Τρίτη, 27 Νοεμβρίου 2012

Μιχαίας




ΜΙΧΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΚΑΙ εγένετο λόγος Κυρίου προς Μιχαίαν τον του Μωρασθεί εν ημέραις Ιωάθαμ και Άχαζ και Εζεκίου βασιλέων Ιούδα, υπέρ ων είδε περί Σαμαρείας και περί Ιερουσαλήμ.

 2 Ακούσατε, λαοί, λόγους, και προσεχέτω η γη και πάντες οι εν αυτη, και έσται Κύριος εν υμίν εις μαρτύριον, Κύριος εξ οίκου αγίου αυτού. 3 διότι ιδού Κύριος εκπορεύεται εκ του τόπου αυτού και καταβήσεται και επιβήσεται επί τα ύψη της γης, 4 και σαλευθήσεται τα όρη υποκάτωθεν αυτού, και αι κοιλάδες τακήσονται ως κηρός από προσώπου πυρός και ως ύδωρ καταφερόμενον εν καταβάσει. 5 δι ‘ ασέβειαν Ιακώβ πάντα ταύτα και δι ‘ αμαρτίαν οίκου Ισραήλ. τις η ασέβεια του Ιακώβ; ου Σαμάρεια; και τις η αμαρτία οίκου Ιούδα; ουχί Ιερουσαλήμ; 6 και θήσομαι Σαμάρειαν εις οπωροφυλάκιον αγρού και εις φυτείαν αμπελώνος και κατασπάσω εις χάος τους λίθους αυτής και τα θεμέλια αυτής
αποκαλύψω. 7 και πάντα τα γλυπτά αυτής κατακόψουσι και πάντα τα μισθώματα αυτής εμπρήσουσιν εν πυρί, και πάντα τα είδωλα αυτής θήσομαι εις αφανισμόν· διότι εκ μισθωμάτων πορνείας συνήγαγε και εκ μισθωμάτων πορνείας συνέστρεψεν. 8 ένεκεν τούτου κόψεται και θρηνήσει, πορεύσεται ανυπόδετος και γυμνή, ποιήσεται κοπετόν ως δρακόντων και πένθος ως θυγατέρων σειρήνων· 9 ότι κατεκράτησεν η πληγή αυτής, διότι ήλθεν έως Ιούδα και ήψατο έως πύλης λαού μου, έως Ιερουσαλήμ. 10 οι εν Γεθ, μη μεγαλύνεσθε· οι εν Ακείμ, μη ανοικοδομείτε εξ οίκου κατά γέλωτα, γην καταπάσασθε κατά γέλωτα υμών. 11 κατοικούσα καλώς τας πόλεις αυτής, ουκ εξήλθε κατοικούσα Σενναάν κόψασθαι οίκον εχόμενον αυτής, λήψεται εξ υμών πληγήν οδύνης. 12 τις ήρξατο εις αγαθά κατοικούση οδύνας; ότι κατέβη κακά παρά Κυρίου επί πύλας Ιερουσαλήμ, 13 ψόφος αρμάτων και ιππευόντων. κατοικούσα Λαχίς, αρχηγός αμαρτίας αυτή εστι τη θυγατρί Σιών, ότι εν σοί ευρέθησαν ασέβειαι του Ισραήλ. 14 δια τούτο δώσεις εξαποστελλομένους έως κληρονομίας Γεθ οίκους ματαίους· εις κενόν εγένοντο τοις βασιλεύσι του Ισραήλ, 15 έως τους κληρονόμους αγάγωσι, κατοικούσα Λαχίς κληρονομία, έως ‘Οδολλάμ ήξει η δόξα της θυγατρός Ισραήλ. 16 ξύρησαι και κείραι επί τα τέκνα τα τρυφερά σου, εμπλάτυνον την χηρείαν σου ως αετός, ότι ηχμαλωτεύθησαν από σου.

 ΜΙΧΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΕΓΕΝΟΝΤΟ λογιζόμενοι κόπους και εργαζόμενοι κακά εν ταις κοίταις αυτών και άμα τη ημέρα συνετέλουν αυτά, διότι ουκ ήραν προς τον Θεόν χείρας αυτών. 2 και επεθύμουν αγρούς και διήρπαζον ορφανούς και οίκους κατεδυνάστευον και διήρπαζον άνδρα και τον οίκον αυτού, άνδρα και την κληρονομίαν αυτού. 3 δια τούτο τάδε λέγει Κύριος· ιδού εγώ λογίζομαι επί την φυλήν ταύτην κακά, εξ ων ου μη άρητε τους τραχήλους υμών και ου μη πορευθήτε ορθοί εξαίφνης, ότι καιρός πονηρός εστιν. 4 εν τη ημέρα εκείνη ληφθήσεται εφ ‘ υμάς παραβολή, και θρηνηθήσεται θρήνος εν μέλει λέγων· ταλαιπωρία εταλαιπωρήσαμεν· μερίς λαού μου κατεμετρήθη εν σχοινίω, και ουκ ην ο κωλύων αυτόν του αποστρέψαι· οι αγροί υμών διεμερίσθησαν. 5 δια τούτο ουκ έσται σοι βάλλων σχοινίον εν κλήρω εν εκκλησία Κυρίου. 6 μη κλαίετε δάκρυσι, μηδέ δακρυέτωσαν επί τούτοις· ουδέ γαρ απώσεται ονείδη. 7 ο λέγων· οίκος Ιακώβ παρώργισε πνεύμα Κυρίου· ου ταύτα τα επιτηδεύματα αυτού εστιν; ουχ οι λόγοι αυτού εισι καλοί μετ ‘ αυτού και ορθοί πεπόρευνται; 8 και έμπροσθεν ο λαός μου εις έχθραν αντέστη· κατέναντι της ειρήνης αυτού την δοράν αυτού εξέδειραν του αφελέσθαι ελπίδα συντριμμόν πολέμου. 9 δια τούτο ηγούμενοι λαού μου απορριφήσονται εκ των οικιών τρυφής αυτών, δια τα πονηρά επιτηδεύματα αυτών εξώσθησαν· εγγίσατε όρεσιν αιωνίοις. 10 ανάστηθι και πορεύου, ότι ουκ έστι σοι αύτη ανάπαυσις ένεκεν ακαθαρσίας. διεφθάρητε φθορά, 11 κατεδιώχθητε ουδενός διώκοντος· πνεύμα έστησε ψεύδος, εστάλαξέ σοι εις οίνον και μέθυσμα. και έσται εκ της σταγόνος του λαού τούτου. 12 συναγόμενος συναχθήσεται Ιακώβ συν πάσιν· εκδεχόμενος εκδέξομαι τους καταλοίπους του Ισραήλ, επί το αυτό θήσομαι την αποστροφήν αυτού· ως πρόβατα εν θλίψει, ως ποίμνιον εν μέσω κοίτης αυτών εξαλούνται εξ ανθρώπων· 13 δια της διακοπής προ προσώπου αυτών διέκοψαν και διήλθον πύλην και εξήλθον δι ‘ αυτής, και εξήλθεν ο βασιλεύς αυτών προ προσώπου αυτών, ο δε Κύριος ηγήσεται αυτών.

 ΜΙΧΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ ερεί· ακούσατε δη ταύτα, αι αρχαί οίκου Ιακώβ και οι κατάλοιποι οίκου Ισραήλ. ουχ υμίν εστι του γνώναι το κρίμα; 2 μισούντες τα καλά και ζητούντες τα πονηρά, αρπάζοντες τα δέρματα αυτών απ ‘ αυτών και τας σάρκας αυτών από των οστέων αυτών. 3 ον τρόπον κατέφαγον τας σάρκας του λαού μου και τα δέρματα αυτών απ ‘ αυτών εξέδειραν και τα οστέα αυτών συνέθλασαν και εμέλισαν ως σάρκας εις λέβητα και ως κρέα εις χύτραν, 4 ούτως κεκράξονται προς τον Κύριον, και ουκ εισακούσεται αυτών. και αποστρέψει το πρόσωπον αυτού απ ‘ αυτών εν τω καιρω εκείνω, ανθ ‘ ων επονηρεύσαντο εν τοις επιτηδεύμασιν αυτών επ ‘ αυτούς. 