Τρίτη, 27 Νοεμβρίου 2012

Ζαχαρίας




ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΕΝ τω ογδόω μηνί, έτους δευτέρου επί Δαρείου, εγένετο λόγος Κυρίου προς Ζαχαρίαν τον του Βαραχίου, υιόν Αδδώ τον προφήτην λέγων· 2 ωργίσθη Κύριος επί τους πατέρας υμών οργήν μεγάλην, 3 και ερείς προς αυτούς· τάδε λέγει Κύριος παντοκράτωρ· επιστρέψατε προς με, λέγει Κύριος των δυνάμεων, και επιστραφήσομαι προς υμάς, λέγει Κύριος των δυνάμεων. 4 και μη γίνεσθε καθώς οι πατέρες υμών, οίς ενεκάλεσαν αυτοίς οι προφήται έμπροσθεν λέγοντες· τάδε λέγει Κύριος παντοκράτωρ· αποστρέψατε από των οδών υμών των πονηρών και από των επιτηδευμάτων υμών των πονηρών, και ουκ εισήκουσαν, και ου προσέσχον του εισακούσαί μου, λέγει Κύριος. 5 οι πατέρες υμών που εισι και οι προφήται; μη τον αιώνα ζήσονται; 6 πλήν τους λόγους μου και τα νόμιμά μου δέχεσθε, όσα εγώ εντέλλομαι εν πνεύματί μου τοις δούλοις μου τοις προφήταις, οί κατελάβοσαν τους πατέρας υμών. και απεκρίθησαν και είπαν· καθώς παρατέτακται Κύριος παντοκράτωρ του ποιήσαι ημίν κατά τας οδούς ημών και κατά τα επιτηδεύματα ημών, ούτως εποίησεν ημίν.


 7 Τη τετράδι και εικάδι, τω ενδεκάτω μηνί -ούτός εστιν ο μην Σαβάτ- εν τω δευτέρω έτει επί Δαρείου, εγένετο λόγος Κυρίου προς Ζαχαρίαν τον του Βαραχίου υιόν Αδδώ τον προφήτην λέγων· 8 εώρακα την νύκτα και ιδού ανήρ επιβεβηκώς επί ίππον πυρρόν, και ούτος ειστήκει ανά μέσον των ορέων των κατασκίων, και οπίσω αυτού ίπποι πυρροί και ψαροί και ποικίλοι και λευκοί. 9 και είπα· τι ούτοι, Κύριε; και είπε προς με ο άγγελος ο λαλών εν εμοί· εγώ δείξω σοι τι εστι ταύτα. 10 και απεκρίθη ο ανήρ ο εφεστηκώς ανά μέσον των ορέων, και είπε προς με· ούτοί εισιν ους εξαπέστειλε Κύριος περιοδεύσαι την γην. 11 και απεκρίθησαν τω αγγέλω Κυρίου τω εφεστώτι ανά μέσον των ορέων και είπον· περιωδεύσαμεν πάσαν την γην, και ιδού πάσα η γη κατοικείται και ησυχάζει. 12 και απεκρίθη ο άγγελος Κυρίου και είπε· Κύριε παντοκράτωρ, έως τίνος ου μη ελεήσης την Ιερουσαλήμ και τας πόλεις Ιούδα, ας υπερείδες τούτο εβδομηκοστόν έτος; 13 και απεκρίθη Κύριος παντοκράτωρ τω αγγέλω τω λαλούντι εν εμοί ρήματα καλά και λόγους παρακλητικούς. 14 και είπε προς με ο άγγελος ο λαλών εν εμοί· ανάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· εζήλωκα την Ιερουσαλήμ και την Σιών ζήλον μέγαν 15 και οργήν μεγάλην εγώ οργίζομαι επί τα έθνη τα συνεπιτιθέμενα, ανθ ‘ ων μεν εγώ ωργίσθην ολίγα, αυτοί δε συνεπέθεντο εις κακά. 16 δια τούτο τάδε λέγει Κύριος· επιστρέψω επί Ιερουσαλήμ εν οικτιρμω, και ο οίκός μου ανοικοδομηθήσεται εν αυτη, λέγει Κύριος παντοκράτωρ, και μέτρον εκταθήσεται επί Ιερουσαλήμ έτι. 17 και είπε προς με ο άγγελος ο λαλών εν εμοί· έτι ανάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· έτι διαχυθήσονται πόλεις εν αγαθοίς, και ελεήσει Κύριος έτι την Σιών και αιρετιεί την Ιερουσαλήμ.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ ήρα τους οφθαλμούς μου και είδον και ιδού τέσσαρα κέρατα. 2 και είπα προς τον άγγελον τον λαλούντα εν εμοί· τι εστι ταύτα, Κύριε; και είπε προς με· ταύτα τα κέρατα τα διασκορπίσαντα τον Ιούδαν και τον Ισραήλ και Ιερουσαλήμ. 3 και έδειξέ μοι Κύριος τέσσαρας τέκτονας. 4 και είπα· τι ούτοι έρχονται ποιήσαι; και είπε· ταύτα τα κέρατα τα διασκορπίσαντα τον Ιούδα και τον Ισραήλ κατέαξαν, και ουδείς αυτών ήρε κεφαλήν· και εξήλθοσαν ούτοι του οξύναι αυτά εις χείρας αυτών τα τέσσαρα κέρατα τα έθνη τα επαιρόμενα κέρας επί την γην Κυρίου του διασκορπίσαι αυτήν.

