Τρίτη, 27 Νοεμβρίου 2012

Ησαίας




ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΟΡΑΣΙΣ, ην είδεν Ησαϊας υιος Αμώς, ην είδε κατά της Ιουδαίας και κατά Ιερουσαλήμ εν βασιλεία ‘Οζίου και Ιωάθαμ και Άχαζ και Εζεκίου, οί εβασίλευσαν της Ιουδαίας.

 2 Άκουε ουρανέ και ενωτίζου γη, ότι Κύριος ελάλησεν· υιούς εγέννησα και ύψωσα, αυτοί δε με ηθέτησαν. 3 έγνω βούς τον κτησάμενον και όνος την φάτνην του κυρίου αυτού· Ισραήλ δε με ουκ έγνω και ο λαός με ου συνήκεν. 4 ουαί έθνος αμαρτωλόν, λαός πλήρης αμαρτιών, σπέρμα πονηρόν, υιοί άνομοι· εγκατελίπατε τον Κύριον και παρωργίσατε τον άγιον του Ισραήλ. 5 τι έτι πληγήτε προστιθέντες ανομίαν; πάσα κεφαλή εις πόνον και πάσα καρδία εις λύπην. 6 από ποδών έως κεφαλής ουκ έστιν εν αυτω ολοκληρία, ούτε τραύμα ούτε μώλωψ ούτε πληγή φλεγμαίνουσα· ουκ έστιν μάλαγμα επιθήναι ούτε έλαιον ούτε καταδέσμους. 7 η γη υμών έρημος, αι πόλεις υμών πυρίκαυστοι· την χώραν υμών ενώπιον υμών αλλότριοι κατεσθίουσι αυτήν, και ηρήμωται κατεστραμμένη υπό λαών αλλοτρίων. 8 εγκαταλειφθήσεται η θυγάτηρ Σιών ως σκηνή εν αμπελώνι και ως
οπωροφυλάκιον εν σικυηράτω, ως πόλις πολιορκουμένη· 9 και ει μη Κύριος σαβαώθ εγκατέλιπεν ημίν σπέρμα, ως Σόδομα αν εγενήθημεν και ως Γόμορρα αν ωμοιώθημεν. - 10 Ακούσατε λόγον Κυρίου, άρχοντες Σοδόμων· προσέχετε νόμον Θεού λαός Γομόρρας. 11 τι μοι πλήθος των θυσιών υμών; λέγει Κύριος· πλήρης ειμί ολοκαυτωμάτων κριών, και στέαρ αρνών και αίμα ταύρων και τράγων ου βούλομαι, 12 ουδέ αν έρχησθε οφθήναι μοι. τις γαρ εξεζήτησε ταύτα εκ των χειρών υμών; πατείν την αυλήν μου 13 ου προσθήσεσθαι· εάν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί εστι· τας νουμηνίας υμών και τα σάββατα και ημέραν μεγάλην ουκ ανέχομαι· νηστείαν και αργίαν 14 και τας νουμηνίας υμών και τας εορτάς υμών μισεί η ψυχή μου· εγενήθητέ μοι εις πλησμονήν, ουκέτι ανήσω τας αμαρτίας υμών. 15 όταν εκτείνητε τας χείρας υμών προς με, αποστρέψω τους οφθαλμούς μου αφ ‘ υμών, και εάν πληθύνητε την δέησιν, ουκ εισακούσομαι υμών· αι γαρ χείρες υμών αίματος πλήρεις. 16 λούσασθε και καθαροί γίνεσθε, αφέλετε τας πονηρίας από των ψυχών υμών απέναντι των οφθαλμών μου, παύσασθε από των πονηριών υμών, 17 μάθετε καλόν ποιείν, εκζητήσατε κρίσιν, ρύσασθε αδικούμενον, κρίνατε ορφανω και δικαιώσατε χήραν· 18 και δεύτε διαλεχθώμεν, λέγει Κύριος· και εάν ώσιν αι αμαρτίαι υμών ως φοινικούν, ως χιόνα λευκανώ, εάν δε ώσιν ως κόκκινον, ως έριον λευκανώ. 19 και εάν θέλητε και εισακούσητέ μου, τα αγαθά της γης φάγεσθε· 20 εάν δε μη θέλητε, μηδέ εισακούσητέ μου, μάχαιρα υμάς κατέδεται· το γαρ στόμα Κυρίου ελάλησε ταύτα.

 21 Πως εγένετο πόρνη πόλις πιστή Σιών, πλήρης κρίσεως, εν ή δικαιοσύνη εκοιμήθη εν αυτη, νυν δε φονευταί. 22 το αργύριον υμών αδόκιμον· οι κάπηλοί σου μίσγουσι τον οίνον ύδατι· 23 οι άρχοντές σου απειθούσι, κοινωνοί κλεπτών αγαπώντες δώρα, διώκοντες ανταπόδομα, ορφανοίς ου κρίνοντες και κρίσιν χηρών ου προσέχοντες. 24 δια τούτο τάδε λέγει Κύριος ο δεσπότης σαβαώθ, ο δυνάστης του Ισραήλ· ουαί τοις ισχύουσιν εν Ιερουσαλήμ· ου παύσεται γαρ μου ο θυμός εν τοις υπεναντίοις, και κρίσιν εκ των εχθρών μου ποιήσω. 25 και επάξω την χείρά μου επί σε και πυρώσω σε εις καθαρόν, τους δε απειθούντας απολέσω και αφελώ πάντας ανόμους από σου και πάντας υπηφάνους ταπεινώσω. 26 και επιστήσω τους κριτάς σου ως το πρότερον και τους συμβούλους σου ως το απ ‘ αρχής· και μετά ταύτα κληθήση πόλις δικαιοσύνης, μητρόπολις πιστή Σιών. 27 μετά γαρ κρίματος σωθήσεται η αιχμαλωσία αυτής και μετά ελεημοσύνης. 28 και συντριβήσονται οι άνομοι και οι αμαρτωλοί άμα, και οι εγκαταλιπόντες τον Κύριον συντελεσθήσονται. 29 διότι αισχυνθήσονται εν τοις ειδώλοις αυτών, α αυτοί ηβούλοντο, και επαισχυνθήσονται επί τοις κήποις αυτών, α επεθύμησαν. 30 έσονται γαρ ως τερέβινθος αποβεβληκυία τα φύλλα και ως παράδεισος ύδωρ μη έχων· 31 και έσται η ισχύς αυτών ως καλάμη στιππύου και αι εργασίαι αυτών ως σπινθήρες πυρός, και κατακαυθήσονται οι άνομοι και οι αμαρτωλοί άμα, και ουκ έσται ο σβέσων.

ΗΣΑΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ Β

 1 Ο λόγος ο γενόμενος παρά Κυρίου προς Ησαϊαν υιόν Αμώς περί της Ιουδαίας και περί Ιερουσαλήμ.

 2 Ότι έσται εν ταις εσχάταις ημέραις εμφανές το όρος Κυρίου και ο οίκος του Θεού επ ‘ άκρων των ορέων και υψωθήσεται υπεράνω των βουνών· και ήξουσιν επ ‘ αυτό πάντα τα έθνη, 3 και πορεύσονται έθνη πολλά και ερούσι· δεύτε και αναβώμεν εις το όρος Κυρίου και εις τον οίκον του Θεού Ιακώβ, και αναγγελεί ημίν την οδόν αυτού, και πορευσόμεθα εν αυτη· εκ γαρ Σιών εξελεύσεται νόμος και λόγος Κυρίου εξ Ιερουσαλήμ. 4 και κρινεί αναμέσον των εθνών και ελέγξει λαόν πολύν, και συγκόψουσι τας μαχαίρας αυτών εις άροτρα και τας ζιβύνας αυτών εις δρέπανα, και ου λήψεται έθνος επ ‘ έθνος μάχαιραν, και ου μη μάθωσιν έτι πολεμείν. - 5 Και νυν, ο οίκος Ιακώβ, δεύτε πορευθώμεν τω φωτί Κυρίου. 6 ανήκε γαρ τον λαόν αυτού τον οίκον του Ισραήλ, ότι ενεπλήσθη ως το απ ‘ αρχής η χώρα αυτών κληδονισμών, ως η των αλλοφύλων, και τέκνα πολλά αλλόφυλα εγενήθη αυτοίς. 7 ενεπλήσθη γαρ η χώρα αυτών αργυρίου και χρυσίου, και ουκ ην αριθμός των θησαυρών αυτών· και ενεπλήσθη η γη ίππων, και ουκ ην αριθμός των αρμάτων αυτών· 8 και ενεπλήσθη η γη βδελυγμάτων των έργων των χειρών αυτών, και προσεκύνησαν, οίς εποίησαν οι δάκτυλοι αυτών· 9 και έκυψεν άνθρωπος, και εταπεινώθη ανήρ, και ου μη ανήσω αυτούς. 10 και νυν εισέλθετε εις τας πέτρας και κρύπτεσθε εις την γην από προσώπου του φόβου Κυρίου και από της δόξης της ισχύος αυτού, όταν αναστη θραύσαι την γην. 11 οι γαρ οφθαλμοί Κυρίου υψηλοί, ο δε άνθρωπος ταπεινός· και ταπεινωθήσεται το ύψος των ανθρώπων, και υψωθήσεται Κύριος μόνος εν τη ημέρα εκείνη. 12 ημέρα γαρ Κυρίου σαβαώθ επί πάντα υβριστήν και υπερήφανον και επί πάντα υψηλόν και μετέωρον, και ταπεινωθήσονται, 13 και επί πάσαν κέδρον του Λιβάνου των υψηλών και μετεώρων και επί παν δένδρον βαλάνου Βασάν 14 και επί παν υψηλόν όρος και επί πάντα βουνόν υψηλόν 15 και επί πάντα πύργον υψηλόν και επί παν τείχος υψηλόν 16 και επί παν πλοίον θαλάσσης και επί πάσαν θέαν πλοίων κάλλους. 17 και ταπεινωθήσεται πας άνθρωπος, και πεσείται ύψος ανθρώπων, και υψωθήσεται Κύριος μόνος εν τη ημέρα εκείνη. 18 και τα χειροποίητα πάντα κατακρύψουσιν, 19 εισενέγκαντες εις τα σπήλαια και εις τας σχισμάς των πετρών και εις τας τρώγλας της γης από προσώπου του φόβου Κυρίου και από της δόξης της ισχύος αυτού, όταν αναστη θραύσαι την γην. 20 τη γαρ ημέρα εκείνη εκβαλεί άνθρωπος τα βδελύγματα αυτού τα αργυρά και τα χρυσά, α εποίησαν προσκυνείν, τοις ματαίοις και ταις νυκτερίσι, 21 του εισελθείν εις τας τρώγλας της στερεάς πέτρας και εις τας σχισμάς των πετρών από προσώπου του φόβου Κυρίου και από της δόξης της ισχύος αυτού, όταν αναστη θραύσαι την γην.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΙΔΟΥ δη ο δεσπότης Κύριος σαβαώθ αφελεί από της Ιουδαίας και από Ιερουσαλήμ ισχύοντα και ισχύουσαν, ισχύν άρτου και ισχύν ύδατος, 2 γίγαντα και ισχύοντα και άνθρωπον πολεμιστήν και δικαστήν και προφήτην και στοχαστήν και πρεσβύτερον 3 και πεντηκόνταρχον και θαυμαστόν σύμβουλον και σοφόν αρχιτέκτονα και συνετόν ακροατήν· 4 και επιστήσω νεανίσκους άρχοντας αυτών, και εμπαίκται κυριεύσουσιν αυτών. 5 και συμπεσείται ο λαός, άνθρωπος προς άνθρωπον και άνθρωπος προς τον πλησίον αυτού· πρσκόψει το παιδίον προς τον πρεσβύτην, ο άτιμος προς τον έντιμον. 6 ότι επιλήψεται άνθρωπος του αδελφού αυτού ή του οικείου του πατρός αυτού λέγων· ιμάτιον έχεις, αρχηγός ημών γενού, και το βρώμα το εμόν υπό σε έστω. 7 και αποκριθείς εν τη ημέρα εκείνη ερεί· ουκ έσομαί σου αρχηγός· ου γαρ έστιν εν τω οίκω μου άρτος, ουδέ ιμάτιον· ουκ έσομαι αρχηγός του λαού τούτου. 8 ότι αινείται Ιερουσαλήμ, και η Ιουδαία συμπέπτωκε, και αι γλώσσαι αυτών μετά ανομίας, τα προς Κύριον απειθούντες· διότι νυν εταπεινώθη η δόξα αυτών, 9 και η αισχύνη του προσώπου αυτών αντέστη αυτοίς· την δε αμαρτίαν αυτών ως Σοδόμων ανήγγειλαν και ενεφάνισαν. ουαί τη ψυχή αυτών, διότι βεβούλευνται βουλήν πονηράν καθ ‘ εαυτών 10 ειπόντες· δήσωμεν τον δίκαιον, ότι δύσχρηστος ημίν εστι· τοίνυν τα γεννήματα των έργων αυτών φάγονται. 11 ουαί τω ανόμω· πονηρά κατά τα έργα των χειρών αυτού συμβήσεται αυτω. 12 λαός μου, οι πράκτορες υμών καλαμώνται υμάς, και οι απαιτούντες κυριεύουσιν υμών· λαός μου, οι μακαρίζοντες υμάς πλανώσιν υμάς και τον τρίβον των ποδών υμών ταράσσουσιν. 13 αλλά νυν καταστήσεται εις κρίσιν Κύριος και στήσει εις κρίσιν τον λαόν αυτού· 14 αυτός Κύριος εις κρίσιν ήξει μετά των πρεσβυτέρων του λαού και μετά των αρχόντων αυτού. υμείς δε τι ενεπυρίσατε τον αμπελώνά μου και η αρπαγή του πτωχού εν τοις οίκοις υμών; 15 τι υμείς αδικείτε τον λαόν μου και το πρόσωπον των πτωχών καταισχύνετε;

 16 Τάδε λέγει Κύριος· ανθ ‘ ων υψώθησαν αι θυγατέρες και επορεύθησαν υψηλω τραχήλω και εν νεύμασιν οφθαλμών και τη πορεία των ποδών άμα σύρουσαι τους χιτώνας και τοις ποσίν άμα παίζουσαι, 17 και ταπεινώσει ο Θεός αρχούσας θυγατέρας Σιών, και Κύριος αποκαλύψει το σχήμα αυτών 18 εν τη ημέρα εκείνη και αφελεί Κύριος την δόξαν του ιματισμού αυτών και τους κόσμους αυτών και τα εμπλόκια και τους κοσύμβους και τους μηνίσκους 19 και το κάθεμα και τον κόσμον του προσώπου αυτών 20 και την σύνθεσιν του κόσμου της δόξης και τους χλιδώνας, και τα ψέλια και το εμπλόκιον και τα περιδέξια και τους δακτυλίους και τα ενώτια 21 και τα περιπόρφυρα και τα μεσοπόρφυρα 22 και τα επιβλήματα τα κατά την οικίαν και τα διαφανή Λακωνικά 23 και τα βύσσινα και τα υακίνθινα και τα κόκκινα και την βύσσον, συν χρυσω και υακίνθω συγκαθυφασμένα και θέριστρα κατάκλιτα. 24 και έσται αντί οσμής ηδείας κονιορτός, και αντί ζώνης σχοινίω ζώση και αντί του κόσμου της κεφαλής του χρυσίου φαλάκρωμα έξεις δια τα έργα σου και αντί του χιτώνος του μεσοπορφύρου περιζώση σάκκον.

 25 και ο υιος σου ο κάλλιστος, ον αγαπάς, μαχαίρα πεσείται, και οι ισχύοντες υμών μαχαίρα πεσούνται. Και ταπεινωθήσονται 26 και πενθήσουσιν αι θήκαι του κόσμου υμών, και καταλειφθήση μόνη και εις την γην εδαφισθήση.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΚΑΙ επιλήψονται επτά γυναίκες ανθρώπου ενός λέγουσαι· τον άρτον ημών φαγόμεθα και τα ιμάτια ημών περιβαλούμεθα πλήν το όνομα το σόν κεκλήσθω εφ ‘ ημάς, άφελε τον ονειδισμόν ημών. - 2 Τη δε ημέρα εκείνη επιλάμψει ο Θεός εν βουλή μετά δόξης επί της γης του υψώσαι και δοξάσαι το καταλειφθέν του Ισραήλ· 3 και έσται το υπολειφθέν εν Σιών, και το καταλειφθέν εν Ιερουσαλήμ άγιοι κληθήσονται, πάντες οι γραφέντες εις ζωήν εν Ιερουσαλήμ· 4 ότι εκπλυνεί Κύριος τον ρύπον των υιών και των θυγατέρων Σιών και το αίμα εκκαθαριεί εκ μέσου αυτών εν πνεύματι κρίσεως και πνεύματι καύσεως. 5 και ήξει, και έσται πας τόπος τους όρους Σιών και πάντα τα περικύκλω αυτής σκιάσει νεφέλη ημέρας και ως καπνού και ως φωτός πυρός καιομένου νυκτός, και πάση τη δόξη σκεπασθήσεται· 6 και έσται εις σκιάν από καύματος και εν σκέπη και εν αποκρύφω από σκληρότητος και υετού.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΑΣΩ δη τω ηγαπημένω άσμα του αγαπητού μου τω αμπελώνί μου. αμπελών εγενήθη τω ηγαπημένω εν κέρατι, εν τόπω πίονι. 2 και φραγμόν περιέθηκα και εχαράκωσα και εφύτευσα άμπελον Σωρήχ και ωκοδόμησα πύργον εν μέσω αυτού και προλήνιον ώρυξα εν αυτω· και έμεινα του ποιήσαι σταφυλήν, εποίησε δε ακάνθας. 3 και νυν, οι ενοικούντες εν Ιερουσαλήμ και άνθρωπος του Ιούδα, κρίνατε εν εμοί και αναμέσον του αμπελώνός μου. 4 τι ποιήσω έτι τω αμπελώνί μου και ουκ εποίησα αυτω; διότι έμεινα του ποιήσαι σταφυλήν, εποίησε δε ακάνθας. 5 νυν δε αναγγελώ υμίν τι εγώ ποιήσω τω αμπελώνί μου· αφελώ τον φραγμόν αυτού και έσται εις διαρπαγήν, και καθελώ τον τοίχον αυτού και έσται εις καταπάτημα· 6 και ανήσω τον αμπελωνά μου και ου τμηθή ουδέ μη σκαφή, και αναβήσονται εις αυτόν ως εις χέρσον άκανθαι· και ταις νεφέλαις εντελούμαι του μη βρέξαι εις αυτόν υετόν. 7 ο γαρ αμπελών Κυρίου σαβαώθ οίκος του Ισραήλ εστι και άνθρωπος του Ιούδα νεόφυτον ηγαπημένον· έμεινα του ποιήσαι κρίσιν, εποίησε δε ανομίαν και ου δικαιοσύνην, αλλά κραυγήν.

 8 Ουαί οι συνάπτοντες οικίαν προς οικίαν και αγρόν προς αγρόν εγγίζοντες, ίνα του πλησίον αφέλωνταί τι. μη οικήσετε μόνοι επί της γης; 9 ηκούσθη γαρ εις τα ώτα Κυρίου σαβαώθ ταύτα· εάν γαρ γένωνται οικίαι πολλαί, εις έρημον έσονται μεγάλαι και καλαί, και ουκ έσονται οι ενοικούντες εν αυταίς. 10 ου γαρ εργώνται δέκα ζεύγη βοών, ποιήσει κεράμιον εν, και ο σπείρων αρτάβας εξ ποιήσει μέτρα τρία. 11 Ουαί οι εγειρόμενοι το πρωϊ, και τα σίκερα διώκοντες, οι μένοντες το οψέ· ο γαρ οίνος αυτούς συγκαύσει. 12 μετά γαρ κιθάρας και ψαλτηρίου και τυμπάνων και αυλών τον οίνον πίνουσι, τα δε έργα Κυρίου ουκ εμβλέπουσι και τα έργα των χειρών αυτού ου κατανοούσι. 13 τοίνυν αιχμάλωτος ο λαός μου εγενήθη δια το μη ειδέναι αυτούς τον Κύριον, και πλήθος εγενήθη νεκρών δια λιμόν και δίψος ύδατος. 14 και επλάτυνεν ο άδης την ψυχήν αυτού και διήνοιξε το στόμα αυτού του μη διαλιπείν, και καταβήσονται οι ένδοξοι και οι μεγάλοι και οι πλούσιοι και οι λοιμοί αυτής. 15 και ταπεινωθήσεται άνθρωπος, και ατιμασθήσεται ανήρ, και οι οφθαλμοί οι μετέωροι ταπεινωθήσονται. 16 και υψωθήσεται Κύριος σαβαώθ εν κρίματι, και ο Θεός ο άγιος δοξασθήσεται εν δικαιοσύνη. 17 και βοσκηθήσονται οι διηρπασμένοι ως ταύροι, και τας ερήμους των απειλημμένων άρνες φάγονται. 18 ουαί οι επισπώμενοι τας αμαρτίας ως σχοινίω μακρω και ως ζυγού ιμάντι δαμάλεως τας ανομίας, 19 οι λέγοντες· το τάχος εγγισάτω α ποιήσει, ίνα ίδωμεν, και ελθάτω η βουλή του αγίου Ισραήλ, ίνα γνώμεν. 20 Ουαί οι λέγοντες το πονηρόν καλόν και το καλόν πονηρόν, οι τιθέντες το σκότος φως και το φως σκότος, οι τιθέντες το πικρόν γλυκύ και το γλυκύ πικρόν. 21 Ουαί οι συνετοί εαυτοίς και ενώπιον αυτών επιστήμονες. 22 ουαί οι ισχύοντες υμών, οι πίνοντες τον οίνον και οι δυνάσται οι κεραννύντες τα σίκερα, 23 οι δικαιούντες τον ασεβή ένεκεν δώρων και το δίκαιον του δικαίου αίροντες. 24 δια τούτο ον τρόπον καυθήσεται καλάμη υπό άνθρακος πυρός και συγκαυθήσεται υπό φλογός ανειμένης, η ρίζα αυτών ως χνούς έσται και το άνθος αυτών ως κονιορτός αναβήσεται· ου γαρ ηθέλησαν τον νόμον Κυρίου σαβαώθ, αλλά το λόγιον του αγίου Ισραήλ παρώξυναν. 25 και εθυμώθη οργή Κύριος σαβαώθ επί τον λαόν αυτού, και επέβαλε την χείρα αυτού επ ‘ αυτούς και επάταξεν αυτούς, και παρωξύνθη τα όρη, και εγενήθη τα θνησιμαία αυτών ως κοπρία εν μέσω οδού. και εν πάσι τούτοις ουκ απεστράφη ο θυμός αυτού, αλλά έτι χείρ υψηλή. 26 τοιγαρούν αρεί σύσσημον εν τοις έθνεσι τοις μακράν και συριεί αυτούς απ ‘ άκρου της γης, και ιδού ταχύ κούφως έρχονται· 27 ου πεινάσουσιν ουδέ κοπιάσουσιν ουδέ νυστάξουσιν ουδέ κοιμηθήσονται, ουδέ λύσουσι τας ζώνας αυτών από της οσφύος αυτών, ουδέ μη ραγώσιν οι ιμάντες των υποδημάτων αυτών· 28 ων τα βέλη οξέα εστί και τα τόξα αυτών εντεταμένα, οι πόδες των ίππων αυτών ως στερεά πέτρα ελογίσθησαν, οι τροχοί των αρμάτων αυτών ως καταιγίς. 29 ορμώσιν ως λέοντες και παρέστηκαν ως σκύμνοι λέοντος· και επιλήψεται και βοήσει ως θηρίον και εκβαλεί, και ουκ έσται ο ρυόμενος αυτούς. 30 και βοήσει δι ‘ αυτούς τη ημέρα εκείνη ως φωνή θαλάσσης κυμαινούσης· και εμβλέψονται εις την γην, και ιδού σκότος σκληρόν εν τη απορία αυτών.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΚΑΙ εγένετο του ενιαυτού, ου απέθανεν ‘Οζίας ο βασιλεύς, είδον τον Κύριον καθήμενον επί θρόνου υψηλού και επηρμένου, και πλήρης ο οίκος της δόξης αυτού. 2 και Σεραφίμ ειστήκεισαν κύκλω αυτού, εξ πτέρυγες τω ενί και εξ πτέρυγες τω ενί, και ταις μεν δυσί κατεκάλυπτον το πρόσωπον, ταις δε δυσί κατεκάλυπτον τους πόδας και ταις δυσίν επέταντο. 3 και εκέκραγεν έτερος προς τον έτερον και έλεγον· άγιος, άγιος, άγιος Κύριος σαβαώθ, πλήρης πάσα η γη της δόξης αυτού. 4 και επήρθη το υπέρθυρον από της φωνής, ης εκέκραγον, και ο οίκος επλήσθη καπνού. 5 και είπον· ω τάλας εγώ, ότι κατανένυγμαι, ότι άνθρωπος ων και ακάθαρτα χείλη έχων, εν μέσω λαού ακάθαρτα χείλη έχοντος εγώ οικώ και τον βασιλέα Κύριον σαβαώθ είδον τοις οφθαλμοίς μου. 6 και απεστάλη προς με εν των Σεραφίμ, και εν τη χειρί είχεν άνθρακα, ον τη λαβίδι έλαβεν από του θυσιαστηρίου, 7 και ήψατο του στόματός μου και είπεν· ιδού ήψατο τούτο των χειλέων σου και αφελεί τας ανομίας σου και τας αμαρτίας σου περικαθαριεί. 8 και ήκουσα της φωνής Κυρίου λέγοντος· τίνα αποστείλω, και τις πορεύσεται προς τον λαόν τούτον; και είπα· ιδού εγώ ειμι· απόστειλόν με. 9 και είπε· πορεύθητι και ειπόν τω λαω τούτω· ακοή ακούσετε και ου μη συνήτε και βλέποντες βλέψετε και ου μη ίδητε· 10 επαχύνθη γαρ η καρδία του λαού τούτου, και τοις ωσίν αυτών βαρέως ήκουσαν και τους οφθαλμούς αυτών εκάμμυσαν μήποτε ίδωσι τοις οφθαλμοίς και τοις ωσίν ακούσωσι και τη καρδία συνώσι, και επιστρέψωσι, και ιάσομαι αυτούς. 11 και είπα· έως πότε Κύριε; και είπεν· έως αν ερημωθώσι πόλεις παρά το μη κατοικείσθαι και οίκοι παρά το μη είναι ανθρώπους, και η γη καταλειφθήσεται έρημος. 12 και μετά ταύτα μακρυνεί ο Θεός τους ανθρώπους, και πληθυνθήσονται οι εγκαταλειφθέντες επί της γης· 13 και έτι επ ‘ αυτής έστι το επιδέκατον, και πάλιν έσται εις προνομήν ως τερέβινθος και ως βάλανος, όταν εκπέση εκ της θήκης αυτής.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

 1 ΚΑΙ εγένετο εν ταις ημέραις Άχαζ του Ιωάθαμ του υιού ‘Οζίου βασιλέως Ιούδα, ανέβη Ρασείμ βασιλεύς Αράμ και Φακεέ υιος Ρομελίου βασιλεύς Ισραήλ επί Ιερουσαλήμ πολεμήσαι αυτήν και ουκ ηδυνήθησαν πολιορκήσαι αυτήν. 2 και ανηγγέλη εις τον οίκον Δαυίδ λέγων· συνεφώνησεν Αράμ προς τον Εφραίμ· και εξέστη η ψυχή αυτού και η ψυχή του λαού αυτού, ον τρόπον εν δρυμω ξύλον υπό πνεύματος σαλευθή. 3 και είπε Κύριος προς ‘Ησαϊαν· έξελθε εις συνάντησιν Άχαζ συ και ο καταλειφθείς Ιασούβ ο υιος σου προς την κολυμβήθραν της άνω οδού του αγρού του κναφέως 4 και ερείς αυτω· φυλάξαι του ησυχάσαι και μη φοβού, μηδέ η ψυχή σου ασθενείτω από των δύο ξύλων των δαλών των καπνιζομένων τούτων· όταν γαρ οργή του θυμού μου γένηται, πάλιν ιάσομαι. 5 και ο υιος του Αράμ και ο υιος του Ρομελίου, ότι εβουλεύσαντο βουλήν πονηράν περί σου λέγοντες· 6 αναβησόμεθα εις την Ιουδαίαν και συλλαλήσαντες αυτοίς, αποστρέψομεν αυτούς προς ημάς και βασιλεύσομεν αυτοίς τον υιόν Ταβεήλ· 7 τάδε λέγει Κύριος σαβαώθ· ου μη μείνη η βουλή αύτη ουδέ έσται· 8 αλλ ‘ η κεφαλή Αράμ Δαμασκός και η κεφαλή Δαμασκού Ρασείμ - αλλ ‘ έτι εξήκοντα και πέντε ετών εκλείψει η βασιλεία Εφραίμ από λαού - 9 και η κεφαλή Εφραίμ Σομόρων, και η κεφαλή Σομόρων υιος του Ρομελίου· και εάν μη πιστεύσητε, ουδέ μη συνιήτε. - 10 Και προσέθετο Κύριος λαλήσαι τω Άχαζ λέγων· 11 αίτησαι σεαυτω σημείον παρά Κυρίου Θεού σου εις βάθος ή εις ύψος. 12 και είπεν Άχαζ· ου μη αιτήσω ουδ ‘ ου μη πειράσω Κύριον. 13 και είπεν· ακούσατε δη, οίκος Δαυίδ· μη μικρόν υμίν αγώνα παρέχειν ανθρώποις; και Πως Κυρίω παρέχετε αγώνα; 14 δια τούτο δώσει Κύριος αυτός υμίν σημείον· ιδού η παρθένος εν γαστρί έξει, και τέξεται υιόν, και καλέσεις το όνομα αυτού Εμμανουήλ· 15 βούτυρον και μέλι φάγεται· πριν ή γνώναι αυτόν ή προελέσθαι πονηρά, εκλέξεται το αγαθόν· 16 διότι πριν ή γνώναι το παιδίον αγαθόν ή κακόν, απειθεί πονηρία του εκλέξασθαι το αγαθόν, και καταλειφθήσεται η γη, ην συ φοβή, από προσώπου των δύο βασιλέων. 17 αλλά επάξει ο Θεός επί σε και επί τον λαόν σου και επί τον οίκον του πατρός σου ημέρας, αι ούπω ήκασιν αφ ‘ ης ημέρας αφείλεν Εφραίμ από Ιούδα τον βασιλέα των Ασσυρίων. 18 και έσται εν τη ημέρα εκείνη συριεί Κύριος μυίαις, ό κυριεύει μέρος ποταμού Αιγύπτου, και τη μελίσση, ή εστιν εν χώρα Ασσυρίων, 19 και ελεύσονται πάντες και αναπαύσονται εν ταις φάραγξι της χώρας και εν ταις τρώγλαις των πετρών και εις τα σπήλαια και εις πάσαν ραγάδα και εν παντί ξύλω. 20 εν τη ημέρα εκείνη ξυρήσει Κύριος τω ξυρω τω μεγάλω και μεμεθυσμένω, ό εστι πέραν του ποταμού βασιλέως Ασσυρίων, την κεφαλήν και τας τρίχας των ποδών, και τον πώγωνα αφελεί. 21 και έσται εν τη ημέρα εκείνη θρέψει άνθρωπος δάμαλιν βοών και δύο πρόβατα, 22 και έσται από του πλείστον ποιείν, γάλα, βούτυρον και μέλι φάγεται πας ο καταλειφθείς επί της γης. 23 και έσται εν τη ημέρα εκείνη πας τόπος, ου εάν ώσι χίλιαι άμπελοι χιλίων σίκλων, εις χέρσον έσονται και εις άκανθαν· 24 μετά βέλους και τοξεύματος εισελεύσονται εκεί, ότι χέρσος και άκανθα έσται πάσα η γη. 25 και παν όρος αροτριώμενον αροτριωθήσεται, και ου μη επέλθη εκεί φόβος· έσται γαρ από της χέρσου και ακάνθης εις βόσκημα προβάτου και καταπάτημα βοός.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΚΑΙ είπε Κύριος προς με· λάβε σεαυτω τόμον καινού μεγάλου και γράψον εις αυτόν γραφίδι ανθρώπου· του οξέως προνομήν ποιήσαι σκύλων· πάρεστι γαρ. 2 και μάρτυράς μοι ποίησον πιστούς ανθρώπους, τον Ουρίαν και Ζαχαρίαν υιόν Βαραχίου. 3 και προσήλθον προς την προφήτιν, και εν γαστρί έλαβε και έτεκεν υιόν. και είπε Κύριός μοι· κάλεσον τον όνομα αυτού Ταχέως σκύλευσον, οξέως προνόμευσον· 4 διότι πριν ή γνώναι το παιδίον καλείν πατέρα ή μητέρα, λήψεται δύναμιν Δαμασκού και τα σκύλα Σαμαρείας έναντι βασιλέως Ασσυρίων. 5 και προσέθετο Κύριος λαλήσαί μοι έτι· 6 δια το μη βούλεσθαι τον λαόν τούτον το ύδωρ του Σιλωάμ το πορευόμενον ησυχή, αλλά βούλεσθαι έχειν τον Ρασείμ και τον υιόν Ρομελίου βασιλέα εφ ‘ υμών, 7 δια τούτο ιδού Κύριος ανάγει εφ ‘ υμάς το ύδωρ του ποταμού το ισχυρόν και το πολύ, τον βασιλέα των Ασσυρίων και την δόξαν αυτού· και αναβήσεται επί πάσαν φάραγγα υμών και περιπατήσει επί παν τείχος υμών 8 και αφελεί από της Ιουδαίας άνθρωπον, ος δυνήσεται κεφαλήν άραι ή δυνατόν συντελέσασθαί τι, και έσται η παρεμβολή αυτού ωστε πληρώσαι το πλάτος της χώρας σου· μεθ ‘ ημών ο Θεός. 9 γνώτε έθνη και ηττάσθε, επακούσατε έως εσχάτου της γης, ισχυκότες ηττάσθε· εάν γαρ πάλιν ισχύσητε, πάλιν ηττηθήσεσθε. 10 και ην αν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος, και λόγον ον αν είπητε, ου μη εμμείνη εν υμίν, ότι μεθ ‘ ημών ο Θεός.

