Τρίτη, 27 Νοεμβρίου 2012

Αμώς




ΑΜΩΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΛΟΓΟΙ Αμώς, οί εγένοντο εν Ακκαρείμ εκ Θεκουέ, ους είδεν υπέρ Ιερουσαλήμ εν ημέραις ‘Οζίου βασιλέως Ιούδα και εν ημέραις Ιεροβοάμ του Ιωάς βασιλέως Ισραήλ, προ δύο ετών του σεισμού.

 2 Και είπε· Κύριος εκ Σιών εφθέγξατο και εξ Ιερουσαλήμ έδωκε φωνήν αυτού, και επένθησαν αι νομαί των ποιμένων, και εξηράνθη η κορυφή του Καρμήλου. - 3 Και είπε Κύριος· επί ταις τρισίν ασεβείαις Δαμασκού και επί ταις τέσσαρσιν ουκ αποστραφήσομαι αυτόν, ανθ ‘ ων έπριζον πρίοσι σιδηροίς τας εν γαστρί εχούσας των εν Γαλαάδ· 4 και αποστελώ πυρ εις τον οίκον Αζαήλ, και καταφάγεται τα θεμέλια υιού Άδερ· 5 και συντρίψω μοχλούς Δαμασκού και εξολοθρεύσω κατοικούντας εκ πεδίου Ων, και κατακόψω φυλήν εξ ανδρών Χαρράν, και αιχμαλωτευθήσεται λαός Συρίας επίκλητος, λέγει Κύριος. - 6 Τάδε λέγει Κύριος· επί ταις τρισίν ασεβείαις Γάζης και επί ταις τέσσαρσιν ουκ αποστραφήσομαι αυτούς, ένεκεν του αιχμαλωτεύσαι αυτούς αιχμαλωσίαν του
Σαλωμών του συγκλείσαι εις την Ιδουμαίαν. 7 και εξαποστελώ πυρ επί τα τείχη Γάζης, και καταφάγεται τα θεμέλια αυτής· 8 και εξολοθρεύσω κατοικούντας εξ Αζώτου, και εξαρθήσεται φυλή εξ Ασκάλωνος, και επάξω την χείρά μου επί Ακκάρων, και απολούνται οι κατάλοιποι των αλλοφύλων, λέγει Κύριος. - 9 Τάδε λέγει Κύριος· επί ταις τρισίν ασεβείαις Τύρου και επί ταις τέσσαρσιν ουκ αποστραφήσομαι αυτήν, ανθ ‘ ων συνέκλεισαν αιχμαλωσίαν του Σαλωμών εις την Ιδουμαίαν και ουκ εμνήσθησαν διαθήκης αδελφών· 10 και εξαποστελώ πυρ επί τα τείχη Τύρου, και καταφάγεται τα θεμέλια αυτής. - 11 Τάδε λέγει Κύριος· επί ταις τρισίν ασεβείαις της Ιδουμαίας και επί ταις τέσσαρσιν ουκ αποστραφήσομαι αυτούς, ένεκα του διώξαι αυτούς εν ρομφαία τον αδελφόν αυτού και ελυμήνατο μητέρα επί γης και ήρπασεν εις μαρτύριον φρίκην αυτού και το όρμημα αυτού εφύλαξεν εις νίκος. 12 και εξαποστελώ πυρ εις Θαμάν, και καταφάγεται θεμέλια τειχέων αυτής. - 13 Τάδε λέγει Κύριος· επί ταις τρισίν ασεβείαις υιών Αμμών και επί ταις τέσσαρσιν ουκ αποστραφήσομαι αυτόν, ανθ ‘ ων ανέσχιζον τας εν γαστρί εχούσας των Γαλααδιτών, όπως εμπλατύνωσι τα όρια αυτών· 14 και ανάψω πυρ επί τείχη Ραββάθ, και καταφάγεται θεμέλια αυτής μετά κραυγής εν ημέρα πολέμου, και σεισθήσεται εν ημέραις συντελείας αυτής· 15 και πορεύσονται οι βασιλείς αυτής εν αιχμαλωσία, οι ιερείς αυτών και οι άρχοντες αυτώ επί το αυτό, λέγει Κύριος.

 ΑΜΩΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΤΑΔΕ λέγει Κύριος· επί ταις τρισίν ασεβείαις Μωάβ και επί ταις τέσσαρσιν ουκ αποστραφήσομαι αυτόν, ανθ ‘ ων κατέκαυσαν τα οστά βασιλέως της Ιδουμαίας εις κονίαν. 2 και εξαποστελώ πυρ εις Μωάβ, και καταφάγεται τα θεμέλια των πόλεων αυτής, και αποθανείται εν αδυναμία Μωάβ μετά κραυγής και μετά φωνής σάλπιγγος. 3 και εξολοθρεύσω κριτήν εξ αυτής, και πάντας αυτής αποκτενώ μετ ‘ αυτού, λέγει Κύριος. - 4 Τάδε λέγει Κύριος· επί ταις τρισίν ασεβείαις υιών Ιούδα και επί ταις τέσσαρσιν ουκ αποστραφήσομαι αυτόν, ένεκα του απώσασθαι αυτούς τον νόμον του Κυρίου, και τα προστάγματα αυτού ουκ εφυλάξαντο, και επλάνησεν αυτούς τα μάταια αυτών, α εποίησαν, οίς εξηκολούθησαν οι πατέρες αυτών οπίσω αυτών. 5 και εξαποστελώ πυρ επί Ιούδαν, και καταφάγεται θεμέλια Ιερουσαλήμ. - 6 Τάδε λέγει Κύριος· επί ταις τρισίν ασεβείαις Ισραήλ και επί ταις τέσσαρσιν ουκ αποστραφήσομαι αυτόν, ανθ ‘ ων απέδοντο αργυρίου δίκαιον και πένητα ένεκεν υποδημάτων, 7 τα πατούντα επί τον χουν της γης και εκονδύλιζον εις κεφαλάς πτωχών και οδόν ταπεινών εξέκλιναν, και υιος και πατήρ αυτού εισεπορεύοντο προς την αυτήν παιδίσκην, όπως βεβηλώσι το όνομα του Θεού αυτών. 8 και τα ιμάτια αυτών δεσμεύοντες σχοινίοις παραπετάσματα εποίουν εχόμενα του θυσιαστηρίου και οίνον εκ συκοφαντιών έπινον εν τω οίκω του Θεού αυτών. 9 εγώ δε εξήρα τον Αμορραίον εκ προσώπου αυτών, ου ην, καθώς ύψος κέδρου το ύψος αυτού, και ισχυρός ην ως δρύς, και εξήρανα τον καρπόν αυτού επάνωθεν και τας ρίζας αυτού υποκάτωθεν. 10 και εγώ ανήγαγον υμάς εκ γης Αιγύπτου και περιήγαγον υμάς εν τη ερήμω τεσσαράκοντα έτη του κατακληρονομήσαι την γην των Αμορραίων. 11 και έλαβον εκ των υιών υμών εις προφήτας και εκ των νεανίσκων υμών εις αγιασμόν. μη ουκ έστι ταύτα υιοί Ισραήλ; λέγει Κύριος. 12 και εποτίζετε τους ηγιασμένους οίνον και τοις προφήταις ενετέλλεσθε λέγοντες· ου μη προφητεύσητε. 13 δια τούτο ιδού εγώ κυλίω υποκάτω υμών, ον τρόπον κυλίεται η άμαξα η γέμουσα καλάμης· 14 και απολείται φυγή εκ δρομέως, και ο κραταιός ου μη κρατήση της ισχύος αυτού, και ο μαχητής ου μη σώση την ψυχήν αυτού, 15 και ο τοξότης ου μη υποστη, και ο οξύς τοις ποσίν αυτού ου μη διασωθή και ο ιππεύς ου μη σώση την ψυχήν αυτού 16 και ο κραταιός ου μη ευρήσει την καρδίαν αυτού εν δυναστείαις· ο γυμνός διώξεται εν εκείνη τη ημέρα, λέγει Κύριος.

 ΑΜΩΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΑΚΟΥΣΑΤΕ τον λόγον τούτον, ον ελάλησε Κύριος εφ ‘ υμάς, οίκος Ισραήλ, και κατά πάσης φυλής, ης ανήγαγον εκ γης Αιγύπτου, λέγων· 2 πλήν υμάς έγνων εκ πασών των φυλών της γης· δια τούτο εκδικήσω εφ ‘ υμάς πάσας τας αμαρτίας υμών. 3 ει πορεύσονται δύο επί το αυτό καθόλου, εάν μη γνωρίσωσιν εαυτούς; 4 ει ερεύξεται λέων εκ του δρυμού αυτού θήραν ουκ έχων; ει δώσει σκύμνος φωνήν αυτού εκ της μάνδρας αυτού καθόλου, εάν μη αρπάση τι; 5 ει πεσείται όρνεον επί γης γης άνευ ιξευτού; ει σχασθήσεται παγίς επί της γης άνευ του συλλαβείν τι; 6 ει φωνήσει σάλπιγξ εν πόλει, και λαός ου πτοηθήσεται; ει έσται κακία εν πόλει, ην Κύριος ουκ εποίησε; 7 διότι ου μη ποιήση Κύριος ο Θεός πράγμα, εάν μη αποικαλύψη παιδείαν αυτού προς τους δούλους αυτού τους προφήτας. 8 λέων ερεύξεται, και τις ου φοβηθήσεται; Κύριος ο Θεός ελάλησε, και τις ου προφητεύσει; - 9 Απαγγείλατε χώραις εν Ασσυρίοις και επί τας χώρας της Αιγύπτου και είπατε· συνάχθητε επί το όρος Σαμαρείας και ίδετε θαυμαστά πολλά εν μέσω αυτής και καταδυναστείαν την εν αυτη· 10 και ουκ έγνω α έσται εναντίον αυτής, λέγει Κύριος, οι θησαυρίζοντες αδικίαν και ταλαιπωρίαν εν ταις χώραις αυτών. 11 δια τούτο τάδε λέγει Κύριος ο Θεός· Τύρος, κυκλόθεν η γη σου ερημωθήσεται, και κατάξει εκ σου ισχύν σου, και διαρπαγήσονται αι χώραί σου. 12 τάδε λέγει Κύριος· ον τρόπον όταν εκσπάση ο ποιμήν εκ στόματος του λέοντος δύο σκέλη ή λοβόν ωτίου, ούτως εκσπασθήσονται οι υιοί Ισραήλ οι κατοικούντες εν Σαμαρεία κατέναντι της φυλής και εν Δαμασκω ιερείς, 13 ακούσατε και επιμαρτύρασθε τω οίκω Ιακώβ, λέγει Κύριος ο Θεός ο παντοκράτωρ· 14 διότι εν τη ημέρα όταν εκδικώ ασεβείας του Ισραήλ επ ‘ αυτόν, και εκδικήσω επί τα θυσιαστήρια Βαιθήλ, και κατασκαφήσεται τα κέρατα του θυσιαστηρίου και πεσούνται επί την γην· 15 συγχεώ και πατάξω τον οίκον τον περίπτερον επί τον οίκον τον θερινόν, και απολούνται οίκοι ελεφάντινοι, και προστεθήσονται έτεροι οίκοι πολλοί, λέγει Κύριος.

 ΑΜΩΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΑΚΟΥΣΑΤΕ τον λόγον τούτον, δαμάλεις της Βασανίτιδος, αι εν τω όρει της Σαμαρείας, αι καταδυναστεύουσαι πτωχούς και καταπατούσαι πένητας, αι λέγουσαι τοις κυρίοις αυτών· επίδοτε ημίν όπως πίωμεν. 2 ομνύει Κύριος κατά των αγίων αυτού, διότι ιδού ημέραι έρχονται εφ ‘ υμάς, και λήψονται υμάς εν όπλοις, και τους μεθ ‘ υμών εις λέβητας υποκαιομένους εμβαλούσιν έμπυροι λοιμοί, 3 και εξενεχθήσεσθε γυμναί κατέναντι αλλήλων και απορριφήσεσθε εις το όρος το Ρεμμάν, λέγει Κύριος. - 4 Εισήλθατε εις Βαιθήλ και ηνομήσατε και εις Γάλγαλα επληθύνατε του ασεβήσαι και ηνέγκατε εις το πρωϊ θυσίας υμών, εις την τριημερίαν τα επιδέκατα υμών· 5 και ανέγνωσαν έξω νόμον και επεκαλέσαντο ομολογίας. απαγγείλατε ότι ταύτα ηγάπησαν οι υιοί Ισραήλ, λέγει Κύριος. 6 και εγώ δώσω υμίν γομφιασμόν οδόντων εν πάσαις ταις πόλεσιν υμών και ένδειαν άρτων εν πάσι τοις τόποις υμών· και ουκ επεστρέψατε προς με, λέγει Κύριος. 