 5 Και ήρα τους οφθαλμούς μου και είδον και ιδού ανήρ και εν τη χειρί αυτού σχοινίον γεωμετρικόν. 6 και είπα προς αυτόν· που συ πορεύη; και είπε προς με· διαμετρήσαι την Ιερουσαλήμ του ιδείν πηλίκον το πλάτος αυτής εστι και πηλίκον το μήκος. 7 και ιδού ο άγγελος ο λαλών εν εμοί ειστήκει, και άγγελος έτερος εξεπορεύετο εις συνάντησιν αυτω. 8 και είπε προς αυτόν λέγων· δράμε και λάλησον προς τον νεανίαν εκείνον λέγων· κατακάρπως κατοικηθήσεται Ιερουσαλήμ από πλήθους ανθρώπων και κτηνών εν μέσω αυτής· 9 και εγώ έσομαι αυτη, λέγει Κύριος, τείχος πυρός κυκλόθεν και εις δόξαν έσομαι εν μέσω αυτής. 10 ω ω φεύγετε από γης Βορρά, λέγει Κύριος· διότι εκ των τεσσάρων ανέμων του ουρανού συνάξω υμάς, λέγει Κύριος· 11 εις Σιών ανασώζεσθε οι κατοικούντες θυγατέρα Βαβυλώνος. 12 διότι τάδε λέγει Κύριος παντοκράτωρ· οπίσω δόξης απέσταλκέ με επί τα έθνη τα σκυλεύσαντα υμάς, διότι ο απτόμενος υμών ως ο απτόμενος της κόρης του οφθαλμού αυτού. 13 διότι ιδού εγώ επιφέρω την χείρά μου επ ‘ αυτούς, και έσονται σκύλα τοις δουλεύουσιν αυτοίς, και γνώσεσθε ότι Κύριος παντοκράτωρ απέσταλκέ με. 14 τέρπου και ευφραίνου, θύγατερ Σιών, διότι ιδού εγώ έρχομαι και κατασκηνώσω εν μέσω σου, λέγει Κύριος. 15 και καταφεύξονται έθνη πολλά επί τον Κύριον εν τη ημέρα εκείνη και έσονται αυτω εις λαόν και κατασκηνώσουσιν εν μέσω σου, και επιγνώση ότι Κύριος παντοκράτωρ εξαπέσταλκέ με προς σε. 16 και κατακληρονομήσει Κύριος τον Ιούδαν, την μερίδα αυτού επί την αγίαν, και αιρετιεί έτι την Ιερουσαλήμ. 17 ευλαβείσθω πάσα σάρξ από προσώπου Κυρίου, ότι εξεγήγερται εκ νεφελών αγίων αυτού.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΚΑΙ έδειξέ μοι Κύριος Ιησούν, τον ιερέα τον μέγαν, εστώτα προ προσώπου αγγέλου Κυρίου, και ο διάβολος ειστήκει εκ δεξιών αυτού του αντικείσθαι αυτω. 2 και είπε Κύριος προς τον διάβολον· επιτιμήσαι Κύριος εν σοί, διάβολε, και επιτιμήσαι Κύριος εν σοί ο εκλεξάμενος την Ιερουσαλήμ· ουκ ιδού τούτο ως δαλός εξεσπασμένος εκ πυρός; 3 και Ιησούς ην ενδεδυμένος ιμάτια ρυπαρά και ειστήκει προ προσώπου του αγγέλου. 4 και απεκρίθη και είπε προς τους εστηκότας προ προσώπου αυτού λέγων· αφέλετε τα ιμάτια τα ρυπαρά απ ‘ αυτού. και είπε προς αυτόν· ιδού αφήρηκα τας ανομίας σου, και ενδύσατε αυτόν ποδήρη 5 και επίθετε κίδαριν καθαράν επί την κεφαλήν αυτού. και περιέβαλον αυτόν ιμάτια και επέθηκαν κίδαριν καθαράν επί την κεφαλήν αυτού και ο άγγελος Κυρίου ειστήκει. 6 και διεμαρτύρατο ο άγγελος Κυρίου προς Ιησούν λέγων· 7 τάδε λέγει Κύριος παντοκράτωρ· εάν εν ταις οδοίς μου πορεύη και εάν τα προστάγματά μου φυλάξης, και συ διακρινείς τον οίκόν μου· και εάν διαφυλάξης και γε την αυλήν μου, και δώσω σοι αναστρεφομένους εν μέσω των εστηκότων τούτων. 8 άκουε δη, Ιησού ο ιερεύς ο μέγας, συ και οι πλησίον σου οι καθήμενοι προ προσώπου σου, διότι άνδρες τερατοσκόποι εισί· διότι ιδού εγώ άγω τον δούλόν μου Ανατολήν· 9 διότι ο λίθος, ον έδωκα προ προσώπου του Ιησού, επί τον λίθον τον ένα επτά οφθαλμοί εισιν. ιδού εγώ ορύσσω βόθρον, λέγει Κύριος παντοκράτωρ, και ψηλαφήσω πάσαν την αδικίαν της γης εκείνης εν ημέρα μια. 10 εν τη ημέρα εκείνη, λέγει Κύριος παντοκράτωρ, συγκαλέσετε έκαστος τον πλησίον αυτού υποκάτω αμπέλου και υποκάτω συκής.

ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ επέστρεψεν ο άγγελος ο λαλών εν εμοί και εξήγειρέ με ον τρόπον όταν εξεγερθή άνθρωπος εξ ύπνου αυτού 2 και είπε προς με· τι συ βλέπεις; και είπα· εώρακα και ιδού λυχνία χρυσή όλη, και το λαμπάδιον επάνω αυτής, και επτά λύχνοι επάνω αυτής, και επτά επαρυστρίδες τοις λύχνοις τοις επάνω αυτής· 3 και δύο ελαίαι επάνω αυτής, μία εκ δεξιών του λαμπαδίου αυτής και μία εξ ευωνύμων. 4 και επηρώτησα και είπα προς τον άγγελον τον λαλούντα εν εμοί λέγων· τι εστι ταύτα, κύριε; 5 και απεκρίθη ο άγγελος ο λαλών εν εμοί και είπε προς με λέγων· ου γινώσκεις τι εστι ταύτα; και είπα· ουχί, κύριε. 6 και απεκρίθη και είπε προς με λέγων· ούτος ο λόγος Κυρίου προς Ζοροβάβελ λέγων· ουκ εν δυνάμει μεγάλη ουδέ εν ισχύϊ, αλλ ‘ ή εν πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. 7 τις ει συ, το όρος το μέγα, το προ προσώπου Ζαροβάβελ του κατορθώσαι; και εξοίσω τον λίθον της κληρονομίας ισότητα χάριτος χάριτα αυτής. 8 και εγένετο λόγος Κυρίου προς με λέγων· 9 αι χείρες Ζοροβάβελ εθεμελίωσαν τον οίκον τούτον, και αι χείρες αυτού επιτελέσουσιν αυτόν, και επιγνώση, διότι Κύριος παντοκράτωρ εξαπέσταλκέ με προς σε. 10 διότι τις εξουδένωσεν εις ημέρας μικράς; και χαρούνται και όψονται τον λίθον τον κασσιτέρινον εν χειρί Ζοροβάβελ. επτά ούτοι οφθαλμοί Κυρίου εισίν οι επιβλέποντες επί πάσαν την γην. 11 και απεκρίθην και είπα προς αυτόν· τι αι δύο ελαίαι αύται, αι εκ δεξιών της λυχνίας και εξ ευωνύμων; 12 και επηρώτησα εκ δευτέρου και είπα προς αυτόν· τι οι δύο κλάδοι των ελαιών οι εν ταις χερσί των δύο μυξωτήρων των χρυσών των επιχεόντων και επαναγόντων τας επαρυστρίδας τας χρυσάς; 13 και είπε προς με· ουκ οίδας τι εστι ταύτα; και είπα ουχί, κύριε. 14 και είπεν· ούτοι οι δύο υιοί της πιότητος παρεστήκασι Κυρίω πάσης της γης.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΚΑΙ επέστρεψα, και ήρα τους οφθαλμούς μου και είδον και ιδού δρέπανον πετόμενον. 2 και είπε προς με· τι συ βλέπεις; και είπα εγώ· ορώ δρέπανον πετόμενον μήκους πήχεων είκοσι και πλάτους πήχεων δέκα. 3 και είπε προς με· αύτη η αρά η εκπορευομένη επί πρόσωπον πάσης της γης, διότι πας ο κλέπτης εκ τούτου έως θανάτου εκδικηθήσεται, και πας ο επίορκος εκ τούτου εκδικηθήσεται· 4 και εξοίσω αυτό, λέγει Κύριος παντοκράτωρ, και εισελεύσεται εις τον οίκον του κλέπτου και εις τον οίκον του ομνύοντος τω ονόματί μου επί ψεύδει και καταλύσει εν μέσω του οίκου αυτού και συντελέσει αυτόν και τα ξύλα αυτού και τους λίθους αυτού.

