Τρίτη, 27 Νοεμβρίου 2012

Μαλαχίας




ΜΑΛΑΧΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΛΗΜΜΑ λόγου Κυρίου επί τον Ισραήλ εν χειρί αγγέλου αυτού· θέσθε δη επί τας καρδίας υμών.

 2 ‘Ηγάπησα υμάς, λέγει Κύριος. και είπατε· εν τίνι ηγάπησας ημάς; ουκ αδελφός ην Ησαύ του Ιακώβ; λέγει Κύριος, και ηγάπησα τον Ιακώβ, 3 τον δε Ησαύ εμίσησα και έταξα τα όρια αυτού εις αφανισμόν και την κληρονομίαν αυτού εις δώματα ερήμου; 4 διότι ερεί η Ιδουμαία· κατέστραπται, και επιστρέψωμεν και ανοικοδομήσωμεν τας ερήμους. τάδε λέγει Κύριος παντοκράτωρ· αυτοί οικοδομήσουσι, και εγώ καταστρέψω· και επικληθήσεται αυτοίς όρια ανομίας και λαός εφ ‘ ον παρατέτακται Κύριος έως αιώνος. 5 και οι οφθαλμοί υμών όψονται, και υμείς ερείτε· εμεγαλύνθη Κύριος υπεράνω των ορίων του Ισραήλ.


 6 Υιος δοξάζει πατέρα και δούλος τον κύριον αυτού. και ει πατήρ ειμι εγώ, που εστιν η δόξα μου; και ει Κύριός ειμι εγώ, που εστιν ο φόβος μου; λέγει Κύριος παντοκράτωρ. υμείς οι ιερείς οι φαυλίζοντες το όνομά μου· και είπατε· εν τίνι εφαυλίσαμεν το όνομά σου; 7 προσάγοντες προς το θυσιαστήριόν μου άρτους ηλισγημένους, και είπατε· εν τίνι ηλισγήσαμεν αυτούς; εν τω λέγειν υμάς· τράπεζα Κυρίου ηλισγημένη εστί και τα επιτιθέμενα εξουδενώσατε. 8 διότι εάν προσαγάγητε τυφλόν εις θυσίας, ου κακόν; και εάν προσαγάγητε χωλόν ή άρρωστον, ου κακόν; προσάγαγε δη αυτω τω ηγουμένω σου, ει προσδέξεται αυτό, ει λήψεται πρόσωπόν σου, λέγει Κύριος παντοκράτωρ. 9 και νυν εξιλάσκεσθε το πρόσωπον του Θεού υμών και δεήθητε αυτού· εν χερσίν υμών γέγονε ταύτα· ει λήψομαι εξ υμών πρόσωπα υμών; λέγει Κύριος παντοκράτωρ. 10 διότι και εν υμίν συγκλεισθήσονται θύραι, και ουκ ανάψεται το θυσιαστήριόν μου δωρεάν· ουκ έστι μου θέλημα εν υμίν, λέγει Κύριος παντοκράτωρ, και θυσίαν ου προσδέξομαι εκ των χειρών υμών. 11 διότι από ανατολών ηλίου έως δυσμών το όνομά μου δεδόξασται εν τοις έθνεσι, και εν παντί τόπω θυμίαμα προσάγεται τω ονόματί μου και θυσία καθαρά, διότι μέγα το όνομά μου εν τοις έθνεσι, λέγει Κύριος παντοκράτωρ. 12 υμείς δε βεβηλούτε αυτό εν τω λέγειν υμάς· τράπεζα Κυρίου ηλισγημένη εστί, και τα επιτιθέμενα εξουδένωται βρώματα αυτού. 13 και είπατε· ταύτα εκ κακοπαθείας εστί, και εξεφύσησα αυτά, λέγει Κύριος παντοκράτωρ· και εισεφέρετε αρπάγματα και τα χωλά και τα ενοχλούμενα· και εάν φέρητε την θυσίαν, ει προσδέξομαι αυτά εκ των χειρών υμών; λέγει Κύριος παντοκράτωρ. 14 και επικατάρατος ος ην δυνατός και υπήρχεν εν τω ποιμνίω αυτού άρσεν και ευχή αυτού επ ‘ αυτω και θύει διεφθαρμένον τω Κυρίω· διότι βασιλεύς μέγας εγώ ειμι, λέγει Κύριος παντοκράτωρ, και το όνομά μου επιφανές εν τοις έθνεσι.

 ΜΑΛΑΧΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΚΑΙ νυν η εντολή αύτη προς υμάς, οι ιερείς· 2 εάν μη ακούσητε, και εάν μη θήσθε εις την καρδίαν υμών του δούναι δόξαν τω ονόματί μου, λέγει Κύριος παντοκράτωρ, και εξαποστελώ εφ ‘ υμάς την κατάραν και επικαταράσομαι την ευλογίαν υμών και καταράσομαι αυτήν· και διασκεδάσω την ευλογίαν υμών, και ουκ έσται εν υμίν, ότι υμείς ου τίθεσθε εις την καρδίαν υμών. 3 ιδού εγώ αφορίζω υμίν τον ώμον και σκορπιώ ένυστρον επί τα πρόσωπα υμών, ένυστρον εορτών υμών, και λήψομαι υμάς εις το αυτό· 4 και επιγνώσεσθε διότι εγώ εξαπέσταλκα προς υμάς την εντολήν ταύτην του είναι την διαθήκην μου προς τους Λευίτας, λέγει Κύριος παντοκράτωρ. 5 η διαθήκη μου ην μετ ‘ αυτού της ζωής και της ειρήνης, και έδωκα αυτω εν φόβω φοβείσθαί με και από προσώπου ονόματός μου στέλλεσθαι αυτόν. 6 νόμος αληθείας ην εν τω στόματι αυτού, και αδικία ουχ ευρέθη εν χείλεσιν αυτού· εν ειρήνη κατευθύνων επορεύθη μετ ‘ εμού και πολλούς επέστρεψεν από αδικίας. 7 ότι χείλη ιερέως φυλάξεται γνώσιν, και νόμον εκζητήσουσιν εκ στόματος αυτού, διότι άγγελος Κυρίου παντοκράτορός εστιν. 8 υμείς δε εξεκλίνατε εκ της οδού και ησθενήσατε πολλούς εν νόμω, διεφθείρατε την διαθήκην του Λευί, λέγει Κύριος παντοκράτωρ. 9 καγώ δέδωκα υμάς εξουδενουμένους και απερριμμένους εις πάντα τα έθνη, ανθ ‘ ων υμείς ουκ εφυλάξασθε τας οδούς μου, αλλά ελαμβάνετε πρόσωπα εν νόμω.