7 και εγώ ανέσχον εξ υμών τον υετόν προ τριών μηνών του τρυγητού· και βρέξω επί πόλιν μίαν, επί δε πόλιν μίαν ου βρέξω· μερίς μία βραχήσεται, και μερίς, εφ ‘ ην ου βρέξω επ ‘ αυτήν, ξηρανθήσεται· 8 και συναθροισθήσονται δύο και τρεις πόλεις εις πόλιν μίαν του πιείν ύδωρ και ου μη εμπλησθώσι· και ουκ επιστράφητε προς με, λέγει Κύριος. 9 επάταξα υμάς εν πυρώσει και εν ικτέρω· επληθύνατε κήπους υμών, αμπελώνας υμών και συκεώνας υμών και ελαιώνας υμών κατέφαγεν η κάμπη· και ουδ ‘ ώς επεστρέψατε προς με, λέγει Κύριος. 10 εξαπέστειλα εις υμάς θάνατον εν οδω Αιγύπτου και απέκτεινα εν ρομφαία τους νεανίσκους υμών μετά αιχμαλωσίας ίππων σου και ανήγαγον εν πυρί τας παρεμβολάς εν τη οργή μου· και ουδ ‘ ώς επεστρέψατε προς με, λέγει Κύριος. 11 κατέστρεψα υμάς, καθώς κατέστρεψεν ο Θεός Σόδομα και Γόμορρα, και εγένεσθε ως δαλός εξεσπασμένος εκ πυρός· και ουδ ‘ ώς επεστρέψατε προς με, λέγει Κύριος. 12 δια τούτο ούτως ποιήσω σοι, Ισραήλ· πλήν ότι ούτως ποιήσω σοι, ετοιμάζου του επικαλείσθαι τον Θεόν σου, Ισραήλ. 13 διότι ιδού εγώ στερεών βροντήν και κτίζων πνεύμα και απαγγέλλων· εις ανθρώπους τον χριστόν αυτού, ποιών όρθρον και ομίχλην και επιβαίνων επί τα υψηλά της γης· Κύριος ο Θεός ο παντοκράτωρ όνομα αυτω.

 ΑΜΩΣ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΑΚΟΥΣΑΤΕ τον λόγον Κυρίου τούτον, ον εγώ λαμβάνω εφ ‘ υμάς θρήνον· οίκος Ισραήλ έπεσεν, ουκέτι μη προσθή του αναστήναι· 2 παρθένος του Ισραήλ έσφαλεν επί της γης αυτού, ουκ έστιν ο αναστήσων αυτήν. 3 δια τούτο τάδε λέγει Κύριος Κύριος· η πόλις εξ ης εξεπορεύοντο χίλιοι, υπολειφθήσονται εκατόν, και εξ ης εξεπορεύοντο εκατόν, υπολειφθήσονται δέκα τω οίκω Ισραήλ. 4 διότι τάδε λέγει Κύριος προς τον οίκον Ισραήλ· εκζητήσατέ με, και ζήσεσθε· 5 και μη εκζητείτε Βαιθήλ και εις Γάλγαλα μη εισπορεύεσθε και επί το φρέαρ του όρκου μη διαβαίνετε, ότι Γάλγαλα αιχμαλωτευομένη αιχμαλωτευθήσεται, και Βαιθήλ έσται ως ουχ υπάρχουσα. 6 εκζητήσατε τον Κύριον και ζήσατε, όπως μη αναλάμψη ως πυρ ο οίκος Ιωσήφ, και καταφάγεται αυτόν, και ουκ έσται ο σβέσων τω οίκω Ισραήλ. 7 Κύριος ο ποιών εις ύψος κρίμα και δικαιοσύνην εις γην έθηκεν, 8 ο ποιών πάντα και μετασκευάζων και εκτρέπων εις το πρωϊ σκιάν και ημέραν εις νύκτα συσκοτάζων, ο προσκαλούμενος το ύδωρ της θαλάσσης και εκχέων αυτό επί πρόσωπον της γης, Κύριος ο Θεός παντοκράτωρ όνομα αυτω· 9 ο διαιρών συντριμμόν επί ισχύν και ταλαιπωρίαν επί οχύρωμα επάγων. 10 εμίσησαν εν πύλαις ελέγχοντα και λόγον όσιον εβδελύξαντο. 11 δια τούτο ανθ ‘ ων κατεκονδυλίζετε πτωχούς και δώρα εκλεκτά εδέξασθε παρ ‘ αυτών, οίκους ξεστούς ωκοδομήσατε και ου μη κατοικήσητε εν αυτοίς, αμπελώνας επιθυμητούς εφυτεύσατε και ου μη πίητε τον οίνον αυτών. 12 ότι έγνων πολλάς ασεβείας υμών, και ισχυραί αι αμαρτίαι υμών, καταπατούντες δίκαιον, λαμβάνοντες αλλάγματα και πένητας εν πύλαις εκκλίνοντες. 