 11 Ούτω λέγει Κύριος· τη ισχυρά χειρί απειθούσι τη πορεία της οδού του λαού τούτου λέγοντες· 12 μήποτε είπητε σκληρόν· παν γαρ, ό εάν είπη ο λαός ούτος, σκληρόν εστι· τον δε φόβον αυτού ου μη φοβηθήτε, ουδ ‘ ου μη ταραχθήτε· 13 Κύριον αυτόν αγιάσατε, και αυτός έσται σου φόβος. 14 και εάν επ ‘ αυτω πεποιθώς ης, έσται σοι εις αγίασμα και ουχ ως λίθου προσκόμματι συναντήσεσθε αυτω, ουδέ ως πέτρας πτώματι· οι δε οίκοι Ιακώβ εν παγίδι, και εν κοιλάσματι εγκαθήμενοι εν Ιερουσαλήμ. 15 δια τούτο αδυνατήσουσιν εν αυτοίς πολλοί και πεσούνται και συντριβήσονται, και εγγιούσι και αλώσονται άνθρωποι εν ασφαλεία. - 16 Τότε φανεροί έσονται οι σφραγιζόμενοι τον νόμον του μη μαθείν. 17 και ερεί· μενώ τον Θεόν τον αποστρέψαντα το πρόσωπόν αυτού από του οίκου Ιακώβ και πεποιθώς έσομαι επ ‘ αυτω. 18 ιδού εγώ και τα παιδία, α μοι έδωκεν ο Θεός, και έσται σημεία και τέρατα εν τω οίκω Ισραήλ παρά Κυρίου σαβαώθ, ος κατοικεί εν τω όρει Σιών. 19 και εάν είπωσι προς υμάς· ζητήσατε τους εγγαστριμύθους και τους από της γης φωνούντας, τους κενολογούντας, οί εκ της κοιλίας φωνούσιν, ουχί έθνος προς Θεόν αυτού εκζητήσουσι; τι εκζητούσι περί των ζώντων τους νεκρούς; 20 νόμον γαρ εις βοήθειαν έδωκεν, ίνα είπωσιν ουχ ως το ρήμα τούτο, περί ου ουκ έστι δώρα δούναι περί αυτού. 21 και ήξει εφ ‘ υμάς σκληρά λιμός και έσται ως αν πεινάσητε, λυπηθήσεσθε και κακώς ερείτε τον άρχοντα και τα πάτρια, και αναβλέψονται εις τον ουρανόν άνω, 22 και εις την γην κάτω εμβλέψονται, και ιδού απορία στενή και σκότος, θλίψις και στενοχωρία και σκότος, ωστε μη βλέπειν, και ουκ απορηθήσεται ο εν στενοχωρία ων έως καιρού.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΤΟΥΤΟ πρώτον πίε, ταχύ ποίει, χώρα Ζαβουλών, η γη Νεφθαλίμ οδόν θαλάσσης και οι λοιποί οι την παραλίαν κατοικούντες και πέραν του Ιορδάνου, Γαλιλαία των εθνών, τα μέρη της Ιουδαίας. 2 ο λαός ο πορευόμενος εν σκότει, ίδετε φως μέγα· οι κατοικούντες εν χώρα και σκιά θανάτου, φως λάμψει εφ ‘ υμάς. 3 το πλείστον του λαού, ό κατήγαγες εν ευφροσύνη σου, και ευφρανθήσονται ενώπιόν σου ως οι ευφραινόμενοι εν αμήτω και ον τρόπον οι διαιρούμενοι σκύλα. 4 διότι αφήρηται ο ζυγός ο επ ‘ αυτών κείμενος και η ράβδος η επί του τραχήλου αυτών· την γαρ ράβδον των απαιτούντων διεσκέδασε Κύριος, ως τη ημέρα τη επί Μαδιάμ. 5 ότι πάσαν στολήν επισυνηγμένην δόλω και ιμάτιον μετά καταλλαγής αποτίσουσι και θελήσουσιν ει εγενήθησαν πυρίκαυστοι. 6 ότι παιδίον εγενήθη ημίν, υιος και εδόθη ημίν, ου η αρχή εγενήθη επί του ώμου αυτού, και καλείται το όνομα αυτού μεγάλης βουλής άγγελός, θαυμαστός σύμβουλος, Θεός ισχυρός, εξουσιαστής, άρχων ειρήνης, πατήρ του μέλλοντος αιώνος· εγώ γαρ άξω ειρήνην επί τους άρχοντας, ειρήνην και υγίειαν αυτω. 7 μεγάλη η αρχή αυτού, και της ειρήνης αυτού ουκ έστιν όριον επί τον θρόνον Δαυίδ και την βασιλείαν αυτού κατορθώσαι αυτήν και αντιλαβέσθαι αυτής εν κρίματι και εν δικαιοσύνη από του νυν και εις τον αιώνα· ο ζήλος Κυρίου σαβαώθ ποιήσει ταύτα.

 8 Θάνατον απέστειλε Κύριος επί Ιακώβ, και ήλθεν επί Ισραήλ, 9 και γνώσονται πας ο λαός του Εφραίμ και οι εγκαθήμενοι εν Σαμαρεία εφ ‘ ύβρει και υψηλή καρδία λέγοντες· 10 πλίνθοι πεπτώκασιν, αλλά δεύτε λαξεύσωμεν λίθους και εκκόψωμεν συκαμίνους και κέδρους και οικοδομήσωμεν εαυτοίς πύργον. 11 και ράξει ο Θεός τους επανισταμένους επί όρος Σιών επ ‘ αυτούς και τους εχθρούς αυτών διασκεδάσει, 12 Συρίαν αφ ‘ ηλίου ανατολών και τους ΄Ελληνας αφ ‘ ηλίου δυσμών, τους κατεσθίοντας τον Ισραήλ όλω τω στόματι. επί πάσι τούτοις ουκ απεστράφη ο θυμός, αλλ ‘ έτι η χείρ υψηλή. 13 και ο λαός ουκ απεστράφη, έως επλήγη, και τον Κύριον ουκ εξεζήτησαν. 14 και αφείλε Κύριος από Ισραήλ κεφαλήν και ουράν, μέγαν και μικρόν εν μια ημέρα, πρεσβύτην και τους τα πρόσωπα θαυμάζοντας (αύτη η αρχή) και προφήτην διδάσκοντα άνομα (ούτος η ουρά). 15 και έσονται οι μακαρίζοντες τον λαόν τούτον πλανώντες και πλανώσιν, όπως καταπίωσιν αυτούς. 16 δια τούτο επί τους νεανίσκους αυτών ουκ ευφρανθήσεται ο Κύριος και τους ορφανούς αυτών και τας χήρας αυτών ουκ ελεήσει, ότι πάντες άνομοι και πονηροί, και παν στόμα λαλεί άδικα. επί πάσι τούτοις ουκ απεστράφη ο θυμός, αλλ ‘ έτι η χείρ υψηλή. 17 και καυθήσεται ως πυρ η ανομία και ως άγρωσις ξηρά βρωθήσεται υπό πυρός· και καυθήσεται εν τοις δάσεσι του δρυμού, και συγκαταφάγεται τα κύκλω των βουνών πάντα. 18 δια θυμόν οργής Κυρίου συγκέκαυται η γη όλη, και έσται ο λαός ως κατακεκαυμένος υπό πυρός· άνθρωπος τον αδελφόν αυτού ουκ ελεήσει, 19 αλλά εκκλινεί εις τα δεξιά, ότι πεινάσει και φάγεται εκ των αριστερών, και ου μη εμπλησθή άνθρωπος έσθων τας σάρκας του βραχίονος αυτού. 20 φάγεται γαρ Μανασσής του Εφραίμ και Εφραίμ του Μανασσή, ότι άμα πολιορκήσουσι τον Ιούδαν. επί τούτοις πάσιν ουκ απεστράφη ο θυμός, αλλ ‘ έτι η χείρ υψηλή.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΟΥΑΙ τοις γράφουσι πονηρίαν· γράφοντες γαρ πονηρίαν γράφουσιν 2 εκκλίνοντες κρίσιν πτωχών, αρπάζοντες κρίμα πενήτων του λαού μου, ωστε είναι αυτοίς χήραν εις διαρπαγήν και ορφανόν εις προνομήν. 3 και τι ποιήσουσιν εν τη ημέρα της επισκοπής; η γαρ θλίψις υμίν πόρρωθεν ήξει· και προς τίνα καταφεύξεσθε του βοηθηθήναι; και που καταλείψετε την δόξαν υμών 4 του μη εμπεσείν εις επαγωγήν; επί πάσι τούτοις ουκ απεστράφη ο θυμός, αλλ ‘ έτι η χείρ υψηλή. 5 ουαί Ασσυρίοις· η ράβδος του θυμού μου και οργής εστιν εν ταις χερσίν αυτών. 6 την οργήν μου εις έθνος άνομον αποστελώ και τω εμω λαω συντάξω ποιήσαι σκύλα και προνομήν και καταπατείν τας πόλεις και θείναι αυτάς εις κονιορτόν. 7 αυτός δε ουχ ούτως ενεθυμήθη και τη ψυχή ουχ ούτως λελόγισται, αλλά απαλλάξει ο νους αυτού και του έθνη εξολοθρεύσαι ουκ ολίγα. 8 και εάν είπωσιν αυτω· συ μόνος ει άρχων, 9 και ερεί· ουκ έλαβον την χώραν την επάνω Βαβυλώνος και Χαλάνης, ου ο πύργος ωκοδομήθη; και έλαβον Αραβίαν και Δαμασκόν και Σαμάρειαν· 10 ον τρόπον ταύτας έλαβον εν τη χειρί μου, και πάσας τας αρχάς λήψομαι. ολολύξατε, τα γλυπτά εν Ιερουσαλήμ και εν Σαμαρεία· 11 ον τρόπον γαρ εποίησα Σαμαρεία και τοις χειροποιήτοις αυτής, ούτω ποιήσω και Ιερουσαλήμ και τοις ειδώλοις αυτής. 12 και έσται, όταν συντελέση Κύριος πάντα ποιών εν τω όρει Σιών και εν Ιερουσαλήμ, επάξει επί τον νουν τον μέγαν, τον άρχοντα των Ασσυρίων, και επί το ύψος της δόξης των οφθαλμών αυτού. 13 είπε γαρ· εν τη ισχύϊ ποιήσω και εν τη σοφία της συνέσεως, αφελώ όρια εθνών και την ισχύν αυτών προνομεύσω 14 και σείσω πόλεις κατοικουμένας και την οικουμένην όλην καταλήψομαι τη χειρί ως νοσσιάν και ως καταλελειμμένα ωά αρώ, και ουκ έστιν ος διαφεύξεταί με ή αντείπη μοι. 15 μη δοξασθήσεται αξίνη άνευ του κόπτοντος εν αυτη; ή υψωθήσεται πρίων άνευ του έλκοντος αυτόν; ωσαύτως εάν τις άρη ράβδον ή ξύλον. 16 και ουχ ούτως, αλλά αποστελεί Κύριος σαβαώθ εις την σήν τιμήν ατιμίαν, και εις την σήν δόξαν πυρ καιόμενον καυθήσεται. 17 και έσται το φως του Ισραήλ εις πυρ και αγιάσει αυτόν εν πυρί καιομένω και φάγεται ωσεί χόρτον την ύλην. 18 τη ημέρα εκείνη αποσβεσθήσεται τα όρη και οι βουνοί και οι δρυμοί, και καταφάγεται από ψυχής έως σαρκών· και έσται ο φεύγων ως ο φεύγων από φλογός καιομένης· 19 και οι καταλειφθέντες απ ‘ αυτών αριθμός έσονται, και παιδίον γράψει αυτούς.

 20 Και έσται εν τη ημέρα εκείνη ουκέτι προστεθήσεται το καταλειφθέν Ισραήλ, και οι σωθέντες του Ιακώβ ουκέτι μη πεποιθότες ώσιν επί τους αδικήσαντας αυτούς, αλλά έσονται πεποιθότες επί τον Θεόν τον άγιον του Ισραήλ τη αληθεία, 21 και έσται το καταλειφθέν του Ιακώβ επί Θεόν ισχύοντα. 22 και εάν γένηται ο λαός Ισραήλ ως η άμμος της θαλάσσης, το κατάλειμμα αυτών σωθήσεται· λόγον συντελών και συντέμνων εν δικαιοσύνη, 23 ότι λόγον συντετμημένον Κύριος ποιήσει εν τη οικουμένη όλη.

 24 Δια τούτο τάδε λέγει Κύριος σαβαώθ· μη φοβού, ο λαός μου, οι κατοικούντες εν Σιών, από Ασσυρίων, ότι εν ράβδω πατάξει σε· πληγήν γαρ επάγω επί σε του ιδείν οδόν Αιγύπτου. 25 έτι γαρ μικρόν και παύσεται η οργή, ο δε θυμός μου επί την βουλήν αυτών· 26 και εγερεί ο Θεός επ ‘ αυτούς κατά την πληγήν Μαδιάμ εν τόπω θλίψεως, και ο θυμός αυτού τη οδω τη κατά θάλασσαν εις την οδόν την κατ ‘ Αίγυπτον. 27 και έσται εν τη ημέρα εκείνη αφαιρεθήσεται ο ζυγός αυτού από του ώμου σου και ο φόβος αυτού από σου, και καταφθαρήσεται ο ζυγός από των ώμων υμών. 28 ήξει γαρ εις την πόλιν Αγγαί 29 και παρελεύσεται εις Μαγγεδώ και εις Μαχμάς θήσει τα σκεύη αυτού· και παρελεύσεται φάραγγα και ήξει εις Αγγαί, φόβος λήψεται Ραμά πόλιν Σαούλ· φεύξεται 30 η θυγάτηρ Γαλλείμ, επακούσεται Λαϊσά, επακούσεται Αναθώθ· 31 και εξέστη Μαδεβηνά και οι κατοικούντες Γιββεϊρ· 32 παρακαλείται σήμερον εν οδω του μείναι, τη χειρί παρακαλείτε, το όρος, την θυγατέρα Σιών, και οι βουνοί οι εν Ιερουσαλήμ. 33 ιδού γαρ ο δεσπότης Κύριος σαβαώθ συνταράσσει τους ενδόξους μετά ισχύος, και οι υψηλοί τη ύβρει συντριβήσονται, και οι υψηλοί ταπεινωθήσονται, 34 και πεσούνται οι υψηλοί μαχαίρα, ο δε Λίβανος συν τοις υψηλοίς πεσείται.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 ΚΑΙ εξελεύσεται ράβδος εκ της ρίζης Ιεσσαί, και άνθος εκ της ρίζης αναβήσεται. 2 και αναπαύσεται επ ‘ αυτόν πνεύμα του Θεού, πνεύμα σοφίας και συνέσεως, πνεύμα βουλής και ισχύος, πνεύμα γνώσεως και ευσεβείας· 3 εμπλήσει αυτόν πνεύμα φόβου Θεού. ου κατά την δόξαν κρινεί ουδέ κατά την λαλιάν ελέγξει, 4 αλλά κρινεί ταπεινω κρίσιν και ελέγξει τους ταπεινούς της γης· και πατάξει γην τω λόγω του στόματος αυτού και εν πνεύματι δια χειλέων ανελεί ασεβή· 5 και έσται δικαιοσύνη εζωσμένος την οσφύν αυτού και αληθεία ειλημένος τας πλευράς. 6 και συμβοσκηθήσεται λύκος μετ ‘ αρνός, και πάρδαλις συναναπαύσεται ερίφω, και μοσχάριον και ταύρος και λέων άμα βοσκηθήσονται, και παιδίον μικρόν άξει αυτούς· 7 και βούς και άρκος άμα βοσκηθήσονται, και άμα τα παιδία αυτών έσονται, και λέων και βούς άμα φάγονται άχυρα. 8 και παιδίον νήπιον επί τρώγλην ασπίδων και επί κοίτην εκγόνων ασπίδων την χείρα επιβαλεί. 9 και ου μη κακοποιήσουσιν, ουδέ μη δύνωνται απολέσαι ουδένα επί το όρος το άγιόν μου, ότι ενεπλήσθη η σύμπασα του γνώναι τον Κύριον ως ύδωρ πολύ κατακαλύψαι θαλάσσας.

 10 Και έσται εν τη ημέρα εκείνη η ρίζα του Ιεσσαί και ο ανιστάμενος άρχειν εθνών, επ ‘ αυτω έθνη ελπιούσι, και έσται η ανάπαυσις αυτού τιμή. 11 και έσται τη ημέρα εκείνη προσθήσει Κύριος του δείξαι την χείρα αυτού του ζηλώσαι το καταλειφθέν υπόλοιπον του λαού, ό αν καταλειφθή από των Ασσυρίων και από Αιγύπτου και Βαβυλωνίας και Αιθιοπίας και από Ελαμιτών και από ηλίου ανατολών και εξ Αραβίας. 12 και αρεί σημείον εις τα έθνη και συνάξει τους απολομένους Ισραήλ και τους διεσπαρμένους του Ιούδα συνάξει εκ των τεσσάρων πτερύγων της γης. 13 αφαιρεθήσεται ο ζήλος Εφραίμ και οι εχθροί Ιούδα απολούνται· Εφραίμ ου ζηλώσει Ιούδαν, και Ιούδας ου θλίψει Εφραίμ. 14 και πετασθήσονται εν πλοίοις αλλοφύλων θάλασσαν, άμα προνομεύσουσι και τους αφ ‘ ηλίου ανατολών και Ιδουμαίαν· και επί Μωάβ πρώτον τας χείρας επιβαλούσιν, οι δε υιοί Αμμών πρώτοι υπακούσονται. 15 και ερημώσει Κύριος την θάλασσαν Αιγύπτου και επιβαλεί την χείρα αυτού επί τον ποταμόν πνεύματι βιαίω και πατάξει επτά φάραγγας, ωστε διαπορεύεσθαι αυτόν εν υποδήμασι· 16 και έσται δίοδος τω καταλειφθέντι μου λαω εν Αιγύπτω, και έσται τω Ισραήλ ως η ημέρα ότε εξήλθεν εκ γης Αιγύπτου.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΚΑΙ ερείς εν τη ημέρα εκείνη· ευλογήσω σε, Κύριε, διότι ωργίσθης μοι και απέστρεψας τον θυμόν σου και ηλέησάς με. 2 ιδού ο Θεός μου σωτήρ μου Κύριος, πεποιθώς έσομαι επ ‘ αυτω και σωθήσομαι εν αυτω και ου φοβηθήσομαι, διότι η δόξα μου και η αίνεσίς μου Κύριος και εγένετό μοι εις σωτηρίαν. 3 και αντλήσατε ύδωρ μετ ‘ ευφροσύνης εκ των πηγών του σωτηρίου. 4 και ερείς εν τη ημέρα εκείνη· υμνείτε Κύριον, βοάτε το όνομα αυτού, αναγγείλατε εν τοις έθνεσι τα ένδοξα αυτού, μιμνήσκεσθε, ότι υψώθη το όνομα αυτού. 5 υμνήσατε το όνομα Κυρίου, ότι υψηλά εποίησεν· αναγγείλατε ταύτα εν πάση τη γη. 6 αγαλλιάσθε και ευφραίνεσθε, οι κατοικούντες Σιών, ότι υψώθη ο άγιος του Ισραήλ εν μέσω αυτής.

 ΗΣΑΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 Ορασις, ην είδεν Ησαϊας υιος Αμώς, κατά Βαβυλώνος. 2 επ ‘ όρους πεδινού άρατε σημείον, υψώσατε την φωνήν αυτοίς, μη φοβείσθε, παρακαλείτε τη χειρί· ανοίξατε, οι άρχοντες. 3 εγώ συντάσσω και εγώ άγω αυτούς· [ηγιασμένοι εισί, και εγώ άγω αυτούς]. γίγαντες έρχονται πληρώσαι τον θυμόν μου χαίροντες άμα και υβρίζοντες. 4 φωνή εθνών πολλών επί των ορέων, ομοία εθνών πολλών, φωνή βασιλέων και εθνών συνηγμένων. Κύριος σαβαώθ εντέταλται έθνει οπλομάχω 5 έρχεσθαι εκ γης πόρρωθεν απ ‘ άκρου θεμελίου του ουρανού, Κύριος και οι οπλομάχοι αυτού, του καταφθείραι πάσαν την οικουμένην. 6 ολολύζετε, εγγύς γαρ ημέρα Κυρίου, και συντριβή παρά του Θεού ήξει· 7 δια τούτο πάσα χείρ εκλυθήσεται και πάσα ψυχή ανθρώπου δειλιάσει. 8 και ταραχθήσονται οι πρέσβεις και ωδίνες αυτούς έξουσιν, ως γυναικός τικτούσης· και συμφοράσουσιν έτερος προς τον έτερον και εκστήσονται και το πρόσωπον αυτών ως φλόξ μεταβαλούσιν. 9 ιδού γαρ ημέρα Κυρίου έρχεται ανίατος θυμού και οργής θείναι την οικουμένην έρημον και τους αμαρτωλούς απολέσαι εξ αυτής. 10 οι γαρ αστέρες του ουρανού και ο ‘Ωρίων και πας ο κόσμος του ουρανού το φως ου δώσουσι, και σκοτισθήσεται του ηλίου ανατέλλοντος, και η σελήνη ου δώσει το φως αυτής. 11 και εντελούμαι τη οικουμένη όλη κακά και τοις ασεβέσι τας αμαρτίας αυτών· και απολώ ύβριν ανόμων, και ύβριν υπερηφάνων ταπεινώσω. 12 και έσονται οι καταλελειμμένοι έντιμοι μάλλον ή το χρυσίον το άπυρον, και ο άνθρωπος μάλλον έντιμος έσται ή ο λίθος ο εκ Σουφίρ. 13 ο γαρ ουρανός θυμωθήσεται και η γη σεισθήσεται εκ των θεμελίων σαβαώθ εν τη ημέρα, ή αν επέλθη ο θυμός αυτού. 14 και έσονται οι καταλελειμμένοι ως δορκάδιον φεύγον και ως πρόβατον πλανώμενον, και ουκ έσται ο συνάγων, ωστε άνθρωπον εις τον λαόν αυτού αποστραφήναι και άνθρωπον εις την χώραν εαυτού διώξεται. 15 ος γαρ αν αλω, ηττηθήσεται, και οίτινες συνηγμένοι εισί, μαχαίρα πεσούνται· 16 και τα τέκνα αυτών ενώπιον αυτών ράξουσι και τας οικίας αυτών προνομεύσουσι και τας γυναίκας αυτών έξουσιν. 17 ιδού επεγείρω υμίν τους Μήδους, οί αργύριον ου λογίζονται, ουδέ χρυσίου χρείαν έχουσι. 18 τοξεύματα νεανίσκων συντρίψουσι και τα τέκνα υμών ου μη ελεήσωσιν, ουδέ επί τοις τέκνοις σου φείσονται οι οφθαλμοί αυτών. 19 και έσται Βαβυλών, ή καλείται ένδοξος από βασιλέως Χαλδαίων, ον τρόπον κατέστρεψεν ο Θεός Σόδομα και Γόμορρα· 20 ου κατοικηθήσεται εις τον αιώνα χρόνον, ουδέ μη εισέλθωσιν εις αυτήν δια πολλών γενεών, ουδέ μη διέλθωσιν αυτήν Άραβες, ουδέ ποιμένες ου μη αναπαύσονται εν αυτη· 21 και αναπαύσονται εκεί θηρία και εμπλησθήσονται αι οικίαι ήχου, και αναπαύσονται εκεί σειρήνες, και δαιμόνια εκεί ορχήσονται, 22 και ονοκένταυροι εκεί κατοικήσουσι, και νοσσοποιήσουσιν εχίνοι εν τοις οίκοις αυτών· ταχύ έρχεται και ου χρονιεί.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

 1 ΚΑΙ ελεήσει Κύριος τον Ιακώβ και εκλέξεται έτι τον Ισραήλ, και αναπαύσονται επί της γης αυτών, και ο γειώρας προστεθήσεται προς αυτούς και προστεθήσεται προς τον οίκον Ιακώβ, 2 και λήψονται αυτούς έθνη και εισάξουσιν εις τον τόπον αυτών, και κατακληρονομήσουσι και πληθυνθήσονται επί της γης του Θεού εις δούλους και δούλας· και έσονται αιχμάλωτοι οι αιχμαλωτεύσαντες αυτούς, και κυριευθήσονται οι κυριεύσαντες αυτών.

 3 Και έσται εν τη ημέρα εκείνη αναπαύσει σε Κύριος από της οδύνης και του θυμού σου και της δουλείας σου της σκληράς, ης εδούλευσας αυτοίς. 4 και λήψη τον θρήνον τούτον επί τον βασιλέα Βαβυλώνος και ερείς εν τη ημέρα εκείνη· Πως αναπέπαυται ο απαιτών και αναπέπαυται ο επισπουδαστής; 5 συνέτριψε Κύριος τον ζυγόν των αμαρτωλών, τον ζυγόν των αρχόντων· 6 πατάξας έθνος θυμω, πληγή ανιάτω, παίων έθνος πληγήν θυμού, ή ουκ εφείσατο, ανεπαύσατο πεποιθώς. 7 πάσα η γη βοά μετ ‘ ευφροσύνης, 8 και τα ξύλα του λιβάνου ευφράνθησαν επί σοί και η κέδρος του Λιβάνου· αφ ‘ ου συ κεκοίμησαι, ουκ ανέβη ο κόπτων ημάς. 9 ο άδης κάτωθεν επικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οι γίγαντες οι άρξαντες της γης, οι εγείραντες εκ των θρόνων αυτών πάντας βασιλείς εθνών. 10 πάντες αποκριθήσονται και ερούσί σοι· και συ εάλως, ωσπερ και ημείς, εν ημίν δε κατελογίσθης. 11 κατέβη εις άδου η δόξα σου, η πολλή ευφροσύνη σου· υποκάτω σου στρώσουσι σήψιν, και το κατακάλυμμά σου σκώληξ. 12 Πως εξέπεσεν εκ του ουρανού ο εωσφόρος ο πρωϊ ανατέλλων; συνετρίβη εις την γην ο αποστέλλων προς πάντα τα έθνη. 13 συ δε είπας εν τη διανοία σου· εις τον ουρανόν αναβήσομαι, επάνω των αστέρων του ουρανού θήσω τον θρόνον μου, καθιώ εν όρει υψηλω, επί τα όρη τα υψηλά τα προς Βορράν, 14 αναβήσομαι επάνω των νεφών, έσομαι όμοιος τω Υψίστω. 15 νυν δε εις άδην καταβήση και εις τα θεμέλια της γης. 16 οι ιδόντες σε θαυμάσονται επί σοί και ερούσιν· ούτος ο άνθρωπος ο παροξύνων την γην, ο σείων βασιλείς; 17 ο θείς την οικουμένην όλην έρημον και τας πόλεις αυτού καθείλε, τους εν επαγωγή ουκ έλυσε. 18 πάντες οι βασιλείς των εθνών εκοιμήθησαν εν τιμή, άνθρωπος εν τω οίκω αυτού· 19 συ δε ριφήση εν τοις όρεσιν ως νεκρός εβδελυγμένος μετά πολλών τεθνηκότων εκκεκεντημένων μαχαίραις, καταβαινόντων εις άδου. ον τρόπον ιμάτιον εν αίματι πεφυρμένον ουκ έσται καθαρόν, 20 ούτως ουδέ συ έση καθαρός, διότι την γην μου απώλεσας και τον λαόν μου απέκτεινας· ου μη μείνης εις τον αιώνα χρόνον, σπέρμα πονηρόν. 21 ετοίμασον τα τέκνα σου σφαγήναι ταις αμαρτίαις του πατρός αυτών, ίνα μη αναστώσι και κληρονομήσωσι την γην και εμπλήσωσιν την γην πολέμων.

 22 Και επαναστήσομαι αυτοίς, λέγει Κύριος σαβαώθ, και απολώ αυτών όνομα και κατάλειμμα και σπέρμα - τάδε λέγει Κύριος - 23 και θήσω την Βαβυλωνίαν έρημον, ωστε κατοικείν εχίνους, και έσται εις ουδέν· και θήσω αυτήν πηλού βάραθρον εις απώλειαν. 24 τάδε λέγει Κύριος σαβαώθ· ον τρόπον είρηκα, ούτως έσται, και ον τρόπον βεβούλευμαι, ούτως μενεί, 25 του απολέσαι τους Ασσυρίους από της γης της εμής και από των ορέων μου, και έσονται εις καταπάτημα, και αφαιρεθήσεται απ ‘ αυτών ο ζυγός αυτών, και το κύδος αυτών από των ώμων αφαιρεθήσεται. 26 αύτη η βουλή, ην βεβούλευται Κύριος επί την όλην οικουμένην, και αύτη η χείρ η υψηλή επί πάντα τα έθνη. 27 α γαρ ο Θεός ο άγιος βεβούλευται, τις διασκεδάσει; και την χείρα αυτού την υψηλήν τις αποστρέψει;

 28 Του έτους, ου απέθανεν ο βασιλεύς Άχαζ, εγενήθη το ρήμα τούτο. 29 μη ευφρανθείητε οι αλλόφυλοι πάντες, συνετρίβη γαρ ο ζυγός του παίοντος υμάς· εκ γαρ σπέρματος όφεως εξελεύσεται έκγονα ασπίδων, και τα έκγονα αυτών εξελεύσονται όφεις πετόμενοι 30 και βοσκηθήσονται πτωχοί δι ‘ αυτού, πτωχοί δε άνθρωποι επί ειρήνης αναπαύσονται· ανελεί δε λιμω το σπέρμα σου και το κατάλειμμά σου ανελεί. 31 ολολύξατε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οι αλλόφυλοι πάντες, ότι από Βορρά καπνός έρχεται, και ουκ έστι του είναι. 32 και τι αποκριθήσονται βασιλείς εθνών; ότι Κύριος εθεμελίωσε Σιών, και δι ‘ αυτού σωθήσονται οι ταπεινοί του λαού.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

Τό ρήμα το κατά της Μωαβίτιδος.

 1 ΝΥΚΤΟΣ απολείται η Μωαβίτις, νυκτός γαρ απολείται το τείχος της Μωαβίτιδος. 2 λυπείσθε εφ ‘ εαυτοίς, απολείται γαρ και Δηβών, ου ο βωμός υμών, εκεί αναβήσεσθε κλαίειν· επί Ναβαύ της Μωαβίτιδος ολολύζετε επί πάσης κεφαλής φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι· 3 εν ταις πλατείαις αυτής περιζώσασθε σάκκους και κόπτεσθε, επί των δωμάτων αυτής και εν ταις πλατείαις αυτής και εν ταις ρύμας αυτής πάντες ολολύζετε μετά κλαυθμού. 4 ότι κέκραγεν Εσεβών και Ελεαλή, έως Ιασσά ηκούσθη η φωνή αυτών· δια τούτο η οσφύς της Μωαβίτιδος βοά, η ψυχή αυτής γνώσεται. 5 η καρδία της Μωαβίτιδος βοά εν αυτη έως Σηγώρ· δάμαλις γαρ εστι τριετής· επί δε της αναβάσεως Λουείθ προς σε κλαίοντες αναβήσονται, τη οδω Αρωνιείμ βοά σύντριμμα και σεισμός. 6 το ύδωρ της Νεμρείμ έρημον έσται, και ο χόρτος αυτής εκλείψει· χόρτος γαρ χλωρός ουκ έσται. 7 μη και ούτως μέλει σωθήναι; επάξω γαρ επί την φάραγγα Άραβας, και λήψονται αυτήν. 8 συνήψε γαρ η βοή το όριον της Μωαβίτιδος της Αγαλείμ, και ολολυγμός αυτής έως του φρέατος του Αιλείμ. 9 το δε ύδωρ το Ρεμμών πλησθήσεται αίματος· επάξω γαρ επί Ρεμμών Άραβας και αρώ το σπέρμα Μωάβ και Αριήλ και το κατάλοιπον Αδαμά.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΑΠΟΣΤΕΛΩ ως ερπετά επί την γην· μη πέτρα έρημός εστι το όρος θυγατρός Σιών; 2 έση γαρ ως πετεινού ανιπταμένου νεοσσός αφηρημένος, θύγατερ Μωάβ. έπειτα δε, Αρνών, πλείονα 3 βουλεύου, ποίει τε σκέπην πένθους αυτη δια παντός· εν μεσημβρινή σκοτία φεύγουσιν, εξέστησαν, μη απαχθής. 4 παροικήσουσί σοι οι φυγάδες Μωάβ, έσονται σκέπη υμίν από προσώπου διώκοντος, ότι ήρθη η συμμαχία σου, και ο άρχων απώλετο ο καταπατών επί της γης. 5 και διορθωθήσεται μετ ‘ ελέους θρόνος, και καθιείται επ ‘ αυτού μετά αληθείας εν σκηνή Δαυίδ κρίνων και εκζητών κρίμα και σπεύδων δικαιοσύνην. 6 ‘Ηκούσαμεν την ύβριν Μωάβ, υβριστής σφόδρα, την υπερηφανίαν εξήρας. ουχ ούτως η μαντεία σου, ουχ ούτως. 7 ολολύξει Μωάβ, εν γαρ τη Μωαβίτιδι πάντες ολολύξουσι· τοις κατοικούσι δε Σέθ μελετήσεις· και ουκ εντραπήση. 8 τα πεδία Εσεβών πενθήσει, άμπελος Σεβαμά· καταπίνοντες τα έθνη, καταπατήσατε τας αμπέλους αυτής έως Ιαζήρ· ου μη συνάψητε, πλανήθητε την έρημον· οι απεσταλμένοι εγκατελείφθησαν, διέβησαν γαρ την έρημον. 9 δια τούτο κλαύσομαι ως τον κλαυθμόν Ιαζήρ άμπελον Σεβαμά· τα δένδρα σου κατέβαλεν, Εσεβών και Ελεαλή, ότι επί τω θερισμω και επί τω τρυγητω σου καταπατήσω, και πάντα πεσούνται. 10 και αρθήσεται ευφροσύνη και αγαλλίαμα εκ των αμπελώνων σου, και εν τοις αμπελώσί σου ου μη ευφρανθήσονται και ου μη πατήσουσιν οίνον εις τα υπολήνια, πέπαυται γαρ. 11 δια τούτο η κοιλία μου επί Μωάβ ως κιθάρα ηχήσει, και τα εντός μου ωσεί τείχος, ό ενεκαίνισας. 12 και έσται εις το εντραπήναί σε, ότι εκοπίασε Μωάβ επί τοις βωμοίς και εισελεύσεται εις τα χειροποίητα αυτής ωστε προσεύξασθαι, και ου μη δύνηται εξελέσθαι αυτόν. 13 Τούτο το ρήμα ό ελάλησε Κύριος επί Μωάβ, οπότε και ελάλησε. 14 και νυν λέγω· εν τρισίν έτεσιν ετών μισθωτού ατιμασθήσεται η δόξα Μωάβ εν παντί τω πλούτω τω πολλω, και καταλειφθήσεται ολιγοστός και ουκ έντιμος.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

Τό ρήμα το κατά Δαμασκού.