 10 Ουχί πατήρ εις πάντων υμών; ουχί Θεός εις έκτισεν υμάς; τι ότι εγκατέλιπε έκαστος τον αδελφόν αυτού του βεβηλώσαι την διαθήκην των πατέρων υμών; 11 εγκατελείφθη Ιούδας, και βδέλυγμα εγένετο εν τω Ισραήλ και εν Ιερουσαλήμ, διότι εβεβήλωσεν Ιούδας τα άγια Κυρίου, εν οίς ηγάπησε, και επετήδευσεν εις θεούς αλλοτρίους. 12 εξολοθρεύσει Κύριος τον άνθρωπον τον ποιούντα ταύτα, έως και ταπεινωθή εκ σκηνωμάτων Ιακώβ και εκ προσαγόντων θυσίαν τω Κυρίω παντοκράτορι. 13 και ταύτα, α εμίσουν, εποιείτε· εκαλύπτετε δάκρυσι το θυσιαστήριον Κυρίου και κλαυθμω και στεναγμω εκ κόπων. έτι άξιον επιβλέψαι εις θυσίαν ή λαβείν δεκτόν εκ των χειρών υμών; 14 και είπατε· ένεκεν τίνος; ότι Κύριος διεμαρτύρατο αναμέσον σου και αναμέσον γυναικός νεότητός σου, ην εγκατέλιπες, και αύτη κοινωνός σου και γυνή διαθήκης σου. 15 και ουκ άλλος εποίησε, και υπόλειμμα πνεύματος αυτού. και είπατε· τι άλλο αλλ ‘ ή σπέρμα ζητεί ο Θεός; και φυλάξασθε εν τω πνεύματι υμών, και γυναίκα νεότητός σου μη εγκαταλίπης· 16 αλλά εάν μισήσας εξαποστείλης, λέγει Κύριος ο Θεός του Ισραήλ, και καλύψει ασέβεια επί τα ενθυμήματά σου, λέγει Κύριος παντοκράτωρ. και φυλάξασθε εν τω πνεύματι υμών και ου μη εγκαταλίπητε. - 17 Οι παροξύναντες τον Θεόν εν τοις λόγοις υμών και είπατε· εν τίνι παρωξύναμεν αυτόν; εν τω λέγειν υμάς· πας ποιών πονηρόν, καλόν ενώπιον Κυρίου, και εν αυτοίς αυτός ευδόκησε· και που εστιν ο Θεός της δικαιοσύνης;

 ΜΑΛΑΧΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΙΔΟΥ εγώ εξαποστέλλω τον άγγελόν μου, και επιβλέψεται οδόν προ προσώπου μου, και εξαίφνης ήξει εις τον ναόν εαυτού Κύριος, ον υμείς ζητείτε, και ο άγγελος της διαθήκης, ον υμείς θέλετε· ιδού έρχεται, λέγει Κύριος παντοκράτωρ. 2 και τις υπομενεί ημέραν εισόδου αυτού; ή τις υποστήσεται εν τη οπτασία αυτού; διότι αυτός εισπορεύεται ως πυρ χωνευτηρίου και ως ποιά πλυνόντων. 3 και καθιείται χωνεύων και καθαρίζων ως το αργύριον και ως το χρυσίον· και καθαρίσει τους υιούς Λευί και χεεί αυτούς ωσπερ το χρυσίον και το αργύριον· και έσονται τω Κυρίω προσάγοντες θυσίαν εν δικαιοσύνη. 4 και αρέσει τω Κυρίω θυσία Ιούδα και Ιερουσαλήμ, καθώς αι ημέραι του αιώνος και καθώς τα έτη τα έμπροσθεν. 5 και προσάξω προς υμάς εν κρίσει και έσομαι μάρτυς ταχύς επί τας φαρμακούς και επί τας μοιχαλίδας και επί τους ομνύοντας τω ονόματί μου επί ψεύδει και επί τους αποστερούντας μισθόν μισθωτού και τους καταδυναστεύοντας χήραν και τους κονδυλίζοντας ορφανούς και τους εκκλίνοντας κρίσιν προσηλύτου και τους μη φοβουμένους με, λέγει Κύριος παντοκράτωρ.

 6 Διότι εγώ Κύριος ο Θεός υμών, και ουκ ηλλοίωμαι· 7 και υμείς οι υιοί Ιακώβ ουκ απέχεσθε από των αδικιών των πατέρων υμών, εξεκλίνατε νόμιμά μου και ουκ εφυλάξασθε. επιστρέψατε προς με, και επιστραφήσομαι προς υμάς, λέγει Κύριος παντοκράτωρ. και είπατε· εν τίνι επιστρέψομεν; 8 μήτι πτερνιεί άνθρωπος Θεόν; διότι υμείς πτερνίζετέ με. και ερείτε· εν τίνι επτερνίσαμέν σε; ότι τα επιδέκατα και αι απαρχαί μεθ ‘ υμών εισι· 9 και αποβλέποντες υμείς αποβλέπετε, και εμέ υμείς πτερνίζετε· το έτος συνετελέσθη. 10 και εισηνέγκατε πάντα τα εκφόρια εις τους θησαυρούς, και έσται η διαρπαγή αυτού εν τω οίκω αυτού. επιστρέψατε δη εν τούτω, λέγει Κύριος παντοκράτωρ, εάν μη ανοίξω υμίν τους καταρράκτας του ουρανού και εκχεώ την ευλογίαν μου υμίν έως του ικανωθήναι. 11 και διαστελώ υμίν εις βρώσιν και ου μη διαφθείρω υμών τον καρπόν της γης, και ου μη ασθενήση υμών η άμπελος η εν τω αγρω, λέγει Κύριος παντοκράτωρ. 12 και μακαριούσιν υμάς πάντα τα έθνη, διότι έσεσθε υμείς γη θελητή, λέγει Κύριος παντοκράτωρ.