13 δια τούτο ο συνίων εν τω καιρω εκείνω σιωπήσεται, ότι καιρός πονηρών εστιν. 14 εκζητήσατε το καλόν, και μη το πονηρόν, όπως ζήσητε· και έσται ούτως μεθ ‘ υμών Κύριος ο Θεός ο παντοκράτωρ, ον τρόπον είπατε· 15 μεμισήκαμεν τα πονηρά και ηγαπήσαμεν τα καλά· και αποκαταστήσατε εν πύλαις κρίμα, όπως ελεήση Κύριος ο Θεός ο παντοκράτωρ τους περιλοίπους του Ιωσήφ. 16 δια τούτο τάδε λέγει Κύριος ο Θεός ο παντοκράτωρ· εν πάσαις ταις πλατείαις κοπετός, και εν πάσαις ταις οδοίς ρηθήσεται· ουαί, ουαί· κληθήσεται γεωργός εις πένθος και κοπετόν και εις ειδότας θρήνον, 17 και εν πάσαις οδοίς κοπετός, διότι ελεύσομαι δια μέσου σου, είπε Κύριος. - 18 Ουαί οι επιθυμούντες την ημέραν Κυρίου· ινατί αύτη υμίν η ημέρα του Κυρίου; και αυτή εστι σκότος και ου φως. 19 ον τρόπον εάν φύγη άνθρωπος εκ προσώπου του λέοντος και εμπέση αυτω η άρκος, και εισπηδήση εις τον οίκον αυτού και απερείσηται τας χείρας αυτού επί τον τοίχον και δάκη αυτόν όφις. 20 ουχί σκότος η ημέρα του Κυρίου και ου φως; και γνόφος ουκ έχων φέγγος αύτη; 21 μεμίσηκα, απώσμαι εορτάς υμών και ου μη οσφρανθώ θυσίας εν ταις πανηγύρεσιν υμών· 22 διότι εάν ενέγκητέ μοι ολοκαυτώματα και θυσίας υμών, ου προσδέξομαι αυτά, και σωτηρίου επιφανείας υμών ουκ επιβλέψομαι. 23 μετάστησον απ ‘ εμού ήχον ωδών σου, και ψαλμόν οργάνων σου ουκ ακούσομαι· 24 και κυλισθήσεται ως ύδωρ κρίμα και δικαιοσύνη ως χειμάρρους άβατος. 25 μη σφάγια και θυσίας προσηνέγκατέ μοι, οίκος Ισραήλ, τεσσαράκοντα έτη εν τη ερήμω; 26 και ανελάβετε την σκηνήν του Μολόχ και το άστρον του θεού υμών Ραιφάν, τους τύπους αυτών, ους εποιήσατε εαυτοίς. 27 και μετοικιώ υμάς επέκεινα Δαμασκού, λέγει Κύριος, ο Θεός ο παντοκράτωρ όνομα αυτω.

 ΑΜΩΣ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΟΥΑΙ τοις εξουθενούσι Σιών και τοις πεποιθόσιν επί το όρος Σαμαρείας· απετρύγησαν αρχάς εθνών, και εισήλθον αυτοί. οίκος του Ισραήλ, 2 διάβητε πάντες και ίδετε και διέλθατε εκείθεν εις Εμαθραββά και κατάβητε εκείθεν εις Γεθ αλλοφύλων, τας κρατίστας εκ πασών των βασιλειών τούτων, ει πλείονα τα όρια αυτών εστι των υμετέρων ορίων. 3 οι ερχόμενοι εις ημέραν κακήν, οι εγγίζοντες και εφαπτόμενοι σαββάτων ψευδών, 4 οι καθεύδοντες επί κλινών ελεφαντίνων και κατασπαταλώντες επί ταις στρωμναίς αυτών και έσθοντες ερίφους εκ ποιμνίων και μοσχάρια εκ μέσου βουκολίων γαλαθηνά, 5 οι επικροτούντες προς την φωνήν των οργάνων, ως εστηκότα ελογίσαντο και ουχ ως φεύγοντα· 6 οι πίνοντες τον διυλισμένον οίνον και τα πρώτα μύρα χριόμενοι και ουκ έπασχον ουδέν επί τη συντριβή Ιωσήφ. 7 δια τούτο νυν αχμάλωτοι έσονται απ ‘ αρχής δυναστών και εξαρθήσεται χρεμετισμός ίππων εξ Εφραίμ. 8 ότι ώμοσε Κύριος καθ ‘ εαυτού· διότι βδελύσσομαι εγώ πάσα την ύβριν Ιακώβ και τας χώρας αυτού μεμίσηκα, και εξαρώ πόλιν συν πάσι τοις κατοικούσιν αυτήν· 9 και έσται εάν υπολειφθώσι δέκα άνδρες εν οικία μια, και αποθανούνται, 10 και υπολειφθήσονται οι κατάλοιποι, και λήψονται οι οικείοι αυτών και παραβιώνται του εξενέγκαι τα οστά αυτών εκ του οίκου· και ερεί τοις προεστηκόσι της οικίας· ει έτι υπάρχει παρά σοί; 11 και ερεί· ουκέτι· και ερεί· σίγα, ένεκα του μη ονομάσαι το όνομα Κυρίου. 