5 τάδε λέγει Κύριος επί τους προφήτας τους πλανώντας τον λαόν μου, τους δάκνοντας εν τοις οδούσιν αυτών και κηρύσσοντας ειρήνην επ ‘ αυτόν, και ουκ εδόθη εις το στόμα αυτών, ήγειραν επ ‘ αυτόν πόλεμον. 6 δια τούτο νύξ υμίν έσται εξ οράσεως, και σκοτία έσται υμίν εκ μαντείας, και δύσεται ο ήλιος επί τους προφήτας, και συσκοτάσει επ ‘ αυτούς η ημέρα. 7 και καταισχυνθήσονται οι ορώντες τα ενύπνια, και καταγελασθήσονται οι μάντεις, και καταλαλήσουσι κατ ‘ αυτών πάντες αυτοί, διότι ουκ έσται ο επακούων αυτών. 8 εάν μη εγώ εμπλήσω ισχύν εν πνεύματι Κυρίου και κρίματος και δυναστείας του απαγγείλαι τω Ιακώβ ασεβείας αυτού και τω Ισραήλ αμαρτίας αυτού. 9 ακούσατε δη ταύτα, οι ηγούμενοι οίκου Ιακώβ και οι κατάλοιποι οίκου Ισραήλ, οι βδελυσσόμενοι κρίμα και πάντα τα ορθά διαστρέφοντες, 10 οι οικοδομούντες Σιών εν αίμασι και Ιερουσαλήμ εν αδικίαις. 11 οι ηγούμενοι αυτής μετά δώρων έκρινον, και οι ιερείς αυτής μετά μισθού απεκρίνοντο, και οι προφήται αυτής μετά αργυρίου εμαντεύοντο, και επί τον Κύριον επανεπαύοντο λέγοντες· ουχί ο Κύριος εν ημίν εστιν; ου μη επέλθη εφ ‘ ημάς κακά. 12 δια τούτο δι ‘ ημάς Σιών ως αγρός αροτριαθήσεται, και Ιερουσαλήμ ως οπωροφυλάκιον έσται και το όρος του οίκου εις άλσος δρυμού.

 ΜΙΧΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ έσται επ ‘ εσχάτων των ημερών εμφανές το όρος Κυρίου, έτοιμον επί τας κορυφάς των ορέων, και μετεωρισθήσεται υπεράνω των βουνών· και σπεύσουσι προς αυτό λαοί, 2 και πορεύσονται έθνη πολλά και ερούσι· δεύτε, αναβώμεν εις το όρος Κυρίου και εις τον οίκον του Θεού Ιακώβ, και δείξουσιν ημίν την οδόν αυτού, και πορευσόμεθα εν ταις τρίβοις αυτού· ότι εκ Σιών εξελεύσεται νόμος και λόγος Κυρίου εξ Ιερουσαλήμ. 3 και κρινεί ανά μέσον λαών πολλών και εξελέγξει έθνη ισχυρά έως εις μακράν, και κατακόψουσι τας ρομφαίας αυτών εις άροτρα και τα δόρατα αυτών εις δρέπανα, και ουκέτι μη αντάρη έθνος επ ‘ έθνος ρομφαίαν, και ουκέτι μη μάθωσι πολεμείν. 4 και αναπαύσεται έκαστος υποκάτω αμπέλου αυτού και έκαστος υποκάτω συκής αυτού, και ουκ έσται ο εκφοβών, διότι το στόμα Κυρίου παντοκράτορος ελάλησε ταύτα. 5 ότι πάντες οι λαοί πορεύσονται έκαστος την οδόν αυτού, ημείς δε πορευσόμεθα εν ονόματι Κυρίου Θεού ημών εις τον αιώνα και επέκεινα. 6 εν τη ημέρα εκείνη, λέγει Κύριος, συνάξω την συντετριμμένην και την εξωσμένην εισδέξομαι και ους απωσάμην· 7 και θήσομαι την συντετριμμένην εις υπόλειμμα και την απωσμένην εις έθνος δυνατόν, και βασιλεύσει Κύριος επ ‘ αυτούς εν όρει Σιών από του νυν και έως εις τον αιώνα. 