Τρίτη, 27 Νοεμβρίου 2012

Ιερεμίας




ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Α

 1 ΤΟ ρήμα του Θεού, ό εγένετο επί Ιερεμίαν τον του Χελκίου εκ των ιερέων, ος κατώκει εν Αναθώθ εν γη Βενιαμείν· 2 ως εγενήθη λόγος του Θεού προς αυτόν εν ταις ημέραις Ιωσία υιού Αμώς βασιλέως Ιούδα, έτους τρισκαιδεκάτου εν τη βασιλεία αυτού· 3 και εγένετο εν ταις ημέραις Ιωακείμ υιού Ιωσία βασιλέως Ιούδα έως ενδεκάτου έτους του Σεδεκία υιού Ιωσία βασιλέως Ιούδα, έως της αιχμαλωσίας Ιερουσαλήμ εν τω πέμπτω μηνί.

 4 Και εγένετο λόγος Κυρίου προς με· 5 προ του με πλάσαι σε εν κοιλία επίσταμαί σε και προ του σε εξελθείν εκ μήτρας ηγίακά σε, προφήτην εις έθνη τέθεικά σε. 6 και είπα· ω δέσποτα Κύριε, ιδού ουκ επίσταμαι λαλείν, ότι νεώτερος εγώ ειμι. 7 και είπε Κύριος προς με· μη λέγε ότι νεώτερος εγώ ειμι, ότι προς πάντας, ους εάν εξαποστείλω σε, πορεύση, και κατά πάντα, όσα εάν εντείλωμαί σοι, λαλήσεις· 8 μη φοβηθής από προσώπου αυτών, ότι μετά σου εγώ ειμι του εξαιρείσθαί σε, λέγει Κύριος. 9 και εξέτεινε Κύριος την χείρα αυτού προς με και ήψατο του στόματός μου, και είπε Κύριος προς με· ιδού δέδωκα τους λόγους μου εις το στόμα σου· 10 ιδού καθέστακά σε σήμερον επί έθνη και επί βασιλείας εκριζούν και κατασκάπτειν και απολλύειν και ανοικοδομείν και καταφυτεύειν. - 11 Και εγένετο λόγος Κυρίου προς με λέγων· τι συ οράς Ιερεμία; και είπε· βακτηρίαν καρυϊνην.
12 και είπε Κύριος προς με· καλώς εώρακας, διότι εγρήγορα εγώ επί τους λόγους μου του ποιήσαι αυτούς. 13 και εγένετο λόγος Κυρίου εκ δευτέρου προς με λέγων· τι συ οράς; και είπα· λέβητα υποκαιόμενον, και το πρόσωπον αυτού από προσώπου βορρά. 14 και είπε Κύριος προς με· από προσώπου βορρά εκκαυθήσεται τα κακά επί πάντας τους κατοικούντας την γην. 15 διότι ιδού εγώ συγκαλώ πάσας τας βασιλείας της γης από βορρά, λέγει Κύριος, και ήξουσι και θήσουσιν έκαστος τον θρόνον αυτού επί τα πρόθυρα των πυλών Ιερουσαλήμ και επί πάντα τα τείχη τα κύκλω αυτής και επί πάσας τας πόλεις Ιούδα. 16 και λαλήσω προς αυτούς μετά κρίσεως περί πάσης της κακίας αυτών, ως εγκατέλιπόν με και έθυσαν θεοίς αλλοτρίοις και προσεκύνησαν τοις έργοις των χειρών αυτών. 17 και συ περίζωσαι την οσφύν σου και ανάστηθι και ειπόν προς αυτούς πάντα, όσα αν εντείλωμαί σοι· μη φοβηθής από προσώπου αυτών, μηδέ πτοηθής εναντίον αυτών, ότι μετά σου εγώ ειμι του εξαιρείσθαί σε, λέγει Κύριος. 18 ιδού τέθεικά σε εν τη σήμερον ημέρα ως πόλιν οχυράν και ως τείχος χαλκούν, οχυρόν πάσι τοις βασιλεύσιν Ιούδα και τοις άρχουσιν αυτού και τω λαω της γης, 19 και πολεμήσουσί σε και ου μη δύνωνται προς σε, διότι μετά σου εγώ ειμι του εξαιρείσθαί σε, είπε Κύριος.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Β

2 1 ΚΑΙ είπε· τάδε λέγει Κύριος· εμνήσθην ελέους νεότητός σου και αγάπης τελειώσεώς σου του εξακολουθήσαί σε τω αγίω Ισραήλ, λέγει Κύριος 3 άγιος Ισραήλ· τω Κυρίω αρχή γεννημάτων αυτού· πάντες οι έσθοντες αυτόν πλημμελήσουσι, κακά ήξει επ' αυτούς, φησί Κύριος. 4 ακούσατε λόγον Κυρίου, οίκος Ιακώβ, και πάσα πατριά οίκου Ισραήλ. 5 τάδε λέγει Κύριος· τι εύροσαν οι πατέρες υμών εν εμοί πλημμέλημα, ότι απέστησαν μακράν απ' εμού και επορεύθησαν οπίσω των ματαίων και εματαιώθησαν; 6 και ουκ είπαν· που εστι Κύριος ο αναγαγών ημάς εκ γης Αιγύπτου, ο καθοδηγήσας ημάς εν τη ερήμω, εν γη απείρω και αβάτω, εν γη ανύδρω και ακάρπω, εν γη, ή ου διώδευσεν εν αυτη ανήρ ουθέν και ου κατώκησεν εκεί υιος ανθρώπου; 7 και ήγαγον υμάς εις τον Κάρμηλον του φαγείν υμάς τους καρπούς αυτού και τα αγαθά αυτού· και εισήλθατε και εμιάνατε την γην μου και την κληρονομίαν μου έθεσθε εις βδέλυγμα. 8 οι ιερείς ουκ είπαν· που εστι Κύριος; και οι αντεχόμενοι του νόμου ουκ ηπίσταντό με, και οι ποιμένες ησέβουν εις εμέ, και οι προφήται επροφήτευον τη Βάαλ και οπίσω ανωφελούς επορεύθησαν. 9 δια τούτο έτι κριθήσομαι προς υμάς λέγει Κύριος, και προς τους υιούς των υιών υμών κριθήσομαι. 10 διότι διέλθετε εις νήσους Χεττιείμ και ίδετε, και εις Κηδάρ αποστείλατε και νοήσατε σφόδρα, και ίδετε ει γέγονε τοιαύτα. 11 ει αλλάξωνται έθνη θεούς αυτών· και ούτοι ουκ εισί θεοί. ο δε λαός μου ηλλάξατο την δόξαν αυτού, εξ ης ουκ ωφεληθήσονται. 12 εξέστη ο ουρανός επί τούτω και έφριξεν επί πλείον σφόδρα, λέγει Κύριος. 13 ότι δύο και πονηρά εποίησεν ο λαός μου· εμέ εγκατέλιπον πηγήν ύδατος ζωής, και ώρυξαν εαυτοίς λάκκους συντετριμμένους, οί ου δυνήσονται ύδωρ συνέχειν.

 14 Μή δούλός εστιν Ισραήλ ή οικογενής εστι; διατί εις προνομήν εγένετο; 15 επ' αυτόν ωρύοντο λέοντες και έδωκαν την φωνήν αυτών, οί έταξαν την γην αυτού εις έρημον, και αι πόλεις αυτού κατεσκάφησαν παρά το μη κατοικείσθαι. 16 και υιοί Μέμφεως και Τάφνας έγνωσάν σε και κατέπαιζόν σου. 17 ουχί ταύτα εποίησέ σοι το καταλιπείν σε εμέ; λέγει Κύριος ο Θεός σου. 18 και νυν τι σοι και τη οδω Αιγύπτου του πιείν ύδωρ Γηών; και τι σοι και τη οδω Ασσυρίων του πιείν ύδωρ ποταμών; 19 παιδεύσει σε η αποστασία σου, και η κακία σου ελέγξει σε· και γνώθι και ιδέ, ότι πικρόν σοι το καταλιπείν σε εμέ, λέγει Κύριος ο Θεός σου· και ουκ ευδόκησα επί σοί, λέγει Κύριος ο Θεός σου. 20 ότι απ' αιώνος συνέτριψας τον ζυγόν σου, διέσπασας τους δεσμούς σου και είπας· ου δουλεύσω σοι, αλλά πορεύσομαι επί πάντα βουνόν υψηλόν και υποκάτω παντός ξύλου κατασκίου, εκεί διαχυθήσομαι εν τη πορνεία μου. 21 εγώ δε εφύτευσά σε άμπελον καρποφόρον πάσαν αληθινήν· Πως εστράφης εις πικρίαν, η άμπελος η αλλοτρία; 22 εάν αποπλύνη εν νίτρω και πληθύνης σεαυτη πόαν, κεκηλίδωσαι εν ταις αδικίαις σου εναντίον εμού, λέγει Κύριος. 23 Πως ερείς· ουκ εμιάνθην και οπίσω της Βάαλ ουκ επορεύθην; ιδέ τας οδούς σου εν τω πολυανδρίω και γνώθι τι εποίησας. οψέ φωνή αυτής ωλόλυξε, 24 τας οδούς αυτής επλάτυνεν εφ' ύδατα ερήμου, εν επιθυμίαις ψυχής αυτής επνευματοφορείτο, παρεδόθη· τις επιστρέψει αυτήν; πάντες οι ζητούντες αυτήν ου κοπιάσουσιν, εν τη ταπεινώσει αυτής ευρήσουσιν αυτήν. 25 απόστρεψον τον πόδα σου από οδού τραχείας και τον φάρυγγά σου από δίψους. η δε είπεν· ανδριούμαι· ότι ηγαπήκει αλλοτρίους και οπίσω αυτών επορεύετο. 26 ως αισχύνη κλέπτου όταν αλω, ούτως αισχυνθήσονται οι υιοί Ισραήλ, αυτοί και οι βασιλείς αυτών και οι άρχοντες αυτών και οι ιερείς αυτών και οι προφήται αυτών. 27 τω ξύλω είπαν, ότι πατήρ μου ει συ, και τω λίθω· συ εγέννησάς με, και έστρεψαν επ' εμέ νώτα και ου πρόσωπα αυτών· και εν τω καιρω των κακών αυτών ερούσιν· ανάστα και σώσον ημάς. 28 και που εισιν οι θεοί σου, ους εποίησας σεαυτω; ει αναστήσονται και σώσουσί σε εν καιρω της κακώσεώς σου; ότι κατ' αριθμόν των πόλεών σου ήσαν θεοί σου, Ιούδα, και κατ' αριθμόν διόδων της Ιερουσαλήμ έθυον τη Βάαλ. 29 ινατί λαλείτε προς με; πάντες υμείς ησεβήσατε και πάντες υμείς ηνομήσατε εις εμέ, λέγει Κύριος. 30 μάτην επάταξα τα τέκνα υμών, παιδείαν ουκ εδέξασθε· μάχαιρα κατέφαγε τους προφήτας υμών ως λέων ολοθρεύων, και ουκ εφοβήθητε. 31 ακούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· μη έρημος εγενόμην τω Ισραήλ ή γη κεχερσωμένη; διατί είπεν ο λαός μου· ου κυριευθησόμεθα και ουχ ήξομεν προς σε έτι; 32 μη επιλήσεται νύμφη τον κόσμον αυτής και παρθένος την στηθοδεσμίδα αυτής; ο δε λαός μου επελάθετό μου ημέρας, ων ουκ έστιν αριθμός. 33 τι έτι καλόν επιτηδεύσεις εν ταις οδοίς σου του ζητήσαι αγάπησιν; ουχ ούτως· αλλά και συ επονηρεύσω του μιάναι τας οδούς σου. 34 και εν ταις χερσί σου ευρέθησαν αίματα ψυχών αθώων· ουκ εν διορύγμασιν εύρον αυτούς, αλλ' επί πάση δρυϊ. 35 και είπας· αθωός ειμι, αλλά αποστραφήτω ο θυμός αυτού απ' εμού. ιδού εγώ κρίνομαι προς σε εν τω λέγειν σε· ουχ ήμαρτον.

 36 τι κατεφρόνησας σφόδρα του δευτερώσαι τας οδούς σου; και από Αιγύπτου καταισχυνθήση, καθώς κατησχύνθης από Ασσούρ. 37 ότι και εντεύθεν εξελεύση, και αι χείρές σου επί της κεφαλής σου· ότι απώσατο Κύριος την ελπίδα σου, και ουκ ευοδωθήση εν αυτη.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΕΑΝ εξαποστείλη ανήρ την γυναίκα αυτού, και απέλθη απ' αυτού και γένηται ανδρί ετέρω, μη ανακάμπτουσα ανακάμψει προς αυτόν έτι; ου μιαινομένη μιανθήσεται η γυνή εκείνη; και συ εξεπόρνευσας εν ποιμέσι πολλοίς· και ανέκαμπτες προς με; λέγει Κύριος. 2 άρον τους οφθαλμούς σου εις ευθείαν και ιδέ· Πως ουχί εξεφύρθης; επί ταις οδοίς εκάθισας αυτοίς ωσεί κορώνη ερημουμένη και εμίανας την γην εν ταις πορνείαις σου και εν ταις κακίαις σου. 3 και έσχες ποιμένας πολλούς εις πρόσκομμα σεαυτη· όψις πόρνης εγένετό σοι, απηναισχύντησας προς πάντας. 4 ουχ ως οίκόν με εκάλεσας και πατέρα και αρχηγόν της παρθενίας σου; 5 μη διαμενεί εις τον αιώνα ή φυλαχθήσεται εις νίκος; ιδού ελάλησας και εποίησας τα πονηρά ταύτα και ηδυνάσθης.