 13 Εβαρύνατε επ ‘ εμέ τους λόγους υμών, λέγει Κύριος, και είπατε· εν τίνι κατελαλήσαμεν κατά σου; 14 είπατε· μάταιος ο δουλεύων Θεω, και τι πλέον ότι εφυλάξαμεν τα φυλάγματα αυτού και διότι επορεύθημεν ικέται προ προσώπου Κυρίου παντοκράτορος; 15 και νυν ημείς μακαρίζομεν αλλοτρίους, και ανοικοδομούνται πάντες ποιούντες άνομα και αντέστησαν τω Θεω και εσώθησαν. 16 ταύτα κατελάλησαν οι φοβούμενοι τον Κύριον, έκαστος προς τον πλησίον αυτού· και προσέσχε Κύριος και εισήκουσε και έγραψε βιβλίον μνημοσύνου ενώπιον αυτού τοις φοβουμένοις τον Κύριον και ευλαβουμένοις το όνομα αυτού. 17 και έσονταί μοι, λέγει Κύριος παντοκράτωρ, εις ημέραν, ην εγώ ποιώ εις περιποίησιν, και αιρετιώ αυτούς ον τρόπον αιρετίζει άνθρωπος τον υιόν αυτού τον δουλεύοντα αυτω. 18 και επιστραφήσεσθε και όψεσθε αναμέσον δικαίου και αναμέσον ανόμου και αναμέσον του δουλεύοντος Θεω και του μη δουλεύοντος.

 ΜΑΛΑΧΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ (Μασ. γ 1 19-24)

ΔΙΟΤΙ ιδού ημέρα Κυρίου έρχεται καιομένη ως κλίβανος και φλέξει αυτούς, και έσονται πάντες οι αλλογενείς και πάντες οι ποιούντες άνομα καλάμη, και ανάψει αυτούς η ημέρα η ερχομένη, λέγει Κύριος παντοκράτωρ, και ου μη υπολειφθή εξ αυτών ρίζα ουδέ κλήμα. 2 και ανατελεί υμίν τοις φοβουμένοις το όνομά μου ήλιος δικαιοσύνης και ίασις εν ταις πτέρυξιν αυτού, και εξελεύσεσθε και σκιρτήσετε ως μοσχάρια εκ δεσμών ανειμένα. 3 και καταπατήσετε ανόμους, διότι έσονται σποδός υποκάτω των ποδών υμών εν τη ημέρα, ή εγώ ποιώ, λέγει Κύριος παντοκράτωρ. 4 και ιδού εγώ αποστελώ υμίν ‘Ηλίαν τον Θεσβίτην, πριν ή ελθείν την ημέραν Κυρίου την μεγάλην και επιφανή, 5 ος αποκαταστήσει καρδίαν πατρός προς υιόν και καρδίαν ανθρώπου προς τον πλησίον αυτού, μη ελθών πατάξω την γην άρδην. 6 μνήσθητι νόμου Μωσή του δούλου μου, καθότι ενετειλάμην αυτω εν Χωρήβ προς πάντα τον Ισραήλ προστάγματα και δικαιώματα.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.