 5 Και εξήλθεν ο άγγελος ο λαλών εν εμοί και είπε προς με· ανάβλεψον τοις οφθαλμοίς σου και ιδέ τι το εκπορευόμενον τούτο. 6 και είπα· τι εστι; και είπε· τούτο το μέτρον το εκπορευόμενον. και είπεν· αύτη η αδικία αυτών εν πάση τη γη. 7 και ιδού τάλαντον μολίβου εξαιρόμενον, και ιδού γυνή μία εκάθητο εν μέσω του μέτρου. 8 και είπεν· αύτη εστίν η ανομία· και έρριψεν αυτήν εις μέσον του μέτρου και έρριψε τον λίθον του μολίβου εις το στόμα αυτής. 9 και ήρα τους οφθαλμούς μου και είδον και ιδού δύο γυναίκες εκπορευόμεναι, και πνεύμα εν ταις πτέρυξιν αυτών, και αύται είχον πτέρυγας ως πτέρυγας έποπος· και ανέλαβον το μέτρον αναμέσον της γης και αναμέσον του ουρανού. 10 και είπα προς τον άγγελον τον λαλούντα εν εμοί· που αύται αποφέρουσι το μέτρον; 11 και είπε προς με· οικοδομήσαι αυτω οικίαν εν γη Βαβυλώνος και ετοιμάσαι, και θήσουσιν αυτό εκεί επί την ετοιμασίαν αυτού.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ επέστρεψα και ήρα τους οφθαλμούς μου και είδον και ιδού τέσσαρα άρματα εκπορευόμενα εκ μέσου δύο ορέων, και τα όρη ην όρη χαλκά. 2 εν τω άρματι τω πρώτω ίπποι πυρροί, και εν τω άρματι τω δευτέρω ίπποι μέλανες. 3 και εν τω άρματι τω τρίτω ίπποι λευκοί, και εν τω άρματι τω τετάρτω ίπποι ποικίλοι ψαροί. 4 και απεκρίθην και είπα προς τον άγγελον τον λαλούντα εν εμοί· τι εστι ταύτα, κύριε; 5 και απεκρίθη ο άγγελος ο λαλών εν εμοί και είπε· ταύτά εστιν οι τέσσαρες άνεμοι του ουρανού, εκπορεύονται παραστήναι τω Κυρίω πάσης της γης· 6 εν ω ήσαν οι ίπποι οι μέλανες, εξεπορεύοντο επί γην βορρά, και οι λευκοί εξεπορεύοντο κατόπισθεν αυτών, και οι ποικίλοι εξεπορεύοντο επί γην νότου, 7 και οι ψαροί εξεπορεύοντο και επέβλεπον του πορεύεσθαι του περιοδεύσαι την γην. και είπε· πορεύεσθε και περιοδεύσατε την γην· και περιώδευσαν την γην. 8 και ανεβόησε και ελάλησε προς με λέγων· ιδού οι εκπορευόμενοι επί γην βορρά ανέπαυσαν τον θυμόν μου εν γη βορρά.

 9 Και εγένετο λόγος Κυρίου προς με λέγων· 10 λάβε τα εκ της αιχμαλωσίας παρά των αρχόντων και παρά των χρησίμων αυτής και παρά των επεγνωκότων αυτήν και εισελεύση συ εν τη ημέρα εκείνη εος τον οίκον Ιωσίου του Σοφονίου του ήκοντος εκ Βαβυλώνος 11 και λήψη αργύριον και χρυσίον και ποιήσεις στεφάνους και επιθήσεις επί την κεφαλήν Ιησού του Ιωσεδέκ του ιερέως του μεγάλου 12 και ερείς προς αυτόν· τάδε λέγει Κύριος παντοκράτωρ· ιδού ανήρ, ανατολή όνομα αυτω, και υποκάτωθεν αυτού ανατελεί, και οικοδομήσει τον οίκον Κυρίου· 13 και αυτός λήψεται αρετήν και καθιείται και κατάρξει επί του θρόνου αυτού, και έσται ιερεύς εκ δεξιών αυτού, και βουλή ειρηνική έσται αναμέσον αμφοτέρων. 14 ο δε στέφανος έσται τοις υπομένουσι και τοις χρησίμοις αυτής και τοις επεγνωκόσιν αυτήν και εις χάριτα υιού Σοφονίου και εις ψαλμόν εν οίκω Κυρίου. 15 και οι μακράν απ ‘ αυτών ήξουσι και οικοδομήσουσιν εν τω οίκω Κυρίου, και γνώσεσθε διότι Κύριος παντοκράτωρ απέσταλκέ με προς υμάς· και έσται, εάν εισακούοντες εισακούσητε της φωνής Κυρίου του Θεού υμών.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ εγένετο εν τω τετάρτω έτει, επί Δαρείου του βασιλέως εγένετο λόγος Κυρίου προς Ζαχαρίαν τετράδι του μηνός του ενάτου, ος εστι Χασελεύ· 2 και εξαπέστειλεν εις Βαιθήλ Σαρασάρ και Αρβεσεέρ ο βασιλεύς και οι άνδρες αυτού του εξιλάσασθαι τον Κύριον 3 λέγων προς τους ιερείς τους εν τω οίκω Κυρίου παντοκράτορος και προς τους προφήτας λέγων· εισελήλυθεν ώδε εν τω μηνί τω πέμπτω το αγίασμα, καθότι εποίησα ήδη ικανά έτη. 4 και εγένετο λόγος Κυρίου των δυνάμεων προς εμέ λέγων· 5 ειπόν προς άπαντα τον λαόν της γης και προς τους ιερείς λέγων· εάν νηστεύσητε ή κόψησθε εν ταις πέμπταις ή εν ταις εβδόμαις, και ιδού εβδομήκοντα έτη μη νηστείαν νενηστεύκατέ μοι; 6 και εάν φάγητε ή πίητε, ουχ υμείς έσθετε και πίνετε; 7 ουχ ούτοι οι λόγοι, ους