 6 Και είπε Κύριος προς με εν ταις ημέραις Ιωσίου του βασιλέως· είδες α εποίησέ μοι η κατοικία του Ισραήλ; επορεύθησαν επί παν όρος υψηλόν και υποκάτω παντός ξύλου αλσώδους, και επόρνευσαν εκεί. 7 και είπα μετά το πορνεύσαι αυτήν ταύτα πάντα· προς με ανάστρεψον, και ουκ ανέστρεψε· και είδε την ασυνθεσίαν αυτής η ασύνθετος Ιούδα. 8 και είδον διότι περί πάντων ων κατελήφθη, εν οίς εμοιχάτο η κατοικία Ισραήλ, και εξαπέστειλα αυτήν και έδωκα αυτη βιβλίον αποστασίου εις τας χείρας αυτής· και ουκ εφοβήθη η ασύνθετος Ιούδα και επορεύθη και επόρνευσε και αυτή. 9 και εγένετο εις ουθέν η πορνεία αυτής, και εμοίχευσε το ξύλον και τον λίθον. 10 και εν πάσι τούτοις ουκ απεστράφη προς με η ασύνθετος Ιούδα εξ όλης της καρδίας αυτής, αλλ' επί ψεύδει. 11 και είπε Κύριος προς με· εδικαίωσε την ψυχήν αυτού Ισραήλ από της ασυνθέτου Ιούδα. 12 πορεύου και ανάγνωθι τους λόγους τούτους προς βορράν και ερείς· επιστράφηθι προς με, η κατοικία του Ισραήλ, λέγει Κύριος, και ου στηριώ το πρόσωπόν μου εφ' υμάς· ότι ελεήμων εγώ ειμι, λέγει Κύριος, και ου μηνιώ υμίν εις τον αιώνα. 13 πλήν, γνώθι την αδικίαν σου, ότι εις Κύριον τον Θεόν σου ησέβησας και διέχεας τας οδούς σου εις αλλοτρίους υποκάτω παντός ξύλου αλσώδους, της δε φωνής μου ουχ υπήκουσας, λέγει Κύριος. 14 επιστράφητε, υιοί αφεστηκότες, λέγει Κύριος, διότι εγώ κατακυριεύσω υμών και λήψομαι υμάς ένα εκ πόλεως και δύο εκ πατριάς και εισάξω υμάς εις Σιών 15 και δώσω υμίν ποιμένας κατά την καρδίαν μου, και ποιμανούσιν υμάς ποιμαίνοντες μετ' επιστήμης. 16 και έσται εάν πληθυνθήτε και αυξηθήτε επί της γης, λέγει Κύριος, εν ταις ημέραις εκείναις, ουκ ερούσιν έτι· κιβωτός διαθήκης αγίου Ισραήλ, ουκ αναβήσεται επί καρδίαν, ουκ ονομασθήσεται ουδέ επισκεφθήσεται και ου ποιηθήσεται έτι. 17 εν ταις ημέραις εκείναις και εν τω καιρω εκείνω καλέσουσι την Ιερουσαλήμ Θρόνον Κυρίου, και συναχθήσονται πάντα τα έθνη εις αυτήν και ου πορεύσονται έτι οπίσω των ενθυμημάτων της καρδίας αυτών της πονηράς. 18 εν ταις ημέραις εκείναις συνελεύσονται ο οίκος Ιούδα επί τον οίκον του Ισραήλ, και ήξουσιν επί το αυτό από γης βορρά και από πασών των χωρών επί την γην, ην κατεκληρονόμησα τους πατέρας αυτών. 19 και εγώ είπα· γένοιτο, Κύριε· ότι τάξω σε εις τέκνα και δώσω σοι γην εκλεκτήν, κληρονομίαν Θεού παντοκράτορος εθνών. και είπα· πατέρα καλέσετέ με και απ' εμού ουκ αποστραφήσεσθε. 20 πλήν ως αθετεί γυνή εις τον συνόντα αυτη, ούτως ηθέτησεν εις εμέ ο οίκος Ισραήλ, λέγει Κύριος. 21 φωνή εκ χειλέων ηκούσθη κλαυθμού και δεήσεως υιών Ισραήλ, ότι ηδίκησαν εν ταις οδοίς αυτών, επελάθοντο Θεού αγίου αυτών. 22 επιστράφητε, υιοί, επιστρέφοντες, και ιάσομαι τα συντρίμματα υμών. ιδού δούλοι ημείς εσόμεθά σοι, ότι συ Κύριος ο Θεός ημών ει. 23 όντως εις ψεύδος ήσαν οι βουνοί και η δύναμις των ορέων, πλήν δια Κυρίου Θεού ημών η σωτηρία του Ισραήλ. 24 η δε αισχύνη κατηνάλωσε τους μόχθους των πατέρων ημών από νεότητος ημών, τα πρόβατα αυτών και τους μόσχους αυτών και τους υιούς αυτών και τας θυγατέρας αυτών. 25 εκοιμήθημεν εν τη αισχύνη ημών, και επεκάλυψεν ημάς η ατιμία ημών, διότι έναντι του Θεού ημών ημάρτομεν ημείς και οι πατέρες ημών από νεότητος ημών έως της ημέρας ταύτης και ουχ υπηκούσαμεν της φωνής Κυρίου του Θεού ημών.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΕΑΝ επιστραφή Ισραήλ, λέγει Κύριος, προς με επιστραφήσεται· και εάν περιέλη τα βδελύγματα αυτού εκ στόματος αυτού και από του προσώπου μου ευλαβηθή 2 και ομόση· ζη Κύριος μετά αληθείας εν κρίσει και εν δικαιοσύνη, και ευλογήσουσιν εν αυτω έθνη και εν αυτω αινέσουσι τω Θεω εν Ιερουσαλήμ. 3 ότι τάδε λέγει Κύριος τοις ανδράσιν Ιούδα και τοις κατοικούσιν Ιερουσαλήμ· νεώσατε εαυτοίς νεώματα και μη σπείρητε επ' ακάνθαις. 4 περιτμήθητε τω Θεω υμών και περιτέμνεσθε την σκληροκαρδίαν υμών, άνδρες Ιούδα και οι κατοικούντες Ιερουσαλήμ, μη εξέλθη ως πυρ ο θυμός μου και εκκαυθήσεται, και ουκ έσται ο σβέσων από προσώπου πονηρίας επιτηδευμάτων υμών. - 5 Αναγγείλατε εν τω Ιούδα, και ακουσθήτω εν Ιερουσαλήμ· είπατε· σημάνατε επί της γης σάλπιγγι και κεκράξατε μέγα· είπατε· συνάχθητε και εισέλθωμεν εις τας πόλεις τας τειχήρεις. 6 αναλαβόντες φεύγετε εις Σιών· σπεύσατε, μη στήτε, ότι κακά εγώ επάγω από βορρά και συντριβήν μεγάλην. 7 ανέβη λέων εκ της μάνδρας αυτού, εξολοθρεύων έθνη εξήρε και εξήλθεν εκ του τόπου αυτού του θείναι την γην εις ερήμωσιν, και αι πόλεις καθαιρεθήσονται παρά το μη κατοικείσθαι αυτάς. 8 επί τούτοις περιζώσασθε σάκκους και κόπτεσθε και αλαλάξατε, διότι ουκ απεστράφη ο θυμός Κυρίου αφ' υμών. 9 και έσται εν εκείνη τη ημέρα, λέγει Κύριος, απολείται η καρδία του βασιλέως και η καρδία των αρχόντων, και οι ιερείς εκστήσονται, και οι προφήται θαυμάσονται. 10 και είπα· ω δέσποτα Κύριε, άρα γε απατών ηπάτησας τον λαόν τούτον και την Ιερουσαλήμ λέγων· ειρήνη έσται υμίν, και ιδού ήψατο η μάχαιρα έως της ψυχής αυτών. 11 εν τω καιρω εκείνω ερούσι τω λαω τούτω και τη Ιερουσαλήμ· πνεύμα πλανήσεως εν τη ερήμω, οδός της θυγατρός του λαού μου ουκ εις καθαρόν ουδ' εις άγιον. 12 πνεύμα πληρώσεως ήξει μοι· νυν δε εγώ λαλώ κρίματά μου προς αυτούς. 13 ιδού ως νεφέλη αναβήσεται και ως καταιγίς τα άρματα αυτού, κουφότεροι αετών οι ίπποι αυτού· ουαί ημίν, ότι ταλαιπωρούμεν. 14 απόπλυνε από κακίας την καρδίαν σου, Ιερουσαλήμ, ίνα σωθής· έως πότε υπάρχουσιν εν σοί διαλογισμοί πόνων σου; 15 διότι φωνή αγγέλλοντος εκ Δάν ήξει, και ακουσθήσεται πόνος εξ όρους Εφραίμ. 16 αναμνήσατε έθνη, ιδού ήκασιν· αναγγείλατε εν Ιερουσαλήμ, συντροφαί έρχονται εκ γης μακρόθεν και έδωκαν επί τας πόλεις Ιούδα φωνήν αυτών. 17 ως φυλάσσοντες αγρόν εγένοντο επ' αυτήν κύκλω, ότι εμού ημέλησας, λέγει Κύριος. 18 αι οδοί σου και τα επιτηδεύματά σου εποίησαν ταύτά σοι· αύτη η κακία σου, ότι πικρά, ότι ήψατο έως της καρδίας σου. 19 την κοιλίαν μου, την κοιλίαν μου αλγώ, και τα αισθητήρια της καρδίας μου· μαιμάσσει η ψυχή μου, σπαράσσεται η καρδία μου, ου σιωπήσομαι, ότι φωνήν σάλπιγγος ήκουσεν η ψυχή μου, κραυγήν πολέμου. 20 και ταλαιπωρίαν συντριμμόν επικαλείται, ότι τεταλαιπώρηκε πάσα η γη· άφνω τεταλαιπώρηκεν η σκηνή, διεσπάσθησαν αι δέρρεις μου. 21 έως πότε όψομαι φεύγοντας ακούων φωνήν σαλπίγγων; 22 διότι οι ηγούμενοι του λαού μου εμέ ουκ ήδεισαν, υιοί άφρονές εισι και ου συνετοί· σοφοί εισι του κακοποιήσαι, το δε καλώς ποιήσαι ουκ επέγνωσαν. 23 επέβλεψα επί την γην, και ιδού ουθέν, και εις τον ουρανόν, και ουκ ην τα φώτα αυτού· 24 είδον τα όρη, και ην τρέμοντα, και πάντας τους βουνούς ταρασσομένους· 25 επέβλεψα, και ιδού ουκ ην άνθρωπος, και πάντα τα πετεινά του ουρανού επτοείτο· 26 είδον, και ιδού ο Κάρμηλος έρημος, και πάσαι αι πόλεις εμπεπυρισμέναι πυρί από προσώπου Κυρίου, και από προσώπου οργής θυμού αυτού ηφανίσθησαν. 27 τάδε λέγει Κύριος· έρημος έσται πάσα η γη, συντέλειαν δε ου μη ποιήσω. 28 επί τούτοις πενθείτω η γη, και συσκοτασάτω ο ουρανός άνωθεν, διότι ελάλησα και ου μετανοήσω, ωρμησα και ουκ αποστρέψω απ' αυτής. 29 από φωνής ιππέως και εντεταμένου τόξου ανεχώρησε πάσα η χώρα· εισέδυσαν εις τα σπήλαια και εις τα άλση εκρύβησαν και επί τας πέτρας ανέβησαν· πάσα πόλις εγκατελείφθη, ου κατοικεί εν αυταίς άνθρωπος. 30 και συ τι ποιήσεις, εάν περιβάλη κόκκινον και κοσμήση κόσμω χρυσω, εάν εγχρίση στίβι τους οφθαλμούς σου; ει μάταιον ωραϊσμός σου· απώσαντό σε οι ερασταί σου, την ψυχήν σου ζητούσιν. 31 ότι φωνήν ως ωδινούσης ήκουσα, του στεναγμού σου ως πρωτοτοκούσης, φωνή θυγατρός Σιών· εκλυθήσεται και παρήσει τας χείρας αυτής· οίμοι εγώ, ότι εκλείπει η ψυχή μου επί τοις ανηρημένοις.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΠΕΡΙΔΡΑΜΕΤΕ εν ταις οδοίς Ιερουσαλήμ και ίδετε και γνώτε και ζητήσατε εν ταις πλατείαις αυτής, εάν εύρητε άνδρα, ει έστι ποιών κρίμα και ζητών πίστιν, και ίλεως έσομαι αυτοίς, λέγει Κύριος. 2 ζη Κύριος, λέγουσι· δια τούτο ουκ εν ψεύδεσιν ομνύουσι; 3 Κύριε, οι οφθαλμοί σου εις πίστιν· εμαστίγωσας αυτούς, και ουκ επόνεσαν, συνετέλεσας αυτούς, και ουκ ηθέλησαν δέξασθαι παιδείαν· εστερέωσαν τα πρόσωπα αυτών υπέρ πέτραν και ουκ ηθέλησαν επιστραφήναι. 4 και εγώ είπα· ίσως πτωχοί εισι, διότι ουκ εδυνάσθησαν, ότι ουκ έγνωσαν οδόν Κυρίου και κρίσιν Θεού· 5 πορεύσομαι προς τους αδρούς και λαλήσω αυτοίς, ότι αυτοί επέγνωσαν οδόν Κυρίου και κρίσιν Θεού· και ιδού ομοθυμαδόν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς. 6 δια τούτο έπαισεν αυτούς λέων εκ του δρυμού, και λύκος έως των οικιών ωλόθρευσεν αυτούς, και πάρδαλις εγρηγόρησεν επί τας πόλεις αυτών· πάντες οι εκπορευόμενοι απ' αυτών θηρευθήσονται, ότι επλήθυναν ασεβείας αυτών, ίσχυσαν εν ταις αποστροφαίς αυτών. 7 ποία τούτων ίλεως γένωμαί σοι; οι υιοί σου εγκατέλιπόν με και ώμνυον εν τοις ουκ ούσι θεοίς· και εχόρτασα αυτούς και εμοιχώντο και εν οίκοις πορνών κατέλυον. 8 ίπποι θηλυμανείς εγενήθησαν, έκαστος επί την γυναίκα του πλησίον αυτού εχρεμέτιζον. 9 μη επί τούτοις ουκ επισκέψομαι; λέγει Κύριος. ή εν έθνει τοιούτω ουκ εκδικήσει η ψυχή μου; 10 ανάβητε επί τους προμαχώνας αυτής και κατασκάψατε, συντέλειαν δε μη ποιήσητε· υπολίπεσθε τα υποστηρίγματα αυτής, ότι του Κυρίου εισίν. 11 ότι αθετών ηθέτησεν εις εμέ, λέγει Κύριος, οίκος Ισραήλ και οίκος Ιούδα. 12 εψεύσατο τω Κυρίω αυτών και είπαν· ουκ έστι ταύτα· ουχ ήξει εφ' ημάς κακά, και μάχαιραν και λιμόν ουκ οψόμεθα· 13 οι προφήται ημών ήσαν εις άνεμον, και λόγος Κυρίου ουχ υπήρχεν εν αυτοίς· ούτως έσται αυτοίς. 14 δια τούτο τάδε λέγει Κύριος παντοκράτωρ· ανθ' ων ελαλήσατε το ρήμα τούτο, ιδού εγώ δέδωκα τους λόγους μου εις το στόμα σου πυρ και τον λαόν τούτον ξύλα, και καταφάγεται αυτούς. 15 ιδού εγώ επάγω εφ' υμάς έθνος πόρρωθεν, οίκος Ισραήλ, λέγει Κύριος, έθνος ου ουκ ακούσει της φωνής της γλώσσης αυτού· 16 πάντες ισχυροί και κατέδονται τον θερισμόν υμών 17 και τους άρτους υμών και κατέδονται τους υιούς υμών και τας θυγατέρας υμών και κατέδονται τα πρόβατα υμών και τους μόσχους υμών και κατέδονται τους αμπελώνας υμών και τους συκώνας υμών και τους ελαιώνας υμών· και αλοήσουσι τας πόλεις τας οχυράς υμών, εφ' αις υμείς πεποίθατε επ' αυταίς, εν ρομφαία. 18 και έσται εν ταις ημέραις εκείναις, λέγει Κύριος ο Θεός σου, ου μη ποιήσω υμάς εις συντέλειαν. 19 και έσται όταν είπητε· τίνος ένεκεν εποίησε Κύριος ο Θεός ημών ημίν πάντα ταύτα; και ερείς αυτοίς· ανθ' ων εδουλεύσατε θεοίς αλλοτρίοις εν τη γη υμών, ούτως δουλεύσετε αλλοτρίοις εν τη γη ουχ υμών. 20 αναγγείλατε ταύτα εις τον οίκον Ιακώβ, και ακουσθήτω εν τω οίκω Ιούδα. 21 ακούσατε δη ταύτα, λαός μωρός και ακάρδιος, οφθαλμοί αυτοίς και ου βλέπουσιν, ώτα αυτοίς και ουκ ακούουσι. 22 μη εμέ ου φοβηθήσεσθε; λέγει Κύριος, ή από προσώπου μου ουκ ευλαβηθήσεσθε; τον τάξαντα άμμον όριον τη θαλάσση, πρόσταγμα αιώνιον, και ουχ υπερβήσεται αυτό, και ταραχθήσεται και ου δυνήσεται, και ηχήσουσι τα κύματα αυτής και ουχ υπερβήσεται αυτό. 23 τω δε λαω τούτω εγενήθη καρδία ανήκοος και απειθής, και εξέκλιναν και απήλθοσαν· 24 και ουκ είπον εν τη καρδία αυτών· φοβηθώμεν δη Κύριον τον Θεόν ημών, τον διδόντα ημίν υετόν πρώϊμον και όψιμον κατά καιρόν πληρώσεως προστάγματος θερισμού και εφύλαξεν ημίν. 25 αι ανομίαι υμών εξέκλιναν ταύτα, και αι αμαρτίαι υμών απέστησαν τα αγαθά αφ' υμών· 26 ότι ευρέθησαν εν τω λαω μου ασεβείς και παγίδας έστησαν του διαφθείραι άνδρας και συνελαμβάνοσαν. 27 ως παγίς εφεσταμένη πλήρης πετεινών, ούτως οι οίκοι αυτών πλήρεις δόλου· δια τούτο εμεγαλύνθησαν και επλούτησαν· 28 και παρέβησαν κρίσιν, ουκ έκριναν κρίσιν ορφανού και κρίσιν χήρας ουκ εκρίνοσαν. 29 μη επί τούτοις ουκ επισκέψομαι; λέγει Κύριος, ή εν έθνει τω τοιούτω ουκ εκδικήσει η ψυχή μου; 30 έκστασις και φρικτά εγενήθη επί της γης. 31 οι προφήται προφητεύουσιν άδικα, και οι ιερείς επεκρότησαν ταις χερσίν αυτών, και ο λαός μου ηγάπησεν ούτως· και τι ποιήσετε εις τα μετά ταύτα;

ΙΕΡΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ ΣΤ

 1 ΕΝΙΣΧΥΣΑΤΕ, υιοί Βενιαμίν, εκ μέσου της Ιερουσαλήμ και εν Θεκουέ σημάνατε σάλπιγγι και υπέρ Βαιθαχαρμά άρατε σημείον, ότι κακά εκκέκυφεν από βορρά, και συντριβή μεγάλη γίνεται, 2 και αφαιρεθήσεται το ύψος σου, θύγατερ Σιών. 3 εις αυτήν ήξουσι ποιμένες και τα ποίμνια αυτών και πήξουσιν επ' αυτήν σκηνάς κύκλω και ποιμανούσιν έκαστος τη χειρί αυτού. 4 παρασκευάσασθε επ' αυτήν εις πόλεμον, ανάστητε και αναβώμεν επ' αυτήν μεσημβρίας· ουαί ημίν, ότι κέκλικεν η ημέρα, ότι εκλείπουσιν αι σκιαί της εσπέρας. 5 ανάστητε και αναβώμεν επ' αυτήν νυκτί και διαφθείρωμεν τα θεμέλια αυτής. 6 ότι τάδε λέγει Κύριος· έκκοψον τα ξύλα αυτής, έκχεον επί Ιερουσαλήμ δύναμιν· ω πόλις ψευδής, όλη καταδυναστεία εν αυτη. 7 ως ψύχει λάκκος ύδωρ, ούτω ψύχει κακία αυτής· ασέβεια και ταλαιπωρία ακουσθήσεται εν αυτη επί πρόσωπον αυτής διαπαντός. πόνω και μάστιγι 8 παιδευθήση Ιερουσαλήμ, μη αποστη η ψυχή μου από σου, μη ποιήσω σε άβατον γην, ήτις ου κατοικηθήσεται. 9 ότι τάδε λέγει Κύριος· καλαμάσθε, καλαμάσθε ως άμπελον τα κατάλοιπα του Ισραήλ, επιστρέψατε ως ο τρυγών επί τον κάρταλλον αυτού. 10 προς τίνα λαλήσω και διαμαρτύρωμαι, και εισακούσεται; ιδού απερίτμητα τα ώτα αυτών, και ου δυνήσονται ακούειν· ιδού το ρήμα Κυρίου εγένετο αυτοίς εις ονειδισμόν, ου μη βουληθώσιν αυτό ακούσαι. 11 και τον θυμόν μου έπλησα και επέσχον και ου συνετέλεσα αυτούς. εκχεώ επί νήπια έξωθεν και επί συναγωγήν νεανίσκων άμα, ότι ανήρ και γυνή συλληφθήσονται, πρεσβύτερος μετά πλήρους ημερών. 12 και μεταστραφήσονται αι οικίαι αυτών εις ετέρους, αγροί και αι γυναίκες αυτών επί το αυτό, ότι εκτενώ την χείρά μου επί τους κατοικούντας την γην ταύτην, λέγει Κύριος. 13 ότι από μικρού αυτών και έως μεγάλου πάντες συνετελέσαντο άνομα, από ιερέως και έως ψευδοπροφήτου πάντες εποίησαν ψευδή. 14 και ιώντο σύντριμμα του λαού μου εξουθενούντες και λέγοντες· ειρήνη - ειρήνη. και που εστιν ειρήνη; 15 κατησχύνθησαν, ότι εξελίποσαν· και ουδ' ως καταισχυνόμενοι κατησχύνθησαν και την ατιμίαν αυτών ουκ έγνωσαν. δια τούτο πεσούνται εν τη πτώσει αυτών και εν καιρω επισκοπής απολούνται, είπε Κύριος. 16 τάδε λέγει Κύριος· στήτε επί ταις οδοίς και ίδετε, και ερωτήσατε τρίβους Κυρίου αιωνίους και ίδετε ποία εστίν η οδός η αγαθή, και βαδίζετε εν αυτη, και ευρήσετε αγνισμόν ταις ψυχαίς υμών. και είπαν· ου πορευσόμεθα. 17 καθέστακα εφ' υμάς σκοπούς, ακούσατε της φωνής της σάλπιγγος· και είπαν· ουκ ακουσόμεθα. 18 δια τούτο ήκουσαν τα έθνη και οι ποιμαίνοντες τα ποίμνια αυτών. 19 άκουε, γη· ιδού εγώ επάγω επί τον λαόν τούτον κακά, τον καρπόν αποστροφής αυτών, ότι των λόγων μου ου προσέσχον και τον νόμον μου απώσαντο. 20 ινατί μοι λίβανον εκ Σαβά φέρετε και κινάμωμον εκ γης μακρόθεν; τα ολοκαυτώματα υμών ουκ εισί δεκτά, και αι θυσίαι υμών ουχ ήδυνάν μοι. 21 δια τούτο τάδε λέγει Κύριος· ιδού εγώ δίδωμι επί τον λαόν τούτον ασθένειαν, και ασθενήσουσιν εν αυτω πατέρες και υιοί άμα, γείτων και ο πλησίον αυτού απολούνται. 22 τάδε λέγει Κύριος· ιδού λαός έρχεται από βορρά, και έθνη εξεγερθήσονται απ' εσχάτου της γης· 23 τόξον και ζιβύνην κρατήσουσιν, ιταμός εστι και ουκ ελεήσει, φωνή αυτού ως θάλασσα κυμαίνουσα, εφ' ίπποις και άρμασι παρατάξεται ως πυρ εις πόλεμον προς σε, θύγατερ Σιών. 24 ηκούσαμεν την ακοήν αυτών, παρελύθησαν αι χείρες ημών, θλίψις κατέσχεν ημάς, ωδίνες ως τικτούσης. 25 μη εκπορεύεσθε εις αγρόν και εν ταις οδοίς μη βαδίζετε, ότι ρομφαία των εχθρών παροικεί κυκλόθεν. 26 θύγατερ λαού μου, περίζωσαι σάκκον, κατάπασσε εν σποδω, πένθος αγαπητού ποίησαι σεαυτη, κοπετόν οικτρόν, ότι εξαίφνης ήξει ταλαιπωρία εφ' υμάς. 27 δοκιμαστήν δέδωκά σε εν λαοίς δεδοκιμασμένοις, και γνώση με εν τω δοκιμάσαι με την οδόν αυτών· 28 πάντες ανήκοοι, πορευόμενοι σκολιώς, χαλκός και σίδηρος, πάντες διεφθαρμένοι εισίν. 29 εξέλιπε φυσητήρ από πυρός, εξέλιπε μόλυβδος· εις κενόν αργυροκόπος αργυροκοπεί, πονηρία αυτών ουκ ετάκη. 30 αργύριον αποδεδοκιμασμένον καλέσατε αυτούς, ότι απεδοκίμασεν αυτούς Κύριος.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ζ

2 1 ΑΚΟΥΣΑΤΕ λόγον Κυρίου πάσα Ιουδαία. 3 τάδε λέγει Κύριος ο Θεός Ισραήλ· διορθώσατε τας οδούς υμών και τα επιτηδεύματα υμών, και κατοικιώ υμάς εν τω τόπω τούτω. 4 μη πεποίθατε εφ' εαυτοίς επί λόγοις ψευδέσιν, ότι το παράπαν ουκ ωφελήσουσιν υμάς λέγοντες· ναός Κυρίου, ναός Κυρίου εστίν. 5 ότι εάν διορθούντες διορθώσητε τας οδούς υμών και τα επιτηδεύματα υμών και ποιούντες ποιήσητε κρίσιν ανά μέσον ανδρός και ανά μέσον του πλησίον αυτού 6 και προσήλυτον και ορφανόν και χήραν μη καταδυναστεύσητε και αίμα αθωον μη εκχέητε εν τω τόπω τούτω και οπίσω θεών αλλοτρίων μη πορεύησθε εις κακόν υμίν, 7 και κατοικιώ υμάς εν τω τόπω τούτω, εν γη, ή έδωκα τοις πατράσιν υμών εξ αιώνος και έως αιώνος. 8 ει δε υμείς πεποίθατε επί λόγοις ψευδέσιν, όθεν ουκ ωφεληθήσεσθε, 9 και φονεύετε και μοιχάσθε και κλέπτετε και ομνύετε επ' αδίκω και θυμιάτε τη Βάαλ και επορεύεσθε οπίσω θεών αλλοτρίων, ων ουκ οίδατε, του κακώς είναι υμίν 10 και ήλθετε και έστητε ενώπιον εμού εν τω οίκω, ου επικέκληται το όνομά μου επ' αυτω, και είπατε· απεσχήμεθα του μη ποιείν πάντα τα βδελύγματα ταύτα, 11 μη σπήλαιον ληστών ο οίκός μου, ου επικέκληται το όνομά μου επ' αυτω εκεί, ενώπιον υμών; και ιδού εγώ εώρακα, λέγει Κύριος, 12 ότι πορεύθητε εις τον τόπον μου τον εν Σηλώ, ου κατεσκήνωσα το όνομά μου εκεί έμπροσθεν, και ίδετε α εποίησα αυτω από προσώπου κακίας λαού μου Ισραήλ. 13 και νυν ανθ' ων εποιήσατε πάντα τα έργα ταύτα, και ελάλησα προς υμάς και ουκ ηκούσατέ μου, και εκάλεσα υμάς και ουκ απεκρίθητε, 14 τοίνυν καγώ ποιήσω τω οίκω τούτω, ω επικέκληται το όνομά μου επ' αυτω, εφ' ω υμείς πεποίθατε επ' αυτω, και τω τόπω, ω έδωκα υμίν και τοις πατράσιν υμών, καθώς εποίησα τη Σηλώ. 15 και απορρίψω υμάς από προσώπου μου, καθώς απέρριψα τους αδελφούς υμών, παν το σπέρμα Εφραίμ. 16 και συ μη προσεύχου περί του λαού τούτου και μη αξιού του ελεηθήναι αυτούς και μη εύχου και μη προσέλθης μοι περί αυτών, ότι ουκ εισακούσομαι. 17 ή ουχ οράς τι αυτοί ποιούσιν εν ταις πόλεσιν Ιούδα και εν ταις οδοίς Ιερουσαλήμ; 18 οι υιοί αυτών συλλέγουσι ξύλα, και οι πατέρες αυτών καίουσι πυρ, και αι γυναίκες αυτών τρίβουσι σταίς του ποιήσαι χαυώνας τη στρατιά του ουρανού, και έσπεισαν σπονδάς θεοίς αλλοτρίοις, ίνα παροργίσωσί με. 19 μη εμέ αυτοί παροργίζουσι; λέγει Κύριος· ουχί εαυτούς, όπως καταισχυνθή τα πρόσωπα αυτών; 20 δια τούτο τάδε λέγει Κύριος· ιδού οργή και θυμός μου χείται επί τον τόπον τούτον και επί τους ανθρώπους και επί τα κτήνη και επί παν ξύλον του αγρού αυτών και επί τα γεννήματα της γης, και καυθήσεται και ου σβεσθήσεται. 21 τάδε λέγει Κύριος· τα ολοκαυτώματα υμών συναγάγετε μετά των θυσιών υμών και φάγετε κρέα. 22 ότι ουκ ελάλησα προς τους πατέρας υμών και ουκ ενετειλάμην αυτοίς εν ημέρα, ή ανήγαγον αυτούς εκ γης Αιγύπτου, περί ολοκαυτωμάτων και θυσίας· 23 αλλ' ή το ρήμα τούτο ενετειλάμην αυτοίς, λέγων· ακούσατε της φωνής μου, και έσομαι υμίν εις Θεόν, και υμείς έσεσθέ μοι εις λαόν· και πορεύεσθε εν πάσαις ταις οδοίς μου, αις αν εντείλωμαι υμίν, όπως αν εύ ή υμίν. 24 και ουκ ήκουσάν μου, και ου προσέσχε το ους αυτών, αλλ' επορεύθησαν εν τοις ενθυμήμασι της καρδίας αυτών της κακής και εγενήθησαν εις τα όπισθεν και ουκ εις τα έμπροσθεν. 25 αφ' ης ημέρας εξήλθοσαν οι πατέρες αυτών εκ γης Αιγύπτου και έως της ημέρας ταύτης, και εξαπέστειλα προς υμάς πάντας τους δούλους μου, τους προφήτας, ημέρας και όρθρου, και απέστειλα, 26 και ουκ εισήκουσάν μου, και ου προσέσχε το ους αυτών, και εσκλήρυναν τον τράχηλον αυτών υπέρ τους πατέρας αυτών. 28 και ερείς αυτοίς τούτον τον λόγον· τούτο το έθνος, ό ουκ ήκουσε της φωνής Κυρίου ουδέ εδέξατο παιδείαν, εξέλιπεν η πίστις εκ στόματος αυτών. - 29 Κείραι την κεφαλήν σου και απόρριπτε και ανάλαβε επί χειλέων θρήνον, ότι απεδοκίμασε Κύριος και απώσατο την γενεάν την ποιούσαν ταύτα. 30 ότι εποίησαν οι υιοί Ιούδα το πονηρόν εναντίον εμού, λέγει Κύριος· έταξαν τα βδελύγματα αυτών εν τω οίκω, ου επικέκληται το όνομά μου επ' αυτόν, του μιάναι αυτόν· 31 και ωκοδόμησαν τον βωμόν του Ταφέθ, ος εστιν εν φάραγγι υιού Εννόμ, του κατακαίειν τους υιούς αυτών και τας θυγατέρας αυτών εν πυρί, ό ουκ ενετειλάμην αυτοίς και ου διενοήθην εν τη καρδία μου. 32 δια τούτο ιδού ημέραι έρχονται, λέγει Κύριος, και ουκ ερούσιν έτι· Βωμός του Ταφέθ και φάραγξ υιού Εννόμ, αλλ' ή Φάραγξ των ανηρημένων, και θάψουσιν εν τω Ταφέθ δια το μη υπάρχειν τόπον. 33 και έσονται οι νεκροί του λαού τούτου εις βρώσιν τοις πετεινοίς του ουρανού και τοις θηρίοις της γης, και ουκ έσται ο αποσοβών. 34 και καταλύσω εκ πόλεων Ιούδα και εκ διόδων Ιερουσαλήμ φωνήν ευφραινομένων και φωνήν χαιρόντων, φωνήν νυμφίου και φωνήν νύμφης, ότι εις ερήμωσιν έσται πάσα η γη.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Η

 1 ΕΝ τω καιρω εκείνω, λέγει Κύριος, εξοίσουσι τα οστά των βασιλέων Ιούδα και τα οστά των αρχόντων αυτού και τα οστά των ιερέων και τα οστά προφητών και τα οστά των κατοικούντων εν Ιερουσαλήμ εκ των τάφων αυτών 2 και ψύξουσιν αυτά προς τον ήλιον και την σελήνην και προς πάντας τους αστέρας και προς πάσαν την στρατιάν του ουρανού, α ηγάπησαν, και οίς εδούλευσαν και ων επορεύθησαν οπίσω αυτών και ων αντείχοντο και οίς προσεκύνησαν αυτοίς· ου κοπήσονται και ου ταφήσονται, και έσονται εις παράδειγμα επί προσώπου της γης, 3 ότι είλοντο τον θάνατον ή την ζωήν, και πάσι τοις καταλοίποις τοις καταλειφθείσιν από της γενεάς εκείνης εν παντί τόπω, ου εάν εξώσω αυτούς εκεί. - 4 Οτι τάδε λέγει Κύριος· μη ο πίπτων ουκ ανίσταται; ή ο αποστρέφων ουκ αναστρέφει; 5 διατί απέστρεψεν ο λαός μου ούτος αποστροφήν αναιδή και κατεκρατήθησαν εν τη προαιρέσει αυτών και ουκ ηθέλησαν του επιστρέψαι; 6 ενωτίσασθε δη και ακούσατε· ουχ ούτω λαλήσουσιν· ουκ έστιν άνθρωπος μετανοών από της κακίας αυτού, λέγων· τι εποίησα; διέλιπεν ο τρέχων από του δρόμου αυτού ως ίππος κάθιδρος εν χρεμετισμω αυτού. 7 και η ασίδα εν τω ουρανω έγνω τον καιρόν αυτής, τρυγών και χελιδών, αγρού στρουθία εφύλαξαν καιρούς εισόδων εαυτών, ο δε λαός μου ούτος ουκ έγνω τα κρίματα Κυρίου. 8 Πως ερείτε· ότι σοφοί εσμεν ημείς, και νόμος Κυρίου μεθ' ημών εστιν; εις μάτην εγενήθη σχοίνος ψευδής γραμματεύσιν. 9 ησχύνθησαν σοφοί και επτοήθησαν και εάλωσαν, ότι τον λόγον Κυρίου απεδοκίμασαν· σοφία τις εστιν εν αυτοίς; 10 δια τούτο δώσω τας γυναίκας αυτών ετέροις και τους αγρούς αυτών τοις κληρονόμοις· 13 και συνάξουσι τα γεννήματα αυτών, λέγει Κύριος, ουκ έστι σταφυλή εν ταις αμπέλοις, και ουκ έστι σύκα εν ταις συκαίς, και τα φύλλα κατερρύηκεν. 14 επί τι ημείς καθήμεθα; συνάχθητε και εισέλθωμεν εις τας πόλεις τας οχυράς και απορριφώμεν, ότι Θεός απέρριψεν ημάς και επότισεν ημάς ύδωρ χολής, ότι ημάρτομεν εναντίον αυτού. 15 συνήχθημεν εις ειρήνην, και ουκ ην αγαθά· εις καιρόν ιάσεως, και ιδού σπουδή. 16 εκ Δάν ακουσόμεθα φωνήν οξύτητος ίππων αυτού, από φωνής χρεμετισμού ιππασίας ίππων αυτού εσείσθη πάσα η γη· και ήξει και καταφάγεται την γην και το πλήρωμα αυτής, πόλιν και τους κατοικούντας εν αυτη. 17 διότι ιδού εγώ εξαποστέλλω εις υμάς όφεις θανατούντας, οίς ουκ έστιν επάσαι, και δήξονται υμάς 18 ανίατα μετ' οδύνης καρδίας υμών απορουμένης. 19 ιδού φωνή κραυγής θυγατρός λαού μου από γης μακρόθεν· μη Κύριος ουκ έστιν εν Σιών; ή βασιλεύς ουκ έστιν εκεί; διατί παρώργισάν με εν τοις γλυπτοίς αυτών και εν ματαίοις αλλοτρίοις; 20 διήλθε θέρος, παρήλθεν άμητος, και ημείς ου διεσώθημεν. 21 επί συντρίμματι θυγατρός λαού μου εσκοτώθην· εν απορία κατίσχυσάν με ωδίνες ως τικτούσης. 22 μη ρητίνη ουκ έστιν εν Γαλαάδ, ή ιατρός ουκ έστιν εκεί; διατί ουκ ανέβη ίασις θυγατρός λαού μου;