12 διότι ιδού Κύριος εντέλλεται και πατάξει τον οίκον τον μέγαν θλάσμασι και τον οίκον τον μικρόν ράγμασιν. 13 ει διώξονται εν πέτραις ίπποι; ει παρασιωπήσονται εν θηλείαις; ότι εξεστρέψατε εις θυμόν κρίμα και καρπόν δικαιοσύνης εις πικρίαν, 14 οι ευφραινόμενοι επ ‘ ουδενί λόγω, οι λέγοντες· ουκ εν τη ισχύϊ ημών έσχομεν κέρατα; 15 διότι ιδού εγώ επεγερώ εφ ‘ υμάς, οίκος Ισραήλ, έθνος, λέγει Κύριος των δυνάμεων, και εκθλίψουσιν υμάς του μη εισελθείν εις Εμάθ και ως του χειμάρρου των δυσμών.

 ΑΜΩΣ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΟΥΤΩΣ έδειξέ μοι Κύριος ο Θεός, και ιδού επιγονή ακρίδων ερχομένη εωθινή, και ιδού βρούχος εις Γώγ ο βασιλεύς. 2 και έσται εάν συντελέση του καταφαγείν τον χόρτον της γης, και είπα· Κύριε Κύριε, ίλεως γενού· τις αναστήσει τον Ιακώβ; ότι ολιγοστός εστι· 3 μετανόησον, Κύριε, επί τούτω. και τούτο ουκ έσται, λέγει Κύριος. - 4 Ούτως έδειξέ μοι Κύριος, και ιδού εκάλεσε την δίκην εν πυρί Κύριος, και κατέφαγε την άβυσσον την πολλήν και κατέφαγε την μερίδα Κυρίου. 5 και είπα· Κύριε, κόπασον δη, τις αναστήσει τον Ιακώβ; ότι ολιγοστός εστι· 6 μετανόησον, Κύριε, επί τούτω. και τούτο ου μη γένηται, λέγει Κύριος. - 7 Ούτως έδειξέ μοι Κύριος, και ιδού εστηκώς επί τείχους αδαμαντίνου, και εν τη χειρί αυτού αδάμας. 8 και είπε Κύριος προς με· τι συ οράς, Αμώς; και είπα· αδάμαντα· και είπε Κύριος προς με· ιδού εγώ εντάσσω αδάμαντα εν μέσω λαού μου Ισραήλ, ουκέτι μη προσθώ του παρελθείν αυτόν· 9 και αφανισθήσονται βωμοί του γέλωτος, και αι τελεταί του Ισραήλ ερημωθήσονται, και αναστήσομαι επί τον οίκον Ιεροβοάμ εν ρομφαία. - 10 Και εξαπέστειλεν Αμασίας ο ιερεύς Βαιθήλ προς Ιεροβοάμ βασιλέα Ισραήλ λέγων· συστροφάς ποιείται κατά σου Αμώς εν μέσω οίκου Ισραήλ· ου μη δύνηται η γη υπενεγκείν πάντας τους λόγους αυτού, 11 διότι τάδε λέγει Αμώς· εν ρομφαία τελευτήσει Ιεροβοάμ, ο δε Ισραήλ αιχμάλωτος αχθήσεται από της γης αυτού. 12 και είπεν Αμασίας προς Αμώς· ο ορών, βάδιζε εκχώρησον συ εις γην Ιούδα και εκεί καταβίου και εκεί προφητεύσεις, 13 εις δε Βαιθήλ ουκέτι προσθήσεις του προφητεύσαι, ότι αγίασμα βασιλέως εστί και οίκος βασιλείας εστί. 14 και απεκρίθη Αμώς και είπε προς Αμασίαν· ουκ ήμην προφήτης εγώ ουδέ υιος προφήτου, αλλ ‘ ή αιπόλος ήμην και κνίζων συκάμινα· 15 και ανέλαβέ με Κύριος εκ των προβάτων, και είπε Κύριος προς με· βάδιζε προφήτευσον επί τον λαόν μου Ισραήλ. 16 και νυν άκουε λόγον Κυρίου. συ λέγεις· μη προφήτευε επί τον Ισραήλ και ου μη οχλαγωγήσης επί τον οίκον Ιακώβ· 17 δια τούτο τάδε λέγει Κύριος· η γυνή σου εν τη πόλει πορνεύσει, και οι υιοί σου και αι θυγατέρες σου εν ρομφαία πεσούνται, και η γη σου εν σχοινίω καταμετρηθήσεται, και συ εν γη ακαθάρτω τελευτήσεις, ο δε Ισραήλ αιχμάλωτος αχθήσεται από γης γης αυτού.