ελάλησε Κύριος εν χερσί των προφητών των έμπροσθεν, ότε ην Ιερουσαλήμ κατοικουμένη και ευθηνούσα και αι πόλεις κυκλόθεν αυτής και η ορεινή και η πεδινή κατωκείτο; 8 και εγένετο λόγος Κυρίου προς Ζαχαρίαν λέγων· 9 τάδε λέγει Κύριος παντοκράτωρ· κρίμα δίκαιον κρίνετε και έλεος και οικτιρμόν ποιείτε έκαστος προς τον αδελφόν αυτού 10 και χήραν και ορφανόν και προσήλυτον και πένητα μη καταδυναστεύετε, και κακίαν έκαστος του αδελφού αυτού μη μνησικακείτω εν ταις καρδίαις υμών. 11 και ηπείθησαν του προσέχειν και έδωκαν νώτον παραφρονούντα και τα ώτα αυτών εβάρυναν του μη εισακούειν 12 και την καρδίαν αυτών έταξαν απειθή του μη εσακούειν του νόμου μου και τους λόγους, ους εξαπέστειλε Κύριος παντοκράτωρ εν πνεύματι αυτού εν χερσί των προφητών των έμπροσθεν· και εγένετο οργή μεγάλη παρά Κυρίου παντοκράτορος. 13 και έσται ον τρόπον είπε και ουκ εισήκουσαν, ούτως κεκράξονται και ου μη εισακούσω, λέγει Κύριος παντοκράτωρ. 14 και εκβαλώ αυτούς εις πάντα τα έθνη, α ουκ έγνωσαν, και η γη αφανισθήσεται κατόπισθεν αυτών εκ διοδεύοντος και εξ αναστρέφοντος· και έταξαν γην εκλεκτήν εις αφανισμόν.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ εγένετο λόγος Κυρίου παντοκράτορος λέγων· 2 τάδε λέγει Κύριος παντοκράτωρ· εζήλωκα την Ιερουσαλήμ και την Σιών ζήλον μέγαν και θυμω μεγάλω εζήλωκα αυτήν. 3 τάδε λέγει Κύριος· επιστρέψω επί Σιών και κατασκηνώσω εν μέσω Ιερουαλήμ, και κληθήσεται η Ιερουσαλήμ πόλις αληθινή και το όρος Κυρίου παντοκράτορος όρος άγιον. 4 τάδε λέγει Κύριος παντοκράτωρ· έτι καθήσονται πρεσβύτεροι και πρεσβύτεραι εν ταις πλατείαις Ιερουσαλήμ, έκαστος την ράβδον αυτού έχων εν τη χειρί αυτού από πλήθους ημερών· 5 και αι πλατείαι της πόλεως πλησθήσονται παιδαρίων και κορασίων παιζόντων εν ταις πλατείαις αυτής. 6 τάδε λέγει Κύριος παντοκράτωρ· ει αδυνατήσει ενώπιον των καταλοίπων του λαού τούτου εν ταις ημέραις εκείναις, μη και ενώπιόν μου αδυνατήσει; λέγει Κύριος παντοκράτωρ. 7 τάδε λέγει Κύριος παντοκράτωρ· ιδού εγώ σώζω τον λαόν μου από γης ανατολών και από γης δυσμών 8 και εισάξω αυτούς και κατασκηνώσω εν μέσω Ιερουσαλήμ, και έσονται εμοί εις λαόν, καγώ έσομαι αυτοίς εις Θεόν εν αληθεία και εν δικαιοσύνη. 9 τάδε λέγει Κύριος παντοκράτωρ· κατισχυέτωσαν αι χείρες υμών των ακουόντων εν ταις ημέραις ταύταις τους λόγους τούτους εκ στόματος των προφητών, αφ ‘ ης ημέρας τεθεμελίωται ο οίκος Κυρίου παντοκράτορος, και ο ναός αφ ‘ ου ωκοδόμηται. 10 διότι προ των ημερών εκείνων ο μισθός των ανθρώπων ουκ έσται εις όνησιν, και ο μισθός των κτηνών ουχ υπάρξει, και τω εκπορευομένω και τω εισπορευομένω ουκ έσται ειρήνη από της θλίψεως· και εξαποστελώ πάντας τους ανθρώπους, έκαστον επί τον πλησίον αυτού. 11 και νυν ου κατά τας ημέρας τας έμπροσθεν εγώ ποιώ τοις καταλοίποις του λαού τούτου, λέγει Κύριος παντοκράτωρ, 12 αλλ ‘ ή δείξω ειρήνην· η άμπελος δώσει τον καρπόν αυτής, και η γη δώσει τα γεννήματα αυτής, και ο ουρανός δώσει την δρόσον αυτού, και κατακληρονομήσω τοις καταλοίποις του λαού μου τούτου ταύτα πάντα. 13 και έσται ον τρόπον ήτε εν κατάρα εν τοις έθνεσιν ο οίκος Ιούδα και οίκος Ισραήλ, ούτως διασώσω υμάς και έσεσθε εν ευλογία· θαρσείτε και κατισχύετε εν ταις χερσίν υμών. 14 διότι τάδε λέγει Κύριος παντοκράτωρ· ον τρόπον διενοήθην του κακώσαι υμάς εν τω παροργίσαι με τους πατέρας υμών, λέγει Κύριος παντοκράτωρ, και ου μετενόησα, 15 ούτως παρατέταγμαι και διανενόημαι εν ταις ημέραις ταύταις του καλώς ποιήσαι την Ιερουσαλήμ και τον οίκον Ιούδα· θαρσείτε. 16 ούτοι οι λόγοι, ους ποιήσετε· λαλείτε αλήθειαν έκαστος προς τον πλησίον αυτού, αλήθειαν και κρίμα ειρηνικόν κρίνατε εν ταις πύλαις υμών, 17 και έκαστος την κακίαν του πλησίον αυτού μη λογίζεσθε εν ταις καρδίαις υμών και όρκον ψευδή μη αγαπάτε, διότι ταύτα πάντα εμίσησα, λέγει Κύριος παντοκράτωρ.

