τέκνα σου και κατενύγην επί τη αφροσύνη σου, 21 γενέσθαι δίχα τυραννίδα και εξ Εφραίμ άρξαι βασιλείαν απειθή. 22 ο δε Κύριος ου μη καταλίπη το έλεος αυτού και ου μη διαφθείρη από των έργων αυτού, ουδέ μη εξαλείψη εκλεκτού αυτού έκγονα και σπέρμα του αγαπήσαντος αυτόν ου μη εξάρη· και τω Ιακώβ έδωκε κατάλειμμα και τω Δαυίδ εξ αυτού ρίζαν.- 23 Και ανεπαύσατο Σαλωμών μετά των πατέρων αυτού και κατέλιπε μετ ‘ αυτόν εκ του σπέρματος αυτού λαού αφροσύνην και ελασσούμενον συνέσει, Ροβοάμ, ος απέστησε λαόν εκ βουλής αυτού, και Ιεροβοάμ υιόν Ναβάτ, ος εξήμαρτε τον Ισραήλ και έδωκε τω Εφραίμ οδόν αμαρτίας. 24 και επληθύνθησαν αι αμαρτίαι αυτών σφόδρα αποστήσαι αυτούς από της γης αυτών· 25 και πάσαν πονηρίαν εξεζήτησαν, έως εκδίκησις έλθη επ ‘ αυτούς.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΜΗ

 1 ΚΑΙ ανέστη ‘Ηλίας προφήτης ως πυρ, και ο λόγος αυτού ως λαμπάς εκαίετο· 2 ος επήγαγεν επ ‘ αυτούς λιμόν και τω ζήλω αυτού ωλιγοποίησεν αυτούς· 3 εν λόγω Κυρίου ανέσχεν ουρανόν, κατήγαγεν ούτως τρίς πυρ. 4 ως εδοξάσθης, ‘Ηλία, εν τοις θαυμασίοις σου· και τις όμοιός σοι καυχάσθαι; 5 ο εγείρας νεκρόν εκ θανάτου και εξ άδου εν λόγω Υψίστου· 6 ο καταγαγών βασιλείς εις απώλειαν και δεδοξασμένους από κλίνης αυτών· 7 ο ακούων εν Σινά ελεγμόν και εν Χωρήβ κρίματα εκδικήσεως· 8 ο χρίων βασιλείς εις ανταπόδομα και προφήτας διαδόχους μετ ‘ αυτόν· 9 ο αναληφθείς εν λαίλαπι πυρός εν άρματι ίππων πυρίνων· 10 ο καταγραφείς εν ελεγμοίς εις καιρούς κοπάσαι οργήν προ θυμού, επιστρέψαι καρδίαν πατρός προς υιόν και καταστήσαι φυλάς Ιακώβ. 11 μακάριοι οι ιδόντες σε και οι εν αγαπήσει κεκοσμημένοι, και γαρ ημείς ζωή ζησόμεθα. 12 ‘Ηλίας, ος εν λαίλαπι εσκεπάσθη, και Ελισαιέ ενεπλήσθη πνεύματος αυτού· και εν ημέραις αυτού ουκ εσαλεύθη υπό άρχοντος, και ου κατεδυνάστευσεν αυτόν ουδείς. 13 πας λόγος ουχ υπερήρεν αυτόν, και εν κοιμήσει επροφήτευσε το σώμα αυτού· 14 και εν ζωή αυτού εποίησε τέρατα, και εν τελευτη θαυμάσια τα έργα αυτού.- 15 Εν πάσι τούτοις ου μετενόησεν ο λαός και ουκ απέστησαν από των αμαρτιών αυτών, έως επρονομεύθησαν από της γης αυτών και εσκορπίσθησαν εν πάση τη γη. και κατελείφθη ο λαός ολιγοστός, και άρχων τω οίκω Δαυίδ· 16 τινές μεν αυτών εποίησαν το αρεστόν, τινές δε επλήθυναν αμαρτίας.- 17 Εζεκίας ωχύρωσε την πόλιν αυτού και εισήγαγεν εις το μέσον αυτής ύδωρ, ώρυξε σιδήρω ακρότομον και ωκοδόμησε κρήνας εις ύδατα. 18 εν ημέραις αυτού ανέβη Σενναχηρίμ και απέστειλε Ραψάκην, και απήρε· και επήρεν η χείρ αυτού επί Σιών και εμεγαλαύχησεν εν υπερηφανία αυτού. 19 τότε εσαλεύθησαν καρδίαι και χείρες αυτών, και ωδίνησαν ως αι τίκτουσαι· 20 και επεκαλέσαντο τον Κύριον τον ελεήμονα εκπετάσαντες τας χείρας αυτών προς αυτόν. και ο άγιος εξ ουρανού ταχύ επήκουσεν αυτών και ελυτρώσατο αυτούς εν χειρί Ησαϊου. 21 επάταξε την παρεμβολήν των Ασσυρίων. και εξέτριψεν αυτούς ο άγγελος αυτού. 22 εποίησε γαρ Εζεκίας το αρεστόν Κυρίω και ενίσχυσεν εν οδοίς Δαυίδ του πατρός αυτού, ας ενετείλατο Ησαϊας ο προφήτης, ο μέγας και πιστός εν οράσει αυτού. 23 εν ταις ημέραις αυτού ανεπόδισεν ο ήλιος και προσέθηκε ζωήν βασιλεί. 24 πνεύματι μεγάλω είδε τα έσχατα και παρεκάλεσε τους πενθούντας εν Σιών· 25 έως του αιώνος υπέδειξε τα εσόμενα και τα απόκρυφα πριν ή παραγενέσθαι αυτά.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΜΘ

 1 ΜΝΗΜΟΣΥΝΟΝ Ιωσίου εις σύνθεσιν θυμιάματος εσκευασμένον έργω μυρεψού· εν παντί στόματι ως μέλι γλυκανθήσεται και ως μουσικά εν συμποσίω οίνου. 2 αυτός κατηυθύνθη εν επιστροφή λαού και εξήρε βδελύγματα ανομίας· 3 κατεύθυνε προς Κύριον την καρδίαν αυτού, εν ημέραις ανόμων κατίσχυσε την ευσέβειαν.- 4 Πάρεξ Δαυίδ και Εζεκίου και Ιωσίου, πάντες πλημμέλειαν επλημμέλησαν· κατέλιπον γαρ τον νόμον του Υψίστου, οι βασιλείς Ιούδα εξέλιπον· 5 έδωκαν γαρ το κέρας αυτών ετέροις και την δόξαν αυτών έθνει αλλοτρίω. 6 ενεπύρισαν εκλεκτήν πόλιν αγιάσματος και ηρήμωσαν τας οδούς αυτής εν χειρί Ιερεμίου· 7 εκάκωσαν γαρ αυτόν, και αυτός εν μήτρα ηγιάσθη προφήτης εκριζούν και κακούν και απολλύειν, ωσαύτως οικοδομείν και καταφυτεύειν. 8 Ιεζεκιήλ ος είδεν όρασιν δόξης, ην υπέδειξεν αυτω επί άρματος Χερουβίμ· 9 και γαρ εμνήσθη των εχθρών εν όμβρω και αγαθώσαι τους ευθύνοντας οδούς. 10 και των δώδεκα προφητών τα οστά αναθάλοι εκ του τόπου αυτών· παρεκάλεσε δε τον Ιακώβ και ελυτρώσατο αυτούς εν πίστει ελπίδος.- 11 Πως μεγαλύνωμεν τον Ζοροβάβελ; και αυτός ως σφραγίς επί δεξιάς χειρός, 12 ούτως Ιησούς υιος Ιωσεδέκ, οί εν ημέραις αυτών ωκοδόμησαν οίκον και ανύψωσαν λαόν άγιον Κυρίω ητοιμασμένον εις δόξαν αιώνος. 13 και Νεεμίου επί πολύ το μνημόσυνον του εγείραντος ημίν τείχη πεπτωκότα και στήσαντος πύλας και μοχλούς και ανεγείραντος τα οικόπεδα ημών.- 14 Ουδέ εις εκτίσθη οίος Ενώχ τοιούτος επί της γης· και γαρ αυτός ανελήφθη από της γης. 15 ουδέ ως Ιωσήφ εγεννήθη ανήρ ηγούμενος αδελφών, στήριγμα λαού, και τα οστά αυτού επεσκέπησαν. 16 Σημ και Σηθ εν ανθρώποις εδοξάσθησαν και υπέρ παν ζωον εν τη κτίσει Αδάμ.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ Ν