 ΑΜΩΣ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΟΥΤΩΣ έδειξέ μοι Κύριος και ιδού άγγος ιξευτού. 2 και είπε· τι συ βλέπεις, Αμώς; και είπα· άγγος ιξευτού. και είπε Κύριος προς με· ήκει το πέρας επί τον λαόν μου Ισραήλ, ου προσθήσω έτι του παρελθείν αυτόν· 3 και ολολύξει τα φατνώματα του ναού· εν τη ημέρα εκείνη, λέγει Κύριος, πολύς ο πεπτωκώς εν παντί τόπω, επιρρίψω σιωπήν. - 4 Ακούσατε δη ταύτα οι εκτρίβοντες εις το πρωϊ πένητα και καταδυναστεύοντες πτωχούς από της γης, 5 οι λέγοντες· πότε διελεύσεται ο μην και εμπολεμήσομεν και τα σάββατα και ανοίξομεν θησαυρόν του ποιήσαι μέτρον μικρόν και του μεγαλύναι στάθμια και ποιήσαι ζυγόν άδικον 6 του κτάσθαι εν αργυρίω και πτωχούς και πένητα αντί υποδημάτων και από παντός γεννήματος εμπορευσόμεθα; 7 ομνύει Κύριος κατά της υπερηφανίας Ιακώβ, ει επιλησθήσεται εις νίκος πάντα τα έργα υμών. 8 και επί τούτοις ου ταραχθήσεται η γη, και πενθήσει πας ο κατοικών εν αυτη, και αναβήσεται ως ποταμός συντέλεια και καταβήσεται ως ποταμός Αιγύπτου. 9 και έσται εν τη ημέρα εκείνη, λέγει Κύριος ο Θεός, και δύσεται ο ήλιος μεσημβρίας, και συσκοτάσει επί της γης εν ημέρα το φως· 10 και μεταστρέψω τας εορτάς υμών εις πένθος και πάσας τας ωδάς υμών εις θρήνον και αναβιβώ επί πάσαν οσφύν σάκκον και επί πάσαν κεφαλήν φαλάκρωμα και θήσομαι αυτόν ως πένθος αγαπητού και τους μετ ‘ αυτού ως ημέραν οδύνης. 11 ιδού ημέραι έρχονται, λέγει Κύριος, και εξαποστελώ λιμόν επί την γην, ου λιμόν άρτων ουδέ δίψαν ύδατος, αλλά λιμόν του ακούσαι τον λόγον Κυρίου· 12 και σαλευθήσονται ύδατα από της θαλάσσης έως θαλάσσης, και από βορρά έως ανατολών περιδραμούνται ζητούντες τον λόγον του Κυρίου και ου μη εύρωσιν. 13 εν τη ημέρα εκείνη εκλείψουσιν αι παρθένοι αι καλαί και οι νεανίσκοι εν δίψει, 14 οι ομνύοντες κατά του ιλασμού Σαμαρείας και οι λέγοντες· ζη ο Θεός σου, Δάν, και ζη ο Θεός σου, Βηρσαβεέ· και πεσούνται και ου μη αναστώσιν έτι.