 18 Και εγένετο λόγος Κυρίου παντοκράτορος προς με λέγων· 19 τάδε λέγει Κύριος παντοκράτωρ· νηστεία η τετράς και νηστεία η πέμπτη και νηστεία η εβδόμη και νηστεία η δεκάτη έσονται τω οίκω Ιούδα εις χαράν και ευφροσύνην και εις εορτάς αγαθάς, και ευφρανθήσεσθε, και την αλήθειαν και την ειρήνην αγαπήσατε. 20 τάδε λέγει Κύριος παντοκράτωρ· έτι ήξουσι λαοί πολλοί και κατοικούντες πόλεις πολλάς, 21 και συνελεύσονται κατοικούντες πέντε πόλεις εις μίαν πόλιν λέγοντες· πορευθώμεν δεηθήναι του προσώπου Κυρίου και εκζητήσαι το πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι καγώ. 22 και ήξουσι λαοί πολλοί και έθνη πολλά εκζητήσαι το πρόσωπον Κυρίου παντοκράτορος εν Ιερουσαλήμ και εξιλάσασθαι το πρόσωπον Κυρίου. 23 τάδε λέγει Κύριος παντοκράτωρ· εν ταις ημέραις εκείναις, εάν επιλάβωνται δέκα άνδρες εκ πασών των γλωσσών των εθνών και επιλάβωνται του κρασπέδου ανδρός Ιουδαίου λέγοντες· πορευσόμεθα μετά σου, διότι ακηκόαμεν ότι ο Θεός μεθ ‘ υμών εστι.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΛΗΜΜΑ λόγου Κυρίου· εν γη Σεδράχ και Δαμασκού θυσία αυτού, διότι Κύριος εφορά ανθρώπους και πάσας φυλάς του Ισραήλ. 2 και εν Εμάθ εν τοις ορίοις αυτής Τύρος και Σιδών, διότι εφρόνησαν σφόδρα. 3 και ωκοδόμησε Τύρος οχυρώματα εαυτη και εθησαύρισεν αργύριον ως χουν και συνήγαγε χρυσίον ως πηλόν οδών. 4 δια τούτο Κύριος κληρονομήσει αυτήν και πατάξει εις θάλασσαν δύναμιν αυτής, και αύτη εν πυρί καταναλωθήσεται. 5 όψεται Ασκάλων και φοβηθήσεται, και Γάζα και οδυνηθήσεται σφόδρα, και Ακκάρων, ότι ησχύνθη επί τω παραπτώματι αυτής· και απολείται βασιλεύς εκ Γάζης, και Ασκάλων ου μη κατοικηθή. 6 και κατοικήσουσιν αλλογενείς εν Αζώτω, και καθελώ ύβριν αλλοφύλων. 7 και εξαρώ το αίμα αυτώ εκ του στόματος αυτών και τα βδελύγματα αυτών εκ μέσου οδόντων αυτών, και υπολειφθήσεται και ούτος τω Θεω ημών, και έσονται ως χιλίαρχος εν Ιούδα και Ακκάρων ως ο Ιεβουσαίος· 8 και υποστήσομαι τω οίκω μου ανάστημα του μη διαπορεύεσθαι μηδέ ανακάμπτειν, και ου μη επέλθη επ ‘ αυτούς ουκέτι εξελαύνων, διότι νυν εώρακα εν τοις οφθαλμοίς μου.

 9 Χαίρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ιερουσαλήμ· ιδού ο βασιλεύς σου έρχεταί σοι, δίκαιος και σώζων αυτός, πραϋς και επιβεβηκώς επί υποζύγιον και πώλον νέον. 10 και εξολοθρεύσει άρματα εξ Εφραίμ και ίππον εξ Ιερουσαλήμ, και εξολοθρεύσεται τόξον πολεμικόν, και πλήθος και ειρήνη εξ εθνών· και κατάρξει υδάτων έως θαλάσσης και από ποταμών έως διεκβολών γης. 11 και συ εν αίματι διαθήκης σου εξαπέστειλας δεσμίους σου εκ λάκκου ουκ έχοντος ύδωρ. 12 καθήσεσθε εν οχυρώματι δέσμιοι της συναγωγής, και αντί μιάς ημέρας παροικεσίας σου διπλά ανταποδώσω σοι· 13 διότι ενέτεινά σε, Ιούδα, εμαυτω εις τόξον, έπλησα τον Εφραίμ και εξεγερώ τα τέκνα σου, Σιών, επί τα τέκνα των Ελλήνων και ψηλαφήσω σε ως ρομφαίαν μαχητού· 14 και Κύριος έσται επ ‘ αυτούς και εξελεύσεται ως αστραπή βολίς, και Κύριος παντοκράτωρ εν σάλπιγγι σαλπιεί και πορεύσεται εν σάλω απειλής αυτού. 15 Κύριος παντοκράτωρ υπερασπιεί αυτούς, και καταναλώσουσιν αυτούς, και καταχώσουσιν αυτούς εν λίθοις σφενδόνης και εκπίονται αυτούς ως οίνον και πλήσουσιν ως φιάλας θυσιαστήριον. 16 και σώσει αυτούς Κύριος ο Θεός αυτών εν τη ημέρα εκείνη, ως πρόβατα λαόν αυτού, διότι λίθοι άγιοι κυλίονται επί γης αυτού. 17 ότι ει τι αγαθόν αυτού και ει τι καλόν παρ ‘ αυτού, σίτος νεανίσκοις και οίνος ευωδιάζων εις παρθένους.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΑΙΤΕΙΣΘΕ παρά Κυρίου υετόν καθ ‘ ωραν πρώϊμον και όψιμον· Κύριος εποίησε φαντασίας, και υετόν χειμερινόν δώσει αυτοίς, εκάστω βοτάνην εν αγρω. 2 διότι οι αποφθεγγόμενοι ελάλησαν κόπους, και οι μάντεις οράσεις ψευδείς, και τα ενύπνια ψευδή ελάλουν, μάταια παρεκάλουν· δια τούτο εξηράνθησαν ως πρόβατα και εκακώθησαν, διότι ουκ ην ίασις. 