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Θ

 1 ΤΙΣ δώσει κεφαλή μου ύδωρ και οφθαλμοίς μου πηγήν δακρύων, και κλαύσομαι τον λαόν μου τούτον ημέρας και νυκτός, τους τετραυματισμένους θυγατρός λαού μου; 2 τις δώη μοι εν τη ερήμω σταθμόν έσχατον και καταλείψω τον λαόν μου και απελεύσομαι απ' αυτών; ότι πάντες μοιχώνται, σύνοδος αθετούντων. 3 και ενέτειναν την γλώσσαν αυτών ως τόξον, ψεύδος και ου πίστις ενίσχυσεν επί της γης, ότι εκ κακών εις κακά εξήλθοσαν και εμέ ουκ έγνωσαν, φησί Κύριος. 4 έκαστος από του πλησίον αυτού φυλάξασθε και επ' αδελφοίς αυτών μη πεποίθατε, ότι πας αδελφός πτέρνη πτερνιεί, και πας φίλος δολίως πορεύσεται. 5 έκαστος κατά του φίλου αυτού καταπαίξεται, αλήθειαν ου μη λαλήσωσι· μεμάθηκεν η γλώσσα αυτών λαλείν ψευδή, ηδίκησαν και ου διέλιπον του επιστρέψαι. 6 τόκος επί τόκω και δόλος επί δόλω· ουκ ήθελον ειδέναι με, φησί Κύριος. 7 δια τούτο τάδε λέγει Κύριος· ιδού εγώ πυρώσω αυτούς και δοκιμώ αυτούς, ότι ποιήσω από προσώπου πονηρίας θυγατρός λαού μου. 8 βολίς τιτρώσκουσα η γλώσσα αυτών, δόλια τα ρήματα του στόματος αυτών· τω πλησίον αυτού λαλεί ειρηνικά και εν εαυτω έχει την έχθραν. 9 μη επί τούτοις ουκ επισκέψομαι, λέγει Κύριος, ή εν λαω τοιούτω ουκ εκδικήσει η ψυχή μου;

 10 Επί τα όρη λάβετε κοπετόν και επί τας τρίβους της ερήμου θρήνον, ότι εξέλιπον παρά το μη είναι ανθρώπους· ουκ ήκουσαν φωνήν υπάρξεως· από πετεινών του ουρανού και έως κτηνών εξέστησαν, ώχοντο. 11 και δώσω την Ιερουσαλήμ εις μετοικίαν και εις κατοικητήριον δρακόντων και τας πόλεις Ιούδα εις αφανισμόν θήσομαι, παρά το μη κατοικείσθαι. 12 τις ο άνθρωπος ο συνετός, και συνέτω τούτο; και ω λόγος στόματος Κυρίου προς αυτόν, αναγγειλάτω υμίν· ένεκεν τίνος απώλετο η γη, ανήφθη ως έρημος παρά το μη διοδεύεσθαι αυτήν; 13 και είπε Κύριος προς με· δια το εγκαταλιπείν αυτούς τον νόμον μου, ον έδωκα προ προσώπου αυτών, και ουκ ήκουσαν της φωνής μου, 14 αλλ' επορεύθησαν οπίσω των αρεστών της καρδίας αυτών της κακής και οπίσω των ειδώλων, α εδίδαξαν αυτούς οι πατέρες αυτών· 15 δια τούτο τάδε λέγει Κύριος ο Θεός Ισραήλ· ιδού εγώ ψωμιώ αυτούς ανάγκας και ποτιώ αυτούς ύδωρ χολής 16 και διασκορπιώ αυτούς εν τοις έθνεσιν, εις ους ουκ εγίνωσκον αυτοί και οι πατέρες αυτών, και επαποστελώ επ' αυτούς την μάχαιραν έως του εξαναλώσαι αυτούς εν αυτη. 17 τάδε λέγει Κύριος· καλέσατε τας θρηνούσας και ελθέτωσαν, και προς τας σοφάς αποστείλατε και φθεγξάσθωσαν 18 και λαβέτωσαν εφ' υμάς θρήνον, και καταγαγέτωσαν οι οφθαλμοί υμών δάκρυα, και τα βλέφαρα υμών ρείτω ύδωρ. 19 ότι φωνή οίκτου ηκούσθη εν Σιών· Πως εταλαιπωρήσαμεν, κατησχύνθημεν σφόδρα, ότι εγκατελίπομεν την γην και απερρίψαμεν τα σκηνώματα ημών. 20 ακούσατε δη, γυναίκες, λόγον Θεού, και δεξάσθω τα ώτα υμών λόγους στόματος αυτού, και διδάξατε τας θυγατέρας υμών οίκτον και γυνή τον πλησίον αυτής θρήνον. 21 ότι ανέβη θάνατος δια των θυρίδων υμών, εισήλθεν εις την γην υμών του εκτρίψαι νήπια έξωθεν και νεανίσκους από των πλατειών. 22 και έσονται οι νεκροί των ανθρώπων εις παράδειγμα επί προσώπου του πεδίου της γης υμών και ως χόρτος οπίσω θερίζοντος, και ουκ έσται ο συνάγων. - 23 Τάδε λέγει Κύριος· μη καυχάσθω ο σοφός εν τη σοφία αυτού, και μη καυχάσθω ο ισχυρός εν τη ισχύϊ αυτού, και μη καυχάσθω ο πλούσιος εν τω πλούτω αυτού, 24 αλλ' ή εν τούτω καυχάσθω ο καυχώμενος, συνίειν και γινώσκεν ότι εγώ ειμι Κύριος ο ποιών έλεος και κρίμα και δικαιοσύνην επί της γης, ότι εν τούτοις το θέλημά μου, λέγει Κύριος. 25 ιδού ημέραι έρχονται, λέγει Κύριος, και επισκέψομαι επί πάντας περιτετμημένους ακροβυστίας αυτών, 26 επ' Αίγυπτον και επί Ιδουμαίαν και επί Εδώμ και επί υιούς Αμμών και επί υιούς Μωάβ και επί πάντα περικειρόμενον τα κατά πρόσωπον αυτού, τους κατοικούντας εν τη ερήμω· ότι πάντα τα έθνη απερίτμητα σαρκί, και πας οίκος Ισραήλ απερίτμητοι καρδίας αυτών.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ι

 1 ΑΚΟΥΣΑΤΕ τον λόγον Κυρίου, ον ελάλησεν εφ' υμάς, οίκος Ισραήλ· 2 τάδε λέγει Κύριος· κατά τας οδούς των εθνών μη μανθάνετε και από των σημείων του ουρανού μη φοβείσθε, ότι φοβούνται αυτά τοις προσώποις αυτών. 3 ότι τα νόμιμα των εθνών μάταια· ξύλον εστίν εκ του δρυμού εκκεκομμένον, έργον τέκτονος και χώνευμα· 4 αργυρίω και χρυσίω κεκαλλωπισμένα εστίν· εν σφύραις και ήλοις εστερέωσαν αυτά, 5 θήσουσιν αυτά, και ου κινηθήσονται· αργύριον τορευτόν εστιν, ου πορεύσονται· αργύριον προσβλητόν από Θαρσίς ήξει, χρυσίον Μωφάζ και χείρ χρυσοχόων, έργα τεχνιτών πάντα· υάκινθον και πορφύραν ενδύσουσιν αυτά· 5 αιρόμενα αρθήσονται, ότι ουκ επιβήσονται. μη φοβηθήτε αυτά, ότι ου μη κακοποιήσωσι, και αγαθόν ουκ έστιν εν αυτοίς. 11 ούτως ερείτε αυτοίς· θεοί, οί τον ουρανόν και την γην ουκ εποίησαν, απολέσθωσαν εκ της γης και υποκάτωθεν του ουρανού τούτου. 12 Κύριος ο ποιήσας την γην εν τη ισχύϊ αυτού, ο ανορθώσας την οικουμένην εν τη σοφία αυτού και τη φρονήσει αυτού εξέτεινε τον ουρανόν, 13 και πλήθος ύδατος εν ουρανω, και ανήγαγε νεφέλας εξ εσχάτου της γης, αστραπάς εις υετόν εποίησε και εξήγαγε φως εκ θησαυρών αυτού. 14 εμωράνθη πας άνθρωπος από γνώσεως, κατησχύνθη πας χρυσοχόος επί τοις γλυπτοίς αυτού, ότι ψευδή εχώνευσεν, ουκ έστι πνεύμα εν αυτοίς· 15 μάταιά εστιν, έργα εμπεπαιγμένα, εν καιρω επισκοπής αυτών απολούνται. 16 ουκ έστι τοιαύτη μερίς τω Ιακώβ, ότι ο πλάσας τα πάντα αυτός κληρονομία αυτού, Κύριος όνομα αυτω.

 17 Συνήγαγεν έξωθεν την υπόστασίν σου, κατοικούσα εν εκλεκτοίς. 18 ότι τάδε λέγει Κύριος· ιδού εγώ σκελίζω τους κατοικούντας την γην ταύτην εν θλίψει, όπως ευρεθή η πληγή σου· 19 ουαί επί συντρίμματί σου, αλγηρά η πληγή σου, καγώ είπα· όντως τούτο το τραύμά μου και κατέλαβέ με· 20 η σκηνή μου εταλαιπώρησεν, ώλετο, και πάσαι αι δέρρεις μου διεσπάσθησαν· οι υιοί μου και τα πρόβατά μου ουκ εισίν, ουκ έστιν έτι τόπος της σκηνής μου, τόπος των δέρρεών μου. 21 ότι οι ποιμένες ηφρονεύσαντο και τον Κύριον ουκ εξεζήτησαν· δια τούτο ουκ ενόησε πάσα η νομή και διεσκοσπίσθησαν. 22 φωνή ακοής ιδού έρχεται και σεισμός μέγας εκ γης βορρά του τάξαι τας πόλεις Ιούδα εις αφανισμόν και κοίτην στρουθών. 23 οίδα, Κύριε, ότι ουχί του ανθρώπου η οδός αυτού, ουδέ ανήρ πορεύσεται και κατορθώσει πορείαν αυτού. 24 παίδευσον ημάς, Κύριε, πλήν εν κρίσει και μη εν θυμω, ίνα μη ολίγους ημάς ποιήσης. 25 έκχεον τον θυμόν σου επί έθνη τα μη ειδότα σε και επί γενεάς, αι το όνομά σου ουκ επεκαλέσαντο, ότι κατέφαγον τον Ιακώβ και εξανήλωσαν αυτόν και την νομήν αυτού ηρήμωσαν.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΑ

 1 Ο λόγος ο γενόμενος παρά Κυρίου προς Ιερεμίαν λέγων· 2 ακούσατε τους λόγους της διαθήκης ταύτης. και λαλήσεις προς άνδρας Ιούδα και προς τους κατοικούντας εν Ιερουσαλήμ· 3 και ερείς προς αυτούς· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· επικατάρατος ο άνθρωπος, ος ουκ ακούσεται των λόγων της διαθήκης ταύτης, 4 ης ενετειλάμην τοις πατράσιν υμών εν ημέρα, ή ανήγαγον αυτούς εκ γης Αιγύπτου, εκ καμίνου της σιδηράς, λέγων· ακούσατε της φωνής μου και ποιήσατε πάντα, όσα εάν εντείλωμαι υμίν, και έσεσθέ μοι εις λαόν, και εγώ έσομαι υμίν εις Θεόν, 5 όπως στήσω τον όρκον μου, ον ώμοσα τοις πατράσιν υμών, του δούναι αυτοίς γην ρέουσαν γάλα και μέλι καθώς η ημέρα αύτη. και απεκρίθην και είπα· γένοιτο, Κύριε. 6 και είπε Κύριος προς με· ανάγνωθι τους λόγους τούτους εν πόλεσιν Ιούδα και έξωθεν Ιερουσαλήμ λέγων· ακούσατε τους λόγους της διαθήκης ταύτης και ποιήσατε αυτούς. 8 και ουκ εποίησαν. 9 και είπε Κύριος προς με· ευρέθη σύνδεσμος εν ανδράσιν Ιούδα και εν τοις κατοικούσιν εν Ιερουσαλήμ· 10 επεστράφησαν επί τας αδικίας των πατέρων αυτών των πρότερον, οί ουκ ηθέλησαν εισακούσαι των λόγων μου, και ιδού αυτοί πορεύονται οπίσω θεών αλλοτρίων του δουλεύειν αυτοίς, και διεσκέδασεν οίκος Ισραήλ και οίκος Ιούδα την διαθήκην μου, ην διεθέμην προς τους πατέρας αυτών. 11 δια τούτο τάδε λέγει Κύριος· ιδού εγώ επάγω επί τον λαόν τούτον κακά, εξ ων ου δυνήσονται εξελθείν εξ αυτών, και κεκράξονται προς με, και ουκ εισακούσομαι αυτών. 12 και πορεύσονται πόλεις Ιούδα και οι κατοικούντες Ιερουσαλήμ και κεκράξονται προς τους θεούς, οίς αυτοί θυμιώσιν αυτοίς, οί μη σώσουσιν αυτούς εν τω καιρω των κακών αυτών. 13 ότι κατ' αριθμόν των πόλεών σου ήσαν θεοί σου, Ιούδα, και κατ' αριθμόν εξόδων της Ιερουσαλήμ ετάξατε βωμούς θυμιάν τη Βάαλ. 14 και συ μη προσεύχου περί του λαού τούτου και μη αξίου περί αυτών εν δεήσει και προσευχή, ότι ουκ εισακούσομαι εν τω καιρω, εν ω επικαλούνταί με, εν καιρω κακώσεως αυτών. 15 τι η ηγαπημένη εν τω οίκω μου εποίησε βδέλυγμα; μη ευχαί και κρέα άγια αφελούσιν από σου τας κακίας σου, ή τούτοις διαφεύξη; 16 ελαίαν ωραίαν, εύσκιον τω είδει εκάλεσε Κύριος το όνομά σου· εις φωνήν περιτομής αυτής ανήφθη πυρ επ' αυτήν, μεγάλη η θλίψις επί σε, ηχρεώθησαν οι κλάδοι αυτής. 17 και Κύριος ο καταφυτεύσας σε ελάλησεν επί σε κακά αντί της κακίας οίκου Ισραήλ και οίκου Ιούδα, ότι εποίησαν εαυτοίς του παροργίσαι με εν τω θυμιάν αυτούς τη Βάαλ.

 18 Κύριε, γνώρισόν μοι, και γνώσομαι· τότε είδον τα επιτηδεύματα αυτών. 19 εγώ δε ως αρνίον άκακον αγόμενον του θύεσθαι ουκ έγνων· επ' εμέ ελογίσαντο λογισμόν πονηρόν λέγοντες· δεύτε και εμβάλωμεν ξύλον εις τον άρτον αυτού και εκτρίψωμεν αυτόν από γης ζώντων, και το όνομα αυτού ου μη μνησθή ουκέτι. 20 Κύριε κρίνων δίκαια, δοκιμάζων νεφρούς και καρδίας, ίδοιμι την παρά σου εκδίκησιν εξ αυτών, ότι προς σε απεκάλυψα το δικαίωμά μου. 21 δια τούτο τάδε λέγει Κύριος επί τους άνδρας Αναθώθ τους ζητούντας την ψυχήν μου, τους λέγοντας· ου μη προφητεύσεις επί τω ονόματι Κυρίου, ει δε μη, αποθάνη εν ταις χερσίν ημών. 22 ιδού εγώ επισκέψομαι επ' αυτούς· οι νεανίσκοι αυτών εν μαχαίρα αποθανούνται, και οι υιοί αυτών και αι θυγατέρες αυτών τελευτήσουσιν εν λιμω, 23 και εγκατάλειμμα ουκ έσται αυτών, ότι επάξω κακά επί τους κατοικούντας εν Αναθώθ, εν ενιαυτω επισκέψεως αυτών.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΒ

 1 ΔΙΚΑΙΟΣ ει, Κύριε, ότι απολογήσομαι προς σε, πλήν κρίματα λαλήσω προς σε· τι ότι οδός ασεβών ευοδούται, ευθήνησαν πάντες οι αθετούντες αθετήματα; 2 εφύτευσας αυτούς και ερριζώθησαν· ετεκνοποιήσαντο και εποίησαν καρπόν· εγγύς ει συ του στόματος αυτών και πόρρω από των νεφρών αυτών. 3 και συ, Κύριε, γινώσκεις με, δεδοκίμακας την καρδίαν μου εναντίον σου· άγνισον αυτούς εις ημέραν σφαγής αυτών. 4 έως πότε πενθήσει η γη και πας ο χόρτος του αγρού ξηρανθήσεται από κακίας των κατοικούντων εν αυτη; ηφανίσθησαν κτήνη και πετεινά, ότι είπαν· ουκ όψεται ο Θεός οδούς ημών. 5 σου οι πόδες τρέχουσι και εκλύουσί σε· Πως παρασκευάση εφ' ίπποις και εν γη ειρήνης συ πέποιθας; Πως ποιήσεις εν φρυάγματι του Ιορδάνου; 6 ότι και οι αδελφοί σου και ο οίκος του πατρός σου, και ούτοι ηθέτησάν σε, και αυτοί εβόησαν, εκ των οπίσω σου επισυνήχθησαν· μη πιστεύσης εν αυτοίς, ότι λαλήσουσι προς σε καλά. - 7 Εγκαταλέλοιπα τον οίκόν μου, αφήκα την κληρονομίαν μου, έδωκα την ηγαπημένην ψυχήν μου εις χείρας εχθρών αυτής. 8 εγενήθη η κληρονομία μου εμοί ως λέων εν δρυμω· έδωκεν επ' εμέ την φωνήν αυτής, δια τούτο εμίσησα αυτήν. 9 μη σπήλαιον υαίνης η κληρονομία μου εμοί ή σπήλαιον κύκλω αυτής; βαδίσατε, συναγάγετε πάντα τα θηρία του αγρού, και ελθέτωσαν του φαγείν αυτήν. 10 ποιμένες πολλοί διέφθειραν τον αμπελώνά μου, εμόλυναν την μερίδα μου, έδωκαν την μερίδα την επιθυμητήν μου εις έρημον άβατον, 11 ετέθη εις αφανισμόν απωλείας, δι' εμέ αφανισμω ηφανίσθη πάσα η γη, ότι ουκ έστιν ανήρ τιθέμενος εν καρδία. 12 επί πάσαν διεκβολήν εν τη ερήμω ήλθον ταλαιπωρούντες, ότι μάχαιρα του Κυρίου καταφάγεται απ' άκρου της γης έως άκρου της γης, ουκ έστιν ειρήνη πάση σαρκί. 13 εσπείρατε πυρούς και ακάνθας θερίζετε· οι κλήροι αυτών ουκ ωφελήσουσιν αυτούς· αισχύνθητε από καυχήσεως υμών, από ονειδισμού έναντι Κυρίου. - 14 Οτι τάδε λέγει Κύριος περί πάντων των γειτόνων των πονηρών των απτομένων της κληρονομίας μου, ης εμέρισα τω λαω μου Ισραήλ· ιδού εγώ αποσπώ αυτούς από της γης αυτών και τον Ιούδαν εκβαλώ εκ μέσου αυτών. 15 και έσται μετά το εκβαλείν με αυτούς επιστρέψω και ελεήσω αυτούς και κατοικιώ αυτούς, έκαστον εις την κληρονομίαν αυτού και έκαστον εις την γην αυτού. 16 και έσται εάν μαθόντες μάθωσι την οδόν του λαού μου, του ομνύειν τω ονόματί μου, ζη Κύριος, καθώς εδίδαξαν τον λαόν μου ομνύειν τη Βάαλ, και οικοδομηθήσονται εν μέσω του λαού μου· 17 εάν δε μη επιστρέψωσι, και εξαρώ το έθνος εκείνο εξάρσει και απωλεία.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΓ

 1 ΤΑΔΕ λέγει Κύριος· βάδισον και κτήσαι σεαυτω περίζωμα λινούν και περίθου περί την οσφύν σου, και εν ύδατι ου διελεύσεται. 2 και εκτησάμην το περίζωμα κατά τον λόγον Κυρίου και περιέθηκα περί την οσφύν μου. 3 και εγενήθη λόγος Κυρίου προς με λέγων· 4 λαβέ το περίζωμα το περί την οσφύν σου και ανάστηθι και βάδισον επί τον Ευφράτην και κατάκρυψον αυτό εκεί εν τη τρυμαλιά της πέτρας. 5 και επορεύθην και έκρυψα αυτό εν τω Ευφράτη, καθώς ενετείλατό μοι Κύριος. 6 και εγένετο μεθ' ημέρας πολλάς και είπε Κύριος προς με· ανάστηθι, βάδισον επί τον Ευφράτην και λαβέ εκείθεν το περίζωμα, ό ενετειλάμην σοι του κατακρύψαι εκεί. 7 και επορεύθην επί τον Ευφράτην ποταμόν και ώρυξα και έλαβον το περίζωμα εκ του τόπου, ου κατώρυξα αυτό εκεί, και ιδού διεφθαρμένον ην, ό ου μη χρησθή εις ουθέν. 8 και εγενήθη λόγος Κυρίου προς με λέγων· τάδε λέγει Κύριος· 9 ούτω φθερώ την ύβριν Ιούδα και την ύβριν Ιερουσαλήμ, 10 την πολλήν ταύτην ύβριν, τους μη βουλομένους υπακούειν των λόγων μου και πορευθέντας οπίσω θεών αλλοτρίων του δουλεύειν αυτοίς και του προσκυνείν αυτοίς, και έσονται ωσπερ το περίζωμα τούτο, ό ου χρησθήσεται εις ουθέν. 11 ότι καθάπερ κολλάται το περίζωμα περί την οσφύν του ανθρώπου, ούτως εκόλλησα προς εμαυτόν τον οίκον του Ισραήλ και πάντα οίκον Ιούδα του γενέσθαι μοι εις λαόν ονομαστόν και εις καύχημα και εις δόξαν, και ουκ εισήκουσάν μου. 12 και ερείς προς τον λαόν τούτον· πας ασκός πληρωθήσεται οίνου. και έσται εάν είπωσι προς σε· μη γνόντες ου γνωσόμεθα ότι πας ασκός πληρωθήσεται οίνου; 13 και ερείς προς αυτούς· τάδε λέγει Κύριος· ιδού εγώ πληρώ τους κατοικούντας την γην ταύτην και τους βασιλείς αυτών τους καθημένους υιούς του Δαυίδ επί του θρόνου αυτού και τους ιερείς και τους προφήτας και τον Ιούδαν και πάντας τους κατοικούντας εν Ιερουσαλήμ μεθύσματι 14 και διασκορπιώ αυτούς άνδρα και τον αδελφόν αυτού και τους πατέρας αυτών και τους υιούς αυτών εν τω αυτω. ουκ επιποθήσω, λέγει Κύριος, και ου φείσομαι, και ουκ οικτειρήσω από διαφθοράς αυτών.

 15 Ακούσατε, και ενωτίσασθε και μη επαίρεσθε, ότι Κύριος ελάλησε. 16 δότε τω Κυρίω Θεω υμών δόξαν προ του συσκοτάσαι και προ του προσκόψαι πόδας υμών επ' όρη σκοτεινά, και αναμενείτε εις φως, και εκεί σκιά θανάτου, και τεθήσονται εις σκότος. 17 εάν δε μη ακούσητε, κεκρυμμένως κλαύσεται η ψυχή υμών από προσώπου ύβρεως, και κατάξουσιν οι οφθαλμοί υμών δάκρυα, ότι συνετρίβη το ποίμνιον Κυρίου. 18 είπατε τω βασιλεί και τοις δυναστεύουσι· ταπεινώθητε και καθίσατε, ότι καθηρέθη από κεφαλής υμών στέφανος δόξης υμών. 19 πόλεις αι προς νότον συνεκλείσθησαν. και ουκ ην ο ανοίγων· απωκίσθη Ιούδας, συνετέλεσεν αποικίαν τελείαν. - 20 Ανάλαβε οφθαλμούς σου, Ιερουσαλήμ, και ίδε τους ερχομένους από βορρά· που εστι το ποίμνιον, ό εδόθη σοι, πρόβατα δόξης σου; 21 τι ερείς όταν επισκέπτωνταί σε; και συ εδίδαξας αυτούς επί σε μαθήματα εις αρχήν· ουκ ωδίνες καθέξουσί σε καθώς γυναίκα τίκτουσαν; 22 και εάν είπης εν τη καρδία σου· διατί απήντησέ μοι ταύτα; δια το πλήθος της αδικίας σου ανεκαλύφθη τα οπίσθιά σου παραδειγματισθήναι τας πτέρνας σου. 23 ει αλλάξεται Αιθίοψ το δέρμα αυτού και πάρδαλις τα ποικίλματα αυτής, και υμείς δυνήσεσθε εύ ποιήσαι μεμαθηκότες τα κακά. 24 και διέσπειρα αυτούς ως φρύγανα φερόμενα από ανέμου εις έρημον. 25 ούτως ο κλήρός σου και μερίς του απειθείν υμάς εμοί, λέγει Κύριος, ως επελάθου μου και ήλπισας επί ψεύδεσι. 26 καγώ αποκαλύψω τα οπίσω σου επί το πρόσωπόν σου, και οφθήσεται η ατιμία σου. 27 και η μοιχεία σου και ο χρεμετισμός σου και η απαλλοτρίωσις της πορνείας σου επί των βουνών, και εν τοις αγροίς εώρακα τα βδελύγματά σου· ουαί σοι, Ιερουσαλήμ, ότι ουκ εκαθαρίσθης οπίσω μου· έως τίνος έτι;

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΔ

Και εγένετο λόγος Κυρίου προς Ιερεμίαν περί της αβροχίας.

2 1 ΕΠΕΝΘΗΣΕΝ η Ιουδαία, και αι πύλαι αυτής εκενώθησαν και εσκοτώθησαν επί της γης, και η κραυγή της Ιερουσαλήμ ανέβη. 3 και οι μεγιστάνες αυτής απέστειλαν τους νεωτέρους αυτών εφ' ύδωρ· ήλθοσαν επί τα φρέατα και ουχ εύροσαν ύδωρ και απέστρεψαν τα αγγεία αυτών κενά. 4 και τα έργα της γης εξέλιπεν, ότι ουκ ην υετός· ησχύνθησαν οι γεωργοί, επεκάλυψαν τας κεφαλάς αυτών. 5 και έλαφοι εν αγρω έτεκον και εγκατέλιπον, ότι ουκ ην βοτάνη. 6 όνοι άγριοι έστησαν επί νάπας· είλκυσαν άνεμον, εξέλιπον οι οφθαλμοί αυτών, ότι ουκ ην χόρτος από λαού αδικίας. 7 ει αι αμαρτίαι ημών αντέστησαν ημίν, Κύριε, ποίησον ημίν ένεκέν σου, ότι πολλαί αι αμαρτίαι ημών εναντίον σου, ότι σοί ημάρτομεν. 8 υπομονή Ισραήλ, Κύριε, και σώζεις εν καιρω κακών· ινατί εγενήθης ωσεί πάροικος επί της γης και ως αυτόχθων εκκλίνων εις κατάλυμα; 9 μη έση ωσπερ άνθρωπος υπνών ή ως ανήρ ου δυνάμενος σώζειν; και συ εν ημίν ει, Κύριε, και το όνομά σου επικέκληται εφ' ημάς· μη επιλάθη ημών. 10 ούτως λέγει Κύριος τω λαω τούτω· ηγάπησαν κινείν πόδας αυτών και ουκ εφείσαντο, και ο Θεός ουκ ευδόκησεν εν αυτοίς· νυν μνησθήσεται της αδικίας αυτών. 11 και είπε Κύριος προς με· μη προσεύχου περί του λαού τούτου εις αγαθά· 12 ότι εάν νηστεύσωσιν, ουκ εισακούσομαι της δεήσεως αυτών, και εάν προσενέγκωσιν ολοκαυτώματα και θυσίας, ουκ ευδοκήσω εν αυτοίς, ότι εν μαχαίρα και εν λιμω και εν θανάτω εγώ συντελέσω αυτούς. 13 και είπα· ω Κύριε, ιδού οι προφήται αυτών προφητεύουσι και λέγουσιν· ουκ όψεσθε μάχαιραν, ουδέ λιμός έσται εν υμίν, ότι αλήθειαν και ειρήνην δώσω επί της γης και εν τω τόπω τούτω. 14 και είπε Κύριος προς με· ψευδή οι προφήται προφητεύουσιν επί τω ονόματί μου, ουκ απέστειλα αυτούς και ουκ ενετειλάμην αυτοίς και ουκ ελάλησα προς αυτούς· ότι οράσεις ψευδείς και μαντείας και οιωνίσματα και προαιρέσεις καρδίας αυτών αυτοί προφητεύουσιν υμίν. 15 δια τούτο τάδε λέγει Κύριος περί των προφητών των προφητευόντων επί τω ονόματί μου ψευδή, και εγώ ουκ απέστειλα αυτούς, οί λέγουσι· μάχαιρα και λιμός ουκ έσται επί της γης ταύτης· εν θανάτω νοσερω αποθανούνται και εν λιμω συντελεσθήσονται οι προφήται 16 και ο λαός, οίς αυτοί προφητεύουσιν αυτοίς, και έσονται ερριμμένοι εν ταις διόδοις Ιερουσαλήμ από προσώπου μαχαίρας και του λιμού, και ουκ έσται ο θάπτων αυτούς, και αι γυναίκες αυτών και οι υιοί αυτών και αι θυγατέρες αυτών· και εκχεώ επ' αυτούς τα κακά αυτών. 17 και ερείς προς αυτούς τον λόγον τούτον· καταγάγετε επ' οφθαλμούς υμών δάκρυα ημέρας και νυκτός, και μη διαλιπέτωσαν, ότι συντρίμματι συνετρίβη θυγάτηρ λαού μου και πληγή οδυνηρά σφόδρα. 18 εάν εξέλθω εις το πεδίον, και ιδού τραυματίαι μαχαίρας, και εάν εισέλθω εις την πόλιν, και ιδού πόνος λιμού· ότι ιερεύς και προφήτης επορεύθησαν εις γην, ην ουκ ήδεισαν. 19 μη αποδοκιμάζων απεδοκίμασας τον Ιούδαν, και από Σιών απέστη η ψυχή σου; ινατί έπαισας ημάς, και ουκ έστιν ημίν ίασις; υπεμείναμεν εις ειρήνην, και ουκ ην αγαθά· εις καιρόν ιάσεως, και ιδού ταραχή. 20 έγνωμεν, Κύριε, αμαρτήματα ημών, αδικίας πατέρων ημών, ότι ημάρτομεν εναντίον σου. 21 κόπασον δια το όνομά σου, μη απολέσης θρόνον δόξης σου· μνήσθητι, μη διασκεδάσης την διαθήκην σου την μεθ' ημών. 22 μη έστιν εν ειδώλοις των εθνών υετίζων; και ει ο ουρανός δώσει πλησμονήν αυτού, ουχί συ ει αυτός; και υπομενούμέν σε, Κύριε, ότι συ εποίησας πάντα ταύτα.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΕ

 1 ΚΑΙ είπε Κύριος προς με· εάν στη Μωσής και Σαμουήλ προ προσώπου μου, ουκ έστιν η ψυχή μου προς αυτούς· εξαπόστειλον τον λαόν τούτον, και εξελθέτωσαν. 2 και έσται εάν είπωσι προς σε· που εξελευσόμεθα; και ερείς προς αυτούς· τάδε λέγει Κύριος· όσοι εις θάνατον, εις θάνατον· και όσοι εις μάχαιραν, εις μάχαιραν· και όσοι εις λιμόν, εις λιμόν· και όσοι εις αιχμαλωσίαν, εις αιχμαλωσίαν. 3 και εκδικήσω επ' αυτούς τέσσαρα είδη, λέγει Κύριος· την μάχαιραν εις σφαγήν και τους κύνας εις διασπασμόν και τα θηρία της γης και τα πετεινά του ουρανού εις βρώσιν και εις διαφθοράν. 4 και παραδώσω αυτούς εις ανάγκας πάσαις ταις βασιλείαις της γης δια Μανασσή υιόν Εζεκίου βασιλέως Ιούδα, περί πάντων ων εποίησεν εν Ιερουσαλήμ. 5 τις φείσεται επί σοί, Ιερουσαλήμ; και τις δειλιάσει επί σοί; ή τις ανακάμψει εις ειρήνην σοι; 6 συ απεστράφης με, λέγει Κύριος, οπίσω πορεύση, και εκτενώ την χείρά μου και διαφθερώ σε, και ουκέτι ανήσω αυτούς. 7 και διασπερώ αυτούς εν διασπορά· εν πύλαις λαού μου ητεκνώθησαν, απώλεσαν τον λαόν μου δια τας κακίας αυτών. 8 επληθύνθησαν αι χήραι αυτών υπέρ την άμμον της θαλάσσης· επήγαγον επί μητέρα νεανίσκους ταλαιπωρίαν εν μεσημβρία, επέρριψα επ' αυτήν εξαίφνης τρόμον και σπουδήν. 9 εκενώθη η τίκτουσα επτά, απεκάκισεν η ψυχή αυτής, επέδυ ο ήλιος αυτη έτι μεσούσης της ημέρας, κατησχύνθη και ωνειδίσθη· τους καταλοίπους αυτών εις μάχαιραν δώσω εναντίον των εχθρών αυτών.

 10 Οίμοι εγώ μήτερ, ως τίνα με έτεκες; άνδρα δικαζόμενον και διακρινόμενον πάση τη γη· ούτε ωφέλησα, ούτε ωφέλησέ με ουδείς· η ισχύς μου εξέλιπεν εν τοις καταρωμένοις με. 11 γένοιτο, δέσποτα, κατευθυνόντων αυτών, ει μη παρέστην σοι εν καιρω των κακών αυτών και εν καιρω θλίψεως αυτών εις αγαθά προς τον εχθρόν. 12 ει γνωσθήσεται σίδηρος; και περιβόλαιον χαλκούν η ισχύς σου. 13 και τους θησαυρούς σου εις προνομήν δώσω αντάλλαγμα δια πάσας τας αμαρτίας σου και εν πάσι τοις ορίοις σου. 14 και καταδουλώσω σε κύκλω τοις εχθροίς σου εν τη γη, ή ουκ ήδεις· ότι πυρ εκκέκαυται εκ του θυμού μου, εφ' υμάς καυθήσεται.