 ΑΜΩΣ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΕΙΔΟΝ τον Κύριον εφεστώτα επί του θυσιαστηρίου, και είπε· πάταξον επί το ιλαστήριον και σεισθήσεται τα πρόπυλα και διάκοψον εις κεφαλάς πάντων· και τους καταλοίπους αυτών εν ρομφαία αποκτενώ, ου μη διαφύγη εξ αυτών φεύγων, και ου μη διασωθή εξ αυτών ανασωζόμενος. 2 εάν κατακρυβώσιν εις άδου, εκείθεν η χείρ μου ανασπάσει αυτούς· και εάν αναβώσιν εις τον ουρανόν, εκείθεν κατάξω αυτούς· 3 εάν εγκατακρυβώσιν εις την κορυφήν του Καρμήλου, εκείθεν εξερευνήσω και λήψομαι αυτούς· και εάν καταδύσωσιν εξ οφθαλμών μου εις τα βάθη της θαλάσσης, εκεί εντελούμαι τω δράκοντι και δήξεται αυτούς· 4 και εάν πορευθώσιν εν αιχμαλωσία προ προσώπου των εχθρών αυτών, εκεί εντελούμαι τη ρομφαία και αποκτενεί αυτούς. και στηριώ τους οφθαλμούς μου επ ‘ αυτούς εις κακά και ουκ εις αγαθά. 5 και Κύριος Κύριος ο Θεός ο παντοκράτωρ, ο εφαπτόμενος της γης και σαλεύων αυτήν, και πενθήσουσι πάντες οι κατοικούντες αυτήν, και αναβήσεται ως ποταμός συντέλεια αυτής και καταβήσεται ως ποταμός Αιγύπτου· 6 ο οικοδομών εις τον ουρανόν ανάβασιν αυτού και την επαγγελίαν αυτού επί της γης θεμελιών, ο προσκαλούμενος το ύδωρ της θαλάσσης και εκχέων αυτό επί πρόσωπον της γης· Κύριος ο Θεός ο παντοκράτωρ όνομα αυτω. 7 ουχ ως υιοί Αιθιόπων υμείς εστε εμοί, υιοί Ισραήλ; λέγει Κύριος. ου τον Ισραήλ ανήγαγον εκ γης Αιγύπτου και τους αλλοφύλους εκ Καππαδοκίας και τους Σύρους εκ βόθρου; - 8 Ιδού οι οφθαλμοί Κυρίου του Θεού επί την βασιλείαν των αμαρτωλών και εξαρώ αυτήν από προσώπου της γης· πλήν ότι ουκ εις τέλος εξαρώ τον οίκον Ιακώβ, λέγει Κύριος. 9 διότι ιδού εγώ εντέλλομαι και λικμήσω εν πάσι τοις έθνεσι τον οίκον Ισραήλ, ον τρόπον λικμάται εν τω λικμω και ου μη πέση σύντριμμα επί την γην. 10 εν ρομφαία τελευτήσουσι πάντες αμαρτωλοί λαού μου οι λέγοντες· ου μη εγγίση ουδ ‘ ου μη γένηται εφ ‘ ημάς τα κακά. 11 εν τη ημέρα εκείνη αναστήσω την σκηνήν Δαυίδ την πεπτωκυίαν και ανοικοδομήσω τα πεπτωκότα αυτής και τα κατεσκαμμένα αυτής αναστήσω και ανοικοδομήσω αυτήν καθώς αι ημέραι του αιώνος, 12 όπως εκζητήσωσιν οι κατάλοιποι των ανθρώπων και πάντα τα έθνη, εφ ‘ ους επικέκληται το όνομά μου επ ‘ αυτούς, λέγει Κύριος ο Θεός ο ποιών πάντα ταύτα. 13 ιδού ημέραι έρχονται, λέγει Κύριος, και καταλήψεται ο αμητός τον τρυγητόν, και περκάσει η σταφυλή εν τω σπόρω, και αποσταλάξει τα όρη γλυκασμόν, και πάντες οι βουνοί σύμφυτοι έσονται· 14 και επιστρέψω την αιχμαλωσίαν του λαού μου Ισραήλ, και οικοδομήσουσι πόλεις τας ηφανισμένας και κατοικήσουσι και φυτεύσουσιν αμπελώνας και πίονται τον οίνον αυτών και ποιήσουσι κήπους και φάγονται τον καρπόν αυτών· 15 και καταφυτεύσω αυτούς επί της γης αυτών και ου μη εκσπασθώσιν ουκέτι από της γης, ης έδωκα αυτοίς, λέγει Κύριος ο Θεός ο παντοκράτωρ.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.