3 επί τους ποιμένας παρωξύνθη ο θυμός μου, και επί τους αμνούς επισκέψομαι· και επισκέψεται Κύριος ο Θεός ο παντοκράτωρ το ποίμνιον αυτού τον οίκον Ιούδα και τάξει αυτούς ως ίππον ευπρεπή αυτού εν πολέμω. 4 και απ ‘ αυτού επέβλεψε και εξ αυτού έταξε, και απ ‘ αυτού τόξον εν θυμω· απ ‘ αυτού εξελεύσεται πας ο εξελαύνων εν τω αυτω. 5 και έσονται ως μαχηταί πατούντες πηλόν εν ταις οδοίς εν πολέμω και παρατάξονται, διότι Κύριος μετ ‘ αυτών, και καταισχυνθήσονται αναβάται ίππων. 6 και κατισχύσω τον οίκον Ιούδα και τον οίκον Ιωσήφ σώσω και κατοικιώ αυτούς, ότι ηγάπησα αυτούς, και έσονται ον τρόπον ουκ απεστρεψάμην αυτούς· διότι εγώ Κύριος ο Θεός αυτών και επακούσομαι αυτοίς. 7 και έσονται ως μαχηταί του Εφραίμ, και χαρήσεται η καρδία αυτών ως εν οίνω· και τα τέκνα αυτών όψονται και ευφρανθήσονται, και χαρείται η καρδία αυτών επί τω Κυρίω. 8 σημανώ αυτοίς και εισδέξομαι αυτούς, διότι λυτρώσομαι αυτούς, και πληθυνθήσονται καθότι ήσαν πολλοί. 9 και σπερώ αυτούς εν λαοίς, και οι μακράν μνησθήσονταί μου, εκθρέψουσι τα τέκνα αυτών και επιστρέψουσι. 10 και επιστρέψω αυτούς εκ γης Αιγύπτου και εξ Ασσυρίων εισδέξομαι αυτούς, και εις την Γαλααδίτιν και εις τον Λίβανον εισάξω αυτούς, και ου μη υπολειφθή εξ αυτών ουδέ εις· 11 και διελεύσονται εν θαλάσση στενή και πατάξουσιν εν θαλάσση κύματα, και ξηρανθήσεται πάντα τα βάθη ποταμών, και αφαιρεθήσεται πάσα ύβρις Ασσυρίων, και σκήπτρον Αιγύπτου περιαιρεθήσεται. 12 και κατισχύσω αυτούς εν Κυρίω Θεω αυτών, και εν τω ονόματι αυτού κατακαυχήσονται, λέγει Κύριος.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΔΙΑΝΟΙΞΟΝ, ο Λίβανος, τας θύρας σου, και καταφαγέτω πυρ τας κέδρους σου· 2 ολολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ότι μεγάλως μεγιστάνες εταλαιπώρησαν· ολολύξατε, δρύες της Βασανίτιδος, ότι κατεσπάσθη ο δρυμός ο σύμφυτος. 3 φωνή θρηνούντων ποιμένων, ότι τεταλαιπώρηκεν η μεγαλωσύνη αυτών· φωνή ωρυομένων λεόντων, ότι τεταλαιπώρηκε το φρύαγμα του Ιορδάνου. 4 τάδε λέγει Κύριος παντοκράτωρ· ποιμαίνετε τα πρόβατα της σφαγής, 5 α οι κτησάμενοι κατέσφαζον και ου μετεμέλοντο, και οι πωλούντες αυτά έλεγον· ευλογητός Κύριος και πεπλουτήκαμεν· και οι ποιμένες αυτών ουκ έπασχον ουδέν επ ‘ αυτοίς. 6 δια τούτο ου φείσομαι ουκέτι επί τους κατοικούντας την γην, λέγει Κύριος· και ιδού εγώ παραδίδωμι τους ανθρώπους, έκαστον εις χείρα του πλησίον αυτού και εις χείρα βασιλέως αυτού, και κατακόψουσι την γην, και ου μη εξέλωμαι εκ χειρός αυτών. 7 και ποιμανώ τα πρόβατα της σφαγής εις την Χαναανίτιν· και λήψομαι εμαυτω δύο ράβδους -την μεν μίαν εκάλεσα Κάλλος και την ετέραν εκάλεσα Σχοίνισμα- και ποιμανώ τα πρόβατα. 8 και εξαρώ τους τρεις ποιμένας εν μηνί ενί, και βαρυνθήσεται η ψυχή μου επ ‘ αυτούς, και γαρ αι ψυχαί αυτών επωρύοντο επ ‘ εμέ. 9 και είπα· ου ποιμανώ υμάς· το αποθνήσκον αποθνησκέτω, και το εκλείπον εκλιπέτω, και τα κατάλοιπα κατεσθιέτωσαν έκαστος τας σάρκας του πλησίον αυτού. 10 και λήψομαι την ράβδον μου τη καλήν και απορρίψω αυτήν του διασκεδάσαι την διαθήκην μου, ην διεθέμην προς πάντας τους λαούς. 11 και διασκεδασθήσεται εν τη ημέρα εκείνη, και γνώσονται οι Χαναναίοι τα πρόβατα τα φυλασσόμενα, διότι λόγος Κυρίου εστί. 12 και ερώ προς αυτούς· ει καλόν ενώπιον υμών εστι, δότε στήσαντες τον μισθόν μου ή απείπασθε· και έστησαν τον μισθόν μου τριάκοντα αργυρούς. 13 και είπε Κύριος προς με· κάθες αυτούς εις το χωνευτήριον, και σκέψαι ει δόκιμόν εστιν, ον τρόπον εδοκιμάσθην υπέρ αυτών. και έλαβον τους τριάκοντα αργυρούς και ενέβαλον αυτούς εις τον οίκον Κυρίου εις το χωνευτήριον. 14 και απέρριψα την ράβδον την δευτέραν, το Σχοίνισμα, του διασκεδάσαι την κατάσχεσιν ανά μέσον Ιούδα και ανά μέσον Ισραήλ.

