Τρίτη, 27 Νοεμβρίου 2012

Αγγαίος



ΑΓΓΑΙΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΕΝ τω δευτέρω έτει επί Δαρείου του βασιλέως, εν τω μηνί τω έκτω, μια του μηνός, εγένετο λόγος Κυρίου εν χειρί Αγγαίου του προφήτου λέγων· ειπόν προς Ζοροβάβελ τον του Σαλαθιήλ εκ φυλής Ιούδα και προς Ιησούν τον του Ιωσεδέκ τον ιερέα τον μέγαν λέγων· 2 τάδε λέγει Κύριος παντοκράτωρ λέγων· ο λαός ούτος λέγουσιν· ουχ ήκει ο καιρός του οικοδομήσαι τον οίκον Κυρίου. 3 και εγένετο λόγος Κυρίου εν χειρί Αγγαίου του προφήτου λέγων· 4 ει καιρός μεν υμίν εστι του οικείν εν οίκοις υμών κοιλοστάθμοις, ο δε οίκος ούτος εξηρήμωται; 5 και νυν τάδε λέγει Κύριος παντοκράτωρ· τάξατε δη καρδίας υμών εις τας οδούς υμών.
6 εσπείρατε πολλά και εισηνέγκατε ολίγα, εφάγετε και ουκ εις πλησμονήν, επίετε και ουκ εις μέθην, περιεβάλεσθε και ουκ εθερμάνθητε εν αυτοίς, και ο τους μισθούς συνάγων συνήγαγεν εις δεσμόν τετρυπημένον. 7 τάδε λέγει Κύριος παντοκράτωρ· θέσθε τας καρδίας υμών εις τας οδούς υμών· 8 ανάβητε εις το όρος και κόψατε ξύλα και οικοδομήσατε τον οίκον, και ευδοκήσω εν αυτω και ενδοξασθήσομαι, είπε Κύριος. 9 επεβλέψατε εις πολλά, και εγένετο ολίγα· και εισηνέχθη εις τον οίκον, και εξεφύσησα αυτά. δια τούτο τάδε λέγει Κύριος παντοκράτωρ· ανθ ‘ ων ο οίκός μου εστιν έρημος, υμείς δε διώκετε έκαστος εις τον οίκον αυτού, 10 δια τούτο ανέξει ο ουρανός από δρόσου, και η γη υποστελείται τα εκφόρια αυτής· 11 και επάξω ρομφαίαν επί την γην και επί τα όρη και επί τον σίτον και επί τον οίνον και επί το έλαιον και όσα εκφέρει η γη και επί τους ανθρώπους και επί τα κτήνη και επί πάντας τους πόνους των χειρών αυτών. 12 και ήκουσε Ζοροβάβελ ο του Σαλαθιήλ εκ φυλής Ιούδα και Ιησούς ο του Ιωσεδέκ ο ιερεύς ο μέγας και πάντες οι κατάλοιποι του λαού της φωνής Κυρίου του Θεού αυτών και των λόγων του Αγγαίου του προφήτου, καθότι εξαπέστειλεν αυτόν Κύριος ο Θεός αυτών προς αυτούς, και εφοβήθη ο λαός από προσώπου Κυρίου. 13 και είπεν Αγγαίος άγγελος Κυρίου εν αγγέλοις Κυρίου τω λαω· εγώ ειμι μεθ ‘ υμών, λέγει Κύριος. 14 και εξήγειρε Κύριος το πνεύμα Ζοροβάβελ του Σαλαθιήλ εκ φυλής Ιούδα και το πνεύμα Ιησού του Ιωσεδέκ του ιερέως του μεγάλου και το πνεύμα των καταλοίπων παντός του λαού, και εισήλθον και εποίουν έργα εν τω οίκω Κυρίου παντοκράτορος Θεού αυτών 15 τη τετράδι και εικάδι του μηνός του έκτου, τω δευτέρω έτει, επί Δαρείου του βασιλέως.

 ΑΓΓΑΙΟΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 Τ† μηνί τω εβδόμω, μια και εικάδι του μηνός, ελάλησε Κύριος εν χειρί Αγγαίου του προφήτου λέγων· 2 ειπόν δη προς Ζοροβάβελ τον του Σαλαθιήλ εκ φυλής Ιούδα και προς Ιησούν του Ιωσεδέκ τον ιερέα τον μέγαν και προς πάντας τους καταλοίπους του λαού λέγων· 3 τις εξ υμών, ος είδε τον οίκον τούτον εν τη δόξη αυτού τη έμπροσθεν; και Πως υμείς βλέπετε αυτόν νυν καθώς ουχ υπάρχοντα ενώπιον υμών; 4 και νυν κατίσχυε, Ζοροβάβελ, λέγει Κύριος, και κατίσχυε, Ιησού ο του Ιωσεδέκ ο ιερεύς ο μέγας, και κατισχυέτω πας ο λαός της γης, λέγει Κύριος, και ποιείτε· διότι μεθ ‘ υμών εγώ ειμι, λέγει Κύριος ο παντοκράτωρ, 5 και το πνεύμά μου εφέστηκεν εν μέσω υμών· θαρσείτε, 6 διότι τάδε λέγει Κύριος παντοκράτωρ· έτι άπαξ εγώ σείσω τον ουρανόν και την γην και την θάλασσαν και την ξηράν· 7 και συσσείσω πάντα τα έθνη, και ήξει τα εκλεκτά πάντων των εθνών, και πλήσω τον οίκον τούτον δόξης, λέγει Κύριος παντοκράτωρ. 8 εμόν το αργύριον και εμόν το χρυσίον, λέγει Κύριος παντοκράτωρ. 9 διότι μεγάλη έσται η δόξα του οίκου τούτου η εσχάτη υπέρ την πρώτην, λέγει Κύριος παντοκράτωρ· και εν τω τόπω τούτω δώσω ειρήνην, λέγει Κύριος παντοκράτωρ, και ειρήνην ψυχής εις περιποίησιν παντί τω κτίζοντι του αναστήσαι τον ναόν τούτον. - 10 Τετράδι και εικάδι του ενάτου μηνός, έτους δευτέρου, επί Δαρείου, εγένετο λόγος Κυρίου προς Αγγαίον τον προφήτην λέγων· 11 τάδε λέγει Κύριος παντοκράτωρ· επερώτησον δη τους ιερείς νόμον λέγων· 12 εάν λάβη άνθρωπος κρέας άγιον εν τω άκρω του ιματίου αυτού και άψηται το άκρον του ιματίου αυτού άρτου ή εψήματος ή οίνου ή ελαίου ή παντός βρώματος, ει αγιασθήσεται; και απεκρίθησαν οι ιερείς και είπαν· ου. 13 και είπεν Αγγαίος· εάν άψηται μεμιασμένος ακάθαρτος επί ψυχή επί παντός τούτων, ει μιανθήσεται; και απεκρίθησαν οι ιερείς και είπαν· μιανθήσεται. 14 και απεκρίθη Αγγαίος και είπεν· ούτως ο λαός ούτος και ούτως το έθνος τούτο ενώπιον εμού, λέγει Κύριος, και ούτως πάντα τα έργα των χειρών αυτών, και ος εάν εγγίση εκεί, μιανθήσεται ένεκεν των λημμάτων αυτών των ορθρινών, οδυνηθήσονται από προσώπου πόνων αυτών· και εμισείτε εν πύλαις ελέγχοντας 15 και νυν θέσθε δη εις τας καρδίας υμών από της ημέρας ταύτης και υπεράνω προ του θείναι λίθον επί λίθον εν τω ναω Κυρίου, 16 τίνες ήτε, ότε ενεβάλλετε εις κυψέλην κριθής είκοσι σάτα, και εγένοντο κριθής δέκα σάτα· και εισεπορεύεσθε εις το υπολήνιον εξαντλήσαι πεντήκοντα μετρητάς, και εγένοντο είκοσι. 17 επάταξα υμάς εν αφορία και εν ανεμοφθορία και εν χαλάζη πάντα τα έργα των χειρών υμών, και ουκ επεστρέψατε προς με, λέγει Κύριος. 18 υποτάξατε δη τας καρδίας υμών από της ημέρας ταύτης και επέκεινα· από της τετράδος και εικάδος του ενάτου μηνός και από της ημέρας, ης τεθεμελίωται ο ναός Κυρίου· θέσθε εν ταις καρδίαις υμών, 19 ει έτι επιγνωσθήσεται επί της άλω και ει έτι η άμπελος και η συκή και η ροά και τα ξύλα της ελαίας τα ου φέροντα καρπόν, από της ημέρας ταύτης ευλογήσω. - 20 Και εγένετο λόγος Κυρίου εκ δευτέρου προς Αγγαίον τον προφήτην τετράδι και εικάδι του μηνός λέγων· 21 ειπόν προς Ζοροβάβελ τον του Σαλαθιήλ εκ φυλής Ιούδα λέγων· εγώ σείω τον ουρανόν και την γην και την θάλασσαν και την ξηράν 22 και καταστρέψω θρόνους βασιλέων και ολοθρεύσω δύναμιν βασιλέων των εθνών και καταστρέψω άρματα και αναβάτας, και καταβήσονται ίπποι και αναβάται αυτών, έκαστος εν ρομφαία προς τον αδελφόν αυτού. 23 εν τη ημέρα εκείνη, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τον του Σαλαθιήλ, τον δούλόν μου, λέγει Κύριος, και θήσομαί σε ως σφραγίδα, διότι σε ηρέτισα, λέγει Κύριος παντοκράτωρ.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.