8 και συ πύργος ποιμνίου αυχμώδης, θύγατερ Σιών, επί σε ήξει και εισελεύσεται η αρχή η πρώτη, βασιλεία εκ Βαβυλώνος τη θυγατρί Ιερουσαλήμ. - 9 Και νυν ινατί έγνως κακά; μη βασιλεύς ουκ ην σοι; ή η βουλή σου απώλετο ότι κατεκράτησάν σου ωδίνες ως τικτούσης; 10 ώδινε και ανδρίζου και έγγιζε, θύγατερ Σιών, ως τίκτουσα· διότι νυν εξελεύση εκ πόλεως και κατασκηνώσεις εν πεδίω και ήξεις έως Βαβυλώνος· εκείθεν ρύσεταί σε και εκείθεν λυτρώσεταί σε Κύριος ο Θεός σου εκ χειρός εχθρών σου. 11 και νυν επισυνήχθησαν επί σε έθνη πολλά οι λέγοντες· επιχαρούμεθα, και επόψονται επί Σιών οι οφθαλμοί ημών. 12 αυτοί δε ουκ έγνωσαν τον λογισμόν Κυρίου και ου συνήκαν την βουλήν αυτού, ότι συνήγαγεν αυτούς ως δράγματα άλωνος. 13 ανάστηθι, και αλόα αυτούς, θύγατερ Σιών, ότι τα κέρατά σου θήσομαι σιδηρά και τας οπλάς σου θήσομαι χαλκάς, και κατατήξεις εν αυτοίς έθνη και λεπτυνείς λαούς πολλούς και αναθήσεις τω Κυρίω το πλήθος αυτών και την ισχύν αυτών τω Κυρίω πάσης της γης. 14 νυν εμφραχθήσεται θυγάτηρ Εφραίμ εν φραγμω, συνοχήν έταξεν εφ ‘ ημάς, εν ράβδω πατάξουσιν επί σιαγόνα τας φυλάς του Ισραήλ.

 ΜΙΧΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ συ, Βηθλεέμ, οίκος του Εφραθά, ολιγοστός ει του είναι εν χιλιάσιν Ιούδα· εκ σου μοι εξελεύσεται του είναι εις άρχοντα εν τω Ισραήλ, και αι έξοδοι αυτού απ ‘ αρχής εξ ημερών αιώνος. 2 δια τούτο δώσει αυτούς έως καιρού τικτούσης τέξεται, και οι επίλοιποι των αδελφών αυτών επιστρέψουσιν επί τους υιούς Ισραήλ. 3 και στήσεται και όψεται και ποιμανεί το ποίμνιον αυτού εν ισχύϊ Κύριος, και εν τη δόξη ονόματος Κυρίου Θεού αυτών υπάρξουσι, διότι νυν μεγαλυνθήσονται έως άκρων της γης. 4 και έσται αύτη ειρήνη· όταν Ασσύριος επέλθη επί την γην υμών και όταν επιβή επί την χώραν υμών, και επεγερθήσονται επ ‘ αυτόν επτά ποιμένες και οκτώ δήγματα ανθρώπων· 5 και ποιμανούσι τον Ασσούρ εν ρομφαία και την γην του Νεβρώδ εν τη τάφρω αυτής· και ρύσεται εκ του Ασσούρ, όταν επέλθη επί την γην υμών και όταν επιβή επί τα όρια υμών. 6 και έσται το υπόλειμμα του Ιακώβ εν τοις έθνεσιν εν μέσω λαών πολλών ως δρόσος παρά Κυρίου πίπτουσα και ως άρνες επί άγρωστιν, όπως μη συναχθή μηδείς μηδέ υποστη εν υιοίς ανθρώπων. 7 και έσται το υπόλειμμα Ιακώβ εν τοις έθνεσιν εν μέσω λαών πολλών ως λέων εν κτήνεσι εν τω δρυμω και ως σκύμνος εν ποιμνίοις προβάτων, ον τρόπον όταν διέλθη και διαστείλας αρπάση και μη ή ο εξαιρούμενος. 8 υψωθήσεται η χείρ σου επί τους θλίβοντάς σε, και πάντες οι εχθροί σου εξολοθρευθήσονται. - 9 Και έσται εν τη ημέρα εκείνη, λέγει Κύριος, εξολοθρεύσω τους ίππους εκ μέσου σου και απολώ τα άρματά σου 10 και εξολοθρεύσω τας πόλεις της γης σου και εξαρώ πάντα τα οχυρώματά σου· 11 και εξαρώ τα φάρμακά σου εκ των χειρών σου, και αποφθεγγόμενοι ουκ έσονται εν σοί· 12 και εξολοθρεύσω τα γλυπτά σου και τας στήλας σου εκ μέσου σου, και ουκέτι μη προσκυνήσης τοις έργοις των χειρών σου· 13 και εκκόψω τα άλση εκ μέσου σου και αφανιώ τας πόλεις σου· 14 και ποιήσω εν οργή και εν θυμω εκδίκησιν εν τοις έθνεσιν, ανθ ‘ ων ουκ εισήκουσαν.

 ΜΙΧΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΑΚΟΥΣΑΤΕ δη λόγον Κυρίου· Κύριος είπεν· ανάστηθι κρίθητι προς τα όρη, και ακουσάτωσαν βουνοί φωνήν σου. 2 ακούσατε όρη, την κρίσιν του Κυρίου, και αι φάραγγες θεμέλια της γης, ότι κρίσις τω Κυρίω προς τον λαόν αυτού, και μετά του Ισραήλ διελεγχθήσεται. 3 λαός μου, τι εποίησά σοι ή τι ελύπησά σε ή τι παρηνώχλησά σοι; αποκρίθητί μοι. 4 διότι ανήγαγόν σε εκ γης Αιγύπτου και εξ οίκου δουλείας ελυτρωσάμην σε και εξαπέστειλα προ προσώπου σου τον Μωυσήν και Ααρών και Μαριάμ. 5 λαός μου, μνήσθητι δη τι εβουλεύσατο κατά σου Βαλάκ βασιλεύς Μωάβ και τι απεκρίθη αυτω Βαλαάμ υιος του Βεώρ από των σχοίνων έως του Γαλγάλ, όπως γνωσθή η δικαιοσύνη του Κυρίου. 6 εν τίνι καταλάβω τον Κύριον, αντιλήψομαι Θεού μου Υψίστου; ει καταλήψομαι αυτόν εν ολοκαυτώμασιν, εν μόσχοις ενιαυσίοις; 7 ει προσδέξεται Κύριος εν χιλιάσι κριών ή εν μυριάσι χιμάρων πιόνων; ει δώ πρωτότοκά μου υπέρ ασεβείας, καρπόν κοιλίας μου υπέρ αμαρτίας ψυχής μου; 8 ει ανηγγέλη σοι, άνθρωπε, τι καλόν; ή τι Κύριος εκζητεί παρά σου αλλ ‘ ή του ποιείν κρίμα και αγαπάν έλεον και έτοιμον είναι του πορεύεσθαι μετά Κυρίου Θεού σου; - 9 Φωνή Κυρίου τη πόλει επικληθήσεται, και σώσει φοβουμένους το όνομα αυτού. άκουε, φυλή, και τις κοσμήσει πόλιν; 10 μη πυρ και οίκος ανόμου θησαυρίζων θησαυρούς ανόμους και μετά ύβρεως αδικία; 11 ει δικαιωθήσεται εν ζυγω άνομος και εν μαρσίππω στάθμια δόλου; 12 εξ ων τον πλούτον αυτών ασεβείας έπλησαν, και οι κατοικούντες αυτήν ελάλουν ψεύδη, και η γλώσσα αυτών υψώθη εν τω στόματι αυτών. 13 και εγώ άρξομαι του πατάξαι σε, αφανιώ σε εν ταις αμαρτίαις σου. 14 συ φάγεσαι και ου μη εμπλησθής· και συσκοτάσει εν σοί και εκνεύσει, και ου μη διασωθής· και όσοι αν διασωθώσιν, εις ρομφαίαν παραδοθήσονται. 15 συ σπερείς και ου μη αμήσης, συ πιέσεις ελαίαν και ου μη αλείψη έλαιον, και οίνον και ου μη πίητε, και αφανισθήσεται νόμιμα λαού μου. 16 και εφύλαξας τα δικαιώματα Ζαμβρί και πάντα τα έργα οίκου Αχαάβ και επορεύθητε εν ταις βουλαίς αυτών, όπως παραδώ σε εις αφανισμόν και τους κατοικούντας αυτήν εις συρισμόν· και ονείδη λαών λήψεσθε.

 ΜΙΧΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΟΙΜΟΙ, ότι εγενήθην ως συνάγων καλάμην εν αμήτω, και ως επιφυλλίδα εν τρυγητω, ουχ υπάρχοντος βότρυος του φαγείν τα πρωτόγονα. οίμοι, ψυχή, 2 ότι απόλωλεν ευσεβής από της γης και κατορθών εν ανθρώποις ουχ υπάρχει· πάντες εις αίματα δικάζονται, έκαστος τον πλησίον αυτού εκθλίβουσιν εκθλιβή, 3 επί το κακόν τας χείρας αυτών ετοιμάζουσιν. ο άρχων αιτεί, και ο κριτής ειρηνικούς λόγους ελάλησε, καταθύμιον ψυχής αυτού εστι. και εξελούμαι τα αγαθά αυτών 4 ως σής εκτρώγων και βαδίζων επί κανόνος εν ημέρα σκοπιάς. ουαί ουαί, αι εκδικήσεις σου ήκασι, νυν έσονται κλαυθμοί αυτών. 5 μη καταπιστεύετε εν φίλοις και μη ελπίζετε επί ηγουμένοις, από της συγκοίτου σου φύλαξαι του αναθέσθαι τι αυτη· 6 διότι υιος ατιμάζει πατέρα, θυγάτηρ επαναστήσεται επί την μητέρα αυτής, νύμφη επί την πενθεράν αυτής, εχθροί πάντες ανδρός οι εν τω οίκω αυτού. - 7 Εγώ δε επί τον Κύριον επιβλέψομαι, υπομενώ επί τω Θεω τω σωτήρί μου, εισακούσεταί μου ο Θεός μου. 8 μη επίχαιρέ μοι, η εχθρά μου, ότι πέπτωκα· και αναστήσομαι, διότι εάν καθίσω εν τω σκότει, Κύριος φωτιεί μοι. 9 οργήν Κυρίου υποίσω, ότι ήμαρτον αυτω, έως του δικαιώσαι αυτόν την δίκην μου· και ποιήσει το κρίμα μου και εξάξει με εις το φως. όψομαι την δικαιοσύνην αυτού, 10 και όψεται η εχθρά μου και περιβαλείται αισχύνην η λέγουσα προς με· που Κύριος ο Θεός σου; οι οφθαλμοί μου επόψονται αυτήν· νυν έσται εις καταπάτημα ως πηλός εν ταις οδοίς 11 ημέρας αλοιφής πλίνθου. εξάλειψίς σου η ημέρα εκείνη, και αποτρίψεται νόμιμά σου η ημέρα εκείνη· 12 και αι πόλεις σου ήξουσιν εις ομαλισμόν και εις διαμερισμόν Ασσυρίων και αι πόλεις σου αι οχυραί εις διαμερισμόν από Τύρου έως του ποταμού και από θαλάσσης έως θαλάσσης και από όρους έως του όρους· 13 και έσται η γη εις αφανισμόν συν τοις κατοικούσιν αυτήν από καρπών επιτηδευμάτων αυτών. - 14 Ποίμανε λαόν σου εν ράβδω σου, πρόβατα κληρονομίας σου, κατασκηνούντας καθ ‘ εαυτούς δρυμόν εν μέσω του Καρμήλου· νεμήσονται την Βασανίτιν και την Γαλλαδίτιν καθώς αι ημέραι του αιώνος. 15 και κατά τας ημέρας εξοδίας σου εξ Αιγύπτου όψεσθε θαυμαστά. 16 όψονται έθνη και καταισχυνθήσονται εκ πάσης της ισχύος αυτών, επιθήσουσι χείρας επί το στόμα αυτών, τα ώτα αυτών αποκωφωθήσεται, 17 λείξουσι χουν ως όφεις σύροντες γην, συγχυθήσονται εν συγκλεισμω αυτών· επί τω Κυρίω Θεω ημών εκστήσονται και φοβηθήσονται από σου. 18 τις Θεός ωσπερ συ; εξαίρων ανομίας και υπερβαίνων ασεβείας τοις καταλοίποις της κληρονομίας αυτού και ου συνέσχεν εις μαρτύριον οργήν αυτού, ότι θελητής ελέους εστίν. 19 αυτός επιστρέψει και οικτειρήσει ημάς, καταδύσει τας αδικίας ημών και απορριφήσονται εις τα βάθη της θαλάσσης, πάσας τας αμαρτίας ημών. 20 δώσει εις αλήθειαν τω Ιακώβ, έλεον τω Αβραάμ, καθότι ώμοσας τοις πατράσιν ημών κατά τας ημέρας τας έμπροσθεν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.