 1 ΣΙΜΩΝ ‘Ονίου υιος ιερεύς ο μέγας, ος εν ζωή αυτού υπέρραψεν οίκον και εν ημέραις αυτού εστερέωσε τον ναόν· 2 και υπ ‘ αυτού εθεμελιώθη ύψος διπλής, ανάλημμα υψηλόν περιβόλου ιερού· 3 εν ημέραις αυτού ηλαττώθη αποδοχείον υδάτων, λάκκος ωσεί θαλάσσης το περίμετρον· 4 ο φροντίζων του λαού αυτού από πτώσεως και ενισχύσας πόλιν εν πολιορκήσει. 5 ως εδοξάσθη εν περιστροφή λαού, εν εξόδω οίκου καταπετάσματος· 6 ως αστήρ εωθινός εν μέσω νεφελών, ως σελήνη πλήρης εν ημέραις, 7 ως ήλιος εκλάμπων επί ναόν Υψίστου και ως τόξον φωτίζον εν νεφέλαις δόξης, 8 ως άνθος ρόδων εν ημέραις νέων, ως κρίνα επ ‘ εξόδω ύδατος, ως βλαστός λιβάνου εν ημέραις θέρους, 9 ως πυρ και λίβανος επί πυρίου, ως σκεύος χρυσίου ολοσφύρητον κεκοσμημένον παντί λίθω πολυτελεί, 10 ως ελαία αναθάλλουσα καρπούς και ως κυπάρισσος υψουμένη εν νεφέλαις. 11 εν τω αναλαμβάνειν αυτόν στολήν δόξης και ενδιδύσκεσθαι αυτόν συντέλειαν καυχήματος, εν αναβάσει θυσιαστηρίου αγίου εδόξασε περιβολήν αγιάσματος· 12 εν δε τω δέχεσθαι μέλη εκ χειρών ιερέων, και αυτός εστώς παρ ‘ εσχάρα βωμού κυκλόθεν αυτού στέφανος αδελφών, ως βλάστημα κέδρου εν τω Λιβάνω· και εκύκλωσαν αυτόν ως στελέχη φοινίκων· 13 και πάντες οι υιοί Ααρών εν δόξη αυτών και προσφορά Κυρίου εν χερσίν αυτών έναντι πάσης εκκλησίας Ισραήλ· 14 και συντέλειαν λειτουργών επί βωμών κοσμήσαι προσφοράν Υψίστου παντοκράτορος· 15 εξέτεινεν επί σπονδείου χείρα αυτού και έσπεισεν εξ αίματος σταφυλής, εξέχεεν εις θεμέλια θυσιαστηρίου οσμήν ευωδίας Υψίστω παμβασιλεί. 16 τότε ανέκραγον υιοί Ααρών, εν σάλπιγξιν ελαταίς ήχησαν, ακουστήν εποίησαν φωνήν μεγάλην εις μνημόσυνον έναντι Υψίστου. 17 τότε πας ο λαός κοινή κατέσπευσε και έπεσαν επί πρόσωπον επί την γην προσκυνήσαι τω Κυρίω αυτών παντοκράτορι Θεω τω Υψίστω· 18 και ήνεσαν οι ψαλμωδοί εν φωναίς αυτών, εν πλείστω οίκω εγλυκάνθη μέλος. 19 και εδεήθη ο λαός Κυρίου Υψίστου εν προσευχή κατέναντι ελεήμονος, έως συντελεσθή κόσμος Κυρίου, και την λειτουργίαν αυτού ετελείωσαν. 20 τότε καταβάς επήρε χείρας αυτού επί πάσαν εκκλησίαν υιών Ισραήλ δούναι ευλογίαν Κυρίω εκ χειλέων αυτού και εν ονόματι αυτού καυχάσθαι. 21 και εδευτέρωσεν εν προσκυνήσει επιδείξασθαι την ευλογίαν παρά Υψίστου.

 22 Και νυν ευλογήσατε τω Θεω πάντων τω μεγαλοποιούντι πάντη, τον υψούντα ημέρας ημών εκ μήτρας και ποιούντα μεθ ‘ ημών κατά το έλεος αυτού. 23 δώη ημίν ευφροσύνην καρδίας και γενέσθαι ειρήνην εν ημέραις ημών εν Ισραήλ κατά τας ημέρας του αιώνος· 24 εμπιστεύσαι μεθ ‘ ημών το έλεος αυτού και εν ταις ημέραις αυτού λυτρωσάσθω ημάς.- 25 Εν δυσίν έθνεσι προσώχθισεν η ψυχή μου, και το τρίτον ουκ έστιν έθνος. 26 οι καθήμενοι εν όρει Σαμαρείας και Φυλιστιείμ και ο λαός μωρός ο κατοικών εν Σικίμοις.

 27 Παιδείαν συνέσεως και επιστήμης εχάραξα εν τω βιβλίω τούτω, Ιησούς υιος Σειράχ Ιεροσολυμίτης, ος ανώμβρησε σοφίαν από καρδίας αυτού. 28 μακάριος ος εν τούτοις αναστραφήσεται, και θείς αυτά επί καρδίαν αυτού σοφισθήσεται· 29 εάν γαρ αυτά ποιήση, προς πάντα ισχύσει, ότι φως Κυρίου το ίχνος αυτού.