 15 Και είπε Κύριος προς με· έτι λάβε σεαυτω σκεύη ποιμενικά ποιμένος απείρου, 16 διότι ιδού εγώ εξεγείρω ποιμένα επί την γην· το εκλιμπάνον ου μη επισκέψηται και το εσκορπισμένον ου μη ζητήση και το συντετριμμένον ου μη ιάσηται και το ολόκληρον ου μη κατευθύνη και τα κρέα των εκλεκτών καταφάγεται και τους αστραγάλους αυτών εκστρέψει. 17 ω οι ποιμαίνοντες τα μάταια και οι καταλελοιπότες τα πρόβατα· μάχαιρα επί τους βραχίονας αυτού και επί τον οφθαλμόν τον δεξιόν αυτού· ο βραχίων αυτού ξηραινόμενος ξηρανθήσεται, και ο οφθαλμός ο δεξιός αυτού εκτυφλούμενος εκτυφλωθήσεται.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΛΗΜΜΑ λόγου Κυρίου επί τον Ισραήλ· λέγει Κύριος εκτείνων ουρανόν και θεμελιών γην και πλάσσων πνεύμα ανθρώπου εν αυτω· 2 ιδού εγώ τίθημι την Ιερουσαλήμ ως πρόθυρα σαλευόμενα πάσι τοις λαοίς κύκλω, και εν τη Ιουδαία έσται περιοχή επί Ιερουσαλήμ. 3 και έσται εν τη ημέρα εκείνη θήσομαι την Ιερουσαλήμ λίθον καταπατούμενον πάσι τοις έθνεσι· πας ο καταπατών αυτήν εμπαίζων εμπαίξεται, και επισυναχθήσονται επ ‘ αυτήν πάντα τα έθνη της γης. 4 εν τη ημέρα εκείνη, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ίππον εν εκστάσει και τον αναβάτην αυτού εν παραφρονήσει, επί δε τον οίκον Ιούδα διανοίξω τους οφθαλμούς μου και πάντας τους ίππους των λαών πατάξω εν αποτυφλώσει. 5 και ερούσιν οι χιλίαρχοι Ιούδα εν ταις καρδίαις αυτών· ευρήσομεν εαυτοίς τους κατοικούντας Ιερουσαλήμ εν Κυρίω παντοκράτορι Θεω αυτών. 6 εν τη ημέρα εκείνη θήσομαι τους χιλιάρχους Ιούδα ως δαλόν πυρός εν ξύλοις και ως λαμπάδα πυρός εν καλάμη, και καταφάγονται εκ δεξιών και εξ ευωνύμων πάντας τους λαούς κυκλόθεν, και κατοικήσει Ιερουσαλήμ έτι καθ ‘ εαυτήν εν Ιερουσαλήμ. 7 και σώσει Κύριος τα σκηνώματα Ιούδα καθώς απ ‘ αρχής, όπως μη μεγαλύνηται καύχημα οίκου Δαυίδ και έπαρσις των κατοικούντων Ιερουσαλήμ επί τον Ιούδα. 8 και έσται εν τη ημέρα εκείνη υπερασπιεί Κύριος υπέρ των κατοικούντων Ιερουσαλήμ, και έσται ο ασθενών εν αυτοίς εν εκείνη τη ημέρα ως οίκος Δαυίδ, ο δε οίκος Δαυίδ ως οίκος Θεού, ως άγγελος Κυρίου ενώπιον αυτών. 9 και έσται εν τη ημέρα εκείνη ζητήσω του εξάραι πάντα τα έθνη τα ερχόμενα επί Ιερουσαλήμ. 10 και εκχεώ επί τον οίκον Δαυίδ και επί τους κατοικούντας Ιερουσαλήμ πνεύμα χάριτος και οικτιρμού, και επιβλέψονται προς με ανθ ‘ ων κατωρχήσαντο και κόψονται επ ‘ αυτόν κοπετόν, ως επ ‘ αγαπητω, και οδυνηθήσονται οδύνην ως επί τω πρωτοτόκω. 11 εν τη ημέρα εκείνη μεγαλυνθήσεται ο κοπετός εν Ιερουσαλήμ ως κοπετός ροώνος εν πεδίω εκκοπτομένου, 12 και κόψεται η γη κατά φυλάς φυλάς· φυλή οίκου Δαυίδ καθ ‘ εαυτήν και αι γυναίκες αυτών καθ ‘ εαυτάς, φυλή οίκου Νάθαν καθ ‘ εαυτήν και αι γυναίκες αυτών καθ ‘ εαυτάς, 13 φυλή οίκου Λευί καθ ‘ εαυτήν και αι γυναίκες αυτών καθ ‘ εαυτάς, φυλή του Συμεών καθ ‘ εαυτήν και αι γυναίκες αυτών καθ ‘ εαυτάς· 14 πάσαι αι υπολελειμμέναι φυλαί, φυλή καθ ‘ εαυτήν και αι γυναίκες αυτών καθ ‘ εαυτάς.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΕΝ τη ημέρα εκείνη έσται πας τόπος διανοιγόμενος τω οίκω Δαυίδ και τοις κατοικούσιν Ιερουσαλήμ εις την μετακίνησιν και εις τον χωρισμόν. 2 και έσται εν τη ημέρα εκείνη, λέγει Κύριος Σαβαώθ, εξολοθρεύσω τα ονόματα των ειδώλων από της γης, και ουκ έτι αυτών έσται μνεία· και τους ψευδοπροφήτας και το πνεύμα το ακάθαρτον εξαρώ από της γης. 3 και έσται εάν προφητεύση άνθρωπος έτι, και ερεί προς αυτόν ο πατήρ αυτού και η μήτηρ αυτού, οι γεννήσαντες αυτόν· ου ζήση, ότι ψευδή ελάλησας επ ‘ ονόματι Κυρίου· και συμποδιούσιν αυτόν ο πατήρ αυτού και η μήτηρ αυτού, οι γεννήσαντες αυτόν, εν τω προφητεύειν αυτόν. 4 και έσται εν τη ημέρα εκείνη καταισχυνθήσονται οι προφήται, έκαστος εκ της οράσεως αυτού, εν τω προφητεύειν αυτόν, και ενδύσονται δέρριν τριχίνην ανθ ‘ ων εψεύσαντο. 5 και ερεί· ουκ ειμί προφήτης εγώ, διότι άνθρωπος εργαζόμενος την γην εγώ ειμι, ότι άνθρωπος εγέννησέ με εκ νεότητός μου. 6 και ερώ προς αυτόν· τι αι πληγαί αύται αναμέσον των χειρών σου; και ερεί· ας επλήγην εν τω οίκω τω αγαπητω μου.