 1 ΙΔΟΥ Δαμασκός αρθήσεται από πόλεων και έσται εις πτώσιν, 2 καταλελειμμένη εις τον αιώνα, εις κοίτην ποιμνίων και ανάπαυσιν, και ουκ έσται ο διώκων. 3 και ουκέτι έσται οχυρά του καταφυγείν Εφραίμ. και ουκέτι έσται βασιλεία εν Δαμασκω, και το λοιπόν των Σύρων απολείται· ου γαρ συ βελτίων ει των υιών Ισραήλ και της δόξης αυτών· τάδε λέγει Κύριος σαβαώθ. 4 Έσται εν τη ημέρα εκείνη έκλειψις της δόξης Ιακώβ, και τα πίονα της δόξης αυτού σεισθήσεται. 5 και έσται ον τρόπον εάν τις συναγάγη αμητόν εστηκότα και σπέρμα σταχύων εν τω βραχίονι αυτού αμήση, και έσται ον τρόπον εάν τις συναγάγη στάχυν εν φάραγγι στερεά 6 και καταλειφθή εν αυτη καλάμη, ή ως ρώγες ελαίας δύο ή τρεις επ ‘ άκρου μετεώρου, ή τέσσαρες ή πέντε επί των κλάδων αυτών καταλειφθή· τάδε λέγει Κύριος ο Θεός Ισραήλ. 7 τη ημέρα εκείνη πεποιθώς έσται άνθρωπος επί τω ποιήσαντι αυτόν, οι δε οφθαλμοί αυτού εις τον άγιον του Ισραήλ εμβλέψονται, 8 και ου μη πεποιθότες ώσιν επί τοις βωμοίς, ουδέ επί τοις έργοις των χειρών αυτών, α εποίησαν οι δάκτυλοι αυτών, και ουκ όψονται τα δένδρα, ουδέ τα βδελύγματα αυτών. 9 τη ημέρα εκείνη έσονται αι πόλεις σου εγκαταλελειμμέναι, ον τρόπον κατέλιπον οι Αμορραίοι και οι Ευαίοι από προσώπου των υιών Ισραήλ, και έσονται έρημοι, 10 διότι κατέλιπες τον Θεόν τον σωτήρά σου και Κυρίου του βοηθού σου ουκ εμνήσθης. δια τούτο φυτεύσεις φύτευμα άπιστον και σπέρμα άπιστον· 11 τη δε ημέρα, ή αν φυτεύσης, πλανηθήση· το δε πρωϊ, εάν σπείρης, ανθήσει εις αμητόν ή αν ημέρα κληρώση, και ως πατήρ ανθρώπου κληρώση, και ως πατήρ ανθρώπου κληρώση τοις υιοίς σου. 12 Ουαί πλήθος εθνών πολλών· ως θάλασσα κυμαίνουσα ούτω ταραχθήσεσθε, και νώτος εθνών πολλών ως ύδωρ ηχήσει. 13 ως ύδωρ πολύ έθνη πολλά, ως ύδατος πολλού βία καταφερομένου· και αποσκορακιεί αυτόν και πόρρω αυτόν διώξεται ως χνούν αχύρου λικμώντων απέναντι ανέμου και ως κονιορτόν τροχού καταιγίς φέρουσα. 14 προς εσπέραν έσται πένθος, πριν ή πρωϊ και ουκ έσται. αύτη η μερίς των προνομευσάντων υμάς και κληρονομία τοις υμάς κληρονομήσασιν.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 ΟΥΑΙ γης πλοίων πτέρυγες επέκεινα ποταμών Αιθιοπίας, 2 ο αποστέλλων εν θαλάσση όμηρα και επιστολάς βιβλίνας επάνω του ύδατος· πορεύσονται γαρ άγγελοι κούφοι προς έθνος μετέωρον και ξένον λαόν και χαλεπόν, τις αυτού επέκεινα; έθνος ανέλπιστον και καταπεπατημένον. νυν οι ποταμοί της γης 3 πάντες ως χώρα κατοικουμένη· κατοικηθήσεται η χώρα αυτών ωσεί σημείον από όρους αρθή, ως σάλπιγγος φωνή ακουστόν έσται. 4 διότι ούτως είπέ μοι Κύριος· ασφάλεια έσται εν τη εμή πόλει ως φως καύματος μεσημβρίας, και ως νεφέλη δρόσου ημέρας αμήτου έσται. 5 προ του θερισμού, όταν συντελεσθή άνθος και όμφαξ εξανθήση άνθος ομφακίζουσα, και αφελεί τα βοτρύδια τα μικρά τοις δρεπάνοις και τας κληματίδας αφελεί και αποκόψει 6 και καταλείψει άμα τοις πετεινοίς του ουρανού και τοις θηρίοις της γης. και συναχθήσεται επ ‘ αυτούς τα πετεινά του ουρανού, και πάντα τα θηρία της γης επ ‘ αυτόν ήξει. 7 εν τω καιρω εκείνω ανενεχθήσεται δώρα Κυρίω σαβαώθ εκ λαού τεθλιμμένου και τετιλμένου και από λαού μεγάλου από του νυν και εις τον αιώνα χρόνον· έθνος ελπίζον και καταπεπατημένον, ό εστιν εν μέρει ποταμού της χώρας αυτού, εις τον τόπον, ου το όνομα Κυρίου σαβαώθ επεκλήθη, όρος Σιών.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 Όρασις Αιγύπτου.

 1 ΙΔΟΥ Κύριος κάθηται επί νεφέλης κούφης και ήξει εις Αίγυπτον, και σεισθήσεται τα χειροποίητα Αιγύπτου από προσώπου αυτού, και η καρδία αυτών ηττηθήσεται εν αυτοίς. 2 και επεγερθήσονται Αιγύπτιοι επ ‘ Αιγυπτίους, και πολεμήσει άνθρωπος τον αδελφόν αυτού και άνθρωπος τον πλησίον αυτού, πόλις επί πόλιν και νομός επί νομόν. 3 και ταραχθήσεται το πνεύμα των Αιγυπτίων εν αυτοίς, και την βουλήν αυτών διασκεδάσω, και επερωτήσουσι τους θεούς αυτών και τα αγάλματα αυτών και τους εκ της γης φωνούντας και τους εγγαστριμύθους. 4 και παραδώσω την Αίγυπτον εις χείρας ανθρώπων κυρίων σκληρών, και βασιλείς σκληροί κυριεύσουσιν αυτών· τάδε λέγει Κύριος σαβαώθ. 5 και πίονται οι Αιγύπτιοι ύδωρ το παρά θάλασσαν, ο δε ποταμός εκλείψει και ξηρανθήσεται. 6 και εκλείψουσιν οι ποταμοί και αι διώρυγες του ποταμού, και ξηρανθήσεται πάσα συναγωγή ύδατος και εν παντί έλει καλάμου και παπύρου· 7 και το άχι το χλωρόν παν το κύκλω του ποταμού, και παν το σπειρόμενον δια του ποταμού ξηρανθήσεται ανεμόφθορον. 8 και στενάξουσιν οι αλιείς, και στενάξουσι πάντες οι βάλλοντες άγκιστρον εις τον ποταμόν, και οι βάλλοντες σαγήνας και οι αμφιβολείς πενθήσουσι. 9 και αισχύνη λήψεται τους εργαζομένους το λίνον το σχιστόν και τους εργαζομένους την βύσσον, 10 και έσονται οι εργαζόμενοι αυτά εν οδύνη, και πάντες οι ποιούντες τον ζύθον λυπηθήσονται και τας ψυχάς πονέσουσι. 11 και μωροί έσονται οι άρχοντες Τάνεως· οι σοφοί σύμβουλοι του βασιλέως, η βουλή αυτών μωρανθήσεται. Πως ερείτε τω βασιλεί· υιοί συνετών ημείς, υιοί βασιλέων των εξ αρχής; 12 που εισι νυν οι σοφοί σου και αναγγειλάτωσάν σοι και ειπάτωσαν, τι βεβούλευται Κύριος σαβαώθ επ ‘ Αίγυπτον; 13 εξέλιπον οι άρχοντες Τάνεως, και υψώθησαν οι άρχοντες Μέμφεως, και πλανήσουσιν Αίγυπτον κατά φυλάς. 14 Κύριος γαρ εκέρασεν αυτοίς πνεύμα πλανήσεως, και επλάνησαν Αίγυπτον εν πάσι τοις έργοις αυτών, ως πλανάται ο μεθύων και ο εμών άμα. 15 και ουκ έσται τοις Αιγυπτίοις έργον, ό ποιήσει κεφαλήν και ουράν, αρχήν και τέλος. 16 Τη δε ημέρα εκείνη έσονται οι Αιγύπτιοι ως γυναίκες εν φόβω και εν τρόμω από προσώπου της χειρός Κυρίου σαβαώθ, ην αυτός επιβαλεί αυτοίς. 17 και έσται η χώρα των Ιουδαίων τοις Αιγυπτίοις εις φόβητρον· πας, ος εάν ονομάση αυτήν αυτοίς, φοβηθήσονται δια την βουλήν, ην βεβούλευται Κύριος σαβαώθ επ ‘ αυτήν. 18 Τη ημέρα εκείνη έσονται πέντε πόλεις εν τη Αιγύπτω λαλούσαι τη γλώσση τη Χαναανίτιδι και ομνύουσαι τω ονόματι Κυρίου σαβαώθ· πόλις ασεδέκ κληθήσεται η μία πόλις. 19 Τη ημέρα εκείνη έσται θυσιαστήριον τω Κυρίω εν χώρα Αιγυπτίων και στήλη προς το όριον αυτής τω Κυρίω 20 και έσται εις σημείον εις τον αιώνα Κυρίω εν χώρα Αιγύπτου, ότι κεκράξονται προς Κύριον δια τους θλίβοντας αυτούς, και αποστελεί αυτοίς Κύριος άνθρωπον, ος σώσει αυτούς, κρίνων σώσει αυτούς. 21 και γνωστός έσται Κύριος τοις Αιγυπτίοις, και γνώσονται οι Αιγύπτιοι τον Κύριον εν τη ημέρα εκείνη και ποιήσουσι θυσίας και εύξονται ευχάς τω Κυρίω και αποδώσουσι. 22 και πατάξει Κύριος τους Αιγυπτίους πληγή και ιάσεται αυτούς ιάσει, και επιστραφήσονται προς Κύριον, και εισακούσεται αυτών και ιάσεται αυτούς. 23 Τη ημέρα εκείνη έσται η οδός από Αιγύπτου προς Ασσυρίους και εισελεύσονται Ασσύριοι εις Αίγυπτον, και Αιγύπτιοι πορεύσονται προς Ασσυρίους, και δουλεύσουσιν Αιγύπτιοι τοις Ασσυρίοις. 24 Τη ημέρα εκείνη έσται Ισραήλ τρίτος εν τοις Ασσυρίοις και εν τοις Αιγυπτίοις ευλογημένος εν τη γη, 25 ην ευλόγησε Κύριος σαβαώθ λέγων· ευλογημένος ο λαός μου ο εν Αιγύπτω και ο εν Ασσυρίοις και η κληρονομία μου Ισραήλ.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΤΟΥ έτους ου εισήλθεν Τανάθαν εις Άζωτον, ηνίκα απεστάλη υπό Αρνά βασιλέως Ασσυρίων και επολέμησε την Άζωτον και έλαβεν αυτήν, 2 τότε ελάλησε Κύριος προς ‘Ησαϊαν υιόν Αμώς λέγων· πορεύου και άφελε τον σάκκον από της οσφύος σου και τα σανδάλιά σου υπόλυσαι από των ποδών σου· και ποίησον ούτως πορευόμενος γυμνός και ανυπόδετος. 3 και είπε Κύριος· ον τρόπον πεπόρευται ο παις μου Ησαϊας γυμνός και ανυπόδετος τρία έτη, τρία έτη έσται εις σημεία και τέρατα τοις Αιγυπτίοις και Αιθίοψιν· 4 ότι ούτως άξει βασιλεύς Ασσυρίων την αιχμαλωσίαν Αιγύπτου και Αιθιόπων, νεανίσκους και πρεσβύτας, γυμνούς και ανυποδέτους, ανακεκαλυμμένους την αισχύνην Αιγύπτου. 5 και αισχυνθήσονται ηττηθέντες οι Αιγύπτιοι επί τοις Αιθίοψιν, εφ ‘ οίς ήσαν πεποιθότες οι Αιγύπτιοι, ήσαν γαρ αυτοίς δόξα. 6 και ερούσιν οι κατοικούντες εν τη νήσω ταύτη εν τη ημέρα εκείνη· ιδού ημείς ήμεν πεποιθότες του φυγείν εις αυτούς εις βοήθειαν, οί ουκ ηδύναντο σωθήναι από βασιλέως Ασσυρίων· και Πως ημείς σωθησόμεθα;

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

Τό όραμα της ερήμου.

 1 ΩΣ καταιγίς δι ‘ ερήμου διέλθοι εξ ερήμου ερχομένη εκ γης, φοβερόν 2 το όραμα και σκληρόν ανηγγέλη μοι. ο αθετών αθετεί, ο ανομών ανομεί. επ ‘ εμοί οι Ελαμίται, και οι πρέσβεις των Περσών επ ‘ εμέ έρχονται. νυν στενάξω και παρακαλέσω εμαυτόν. 3 δια τούτο ενεπλήσθη η οσφύς μου εκλύσεως, και ωδίνες έλαβόν με ως την τίκτουσαν· ηδίκησα του μη ακούσαι, εσπούδασα του μη βλέπειν. 4 η καρδία μου πλανάται, και η ανομία με βαπτίζει, η ψυχή μου εφέστηκεν εις φόβον. 5 ετοίμασον την τράπεζαν· φάγετε, πίετε· αναστάντες, οι άρχοντες, ετοιμάσατε θυρεούς. 6 ότι ούτως είπε προς με Κύριος· βαδίσας σεαυτω στήσον σκοπόν και ό αν ίδης ανάγγειλον· 7 και είδον αναβάτας ιππείς δύο και αναβάτην όνου και αναβάτην καμήλου. ακρόασαι ακρόασιν πολλήν 8 και κάλεσον Ουρίαν εις την σκοπιάν Κυρίου. και είπεν· έστην διαπαντός ημέρας και επί της παρεμβολής εγώ έστην όλην την νύκτα, 9 και ιδού αυτός έρχεται αναβάτης ξυνωρίδος. και αποκριθείς είπε· πέπτωκε πέπτωκε Βαβυλών, και πάντα τα αγάλματα αυτής, και τα χειροποίητα αυτής συνετρίβησαν εις την γην. 10 ακούσατε, οι καταλελειμμένοι και οι οδυνώμενοι, ακούσατε α ήκουσα παρά Κυρίου σαβαώθ· ο Θεός του Ισραήλ ανήγγειλεν ημίν.

 11 Τό όραμα της Ιδουμαίας.

 Πρός εμέ καλεί παρά του Σηείρ· φυλάσσετε επάλξεις. 12 φυλάσσω το πρωϊ και την νύκτα· εάν ζητης, ζήτει και παρ ‘ εμοί οίκει· 13 εν τω δρυμω εσπέρας κοιμηθήση εν τη οδω Δαιδάν. 14 εις συνάντησιν διψώντι ύδωρ φέρετε, οι ενοικούντες εν χώρα Θαιμάν, άρτοις συναντάτε τοις φεύγουσι δια το πλήθος των πεφονευμένων 15 και δια το πλήθος των πλανωμένων και δια το πλήθος της μαχαίρας και δια το πλήθος των τοξευμάτων των διατεταμένων και δια το πλήθος των πεπτωκότων εν τω πολέμω. 16 διότι ούτως είπέ μοι Κύριος· έτι ενιαυτός ως ενιαυτός μισθωτού, εκλείψει η δόξα των υιών Κηδάρ, 17 και το κατάλοιπον των τοξευμάτων των ισχυρών υιών Κηδάρ έσται ολίγον, ότι Κύριος ο Θεός Ισραήλ ελάλησεν.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

Τό ρήμα της φάραγγος Σιών.

 1 ΤΙ εγένετό σοι νυν, ότι ανέβητε πάντες εις δώματα μάταια; 2 ενεπλήσθη η πόλις βοώντων· οι τραυματίαι σου ου τραυματίαι μαχαίρας, ουδέ οι νεκροί σου νεκροί πολέμων. 3 πάντες οι άρχοντές σου πεφεύγασι, και οι αλόντες σκληρώς δεδεμένοι εισί, και οι ισχύοντες εν σοί πόρρω πεφεύγασι. 4 δια τούτο είπα· άφετέ με, πικρώς κλαύσομαι, μη κατισχύσητε παρακαλείν με επί το σύντριμμα της θυγατρός του γένους μου. 5 ότι ημέρα ταραχής και απωλείας και καταπατήματος και πλάνησις παρά Κυρίου σαβαώθ εν φάραγγι Σιών· πλανώνται από μικρού έως μεγάλου, πλανώνται επί τα όρη. 6 οι δε Ελαμίται έλαβον φαρέτρας, αναβάται άνθρωποι εφ ‘ ίπποις και συναγωγή παρατάξεως. 7 και έσονται αι εκλεκταί φάραγγές σου πλησθήσονται αρμάτων, οι δε ιππείς εμφράξουσι τας πύλας σου· 8 και ανακαλύψουσι τας πύλας Ιούδα· και εμβλέψονται τη ημέρα εκείνη εις τους εκλεκτούς οίκους της πόλεως 9 και ανακαλύψουσι τα κρυπτά των οίκων της άκρας Δαυίδ. και είδοσαν ότι πλείους εισί και ότι απέστρεψε το ύδωρ της αρχαίας κολυμβήθρας εις την πόλιν 10 και ότι καθείλοσαν τους οίκους Ιερουσαλήμ εις οχύρωμα τείχους τη πόλει. 11 και εποιήσατε εαυτοίς ύδωρ αναμέσον των δύο τειχών εσώτερον της κολυμβήθρας της αρχαίας και ουκ ενεβλέψατε εις τον απ ‘ αρχής ποιήσαντα αυτήν και τον κτίσαντα αυτήν ουκ είδετε. 12 και εκάλεσε Κύριος Κύριος σαβαώθ εν τη ημέρα εκείνη κλαυθμόν και κοπετόν και ξύρησιν και ζώσιν σάκκων, 13 αυτοί δε εποιήσαντο ευφροσύνην και αγαλλίαμα σφάζοντες μόσχους και θύοντες πρόβατα, ωστε φαγείν κρέατα και πιείν οίνον λέγοντες· φάγωμεν και πίωμεν, αύριον γαρ αποθνήσκομεν. 14 και ανακεκαλυμμένα ταύτά εστιν εν τοις ωσί Κυρίου σαβαώθ, ότι ουκ αφεθήσεται υμίν αύτη η αμαρτία, έως αν αποθάνητε.

 15 Τάδε λέγει Κύριος σαβαώθ· πορεύου εις το παστοφόριον, προς Σομνάν τον ταμίαν και είπον αυτω· 16 τι συ ώδε, και τι σοί εστιν ώδε, ότι ελατόμησας σεαυτω ώδε μνημείον και εποίησας σεαυτω εν υψηλω μνημείον και έγραψας σεαυτω εν πέτρα σκηνήν; 17 ιδού δη Κύριος σαβαώθ εκβαλεί και εκτρίψει άνδρα και αφελεί την στολήν σου και τον στέφανόν σου τον ένδοξον 18 και ρίψει σε εις χώραν μεγάλην και αμέτρητον, και εκεί αποθανή· και θήσει το άρμα σου το καλόν εις ατιμίαν και τον οίκον του άρχοντός σου εις καταπάτημα· 19 και αφαιρεθήση εκ της οικονομίας σου και εκ της στάσεώς σου. 20 και έσται εν τη ημέρα εκείνη καλέσω τον παίδά μου Ελιακείμ τον του Χελκίου 21 και ενδύσω αυτόν την στολήν σου και τον στέφανόν σου δώσω αυτω και κράτος και την οικονομίαν σου δώσω εις τας χείρας αυτού, και έσται ως πατήρ τοις ενοικούσιν εν Ιερουσαλήμ και τοις ενοικούσιν εν Ιούδα. 22 και δώσω την δόξαν Δαυίδ αυτω, και άρξει, και ουκ έσται ο αντιλέγων. και δώσω αυτω την κλείδα οίκου Δαυίδ επί τω ώμω αυτού και ανοίξει, και ουκ έσται ο αποκλείων, και κλείσει και ουκ έσται ο ανοίγων. 23 και στήσω αυτόν άρχοντα εν τόπω πιστω και έσται εις θρόνον δόξης του οίκου του πατρός αυτού. 24 και έσται πεποιθώς επ ‘ αυτόν πας ένδοξος εν τω οίκω του πατρός αυτού, από μικρού έως μεγάλου, και έσονται επικρεμάμενοι αυτω. 25 εν τη ημέρα εκείνη - τάδε λέγει Κύριος σαβαώθ - κινηθήσεται ο άνθρωπος ο εστηριγμένος εν τόπω πιστω και αφαιρεθήσεται· και πεσείται, και εξολοθρευθήσεται η δόξα η επ ‘ αυτόν, ότι Κύριος ελάλησεν.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

Τό όραμα Τύρου.

 1 ΟΛΟΛΥΞΑΤΕ, πλοία Καρχηδόνος, ότι απώλετο, και ουκέτι έρχονται εκ γης Κιτιαίων· ήκται αιχμάλωτος. 2 τίνι όμοιοι γεγόνασιν οι ενοικούντες εν τη νήσω μετάβολοι Φοινίκης διαπερώντες την θάλασσαν 3 εν ύδατι πολλω, σπέρμα μεταβόλων; ως αμητού εισφερομένου οι μετάβολοι των εθνών. 4 αισχύνθητι, Σιδών, είπεν η θάλασσα. η δε ισχύς της θαλάσσης είπεν· ουκ ώδινον ουδέ έτεκον ουδέ εξέθρεψα νεανίσκους ουδέ ύψωσα παρθένους. 5 όταν δε ακουστόν γένηται Αιγύπτω, λήψεται αυτούς οδύνη περί Τύρου. 6 απέλθατε εις Καρχηδόνα, ολολύξατε, οι κατοικούντες εν τη νήσω ταύτη. 7 ουχ αύτη ην υμών η ύβρις απ ‘ αρχής πριν ή παραδοθήναι αυτήν; 8 τις ταύτα εβούλευσεν επί Τύρον; μη ήσσων εστίν ή ουκ ισχύει; οι έμποροι αυτής ένδοξοι, άρχοντες της γης. 9 Κύριος σαβαώθ εβουλεύσατο παραλύσαι πάσαν την ύβριν των ενδόξων και ατιμάσαι παν ένδοξον επί της γης. 10 εργάζου την γην σου, και γαρ πλοία ουκέτι έρχεται εκ Καρχηδόνος. 11 η δε χείρ σου ουκέτι ισχύει κατά θάλασσαν, η παροξύνουσα βασιλείς· Κύριος σαβαώθ ενετείλατο περί Χαναάν απολέσαι αυτής την ισχύν. 12 και ερούσιν· ουκέτι ου μη προσθήτε του υβρίζειν και αδικείν την θυγατέρα Σιδώνος· και εάν απέλθης εις Κιτιείς, ουδέ εκεί ανάπαυσις έσται σοι· 13 και εις γην Χαλδαίων, και αύτη ηρήμωται από των Ασσυρίων, ουδέ εκεί σοι ανάπαυσις έσται, ότι ο τοίχος αυτής πέπτωκεν. 14 ολολύξατε, πλοία Καρχηδόνος, ότι απόλωλε το οχύρωμα υμών. 15 και έσται εν τη ημέρα εκείνη καταλειφθήσεται Τύρος έτη εβδομήκοντα ως χρόνος βασιλέως, ως χρόνος ανθρώπου· και έσται μετά εβδομήκοντα έτη, έσται Τύρος ως άσμα πόρνης. 16 λαβέ κιθάραν, ρέμβευσον, πόλις πόρνη επιλελησμένη· καλώς κιθάρισον, πολλά άσον, ίνα σου μνεία γένηται. 17 και έσται μετά τα εβδομήκοντα έτη, επισκοπήν ποιήσει ο Θεός Τύρου, και πάλιν αποκατασταθήσεται εις το αρχαίον· και έσται εμπόριον πάσαις ταις βασιλείας της οικουμένης. 18 και έσται αυτής η εμπορία και ο μισθός άγιον Κυρίω· ουκ αυτοίς συναχθήσεται, αλλά τοις κατοικούσιν έναντι Κυρίου πάσα η εμπορία αυτής φαγείν και πιείν και εμπλησθήναι εις συμβολήν μνημόσυνον έναντι Κυρίου.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΙΔΟΥ Κύριος καταφθείρει την οικουμένην και ερημώσει αυτήν και ανακαλύψει το πρόσωπον αυτής και διασπερεί τους ενοικούντας εν αυτη. 2 και έσται ο λαός ως ο ιερεύς και ο παις ως ο κύριος και η θεράπαινα ως η κυρία· έσται ο αγοράζων ως ο πωλών, ο δανείζων ως ο δανειζόμενος και ο οφείλων ως ω οφείλει. 3 φθορά φθαρήσεται η γη, και προνομή προνομευθήσεται η γη· το γαρ στόμα Κυρίου ελάλησε ταύτα. 4 επένθησεν η γη, και εφθάρη η οικουμένη, επένθησαν οι υψηλοί της γης. 5 η δε γη ηνόμησε δια τους κατοικούντας αυτήν, διότι παρήλθοσαν τον νόμον και ήλλαξαν τα προστάγματα, διαθήκην αιώνιον. 6 δια τούτο αρά έδεται την γην, ότι ημάρτοσαν οι κατοικούντες αυτήν· δια τούτο πτωχοί έσονται οι ενοικούντες εν τη γη, και καταλειφθήσονται άνθρωποι ολίγοι. 7 πενθήσει οίνος, πενθήσει άμπελος, στενάξουσι πάντες οι ευφραινόμενοι την ψυχήν. 8 πέπαυται ευφροσύνη τυμπάνων, πέπαυται αυθαδεία και πλούτος ασεβών, πέπαυται φωνή κιθάρας. 9 ησχύνθησαν ουκ έπιον οίνον, πικρόν εγένετο το σίκερα τοις πίνουσιν. 10 ηρημώθη πάσα πόλις, κλείσει οικίαν του μη εισελθείν. 11 ολολύζεται περί του οίνου πανταχή· πέπαυται πάσα ευφροσύνη της γης, απήλθε πάσα ευφροσύνη της γης. 12 και καταλειφθήσονται πόλεις έρημοι, και οίκοι εγκαταλελειμμένοι απολούνται. 13 ταύτα πάντα έσται εν τη γη εν μέσω των εθνών, ον τρόπον εάν τις καλαμήσηται ελαίαν, ούτως καλαμήσονται αυτούς, και εάν παύσηται ο τρύγητος. 14 ούτοι φωνή βοήσονται, οι δε καταλειφθέντες επί της γης ευφρανθήσονται άμα τη δόξη Κυρίου. ταραχθήσεται το ύδωρ της θαλάσσης· 15 δια τούτο η δόξα Κυρίου εν ταις νήσοις έσται της θαλάσσης, το όνομα Κυρίου ένδοξον έσται, Κύριε ο Θεός Ισραήλ. 16 από των πτερύγων της γης τέρατα ηκούσαμεν, ελπίς τω ευσεβεί. και ερούσιν· ουαί τοις αθετούσιν, οι αθετούντες τον νόμον. 17 φόβος και βόθυνος και παγίς εφ ‘ υμάς τους ενοικούντας επί της γης. 18 και έσται ο φεύγων τον φόβον εμπεσείται εις τον βόθυνον, ο δε εκβαίνων εκ του βοθύνου αλώσεται υπό της παγίδος, ότι θυρίδες εκ του ουρανού ηνεώχθησαν, και σεισθήσεται τα θεμέλια της γης. 19 ταραχή ταραχθήσεται η γη, και απορία απορηθήσεται η γη· 20 έκλινεν ως ο μεθύων και κραιπαλών, και σεισθήσεται ως οπωροφυλάκιον η γη, και πεσείται και ου μη δύνηται αναστήναι, κατίσχυσε γαρ επ ‘ αυτής η ανομία. 21 και επάξει ο Θεός επί τον κόσμον του ουρανού την χείρα και επί τους βασιλείς της γης· 22 και συνάξουσι και αποκλείσουσιν εις οχύρωμα και εις δεσμωτήριον, δια πολλών γενεών επισκοπή έσται αυτών. 23 και τακήσεται η πλίνθος, και πεσείται το τείχος, ότι βασιλεύσει Κύριος εν Σιών και εν Ιερουσαλήμ, και ενώπιον των πρεσβυτέρων δοξασθήσεται.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΕ

 1 ΚΥΡΙΕ ο Θεός μου, δοξάσω σε, υμνήσω το όνομά σου, ότι εποίησας θαυμαστά πράγματα, βουλήν αρχαίαν αληθινήν· γένοιτο, Κύριε· 2 ότι έθηκας πόλεις εις χώμα, πόλεις οχυράς του μη πεσείν αυτών τα θεμέλια· των ασεβών πόλις εις τον αιώνα ου μη οικοδομηθή. 3 δια τούτο ευλογήσει σε ο λαός ο πτωχός, και πόλεις ανθρώπων αδικουμένων ευλογήσουσί σε· 4 εγένου γαρ πάση πόλει ταπεινή βοηθός και τοις αθυμήσασι δι ‘ ένδειαν σκέπη, από ανθρώπων πονηρών ρύση αυτούς, σκέπη διψώντων και πνεύμα ανθρώπων αδικουμένων. 5 ως άνθρωποι ολιγόψυχοι διψώντες εν Σιών, από ανθρώπων ασεβών, οίς ημάς παρέδωκας. 6 και ποιήσει Κύριος σαβαώθ πάσι τοις έθνεσιν επί το όρος τούτο. πίονται ευφροσύνην, πίονται οίνον, 7 χρίσονται μύρον. εν τω όρει τούτω παράδος ταύτα πάντα τοις έθνεσιν· η γαρ βουλή αύτη επί πάντα τα έθνη. 8 κατέπιεν ο θάνατος ισχύσας, και πάλιν αφείλε Κύριος ο Θεός παν δάκρυον από παντός προσώπου· το όνειδος του λαού αφείλεν από πάσης της γης, το γαρ στόμα Κυρίου ελάλησε. 9 και ερούσι τη ημέρα εκείνη· ιδού ο Θεός ημών εφ ‘ ω ηλπίζομεν και ηγαλλιώμεθα, και σώσει ημάς. ούτος Κύριος, υπεμείναμεν αυτόν και αγαλλιασόμεθα και εφρανθησόμεθα επί τη σωτηρία ημών, 10 ότι ανάπαυσιν δώσει ο Θεός επί το όρος τούτο, και καταπατηθήσεται η Μωαβίτις, ον τρόπον πατούσιν άλωνα εν αμάξαις· 11 και ανήσει τας χείρας αυτού, ον τρόπον και αυτός εταπείνωσε του απολέσαι, και ταπεινώσει την ύβριν αυτού, εφ ‘ α τας χείρας επέβαλε· 12 και το ύψος της καταφυγής του τοίχου ταπεινώσει, και καταβήσεται έως του εδάφους.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ

 1 Τ… ημέρα εκείνη άσονται το άσμα τούτο επί γης Ιούδα· ιδού πόλις ισχυρά, και σωτήριον ημών θήσει τείχος και περίτειχος. 2 ανοίξατε πύλας, εισελθέτω λαός φυλάσσων δικαιοσύνην και φυλάσσων αλήθειαν, 3 αντιλαμβανόμενος αληθείας και φυλάσσων ειρήνην. ότι επί σοί ελπίδι 4 ήλπισαν, Κύριε, έως του αιώνος, ο Θεός ο μέγας, ο αιώνιος, 5 ος ταπεινώσας κατήγαγες τους ενοικούντας εν υψηλοίς· πόλεις οχυράς καταβαλείς και κατάξεις έως εδάφους, 6 και πατήσουσιν αυτούς πόδες πραέων και ταπεινών. 7 οδός ευσεβών ευθεία εγένετο, και παρεσκευασμένη η οδός των ευσεβών. 8 η γαρ οδός Κυρίου κρίσις· ηλπίσαμεν επί τω ονόματί σου και επί τη μνεία, 9 ή επιθυμεί η ψυχή ημών. εκ νυκτός ορθρίζει το πνεύμα μου προς σε, ο Θεός, διότι φως τα προστάγματά σου επί της γης. δικαιοσύνην μάθετε, οι ενοικούντες επί της γης. 10 πέπαυται γαρ ο ασεβής· πας ος ου μη μάθη δικαιοσύνην επί της γης, αλήθειαν ου μη ποιήσει· αρθήτω ο ασεβής, ίνα μη ίδη την δόξαν Κυρίου. 11 Κύριε, υψηλός σου ο βραχίων, και ουκ ήδεισαν, γνόντες δε αισχυνθήσονται. ζήλος λήψεται λαόν απαίδευτον, και νυν πυρ τους υπεναντίους έδεται. 12 Κύριε ο Θεός ημών, ειρήνην δος ημίν, πάντα γαρ απέδωκας ημίν. 13 Κύριε ο Θεός ημών, κτήσαι ημάς, Κύριε, εκτός σου άλλον ουκ οίδαμεν, το όνομά σου ονομάζομεν. 14 οι δε νεκροί ζωήν ου μη ίδωσιν, ουδέ ιατροί ου μη αναστήσουσι· δια τούτο επήγαγες και απώλεσας και ήρας παν άρσεν αυτών. 15 πρόσθες αυτοίς κακά, Κύριε, πρόσθες κακά τοις ενδόξοις της γης. 16 Κύριε, εν θλίψει εμνήσθην σου, εν θλίψει μικρά η παιδεία σου ημίν. 17 και ως η ωδίνουσα εγγίζει του τεκείν και επί τη ωδίνι αυτής εκέκραξεν, ούτως εγενήθημεν τω αγαπητω σου δια τον φόβον σου, Κύριε. 18 εν γαστρί ελάβομεν και ωδινήσαμεν και ετέκομεν· πνεύμα σωτηρίας σου εποιήσαμεν επί της γης, ου πεσούμεθα, αλλά πεσούνται πάντες οι ενοικούντες επί της γης. 19 αναστήσονται οι νεκροί, και εγερθήσονται οι εν τοις μνημείοις, και ευφρανθήσονται οι εν τη γη· η γαρ δρόσος η παρά σου ίαμα αυτοίς εστιν, η δε γη των ασεβών πεσείται. 20 βάδιζε, λαός μου, είσελθε εις τα ταμιείά σου, απόκλεισον την θύραν σου, αποκρύβηθι μικρόν όσον όσον, έως αν παρέλθη η οργή Κυρίου· 21 ιδού γαρ Κύριος από του αγίου επάγει την οργήν επί τους ενοικούντας επί της γης, και ανακαλύψει η γη το αίμα αυτής και ου κατακαλύψει τους ανηρημένους επ ‘ αυτής.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΖ

 1 ΕΝ τη ημέρα εκείνη επάξει ο Θεός την μάχαιραν την αγίαν και την μεγάλην και την ισχυράν επί τον δράκοντα όφιν φεύγοντα, επί τον δράκοντα όφιν σκολιόν και ανελεί τον δράκοντα. 2 τη ημέρα εκείνη αμπελών καλός επιθύμημα εξάρχειν κατ ‘ αυτής. 3 εγώ πόλις οχυρά, πόλις πολιουρκουμένη, μάτην ποτιώ αυτήν· αλώσεται γαρ νυκτός, ημέρας δε πεσείται το τείχος. 4 ουκ έστιν ή ουκ επελάβετο αυτής· τις με θήσει φυλάσσειν καλάμην εν αγρω; δια την πολεμίαν ταύτην ηθέτηκα αυτήν· τοίνυν δια τούτο εποίησε Κύριος πάντα όσα συνέταξε. κατακέκαυμαι, 5 βοήσονται οι ενοικούντες εν αυτη, ποιήσωμεν ειρήνην αυτω, ποιήσωμεν ειρήνην. 6 οι ερχόμενοι, τέκνα Ιακώβ, βλαστήσει και εξανθήσει Ισραήλ, και εμπλησθήσεται η οικουμένη του καρπού αυτού, 7 μη ως αυτός επάταξε, και αυτός ούτως πληγήσεται, και ως αυτός ανείλεν, ούτως αναιρεθήσεται; 8 μαχόμενος και ονειδίζων εξαποστελεί αυτούς· ου συ ήσθα ο μελετών τω πνεύματι τω σκληρω ανελείν αυτούς πνεύματι θυμού; 9 δια τούτο αφαιρεθήσεται η ανομία Ιακώβ, και τούτό εστιν η ευλογία αυτού, όταν αφέλωμαι την αμαρτίαν αυτού, όταν θώσι πάντας τους λίθους των βωμών κατακεκομμένους ως κονίαν λεπτήν· και ου μη μείνη τα δένδρα αυτών, και τα είδωλα αυτών εκκεκομμένα ωσπερ δρυμός μακράν. 10 το κατοικούμενον ποίμνιον ανειμένον έσται, ως ποίμνιον καταλελειμμένον και έσται πολύν χρόνον εις βόσκημα, και εκεί αναπαύσονται ποίμνια. 11 και μετά χρόνον ουκ έσται εν αυτη παν χλωρόν δια το ξηρανθήναι. γυναίκες ερχόμεναι από θέας, δεύτε· ου γαρ λαός εστιν έχων σύνεσιν, δια τούτο ου μη οικτειρήση ο ποιήσας αυτούς, ουδέ ο πλάσας αυτούς ου μη ελεήση. 12 και έσται εν τη ημέρα εκείνη συμφράξει ο Θεός από της διώρυγος του ποταμού έως Ρινοκορούρων, υμείς δε συναγάγετε τους υιούς Ισραήλ κατά ένα ένα. 13 και έσται εν τη ημέρα εκείνη σαλπιούσι τη σάλπιγγι τη μεγάλη, και ήξουσιν οι απολόμενοι εν τη χώρα των Ασσυρίων και οι απολόμενοι εν Αιγύπτω και προσκυνήσουσι τω Κυρίω επί το όρος το άγιον εν Ιερουσαλήμ.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΗ

 1 ΟΥΑΙ τω στεφάνω της ύβρεως, οι μισθωτοί Εφραίμ· το άνθος το εκπεσόν εκ της δόξης επί της κορυφής του όρους του παχέος, οι μεθύοντες άνευ οίνου. 2 ιδού ισχυρόν και σκληρόν ο θυμός Κυρίου ως χάλαζα καταφερομένη ουκ έχουσα σκέπην, βία καταφερομένη· ως ύδατος πολύ πλήθος σύρον χώραν τη γη ποιήσει ανάπαυσιν ταις χερσί. 3 και τοις ποσί καταπατηθήσεται ο στέφανος της ύβρεως, οι μισθωτοί του Εφραίμ. 4 και έσται το άνθος το εκπεσόν της ελπίδος της δόξης επ ‘ άκρου του όρους του υψηλού ως πρόδρομος σύκου, ο ιδών αυτό, πριν ή εις την χείραν αυτού λαβείν, θελήσει αυτό καταπιείν. 5 τη ημέρα εκείνη έσται Κύριος σαβαώθ ο στέφανος της ελπίδος ο πλακείς της δόξης τω καταλειφθέντι μου λαω· 6 καταλειφθήσονται επί πνεύματι κρίσεως επί κρίσιν και ισχύν κωλύων ανελείν. 7 ούτοι γαρ οίνω πεπλανημένοι εισίν, επλανήθησαν δια το σίκερα· ιερεύς και προφήτης εξέστησαν δια το σίκερα, κατεπόθησαν δια τον οίνον, εσείσθησαν από της μέθης, επλανήθησαν· τούτ ‘ έστι φάσμα. 8 αρά έδεται ταύτην την βουλήν· αύτη γαρ η βουλή ένεκεν πλεονεξίας. 9 τίνι ανηγγείλαμεν κακά και τίνι ανηγγείλαμεν αγγελίαν, οι απογεγαλακτισμένοι από γάλακτος, οι απεσπασμένοι από μαστού; 10 θλίψιν επί θλίψιν προσδέχου, ελπίδα επ ‘ ελπίδι, έτι μικρόν έτι μικρόν 11 δια φαυλισμόν χειλέων δια γλώσσης ετέρας, ότι λαλήσουσι τω λαω τούτω 12 λέγοντες αυτω· τούτο το ανάπαυμα τω πεινώντι και τούτο το σύντριμμα, και ουκ ηθέλησαν ακούειν. 13 και έσται αυτοίς το λόγιον Κυρίου του Θεού θλίψις επί θλίψιν, ελπίς επ ‘ ελπίδι, έτι μικρόν έτι μικρόν, ίνα πορευθώσι και πέσωσιν εις τα οπίσω και κινδυνεύσουσι και συντριβήσονται και αλώσονται. 14 δια τούτο ακούσατε λόγον Κυρίου, άνδρες τεθλιμμένοι και άρχοντες του λαού τούτου του εν Ιερουσαλήμ· 15 ότι είπατε· εποιήσαμεν διαθήκην μετά του άδου και μετά του θανάτου συνθήκας, καταιγίς φερομένη εάν παρέλθη ου μη έλθη εφ ‘ ημάς· εθήκαμεν ψεύδος την ελπίδα ημών και τω ψεύδει σκεπασθησόμεθα. 16 δια τούτο ούτω λέγει Κύριος Κύριος· ιδού εγώ εμβαλώ εις τα θεμέλια Σιών λίθον πολυτελή εκλεκτόν ακρογωνιαίον, έντιμον, εις τα θεμέλια αυτής, και ο πιστεύων επ ‘ αυτω ου μη καταισχυνθή. 17 και θήσω κρίσιν εις ελπίδα, η δε ελεημοσύνη μου εις σταθμούς, και οι πεποιθότες μάτην ψεύδει· ότι ου μη παρέλθη υμάς καταιγίς, 18 μη και αφέλη υμών την διαθήκην του θανάτου, και η ελπίς υμών η προς τον άδην ου μη εμμείνη· καταιγίς φερομένη εάν επέλθη, έσεσθε αυτη εις καταπάτημα. 19 όταν παρέλθη, λήψεται υμάς· πρωϊ πρωϊ παρελεύσεται ημέρας, και εν νυκτί έσται ελπίς πονηρά· μάθετε ακούειν. 20 στενοχωρούμενοι ου δυνάμεθα μάχεσθαι, αυτοί δε ασθενούμεν του υμάς συναχθήναι. 21 ωσπερ όρος ασεβών αναστήσεται Κύριος, και έσται εν τη φάραγγι Γαβαών· μετά θυμού ποιήσει τα έργα αυτού, πικρίας έργον· ο δε θυμός αυτού αλλοτρίως χρήσεται, και η πικρία αυτού αλλοτρία. 22 και υμείς μη ευφρανθείητε, μηδέ ισχυσάτωσαν υμών οι δεσμοί διότι συντετελεσμένα και συντετμημένα πράγματα ήκουσα παρά Κυρίου σαβαώθ, α ποιήσει επί πάσαν την γην. 23 ενωτίζεσθε και ακούετε της φωνής μου, προσέχετε και ακούεται τους λόγους μου. 24 μη όλην την ημέραν αροτριάσει ο αροτριών; ή σπόρον προετοιμάσει πριν εργάσασθαι την γην; 25 ουχ όταν ομαλίση το πρόσωπον αυτής, τότε σπείρει μικρόν μελάνθιον ή κύμινον και πάλιν σπείρει πυρόν και κριθήν και κέγχρον και ζέαν εν τοις ορίοις σου; 26 και παιδευθήση κρίματι Θεού σου και ευφρανθήση. 27 ου γαρ μετά σκληρότητος καθαίρεται το μελάνθιον, ουδέ τροχός αμάξης περιάξει επί τον κύμινον, αλλά ράβδω τινάσσεται το μελάνθιον, 28 το δε κύμινον μετά άρτου βρωθήσεται. ου γαρ εις τον αιώνα εγώ ειμι υμίν οργισθήσομαι, ουδέ φωνή της πικρίας μου καταπατήσει υμάς. 29 και ταύτα παρά Κυρίου σαβαώθ εξήλθε τα τέρατα· βουλεύσασθε, υψώσατε ματαίαν παράκλησιν.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΘ

 1 ΟΥΑΙ Αριήλ πόλις, ην επολέμησε Δαυίδ· συναγάγετε γεννήματα ενιαυτόν επί ενιαυτόν, φάγεσθε, φάγεσθε γαρ συν Μωάβ. 2 εκθλίψω γαρ Αριήλ, και έσται αυτής η ισχύς και ο πλούτος εμοί. 3 και κυκλώσω ως Δαυίδ επί σε και βαλώ περί σε χάρακα και θήσω περί σε πύργους, 4 και ταπεινωθήσονται εις την γην οι λόγοι σου, και εις την γην οι λόγοι σου δύσονται· και έσται ως οι φωνούντες εκ της γης η φωνή σου, και προς το έδαφος η φωνή σου ασθενήσει. 5 και έσται ως κονιορτός από τροχού ο πλούτος των ασεβών και ως χνούς φερόμενος το πλήθος των καταδυναστευόντων σε, και έσται ως στιγμή παραχρήμα 6 παρά Κυρίου σαβαώθ· επισκοπή γαρ έσται μετά βροντής και σεισμού και φωνής μεγάλης, καταιγίς φερομένη και φλόξ πυρός κατεσθίουσα. 7 και έσται ως ο ενυπνιαζόμενος καθ ‘ ύπνους νυκτός ο πλούτος απάντων των εθνών, όσοι επεστράτευσαν επί Αριήλ, και πάντες οι στρατευσάμενοι επί Ιερουσαλήμ και πάντες οι συνηγμένοι επ ‘ αυτήν και θλίβοντες αυτήν. 8 και έσονται ως οι εν τω ύπνω πίνοντες και έσθοντες, και εξαναστάντων μάταιον αυτών το ενύπνιον, και ον τρόπον ενυπνιάζεται ο διψών ως πίνων και εξαναστάς έτι διψά, η δε ψυχή αυτού εις κενόν ήλπισεν, ούτως έσται ο πλούτος των εθνών πάντων, όσοι επεστράτευσαν επί το όρος Σιών. 9 εκλύθητε και έκστητε και κραιπαλήσατε ουκ από σίκερα ουδέ από οίνου· 10 ότι πεπότικεν υμάς Κύριος πνεύματι κατανύξεως και καμμύσει τους οφθαλμούς αυτών και των προφητών αυτών και των αρχόντων αυτών, οι ορώντες τα κρυπτά. 11 και έσονται υμίν τα ρήματα πάντα ταύτα ως οι λόγοι του βιβλίου του εσφραγισμένου τούτου, ό εάν δώσιν αυτό ανθρώπω επισταμένω γράμματα λέγοντες· ανάγνωθι ταύτα· και ερεί· ου δύναμαι αναγνώναι, εσφράγισται γαρ. 12 και δοθήσεται το βιβλίον τούτο εις χείρας ανθρώπου μη επισταμένου γράμματα, και ερεί αυτω· ανάγνωθι τούτο· και ερεί· ουκ επίσταμαι γράμματα.

 13 Και είπε Κύριος· εγγίζει μοι ο λαός ούτος εν τω στόματι αυτού και εν τοις χείλεσιν αυτών τιμώσί με, η δε καρδία αυτών πόρρω απέχει απ ‘ εμού· μάτην δε σέβονταί με διδάσκοντες εντάλματα ανθρώπων και διδασκαλίας. 14 δια τούτο ιδού εγώ προσθήσω του μετατεθήναι τον λαόν τούτον και μεταθήσω αυτούς και απολώ την σοφίαν των σοφών και την σύνεσιν των συνετών κρύψω. 15 ουαί οι βαθέως βουλήν ποιούντες και ου δια Κυρίου· ουαί οι εν κρυφή βουλήν ποιούντες και έσται εν σκότει τα έργα αυτών και ερούσι· τις εώρακεν ημάς; και τις ημάς γνώσεται ή α ημείς ποιούμεν; 16 ουχ ως ο πηλός του κεραμέως λογισθήσεσθε; μη ερεί το πλάσμα τω πλάσαντι αυτό· ου συ με έπλασας; ή το ποίημα τω ποιήσαντι· ου συνετώς με εποίησας; 17 ουκέτι μικρόν και μετατεθήσεται ο Λίβανος, ως το όρος το Χέρμελ και το Χέρμελ εις δρυμόν λογισθήσεται; 18 και ακούσονται εν τη ημέρα εκείνη κωφοί λόγους βιβλίου, και οι εν τω σκότει και οι εν τη ομίχλη οφθαλμοί τυφλών όψονται· 19 και αγαλλιάσονται πτωχοί δια Κύριον εν ευφροσύνη, και οι απηλπισμένοι των ανθρώπων εμπλησθήσονται ευφροσύνης. 20 εξέλιπεν άνομος, και απώλετο υπερήφανος, και εξωλοθρεύθησαν οι ανομούντες επί κακία, 21 και οι ποιούντες αμαρτείν ανθρώπους εν λόγω· πάντας δε τους ελέγχοντας εν πύλαις πρόσκομμα θήσουσιν ότι επλαγίασαν επ ‘ αδίκοις δίκαιον. 22 δια τούτο τάδε λέγει Κύριος επί τον οίκον Ιακώβ, ον αφώρισεν εξ Αβραάμ· ου νυν αισχυνθήσεται Ιακώβ, ουδέ νυν το πρόσωπον μεταβαλεί Ισραήλ· 23 αλλ ‘ όταν ίδωσι τα τέκνα αυτών τα έργα μου, δι ‘ εμέ αγιάσουσιν το όνομά μου και αγιάσουσιν τον άγιον Ιακώβ και τον Θεόν του Ισραήλ φοβηθήσονται. 24 και γνώσονται οι πλανώμενοι τω πνεύματι σύνεσιν, οι δε γογγύζοντες μαθήσονται υπακούειν, και αι γλώσσαι αι ψελλίζουσαι μαθήσονται λαλείν ειρήνην.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Λ

 1 ΟΥΑΙ τέκνα αποστάται, τάδε λέγει Κύριος. εποιήσατε βουλήν ου δι ‘ εμού και συνθήκας ου δια του πνεύματός μου προσθείναι αμαρτίας εφ ‘ αμαρτίας, 2 οι πορευόμενοι καταβήναι εις Αίγυπτον, εμέ δε ουκ επηρώτησαν, του βοηθηθήναι υπό Φαραώ και σκεπασθήναι υπό Αιγυπτίων. 3 έσται γαρ υμίν σκέπη Φαραώ εις αισχύνην και τοις πεποιθόσιν επ ‘ Αίγυπτον όνειδος. 4 ότι εισίν εν Τάνει αρχηγοί άγγελοι πονηροί· 5 μάτην κοπιάσουσι προς λαόν, ος ουκ ωφελήσει αυτούς ούτε εις βοήθειαν, ούτε εις ωφέλειαν, αλλά εις αισχύνην και όνειδος.

 6 Η όρασις των τετραπόδων των εν τη ερήμω.

 Εν τη θλίψει και τη στενοχωρία, λέων και σκύμνος λέοντος εκείθεν και ασπίδες και έκγονα ασπίδων πετομένων, οί έφερον επί όνων και καμήλων τον πλούτον αυτών προς έθνος, ό ουκ ωφελήσει αυτούς. 7 Αιγύπτιοι μάταια και κενά ωφελήσουσιν υμάς· απάγγειλον αυτοίς, ότι ματαία η παράκλησις υμών αύτη. - 8 Νυν ουν καθίσας γράψον επί πυξίου ταύτα και εις βιβλίον, ότι έσται εις ημέρας καιρόν ταύτα και έως εις τον αιώνα. 9 ότι λαός απειθής εστιν, υιοί ψευδείς, οί ουκ ηβούλοντο ακούειν τον νόμον του Θεού, 10 οι λέγοντες τοις προφήταις· μη αναγγέλλετε ημίν, και τοις τα οράματα ορώσι· μη λαλείτε ημίν, αλλά ημίν λαλείτε και αναγγέλλετε ημίν ετέραν πλάνησιν. 11 και αποστρέψατε ημάς από της οδού ταύτης, αφέλετε αφ ‘ ημών τον τρίβον τούτον και αφέλετε αφ ‘ ημών τον άγιον του Ισραήλ, 12 δια τούτο τάδε λέγει ο άγιος του Ισραήλ· ότι ηπειθήσατε τοις λόγοις τούτοις και ηλπίσατε επί ψεύδει και ότι εγόγγυσας και πεποιθώς εγένου επί τω λόγω τούτω, 13 δια τούτο έσται υμίν η αμαρτία αύτη ως τείχος πίπτον παραχρήμα πόλεως οχυράς εαλωκυίας, ης παραχρήμα πάρεστι το πτώμα, 14 και το πτώμα αυτής έσται ως σύντριμμα αγγείου οστρακίνου, εκ κεραμίου λεπτά ωστε μη ευρείν εν αυτοίς όστρακον, εν ω πυρ αρείς και εν ω αποσυριείς ύδωρ μικρόν. 15 ούτω λέγει Κύριος Κύριος ο άγιος του Ισραήλ· όταν αποστραφείς στενάξης, τότε σωθήση και γνώση που ήσθα· ότε επεποίθεις επί τοις ματαίοις, ματαία η ισχύς υμών εγενήθη. και ουκ ηβούλεσθε ακούειν, 16 αλλ ‘ είπατε· εφ ‘ ίππων φευξόμεθα· δια τούτο φεύξεσθε· και είπατε· επί κούφοις αναβάται εσόμεθα· δια τούτο κούφοι έσονται οι διώκοντες υμάς. 17 χίλιοι δια φωνήν ενός φεύξονται, και δια φωνήν πέντε φεύξονται πολλοί, έως αν καταλειφθήτε ως ιστός επ ‘ όρους, και ως σημαίαν φέρων επί βουνού. 18 και πάλιν μενεί ο Θεός του οικτειρήσαι υμάς και δια τούτο υψωθήσεται του ελεήσαι υμάς· διότι κριτής Κύριος ο Θεός υμών εστι, και που καταλείψεται την δόξαν υμών; μακάριοι οι εμμένοντες επ ‘ αυτω.

 19 Διότι λαός άγιος εν Σιών οικήσει, και Ιερουσαλήμ κλαυθμω έκλαυσεν· ελέησόν με· ελεήσει σε την φωνήν της κραυγής σου· ηνίκα είδεν, επήκουσέ σου. 20 και δώσει Κύριος υμίν άρτον θλίψεως και ύδωρ στενόν, και ουκέτι μη εγγίσωσί σοι οι πλανώντές σε· ότι οι οφθαλμοί σου όψονται τους πλανώντάς σε, 21 και τα ώτά σου ακούσονται τους λόγους των οπίσω σε πλανησάντων, οι λέγοντες· αύτη η οδός, πορευθώμεν εν αυτη είτε δεξιά είτε αριστερά. 22 και εξαρείς τα είδωλα τα περιηργυρωμένα και τα περικεχρυσωμένα, λεπτά ποιήσεις και λικμήσεις ως ύδωρ αποκαθημένης και ως κόπρον ώσεις αυτά. 23 τότε έσται ο υετός τω σπέρματι της γης σου, και ο άρτος του γεννήματος της γης σου έσται πλησμονή και λιπαρός· και βοσκηθήσεταί σου τα κτήνη τη ημέρα εκείνη τόπον πίονα και ευρύχωρον, 24 οι ταύροι υμών και οι βόες οι εργαζόμενοι την γην φάγονται άχυρα αναπεποιημένα εν κριθή λελικμημένα. 25 και έσται επί παντός όρους υψηλού και επί παντός βουνού μετεώρου ύδωρ διαπορευόμενον εν τη ημέρα εκείνη, όταν απόλωνται πολλοί και όταν πέσωσι πύργοι. 26 και έσται το φως της σελήνης ως το φως του ηλίου και το φως του ηλίου έσται επταπλάσιον εν τη ημέρα, όταν ιάσηται Κύριος το σύντριμμα του λαού αυτού, και την οδύνην της πληγής σου ιάσεται.

 27 Ιδού το όνομα Κυρίου έρχεται δια χρόνου πολλού, καιόμενος ο θυμός, μετά δόξης το λόγιον των χειλέων αυτού, λόγιον οργής πλήρες, και η οργή του θυμού ως πυρ έδεται. 28 και το πνεύμα αυτού ως ύδωρ εν φάραγγι σύρον ήξει έως του τραχήλου και διαιρεθήσεται του ταράξαι έθνη επί πλανήσει ματαία, και διώξεται αυτούς πλάνησις και λήψεται αυτούς κατά πρόσωπον αυτών. 29 μη διαπαντός δεί υμάς ευφραίνεσθαι και εισπορεύεσθαι εις τα άγιά μου διαπαντός ωσεί εορτάζοντας και ωσεί ευφραινομένους εισελθείν μετά αυλού εις το όρος Κυρίου προς τον Θεόν του Ισραήλ; 30 και ακουστήν ποιήσει Κύριος την δόξαν της φωνής αυτού, και τον θυμόν του βραχίονος αυτού δείξει μετά θυμού και οργής και φλογός κατεσθιούσης· κεραυνώσει βιαίως και ως ύδωρ και χάλαζα συγκαταφερομένη βία. 31 δια γαρ της φωνής Κυρίου ηττηθήσονται Ασσύριοι τη πληγή, ή αν πατάξη αυτούς. 32 και έσται αυτω κυκλόθεν, όθεν ην αυτών η ελπίς της βοηθείας, εφ ‘ ή αυτός επεποίθει· αυτοί μετά αυλών και κιθάρας πολεμήσουσιν αυτόν εκ μεταβολής. 33 συ γαρ προ ημερών απαιτηθήση· μη και σοί ητοιμάσθη βασιλεύειν, φάραγγα βαθείαν. ξύλα κείμενα, πυρ και ξύλα πολλά; ο θυμός Κυρίου ως φάραγξ υπό θείου καιομένη.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΑ

 1 ΟΥΑΙ οι καταβαίνοντες εις Αίγυπτον επί βοήθειαν, οι εφ ‘ ίπποις πεποιθότες και εφ ‘ άρμασιν, έστι γαρ πολλά, και εφ ‘ ίπποις, πλήθος σφόδρα, και ουκ ήσαν πεποιθότες επί τον άγιον του Ισραήλ και τον Κύριον ουκ εζήτησαν. 2 και αυτός σοφώς ήγεν επ ‘ αυτούς κακά, και ο λόγος αυτού ου μη αθετηθή, και επαναστήσεται επ ‘ οίκους ανθρώπων πονηρών και επί την ελπίδα αυτών την ματαίαν, 3 Αιγύπτιον άνθρωπον και ου Θεόν, ίππων σάρκας και ουκ έστι βοήθεια· ο δε Κύριος επάξει την χείρα αυτού επ ‘ αυτούς, και κοπιάσουσιν οι βοηθούντες, και άμα πάντες απολούνται. 4 ότι ούτως είπέ μοι Κύριος· ον τρόπον εάν βοήση ο λέων ή ο σκύμνος επί τη θύρα, ή έλαβε, και κεκράξη επ ‘ αυτη, έως αν εμπλησθή τα όρη της φωνής αυτού, και ηττήθησαν και το πλήθος του θυμού επτοήθησαν, ούτως καταβήσεται Κύριος σαβαώθ επιστρατεύσαι επί το όρος το Σιών, επί τα όρη αυτής. 5 ως όρνεα πετόμενα, ούτως υπερασπιεί Κύριος σαβαώθ υπέρ Ιερουσαλήμ, υπερασπιεί και εξελείται και περιποιήσεται και σώσει. 6 επιστράφητε, οι την βαθείαν βουλήν βουλευόμενοι και άνομον. 7 ότι τη ημέρα εκείνη απαρνήσονται οι άνθρωποι τα χειροποίητα αυτών τα αργυρά και τα χειροποίητα τα χρυσά, α εποίησαν αι χείρες αυτών. 8 και πεσείται Ασσούρ· ου μάχαιρα ανδρός, ουδέ μάχαιρα ανθρώπου καταφάγεται αυτόν, και φεύξεται ουκ από προσώπου μαχαίρας· οι δε νεανίσκοι έσονται εις ήττημα, 9 πέτρα γαρ περιληφθήσονται ως χάρακι και ηττηθήσονται, ο δε φεύγων αλώσεται.

 Τάδε λέγει Κύριος· μακάριος ος έχει εν Σιών σπέρμα και οικείους εν Ιερουσαλήμ.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΒ

 1 ΙΔΟΥ γαρ βασιλεύς δίκαιος βασιλεύσει, και άρχοντες μετά κρίσεως άρξουσι. 2 και έσται ο άνθρωπος κρύπτων τους λόγους αυτού και κρυβήσεται ως αφ ‘ ύδατος φερομένου· και φανήσεται εν Σιών ως ποταμός φερόμενος ένδοξος εν γη διψώση. 3 και ουκέτι έσονται πεποιθότες επ ‘ ανθρώποις, αλλά τα ώτα ακούειν δώσουσι. 4 και η καρδία των ασθενούντων προσέξει του ακούειν, και αι γλώσσαι αι ψελλίζουσαι ταχύ μαθήσονται λαλείν ειρήνην. 5 και ουκέτι μη είπωσι τω μωρω άρχειν, και ουκέτι μη είπωσιν οι υπηρέται σου· σίγα. 6 ο γαρ μωρός μωρά λαλήσει, και η καρδία αυτού μάταια νοήσει του συντελείν άνομα και λαλείν προς Κύριον πλάνησιν, του διασπείραι ψυχάς πεινώσας και τας ψυχάς τας διψώσας κενάς ποιήσαι. 7 η γαρ βουλή των πονηρών άνομα βουλεύσεται καταφθείραι ταπεινούς εν λόγοις αδίκοις και διασκεδάσαι λόγους ταπεινών εν κρίσει. 8 οι δε ευσεβείς συνετά εβουλεύσαντο, και αύτη η βουλή μενεί.

 9 Γυναίκες πλούσιαι, ανάστητε, και ακούσατε της φωνής μου· θυγατέρες εν ελπίδι, εισακούσατε λόγους μου. 10 ημέρας ενιαυτού μνείαν ποιήσασθε εν οδύνη μετ ‘ ελπίδος· ανήλωται ο τρυγητός, πέπαυται ο σπόρος και ουκέτι μη έλθη. 11 έκστητε, λυπήθητε, αι πεποιθυίαι, εκδύσασθε, γυμναί γένεσθε, περιζώσασθε σάκκους τας οσφύας 12 και επί των μαστών κόπτεσθε από αγρού επιθυμήματος και αμπέλου γεννήματος. 13 η γη του λαού μου, άκανθα και χόρτος αναβήσεται, και εκ πάσης οικίας ευφροσύνη αρθήσεται· 14 πόλις πλουσία, οίκοι εγκαταλελειμμένοι πλούτον πόλεως και οίκους επιθυμήματος αφήσουσι· και έσονται αι κώμαι σπήλαια έως του αιώνος, ευφροσύνη όνων αγρίων, βοσκήματα ποιμένων, 15 έως αν έλθη εφ ‘ υμάς πνεύμα αφ ‘ υψηλού. και έσται έρημος ο Χέρμελ, και ο Χέρμελ εις δρυμόν λογισθήσεται. 16 και αναπαύσεται εν τη ερήμω κρίμα, και δικαιοσύνη εν τω Καρμήλω κατοικήσει· 17 και έσται τα έργα της δικαιοσύνης ειρήνη, και κρατήσει η δικαιοσύνη ανάπαυσιν, και πεποιθότες έως του αιώνος· 18 και κατοικήσει ο λαός αυτού εν πόλει ειρήνης και ενοικήσει πεποιθώς, και αναπαύσονται μετά πλούτου. 19 η δε χάλαζα εάν καταβή, ουκ εφ ‘ υμάς ήξει. και έσονται οι ενοικούντες εν τοις δρυμοίς πεποιθότες ως οι εν τη πεδινή. 20 μακάριοι οι σπείροντες επί παν ύδωρ, ου βούς και όνος πατεί.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΓ

 1 ΟΥΑΙ τοις ταλαιπωρούσιν υμάς, υμάς δε ουδείς ποιεί ταλαιπώρους, και ο αθετών υμάς ουκ αθετεί· αλώσονται οι αθετούντες και παραδοθήσονται και ως σής εφ ‘ ιματίου, ούτως ηττηθήσονται. 2 Κύριε, ελέησον ημάς, επί σοί γαρ πεποίθαμεν· εγενήθη το σπέρμα των απειθούντων εις απώλειαν, η δε σωτηρία ημών εν καιρω θλίψεως. 3 δια φωνήν του φόβου εξέστησαν λαοί από του φόβου σου, και διεσπάρησαν τα έθνη. 4 νυν δε συναχθήσεται τα σκύλα υμών μικρού και μεγάλου· ον τρόπον εάν τις συναγάγη ακρίδας, ούτως εμπαίξουσιν υμίν. 5 άγιος ο Θεός ο κατοικών εν υψηλοίς, ενεπλήσθη Σιών κρίσεως και δικαιοσύνης. 6 εν νόμω παραδοθήσονται, εν θησαυροίς η σωτηρία ημών, εκεί σοφία και επιστήμη και ευσέβεια προς τον Κύριον· ούτοί εισι θησαυροί δικαιοσύνης. 7 ιδού δη εν τω φόβω υμών αυτοί φοβηθήσονται· ους εφοβείσθε, φοβηθήσονται αφ ‘ υμών· άγγελοι γαρ αποσταλήσονται πικρώς κλαίοντες, παρακαλούντες ειρήνην. 8 ερημωθήσονται γαρ αι τούτων οδοί· πέπαυται ο φόβος των εθνών, και η προς τούτους διαθήκη αίρεται, και ου μη λογίσησθε αυτούς ανθρώπους. 9 επένθησεν η γη, ησχύνθη ο Λίβανος, έλη εγένετο ο Σάρων· φανερά έσται η Γαλιλαία και ο Κάρμηλος. 10 νυν αναστήσομαι, λέγει Κύριος, νυν δοξασθήσομαι, νυν υψωθήσομαι· 11 νυν όψεσθε, νυν αισθηθήσεσθε· ματαία έσται η ισχύς του πνεύματος υμών, πυρ κατέδεται υμάς. 12 και έσονται έθνη κατακεκαυμένα ως άκανθα εν αγρω ερριμμένη και κατακεκαυμένη. 13 ακούσονται οι πόρρωθεν α εποίησα, γνώσονται οι εγγίζοντες την ισχύν μου. 14 απέστησαν οι εν Σιών άνομοι, λήψεται τρόμος τους ασεβείς· τις αναγγελεί υμίν, ότι πυρ καίεται; τις αναγγελεί υμίν τον τόπον τον αιώνιον; 15 πορευόμενος εν διακαιοσύνη, λαλών ευθείαν οδόν, μισών ανομίαν και αδικίαν και τας χείρας αποσειόμενος από δώρων, βαρύνων τα ώτα, ίνα μη ακούση κρίσιν αίματος, καμμύων τους οφθαλμούς, ίνα μη ίδη αδικίαν, 16 ούτος οικήσει εν υψηλω σπηλαίω πέτρας ισχυράς· άρτος αυτω δοθήσεται, και το ύδωρ αυτού πιστόν. 17 βασιλέα μετά δόξης όψεσθε, και οι οφθαλμοί υμών όψονται γη πόρρωθεν. 18 η ψυχή ημών μελετήσει φόβον· που εισιν οι γραμματικοί; που εισιν οι συμβουλεύοντες; που έστιν ο αριθμών τους στρεφομένους 19 μικρόν και μέγα λαόν; ω ου συνεβουλεύσατο, ουδέ ήδει βαθύφωνον ωστε μη ακούσαι λαός πεφαυλισμένος και ουκ έστι τω ακούοντι σύνεσις. 20 ιδού Σιών η πόλις, το σωτήριον ημών· οι οφθαλμοί σου όψονται Ιερουσαλήμ, πόλις πλουσία, σκηναί, αι ου μη σεισθώσιν, ουδέ μη κινηθώσιν οι πάσσαλοι της σκηνής αυτής εις τον αιώνα χρόνον, ουδέ τα σχοινία αυτής ου μη διαρραγώσιν. 21 ότι το όνομα Κυρίου μέγα υμίν· τόπος υμίν έσται, ποταμοί και διώρυχες πλατείς και ευρύχωροι· ου πορεύση ταύτην την οδόν, ουδέ πορεύσεται πλοίον ελαύνον. 22 ο γαρ Θεός μου μέγας εστίν, ου παρελεύσεταί με Κύριος· κριτής ημών Κύριος, άρχων ημών Κύριος, βασιλεύς ημών Κύριος, ούτος ημάς σώσει. 23 ερράγησαν τα σχοινία σου, ότι ουκ ενίσχυσαν· ο ιστός σου έκλινεν, ου χαλάσει τα ιστία· ουκ αρεί σημείον, έως ου παραδοθή εις προνομήν· τοίνυν πολλοί χωλοί προνομήν ποιήσουσι. 24 και ου μη είπη· κοπιώ, ο λαός ενοικών εν αυτοίς· αφέθη γαρ αυτοίς η αμαρτία.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΔ

 1 ΠΡΟΣΑΓΑΓΕΤΕ, έθνη, και ακούσατε, άρχοντες. ακουσάτω η γη και οι εν αυτη, η οικουμένη και ο λαός ο εν αυτη. 2 διότι θυμός Κυρίου επί πάντα τα έθνη και οργή επί τον αριθμόν αυτών του απολέσαι αυτούς και παραδούναι αυτούς εις σφαγήν. 3 οι δε τραυματίαι αυτών ριφήσονται και οι νεκροί, και αναβήσεται αυτών η οσμή, και βραχήσεται τα όρη από του αίματος αυτών. 4 και τακήσονται πάσαι αι δυνάμεις των ουρανών, και ελιγήσεται ο ουρανός ως βιβλίον, και πάντα τα άστρα πεσείται ως φύλλα εξ αμπέλου και ως πίπτει φύλλα από συκής. 5 εμεθύσθη η μάχαιρά μου εν τω ουρανω· ιδού επί την Ιδουμαίαν καταβήσεται και επί τον λαόν της απωλείας μετά κρίσεως. 6 η μάχαιρα του Κυρίου ενεπλήσθη αίματος, επαχύνθη από στέατος αρνών και από στέατος τράγων και κριών· ότι θυσία τω Κυρίω εν Βοσόρ και σφαγή μεγάλη εν τη Ιδουμαία. 7 και συμπεσούνται οι αδροί μετ ‘ αυτών και οι κριοί και οι ταύροι, και μεθυσθήσεται η γη από του αίματος και από του στέατος αυτών εμπλησθήσεται. 8 ημέρα γαρ κρίσεως Κυρίου και ενιαυτός ανταποδόσεως κρίσεως Σιών. 9 και στραφήσονται αι φάραγγες αυτής εις πίσσαν και η γη αυτής εις θείον, και έσται η γη αυτής ως πίσσα καιομένη 10 νυκτός και ημέρας και ου σβεσθήσεται εις τον αιώνα χρόνον, και αναβήσεται ο καπνός αυτής άνω· εις γενεάς ερημωθήσεται και εις χρόνον πολύν, 11 όρνεα και εχίνοι και ίβεις και κόρακες κατοικήσουσιν εν αυτη, και επιβληθήσεται επ ‘ αυτήν σπαρτίον γεωμετρίας ερήμου, και ονοκένταυροι οικήσουσιν εν αυτη. 12 οι άρχοντες αυτής ουκ έσονται· οι γαρ βασιλείς και οι μεγιστάνες αυτής έσονται εις απώλειαν. 13 και αναφύσει εις τας πόλεις αυτών ακάνθινα ξύλα και εις τα οχυρώματα αυτής, και έσται έπαυλις σειρήνων και αυλή στρουθών. 14 και συναντήσουσι δαιμόνια ονοκενταύροις και βοήσονται έτερος προς τον έτερον· εκεί αναπαύσονται ονοκεύνταυροι, εύρον γαρ αυτοίς ανάπαυσιν. 15 εκεί ενόσσευσεν εχίνος, και έσωσεν η γη τα παιδία αυτής μετά ασφαλείας· εκεί συνήντησαν έλαφοι και είδον τα πρόσωπα αλλήλων· 16 αριθμω παρήλθον, και μία αυτών ουκ απώλετο, ετέρα την ετέραν ουκ εζήτησαν, ότι ο Κύριος αυτοίς ενετείλατο, και το πνεύμα αυτού συνήγαγεν αυτάς. 17 και αυτός επιβαλεί αυτοίς κλήρους, και η χείρ αυτού διεμέρισε βόσκεσθαι· εις τον αιώνα χρόνον κληρονομήσετε, εις γενεάς γενεών αναπαύσονται επ ‘ αυτής.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΕ

 1 ΕΥΦΡΑΝΘΗΤΙ, έρημος διψώσα, αγαλλιάσθω έρημος και ανθήτω ως κρίνον, 2 και εξανθήσει και υλοχαρήσει και αγαλλιάσεται τα έρημα του Ιορδάνου· και η δόξα του Λιβάνου εδόθη αυτη και η τιμή του Καρμήλου, και ο λαός μου όψεται την δόξαν Κυρίου και το ύψος του Θεού. 3 ισχύσατε, χείρες ανειμέναι και γόνατα παραλελυμένα· 4 παρακαλέσατε, οι ολιγόψυχοι τη διανοία· ισχύσατε, μη φοβείσθε· ιδού ο Θεός ημών κρίσιν αναταποδίδωσι και ανταποδώσει, αυτός ήξει και σώσει ημάς. 5 τότε ανοιχθήσονται οφθαλμοί τυφλών, και ώτα κωφών ακούσονται. 6 τότε αλείται ως έλαφος ο χωλός, τρανή δε έσται γλώσσα μογιλάλων, ότι ερράγη εν τη ερήμω ύδωρ και φάραγξ εν γη διψώση· 7 και έσται η άνυδρος εις έλη, και εις την διψώσαν γην πηγή ύδατος έσται· εκεί έσται ευφροσύνη ορνέων, επαύλεις καλάμου και έλη. 8 εκεί έσται οδός καθαρά και οδός αγία κληθήσεται, και ου μη παρέλθη εκεί ακάθαρτος, ουδέ έσται εκεί οδός ακάθαρτος· οι δε διεσπαρμένοι πορεύσονται επ ‘ αυτής και ου μη πλανηθώσι. 9 και ουκ έσται εκεί λέων, ουδέ των πονηρών θηρίων ου μη αναβή επ ‘ αυτήν, ουδέ μη ευρεθή εκεί, αλλά πορεύσονται εν αυτη λελυτρωμένοι 10 και συνηγμένοι δια Κύριον· και αποστραφήσονται και ήξουσιν εις Σιών μετ ‘ ευφροσύνης, και ευφροσύνη αιώνιος υπέρ κεφαλής αυτών· επί γαρ της κεφαλής αυτών αίνεσις και αγαλλίαμα, και ευφροσύνη καταλήψεται αυτούς. απέδρα οδύνη, λύπη και στεναγμός.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ

 1 ΚΑΙ εγένετο του τεσσαρεσκαιδεκάτου έτους, βασιλεύοντος Εζεκίου, ανέβη Σενναχηρείμ βασιλεύς Ασσυρίων επί τας πόλεις της Ιουδαίας τας οχυράς και έλαβεν αυτάς. 2 και απέστειλε βασιλεύς Ασσυρίων τον Ραψάκην εκ Λαχείς εις Ιερουσαλήμ προς τον βασιλέα Εζεκίαν μετά δυνάμεως πολλής, και έστη εν τω υδραγωγω της κολυμβήθρας της άνω εν τη οδω του αγρού του γναφέως. 3 και εξήλθε προς αυτόν Ελιακείμ ο του Χελκίου ο οικονόμος και Σομνάς ο γραμματεύς και Ιωάχ ο του Ασάφ ο υπομνηματογράφος. 4 και είπεν αυτοίς Ραψάκης· είπατε Εζεκία· τάδε λέγει ο βασιλεύς ο μέγας, βασιλεύς Ασσυρίων· τι πεποιθώς ει; 5 μη εν βουλή ή λόγοις χειλέων παράταξις γίνεται; και νυν επί τίνα πέποιθας, ότι απειθείς μοι; 6 ιδού πεποιθώς ει επί την ράβδον την καλαμίνην την τεθλασμένην ταύτην, επ ‘ Αίγυπτον· ως αν επιστηριχθή ανήρ επ ‘ αυτήν, εισελεύσεται εις την χείρα αυτού, και τρήσει αυτήν· ούτως εστί Φαραώ βασιλεύς Αιγύπτου και πάντες οι πεποιθότες επ ‘ αυτω. 7 ει δε λέγετε· επί Κύριον τον Θεόν ημών πεποίθαμεν, 8 νυν μείχθητε τω κυρίω μου τω βασιλεί Ασσυρίων, και δώσω υμίν δισχιλίαν ίππον, ει δυνήσεσθε δούναι αναβάτας επ ‘ αυτούς. 9 και Πως δύνασθε αποστρέψαι εις πρόσωπον των τοπαρχών; οικέται εισίν οι πεποιθότες επ ‘ Αιγυπτίοις εις ίππον και αναβάτην. 10 και νυν μη άνευ Κυρίου ανέβημεν επί την χώραν ταύτην πολεμήσαι αυτήν; Κύριος είπε προς με· ανάβηθι επί την γην ταύτην, και διάφθειρον αυτήν. 11 και είπε προς αυτόν Ελιακείμ και Σομνάς και Ιωάχ· λάλησον προς τους παίδάς σου Συριστί, ακούομεν γαρ ημείς, και μη λάλει προς ημάς Ιουδαϊστί· και ινατί λαλείς εις τα ώτα των ανθρώπων των επί τω τείχει; 12 και είπε προς αυτούς Ραψάκης· μη προς τον Κύριον υμών ή προς υμάς απέσταλκέ με ο κύριός μου λαλήσαι τους λόγους τούτους; ουχί προς τους ανθρώπους τους καθημένους επί τω τείχει, ίνα φάγωσι κόπρον και πίωσιν ούρον μεθ ‘ υμών άμα; 13 και έστη Ραψάκης και ανεβόησε φωνή μεγάλη Ιουδαϊστί και είπεν· ακούσατε τους λόγους του βασιλέως του μεγάλου, βασιλέως Ασσυρίων. 14 τάδε λέγει ο βασιλεύς· μη απατάτω υμάς Εζεκίας λόγοις, οί ου δυνήσονται ρύσασθαι υμάς· 15 και μη λεγέτω υμίν Εζεκίας, ότι ρύσεται υμάς ο Θεός, και ου μη παραδοθή η πόλις αύτη εν χειρί βασιλέως Ασσυρίων· 16 μη ακούετε Εζεκίου. τάδε λέγει ο βασιλεύς Ασσυρίων· ει βούλεσθε ευλογηθήναι, εκπορεύεσθε προς με και φάγεσθε έκαστος την άμπελον αυτού και τας συκάς και πίεσθε ύδωρ εκ του λάκκου υμών, 17 έως αν έλθω και λάβω υμάς εις γην, ως η γη υμών, γη σίτου και οίνου και άρτων και αμπελώνων. 18 μη απατάτω υμάς Εζεκίας λέγων· ο Θεός υμών ρύσεται υμάς. μη ερρύσαντο οι θεοί των εθνών έκαστος την εαυτού χώραν εκ χειρός βασιλέως Ασσυρίων; 19 που εστιν ο θεός Αιμάθ και Αρφάθ; και που ο θεός της πόλεως Σεπφαρείμ; μη εδύναντο ρύσασθαι Σαμάρειαν εκ χειρός μου; 20 τις των θεών πάντων των εθνών τούτων, όστις ερρύσατο τη γην αυτού εκ χειρός μου, ότι ρύσεται ο Θεός Ιερουσαλήμ εκ χειρός μου; 21 και εσιώπησαν, και ουδείς απεκρίθη αυτω λόγον, δια το προστάξαι τον βασιλέα μηδένα αποκριθήναι.

 22 Και εισήλθεν Ελιακείμ ο του Χελκίου οικονόμος και Σομνάς ο γραμματεύς της δυνάμεως και Ιωάχ ο του Ασάφ ο υπομνηματογράφος προς Εζεκίαν εσχισμένοι τους χιτώνας και ανήγγειλαν αυτω τους λόγους Ραψάκου.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΖ

 1 ΚΑΙ εγένετο εν τω ακούσαι τον βασιλέα Εζεκίαν έσχισε τα ιμάτια και περιεβάλετο σάκκον και ανέβη εις τον οίκον Κυρίου. 2 και απέστειλεν Ελιακείμ τον οικονόμον και Σομνάν τον γραμματέα και τους πρεσβυτέρους των ιερέων περιβεβλημένους σάκκους προς Ησαϊαν υιόν Αμώς τον προφήτην, 3 και είπαν αυτω· τάδε λέγει Εζεκίας· ημέρα θλίψεως και ονειδισμού και ελεγμού και οργής η σήμερον ημέρα, ότι ήκει η ωδίν τη τικτούση, ισχύν δε ουκ έχει του τεκείν. 4 εισακούσαι Κύριος ο Θεός σου τους λόγους Ραψάκου, ους απέστειλε βασιλεύς Ασσυρίων ονειδίζειν Θεόν ζώντα και ονειδίζειν λόγους, ους ήκουσε Κύριος ο Θεός σου· και δεηθήση προς Κύριον τον Θεόν σου περί των καταλελειμμένων τούτων. 5 και ήλθον οι παίδες του βασιλέως Εζεκίου προς Ησαϊαν, 6 και είπεν αυτοίς Ησαϊας· ούτως ερείτε προς τον κύριον υμών· τάδε λέγει Κύριος· μη φοβηθής από των λόγων, ων ήκουσας, ους ωνείδισάν με οι πρέσβεις βασιλέως Ασσυρίων. 7 ιδού εγώ εμβάλλω εις αυτόν πνεύμα, και ακούσας αγγελίαν αποστραφήσεται εις την χώραν αυτού και πεσείται μαχαίρα εν τη γη αυτού.

 8 Και απέστρεψε Ραψάκης και κατέλαβε τον βασιλέα Ασσυρίων πολιορκούντα Λομνάν. και ήκουσε βασιλεύς Ασσυρίων ότι 9 εξήλθε Θαρακά βασιλεύς Αιθιόπων πολιορκήσαι αυτόν· και ακούσας απέστρεψε και απέστειλεν αγγέλους προς Εζεκίαν λέγων· 10 ούτως ερείτε Εζεκία βασιλεί της Ιουδαίας· μη σε απατάτω ο Θεός σου, εφ ‘ ω πέποιθας επ ‘ αυτω λέγων· ου μη παραδοθή Ιερουσαλήμ εις χείρας βασιλέως Ασσυρίων. 11 ή ουκ ήκουσας α εποίησαν βασιλείς Ασσυρίων πάσαν την γην ως απώλεσαν; 12 μη ερρύσαντο αυτούς οι θεοί των εθνών, ους απώλεσαν οι πατέρες μου, την τε Γωζάν και Χαράν και Ραφές, αι εισιν εν χώρα Θεεμάθ; 13 που εισιν οι βασιλείς Αιμάθ και Αρφάθ και πόλεως Σεπφαρείμ, Ανάγ Ουγαυά; 14 και έλαβεν Εζεκίας το βιβλίον παρά των αγγέλων, και ήνοιξεν αυτό εναντίον Κυρίου, 15 και προσηύξατο Εζεκίας προς Κύριον λέγων· 16 Κύριε σαβαώθ ο Θεός Ισραήλ ο καθήμενος επί των Χερουβίμ, συ Θεός μόνος ει πάσης βασιλείας της οικουμένης, συ εποίησας τον ουρανόν και την γην. 17 κλίνον, Κύριε, το ους σου, εισάκουσον, Κύριε, άνοιξον, Κύριε, τους οφθαλμούς σου, είσβλεψον, Κύριε, και ιδέ τους λόγους Σενναχηρείμ, ους απέστειλεν ονειδίζειν Θεόν ζώντα. 18 επ ‘ αληθείας γαρ, Κύριε, ηρήμωσαν βασιλείς Ασσυρίων την οικουμένην όλην και την χώραν αυτών 19 και ενέβαλον τα είδωλα αυτών εις το πυρ· ου γαρ θεοί ήσαν, αλλά έργα χειρών ανθρώπων, ξύλα και λίθοι, και απώλεσεν αυτούς. 20 συ δε, Κύριε ο Θεός ημών, σώσον ημάς εκ χειρός αυτών, ίνα γνω πάσα βασιλεία της γης ότι συ ει ο Θεός μόνος.

 21 Και απεστάλη Ησαϊας υιος Αμώς προς Εζεκίαν και είπεν αυτω· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· ήκουσα α προσηύξω προς με περί Σενναχηρείμ βασιλέως Ασσυρίων. 22 ούτος ο λόγος, ον ελάλησε περί αυτού ο Θεός· εφαύλισέ σε και εμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, επί σοί κεφαλήν εκίνησε θυγάτηρ Ιερουσαλήμ. 23 τίνα ωνείδισας και παρώξυνας; ή προς τίνα ύψωσας την φωνήν σου; και ουκ ήρας εις ύψος τους οφθαλμούς σου προς τον άγιον του Ισραήλ; 24 ότι δι ‘ αγγέλων ωνείδισας Κύριον· συ γαρ είπας· τω πλήθει των αρμάτων εγώ ανέβην εις ύψος ορέων και εις τα έσχατα του Λιβάνου και έκοψα το ύψος της κέδρου αυτού και το κάλλος της κυπαρίσσου και εισήλθον εις ύψος μέρος τους δρυμού 25 και έθηκα γέφυραν και ηρήμωσα ύδατα και πάσαν συναγωγήν ύδατος. 26 ου ταύτα ήκουσας πάλαι, α εγώ εποίησα; εξ ημερών αρχαίων συνέταξα, νυν δε επέδειξα εξερημώσαι έθνη εν οχυροίς και οικούντας εν πόλεσιν οχυραίς. 27 ανήκα τας χείρας, και εξηράνθησαν και εγένοντο ως χόρτος ξηρός επί δωμάτων και ως άγρωστις. 28 νυν δε την ανάπαυσίν σου και την έξοδόν σου και την είσοδόν σου εγώ επίσταμαι. 29 ο δε θυμός σου, ον εθυμώθης, και η πικρία σου ανέβη προς με, και εμβαλώ φιμόν εις την ρίνά σου, και χαλινόν εις τα χείλη σου και αποστρέψω σε τη οδω ή ήλθες εν αυτη. 30 τούτο δε σοι το σημείον· φάγε τούτον τον ενιαυτόν α έσπαρκας, τω δε ενιαυτω τω δευτέρω το κατάλειμμα, τω δε τρίτω σπείραντες αμήσατε και φυτεύσατε αμπελώνας και φάγεσθε τον καρπόν αυτών. 31 και έσονται οι καταλελειμμένοι εν τη Ιουδαία φυήσουσι ρίζαν κάτω και ποιήσουσι σπέρμα άνω. 32 ότι εξ Ιερουσαλήμ έσονται οι καταλελειμμένοι και οι σωζόμενοι εξ όρους Σιών· ο ζήλος Κυρίου σαβαώθ ποιήσει ταύτα. 33 δια τούτο ούτω λέγει Κύριος επί βασιλέα Ασσυρίων· ου μη εισέλθη εις την πόλιν ταύτην ουδέ μη βάλη επί αυτήν βέλος ουδέ μη επιβάλη επ ‘ αυτήν θυρεόν, ουδέ μη κυκλώση επ ‘ αυτήν χάρακα, 34 αλλά τη οδω ή ήλθεν, εν αυτη αποστραφήσεται και εις την πόλιν ταύτην ου μη εισέλθη. τάδε λέγει Κύριος· 35 υπερασπιώ υπέρ της πόλεως ταύτης του σώσαι αυτήν δι ‘ εμέ και δια Δαυίδ τον παίδά μου.

 36 Και εξήλθεν άγγελος Κυρίου και ανείλεν εκ της παρεμβολής των Ασσυρίων εκατόν ογδοηκονταπέντε χιλιάδας, και αναστάντες το πρωϊ εύρον πάντα τα σώματα νεκρά. 37 και απήλθεν αποστραφείς Σενναχηρείμ βασιλεύς Ασσυρίων, και ώκησεν εν Νινευή. 38 και εν τω αυτόν προσκυνείν εν τω οίκω Νασαράχ τον πάτραρχον αυτού, Αδραμέλεχ και Σαρασάρ οι υιοί αυτού επάταξαν αυτόν μαχαίραις, αυτοί δε διεσώθησαν εις Αρμενίαν· και εβασίλευσεν Ασορδάν ο υιος αυτού αντ ‘ αυτού.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΗ

 1 ΕΓΕΝΕΤΟ δε εν τω καιρω εκείνω εμαλακίσθη Εζεκίας έως θανάτου· και ήλθε προς αυτόν Ησαϊας υιος Αμώς ο προφήτης και είπε προς αυτόν· τάδε λέγει Κύριος· τάξαι περί του οίκου σου, αποθνήσκεις γαρ συ και ου ζήση. 2 και απέστρεψεν Εζεκίας το πρόσωπον αυτού προς τον τοίχον και προσηύξατο προς Κύριον 3 λέγων· μνήσθητι, Κύριε, ως επορεύθην ενώπιόν σου μετά αληθείας, εν καρδία αληθινή, και τα αρεστά ενώπιόν σου εποίησα· και έκλαυσεν Εζεκίας κλαυθμω μεγάλω. 4 και εγένετο λόγος Κυρίου προς Ησαϊαν λέγων· 5 πορεύθητι και ειπόν Εζεκία· τάδε λέγει Κύριος ο Θεός Δαυίδ του πατρός σου· ήκουσα της προσευχής σου και είδον τα δάκρυά σου. ιδού προστίθημι προς τον χρόνον σου δεκαπέντε έτη· 6 και εκ χειρός βασιλέως Ασσυρίων ρύσομαί σε και την πόλιν ταύτην και υπερασπιώ υπέρ της πόλεως ταύτης. 7 τούτο δε σοί το σημείον παρά Κυρίου ότι ποιήσει ο Θεός το ρήμα τούτο· 8 ιδού εγώ στρέψω την σκιάν των αναβαθμών, ους κατέβη ο ήλιος, τους δέκα αναβαθμούς του οίκου του πατρός σου, αποστρέψω τον ήλιον τους δέκα αναβαθμούς. και ανέβη ο ήλιος τους δέκα αναβαθμούς, ους κατέβη η σκιά.

9 Προσευχή Εζεκίου βασιλέως της Ιουδαίας, ηνίκα εμαλακίσθη, και ανέστη εκ της μαλακίας αυτού.

 10 Εγώ είπα· εν τω ύψει των ημερών μου πορεύσομαι εν πύλαις άδου, καταλείψω τα έτη τα επίλοιπα. 11 είπα· ουκέτι ου μη ίδω το σωτήριον του Θεού επί γης ζώντων, ουκέτι μη ίδω το σωτήριον του Ισραήλ επί γης, ουκέτι μη ίδω άνθρωπον. 12 εξέλιπον εκ της συγγενείας μου, κατέλιπον το επίλοιπον της ζωής μου, εξήλθε και απήλθεν απ ‘ εμού ωσπερ ο καταλύων σκηνήν πήξας, το πνεύμά μου παρ ‘ εμοί εγένετο ως ιστός ερίθου εγγιζούσης εκτεμείν. 13 εν τη ημέρα εκείνη παρεδόθην έως πρωϊ ως λέοντι· ούτως συνέτριψε πάντα τα οστά μου, από γαρ της ημέρα έως της νυκτός παρεδόθην. 14 ως χελιδών, ούτω φωνήσω, και ως περιστερά, ούτω μελετήσω· εξέλιπον γαρ μου οι οφθαλμοί του βλέπειν εις το ύψος του ουρανού προς τον Κύριον, ος εξείλατό με και αφείλατό μου την οδύνην της ψυχής. 16 Κύριε, περί αυτής γαρ ανηγγέλη σοι, και εξήγειράς μου την πνοήν, και παρακληθείς έζησα. 17 είλου γαρ μου την ψυχήν, ίνα μη απόληται, και απέρριψας οπίσω μου πάσας τας αμαρτίας. 18 ου γαρ οι εν άδου αινέσουσί σε, ουδέ οι αποθανόντες ευλογήσουσί σε, ουδέ ελπιούσιν οι εν άδου την ελεημοσύνην σου. 19 οι ζώντες ευλογήσουσί σε ον τρόπον καγώ· από γαρ της σήμερον παιδία ποιήσω, α αναγγελούσι την δικαιοσύνην σου, 20 Κύριε της σωτηρίας μου, και ου παύσομαι ευλογών σε μετά ψαλτηρίου πάσας τας ημέρας της ζωής μου κατέναντι του οίκου του Θεού.

 21 Και είπεν Ησαϊας προς Εζεκίαν· λάβε παλάθην εκ σύκων και τρίψων και κατάπλασαι, και υγιής έση. 22 και είπεν Εζεκίας· τούτο το σημείον ότι αναβήσομαι εις τον οίκον του Θεού.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΘ

 1 ΕΝ τω καιρω εκείνω απέστειλε Μαρωδάχ Βαλαδάν ο υιος του Βαλαδάν, ο βασιλεύς της Βαβυλωνίας, επιστολάς και πρέσβεις και δώρα Εζεκία· ήκουσε γαρ ότι εμαλακίσθη έως θανάτου και ανέστη. 2 και εχάρη επ ‘ αυτοίς Εζεκίας χαράν μεγάλην και έδειξεν αυτοίς τον οίκον του νεχωθά και του αργυρίου και του χρυσίου και της στακτής και των θυμιαμάτων και του μύρου και πάντας τους οίκους των σκευών της γάζης και πάντα, όσα ην εν τοις θησαυροίς αυτού· και ουκ ην ουθέν, ό ουκ έδειξεν Εζεκίας εν τω οίκω αυτού και εν πάση τη εξουσία αυτού. 3 και ήλθεν Ησαϊας ο προφήτης προς τον βασιλέα Εζεκίαν και είπε προς αυτόν· τι λέγουσιν οι άνθρωποι ούτοι; και πόθεν ήκασι προς σε; και είπεν Εζεκίας· εκ της γης πόρρωθεν ήκασι προς με, εκ Βαβυλώνος. 4 και είπεν Ησαϊας· τι είδοσαν εν τω οίκω σου; και είπεν Εζεκίας· πάντα τα εν τω οίκω μου είδοσαν, και ουκ έστιν εν τω οίκω μου ω ουκ είδοσαν, αλλά και τα εν τοις θησαυροίς μου. 5 και είπεν Ησαϊας αυτω· άκουσον τον λόγον Κυρίου σαβαώθ· 6 ιδού ημέραι έρχονται, λέγει Κύριος, και λήψονται πάντα τα εν τω οίκω σου, και όσα συνήγαγον οι πατέρες σου έως της ημέρας ταύτης, εις Βαβυλώνα ήξει, και ουδέν ου μη καταλείπωσιν· είπε δε ο Θεός 7 ότι και από των τέκνων σου, ων εγέννησας, λήψονται και ποιήσουσι σπάδοντας εν τω οίκω του βασιλέως των Βαβυλωνίων. 8 και είπεν Εζεκίας Ησαϊα· αγαθός ο λόγος Κυρίου, ον ελάλησε· γενέσθω δη ειρήνη και δικαιοσύνη εν ταις ημέραις μου.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Μ

 1 ΠΑΡΑΚΑΛΕΙΤΕ παρακαλείτε τον λαόν μου, λέγει ο Θεός. 2 ιερείς, λαλήσατε εις την καρδίαν Ιερουσαλήμ, παρακαλέσατε αυτήν· ότι επλήσθη η ταπείνωσις αυτής, λέλυται αυτής η αμαρτία· ότι εδέξατο εκ χειρός Κυρίου διπλά τα αμαρτήματα αυτής. 3 φωνή βοώντος εν τη ερήμω· ετοιμάσατε την οδόν Κυρίου. ευθείας ποιείτε τας τρίβους του Θεού ημών. 4 πάσα φάραγξ πληρωθήσεται και παν όρος και βουνός ταπεινωθήσεται, και έσται πάντα τα σκολιά εις ευθείαν και η τραχεία εις οδούς λείας· 5 και οφθήσεται η δόξα Κυρίου, και όψεται πάσα σάρξ το σωτήριον του Θεού, ότι Κύριος ελάλησε. 6 φωνή λέγοντος· βόησον· και είπα· τι βοήσω; πάσα σάρξ χόρτος, και πάσα δόξα ανθρώπου ως άνθος χόρτου· 7 εξηράνθη ο χόρτος, και το άνθος εξέπεσε, 8 το δε ρήμα του Θεού ημών μένει εις τον αιώνα. 9 επ ‘ όρος υψηλόν ανάβηθι, ο ευαγγελιζόμενος Σιών· ύψωσον εν ισχύϊ την φωνή σου, ο ευαγγελιζόμενος Ιερουσαλήμ· υψώσατε, μη φοβείσθε· ειπόν ταις πόλεσιν Ιούδα· ιδού ο Θεός υμών. 10 ιδού Κύριος Κύριος μετά ισχύος έρχεται και ο βραχίων μετά κυρίας· ιδού ο μισθός αυτού μετ ‘ αυτού και το έργον εναντίον αυτού. 11 ως ποιμήν ποιμανεί το ποίμνιον αυτού και τω βραχίονι αυτού συνάξει άρνας και εν γαστρί εχούσας παρακαλέσει.

 12 Τί εμέτρησε τη χειρί το ύδωρ και τον ουρανόν σπιθαμή και πάσαν την γην δρακί; τις έστησε τα όρη σταθμω και τας νάπας ζυγω; 13 τις έγνω νουν Κυρίου, και τις αυτού σύμβουλος εγένετο, ος συμβιβά αυτόν; 14 ή προς τίνα συνεβουλεύσατο και συνεβίβασεν αυτόν; ή τις έδειξεν αυτω κρίσιν; ή οδόν συνέσεως τις έδειξεν αυτω; 15 ει πάντα τα έθνη ως σταγών από κάδου και ως ροπή ζυγού ελογίσθησαν και ως σίελος λογισθήσονται· 16 ο δε Λίβανος ουχ ικανός εις καύσιν, και πάντα τα τετράποδα ουχ ικανά εις ολοκάρπωσιν, 17 και πάντα τα έθνη ως ουδέν εισι και εις ουθέν ελογίσθησαν. 18 τίνι ωμοιώσατε Κύριον και τίνι ομοιώματι ωμοιώσατε αυτόν; 19 μη εικόνα εποίησε τέκτων, ή χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αυτόν, ομοίωμα κατεσκεύασεν αυτόν; 20 ξύλον γαρ άσηπτον εκλέγεται τέκτων και σοφώς ζητεί Πως στήσει εικόνα αυτού και ίνα μη σαλεύητε. 21 ου γνώσεσθε; ουκ ακούσεσθε; ουκ ανηγγέλη εξ αρχής υμίν; ουκ έγνωτε τα θεμέλια της γης; 22 ο κατέχων τον γύρον της γης, και οι ενοικούντες εν αυτη ως ακρίδες, ο στήσας ως καμάραν τον ουρανόν και διατείνας ως σκηνήν κατοικείν, 23 ο διδούς άρχοντας ως ουδέν άρχειν, την δε γην ως ουδέν εποίησεν. 24 ου γαρ μη φυτεύσωσιν, ουδέ μη σπείρωσιν, ουδέ μη ριζωθή εις την γην η ρίζα αυτών· έπνευσεν επ ‘ αυτούς και εξηράνθησαν, και καταιγίς ως φρύγανα λήψεται αυτούς. 25 νυν ουν τίνι με ωμοιώσατε και υψωθήσομαι; είπεν ο άγιος. 26 αναβλέψατε εις ύψος τους οφθαλμούς υμών και ίδετε, τις κατέδειξε ταύτα πάντα; ο εκφέρων κατ ‘ αριθμόν τον κόσμον αυτού πάντας επ ‘ ονόματι καλέσει· από πολλής δόξης και εν κράτει ισχύος αυτού ουδέν σε έλαθε.

 27 Μή γαρ είπης, Ιακώβ, και τι ελάλησας, Ισραήλ· απεκρύβη η οδός μου από του Θεού, και ο Θεός μου την κρίσιν αφείλε και απέστη; 28 και νυν ουκ έγνως ει μη ήκουσας; Θεός αιώνιος ο Θεός ο κατασκευάσας τα άκρα της γης, ου πεινάσει, ουδέ κοπιάσει, ουδέ εστιν εξεύρεσις της φρονήσεως αυτού· 29 διδούς τοις πεινώσιν ισχύν και τοις μη οδυνωμένοις λύπην. 30 πεινάσουσι γαρ νεώτεροι, και κοπιάσουσι νεανίσκοι, και εκλεκτοί ανίσχυες έσονται· 31 οι δε υπομένοντες τον Θεόν αλλάξουσιν ισχύν, πτεροφυήσουιν ως αετοί, δραμούνται και ου κοπιάσουσι, βαδιούνται και ου πεινάσουσιν.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΑ

 1 ΕΓΚΑΙΝΙΖΕΣΘΕ προς με, νήσοι, οι γαρ άρχοντες αλλλάξουσιν ισχύν· εγγισάτωσαν και λαλησάτωσαν άμα, τότε κρίσιν αναγγειλάτωσαν. 2 τις εξήγειρεν από ανατολών δικαιοσύνην, εκάλεσεν αυτήν κατά πόδας αυτού, και πορεύσεται; δώσει εναντίον εθνών και βασιλείς εκστήσει και δώσει εις γην τας μαχαίρας αυτών και ως φρύγανα εξωσμένα τα τόξα αυτών· 3 και διώξεται αυτούς και διελεύσεται εν ειρήνη η οδός των ποδών αυτού. 4 τις ενήργησε και εποίησε ταύτα; εκάλεσεν αυτήν ο καλών αυτήν από γενεών αρχής· εγώ Θεός πρώτος, και εις τα επερχόμενα εγώ ειμι. 5 είδοσαν έθνη και εφοβήθησαν, τα άκρα της γης ήγγισαν και ήλθον άμα, 6 κρίνων έκαστος τω πλησίον και τω αδελφω βοηθήσαι και ερεί· 7 ίσχυσεν ανήρ τέκτων και χαλκεύς τύπτων σφύρη άμα ελαύνων· ποτέ μεν ερεί· σύμβλημα καλόν εστίν· ισχύρωσαν αυτά εν ήλοις, θήσουσιν αυτά και ου κινηθήσονται.

 8 Συ δε, Ισραήλ, παις μου Ιακώβ, ον εξελεξάμην, σπέρμα Αβραάμ, ον ηγάπησα, 9 ου αντελαβόμην απ ‘ άκρων της γης και εκ των σκοπών αυτής εκάλεσά σε και είπά σοι· παις μου ει, εξελεξάμην σε και ουκ εγκατέλιπόν σε· 10 μη φοβού, μετά σου γαρ ειμι· μη πλανώ, εγώ γαρ ειμι ο Θεός σου ο ενισχύσας σε και εβοήθησά σοι και ησφαλισάμην σε τη δεξιά τη δικαία μου. 11 ιδού αισχυνθήσονται και εντραπήσονται πάντες οι αντικείμενοί σοι· έσονται γαρ ως ουκ όντες και απολούνται πάντες οι αντίδικοί σου· 12 ζητήσεις αυτούς και ου μη εύρης τους ανθρώπους, οί παροινήσουσιν εις σε· έσονται γαρ ως ουκ όντες και ουκ έσονται οι αντιπολεμούντές σε. 13 ότι εγώ ο Θεός σου ο κρατών της δεξιάς σου, ο λέγων σοι· μη φοβού, 14 Ιακώβ, ολιγοστός Ισραήλ· εγώ εβοήθησά σοι, λέγει ο Θεός σου, ο λυτρούμενός σε, Ισραήλ. 15 ιδού εποίησά σε ως τροχούς αμάξης αλοώντας καινούς πριστηροειδείς, και αλοήσεις όρη και λεπτυνείς βουνούς και ως χνούν θήσεις· 16 και λικμήσεις, και άνεμος λήψεται αυτούς, και καταιγίς διασπερεί αυτούς, συ δε ευφρανθήση εν τοις αγίοις Ισραήλ. 17 και αγαλλιάσονται οι πτωχοί και οι ενδεείς· ζητήσουσι γαρ ύδωρ, και ουκ έσται, η γλώσσα αυτών από της δίψης εξηράνθη· εγώ Κύριος ο Θεός, εγώ επακούσομαι ο Θεός Ισραήλ, και ουκ εγκαταλείψω αυτούς, 18 αλλά ανοίξω επί των ορέων ποταμούς και εν μέσω πεδίων πηγάς· ποιήσω την έρημον εις έλη υδάτων και την διψώσαν γην εν υδραγωγοίς· 19 θήσω εις την άνυδρον γην κέδρον και πύξον και μυρσίνην και κυπάρισσον και λεύκην, 20 ίνα ίδωσι και γνώσι και εννοηθώσι και επιστώνται άμα, ότι χείρ Κυρίου εποίησε ταύτα και ο άγιος του Ισραήλ κατέδειξεν.

 21 Εγγίζει η κρίσις υμών, λέγει Κύριος ο Θεός· ήγγισαν αι βουλαί υμών, λέγει ο βασιλεύς Ιακώβ. 22 εγγισάτωσαν και αναγγειλάτωσαν υμίν α συμβήσεται, ή τα πρότερον τίνα ην, είπατε, και επιστήσομεν τον νουν και γνωσόμεθα τι τα έσχατα, και τα επερχόμενα είπατε ημίν. 23 αναγγείλατε ημίν τα επερχόμενα επ ‘ εσχάτου, και γνωσόμεθα ότι θεοί εστε· εύ ποιήσατε και κακώσατε, και θαυμασόμεθα και οψόμεθα άμα· 24 ότι πόθεν εστέ υμείς και πόθεν η εργασία υμών; εκ γης· βδέλυγμα εξελέξαντο υμάς. 25 εγώ δε ήγειρα τον από βορρά και τον αφ ‘ ηλίου ανατολών, κληθήσονται τω ονόματί μου· ερχέσθωσαν άρχοντες, και ως πηλός κεραμέως και ως κεραμεύς καταπατών τον πηλόν, ούτως καταπατηθήσεσθε. 26 τις γαρ αναγγελεί τα εξ αρχής, ίνα γνώμεν, και τα έμπροσθεν, και ερούμεν ότι αληθή εστιν; ουκ έστιν ο προλέγων ουδέ ο ακούων υμών τους λόγους. 27 αρχήν Σιών δώσω και Ιερουσαλήμ παρακαλέσω εις οδόν. 28 από γαρ των εθνών ιδού ουδείς, και από των ειδώλων αυτών ουκ ην ο αναγγέλλων· και εάν ερωτήσω αυτούς· πόθεν εστέ; ου μη αποκριθώσί μοι. 29 εισί γαρ οι ποιούντες υμάς, και μάτην οι πλανώντες υμάς.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΒ

 1 ΙΑΚΩΒ ο παις μου, αντιλήψομαι αυτού· Ισραήλ ο εκλεκτός μου, προσεδέξατο αυτόν η ψυχή μου· έδωκα το πνεύμά μου επ ‘ αυτόν, κρίσιν τοις έθνεσιν εξοίσει. 2 ου κεκράξεται ουδέ ανήσει, ουδέ ακουσθήσεται έξω η φωνή αυτού. 3 κάλαμον τεθλασμένον ου συντρίψει και λίνον καπνιζόμενον ου σβέσει, αλλά εις αλήθειαν εξοίσει κρίσιν. 4 αναλάμψει και ου θραυσθήσεται, έως άνθή επί της γης κρίσιν· και επί τω ονόματι αυτού έθνη ελπιούσιν. 5 ούτω λέγει Κύριος ο Θεός ο ποιήσας τον ουρανόν και πήξας αυτόν, ο στερεώσας την γην και τα εν αυτη και διδούς πνοήν τω λαω τω επ ‘ αυτής και πνεύμα τοις πατούσιν αυτήν· 6 εγώ Κύριος ο Θεός εκάλεσά σε εν δικαιοσύνη και κρατήσω της χειρός σου και ενισχύσω σε και έδωκά σε εις διαθήκην γένους, εις φως εθνών 7 ανοίξαι οφθαλμούς τυφλών, εξαγαγείν εκ δεσμών δεδεμένους και εξ οίκου φυλακής καθημένους εν σκότει. 8 εγώ Κύριος ο Θεός, τούτό μου εστι το όνομα· την δόξαν μου ετέρω ου δώσω ουδέ τας αρετάς μου τοις γλυπτοίς. 9 τα απ ‘ αρχής ιδού ήκασι, και καινά, α εγώ αναγγέλλω, και προ του αναγγείλαι εδηλώθη υμίν.