 15 Κύριε, μνήσθητί μου και επίσκεψαί με και αθώωσόν με από των καταδιωκόντων με μη εις μακροθυμίαν· γνώθι ως έλαβον περί σου ονειδισμόν 16 υπό των αθετούντων τους λόγους σου· συντέλεσον αυτούς, και έσται ο λόγος σου εμοί εις ευφροσύνην και χαράν καρδίας μου, ότι επικέκληται το όνομά σου επ' εμοί, Κύριε παντοκράτωρ. 17 ουκ εκάθισα εν συνεδρίω αυτών παιζόντων, αλλά ευλαβούμην από προσώπου χειρός σου· καταμόνας εκαθήμην, ότι πικρίας ενεπλήσθην. 18 ίνα τι οι λυπούντές με κατισχύουσί μου; η πληγή μου στερεά, πόθεν ιαθήσομαι; γινομένη εγενήθη μοι ως ύδωρ ψευδές ουκ έχον πίστιν. 19 δια τούτο τάδε λέγει Κύριος· εάν επιστρέψης, και αποκαταστήσω σε, και προ προσώπου μου στήση· και εάν εξαγάγης τίμιον από αναξίου, ως το στόμα μου έση· και αναστρέψουσιν αυτοί προς σε, και συ ουκ αναστρέψεις προς αυτούς. 20 και δώσω σε τω λαω τούτω ως τείχος οχυρόν χαλκούν, και πολεμήσουσι προς σε και ου μη δύνωνται προς σε, διότι μετά σου ειμι του σώζειν σε 21 και του εξαιρείσθαί σε εκ χειρός πονηρών και λυτρώσομαί σε εκ χειρός λοιμών.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

 1 ΚΑΙ συ μη λάβης γυναίκα, λέγει Κύριος ο Θεός Ισραήλ, 2 και ου γεννηθήσεταί σοι υιος ουδέ θυγάτηρ εν τω τόπω τούτω. 3 ότι τάδε λέγει Κύριος περί των υιών και περί των θυγατέρων των γεννωμένων εν τω τόπω τούτω και περί των μητέρων αυτών των τετοκυιών αυτούς και περί των πατέρων αυτών των γεγεννηκότων αυτούς εν τη γη ταύτη· 4 εν θανάτω νοσερω αποθανούνται, ου κοπήσονται και ου ταφήσονται· εις παράδειγμα επί προσώπου της γης έσονται και τοις θηρίοις της γης και τοις πετεινοίς του ουρανού· εν μαχαίρα πεσούνται και εν λιμω συντελεσθήσονται. 5 τάδε λέγει Κύριος· μη εισέλθης εις θίασον αυτών και μη πορευθής του κόψασθαι και μη πενθήσης αυτούς, ότι αφέστακα την ειρήνην μου από του λαού τούτου. 6 ου μη κόψονται αυτούς ουδέ εντομίδας ου μη ποιήσουσι και ου ξυρηθήσονται, 7 και ου μη κλασθή άρτος εν πένθει αυτών εις παράκλησιν επί τεθνηκότι, ου ποτιούσιν αυτόν ποτήριον εις παράκλησιν επί πατρί και μητρί αυτού. 8 εις οικίαν πότου ουκ εισελεύση συγκαθίσαι μετ' αυτών του φαγείν και πιείν. 9 διότι τάδε λέγει Κύριος ο Θεός Ισραήλ· ιδού εγώ καταλύω εκ του τόπου τούτου ενώπιον των οφθαλμών υμών και εν ταις ημέραις υμών φωνήν χαράς και φωνήν ευφροσύνης, φωνήν νυμφίου και φωνήν νύμφης. 10 και έσται όταν αναγγείλης τω λαω τούτω άπαντα τα ρήματα ταύτα και είπωσι προς σε· διατί ελάλησε Κύριος εφ' ημάς πάντα τα κακά ταύτα; τις η αδικία ημών; και τις η αμαρτία ημών, ην ημάρτομεν έναντι Κυρίου του Θεού ημών; 11 και ερείς προς αυτούς· ανθ' ων εγκατέλιπόν με οι πατέρες υμών, λέγει Κύριος, και ώχοντο οπίσω θεών αλλοτρίων, και εδούλευσαν αυτοίς και προσεκύνησαν αυτοίς και εμέ εγκατέλιπον και τον νόμον μου ουκ εφυλάξαντο· 12 και υμείς επονηρεύσασθε υπέρ τους πατέρας υμών και ιδού υμείς πορεύεσθε έκαστος οπίσω των αρεστών της καρδίας υμών της πονηράς του μη υπακούειν μου. 13 και απορρίψω υμάς από της γης ταύτης εις την γην, ην ουκ ήδειτε υμείς και οι πατέρες υμών, και δουλεύσετε εκεί θεοίς ετέροις, οί ου δώσουσιν υμίν έλεος.

 14 Δια τούτο ιδού ημέραι έρχονται, λέγει Κύριος, και ουκ ερούσιν έτι· ζη Κύριος ο αναγαγών τους υιούς Ισραήλ εκ γης Αιγύπτου, 15 αλλά ζη Κύριος, ος ανήγαγε τον οίκον Ισραήλ από γης βορρά και από πασών των χωρών, ου εξώσθησαν εκεί· και αποκαταστήσω αυτούς εις την γην αυτών, ην έδωκα τοις πατράσιν αυτών. 16 ιδού εγώ αποστέλλω τους αλιείς τους πολλούς, λέγει Κύριος, και αλιεύσουσιν αυτούς· και μετά ταύτα αποστελώ τους πολλούς θηρευτάς, και θηρεύσουσιν αυτούς επάνω παντός όρους και επάνω παντός βουνού και εκ των τρυμαλιών των πετρών. 17 ότι οι οφθαλμοί μου επί πάσας τας οδούς αυτών, και ουκ εκρύβη τα αδικήματα αυτών απέναντι των οφθαλμών μου. 18 και ανταποδώσω διπλάς τας κακίας αυτών και τας αμαρτίας αυτών, εφ' αις εβεβήλωσαν την γην μου εν τοις θνησιμαίοις των βδελυγμάτων αυτών και εν ταις ανομίαις αυτών, εν αις επλημμέλησαν την κληρονομίαν μου. 19 Κύριε, συ ισχύς μου και βοήθειά μου και καταφυγή μου εν ημέρα κακών· προς σε έθνη ήξουσιν απ' εσχάτου της γης και ερούσιν· ως ψευδή εκτήσαντο οι πατέρες ημών είδωλα, και ουκ έστιν εν αυτοίς ωφέλημα. 20 ει ποιήσει εαυτω άνθρωπος θεούς; και ούτοι ουκ εισί θεοί. 21 δια τούτο ιδού εγώ δηλώσω αυτοίς εν τω καιρω τούτω την χείρά μου και γνωριώ αυτοίς την δύναμίν μου, και γνώσονται ότι όνομά μοι Κύριος.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΖ

5 1 ΕΠΙΚΑΤΑΡΑΤΟΣ ο άνθρωπος, ος την ελπίδα έχει επ' άνθρωπον και στηρίζει σάρκα βραχίονος αυτού επ' αυτόν, και από Κυρίου αποστη η καρδία αυτού· 6 και έσται ως η αγριομυρίκη η εν τη ερήμω, ουκ όψεται όταν έλθη τα αγαθά, και κατασκηνώσει εν αλίμοις και εν ερήμω, εν γη αλμυρά, ήτις ου κατοικείται. 7 και ευλογημένος ο άνθρωπος, ος πέποιθεν επί τω Κυρίω και έσται Κύριος ελπίς αυτού· 8 και έσται ως ξύλον ευθηνούν παρ' ύδατα, και επί ικμάδα βαλεί ρίζαν αυτού και ου φοβηθήσεται όταν έλθη καύμα, και έσται επ' αυτω στελέχη αλσώδη, εν ενιαυτω αβροχίας ου φοβηθήσεται και ου διαλείψει ποιών καρπόν. 9 βαθεία η καρδία παρά πάντα, και άνθρωπός εστι· και τις γνώσεται αυτόν; 10 εγώ Κύριος ετάζων καρδίας και δοκιμάζων νεφρούς του δούναι εκάστω κατά τας οδούς αυτού και κατά τους καρπούς των επιτηδευμάτων αυτού. 11 εφώνησε πέρδιξ, συνήγαγεν α ουκ έτεκε· ποιών πλούτον αυτού ου μετά κρίσεως, εν ημίσει ημερών αυτού εγκαταλείψουσιν αυτόν, και επ' εσχάτων αυτού έσται άφρων. 12 θρόνος δόξης υψωμένος, αγίασμα ημών, 13 υπομονή Ισραήλ, Κύριε, πάντες οι καταλιπόντες σε καταισχυνθήτωσαν, αφεστηκότες επί της γης γραφήτωσαν, ότι εγκατέλιπον πηγήν ζωής, τον Κύριον. 14 ίασαί με, Κύριε, και ιαθήσομαι· σώσόν με, και σωθήσομαι· ότι καύχημά μου συ ει. 15 ιδού αυτοί λέγουσι προς με· που εστιν ο λόγος Κυρίου; ελθέτω. 16 εγώ δε ουκ εκοπίασα κατακολουθών οπίσω σου και ημέραν ανθρώπου ουκ επεθύμησα, συ επίστη· τα εκπορευόμενα δια των χειλέων μου προ προσώπου σου εστι. 17 μη γενηθής μοι εις αλλοτρίωσιν φειδόμενός μου εν ημέρα πονηρά. 18 καταισχυνθήτωσαν οι διώκοντές με, και μη καταισχυνθείην εγώ· πτοηθείησαν αυτοί, και μη πτοηθείην εγώ· επάγαγε επ' αυτούς ημέραν πονηράν, δισσόν σύντριμμα σύντριψον αυτούς.

 19 Τάδε λέγει Κύριος· βάδισον και στήθι εν ταις πύλαις υιών λαού σου, εν αις εισπορεύονται εν αυταίς βασιλείς Ιούδα και εν αις εκπορεύονται εν αυταίς, και εν πάσαις ταις πύλαις Ιερουσαλήμ 20 και ερείς αυτοίς· ακούσατε τον λόγον Κυρίου, βασιλείς Ιούδα, και πάσα Ιουδαία και πάσα Ιερουσαλήμ, οι εισπορευόμενοι εν ταις πύλαις ταύταις· 21 τάδε λέγει Κύριος· φυλάσσεσθε τας ψυχάς υμών και μη αίρετε βαστάγματα εν τη ημέρα των σαββάτων και μη εκπορεύεσθε ταις πύλαις Ιερουσαλήμ 22 και μη εκφέρετε βαστάγματα εξ οικιών υμών εν τη ημέρα των σαββάτων και παν έργον ου ποιήσετε· αγιάσατε την ημέραν των σαββάτων, καθώς ενετειλάμην τοις πατράσιν υμών, και ουκ ήκουσαν και ουκ έκλιναν το ους αυτών 23 και εσκλήρυναν τον τράχηλον αυτών υπέρ τους πατέρας αυτών του μη ακούσαί μου και του μη δέξασθαι παιδείαν. 24 και έσται εάν ακοή ακούσητέ μου, λέγει Κύριος, του μη εισφέρειν βαστάγματα δια των πυλών της πόλεως ταύτης εν τη ημέρα των σαββάτων και αγιάζειν την ημέραν των σαββάτων του μη ποιείν παν έργον, 25 και εισελεύσονται δια των πυλών της πόλεως ταύτης βασιλείς και άρχοντες καθήμενοι επί θρόνου Δαυίδ και επιβεβηκότες εφ' άρμασι και ίπποις αυτών, αυτοί και οι άρχοντες αυτών, άνδρες Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ, και κατοικισθήσεται η πόλις αύτη εις τον αιώνα. 26 και ήξουσιν εκ των πόλεων Ιούδα και κυκλόθεν Ιερουσαλήμ και εκ γης Βενιαμίν και εκ γης πεδινής και εκ του όρους και εκ της προς νότον φέροντες ολοκαυτώματα και θυσίας και θυμιάματα και μαναά και λίβανον, φέροντες αίνεσιν εις οίκον Κυρίου. 27 και έσται εάν μη ακούσητέ μου του αγιάζειν την ημέραν των σαββάτων, του μη αίρειν βαστάγματα και μη εισπορεύεσθαι ταις πύλαις Ιερουσαλήμ εν τη ημέρα των σαββάτων, και ανάψω πυρ εν ταις πύλαις αυτής, και καταφάγεται άμφοδα Ιερουσαλήμ και ου σβεσθήσεται.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΗ

 1 Ο λόγος ο γενόμενος παρά Κυρίου προς Ιερεμίαν λέγων· 2 ανάστηθι, και κατάβηθι εις οίκον του κεραμέως, και εκεί ακούση τους λόγους μου. 3 και κατέβην εις τον οίκον του κεραμέως, και ιδού αυτός εποίει έργον επί των λίθων· 4 και έπεσε το αγγείον, ό αυτός εποίει εν ταις χερσίν αυτού, και πάλιν αυτός εποίησεν αυτό αγγείον έτερον, καθώς ήρεσεν ενώπιον αυτού του ποιήσαι. 5 και εγένετο λόγος Κυρίου προς με λέγων· 6 ει καθώς ο κεραμεύς ούτος ου δυνήσομαι του ποιήσαι υμάς, οίκος Ισραήλ; ιδού ως ο πηλός του κεραμέως υμείς εστε εν ταις χερσί μου. 1 7 πέρας λαλήσω επί έθνος ή επί βασιλείαν του εξάραι αυτούς και του απολλύειν, 8 και επιστραφή το έθνος εκείνο από πάντων των κακών αυτών, και μετανοήσω περί των κακών, ων ελογισάμην του ποιήσαι αυτοίς. 9 και πέρας λαλήσω επί έθνος και βασιλείαν του ανοικοδομείσθαι και του καταφυτεύεσθαι, 10 και ποιήσωσι τα πονηρά εναντίον μου του μη ακούειν της φωνής μου, και μετανοήσω περί των αγαθών, ων ελάλησα του ποιήσαι αυτοίς. 11 και νυν ειπόν προς άνδρας Ιούδα και προς τους κατοικούντας Ιερουσαλήμ· ιδού εγώ πλάσσω εφ' υμάς κακά και λογίζομαι εφ' υμάς λογισμόν· αποστραφήτω δη έκαστος από οδού αυτού της πονηράς, και καλλίονα ποιήσατε τα επιτηδεύματα υμών. 12 και είπαν· ανδριούμεθα, ότι οπίσω των αποστροφών ημών πορευσόμεθα και έκαστος τα αρεστά της καρδίας αυτού της πονηράς ποιήσομεν. 13 δια τούτο τάδε λέγει Κύριος· ερωτήσατε δη εν έθνεσι· τις ήκουσε τοιαύτα φρικτά, α εποίησε σφόδρα παρθένος Ισραήλ; 14 μη εκλείψουσιν από πέτρας μαστοί ή χιών από του Λιβάνου; μη εκκλινή ύδωρ βιαίως ανέμω φερόμενον; 15 ότι επελάθοντό μου ο λαός μου, εις κενόν εθυμίασαν· και ασθενήσουσιν εν ταις οδοίς αυτών σχοίνους αιωνίους του επιβήναι τρίβους ουκ έχοντας οδόν εις πορείαν 16 του τάξαι την γην αυτών εις αφανισμόν και σύριγμα αιώνιον· πάντες οι διαπορευόμενοι δι' αυτής εκστήσονται και κινήσουσι την κεφαλήν αυτών. 17 ως άνεμον καύσωνα διασπερώ αυτούς κατά πρόσωπον εχθρών αυτών, δείξω αυτοίς ημέραν απωλείας αυτών.