 ΣΟΦΙΑ ΣΕΙΡΑΧ

 ΚΕΦΑΛΑΙΟΝ ΝΑ

 1 ΠΡΟΣΕΥΧΗ ΙΗΣΟΥ ΥΙΟΥ ΣΕΙΡΑΧ.- Εξομολογήσομαί σοι, Κύριε βασιλεύ, και αινέσω σε Θεόν τον σωτήρά μου, εξομολογούμαι τω ονόματί σου, 2 ότι σκεπαστής και βοηθός εγένου μοι και ελυτρώσω το σώμά μου εξ απωλείας και εκ παγίδος διαβολής γλώσσης, από χειλέων εργαζομένων ψεύδος και έναντι των παρεστηκότων εγένου μοι βοηθός 3 και ελυτρώσω με κατά το πλήθος ελέους και ονόματός σου εκ βρυγμών ετοίμων εις βρώμα, εκ χειρός ζητούντων την ψυχήν μου, εκ πλειόνων θλίψεων, ων έσχον, 4 από πνιγμού πυράς κυκλόθεν και εκ μέσου πυρός, ου ουκ εξέκαυσα. 5 εκ βάθους κοιλίας άδου και από γλώσσης ακαθάρτου και λόγου ψευδούς. 6 βασιλεί διαβολή γλώσσης αδίκου. ήγγισεν έως θανάτου η ψυχή μου, και η ζωή μου ην σύνεγγυς άδου κάτω. 7 περιέσχον με πάντοθεν και ουκ ην ο βοηθών, ενέβλεπον εις αντίληψιν ανθρώπων, και ουκ ην. 8 και εμνήσθην του ελέους σου, Κύριε, και της εργασίας σου της απ ‘ αιώνος, ότι εξαιρή τους υπομένοντάς σε και σώζεις αυτούς εκ χειρός εθνών. 9 και ανύψωσα από γης ικετείαν μου και υπέρ θανάτου ρύσεως εδεήθην. 10 επεκαλεσάμην Κύριον πατέρα κυρίου μου, μη με εγκαταλιπείν εν ημέραις θλίψεως, εν καιρω υπερηφάνων αβοηθησίας. 11 αινέσω το όνομά σου ενδελεχώς και υμνήσω εν εξομολογήσει. και εισηκούσθη η δέησίς μου· 12 έσωσας γαρ με εξ απωλείας και εξείλου με εκ καιρού πονηρού. δια τούτο εξομολογήσομαι και αινέσω σε και ευλογήσω τω ονόματι Κυρίου. 13 έτι ων νεώτερος, πριν ή πλανηθήναί με, εζήτησα σοφίαν προφανώς εν προσευχή μου, 14 έναντι ναού ηξίουν περί αυτής και έως εσχάτων εκζητήσω αυτήν. 15 εξ άνθους ως περκαζούσης σταφυλής ευφράνθη η καρδία μου εν αυτη. επέβη ο πούς μου εν ευθύτητι, εκ νεότητός μου ίχνευσα αυτήν. 16 έκλινα ολίγον το ους μου και εδεξάμην και πολλήν εύρον εμαυτω παιδείαν. 17 προκοπή εγένετό μοι εν αυτη· τω διδόντι μοι σοφίαν δώσω δόξαν. 18 διενοήθην γαρ του ποιήσαι αυτήν και εζήλωσα το αγαθόν και ου μη αισχυνθώ. 19 διαμεμάχισται η ψυχή μου εν αυτη και εν ποιήσει λιμού διηκριβησάμην. τας χείράς μου εξεπέτασα προς ύψος και τα αγνοήματα αυτής επένθησα. 20 την ψυχήν μου κατεύθυνα εις αυτήν, καρδίαν εκτησάμην μετ ‘ αυτής απ ‘ αρχής και εν καθαρισμω εύρον αυτήν, δια τούτο ου μη εγκαταλειφθώ· 21 και η κοιλία μου εταράχθη του εκζητήσαι αυτήν· δια τούτο εκτησάμην αγαθόν κτήμα. 22 έδωκε Κύριος γλώσσάν μοι μισθόν μου, και εν αυτη αινέσω αυτόν. 23 εγγίσατε προς με, απαίδευτοι, και αυλίσθητε εν οίκω παιδείας, 24 τι ότι υστερείτε εν τούτοις και αι ψυχαί υμών διψώσι σφόδρα; 25 ήνοιξα το στόμα μου και ελάλησα· κτήσασθε εαυτοίς άνευ αργυρίου. 26 τον τράχηλον υμών υπόθετε υπό ζυγόν, και επιδεξάσθω η ψυχή υμών παιδείαν· εγγύς εστιν ευρείν αυτήν. 27 ίδετε εν οφθαλμοίς υμών ότι ολίγον εκοπίασα και εύρον εμαυτω πολλήν ανάπαυσιν. 28 μετάσχετε παιδείας εν πολλω αριθμω αργυρίου και πολύν χρυσόν κτήσασθε εν αυτη. 29 ευφρανθείη η ψυχή υμών εν τω ελέει αυτού, και μη αισχυνθείητε εν αινέσει αυτού. 30 εργάζεσθε το έργον υμών προ καιρού, και δώσει τον μισθόν υμών εν καιρω αυτού.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.