 10 Υμνήσατε τω Κυρίω ύμνον καινόν, η αρχή αυτού· δοξάζετε το όνομα αυτού απ ‘ άκρου της γης, οι καταβαίνοντες εις την θάλασσαν και πλέοντες αυτήν, αι νήσοι και οι κατοικούντες αυτάς. 11 ευφράνθητι, έρημος, και αι κώμαι αυτής, επαύλεις και οι κατοικούντες Κηδάρ· ευφρανθήσονται οι κατοικούντες Πέτραν, απ ‘ άκρων των ορέων βοήσουσι· 12 δώσουσι τω Θεω δόξαν, τας αρετάς αυτού εν ταις νήσοις αναγγελούσι. 13 Κύριος ο Θεός των δυνάμεων εξελεύσεται και συντρίψει πόλεμον, επεγερεί ζήλον και βοήσεται επί τους εχθρούς αυτού μετά ισχύος. 14 εσιώπησα, μη και αεί σιωπήσομαι και ανέξομαι; ως η τίκτουσα εκαρτέρησα, εκστήσω και ξηρανώ άμα. 15 ερημώσω όρη και βουνούς και πάντα χόρτον αυτών ξηρανώ, και θήσω ποταμούς εις νήσους και έλη ξηρανώ. 16 και άξω τυφλούς εν οδω, ή ουκ έγνωσαν, και τρίβους ας ουκ ήδεισαν, πατήσαι ποιήσω αυτούς· ποιήσω αυτοίς το σκότος εις φως και τα σκολιά εις ευθείαν· ταύτα τα ρήματα ποιήσω και ουκ εγκαταλείψω αυτούς. 17 αυτοί δε απεστράφησαν εις τα οπίσω· αισχύνθητε αισχύνην, οι πεποιθότες επί τοις γλυπτοίς, οι λέγοντες τοις χωνευτοίς· υμείς εστε θεοί ημών.

 18 Οι κωφοί, ακούσατε, και οι τυφλοί, αναβλέψατε ιδείν. 19 και τις τυφλός, αλλ ‘ ή οι παίδές μου και κωφοί, αλλ ‘ ή οι κυριεύοντες αυτών; και ετυφλώθησαν οι δούλοι του Θεού. 20 είδετε πλεονάκις, και ουκ εφυλάξασθε· ηνοιγμένα τα ώτα, και ουκ ηκούσατε. 21 Κύριος ο Θεός εβουλεύσατο, ίνα δικαιωθή και μεγαλύνη αίνεσιν. 22 και είδον, και εγένετο ο λαός πεπρονομευμένος και διηρπασμένος· η γαρ παγίς εν τοις ταμιείος πανταχού, και εν οίκοις άμα, όπου έκρυψαν αυτούς· εγένοντο εις προνομήν, και ουκ ην εξαιρούμενος άρπαγμα, και ουκ ην ο λέγων· απόδος. 23 τις εν υμίν, ος ενωτιείται ταύτα; εισακούσατε εις τα επερχόμενα. 24 τις έδωκεν εις διαρπαγήν Ιακώβ και Ισραήλ τοις προνομεύουσιν αυτόν; ουχί ο Θεός, ω ημάρτοσαν αυτω, και ουκ ηβούλοντο εν ταις οδοίς αυτού πορεύεσθαι ουδέ ακούειν του νόμου αυτού; 25 και επήγαγεν επ ‘ αυτούς οργήν θυμού αυτού, και κατίσχυσεν αυτούς πόλεμος και οι συμφλέγοντες αυτούς κύκλω, και ουκ έγνωσαν έκαστος ουδέ έθεντο επί ψυχήν.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΓ

 1 ΚΑΙ νυν ούτως λέγει Κύριος ο Θεός ο ποιήσας σε, Ιακώβ, ο πλάσας σε, Ισραήλ· μη φοβού, ότι ελυτρωσάμην σε· εκάλεσά σε το όνομά σου, εμός ει συ. 2 και εάν διαβαίνης δι ‘ ύδατος, μετά σου ειμι, και ποταμοί ου συγκλύσουσί σε· και εάν διέλθης δια πυρός, ου μη κατακαυθής, φλόξ ου κατακαύσει σε. 3 ότι εγώ Κύριος ο Θεός σου ο άγιος Ισραήλ ο σώζων σε· εποίησα άλλαγμά σου Αίγυπτον και Αιθιοπίαν και Σοήνην υπέρ σου. 4 αφ ‘ ου έντιμος εγένου εναντίον εμού, εδοξάσθης, και εγώ σε ηγάπησα· και δώσω ανθρώπους πολλούς υπέρ σου και άρχοντας υπέρ της κεφαλής σου. 5 μη φοβού, ότι μετά σου ειμι· από ανατολών άξω το σπέρμα σου και από δυσμών συνάξω σε. 6 ερώ τω Βορρά· άγε, και τω Λιβί· μη κώλυε, άγιε τους υιούς μου από γης πόρρωθεν και τας θυγατέρας μου απ ‘ άκρων της γης, 7 πάντας όσοι επικέκληνται τω ονόματί μου· εν γαρ τη δόξη μου κατεσκεύασα αυτόν και έπλασα αυτόν και εποίησα αυτόν· 8 και εξήγαγον λαόν τυφλόν, και οφθαλμοί εισιν ωσαύτως τυφλοί, και κωφοί τα ώτα έχοντες. 9 πάντα τα έθνη συνήχθησαν άμα, και συναχθήσονται άρχοντες εξ αυτών. τις αναγγελεί ταύτα; ή τα εξ αρχής τις αναγγελεί υμίν; αγαγέτωσαν τους μάρτυρας αυτών και δικαιωθήτωσαν και ειπάτωσαν αληθή. 10 γίνεσθέ μοι μάρτυρες, και εγώ μάρτυς, λέγει Κύριος ο Θεός, και ο παις μου, ον εξελεξάμην, ίνα γνώτε και πιστεύσητε και συνήτε ότι εγώ ειμι. έμπροσθέν μου ουκ εγένετο άλλος Θεός και μετ ‘ εμέ ουκ έσται. 11 εγώ ο Θεός, και ουκ έστι πάρεξ εμού ο σώζων. 12 εγώ ανήγγειλα και έσωσα, ωνείδισα και ουκ ην εν υμίν αλλότριος. υμείς εμοί μάρτυρες και εγώ Κύριος ο Θεός. 13 έτι απ ‘ αρχής και ουκ έστιν ο εκ των χειρών μου εξαιρούμενος· ποιήσω, και τις αποστρέψει αυτό;

 14 Ούτως λέγει Κύριος ο Θεός ο λυτρούμενος υμάς, ο άγιος του Ισραήλ· ένεκεν υμών αποστελώ εις Βαβυλώνα και επεγερώ φεύγοντας πάντας, και Χαλδαίοι εν πλοίοις δεθήσονται. 15 εγώ Κύριος ο Θεός ο άγιος υμών, ο καταδείξας Ισραήλ βασιλέα υμών. 16 ούτως λέγει Κύριος, ο διδούς εν θαλάσση οδόν εν ύδατι ισχυρω τρίβον, 17 ο εξαγαγών άρματα και ίππον και όχλον ισχυρόν· αλλ ‘ εκοιμήθησαν και ουκ αναστήσονται, εσβέσθησαν ως λίνον εσβεσμένον. 18 μη μνημονεύετε τα πρώτα και τα αρχαία μη συλλογίζεσθε. 19 ιδού εγώ ποιώ καινά α νυν ανατελεί, και γνώσεσθε αυτά· και ποιήσω εν τη ερήμω οδόν και τη ανύδρω ποταμούς. 20 ευλογήσουσί με τα θηρία του αγρού, σειρήνες και θυγατέρες στρουθών, ότι έδωκα εν τη ερήμω ύδωρ και ποταμούς εν τη ανύδρω ποτίσαι το γένος μου το εκλεκτόν, 21 λαόν μου, ον περιεποιησάμην τας αρετάς μου διηγείσθαι. 22 ου νυν εκάλεσά σε, Ιακώβ, ουδέ κοπιάσαι σε εποίησα, Ισραήλ. 23 ουκ εμοί ήνεγκας πρόβατα της ολοκαρπώσεώς σου, ουδέ εν ταις θυσίαις σου εδόξασάς με· ουκ εδούλωσά σε εν θυσίαις, ουδέ έγκοπον εποίησά σε εν λιβάνω, 24 ουδέ εκτήσω μοι αργυρίου θυμίαμα, ουδέ το στέαρ των θυσιών σου επεθύμησα, αλλά εν ταις αμαρτίαις σου και εν ταις αδικίαις σου προέστην σου. 25 εγώ ειμι, ο εξαλείφων τας ανομίας σου ένεκεν εμού και τας αμαρτίας σου και ου μη μνησθήσομαι. 26 συ δε μνήσθητι και κριθώμεν· λέγε συ τας ανομίας σου πρώτος, ίνα δικαιω-

 θής. 27 οι πατέρες υμών πρώτοι και οι άρχοντες υμών ηνόμησαν εις εμέ, 28 και εμίαναν οι άρχοντες τα άγιά μου, και έδωκα απολέσαι Ιακώβ και Ισραήλ εις ονειδισμόν.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΔ

 1 ΝΥΝ δε άκουσον, Ιακώβ ο παις μου και Ισραήλ, ον εξελεξάμην· 2 ούτω λέγει Κύριος ο Θεός ο ποιήσας σε και ο πλάσας σε εκ κοιλίας· έτι βοηθηθήση, μη φοβού, παις μου Ιακώβ και ηγαπημένος Ισραήλ, ον εξελεξάμην. 3 ότι εγώ δώσω ύδωρ εν δίψει τοις πορευομένοις εν ανύδρω, επιθήσω το πνεύμά μου επί το σπέρμα σου και τας ευλογίας μου επί τα τέκνα σου, 4 και ανατελούσιν ως αναμέσον ύδατος χόρτος και ως ιτέα επί παραρρέον ύδωρ. 5 ούτος ερεί· του Θεού ειμι, και ούτος βοήσεται επί τω ονόματι Ιακώβ, και έτερος επιγράψει χειρί αυτού· του Θεού ειμι, και επί τω ονόματι Ισραήλ βοήσεται. - 6 Ούτως λέγει ο Θεός ο βασιλεύς του Ισραήλ ο ρυσάμενος αυτόν Θεός σαβαώθ· εγώ πρώτος και εγώ μετά ταύτα· πλήν εμού ουκ έστι Θεός. 7 τις ωσπερ εγώ; στήτω και καλεσάτω και αναγγειλάτω και ετοιμασάτω μοι αφ ‘ ου εποίησα άνθρωπον εις τον αιώνα, και τα επερχόμενα προ του ελθείν αναγγειλάτωσαν υμίν. 8 μη παρακαλύπτεσθε μηδέ πλανάσθε· ουκ απ ‘ αρχής ηνωτίσασθε και απήγγειλα υμίν; μάρτυρες υμείς εστε, ει έτσι Θεός πλήν εμού· 9 και ουκ ήσαν τότε οι πλάσσοντες και γλύφοντες πάντες μάταιοι οι ποιούντες τα καταθύμια αυτών, α ουκ ωφελήσει αυτούς· αλλά αισχυνθήσονται 10 πάντες οι πλάσσοντες Θεόν και γλύφοντες ανωφελή, 11 και πάντες όθεν εγένοντο εξηράνθησαν, και κωφοί από ανθρώπων συναχθήτωσαν πάντες και στησάτωσαν άμα, εντραπήτωσαν και αισχυνθήτωσαν άμα. 12 ότι ώξυνε τέκτων σίδηρον, σκεπάρνω ειργάσατο αυτό και εν τερέτρω έστησεν αυτό, ειργάσατο αυτό εν τω βραχίονι της ισχύος αυτού· και πεινάσει και ασθενήσει και ου μη πίη ύδωρ. 13 εκλεξάμενος τέκτων ξύλον έστησεν αυτό εν μέτρω και εν κόλλη ερρύθμισεν αυτό και εποίησεν αυτό ως μορφήν ανδρός και ως ωραιότητα ανθρώπου στήσαι αυτό εν οίκω. 14 έκοψε ξύλον εκ του δρυμού, ό εφύτευσε Κύριος και υετός εμήκυνεν, 15 ίνα ή ανθρώποις εις καύσιν· και λαβών απ ‘ αυτού εθερμάνθη, και καύσαντες έπεψαν άρτους επ ‘ αυτών, το δε λοιπόν ειργάσαντο θεούς, και προσκυνούσιν αυτοίς. 16 ου το ήμισυ αυτού κατέκαυσεν εν πυρί και καύσαντες έπεψαν άρτους επ ‘ αυτών· και επ ‘ αυτού κρέας οπτήσας έφαγε και ενεπλήσθη, και θερμανθείς είπεν· ηδύ μοι ότι εθερμάνθην και είδον πυρ. 17 το δε λοιπόν εποίησεν εις θεόν γλυπτόν και προσκυνεί αυτω και προσεύχεται λέγων· εξελού με, ότι θεός μου εις συ. 18 ουκ έγνωσαν φρονήσαι, ότι απημαυρώθησαν του βλέπειν τοις οφθαλμοίς αυτών και του νοήσαι τη καρδία αυτών. 19 και ουκ ελογίσατο τη καρδία αυτού ουδέ ανελογίσατο εν τη ψυχή αυτού ουδέ έγνω τη φρονήσει, ότι το ήμισυ αυτού κατέκαυσεν εν πυρί και έπεψεν επί των ανθράκων αυτού άρτους και οπτήσας κρέα έφαγε και το λοιπόν αυτού εις βδέλυγμα εποίησε και προσκυνούσιν αυτω. 20 γνώθι ότι σποδός η καρδία αυτών, και πλανώνται, και ουδείς δύναται εξελέσθαι την ψυχήν αυτού· ίδετε, ουκ ερείτε ότι ψεύδος εν τη δεξιά μου;

 21 Μνήσθητι ταύτα Ιακώβ και Ισραήλ, ότι παις μου ει συ· έπλασά σε παίδά μου, και συ Ισραήλ μη επιλανθάνου μου. 22 ιδού γαρ απήλειψα ως νεφέλην τας ανομίας σου και ως γνόφον τας αμαρτίας σου· επιστράφηθι προς με, και λυτρώσομαί σε. 23 ευφράνθητε, ουρανοί, ότι ηλέησεν ο Θεός τον Ισραήλ· σαλπίσατε, τα θεμέλια της γης, βοήσατε, όρη, ευφροσύνην, οι βουνοί και πάντα τα ξύλα τα εν αυτοίς, ότι ελυτρώσατο ο Θεός τον Ιακώβ, και Ισραήλ δοξασθήσεται. 24 Ούτω λέγει Κύριος ο λυτρούμενός σε και ο πλάσσων σε εκ κοιλίας· εγώ Κύριος ο συντελών πάντα, εξέτεινα τον ουρανόν μόνος και εστερέωσα την γην. 25 τις έτερος διασκεδάσει σημεία εγγαστριμύθων και μαντείας από καρδίας, αποστρέφων φρονίμους εις τα οπίσω και την βουλήν αυτών μωραίνων 26 και ιστών ρήμα παιδός αυτού και την βουλήν των αγγέλων αυτού αληθεύων; ο λέγων τη Ιερουσαλήμ· κατοικηθήση και ταις πόλεσι της Ιδουμαίας· οικοδομηθήσεσθε, και τα έρημα αυτής ανατελεί· 27 ο λέγων τη αβύσσω· ερημωθήση, και τους ποταμούς σου ξηρανώ· 28 ο λέγων Κύρω φρονείν και πάντα τα θελήματά μου ποιήσει· ο λέγων Ιερουσαλήμ· οικοδομηθήση, και τον οίκον τον άγιόν μου θεμελιώσω.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΕ

 1 ΟΥΤΩ λέγει Κύριος ο Θεός τω χριστω μου Κύρω, ου εκράτησα της δεξιάς επακούσαι έμπροσθεν αυτού έθνη, και ισχύν βασιλέων διαρρήξω, ανοίξω έμπροσθεν αυτού θύρας, και πόλεις ου συγκλεισθήσονται. 2 εγώ έμπροσθέν σου πορεύσομαι και όρη ομαλιώ, θύρας χαλκάς συντρίψω και μοχλούς σιδηρούς συγκλάσω 3 και δώσω σοι θησαυρούς σκοτεινούς, αποκρύφους, αοράτους ανοίξω σοι, ίνα γνως, ότι εγώ Κύριος ο Θεός σου ο καλών το όνομά σου, ο Θεός Ισραήλ. 4 ένεκεν του παιδός μου Ιακώβ και Ισραήλ του εκλεκτού μου, εγώ καλέσω σε τω ονόματί σου και προσδέξομαί σε, συ δε ουκ έγνως με 5 ότι εγώ Κύριος ο Θεός, και ουκ έστι πλήν εμού Θεός, ενίσχυσά σε και ουκ ήδεις με, 6 ίνα γνώσι οι απ ‘ ανατολών ηλίου και οι από δυσμών, ότι ουκ έστι Θεός πλήν εμού· εγώ Κύριος ο Θεός, και ουκ έστιν έτι· 7 εγώ ο κατασκευάσας φως και ποιήσας σκότος, ο ποιών ειρήνην και κτίζων κακά· εγώ Κύριος ο Θεός ο ποιών πάντα ταύτα. 8 ευφρανθήτω ο ουρανός άνωθεν, και αι νεφέλαι ρανάτωσαν δικαιοσύνην· ανατειλάτω η γη και βλαστησάτω έλεος, και δικαιοσύνην ανατειλάτω άμα· εγώ ειμι Κύριος ο κτίσας σε.

 9 Ποίον βέλτιον κατεσκεύασα ως πηλόν κεραμέως; μη ο αροτριών αροτριάσει την γην όλην την ημέραν; μη ερεί ο πηλός τω κεραμεί· τι ποιείς, ότι ουκ εργάζη ουδέ έχεις χείρας; 10 μη αποκριθήσεται το πλάσμα προς τον πλάσαντα αυτό; ο λέγων τω πατρί· τι γεννήσεις; και τη μητρί· τι ωδίνεις; 11 ότι ούτω λέγει Κύριος ο Θεός ο άγιος Ισραήλ ο ποιήσας τα επερχόμενα· ερωτήσατέ με περί των υιών μου και περί των θυγατέρων μου και περί των έργων των χειρών μου εντείλασθέ μοι. 12 εγώ εποίησα γην και άνθρωπον επ ‘ αυτής, εγώ τη χειρί μου εστερέωσα τον ουρανόν, εγώ πάσι τοις άστροις ενετειλάμην. 13 εγώ ήγειρα αυτόν μετά δικαιοσύνης βασιλέα, και πάσαι αι οδοί αυτού ευθείαι. ούτος οικοδομήσει την πόλιν μου και την αιχμαλωσίαν του λαού μου επιστρέψει ου μετά λύτρων, ουδέ μετά δώρων, είπε Κύριος σαβαώθ.

 14 Ούτω λέγει Κύριος σαβαώθ· εκοπίασεν Αίγυπτος και εμπορία Αιθιόπων, και οι Σεβωείμ άνδρες υψηλοί επί σε διαβήσονται και σοί έσονται δούλοι και οπίσω σου ακολουθήσουσι δεδεμένοι χειροπέδαις και διαβήσονται προς σε, και προσκυνήσουσί σοι και εν σοί προσεύξονται, ότι εν σοί ο Θεός εστι και ουκ εστι Θεός πλήν σου· 15 συ γαρ ει Θεός, και ουκ ήδειμεν, ο Θεός του Ισραήλ σωτήρ. 16 αισχυνθήσονται και εντραπήσονται πάντες οι αντικείμενοι αυτω και πορεύσονται εν αισχύνη. εγκαινίζεσθε προς με, νήσοι. 17 Ισραήλ σώζεται υπό Κυρίου σωτηρίαν αιώνιον· ουκ αισχυνθήσονται ουδέ μη εντραπώσιν έως του αιώνος έτι.

 18 Ούτως λέγει Κύριος ο ποιήσας τον ουρανόν, ούτος ο Θεός ο καταδείξας την γην και ποιήσας αυτήν, αυτός διώρισεν αυτήν, ουκ εις κενόν εποίησεν αυτήν, αλλά κατοικείσθαι έπλασεν αυτήν - εγώ ειμι Κύριος, και ουκ έστιν έτι. 19 ουκ εν κρυφή λελάληκα, ουδέ εν τόπω γης σκοτεινω· ουκ είπα τω σπέρματι Ιακώβ· μάταιον ζητήσατε. εγώ ειμι εγώ ειμι Κύριος ο λαλών δικαιοσύνην και αναγγέλλων αλήθειαν. 20 συνάχθητε και ήκετε, βουλεύσασθε άμα οι σωζόμενοι από των εθνών, ουκ έγνωσαν οι αίροντες το ξύλον γλύμμα αυτών και οι προσευχόμενοι ως προς θεούς, οί ου σώζουσι. 21 ει αναγγελούσιν, εγγισάτωσαν, ίνα γνώσιν άμα τις ακουστά εποίησε ταύτα απ ‘ αρχής· τότε ανηγγέλη υμίν· εγώ ο Θεός, και ουκ έστιν άλλος πλήν εμού· δίκαιος και σωτήρ ουκ έστιν πάρεξ εμού. 22 επιστράφητε επ ‘ εμέ και σωθήσεσθε, οι απ ‘ εσχάτου της γης· εγώ ειμι ο Θεός, και ουκ έστιν άλλος. 23 κατ ‘ εμαυτού ομνύω, ή μην εξελεύσεται εκ του στόματός μου δικαιοσύνη, οι λόγοι μου ουκ αποστραφήσονται, ότι εμοί κάμψει παν γόνυ και εξομολογήσεται πάσα γλώσσα τω Θεω 24 λέγων· δικαιοσύνη και δόξα προς αυτόν ήξουσι και αισχυνθήσονται πάντες οι αφορίζοντες εαυτούς· 25 από Κυρίου δικαιωθήσονται και εν τω Θεω ενδοξασθήσονται παν το σπέρμα των υιών Ισραήλ.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ

 1 ΕΠΕΣΕ Βηλ, συνετρίβη Δαγών, εγένετο τα γλυπτά αυτών εις θηρία και κτήνη· αίρετε αυτά καταδεδεμένα ως φορτίον κοπιώντι 2 και πεινώντι, εκλελυμένω, ουκ ισχύοντι άμα, οί ου δυνήσονται σωθήναι από πολέμου, αυτοί δε αιχμάλωτοι ήχθησαν. 3 Ακούετέ μου, οίκος του Ιακώβ και παν το κατάλοιπον του Ισραήλ, οι αιρόμενοι εκ κοιλίας και παιδευόμενοι εκ παιδίου 4 έως γήρους· εγώ ειμι, και έως αν καταγηράσητε, εγώ ειμι· εγώ ανέχομαι υμών, εγώ εποίησα και εγώ ανήσω, εγώ αναλήψομαι και σώσω υμάς. 5 τίνι με ωμοιώσατε; ίδετε, τεχνάσασθε, οι πλανώμενοι. 6 οι συμβαλλόμενοι χρυσίον εκ μαρσιππίου και αργύριον εν ζυγω, στήσουσιν εν σταθμω και μισθωσάμενοι χρυσοχόον εποίησαν χειροποίητα, και κύψαντες προσκυνούσιν αυτοίς. 7 αίρουσιν αυτό επί του ώμου, και πορεύονται· εάν δε θώσιν αυτό, επί του τόπου αυτού μένει, ου μη κινηθή· και ως εάν βοήση προς αυτόν, ου μη εισακούση, από κακών ου μη σώση αυτόν. 8 μνήσθητε ταύτα και στενάξατε, μετανοήσατε οι πεπλανημένοι, επιστρέψατε τη καρδία, 9 και μνήσθητε τα πρότερα από του αιώνος, ότι εγώ ειμι ο Θεός, και ουκ έστιν έτι πλήν εμού 10 αναγγέλλων πρότερον τα έσχατα πριν αυτά γενέσθαι, και άμα συνετελέσθη. και είπα· πάσα η βουλή μου στήσεται, και πάντα, όσα βεβούλευμαι, ποιήσω· 11 καλών από ανατολών πετεινόν και από γης πόρρωθεν περί ων βεβούλευμαι, ελάλησα και ήγαγον, έκτισα και εποίησα, ήγαγον αυτόν και ευώδωσα την οδόν αυτού. 12 ακούσατέ μου, οι απολωλεκότες την καρδίαν, οι μακράν από της δικαιοσύνης. 13 ήγγισα την δικαιοσύνην μου και την σωτηρίαν την παρ ‘ εμού ου βραδυνώ· δέδωκα εν Σιών σωτηρίαν τω Ισραήλ εις δόξασμα.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΖ

 1 ΚΑΤΑΒΗΘΙ, κάθισον επί την γην, παρθένος, θυγάτηρ Βαβυλώνος, είσελθε εις το σκότος, θυγάτηρ Χαλδαίων, ότι ουκέτι προστεθήση κληθήναι απαλή και τρυφερά. 2 λάβε μύλον, άλεσον άλευρον, αποκάλυψαι το κατακάλυμμά σου, ανακάλυψαι τας πολιάς, ανάσυρε τας κνήμας, διάβηθι ποταμούς· 3 ανακαλυφθήσεται η αισχύνη σου, φανήσονται οι ονειδισμοί σου· το δίκαιον εκ σου λήψομαι, ουκέτι μη παραδώ ανθρώποις. 4 είπεν ο ρυσάμενός σε Κύριος σαβαώθ, όνομα αυτω άγιος Ισραήλ· 5 κάθισον κατανενυγμένη, είσελθε εις το σκότος, θυγάτηρ Χαλδαίων, ουκέτι μη κληθήση ισχύς βασιλείας. 6 παρωξύνθην επί τω λαω μου, εμίανας την κληρονομίαν μου· εγώ έδωκα αυτούς εις την χείρά σου, συ δε ουκ έδωκας αυτοίς έλεος, του πρεσβυτέρου εβάρυνας τον ζυγόν σφόδρα. 7 και είπας· εις τον αιώνα έσομαι άρχουσα· ουκ ενόησας ταύτα εν τη καρδία σου, ουδέ εμνήσθης τα έσχατα. 8 νυν δε άκουε ταύτα, η τρυφερά, η καθημένη πεποιθυία, η λέγουσα εν καρδία αυτής· εγώ ειμι, και ουκ έστιν ετέρα· ου καθιώ χήρα ουδέ γνώσομαι ορφανίαν. 9 νυν δε ήξει επί σε τα δύο ταύτα εξαίφνης εν ημέρα μια· ατεκνία και χηρεία ήξει εξαίφνης επί σε εν τη φαρμακεία σου, εν τη ισχύϊ των επαοιδών σου σφόδρα, 10 τη ελπίδι της πονηρίας σου· συ γαρ είπας· εγώ ειμι, και ουκ έστιν ετέρα. γνώθι, ότι η σύνεσις τούτων και η πορνεία σου έσται σοι αισχύνη. και είπας τη καρδία σου· εγώ ειμι, και ουκ έστιν ετέρα. 11 και ήξει επί σε απώλεια, και ου μη γνως, βόθυνος, και εμπεσή εις αυτόν· και ήξει επί σε ταλαιπωρία, και ου μη δυνήση καθαρά γενέσθαι· και ήξει επί σε εξ απίνης απώλεια, και ου μη γνως. 12 στήθι νυν εν ταις επαοιδαίς σου και εν τη πολλή φαρμακεία σου, α εμάνθανες εκ νεότητός σου, ει δυνήση ωφεληθήναι. 13 κεκοπίακας εν ταις βουλαίς σου· στήτωσαν δη και σωσάτωσάν σε οι αστρολόγοι του ουρανού, οι ορώντες τους αστέρας αναγγειλάτωσάν σοι τι μέλλει επί σε έρχεσθαι. 14 ιδού πάντες ως φρύγανα επί πυρί κατακαυθήσονται και ου μη εξέλωνται την ψυχήν αυτών εκ φλογός· ότι έχεις άνθρακας πυρός, κάθισαι επ ‘ αυτούς. 15 ούτοι έσονταί σοι βοήθεια, εκοπίασας εν τη μεταβολή εκ νεότητος, άνθρωπος καθ ‘ εαυτόν επλανήθη, σοί δε ουκ έσται σωτηρία.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΗ

 1 ΑΚΟΥΣΑΤΕ ταύτα, οίκος Ιακώβ οι κεκλημένοι τω ονόματι Ισραήλ και εξ Ιούδα εξελθόντες, οι ομνύοντες τω ονόματι Κυρίου Θεού Ισραήλ, μιμνησκόμενοι ου μετά αληθείας ουδέ μετά δικαιοσύνης 2 και αντεχόμενοι τω ονόματι της πόλεως της αγίας και επί τω Θεω Ισραήλ αντιστηριζόμενοι, Κύριος σαβαώθ όνομα αυτω. 3 τα πρότερα έτι ανήγγειλα, και εκ του στόματός μου εξήλθε και ακουστόν εγένετο· εξάπινα εποίησα, και επήλθε. 4 γινώσκω ότι σκληρός ει, και νεύρον σιδηρούν ο τράχηλός σου, και το μέτωπόν σου χαλκούν. 5 και ανήγγειλά σοι πάλαι, πριν ελθείν επί σε ακουστόν σοι εποίησα· μήποτε είπης ότι τα είδωλά μου εποίησε, και είπης ότι τα γλυπτά και τα χωνευτά ενετείλατό μοι. 6 ηκούσατε πάντα, και υμείς ουκ έγνωτε· αλλά και ακουστά σοι εποίησα τα καινά από του νυν, α μέλλει γίνεσθαι, και ουκ είπας. 7 νυν γίνεται και ου πάλαι, και ου προτέραις ημέραις ήκουσας αυτά· μη είπης· ναί γινώσκω αυτά. 8 ούτε έγνως ούτε ηπίστω, ούτε απ ‘ αρχής ήνοιξά σου τα ώτα· έγνων γαρ ότι αθετών αθετήσεις και άνομος έτι εκ κοιλίας κληθήση. 9 ένεκεν του εμού ονόματος δείξω σοι τον θυμόν μου και τα ένδοξά μου επάξω επί σε, ίνα μη εξολοθρεύσω σε. 10 ιδού πέπρακά σε ουκ ένεκεν αργυρίου, εξειλάμην δε σε εκ καμίνου πτωχείας· 11 ένεκεν εμού ποιήσω σοι, ότι το εμόν όνομα βεβηλούται, και την δόξαν μου ετέρω ου δώσω.