 7 Ρομφαία εξεγέρθητι επί τους ποιμένας μου και επί άνδρα πολίτην μου, λέγει Κύριος παντοκράτωρ· πατάξατε τους ποιμένας και εκσπάσατε τα πρόβατα, και επάξω την χείρά μου επί τους ποιμένας. 8 και έσται εν πάση τη γη, λέγει Κύριος, τα δύο μέρη αυτής εξολοθρευθήσεται και εκλείψει, το δε τρίτον υπολειφθήσεται εν αυτη· 9 και διάξω το τρίτον δια πυρός και πυρώσω αυτούς, ως πυρούται το αργύριον, και δοκιμώ αυτούς, ως δοκιμάζεται το χρυσίον· αυτός επικαλέσεται το όνομά μου, καγώ επακούσομαι αυτω και ερώ· λαός μου ούτός εστι, και αυτός ερεί, Κύριος ο Θεός μου.

 ΖΑΧΑΡΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΙΔΟΥ ημέραι έρχονται Κυρίου, και διαμερισθήσονται τα σκύλά σου εν σοί. 2 και επισυνάξω πάντα τα έθνη επί Ιερουσαλήμ εις πόλεμον, και αλώσεται η πόλις, και διαρπαγήσονται αι οικίαι, και αι γυναίκες μολυνθήσονται, και εξελεύσεται το ήμισυ της πόλεως εν αιχμαλωσία, οι δε κατάλοιποι του λαού μου ου μη εξολοθρευθώσιν εκ της πόλεως. 3 και εξελεύσεται Κύριος και παρατάξεται εν τοις έθνεσιν εκείνοις καθώς ημέρα παρατάξεως αυτού εν ημέρα πολέμου. 4 και στήσονται οι πόδες αυτού εν τη ημέρα εκείνη επί το όρος των ελαιών το κατέναντι Ιερουσαλήμ εξ ανατολών· και σχισθήσεται το όρος των ελαιών, το ήμισυ αυτού προς ανατολάς και το ήμισυ προς θάλασσαν, χάος μέγα σφόδρα. και κλινεί το ήμισυ του όρους προς τον βορράν και το ήμισυ αυτού προς νότον. 5 και εμφραχθήσεται η φάραγξ των ορέων μου, και εγκολληθήσεται φάραγξ ορέων έως Ιασόλ και εμφραχθήσεται καθώς ενεφράγη εν ταις ημέραις του συσσεισμού, εν ημέραις ‘Οζίου βασιλέως Ιούδα· και ήξει Κύριος ο Θεός μου και πάντες οι άγιοι μετ ‘ αυτού. 6 και έσται εν εκείνη τη ημέρα ουκ έσται φως και ψύχος και πάγος· 7 έσται μίαν ημέραν, και η ημέρα εκείνη γνωστή τω Κυρίω, και ουχ ημέρα και ου νύξ, και προς εσπέραν έσται φως. 8 και εν τη ημέρα εκείνη εξελεύσεται ύδωρ ζων εξ Ιερουσαλήμ, το ήμισυ αυτού εις την θάλασσαν την πρώτην και το ήμισυ αυτού εις την θάλασσαν την εσχάτην, και εν θέρει και εν έαρι έσται ούτως. 9 και έσται Κύριος εις βασιλέα επί πάσαν την γην· εν τη ημέρα εκείνη έσται Κύριος εις και το όνομα αυτού εν. 10 κυκλών πάσαν την γην και την έρημον από Γαβέ έως Ρεμμών κατά νότον Ιερουσαλήμ· Ραμά δε επί τόπου μενεί από της πύλης Βενιαμίν έως του τόπου της πύλης της πρώτης, έως της πύλης των γωνιών και έως του πύργου Αναμεήλ, έως των υποληνίων του βασιλέως. 11 κατοικήσουσιν εν αυτη, και ανάθεμα ουκ έσται έτι και κατοικήσει Ιερουσαλήμ πεποιθότως.

 12 Και αύτη έσται η πτώσις, ην κόψει Κύριος πάντας τους λαούς, όσοι επεστράτευσαν επί Ιερουσαλήμ· τακήσονται αι σάρκες αυτών εστηκότων αυτών επί τους πόδας αυτών, και οι οφθαλμοί αυτών ρυήσονται εκ των οπών αυτών, και η γλώσσα αυτών τακήσεται εν τω στόματι αυτών. 13 και έσται εν τη ημέρα εκείνη έκστασις Κυρίου μεγάλη επ ‘ αυτούς, και επιλήψονται έκαστος της χειρός του πλησίον αυτού, και συμπλακήσεται η χείρ αυτού προς την χείρα του πλησίον αυτού. 14 και ο Ιούδας παρατάξεται εν Ιερουσαλήμ και συνάξει την ισχύν πάντων των λαών κυκλόθεν, χρυσίον και αργύριον και ιματισμόν εις πλήθος σφόδρα. 15 και αύτη έσται η πτώσις των ίππων και των ημιόνων και των καμήλων και των όνων και πάντων των κτηνών των όντων εν ταις παρεμβολαίς εκείναις κατά την πτώσιν ταύτην. 16 και έσται όσοι εάν καταλειφθώσιν εκ πάντων των εθνών των ελθόντων επί Ιερουσαλήμ, και αναβήσονται κατ ‘ ενιαυτόν του προσκυνήσαι τω βασιλεί Κυρίω παντοκράτορι και του εορτάζειν την εορτήν της σκηνοπηγίας. 17 και έσται όσοι εάν μη αναβώσιν εκ πασών των φυλών της γης εις Ιερουσαλήμ του προσκυνήσαι τω βασιλεί Κυρίω παντοκράτορι, και ούτοι εκείνοις προστεθήσονται. 18 εάν δε φυλή Αιγύπτου μη αναβή μηδέ έλθη εκεί, και επί τούτους έσται η πτώσις, ην πατάξει Κύριος πάντα τα έθνη, όσα εάν μη αναβή του εορτάσαι την εορτήν της σκηνοπηγίας. 19 αύτη έσται η αμαρτία Αιγύπτου και η αμαρτία πάντων των εθνών, όσα αν μη αναβή εορτάσαι την εορτήν της σκηνοπηγίας. 20 εν τη ημέρα εκείνη έσται το επί τον χαλινόν του ίππου άγιον τω Κυρίω παντοκράτορι, και έσονται οι λέβητες εν τω οίκω Κυρίου ως φιάλαι προ προσώπου του θυσιαστηρίου. 21 και έσται πας λέβης εν Ιερουσαλήμ και εν τω Ιούδα άγιον τω Κυρίω παντοκράτορι· και ήξουσι πάντες οι θυσιάζοντες και λήψονται εξ αυτών και εψήσουσιν εν αυτοίς. και ουκ έσται Χαναναίος ουκέτι εν τω οίκω Κυρίου παντοκράτορος εν τη ημέρα εκείνη.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.