 12 Άκουέ μου, Ιακώβ και Ισραήλ, ον εγώ καλώ· εγώ ειμι πρώτος, και εγώ ειμι εις τον αιώνα, 13 και η χείρ μου εθεμελίωσε την γην, και η δεξιά μου εστερέωσε τον ουρανόν. καλέσω αυτούς, και στήσονται άμα 14 και συναχθήσονται πάντες και ακούσονται. τις αυτοίς ανήγγειλε ταύτα; αγαπών σε εποίησα το θέλημά σου επί Βαβυλώνα του άραι σπέρμα Χαλδαίων. 15 εγώ ελάλησα, εγώ εκάλεσα, ήγαγον αυτόν και ευώδωσα την οδόν αυτού. 16 προσαγάγετε προς με και ακούσατε ταύτα· ουκ απ ‘ αρχής εν κρυφή λελάληκα, ουδέ εν τόπω γης σκοτεινω· ηνίκα εγένετο, εκεί ήμην, και νυν Κύριος απέστειλέ με και το πνεύμα αυτού. 17 ούτως λέγει Κύριος ο ρυσάμενός σε, ο άγιος Ισραήλ· εγώ ειμι ο Θεός σου, δέδειχά σοι του ευρείν σε την οδόν, εν ή πορεύση εν αυτή. 18 και ει ήκουσας των εντολών μου, εγένετο αν ωσεί ποταμός η ειρήνη σου και η δικαιοσύνη σου ως κύμα θαλάσσης· 19 και εγένετο αν ως η άμμος το σπέρμα σου και τα έκγονα της κοιλίας σου ως ο Χους της γης· ουδέ νυν ου μη εξολοθρευθής, ουδέ απολείται το όνομά σου ενώπιον εμού. - 20 Έξελθε εκ Βαβυλώνος φεύγων από των Χαλδαίων· φωνήν ευφροσύνης αναγγείλατε, και ακουστόν γενέσθω τούτο, απαγγείλατε έως εσχάτου της γης, λέγεται· ερρύσατο Κύριος τον δούλον αυτού Ιακώβ· 21 και εάν διψήσωσι, δι ‘ ερήμου άξει αυτούς, ύδωρ εκ πέτρας εξάξει αυτοίς· σχισθήσεται πέτρα, και ρυήσεται ύδωρ, και πίεται ο λαός μου. 22 ουκ εστι χαίρειν, λέγει Κύριος, τοις ασεβέσιν.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΘ

 1 ΑΚΟΥΣΑΤΕ μου, νήσοι, και προσέχετε, έθνη· δια χρόνου πολλού στήσεται, λέγει Κύριος. εκ κοιλίας μητρός μου εκάλεσε το όνομά μου 2 και έθηκε το στόμα μου ωσεί μάχαιραν οξείαν και υπό την σκέπην της χειρός αυτού έκρυψέ με, έθηκέ με ως βέλος εκλεκτόν και εν τη φαρέτρα αυτού έκρυψέ με. 3 και είπέ μοι· δούλός μου ει συ, Ισραήλ, και εν σοί δοξασθήσομαι. 4 και εγώ είπα· κενώς εκοπίασα, εις μάταιον και εις ουδέν έδωκα την ισχύν μου· δια τούτο η κρίσις μου παρά Κυρίω, και ο πόνος μου εναντίον του Θεού μου. 5 και νυν ούτως λέγει Κύριος ο πλάσας με εκ κοιλίας δούλον εαυτω του συναγαγείν τον Ιακώβ προς αυτόν και Ισραήλ - συναχθήσομαι και δοξασθήσομαι εναντίον Κυρίου, και ο Θεός μου έσται μοι ισχύς - 6 και είπέ μοι· μέγα σοί εστι του κληθήναί σε παίδά μου του στήσαι τας φυλάς Ιακώβ και την διασποράν του Ισραήλ επιστρέψαι· ιδού δέδωκά σε εις διαθήκην γένους, εις φως εθνών του είναί σε εις σωτηρίαν έως εσχάτου της γης. - 7 Ούτως λέγει Κύριος ο ρυσάμενός σε, ο Θεός Ισραήλ· αγιάσατε τον φαυλίζοντα την ψυχήν αυτού, τον βδελυσσόμενον υπό των εθνών των δούλων των αρχόντων· βασιλείς όψονται αυτόν και αναστήσονται, άρχοντες και προσκυνήσουσιν αυτω ένεκεν Κυρίου· ότι πιστός εστιν ο άγιος Ισραήλ, και εξελεξάμην σε. 8 ούτως λέγει Κύριος· καιρω δεκτω επήκουσά σου και εν ημέρα σωτηρίας εβοήθησά σοι και έπλασά σε και έδωκά σε εις διαθήκην εθνών του καταστήσαι την γην και κληρονομήσαι κληρονομίας ερήμους, 9 λέγοντα τοις εν δεσμοίς· εξέλθετε, και τοις εν τω σκότει· ανακαλυφθήναι. εν πάσαις ταις οδοίς βοσκηθήσονται, και εν πάσαις ταις τρίβοις η νομή αυτών· 10 ου πεινάσουσιν ουδέ διψήσουσιν, ουδέ πατάξει αυτούς καύσων, ουδέ ο ήλιος, αλλ ‘ ο ελεών αυτούς παρακαλέσει και δια πηγών υδάτων άξει αυτούς· 11 και θήσω παν όρος εις οδόν και πάσαν τρίβον εις βόσκημα αυτοίς. 12 ιδού ούτοι πόρρωθεν έρχονται, ούτοι από βορρά και ούτοι από θαλάσσης, άλλοι δε εκ γης Περσών. 13 ευφραίνεσθαι, ουρανοί, και αγαλλιάσθω, η γη, ρηξάτωσαν τα όρη ευφροσύνην, ότι ηλέησεν ο Θεός τον λαόν αυτού και τους ταπεινούς του λαού αυτού παρεκάλεσεν. - 14 Είπε δε Σιών· εγκατέλιπέ με Κύριος, και ο Κύριος επελάθετό μου. 15 μη επιλήσεται γυνή του παιδίου αυτής του μη ελεήσαι τα έκγονα της κοιλίας αυτής; ει δε και ταύτα επιλάθοιτο γυνή, αλλ ‘ εγώ ουκ επιλήσομαί σου, είπε Κύριος. 16 ιδού επί των χειρών μου εζωγράφηκά σου τα τείχη, και ενώπιόν μου ει διαπαντός· 17 και ταχύ οικοδομηθήση υφ ‘ ων καθηρέθης, και οι ερημώσαντές σε εξελεύσονται εκ σου. 18 άρον κύκλω τους οφθαλμούς σου και ιδέ πάντας, ιδού συνήχθησαν και ήλθοσαν προς σε· ζω εγώ, λέγει Κύριος, ότι πάντας αυτούς ως κόσμον ενδύση και περιθήση αυτούς ως κόσμον νύμφης. 19 ότι τα έρημά σου και τα διεφθαρμένα και τα πεπτωκότα νυν στενοχωρήσει από των κατοικούντων, και μακρυνθήσονται από σου οι καταπίνοντές σε. 20 ερούσι γαρ εις τα ώτά σου οι υιοί σου, ους απολώλεκας· στενός μοι ο τόπος, ποίησόν μοι τόπον, ίνα κατοικήσω. 21 και ερείς εν τη καρδία σου· τις εγέννησέ μοι τούτους; εγώ δε άτεκνος και χήρα, τούτους δε τις εξέθρεψέ μοι; εγώ δε κατελείφθην μόνη, ούτοι δε μοι που ήσαν;

 22 Ούτως λέγει Κύριος Κύριος· ιδού αίρω εις τα έθνη την χείρά μου και εις τας νήσους αρώ σύσσημόν μου, και άξουσι τους υιούς σου εν κόλπω, τας δε θυγατέρας σου επ ‘ ώμων αρούσι, 23 και έσονται βασιλείς τιθηνοί σου, αι δε άρχουσαι τροφοί σου· επί πρόσωπον της γης προσκυνήσουσί σε και τον χουν των ποδών σου λείξουσι· και γνώση ότι εγώ Κύριος, και ουκ αισχυνθήσονται οι υπομένοντές με. 24 μη λήψεταί τις παρά γίγαντος σκύλα; και εάν αιχμαλωτεύση τις αδίκως, σωθήσεται; 25 ούτως λέγει Κύριος· εάν τις αιχμαλωτεύση γίγαντα, λήψεται σκύλα· λαμβάνων δε παρά ισχύοντος σωθήσεται· εγώ δε την κρίσιν σου κρινώ, και εγώ τους υιούς σου ρύσομαι· 26 και φάγονται οι θλίψαντές σε τας σάρκας αυτών και πίονται ως οίνον νέον το αίμα αυτών και μεθυσθήσονται, και αισθανθήσεται πάσα σάρξ ότι εγώ Κύριος ο ρυσάμενός σε και αντιλαμβανόμενος ισχύος Ιακώβ.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ν

 1 ΟΥΤΩΣ λέγει Κύριος· ποίον το βιβλίον του αποστασίου της μητρός υμών, ω εξαπέστειλα αυτήν; ή τίνι υπόχρεω πέπρακα υμάς; ιδού ταις αμαρτίαις υμών επράθητε, και ταις ανομίαις υμών εξαπέστειλα την μητέρα υμών. 2 τι ότι ήλθον και ουκ ην άνθρωπος; εκάλεσα και ουκ ην ο υπακούων; μη ουκ ισχύει η χείρ μου του ρύσασθαι ή ουκ ισχύω του εξελέσθαι; ιδού τη απειλή μου εξερημώσω την θάλασσαν και θήσω ποταμούς ερήμους, και ξηρανθήσονται οι ιχθύες αυτών από του μη είναι ύδωρ και αποθανούνται εν δίψει. 3 ενδύσω τον ουρανόν σκότος και ως σάκκον θήσω το περιβόλαιον αυτού.

 4 Κύριος δίδωσί μοι γλώσσαν παιδείας του γνώναι ηνίκα δεί ειπείν λόγον έθηκέ μοι πρωϊ πρωϊ, προσέθηκέ μοι ωτίον ακούειν· 5 και η παιδεία Κυρίου Κυρίου ανοίγει μου τα ώτα, εγώ δε ουκ απειθώ ουδέ αντιλέγω, 6 τον νώτόν μου έδωκα εις μάστιγας, τας δε σιαγόνας μου εις ραπίσματα, το δε πρόσωπόν μου ουκ απέστρεψα από αισχύνης εμπτυσμάτων· 7 και Κύριος Κύριος βοηθός μοι εγενήθη, δια τούτο ουκ ενετράπην, αλλά έθηκα το πρόσωπόν μου ως στερεάν πέτραν και έγνων ότι ου μη αισχυνθώ· 8 ότι εγγίζει ο δικαιώσας με. τις ο κρινόμενός μοι; αντιστήτω μοι άμα· και τις ο κρινόμενός μοι; εγγισάτω μοι. 9 ιδού Κύριος Κύριος βοηθήσει μοι· τις κακώσει με; ιδού πάντες υμείς ως ιμάτιον παλαιωθήσεσθε, και ως σής καταφάγεται υμάς.

 10 Τίς εν υμίν ο φοβούμενος τον Κύριον; υπακουσάτω της φωνής του παιδός αυτού. οι πορευόμενοι εν σκότει και ουκ έστιν αυτοίς φως, πεποίθατε επί τω ονόματι Κυρίου και αντιστηρίσασθε επί τω Θεω. 11 ιδού πάντες υμείς πυρ καίετε και κατισχύετε φλόγα· πορεύεσθε τω φωτί του πυρός υμών και τη φλογί, ή εξεκαύσατε· δι ‘ εμέ εγένετο ταύτα υμίν, εν λύπη κοιμηθήσεσθε.

ΗΣΑΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ ΝΑ

 1 ΑΚΟΥΣΑΤΕ μου, οι διώκοντες το δίκαιον και ζητούντες τον Κύριον, εμβλέψατε εις την στερεάν πέτραν, ην ελατομήσατε, και εις τον βόθυνον του λάκκου, ον ωρύξατε. 2 εμβλέψατε εις Αβραάμ τον πατέρα υμών και εις Σάρραν την ωδίνουσαν υμάς· ότι εις ην, και εκάλεσα αυτόν και ευλόγησα αυτόν και ηγάπησα αυτόν και επλήθυνα αυτόν. 3 και σε νυν παρακαλέσω, Σιών, και παρεκάλεσα πάντα τα έρημα αυτής και θήσω τα έρημα αυτής ως παράδεισον Κυρίου· ευφροσύνην και αγαλλίαμα ευρήσουσιν εν αυτη, εξομολόγησιν και φωνήν αινέσεως. 4 ακούσατέ μου, ακούσατέ μου, λαός μου, και οι βασιλείς, προς με ενωτίσασθε, ότι νόμος παρ ‘ εμού εξελεύσεται και η κρίσις μου εις φως εθνών. 5 εγγίζει ταχύ η δικαιοσύνη μου, και εξελεύσεται ως φως το σωτήριόν μου και εις τον βραχίονά μου έθνη ελπιούσιν· εμέ νήσοι υπομενούσι και εις τον βραχίονά ελπιούσιν. 6 άρατε εις τον ουρανόν τους οφθαλμούς υμών και εμβλέψατέ εις την γην κάτω, ότι ο ουρανός ως καπνός εστερεώθη, η δε γη ως ιμάτιον παλαιωθήσεται, οι δε κατοικούντες την γην ωσπερ ταύτα αποθανούνται, το δε σωτήριόν μου εις τον αιώνα έσται, η δε δικαιοσύνη μου ου μη εκλίπη. 7 ακούσατέ μου, οι ειδότες κρίσιν, λαός μου, ου ο νόμος μου εν τη καρδία υμών· μη φοβείσθε ονειδισμόν ανθρώπων και τω φαυλισμω αυτών μη ηττάσθε. 8 ως γαρ ιμάτιον βρωθήσεται υπό χρόνου και ως έρια βρωθήσεται υπό σητός· η δε δικαιοσύνη μου εις τον αιώνα έσται, το δε σωτήριόν μου εις γενεάς γενεών.

 9 Εξεγείρου εξεγείρου, Ιερουσαλήμ, και ένδυσαι την ισχύν του βραχίονός σου· εξεγείρου ως εν αρχή ημέρας, ως γενεά αιώνος. ου συ ει 10 η ερημούσα θάλασσαν, ύδωρ αβύσσου πλήθος; η θείσα τα βάθη της θαλάσσης οδόν διαβάσεως ρυομένοις 11 και λελυτρωμένοις; υπό γαρ Κυρίου αποστραφήσονται και ήξουσιν εις Σιών μετ ‘ ευφροσύνης και αγαλλιάματος αιωνίου· επί κεφαλής γαρ αυτών αγαλλίασις και αίνεσις; και ευφροσύνη καταλήψεται αυτούς, απέδρα οδύνη και λύπη και στεναγμός. 12 εγώ ειμι, εγώ ειμι ο παρακαλών σε· γνώθι τίνα ευλαβηθείσα εφοβήθης από ανθρώπου θνητού και από υιού ανθρώπου, οί ωσεί χόρτος εξηράνθησαν. 13 και επελάθου Θεόν τον ποιήσαντά σε, τον ποιήσαντα τον ουρανόν και θεμελιώσαντα την γην, και εφόβου αεί πάσας τας ημέρας το πρόσωπον του θυμού του θλίβοντός σε· ον τρόπον γαρ εβουλεύσατο του άραί σε, και νυν που ο θυμός του θλίβοντός σε; 14 εν γαρ τω σώζεσθαί σε ου στήσεται ουδέ χρονιεί· 15 ότι εγώ ο Θεός σου ο ταράσσων την θάλασσαν και ηχών τα κύματα αυτής, Κύριος σαβαώθ όνομά μοι. 16 θήσω τους λόγους μου εις το στόμα σου και υπό την σκιάν της χειρός μου σκεπάσω σε, εν ή έστησα τον ουρανόν και εθεμελίωσα την γην· και ερεί Σιών· λαός μου ει συ.

 17 Εξεγείρου εξεγείρου, ανάστηθι, Ιερουσαλήμ, η πιούσα εκ χειρός Κυρίου το ποτήριον του θυμού αυτού· το ποτήριον γαρ της πτώσεως, το κόνδυ του θυμού εξέπιες και εξεκένωσας. 18 και ουκ ην ο παρακαλών σε από πάντων των τέκνων σου, ων έτεκες, και ουκ ην ο αντιλαμβανόμενος της χειρός σου ουδέ από πάντων των υιών σου, ων ύψωσας. 19 δύο ταύτα αντικείμενά σοι· τις συλλυπηθήσεταί σοι; πτώμα και σύντριμμα, λιμός και μάχαιρα. τις παρακαλέσει σε; 20 οι υιοί σου, οι απορούμενοι, οι καθεύδοντες επ ‘ άκρου πάσης εξόδου ως σευτλίον ημίεφθον, οι πλήρεις θυμού Κυρίου, εκλελυμένοι δια Κυρίου του Θεού. 21 δια τούτο άκουε, τεταπεινωμένη, και μεθύουσα ουκ από οίνου· 22 ούτω λέγει Κύριος ο Θεός ο κρίνων τον λαόν αυτού· ιδού είληφα εκ της χειρός σου το ποτήριον της πτώσεως, το κόνδυ του θυμού μου, και ου προσθήση έτι πιείν αυτό· 23 και δώσω αυτό εις τας χείρας των αδικησάντων σε και των ταπεινωσάντων σε, οί είπαν τη ψυχή σου· κύψον, ίνα παρέλθωμεν· και έθηκας ίσα τη γη τα μετάφρενά σου έξω τοις παραπορευομένοις.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΝΒ

 1 ΕΞΕΓΕΙΡΟΥ εξεγείρου, Σιών, ένδυσαι την ισχύν σου, Σιών, και ένδυσαι την δόξαν σου, Ιερουσαλήμ πόλις η αγία· ουκέτι προστεθήσεται διελθείν δια σου απερίτμητος και ακάθαρτος. 2 εκτίναξαι τον χουν και ανάστηθι, κάθισον, Ιερουσαλήμ· έκδυσαι τον δεσμόν του τραχήλου σου, η αιχμάλωτος θυγάτηρ Σιών. 3 ότι τάδε λέγει Κύριος· δωρεάν επράθητε και ου μετά αργυρίου λυτρωθήσεσθε. 4 ούτως λέγει Κύριος· εις Αίγυπτον κατέβη ο λαός μου το πρότερον παροικήσαι εκεί, και εις Ασσυρίους βία ήχθησαν· 5 και νυν τι εστε ώδε; τάδε λέγει Κύριος· ότι ελήφθη ο λαός μου δωρεάν, θαυμάζετε και ολολύζετε. τάδε λέγει Κύριος· δι ‘ υμάς διαπαντός το όνομά μου βλασφημείται εν τοις έθνεσι. 6 δια τούτο γνώσεται ο λαός μου το όνομά μου εν τη ημέρα εκείνη, ότι εγώ ειμι αυτός ο λαλών· πάρειμι 7 ως ωρα επί των ορέων, ως πόδες ευαγγελιζομένου ακοήν ειρήνης, ως ευαγγελιζόμενος αγαθά, ότι ακουστήν ποιήσω την σωτηρίαν σου λέγων Σιών· βασιλεύσει σου ο Θεός. 8 ότι φωνή των φυλασσόντων σε υψώθη, και τη φωνή άμα ευφρανθήσονται· ότι οφθαλμοί προς οφθαλμούς όψονται, ηνίκα αν ελεήση Κύριος την Σιών. 9 ρηξάτω ευφροσύνην άμα τα έρημα Ιερουσαλήμ, ότι ηλέησε Κύριος αυτήν και ερρύσατο Ιερουσαλήμ. 10 και αποκαλύψει Κύριος τον βραχίονα τον άγιον αυτού ενώπιον πάντων των εθνών, και όψονται πάντα άκρα της γης την σωτηρίαν την παρά του Θεού ημών. 11 απόστητε, απόστητε, εξέλθατε εκείθεν και ακαθάρτου μη άπτεσθε, εξέλθετε εκ μέσου αυτής, αφορίσθητε, οι φέροντες τα σκεύη Κυρίου· 12 ότι ου μετά ταραχής εξελεύσεσθε, ουδέ φυγή πορεύσεσθε, προπορεύσεται γαρ πρότερος υμών Κύριος και ο επισυνάγων υμάς Θεός Ισραήλ.

 13 Ιδού συνήσει ο παις μου και υψωθήσεται και δοξασθήσεται και μετεωρισθήσεται σφόδρα. 14 ον τρόπον εκστήσονται επί σε πολλοί - ούτως αδοξήσει από των ανθρώπων το είδός σου και η δόξα σου από υιών ανθρώπων - 15 ούτω θαυμάσονται έθνη πολλά επ ‘ αυτω, και συνέξουσι βασιλείς το στόμα αυτών· ότι οίς ουκ ανηγγέλη περί αυτού, όψονται, και οί ουκ ακηκόασι, συνήσουσι.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΝΓ

 1 ΚΥΡΙΕ, τις επίστευσε τη ακοή ημών; και ο βραχίων Κυρίου τίνι απεκαλύφθη; 2 ανηγγείλαμεν ως παιδίον εναντίον αυτού, ως ρίζα εν γη διψώση. ουκ έστιν είδος αυτω ουδέ δόξα· και είδομεν αυτόν, και ουκ είχεν είδος ουδέ κάλλος· 3 αλλά το είδος αυτού άτιμον και εκλείπον παρά πάντας τους υιούς των ανθρώπων· άνθρωπος εν πληγή ων και ειδώς φέρειν μαλακίαν, ότι απέστραπται το πρόσωπον αυτού, ητιμάσθη και ουκ ελογίσθη. 4 ούτος τας αμαρτίας ημών φέρει και περί ημών οδυνάται, και ημείς ελογισάμεθα αυτόν είναι εν πόνω και εν πληγή υπό Θεού και εν κακώσει. 5 αυτός δε ετραυματίσθη δια τας αμαρτίας ημών και μεμαλάκισται δια τας ανομίας ημών· παιδεία ειρήνης ημών επ ‘ αυτόν. τω μώλωπι αυτού ημείς ιάθημεν. 6 πάντες ως πρόβατα επλανήθημεν, άνθρωπος τη οδω αυτού επλανήθη· και Κύριος παρέδωκεν αυτόν ταις αμαρτίαις ημών. 7 και αυτός δια το κεκακώσθαι ουκ ανοίγει το στόμα αυτού· ως πρόβατον επί σφαγήν ήχθη και ως αμνός εναντίον του κείροντος αυτόν άφωνος, ούτως ουκ ανοίγει το στόμα. 8 εν τη ταπεινώσει η κρίσις αυτού ήρθη· την δε γενεάν αυτού τις διηγήσεται; ότι αίρεται από της γης η ζωή αυτού, από των ανομιών του λαού μου ήχθη εις θάνατον. 9 και δώσω τους πονηρούς αντί της ταφής αυτού και τους πλουσίους αντί του θανάτου αυτού· ότι ανομίαν ουκ εποίησεν, ουδέ ευρέθη δόλος εν τω στόματι αυτού. 10 και Κύριος βούλεται καθαρίσαι αυτόν από της πληγής. εάν δώτε περί αμαρτίας, η ψυχή υμών όψεται σπέρμα μακρόβιον· και βούλεται Κύριος αφελείν 11 από του πόνου της ψυχής αυτού, δείξαι αυτω φως και πλάσαι τη συνέσει, δικαιώσαι δίκαιον εύ δουλεύοντα πολλοίς, και τας αμαρτίας αυτών αυτός ανοίσει. 12 δια τούτο αυτός κληρονομήσει πολλούς και των ισχυρών μεριεί σκύλα, ανθ ‘ ων παρεδόθη εις θάνατον η ψυχή αυτού, και εν τοις ανόμοις ελογίσθη· και αυτός αμαρτίας πολλών ανήνεγκε και δια τας αμαρτίας αυτών παρεδόθη.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΝΔ

 1 ΕΥΦΡΑΝΘΗΤΙ, στείρα η ου τίκτουσα, ρήξον και βόησον, η ουκ ωδίνουσα, ότι πολλά τα τέκνα της ερήμου μάλλον ή της εχούσης τον άνδρα· είπε γαρ Κύριος· 2 πλάτυνον τον τόπον της σκηνής σου και των αυλαιών σου, πήξον, μη φείση· μάκρυνον τα σχοινίσματά σου και τους πασσάλους σου κατίσχυσον. 3 έτι εις τα δεξιά και εις τα αριστερά εκπέτασον, και το σπέρμα σου έθνη κληρονομήσει, και πόλεις ηρημωμένας κατοικιείς. 4 μη φοβού, ότι κατησχύνθης, μηδέ εντραπής, ότι ωνειδίσθης· ότι αισχύνην αιώνιον επιλήση και όνειδος της χηρείας σου ου μη μνησθήση έτι. 5 ότι Κύριος ο ποιών σε, Κύριος σαβαώθ όνομα αυτω· και ο ρυσάμενός σε αυτός Θεός Ισραήλ, πάση τη γη κληθήσεται. 6 ουχ ως γυναίκα καταλελειμμένην και ολιγόψυχον κέκληκέ σε Κύριος, ουδ ‘ ως γυναίκα εκ νεότητος μεμισημένην, είπεν ο Θεός σου· 7 χρόνον μικρόν κατέλιπόν σε και μετ ‘ ελέους μεγάλου ελεήσω σε, 8 εν θυμω μικρω απέστρεψα το πρόσωπόν μου από σου και εν ελέει αιωνίω ελεήσω σε, είπεν ο ρυσάμενός σε Κύριος. 9 από του ύδατος του επί Νώε τούτό μοί εστι· καθότι ώμοσα αυτω εν τω χρόνω εκείνω τη γη μη θυμωθήσεσθαι επί σοί έτι, μηδέ εν απειλή σου 10 τα όρη μεταστήσεσθαι, ουδ ‘ οι βουνοί σου μετακινηθήσονται, ούτως ουδέ το παρ ‘ εμού σοί έλεος εκλείψει, ουδέ η διαθήκη της ειρήνης σου ου μη μεταστη· είπε γαρ Κύριος· ίλεώς σοι.

 11 Ταπεινή και ακατάστατος, ου παρεκλήθης, ιδού εγώ ετοιμάζω σοι άνθρακα τον λίθον σου και τα θεμέλιά σου σάπφειρον 12 και θήσω τας επάλξεις σου ίασπιν και τας πύλας σου λίθους κρυστάλλου και τον περίβολόν σου λίθους εκλεκτούς 13 και πάντας τους υιούς σου διδακτούς Θεού και εν πολλή ειρήνη τα τέκνα σου. 14 και εν δικαιοσύνη οικοδομηθήση· απέχου από αδίκου και ου φοβηθήση, και τρόμος ουκ εγγιεί σοι. 15 ιδού προσήλυτοι προσελεύσονταί σοι δι ‘ εμού και επί σε καταφεύξονται. 16 ιδού εγώ έκτισά σε ουχ ως χαλκεύς φυσών άνθρακας και εκφέρων σκεύος εις έργον· εγώ δε έκτισά σε ουκ εις απώλειαν φθείραι 17 παν σκεύος φθαρτόν, επί σε ουκ ευοδώσω, και πάσα φωνή αναστήσεται επί σε εις κρίσιν· πάντας αυτούς ηττήσεις, οι δε ένοχοί σου έσονται εν αυτη. έστι κληρονομία τοις θεραπεύουσι Κύριον, και ημείς έσεσθέ μοι δίκαιοι, λέγει Κύριος.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΝΕ

 1 ΟΙ διψώντες, πορεύεσθε εφ ‘ ύδωρ, και όσοι μη έχετε αργύριον, βαδίσαντες αγοράσατε, και φάγετε και πίεσθε άνευ αργυρίου και τιμής οίνον και στέαρ. 2 ινατί τιμάσθε αργυρίου εν ουκ άρτοις και τον μόχθον υμών ουκ εις πλησμονήν; ακούσατέ μου και φάγεσθε αγαθά, και εντρυφήσει εν αγαθοίς η ψυχή υμών. 3 προσέχετε τοις ωσίν υμών και επακουλουθήσατε ταις οδοίς μου· εισακούσατέ μου, και ζήσεται εν αγαθοίς η ψυχή υμών· και διαθήσομαι υμίν διαθήκην αιώνιον, τα όσια Δαυίδ τα πιστά. 4 ιδού μαρτύριον εν έθνεσιν έδωκα αυτόν, άρχοντα και προστάσσοντα έθνεσιν. 5 ιδού έθνη, α ουκ οίδασί σε, επικαλέσονταί σε, και λαοί, οί ουκ επίστανταί σε, επί σε καταφεύξονται ένεκεν Κυρίου του Θεού σου, του αγίου Ισραήλ, ότι εδόξασέ σε. - 6 Ζητήσατε τον Κύριον και εν τω ευρίσκειν αυτόν επικαλέσασθε· ηνίκα δ ‘ αν εγγίζη υμίν, 7 απολιπέτω ο ασεβής τας οδούς αυτού και ανήρ άνομος τας βουλάς αυτού και επιστραφήτω επί Κύριον, και ελεηθήσεται, ότι επί πολύ αφήσει τας αμαρτίας υμών. 8 ου γαρ εισιν αι βουλαί μου ωσπερ αι βουλαί υμών, ουδ ‘ ωσπερ αι οδοί υμών αι οδοί μου, λέγει Κύριος. 9 αλλ ‘ ως απέχει ο ουρανός από της γης, ούτως απέχει η οδός μου από των οδών υμών και τα διανοήματα υμών από της διανοίας μου. 10 ως γαρ αν καταβή ο υετός ή χιών εκ του ουρανού και ου μη αποστραφή, έως αν μεθύση την γην, και εκτέκη και εκβλαστήση και δω σπέρμα τω σπείραντι και άρτον εις βρώσιν, 11 ούτως έσται το ρήμά μου, ό εάν εξέλθη εκ του στόματός μου, ου μη αποστραφή, έως αν τελεσθή όσα αν ηθέλησα και ευοδώσω τας οδούς μου και τα εντάλματά μου. 12 εν γαρ ευφροσύνη εξελεύσεσθε και εν χαρά διδαχθήσεσθε· τα γαρ όρη και οι βουνοί εξαλούνται προσδεχόμενοι υμάς εν χαρά, και πάντα τα ξύλα του αγρού επικροτήσει τοις κλάδοις, 13 και αντί της στοιβής αναβήσεται κυπάρισσος, αντί δε της κονύζης αναβήσεται μυρσίνη· και έσται Κύριος εις όνομα και εις σημείον αιώνιον και ουκ εκλείψει.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΝΣΤ

 1 ΤΑΔΕ λέγει Κύριος· φυλάσσεσθε κρίσιν και ποιήσατε δικαιοσύνην· ήγγικε γαρ το σωτήριόν μου παραγίνεσθαι και το έλεός μου αποκαλυφθήναι. 2 μακάριος ανήρ ο ποιών ταύτα και άνθρωπος ο αντεχόμενος αυτών και φυλάσσων τα σάββατα μη βεβηλούν και διατηρών τας χείρας αυτού μη ποιείν άδικα. 3 μη λεγέτω ο αλλογενής ο προσκείμενος προς Κύριον· αφοριεί με άρα Κύριος από του λαού αυτού· και μη λεγέτω ο ευνούχος ότι ξύλον εγώ ειμι ξηρόν. 4 τάδε λέγει Κύριος τοις ευνούχοις· όσοι αν φυλάξωνται τα σάββατά μου και εκλέξωνται α εγώ θέλω και αντέχωνται της διαθήκης μου, 5 δώσω αυτοίς εν τω οίκω μου και εν τω τείχει μου τόπον ονομαστόν κρείττω υιών και θυγατέρων, όνομα αιώνιον δώσω αυτοίς και ουκ εκλείψει. 6 και τοις αλλογενέσι τοις προσκειμένοις Κυρίω δουλεύειν αυτω και αγαπάν το όνομα Κυρίου του είναι αυτω εις δούλους και δούλας και πάντας τους φυλασσομένους τα σάββατά μου μη βεβηλούν και αντεχομένους της διαθήκης μου, 7 εισάξω αυτούς εις το όρος το άγιόν μου και ευφρανώ αυτούς εν τω οίκω της προσευχής μου· τα ολοκαυτώματα αυτών, και αι θυσίαι αυτών έσονται δεκταί επί του θυσιαστηρίου μου· ο γαρ οίκός μου οίκος προσευχής κληθήσεται πάσι τοις έθνεσιν, 8 είπε Κύριος ο συνάγων τους διεσπαρμένους Ισραήλ, ότι συνάξω επ ‘ αυτόν συναγωγήν. - 9 Πάντα τα θηρία τα άγρια, δεύτε φάγετε, πάντα τα θηρία του δρυμού. 10 ίδετε ότι εκτετύφλωνται πάντες, ουκ έγνωσαν φρονήσαι, πάντες κύνες ενεοί, ου δυνήσονται υλακτείν, ενυπνιαζόμενοι κοίτην, φιλούντες νυστάξαι. 11 και οι κύνες αναιδείς τη ψυχή, ουκ ειδότες πλησμονήν· και εισι πονηροί ουκ ειδότες σύνεσιν, πάντες εν ταις οδοίς αυτών εξηκολούθησαν, έκαστος κατά το εαυτού.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΝΖ

 1 ΙΔΕΤΕ ως ο δίκαιος απώλετο, και ουδείς εκδέχεται τη καρδία, και άνδρες δίκαιοι αίρονται, και ουδείς κατανοεί. από γαρ προσώπου αδικίας ήρται ο δίκαιος· 2 έσται εν ειρήνη η ταφή αυτού, ήρται εκ του μέσου 3 υμείς δε προσαγάγετε ώδε, υιοί άνομοι, σπέρμα μοιχών και πόρνης· 4 εν τίνι ενετρυφήσατε; και επί τίνα ηνοίξατε το στόμα υμών; και επί τίνα εχαλάσατε την γλώσσαν υμών; ουχ υμείς εστε τέκνα απωλείας; σπέρμα άνομον; 5 οι παρακαλούντες είδωλα υπό δένδρα δασέα, σφάζοντες τα τέκνα αυτών εν ταις φάραγξιν αναμέσον των πετρών. 6 εκείνη σου η μερίς, ούτός σου ο κλήρος, κακείνοις εξέχεας σπονδάς κακείνοις ανήνεγκας θυσίας· επί τούτοις ουν ουκ οργισθήσομαι; 7 επ ‘ όρος υψηλόν και μετέωρον, εκεί σου η κοίτη, και εκεί ανεβίβασας θυσίας σου. 8 και οπίσω των σταθμών της θύρας σου έθηκας μνημόσυνά σου· ώου ότι εάν απ ‘ εμού αποστης, πλείόν τι έξεις· ηγάπησας τους κοιμωμένους μετά σου 9 και επλήθυνας την πορνείαν σου μετ ‘ αυτών και πολλούς εποίησας τους μακράν από σου και απέστειλας πρέσβεις υπέρ τα όριά σου και απέστρεψας και εταπεινώθης έως άδου. 10 ταις πολιοδίαις σου εκοπίασας και ουκ είπας· παύσομαι ενισχύουσα, ότι έπραξας ταύτα, δια τούτο ου κατεδεήθης μου συ. 11 τίνα ευλαβηθείσα εφοβήθης και εψεύσω με και ουκ εμνήσθης μου, ουδέ έλαβές με εις την διάνοιαν ουδέ εις την καρδίαν σου; και εγώ σε ιδών παρορώ, και εμέ ουκ εφοβήθης. 12 και εγώ απαγγελώ την δικαιοσύνην μου και τα κακά σου, α ουκ ωφελήσει σε. 13 όταν αναβοήσης, εξελέσθωσάν σε εν τη θλίψει σου· τούτους γαρ πάντας άνεμος λήψεται και αποίσει καταιγίς. οι δε αντεχόμενοί μου κτήσονται γην και κληρονομήσουσι το όρος το άγιόν μου. 14 και ερούσι· καθαρίσατε από προσώπου αυτού οδούς και άρατε σκώλα από της οδού του λαού μου. - 15 Τάδε λέγει Κύριος ο Ύψιστος, ο εν υψηλοίς κατοικών τον αιώνα, άγιος εν αγίοις όνομα αυτω, Κύριος Ύψιστος εν αγίοις αναπαυόμενος και ολιγοψύχοις διδούς μακροθυμίαν και διδούς ζωήν τοις συντετριμμένοις την καρδίαν· 16 ουκ εις τον αιώνα εκδικήσω υμάς, ουδέ διαπαντός οργισθήσομαι υμίν· πνεύμα γαρ παρ ‘ εμού εξελεύσεται και πνοήν πάσαν εγώ εποίησα. 17 δι ‘ αμαρτίαν βραχύ τι ελύπησα αυτόν και επάταξα αυτόν και απέστρεψα το πρόσωπόν μου απ ‘ αυτού, και ελυπήθη και επορεύθη στυγνός εν ταις οδοίς αυτού. 18 τας οδούς αυτού εώρακα και ιασάμην αυτόν και παρεκάλεσα αυτόν και έδωκα αυτω παράκλησιν αληθινήν, 19 ειρήνην επ ‘ ειρήνη τοις μακράν και τοις εγγύς ούσι. και είπε Κύριος· ιάσομαι αυτούς, 20 οι δε άδικοι ούτως κλυδωνισθήσονται και αναπαύσασθαι ου δυνήσονται. 21 ουκ έστι χαίρειν τοις ασεβέσιν, είπε Κύριος ο Θεός.

 ΚΕΦΑΛΑΙΟΝ ΝΗ

 1 ΑΝΑΒΟΗΣΟΝ εν ισχύϊ και μη φείση, ως σάλπιγγα ύψωσον την φωνήν σου, και ανάγγειλον τω λαω μου τα αμαρτήματα αυτών και τω οίκω Ιακώβ τας ανομίας αυτών. 2 εμέ ημέραν εξ ημέρας ζητούσι και γνώναί μου τας οδούς επιθυμούσιν· ως λαός δικαιοσύνην πεποιηκώς και κρίσιν Θεού αυτού μη εγκαταλελοιπώς αιτούσί με νυν κρίσιν δικαίαν και εγγίζειν Θεω επιθυμούσι 3 λέγοντες· τι ότι ενησταύσαμεν και ουκ είδες; εταπεινώσαμεν τας ψυχάς ημών και ουκ έγνως; εν γαρ ταις ημέραις των νηστειών υμών ευρίσκετε τα θελήματα υμών και πάντας τους υποχειρίους υμών υπονύσσετε. 4 ει εις κρίσεις και μάχας νηστεύετε και τύπτετε πυγμαίς ταπεινόν, ινατί μοι νηστεύετε ως σήμερον, ακουσθήναι εν κραυγή την φωνήν υμών; 5 ου ταύτην την νηστείαν εξελεξάμην και ημέραν ταπεινούν άνθρωπον την ψυχήν αυτού· ουδ ‘ αν κάμψης ως κρίκον τον τράχηλόν σου και σάκκον και σποδόν υποστρώση, ουδ ‘ ούτω καλέσετε νηστείαν δεκτήν. 6 ουχί τοιαύτην νηστείαν εγώ εξελεξάμην, λέγει Κύριος, αλλά λύε πάντα σύνδεσμον αδικίας, διάλυε στραγγαλιάς βιαίων συναλλαγμάτων, απόστελλε τεθραυσμένους εν αφέσει και πάσαν συγγραφήν άδικον διάσπα· 7 διάθρυπτε πεινώντι τον άρτον σου και πτωχούς αστέγους είσαγε εις τον οίκόν σου· εάν ίδης γυμνόν, περίβαλε, και από των οικείων του σπέρματός σου ουχ υπερόψει. 8 τότε ραγήσεται πρώϊμον το φως σου, και τα ιάματά σου ταχύ ανατελεί, και προπορεύσεται έμπροσθέν σου η δικαιοσύνη σου, και η δόξα του Θεού περιστελεί σε. 9 τότε βοήση, και ο Θεός εισακούσεταί σου· έτι λαλούντός σου ερεί· ιδού πάρειμι. εάν αφέλης από σου σύνδεσμον και χειροτονίαν και ρήμα γογγυσμού 10 και δως πεινώντι τον άρτον εκ ψυχής σου και ψυχήν τεταπεινωμένην εμπλήσης, τότε ανατελεί εν τω σκότει το φως σου, και το σκότος σου ως μεσημβρία. 11 και έσται ο Θεός σου μετά σου διαπαντός· και εμπλησθήση καθάπερ επιθυμεί η ψυχή σου, και τα οστά σου πιανθήσεται, και έση ως κήπος μεθύων και ως πηγή ην μη εξέλιπεν ύδωρ και τα οστά σου ως βοτάνη ανατελεί και πιανθήσεται και κληρονομήσουσι γενεάς γενεών. 12 και οικοδομηθήσονταί σου αι έρημοι αιώνιοι, και έσται σου τα θεμέλια αιώνια γενεών γενεαίς· και κληθήση Οικοδόμος φραγμών, και τους τρίβους τους αναμέσον παύσεις. 13 εάν αποστρέψης τον πόδα σου από των σαββάτων του μη ποιείν τα θελήματά σου εν τη ημέρα τη αγία και καλέσεις τα σάββατα τρυφερά, άγια τω Θεω σου, ουκ αρείς τον πόδα σου επ ‘ έργω, ουδέ λαλήσεις λόγον εν οργή εκ του στόματός σου, 14 και έση πεποιθώς επί Κύριον, και αναβιβάσει σε επί τα αγαθά της γης και ψωμιεί σε την κληρονομίαν Ιακώβ του πατρός σου· το γαρ στόμα Κυρίου ελάλησε ταύτα.

 ΗΣΑΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ ΝΘ

 1 ΜΗ ουκ ισχύει η χείρ Κυρίου του σώσαί; ή εβάρυνε το ους αυτού του μη εισακούσαι; 2 αλλά τα αμαρτήματα υμών διϊστώσιν αναμέσον υμών και αναμέσον του Θεού, και δια τας αμαρτίας υμών απέστρεψε το πρόσωπον αυτού αφ ‘ υμών του μη ελεήσαι. 3 αι γαρ χείρες υμών μεμολυσμέναι αίματι και οι δάκτυλοι υμών εν αμαρτίαις, τα δε χείλη υμών ελάλησεν ανομίαν, και η γλώσσα υμών αδικίαν μελετά. 4 ουθείς λαλεί δίκαια, ουδέ εστι κρίσις αληθινή· πεποίθασιν επί ματαίοις και λαλούσι κενά, ότι κύουσι πόνον και τίκτουσιν ανομίαν. 5 ωά ασπίδων έρρηξαν και ιστόν αράχνης υφαίνουσι· και ο μέλλων των ωών αυτών φαγείν συντρίψας ούριον εύρε, και εν αυτω βασιλίσκος. 6 ο ιστός αυτών ουκ έσται εις ιμάτιον, ουδέ μη περιβάλωνται από των έργων αυτών· τα γαρ έργα αυτών έργα ανομίας. 7 οι δε πόδες αυτών επί πονηρίαν τρέχουσι, ταχινοί εκχέαι αίμα· και οι διαλογισμοί αυτών διαλογισμοί αφρόνων, σύντριμμα και ταλαιπωρία εν ταις οδοίς αυτών. 8 και οδόν ειρήνης ουκ οίδασι, και ουκ έστι κρίσις εν ταις οδοίς αυτών· αι γαρ τρίβοι αυτών διεστραμμέναι, ας διοδεύουσι, και ουκ οίδασιν ειρήνην. 9 δια τούτο απέστη η κρίσις απ ‘ αυτών, και ου μη καταλάβη αυτούς δικαιοσύνη· υπομεινάντων αυτών φως εγένετο αυτοίς σκότος, μείναντες αυγήν εν αωρία περιεπάτησαν. 10 ψηλαφήσουσιν ως τυφλοί τοίχον και ως ουχ υπαρχόντων οφθαλμών ψηλαφήσουσι· και πεσούνται εν μεσημβρία ως εν μεσονυκτίω, ως αποθνήσκοντες στενάξουσιν, 11 ως άρκος και ως περιστερά άμα πορεύσονται· ανεμείναμεν κρίσιν, και ουκ έστι· σωτηρία μακράν αφέστηκεν αφ ‘ ημών. 12 πολλή γαρ η ανομία εναντίον σου, και αι αμαρτίαι ημών αντέστησαν ημίν· αι γαρ ανομίαι ημών εν ημίν, και τα αδικήματα ημών έγνωμεν. 13 ησεβήσαμεν και εψευσάμεθα και απέστημεν από όπισθεν του Θεού ημών· ελαλήσαμεν άδικα και ηπειθήσαμεν, εκύομεν και εμελετήσαμεν από καρδίας ημών λόγους αδίκους· 14 και απεστήσαμεν οπίσω την κρίσιν, και η δικαιοσύνη μακράν αφέστηκεν, ότι κατηναλώθη εν ταις οδοίς αυτών η αλήθεια, και δι ‘ ευθείας ουκ εδύναντο διελθείν. 15 και η αλήθεια ήρται, και μετέστησαν την διάνοιαν του συνιέναι· και είδε Κύριος, και ουκ ήρεσεν αυτω, ότι ουκ ην κρίσις. 16 και είδε και ουκ ην ανήρ, και κατενόησε και ουκ ην ο αντιληψόμενος, και ημύνατο αυτούς τω βραχίονι αυτού και τη ελεημοσύνη εστηρίσατο. 17 και ενεδύσατο δικαιοσύνην ως θώρακα και περιέθετο περικεφαλαίαν σωτηρίου επί της κεφαλής και περιεβάλετο ιμάτιον εκδικήσεως και το περιβόλαιον 18 ως ανταποδώσων ανταπόδοσιν όνειδος τοις υπεναντίοις. 19 και φοβηθήσονται οι από δυσμών το όνομα Κυρίου και οι απ ‘ ανατολών ηλίου το όνομα το ένδοξον· ήξει γαρ ως ποταμός βίαιος η οργή παρά Κυρίου, ήξει μετά θυμού. 20 και ήξει ένεκεν Σιών ο ρυόμενος και αποστρέψει ασεβείας από Ιακώβ. 21 και αύτη αυτοίς η παρ ‘ εμού διαθήκη, είπε Κύριος· το πνεύμα το εμόν, ό εστιν επί σοί, και τα ρήματα, α έδωκα εις το στόμα σου, ου μη εκλίπη εκ του στόματός σου και εκ του στόματος του σπέρματός σου· είπε γαρ Κύριος, από του νυν και εις τον αιώνα.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ξ

 1 ΦΩΤΙΖΟΥ φωτίζου Ιερουσαλήμ, ήκει γαρ σου το φως, και η δόξα Κυρίου επί σε ανατέταλκεν. 2 ιδού σκότος καλύψει γην ως γνόφος επ ‘ έθνη· επί δε σε φανήσεται Κύριος, και η δόξα αυτού επί σε οφθήσεται. 3 και πορεύσονται βασιλείς τω φωτί σου και έθνη τη λαμπρότητί σου. 4 άρον κύκλω τους οφθαλμούς σου και ιδέ συνηγμένα τα τέκνα σου· ιδού ήκασι πάντες οι υιοί σου μακρόθεν, και αι θυγατέρες σου επ ‘ ώμων αρθήσονται. 5 τότε όψη και φοβηθήση και εκστήση τη καρδία, ότι μεταβαλεί εις σε πλούτος θαλάσσης και εθνών και λαών. και ήξουσί σοι 6 αγέλαι καμήλων, και καλύψουσί σε κάμηλοι Μαδιάμ και Γαιφά· πάντες εκ Σαβά ήξουσι φέροντες χρυσίον και λίβανον οίσουσι και λίθον τίμιον και το σωτήριον Κυρίου ευαγγελιούνται. 7 και πάντα τα πρόβατα Κηδάρ συναχθήσονταί σοι και κριοί Ναβαιώθ ήξουσί σοι, και ανενεχθήσεται δεκτά επί το θυσιαστήριόν μου, και ο οίκος της προσευχής μου δοξασθήσεται. 8 τίνες οίδε ως νεφέλαι πέτανται και ωσεί περιστεραί συν νεοσσοίς; 9 εμέ αι νήσοι υπέμειναν και πλοία Θαρσίς εν πρώτοις, αγαγείν τα τέκνα σου μακρόθεν και τον άργυρον και το χρυσόν αυτών μετ ‘ αυτών δια το όνομα Κυρίου το άγιον και δια το τον άγιον του Ισραήλ ένδοξον είναι. 10 και οικοδομήσουσιν αλλογενείς τα τείχη σου, και οι βασιλείς αυτών παραστήσονταί σοι· δια γαρ οργήν μου επάταξά σε και δια έλεον ηγάπησά σε. 11 και ανοιχθήσονται αι πύλαι σου διαπαντός, ημέρας και νυκτός ου κλεισθήσονται, εισαγαγείν προς σε δύναμιν εθνών και βασιλείς αυτών αγομένους. 12 τα γαρ έθνη και οι βασιλείς, οίτινες ου δουλεύσουσί σοι, απολούνται και τα έθνη ερημία ερημωθήσεται. 13 και η δόξα του Λιβάνου προς σε ήξει εν κυπαρίσσω και πεύκη και κέδρω άμα, δοξάσαι τον τόπον τον άγιόν μου και τον τόπον των ποδών μου δοξάσω. 14 και πορεύσονται προς σε δεδοικότες υιοί των ταπεινωσάντων σε και παροξυνάντων σε, και κληθήση Πόλις Κυρίου Σιών αγίου Ισραήλ. 15 δια το γεγενήσθαί σε εγκαταλελειμμένην και μεμισημένην, και ουκ ην ο βοηθών, και θήσω σε αγαλλίαμα αιώνιον, ευφροσύνην γενεών γενεαίς. 16 και θηλάσεις γάλα εθνών και πλούτον βασιλέων φάγεσαι· και γνώση, ότι εγώ Κύριος ο σώζων σε και εξαιρούμενός σε ο Θεός ισραήλ. 17 και αντί χαλκού οίσω σοι χρυσίον, αντί δε σιδήρου οίσω σοι αργύριον, αντί δε ξύλων οίσω σοι χαλκόν, αντί δε λίθων σίδηρον. και δώσω τους άρχοντάς σου εν ειρήνη και τους επισκόπους σου εν δικαιοσύνη. 18 και ουκ ακουσθήσεται έτι αδικία εν τη γη σου, ουδέ σύντριμμα ουδέ ταλαιπωρία εν τοις ορίοις σου, αλλά κληθήσεται Σωτήριον τα τείχη σου, και αι πύλαι σου Γλύμμα. 19 και ουκ έσται σοι έτι ο ήλιος εις φως ημέρας, ουδέ ανατολή σελήνης φωτιεί σου την νύκτα, αλλ ‘ έσται σοι Κύριος φως αιώνιον και ο Θεός δόξα σου. 20 ου γαρ δύσεται ο ήλιός σοι, και η σελήνη σοι ουκ εκλείψει· έσται γαρ σοι Κύριος φως αιώνιον, και αναπληρωθήσονται αι ημέραι του πένθους σου. 21 και ο λαός σου πας δίκαιος, δι ‘ αιώνος κληρονομήσουσι την γην, φυλάσσων το φύτευμα, έργα χειρών αυτού εις δόξαν. 22 ο ολιγοστός έσται εις χιλιάδας και ο ελάχιστος εις έθνος μέγα· εγώ Κύριος κατά καιρόν συνάξω αυτούς.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΞΑ

 1 ΠΝΕΥΜΑ Κυρίου επ ‘ εμέ, ου είνεκεν έχρισέ με· ευαγγελίσασθαι πτωχοίς απέσταλκέ με, ιάσασθαι τους συντετριμένους την καρδίαν, κηρύξαι αιχμαλώτοις άφεσιν και τυφλοίς ανάβλεψιν, 2 καλέσαι ενιαυτόν Κυρίου δεκτόν και ημέραν ανταποδόσεως τω Θεω ημών, παρακαλέσαι πάντας τους πενθούντας, 3 δοθήναι τοις πενθούσι Σιών δόξαν αντί σποδού, άλειμμα ευφροσύνης τοις πενθούσι, καταστολήν δόξης αντί πνεύματος ακηδίας· και κληθήσονται γενεαί δικαιοσύνης, φύτευμα Κυρίου εις δόξαν. 4 και οικοδομήσουσιν ερήμους αιωνίας, εξηρημωμένας πρότερον εξαναστήσουσι· και καινιούσι πόλεις ερήμους εξηρωμένας εις γενεάς. 5 και ήξουσι αλλογενείς ποιμαίνοντες τα πρόβατά σου, και αλλόφυλοι αροτήρες και αμπελουργοί. 6 υμείς δε ιερείς Κυρίου κληθήσεσθε, λειτουργοί Θεού· ισχύν εθνών κατέδεσθε και εν τω πλούτω αυτών θαυμασθήσεσθε. [αντί της αισχύνης υμών της διπλής και αντί της εντροπής αγαλλιάσεται η μερίς αυτών]. 7 ούτως εκ δευτέρας κληρονομήσουσι την γην, και ευφροσύνη αιώνιος υπέρ κεφαλής αυτών. 8 εγώ γαρ ειμι Κύριος ο αγαπών δικαιοσύνην και μισών αρπάγματα εξ αδικίας· και δώσω τον μόχθον αυτών δικαίοις και διαθήκην αιώνιον διαθήσομαι αυτοίς. 9 και γνωσθήσεται εν τοις έθνεσι το σπέρμα αυτών και τα έκγονα αυτών εν μέσω των λαών· πας ο ορών αυτούς επιγνώσεται αυτούς, ότι ούτοί εισι σπέρμα ηυλογημένον υπό Θεού 10 και ευφροσύνη ευφρανθήσονται επί Κύριον. - Αγαλλιάσθω η ψυχή μου επί τω Κυρίω· ενέδυσε γαρ με ιμάτιον σωτηρίου και χιτώνα ευφροσύνης, ως νυμφίω περιέθηκέ μοι μίτραν και ως νύμφην κατεκόσμησέ με κόσμω. 11 και ως γη αύξουσα το άνθος αυτής και ως κήπος τα σπέρματα αυτού, ούτως ανατελεί Κύριος δικαιοσύνην και αγαλλίαμα εναντίον πάντων των εθνών.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΞΒ

 1 ΔΙΑ Σιών ου σιωπήσομαι και δια Ιερουσαλήμ ουκ ανήσω, έως αν εξέλθη ως φως η δικαιοσύνη μου, το δε σωτήριόν μου ως λαμπάς καυθήσεται. 2 και όψονται έθνη την δικαιοσύνην σου και βασιλείς την δόξαν σου, και καλέσει σε το όνομά σου το καινόν, ό ο Κύριος ονομάσει αυτό. 3 και έση στέφανος κάλλους εν χειρί Κυρίου και διάδημα βασιλείας εν χειρί Θεού σου. 4 και ουκέτι κληθήση Καταλελυμμένη, και η γη σου ου κληθήσεται έτι Έρημος· συ γαρ κληθήσεται Θέλημα εμόν, και τη γη σου Οικουμένη, ότι ευδόκησε Κύριος εν σοί και η γη σου συνοικισθήσεται. 5 και ως συνοικών νεανίσκος παρθένω, ούτω κατοικήσουσιν οι υιοί σου· και έσται ον τρόπον ευφρανθήσεται νυμφίος επί νύμφη, ούτως ευφρανθήσεται Κύριος επί σοί. 6 και επί των τειχών σου, Ιερουσαλήμ, κατέστησα φύλακας όλην την ημέραν και όλην την νύκτα, οί δια τέλους ου σιωπήσονται μιμνησκόμενοι Κυρίου. 7 ουκ έστι γαρ υμίν όμοιος, εάν διορθώση και ποιήση Ιερουσαλήμ γαυρίαμα επί της γης. 8 ώμοσε Κύριος κατά της δεξιάς αυτού και κατά της ισχύος του βραχίονος αυτού· ει έτι δώσω τον σίτόν σου και τα βρώματά σου τοις εχθροίς σου, και ει έτι πίονται υιοί αλλότριοι τον οίνόν σου, εφ ω εμόχθησας· 9 αλλ ‘ ή οι συνάγοντες φάγονται αυτά και αινέσουσι Κύριον, και οι συνάγοντες πίονται αυτά εν ταις επαύλεσι ταις αγίαις μου. 10 πορεύεσθε δια των πυλών μου και οδοποιήσατε τω λαω μου και τους λίθους τους εκ της οδού διαρρίψατε· εξάρατε σύσσημον εις τα έθνη. 11 ιδού γαρ Κύριος εποίησεν ακουστόν έως εσχάτου της γης· είπατε τη θυγατρί Σιών· ιδού ο σωτήρ σοι παραγέγονεν έχων τον εαυτού μισθόν και το έργον προ προσώπου αυτού. 12 και καλέσει αυτόν λαόν άγιον, λελυτρωμένον υπό Κυρίου· συ δε κληθήση επιζητουμένη πόλις και ουκ εγκαταλελειμμένη.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΞΓ

 1 ΤΙΣ ούτος ο παραγενόμενος εξ Εδώμ, ερύθημα ιματίων εκ Βοσόρ, ούτως ωραίος εν στολή βία μετά ισχύος; εγώ διαλέγομαι δικαιοσύνην και κρίσιν σωτηρίου. 2 διατί σου ερυθρά τα ιμάτια και τα ενδύματά σου ως από πατητού ληνού; 3 πλήρης καταπεπατημένης, και των εθνών ουκ έστιν ανήρ μετ ‘ εμού, και κατεπάτησα αυτούς εν θυμω μου και κατέθλασα αυτούς ως γην και κατήγαγον το αίμα αυτών εις γην. 4 ημέρα γαρ ανταποδόσεως επήλθεν αυτοίς, και ενιαυτός λυτρώσεως πάρεστι. 5 και επέβλεψα, και ουδείς βοηθός· και προσενόησα, και ουθείς αντελαμβάνετο· και ερρύσατο αυτούς ο βραχίων μου, και ο θυμός μου επέστη. 6 και κατεπάτησα αυτούς τη οργή μου και κατήγαγον το αίμα αυτών εις γην. - 7 Τόν έλεον Κυρίου εμνήσθην, τας αρετάς Κυρίου εν πάσιν, οίς ημίν ανταποδίδωσι· Κύριος κριτής αγαθός τω οίκω Ισραήλ, επάγει ημίν κατά το έλεος αυτού και κατά το πλήθος της δικαιοσύνης αυτού. 8 και είπεν· ουχ ο λαός μου τέκνα ου μη αθετήσωσι; και εγένετο αυτοίς εις σωτηρίαν 9 εκ πάσης θλίψεως αυτών. ου πρέσβυς ουδέ άγγελος, αλλ ‘ αυτός Κύριος έσωσεν αυτούς δια το αγαπάν αυτούς και φείδεσθαι αυτών· αυτός ελυτρώσατο αυτούς και ανέλαβεν αυτούς και ύψωσεν αυτούς πάσας τας ημέρας του αιώνος. 10 αυτοί δε ηπείθησαν και παρώξυναν το πνεύμα το άγιον αυτού· και εστράφη αυτοίς εις έχθραν, και αυτός επολέμησεν αυτούς. 11 και εμνήσθη ημερών αιωνίων ο αναβιβάσας εκ της γης τον ποιμένα των προβάτων· που έστιν ο θείς εν αυτοίς το πνεύμα το άγιον; 12 ο αγαγών τη δεξιά Μωυσήν, ο βραχίων της δόξης αυτού; κατίσχυσεν ύδωρ από προσώπου αυτού ποιήσαι εαυτω όνομα αιώνιον. 13 ήγαγεν αυτούς δια της αβύσσου ως ίππον δι ‘ ερήμου, και ουκ εκοπίασαν. 14 και ως κτήνη δια πεδίου, κατέβη πνεύμα παρά Κυρίου και ωδήγησεν αυτούς· ούτως ήγαγες τον λαόν σου ποιήσαι σεαυτω όνομα δόξης. - 15 Επίστρεψον εκ του ουρανού και ιδέ εκ του οίκου του αγίου σου και δόξης· που εστιν ο ζήλός σου και η ισχύς σου; που εστι το πλήθος του ελέους σου και των οικτιρμών σου, ότι ανέσχου ημών; 16 συ γαρ ει πατήρ ημών, ότι Αβραάμ ουκ έγνω ημάς, και Ισραήλ ουκ επέγνω ημάς, αλλά συ, Κύριε, πατήρ ημών· ρύσαι ημάς, απ ‘ αρχής το όνομά σου εφ ‘ ημάς εστι. 17 τι επλάνησας ημάς, Κύριε, από της οδού σου; εσκλήρυνα τας καρδίας ημών του μη φοβείσθαί σε; επίστρεψον δια τους δούλους σου, δια τας φυλάς της κληρονομίας σου, 18 ίνα μικρόν κληρονομήσωμεν του όρους του αγίου σου, οι υπεναντίοι ημών κατεπάτησαν το αγίασμά σου. 19 εγενόμεθα ως το απ ‘ αρχής, ότε ουκ ήρξας ημών ουδέ επεκλήθη το όνομά σου εφ ‘ ημάς.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΞΔ

 1 ΕΑΝ ανοίξης τον ουρανόν, τρόμος λήψεται από σου όρη, και τακήσονται, 2 ως κηρός από προσώπου πυρός τήκεται, και κατακαύσει πυρ τους υπεναντίους, και φανερόν έσται το όνομα Κυρίου εν τοις υπεναντίοις· από προσώπου σου έθνη ταραχθήσονται. 3 όταν ποιής τα ένδοξα, τρόμος λήψεται από σου όρη. 4 από του αιώνος ουκ ηκούσαμεν, ουδέ οι οφθαλμοί ημών είδον Θεόν πλήν σου και τα έργα σου, α ποιήσεις τοις υπομένουσιν έλεον. 5 συναντήσεται γαρ τοις ποιούσι το δίκαιον, και των οδών σου μνησθήσονται. ιδού συ ωργίσθης, και ημείς ημάρτομεν· δια τούτο επλανήθημεν. 6 και εγενήθημεν ως ακάθαρτοι πάντες ημείς, ως ράκος αποκαθημένης πάσα η δικαιοσύνη ημών· και εξερρύημεν ως φύλλα δια τας ανομίας ημών, ούτως άνεμος οίσει ημάς. 7 και ουκ έστιν ο επικαλούμενος το όνομά σου και ο μνησθείς αντιλαβέσθαι σου· ότι απέστρεψας το πρόσωπόν σου αφ ‘ ημών και παρέδωκας ημάς δια τας αμαρτίας ημών. 8 και νυν, Κύριε, πατήρ ημών συ, ημείς δε πηλός, έργα των χειρών σου πάντες. 9 μη οργίζου υμίν σφόδρα και μη εν καιρω μνησθής αμαρτιών ημών. και νυν επίβλεψον, ότι λαός σου πάντες ημείς. 10 πόλις του αγίου σου εγενήθη έρημος, Σιών ως έρημος εγενήθη, Ιερουσαλήμ εις κατάραν. 11 ο οίκος, το άγιον ημών, και η δόξα, ην ευλόγησαν οι πατέρες ημών, εγενήθη πυρίκαυστος, και πάντα ένδοξα ημών συνέπεσε. 12 και επί πάσι τούτοις ανέσχου, Κύριε, και εσιώπησας και εταπείνωσας ημάς σφόδρα.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΞΕ

 1 ΕΜΦΑΝΗΣ εγενήθην τοις εμέ μη επερωτώσιν, ευρέθην τοις εμέ μη ζητούσιν. είπα· ιδού ειμι τω έθνει, οί ουκ εκάλεσάν μου το όνομα. 2 εξεπέτασα τας χείράς μου όλην την ημέραν προς λαόν απειθούντα και αντιλέγοντα, οί ουκ επορεύθησαν οδω αληθινή, αλλ ‘ οπίσω των αμαρτιών αυτών. 3 ο λαός ούτος ο παροξύνων με εναντίον εμού διαπαντός, αυτοί θυσιάζουσιν εν τοις κήποις και θυμιώσιν επί ταις πλίνθοις τοις δαιμονίοις, α ουκ έστιν. 4 εν τοις μνήμασι και εν τοις σπηλαίοις κοιμώνται δι ‘ ενύπνια, οι έσθοντες κρέα ύεια και ζωμόν θυσιών, μεμολυμμένα πάντα τα σκεύη αυτών· 5 οι λέγοντες· πόρρω απ ‘ εμού, μη εγγίσης μοι, ότι καθαρός ειμι· ούτος καπνός του θυμού μου, πυρ καίεται εν αυτω πάσας τας ημέρας. 6 ιδού γέγραπται ενώπιόν μου· ου σιωπήσω έως αν αποδώσω εις τον κόλπον αυτών· 7 τας αμαρτίας αυτών και των πατέρων αυτών, λέγει Κύριος, οί εθυμίασαν επί των ορέων και επί των βουνών ωνείδισάν με, αποδώσω τα έργα αυτών εις τον κόλπον αυτών.

 8 Ούτως λέγει Κύριος· ον τρόπον ευρεθήσεται ο ρώξ εν τω βότρυϊ και ερούσι· μη λυμήνη αυτόν, ότι ευλογία εστίν εν αυτω, ούτως ποιήσω ένεκεν του δουλεύοντός μοι, τούτου ένεκεν ου μη απολέσω πάντας. 9 και εξάξω το εξ Ιακώβ σπέρμα και το εξ Ιούδα, και κληρονομήσει το όρος το άγιόν μου, και κληρονομήσουσιν οι εκλεκτοί μου και οι δούλοί μου και κατοικήσουσιν εκεί. 10 και έσονται εν τω δρυμω επαύλεις ποιμνίων και φάραγξ Αχώρ εις ανάπαυσιν βουκολίων τω λαω μου, οί εζήτησάν με. 11 υμείς δε οι εγκαταλιπόντες με και επιλανθανόμενοι το όρος το άγιόν μου και ετοιμάζοντες τω δαιμονίω τράπεζαν και πληρούντες τη τύχη κέρασμα, 12 εγώ παραδώσω υμάς εις μάχαιραν, πάντες εν σφαγή πεσείσθε· ότι ελάλησα υμάς, και ουχ υπηκούσατε, ελάλησα και παρηκούσατε και εποιήσατε το πονηρόν εναντίον εμού και α ουκ εβουλόμην, εξελέξασθε. - 13 Δια τούτο τάδε λέγει Κύριος· ιδού οι δουλεύσαντές μοι φάγονται, υμείς δε πεινάσετε. ιδού οι δουλεύοντές μοι πίονται, υμείς δε διψήσετε· ιδού οι δουλεύοντές μοι ευφρανθήσονται, υμείς δε αισχυνθήσεσθε· 14 ιδού οι δουλεύοντές μοι αγαλλιάσονται εν ευφροσύνη, υμείς δε κεκράξεσθε δια τον πόνον της καρδίας υμών και από συντριβής πνεύματος υμών ολολύξετε. 15 καταλείψετε γαρ το όνομα υμών εις πλησμονήν τοις εκλεκτοίς μου, υμάς δε ανελεί Κύριος· τοις δε δουλεύουσί μοι κληθήσεται όνομα καινόν, 16 ό ευλογηθήσεται επί της γης· ευλογήσουσι γαρ τον Θεόν τον αληθινόν, και οι ομνύοντες επί της γης ομούνται τον Θεόν τον αληθινόν· επιλήσονται γαρ την θλίψιν αυτών την πρώτην, και ουκ αναβήσεται αυτών επί την καρδίαν. 17 έσται γαρ ο ουρανός καινός και η γη καινή, και ου μη μνησθώσι των προτέρων, ουδ ‘ ου μη επέλθη αυτών επί την καρδίαν, 18 αλλ ‘ ευφροσύνην και αγαλλίαμα ευρήσουσιν εν αυτη· ότι ιδού εγώ ποιώ αγαλλίαμα Ιερουσαλήμ και τον λαόν μου ευφροσύνην. 19 αγαλλιάσομαι επί Ιερουσαλήμ και ευφρανθήσομαι επί τω λαω μου και ουκέτι μη ακουσθή εν αυτη φωνή κλαυθμού ουδέ φωνή κραυγής. 20 και ου μη γένηται έτι εκεί άωρος και πρεσβύτης, ος ουκ εμπλήσει τον χρόνον αυτού· έσται γαρ ο νέος εκατόν ετών, ο δε αποθνήσκων αμαρτωλός εκατόν ετών και επικατάρατος έσται. 21 και οικοδομήσουσιν οικίας και αυτοί ενοικήσουσι, και καταφυτεύσουσι αμπελώνας και αυτοί φάγονται τα γεννήματα αυτών· 22 και ου μη οικοδομήσουσι και άλλοι ενοικήσουσι, και ου μη φυτεύσουσι και άλλοι φάγονται· κατά γαρ τας ημέρας του ξύλου της ζωής έσονται αι ημέραι του λαού μου· τα γαρ έργα των πόνων αυτών παλαιώσουσιν. 23 οι δε εκλεκτοί μου ου κοπιάσουσιν εις κενόν ουδέ τεκνοποιήσουσιν εις κατάραν, ότι σπέρμα ευλογημένον υπό Θεού εστι, και τα έκγονα αυτών μετ ‘ αυτών έσονται. 24 και έσται πριν ή κεκράξαι αυτούς, εγώ υπακούσομαι αυτών, έτι λαλούντων αυτών ερώ· τι εστι; 25 τότε λύκοι και άρνες βοσκηθήσονται άμα, και λέων ως βούς φάγεται άχυρα, όφις δε γην ως άρτον· ουκ αδικήσουσιν ουδέ μη λυμανούνται επί τω όρει τω αγίω μου, λέγει Κύριος.

 ΗΣΑΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΞΣΤ

 1 ΟΥΤΩΣ λέγει Κύριος· ο ουρανός μοι θρόνος, η δε γη υποπόδιον των ποδών μου· ποίον οίκον οικοδομήσετέ μοι; και ποίος τόπος της καταπαύσεώς μου; 2 πάντα γαρ ταύτα εποίησεν η χείρ μου, και έστιν εμά πάντα ταύτα, λέγει Κύριος· και επί τίνα επιβλέψω, αλλ ‘ ή επί τον ταπεινόν και ησύχιον και τρέμοντα τους λόγους μου; 3 ο δε άνομος ο θύων μοι μόσχον ως ο αποκτένων κύνα, ο δε αναφέρων σεμίδαλιν ως αίμα ύειον, ο διδούς λίβανον εις μνημόσυνον ως βλάσφημος· και αυτοί εξελέξαντο τας οδούς αυτών και τα βδελύγματα αυτών, α η ψυχή αυτών ηθέλησε, 4 καγώ εκλέξομαι τα εμπαίγματα αυτών και τας αμαρτίας ανταποδώσω αυτοίς· ότι εκάλεσα αυτούς ουχ υπήκουσάν μου, ελάλησα και ουκ ήκουσαν, και εποίησαν το πονηρόν εναντίον εμού και α ουκ ηβουλόμην εξελέξαντο. - 5 Ακούσατε ρήματα Κυρίου οι τρέμοντες τον λόγον αυτού· είπατε, αδελφοί ημών, τοις μισούσιν υμάς και βδελυσσομένοις, ίνα το όνομα Κυρίου δοξασθή και οφθή εν τη ευφροσύνη αυτών, κακείνοι αισχυνθήσονται. 6 φωνή κραυγής εκ πόλεως, φωνή εκ ναού, φωνή Κυρίου ανταποδιδόντος ανταπόδοσιν τοις αντικειμένοις. 7 πριν ή την ωδίνουσαν τεκείν, πριν ελθείν τον πόνον των ωδίνων, εξέφυγε και έτεκεν άρσεν. 8 τις ήκουσε τοιούτο, και τις εώρακεν ούτως; ή ώδινε γη εν ημέρα μια, ή και ετέχθη έθνος εις άπαξ; ότι ώδινε και έτεκε Σιών τα παιδία αυτής. 9 εγώ δε έδωκα την προσδοκίαν ταύτην, και ουκ εμνήσθης μου, είπε Κύριος. ουκ ιδού εγώ γεννώσαν και στείραν εποίησα; είπεν ο Θεός σου. 10 ευφράνθητι, Ιερουσαλήμ, και πανηγυρίσατε εν αυτη, πάντες οι αγαπώντες αυτήν, χάρητε άμα αυτη χαρά, πάντες όσοι πενθείτε επ ‘ αυτη, 11 ίνα θηλάσητε και εμπλησθήτε από μαστού παρακλήσεως αυτής, ίνα εκθηλάσαντες τρυφήσητε από εισόδου δόξης αυτής. 12 ότι τάδε λέγει Κύριος· ιδού εγώ εκκλίνω εις αυτούς ως ποταμός ειρήνης και ως χειμάρρους επικλύζων δόξαν εθνών· τα παιδία αυτών επ ‘ ώμων αρθήσονται και επί γονάτων παρακληθήσονται. 13 ως ει τινα μήτηρ παρακαλέσει, ούτως καγώ παρακαλέσω υμάς, και εν Ιερουσαλήμ παρακληθήσεσθε. 14 και όψεσθε, και χαρήσεται η καρδία υμών, και τα οστά υμών ως βοτάνη ανατελεί· και γνωσθήσεται η χείρ Κυρίου τοις φοβουμένοις αυτόν, και απειλήσει τοις απειθούσιν. - 15 Ιδού γαρ Κύριος ως πυρ ήξει και ως καταιγίς τα άρματα αυτού αποδούναι εν θυμω εκδίκησιν αυτού και αποσκορακισμόν αυτού εν φλογί πυρός. 16 εν γαρ τω πυρί Κυρίου κριθήσεται πάσα η γη και εν τη ρομφαία αυτού πάσα σάρξ· πολλοί τραυματίαι έσονται υπό Κυρίου. 17 οι αγνιζόμενοι και καθαριζόμενοι εις τους κήπους και εν τοις προθύροις έσθοντες κρέας ύειον και τα βδελύγματα και τον μύν επί το αυτό αναλωθήσονται, είπε Κύριος, 18 καγώ τα έργα αυτών και τον λογισμόν αυτών επίσταμαι. έρχομαι συναγαγείν πάντα τα έθνη και τας γλώσσας, και ήξουσι και όψονται την δόξαν μου. 19 και καταλείψω επ ‘ αυτών σημεία και εξαποστελώ εξ αυτών σεσωσμένους εις τα έθνη, εις Θαρσίς και Φουδ και Λούδ και Μοσόχ και εις Θοβέλ και εις την Ελλάδα και εις τας νήσους τας πόρρω, οί ουκ ακηκόασί μου το όνομα ουδέ εωράκασί μου την δόξαν, και αναγγελούσι την δόξαν μου εν τοις έθνεσι. 20 και άξουσιν τους αδελφούς υμών εκ πάντων των εθνών δώρον Κυρίω μεθ ‘ ίππων και αρμάτων εν λαμπήναις ημιόνων μετά σκιαδίων εις την αγίαν πόλιν Ιερουσαλήμ, είπε Κύριος, ως αν ενέγκαισαν οι υιοί Ισραήλ τας θυσίας αυτών εμοί μετά ψαλμών εις τον οίκον Κυρίου. 21 και απ ‘ αυτών λήψομαι εμοί ιερείς και Λευίτας, είπε Κύριος. 22 ον τρόπον γαρ ο ουρανός καινός και η γη καινή, α εγώ ποιώ, μένει ενώπιον εμού, λέγει Κύριος, ούτω στήσεται το σπέρμα υμών και το όνομα υμών. 23 και έσται μήνα εκ μηνός και σάββατον εκ σαββάτου ήξει πάσα σάρξ του προσκυνήσαι ενώπιον εμού εν Ιερουσαλήμ, είπε Κύριος. 24 και εξελεύσονται και όψονται τα κώλα των ανθρώπων των παραβεβηκότων εν εμοί· ο γαρ σκώληξ αυτών ου τελευτήσει, και το πυρ αυτών ου σβεσθήσεται, και έσονται εις όρασιν πάση σαρκί.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.