 18 Και είπαν· δεύτε και λογισώμεθα επί Ιερεμίαν λογισμόν, ότι ουκ απολείται νόμος από ιερέως και βουλή από συνετού και λόγος από προφήτου· δεύτε και πατάξωμεν αυτόν εν γλώσση και ακουσόμεθα πάντας τους λόγους αυτού. 19 εισάκουσόν μου, Κύριε, και εισάκουσον της φωνής του δικαιώματός μου. 20 ει ανταποδίδοται αντί αγαθών κακά; ότι συνελάλησαν ρήματα κακά της ψυχής μου και την κόλασιν αυτών έκρυψάν μοι· μνήσθητι εστηκότος μου κατά πρόσωπόν σου του λαλήσαι υπέρ αυτών αγαθά, του αποστρέψαι τον θυμόν σου απ' αυτών. 21 δια τούτο δος τους υιούς αυτών εις λιμόν και άθροισον αυτούς εις χείρας μαχαίρας· γενέσθωσαν αι γυναίκες αυτών άτεκνοι και χήραι, και οι άνδρες αυτών γενέσθωσαν ανηρημένοι θανάτω και οι νεανίσκοι αυτών πεπτωκότες μαχαίρα εν πολέμω. 22 γενηθήτω κραυγή εν ταις οικίαις αυτών, επάξεις επ' αυτούς ληστάς άφνω, ότι ενεχείρησαν λόγον εις σύλληψίν μου, και παγίδας έκρυψαν επ' εμέ. 23 και συ, Κύριε, έγνως άπασαν την βουλήν αυτών επ' εμέ εις θάνατον· μη αθωώσης τας αδικίας αυτών, και τας αμαρτίας αυτών από προσώπου σου μη εξαλείψης· γενέσθω η ασθένεια αυτών εναντίον σου, εν καιρω θυμού σου ποίησον εν αυτοίς.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΙΘ

 1 ΤΟΤΕ είπε Κύριος προς με· βάδισον και κτήσαι βίκον πεπλασμένον οστράκινον και άξεις από των πρεσβυτέρων του λαού και από των ιερέων, 2 και εξελεύση εις το πολυάνδριον υιών των τέκνων αυτών, ό εστιν επί των προθύρων πύλης της Χαρσείθ, και ανάγνωθι εκεί πάντας τους λόγους τούτους, ους αν λαλήσω προς σε, 3 και ερείς αυτοίς· ακούσατε τον λόγον Κυρίου, βασιλείς Ιούδα και άνδρες Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ και οι εισπορευόμενοι εν ταις πύλαις ταύταις· τάδε λέγει Κύριος ο Θεός Ισραήλ· ιδού εγώ επάγω επί τον τόπον τούτον κακά, ωστε παντός ακούοντος αυτά ηχήσει τα ώτα αυτού, 4 ανθ' ων εγκατέλιπόν με και απηλλοτρίωσαν τον τόπον τούτον και εθυμίασαν εν αυτω θεοίς αλλοτρίοις, οίς ουκ ήδεισαν αυτοί και οι πατέρες αυτών, και οι βασιλείς Ιούδα έπλησαν τον τόπον τούτον αιμάτων αθώων 5 και ωκοδόμησαν υψηλά τη Βάαλ του κατακαίειν τους υιούς αυτών εν πυρί, α ουκ ενετειλάμην ουδέ διενοήθην εν τη καρδία μου. 6 δια τούτο ιδού ημέραι έρχονται, λέγει Κύριος, και ου κληθήσεται τω τόπω τούτω έτι Διάπτωσις και Πολυάνδριον υιού Εννόμ, αλλ' ή Πολυάνδριον της σφαγής. 7 και σφάξω την βουλήν Ιούδα και την βουλήν Ιερουσαλήμ εν τω τόπω τούτω και καταβαλώ αυτούς εν μαχαίρα εναντίον των εχθρών αυτών και εν χερσί των ζητούντων τας ψυχάς αυτών, και δώσω τους νεκρούς αυτών εις βρώσιν τοις πετεινοίς του ουρανού και τοις θηρίοις της γης. 8 και τάξω την πόλιν ταύτην εις αφανισμόν και εις συριγμόν· πας ο παραπορευόμενος επ' αυτής σκυθρωπάσει και συριεί υπέρ πάσης της πληγής αυτής. 9 και έδονται τας σάρκας των υιών αυτών και τας σάρκας των θυγατέρων αυτών, και έκαστος τας σάρκας του πλησίον αυτού έδονται εν τη περιοχή και εν τη πολιορκία, ή πολιορκήσουσιν αυτούς οι εχθροί αυτών. 10 και συντρίψεις τον βίκον κατ' οφθαλμούς των ανδρών των εκπορευομένων μετά σου 11 και ερείς· τάδε λέγει Κύριος· ούτως συντρίψω τον λαόν τούτον, και την πόλιν ταύτην, καθώς συντρίβεται άγγος οστράκινον, ό ου δυνήσεται ιαθήναι έτι. 12 ούτως ποιήσω, λέγει Κύριος, τω τόπω τούτω και τοις κατοικούσιν εν αυτω του δοθήναι την πόλιν ταύτην ως την διαπίπτουσαν. 13 και οίκοι Ιερουσαλήμ και οίκοι βασιλέων Ιούδα έσονται καθώς ο τόπος ο διαπίπτων από των ακαθαρσιών αυτών εν πάσαις ταις οικίαις, εν αις εθυμίασαν επί των δωμάτων αυτών πάση τη στρατιά του ουρανού και έσπεισαν σπονδάς θεοίς αλλοτρίοις. - 14 Και ήλθεν Ιερεμίας από της διαπτώσεως, ου απέστειλεν αυτόν Κύριος εκεί του προφητεύσαι, και έστη εν τη αυλή οίκου Κυρίου και είπε προς πάντα τον λαόν· 15 τάδε λέγει Κύριος· ιδού εγώ επάγω επί την πόλιν ταύτην και επί πάσας τας πόλεις αυτής και επί τας κώμας αυτής άπαντα τα κακά, α ελάλησα επ' αυτήν, ότι εσκλήρυναν τον τράχηλον αυτών του μη εισακούειν των εντολών μου.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Κ

 1 ΚΑΙ ήκουσε Πασχώρ ο υιος Εμμήρ ο ιερεύς - και ούτος ην καθεσταμένος ηγούμενος οίκου Κυρίου - του Ιερεμίου προφητεύοντος τους λόγους τούτους. 2 και επάταξεν αυτόν και ενέβαλεν αυτόν εις τον καταρράκτην, ος ην εν πύλη οίκου αποτεταγμένου του υπερώου, ος ην εν οίκω Κυρίου. 3 και εξήγαγε Πασχώρ τον Ιερεμίαν εκ του καταρράκτου, και είπεν αυτω Ιερεμίας· ουχί Πασχώρ εκάλεσε Κύριος το όνομά σου, αλλ' ή Μέτοικον. 4 διότι τάδε λέγει Κύριος· ιδού εγώ δίδωμί σε εις μετοικίαν συν πάσι τοις φίλοις σου, και πεσούνται εν μαχαίρα εχθρών αυτών, και οι οφθαλμοί σου όψονται, και σε και πάντα Ιούδαν δώσω εις χείρας βασιλέως Βαβυλώνος, και μετοικιούσιν αυτούς και κατακόψουσιν εν μαχαίραις. 5 και δώσω την πάσαν ισχύν της πόλεως ταύτης και πάντας τους πόνους αυτής και πάντας τους θησαυρούς του βασιλέως Ιούδα εις χείρας εχθρών αυτού, και άξουσιν αυτούς εις Βαβυλώνα. 6 και συ και πάντες οι κατοικούντες εν τω οίκω σου πορεύσεσθε εν αιχμαλωσία, και εν Βαβυλώνι αποθανή και εκεί ταφήση, συ και πάντες οι φίλοι σου, οίς επροφήτευσας αυτοίς ψευδή.

 7 ‘Ηπάτησάς με, Κύριε, και ηπατήθην, εκράτησας και ηδυνάσθης· εγενόμην εις γέλωτα, πάσαν ημέραν διετέλεσα μυκτηριζόμενος· 8 ότι πικρω λόγω μου γελάσομαι, αθεσίαν και ταλαιπωρίαν επικαλέσομαι, ότι εγενήθη λόγος Κυρίου εις ονειδισμόν εμοί και εις χλευασμόν πάσαν ημέραν μου. 9 και είπα· ου μη ονομάσω το όνομα Κυρίου και ου μη λαλήσω έτι επί τω ονόματι αυτού. και εγένετο ως πυρ καιόμενον φλέγον εν τοις οστέοις μου, και παρείμαι πάντοθεν και ου δύναμαι φέρειν. 10 ότι ήκουσα ψόγον πολλών συναθροιζομένων κυκλόθεν· επισύστητε και επισυστώμεν αυτω, πάντες άνδρες φίλοι αυτού· τηρήσατε την επίνοιαν αυτού, ει απατηθήσεται και δυνησόμεθα αυτω και ληψόμεθα την εκδίκησιν ημών εξ αυτού. 11 ο δε Κύριος μετ' εμού καθώς μαχητής ισχύων· δια τούτο εδίωξαν και νοήσαι ουκ ηδύναντο· ησχύνθησαν σφόδρα, ότι ουκ ενόησαν ατιμίας αυτών, αι δι' αιώνος ουκ επιλησθήσονται. 12 Κύριε, δοκιμάζων δίκαια, συνίων νεφρούς και καρδίας, ίδοιμι την παρά σου εκδίκησιν εν αυτοίς, ότι προς σε απεκάλυψα τα απολογήματά μου. - 13 Άσατε τω Κυρίω, αινέσατε αυτω, ότι εξείλατο ψυχήν πένητος εκ χειρός πονηρευομένων. - 14 Επικατάρατος η ημέρα, εν ή ετέχθην εν αυτη· η ημέρα, εν ή έτεκέ με η μήτηρ μου, μη έστω επευκτή. 15 επικατάρατος ο άνθρωπος ο ευαγγελισάμενος τω πατρί μου λέγων· ετέχθη σοι άρσην, ευφραινόμενος. 16 έστω ο άνθρωπος εκείνος ως αι πόλεις, ας κατέστρεψε Κύριος εν θυμω και ου μετεμελήθη· ακουσάτω κραυγής τω πρωϊ και αλαλαγμού μεσημβρίας, 17 ότι ουκ απέκτεινέ με εν μήτρα μητρός και εγένετό μοι η μήτηρ μου τάφος μου και η μήτρα συλλήψεως αιωνίας. 18 ινατί τούτο εξήλθον εκ μήτρας του βλέπειν κόπους και πόνους, και διετέλεσαν εν αισχύνη αι ημέραι μου;

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΑ

 1 Ο λόγος ο γενόμενος παρά Κυρίου προς Ιερεμίαν, ότε απέστειλε προς αυτόν ο βασιλεύς Σεδεκίας τον Πασχώρ υιόν Μελχίου και Σοφονίαν υιόν Μαασαίου τον ιερέα λέγων· 2 επερώτησον περί ημών τον Κύριον, ότι βασιλεύς Βαβυλώνος εφέστηκεν εφ' ημάς, ει ποιήσει Κύριος κατά πάντα τα θαυμάσια αυτού, και απελεύσεται αφ' ημών. 3 και είπε προς αυτούς Ιερεμίας· ούτως ερείτε προς Σεδεκίαν βασιλέα Ιούδα· 4 τάδε λέγει Κύριος· ιδού εγώ μεταστρέψω τα όπλα τα πολεμικά, εν οίς υμείς πολεμείτε εν αυτοίς προς τους Χαλδαίους τους συγκεκλεικότας υμάς έξωθεν του τείχους, και συνάξω αυτούς εις το μέσον της πόλεως ταύτης 5 και πολεμήσω εγώ υμάς εν χειρί εκτεταμένη και εν βραχίονι κραταιω μετά θυμού και οργής μεγάλης 6 και πατάξω πάντας τους κατοικούντας εν τη πόλει ταύτη, τους ανθρώπους και τα κτήνη, εν θανάτω μεγάλω, και αποθανούνται. 7 και μετά ταύτα -ούτως λέγει Κύριος- δώσω τον Σεδεκίαν βασιλέα Ιούδα και τους παίδας αυτού και τον λαόν τον καταλειφθέντα εν τη πόλει ταύτη από του θανάτου και από του λιμού και από της μαχαίρας εις χείρας εχθρών αυτών των ζητούντων τας ψυχάς αυτών, και κατακόψουσιν αυτούς εν στόματι μαχαίρας· ου φείσομαι επ' αυτοίς και ου μη οικτειρήσω αυτούς. 8 και προς τον λαόν τούτον ερείς· τάδε λέγει Κύριος· ιδού εγώ δέδωκα προ προσώπου υμών την οδόν της ζωής και την οδόν του θανάτου· 9 ο καθήμενος εν τη πόλει ταύτη αποθανείται εν μαχαίρα και εν λιμω, και ο εκπορευόμενος προσχωρήσαι προς τους Χαλδαίους τους συγκεκλεικότας υμάς ζήσεται, και έσται η ψυχή αυτού εις σκύλα, και ζήσεται. 10 διότι εστήρικα το πρόσωπόν μου επί την πόλιν ταύτην εις κακά και ουκ εις αγαθά· εις χείρας βασιλέως Βαβυλώνος παραδοθήσεται, και κατακαύσει αυτήν εν πυρί. 11 ο οίκος βασιλέως Ιούδα, ακούσατε λόγον Κυρίου· 12 οίκος Δαυίδ, τάδε λέγει Κύριος· κρίνατε πρωϊ κρίμα και κατευθύνατε και εξέλεσθε διηρπασμένον εκ χειρός αδικούντος αυτόν, όπως μη αναφθή ως πυρ η οργή μου και καυθήσεται, και ουκ έσται ο σβέσων. 13 ιδού εγώ προς σε τον κατοικούντα την κοιλάδα Σόρ, την πεδεινήν, τους λέγοντας· τις πτοήσει ημάς; ή τις εισελεύσεται προς το κατοικητήριον ημών; 14 και ανάψω πυρ εν τω δρυμω αυτής, και έδεται πάντα τα κύκλω αυτής.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΒ

 1 ΤΑΔΕ λέγει Κύριος· πορεύου και κατάβηθι εις τον οίκον του βασιλέως Ιούδα και λαλήσεις εκεί τον λόγον τούτον 2 και ερείς· άκουε λόγον Κυρίου, βασιλεύ Ιούδα ο καθήμενος επί θρόνου Δαυίδ, συ και ο οίκός σου και ο λαός σου και οι εισπορευόμενοι ταις πύλαις ταύταις· 3 τάδε λέγει Κύριος· ποιείτε κρίσιν και δικαιοσύνην και εξαιρείσθε διηρπασμένον εκ χειρός αδικούντος αυτόν και προσήλυτον και ορφανόν και χήραν μη καταδυναστεύετε και μη ασεβήτε και αίμα αθωον μη εκχέητε εν τω τόπω τούτω. 4 διότι εάν ποιούντες ποιήσητε τον λόγον τούτον, και εισελεύσονται εν ταις πύλαις του οίκου τούτου βασιλείς καθήμενοι επί θρόνου Δαυίδ και επιβεβηκότες εφ' αρμάτων και ίππων, αυτοί και οι παίδες αυτών, και ο λαός αυτών· 5 εάν δε μη ποιήσητε τους λόγους τούτους, κατ' εμαυτού ώμοσα, λέγει Κύριος, ότι εις ερήμωσιν έσται ο οίκος ούτος. 6 ότι τάδε λέγει Κύριος κατά του οίκου βασιλέως Ιούδα· Γαλαάδ συ μοι, αρχή του Λιβάνου, εάν μη θώ σε εις έρημον, πόλεις μη κατοικηθησομένας· 7 και επάξω επί σε ολοθρεύοντα άνδρα και τον πέλεκυν αυτού, και εκκόψουσι τας εκλεκτάς κέδρους σου και εμβαλούσιν εις το πυρ. 8 και διελεύσονται έθνη δια της πόλεως ταύτης και ερεί έκαστος προς τον πλησίον αυτού· διατί εποίησε Κύριος ούτως τη πόλει ταύτη τη μεγάλη; 9 και ερούσιν· ανθ' ων εγκατέλιπον την διαθήκην Κυρίου Θεού αυτών και προσεκύνησαν θεοίς αλλοτρίοις και εδούλευσαν αυτοίς.

 10 Μή κλαίετε τον τεθνηκότα μηδέ θρηνείτε αυτόν· κλαύσατε κλαυμω τον εκπορευόμενον, ότι ουκ επιστρέψει έτι, ουδέ όψεται την γην πατρίδος αυτού. 11 διότι τάδε λέγει Κύριος επί Σελλήμ υιόν Ιωσία τον βασιλεύοντα αντί Ιωσίου του πατρός αυτού, ος εξήλθεν εκ του τόπου τούτου· ουκ αναστρέψει εκεί έτι, 12 αλλ' ή εν τω τόπω, ου μετώκισα αυτόν, εκεί αποθανείται και την γην ταύτην ουκ όψεται έτι. - 13 Ω ο οικοδομών οικίαν αυτού ου μετά δικαιοσύνης και τα υπερωα αυτού ουκ εν κρίματι, παρά τω πλησίον αυτού εργάται δωρεάν και τον μισθόν αυτού ου μη αποδώσει αυτω. 14 ωκοδόμησας σεαυτω οίκον σύμμετρον, υπερωα ριπιστά διεσταλμένα θυρίσι και εξυλωμένα εν κέδρω και κεχρισμένα εν μίλτω. 15 μη βασιλεύσης, ότι συ παροξύνη εν Άχαζ τω πατρί σου; ου φάγονται και ου πίονται· βέλτιον ην σε ποιείν κρίμα και δικαιοσύνην. 16 ουκ έγνωσαν, ουκ έκριναν κρίσιν ταπεινω ουδέ κρίσιν πένητος· ου τούτό εστι το μη γνώναί σε εμέ, λέγει Κύριος; 17 ιδού ουκ εισίν οι οφθαλμοί σου ουδέ η καρδία σου καλή, αλλά εις την πλεονεξίαν σου και εις το αίμα το αθωον του εκχέειν αυτό και εις αδικήματα και εις φόνον του ποιείν αυτά. 18 δια τούτο τάδε λέγει Κύριος επί Ιωακείμ υιόν Ιωσία βασιλέα Ιούδα· ουαί επί τον άνδρα τούτον· ου μη κόψονται αυτόν· ω αδελφέ, ουδέ μη κλαύσονται αυτόν· οίμοι Κύριε. 19 ταφήν όνου ταφήσεται, συμψηθείς ριφήσεται επέκεινα της πύλης Ιερουσαλήμ. - 20 Ανάβηθι εις τον Λίβανον και κράξον και εις την Βασάν δος την φωνήν σου και βόησον εις το πέραν της θαλάσσης, ότι συνετρίβησαν πάντες οι ερασταί σου. 21 ελάλησα προς σε εν τη παραπτώσει σου, και είπας· ουκ ακούσομαι· αύτη η οδός σου εκ νεότητός σου, ουκ ήκουσας της φωνής μου. 22 πάντας τους ποιμένας σου ποιμανεί άνεμος, και οι ερασταί σου εν αιχμαλωσία εξελεύσονται· ότι τότε αισχυνθήση και ατιμωθήση από πάντων των φιλούντων σε. 23 κατοικούσα εν τω Λιβάνω, εννοσσεύουσα εν ταις κέδροις, καταστενάξεις εν τω ελθείν σοι οδύνας ως τικτούσης. 24 ζω εγώ, λέγει Κύριος, εάν γενόμενος γένηται Ιεχονίας υιος Ιωακείμ βασιλεύς Ιούδα αποσφράγισμα επί της χειρός της δεξιάς μου, εκείθεν εκσπάσω σε 25 και παραδώσω σε εις χείρας των ζητούντων την ψυχήν σου, ων συ ευλαβή από προσώπου αυτών, εις χείρας των Χαλδαίων· 26 και απορρίψω σε και την μητέρα σου την τεκούσάν σε εις γην, ου ουκ ετέχθης εκεί, και εκεί αποθανείσθε. 27 εις δε την γην, ην αυτοί εύχονται ταις ψυχαίς αυτών, ου μη αποστρέψωσιν. 28 ητιμώθη Ιεχονίας ως σκεύος, ου ουκ έστι χρεία αυτού, ότι εξερρίφη και εξεβλήθη εις γην, ην ουκ ήδει. 29 γη γη ακουε λόγον Κυρίου· 30 γράψον τον άνδρα τούτον εκκήρυκτον άνθρωπον, ότι ου μη αυξηθή εκ του σπέρματος αυτού ανήρ καθήμενος επί θρόνου Δαυίδ άρχων έτι εν τω Ιούδα.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΓ

 1 Ω οι ποιμένες οι διασκορπίζοντες και απολλύοντες τα πρόβατα της νομής μου. 2 δια τούτο τάδε λέγει Κύριος επί τους ποιμαίνοντας τον λαόν μου· υμείς διεσκορπίσατε τα πρόβατά μου και εξώσατε αυτά και ουκ επεσκέψασθε αυτά, ιδού εγώ εκδικώ εφ' υμάς κατά τα πονηρά επιτηδεύματα υμών· 3 και εγώ εισδέξομαι τους καταλοίπους του λαού μου επί πάσης της γης, ου έξωσα αυτούς εκεί, και καταστήσω αυτούς εις την νομήν αυτών, και αυξηθήσονται και πληθυνθήσονται· 4 και αναστήσω αυτοίς ποιμένας, οί ποιμανούσιν αυτούς, και ου φοβηθήσονται έτι ουδέ πτοηθήσονται, λέγει Κύριος. 5 ιδού ημέραι έρχονται, λέγει Κύριος, και αναστήσω τω Δαυίδ ανατολήν δικαίαν, και βασιλεύσει βασιλεύς και συνήσει και ποιήσει κρίμα και δικαιοσύνην επί της γης. 6 εν ταις ημέραις αυτού σωθήσεται Ιούδας, και Ισραήλ κατασκηνώσει πεποιθώς, και τούτο το όνομα αυτού, ό καλέσει αυτόν Κύριος Ιωσεδέκ.

 9 Εν τοις προφήταις συνετρίβη η καρδία μου, εν εμοί εσαλεύθη πάντα τα οστά μου, εγενήθην ως ανήρ συντετριμμένος και ως άνθρωπος συνεχόμενος από οίνου από προσώπου Κυρίου και από προσώπου ευπρεπείας δόξης αυτού. 10 ότι από προσώπου τούτων επένθησεν η γη, εξηράνθησαν αι νομαί της ερήμου, και εγένετο ο δρόμος αυτών πονηρός και η ισχύς αυτών ουχ ούτως. 11 ότι ιερεύς και προφήτης εμολύνθησαν και εν τω οίκω μου είδον πονηρίας αυτών. 12 δια τούτο γενέσθω η οδός αυτών αυτοίς εις ολίσθημα εν γνόφω, και υποσκελισθήσονται και πεσούνται εν αυτη· διότι επάξω επ' αυτούς κακά εν ενιαυτω επισκέψεως αυτών, φησί Κύριος. 13 και εν τοις προφήταις Σαμαρείας είδον ανομήματα· επροφήτευσαν δια της Βάαλ και επλάνησαν τον λαόν μου Ισραήλ. 14 και εν τοις προφήταις Ιερουσαλήμ εώρακα φρικτά, μοιχωμένους και πορευομένους εν ψεύδεσι και αντιλαμβανομένους χειρών πονηρών του μη αποστραφήναι έκαστον από της οδού αυτού της πονηράς· εγενήθησάν μοι πάντες ως Σόδομα και οι κατοικούντες αυτήν ωσπερ Γόμορρα. 15 δια τούτο τάδε λέγει Κύριος· ιδού εγώ ψωμιώ αυτούς οδύνην και ποτιώ αυτούς ύδωρ πικρόν, ότι από των προφητών Ιερουσαλήμ εξήλθε μολυσμός πάση τη γη. 16 ούτως λέγει Κύριος παντοκράτωρ· μη ακούετε τους λόγους των προφητών, ότι ματαιούσιν εαυτοίς όρασιν, από καρδίας αυτών λαλούσι και ουκ από στόματος Κυρίου. 17 λέγουσι τοις απωθουμένοις τον λόγον Κυρίου· ειρήνη έσται υμίν· και πάσι τοις πορευομένοις τοις θελήμασιν αυτών, παντί τω πορευομένω πλάνη καρδίας αυτού είπαν· ουχ ήξει επί σε κακά. 18 ότι τις έστη εν υποστήματι Κυρίου και είδε τον λόγον αυτού; τις ηνωτίσατο και ήκουσεν; 19 ιδού σεισμός παρά Κυρίου και οργή εκπορεύεται εις συσσεισμόν, συστρεφομένη επί τους ασεβείς ήξει. 20 και ουκ έτι αποστρέψει ο θυμός Κυρίου, έως αν ποιήση αυτό και έως αν στήση αυτό από εγχειρήματος καρδίας αυτού· επ' εσχάτου των ημερών νοήσουσιν αυτά. 21 ουκ απέστελλον τους προφήτας, και αυτοί έτρεχον· ουδέ ελάλησα προς αυτούς, και αυτοί επροφήτευον. 22 και ει έστησαν εν τη υποστάσει μου και ει ήκουσαν των λόγων μου, και τον λαόν μου αν απέστρεφον αυτούς από των πονηρών επιτηδευμάτων αυτών. 23 Θεός εγγίζων εγώ ειμι, λέγει Κύριος, και ουχί Θεός πόρρωθεν. 24 ει κρυβήσεταί τις εν κρυφαίοις, και εγώ ουκ όψομαι αυτόν; μη ουχί τον ουρανόν και την γην εγώ πληρώ; λέγει Κύριος. 25 ήκουσα α λαλούσιν οι προφήται, α προφητεύουσιν επί τω ονόματί μου ψευδή λέγοντες· ηνυπνιασάμην ενύπνιον. 26 έως πότε έσται εν καρδία των προφητών των προφητευόντων ψευδή και εν τω προφητεύειν αυτούς τα θελήματα της καρδίας αυτών; 27 των λογιζομένων του επιλαθέσθαι του νόμου μου εν τοις ενυπνίοις αυτών, α διηγούντο έκαστος τω πλησίον αυτού, καθάπερ επελάθοντο οι πατέρες αυτών του ονόματός μου εν τη Βάαλ; 28 ο προφήτης, εν ω το ενύπνιόν εστι, διηγησάσθω το ενύπνιον αυτού, και εν ω ο λόγος μου προς αυτόν, διηγησάσθω τον λόγον μου επ' αληθείας. τι το άχυρον προς τον σίτον; ούτως οι λόγοι μου, λέγει Κύριος. 29 ουκ ιδού οι λόγοι μου ωσπερ πυρ φλέγον, λέγει Κύριος, και ως πέλυξ κόπτων πέτραν; 30 ιδού εγώ δια τούτο προς τους προφήτας, λέγει Κύριος ο Θεός, τους κλέπτοντας τους λόγους μου έκαστον παρά του πλησίον αυτού. 31 ιδού εγώ προς τους προφήτας τους εκβάλλοντας προφητείας γλώσσης και νυστάζοντας νυσταγμόν εαυτών. 32 ιδού εγώ προς τους προφήτας τους προφητεύοντας ενύπνια ψευδή και διηγούντο αυτά και επλάνησαν τον λαόν μου εν τοις ψεύδεσιν αυτών και εν τοις πλάνοις αυτών και εγώ ουκ απέστειλα αυτούς και ουκ ενετειλάμην αυτοίς και ωφέλειαν ουκ ωφελήσουσι τον λαόν τούτον. 33 και εάν ερωτήσωσί σε ο λαός ούτος ή ιερεύς ή προφήτης λέγων· τι το λήμμα Κυρίου; και ερείς αυτοίς· υμείς εστε το λήμμα και ράξω υμάς, λέγει Κύριος. 34 ο προφήτης και οι ιερείς και ο λαός, οί αν είπωσι· λήμμα Κυρίου, και εκδικήσω τον άνθρωπον εκείνον και τον οίκον αυτού. 35 ότι ούτως ερείτε έκαστος προς τον πλησίον αυτού και έκαστος προς τον αδελφόν αυτού· τι απεκρίθη Κύριος, και τι ελάλησε Κύριος; 36 και λήμμα Κυρίου μη ονομάζετε έτι, ότι το λήμμα τω ανθρώπω έσται ο λόγος αυτού· 37 και διατί ελάλησε Κύριος ο Θεός ημών; 38 δια τούτο τάδε λέγει Κύριος ο Θεός ημών· ανθ' ων είπατε τον λόγον τούτον· λήμμα Κυρίου, και απέστειλα προς υμάς λέγων· ουκ ερείτε· λήμμα Κυρίου, 39 δια τούτο ιδού εγώ λαμβάνω και ράσσω υμάς και την πόλιν, ην έδωκα υμίν και τοις πατράσιν υμών, 40 και δώσω εφ' υμάς ονειδισμόν αιώνιον και ατιμίαν αιώνιον, ήτις ουκ επιλησθήσεται. - 7 Δια τούτο ιδού ημέραι έρχονται, λέγει Κύριος, και ουκ ερούσιν έτι· ζη Κύριος, ος ανήγαγε τον οίκον Ισραήλ εκ γης Αιγύπτου, 8 αλλά· ζη Κύριος, ος συνήγαγε παν το σπέρμα Ισραήλ από γης βορρά και από πασών των χωρών, ου έξωσεν αυτούς εκεί. και αποκατέστησεν αυτούς εις την γην αυτών.

 ΙΕΡΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ ΚΔ

 1 ΕΔΕΙΞΕ μοι Κύριος δύο καλάθους σύκων κειμένους κατά πρόσωπον ναού Κυρίου μετά το αποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλώνος τον Ιεχονίαν υιόν Ιωακείμ βασιλέα Ιούδα και τους άρχοντας και τους τεχνίτας και τους δεσμώτας και τους πλουσίους εξ Ιερουσαλήμ και ήγαγεν αυτούς εις Βαβυλώνα· 2 ο κάλαθος ο εις σύκων χρηστών σφόδρα, ως τα σύκα τα πρώϊμα, και ο κάλαθος ο έτερος σύκων πονηρών σφόδρα, α ου βρωθήσεται από πονηρίας αυτών. 3 και είπε Κύριος προς με· τι συ οράς, Ιερεμία; και είπα· σύκα· τα χρηστά χρηστά λίαν, και τα πονηρά πονηρά λίαν, α ου βρωθήσεται από πονηρίας αυτών. 4 και εγένετο λόγος Κυρίου προς με λέγων· 5 τάδε λέγει Κύριος ο Θεός Ισραήλ· ως τα σύκα τα χρηστά ταύτα, ούτως επιγνώσομαι τους αποικισθέντας Ιούδα, ους εξαπέσταλκα εκ του τόπου τούτου εις γην Χαλδαίων εις αγαθά. και στηριώ τους οφθαλμούς μου επ' αυτούς εις αγαθά και αποκαταστήσω αυτούς εις την γην ταύτην εις αγαθά και ανοικοδομήσω αυτούς και ου μη καθελώ και καταφυτεύσω αυτούς και ου μη εκτίλω. 7 και δώσω αυτοίς καρδίαν του ειδέναι αυτούς εμέ, ότι εγώ ειμι Κύριος, και έσονταί μοι εις λαόν, και εγώ έσομαι αυτοίς εις Θεόν, ότι επιστραφήσονται επ' εμέ εξ όλης της καρδίας αυτών. 8 και ως τα σύκα τα πονηρά, α ου βρωθήσονται από πονηρίας αυτών, τάδε λέγει Κύριος, ούτως παραδώσω τον Σεδεκίαν βασιλέα Ιούδα και τους μεγιστάνας αυτού και το κατάλοιπον Ιερουσαλήμ τους υπολελειμμένους εν τη γη ταύτη και τους κατοικούντας εν Αιγύπτω. 9 και δώσω αυτούς εις διασκορπισμόν εις πάσας τας βασιλείας της γης, και έσονται εις ονειδισμόν και εις παραβολήν και εις μίσος και εις κατάραν εν παντί τόπω, ου έξωσα αυτούς εκεί. 10 και αποστελώ εις αυτούς τον λιμόν και τον θάνατον και την μάχαιραν, έως αν εκλείπωσιν από της γης, ης έδωκα αυτοίς.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΕ

 1 Ο λόγος ο γενόμενος προς Ιερεμίαν επί πάντα τον λαόν Ιούδα εν τω έτει τω τετάρτω του Ιωακείμ υιού Ιωσία βασιλέως Ιούδα, 2 ον ελάλησε προς πάντα τον λαόν Ιούδα και προς τους κατοικούντας Ιερουσαλήμ λέγων· 3 εν τω τρισκαιδεκάτω έτει Ιωσία υιού Αμώς βασιλέως Ιούδα και έως της ημέρας ταύτης είκοσι και τρία έτη και ελάλησα προς υμάς ορθρίζων και λέγων 4 και απέστελλον προς υμάς τους δούλους μου τους προφήτας, όρθρου αποστέλλων, και ουκ εισηκούσατε και ου προσέσχετε τοις ωσίν υμών, 5 λέγων· αποστράφητε έκαστος από της οδού αυτού της πονηράς και από των πονηρών επιτηδευμάτων υμών, και κατοικήσετε επί της γης, ης έδωκα υμίν και τοις πατράσιν υμών, απ' αιώνος και έως αιώνος. 6 μη πορεύεσθε οπίσω θεών αλλοτρίων του δουλεύειν αυτοίς, και του προσκυνείν αυτοίς, όπως μη παροργίζητέ με εν τοις έργοις των χειρών υμών του κακώσαι υμάς· 7 και ουκ ηκούσατέ μου. 8 δια τούτο τάδε λέγει Κύριος· επειδή ουκ επιστεύσατε τοις λόγοις μου, 9 ιδού εγώ αποστέλλω και λήψομαι την πατριάν από βορρά και άξω αυτούς επί την γην ταύτην και επί τους κατοικούντας αυτήν και επί πάντα τα έθνη τα κύκλω αυτής και εξερημώσω αυτούς και δώσω αυτούς εις αφανισμόν και εις συριγμόν και εις ονειδισμόν αιώνιον· 10 και απολώ απ' αυτών φωνήν χαράς και φωνήν ευφροσύνης, φωνήν νυμφίου και φωνήν νύμφης, οσμήν μύρου και φως λύχνου. 11 και έσται πάσα η γη εις αφανισμόν, και δουλεύσουσιν εν τοις έθνεσιν εβδομήκοντα έτη. 12 και εν τω πληρωθήναι τα εβδομήκοντα έτη, εκδικήσω το έθνος εκείνο, φησί Κύριος, και θήσομαι αυτούς εις αφανισμόν αιώνιον· 13 και επάξω επί την γην εκείνην πάντας τους λόγους μου, ους ελάλησα κατ' αυτής, πάντα τα γεγραμμένα εν τω βιβλίω τούτω.

 Α επροφήτευσεν Ιερεμίας επί τα έθνη.

 (Μασ. ΜΘ 34 ). 14 Τα Αιλάμ. - Τάδε λέγει Κύριος· συνετρίβη το τόξον Αιλάμ, αρχή δυναστείας αυτών. 15 και επάξω επί Αιλάμ τέσσαρας ανέμους εκ των τεσσάρων άκρων του ουρανού και διασπερώ αυτούς εν πάσι τοις ανέμοις τούτοις, και ουκ έσται έθνος, ό ουχ ήξει εκεί, οι εξωσμένοι Αιλάμ. 16 και πτοήσω αυτούς εναντίον των εχθρών αυτών των ζητούντων την ψυχήν αυτών και επάξω επ' αυτούς κακά κατά την οργήν του θυμού μου και επαποστελώ οπίσω αυτών την μάχαιράν μου έως του εξαναλώσαι αυτούς. 17 και θήσω τον θρόνον μου εν Αιλάμ και εξαποστελώ εκείθεν βασιλέα και μεγιστάνας. 18 και έσται επ' εσχάτου των ημερών και αποστρέψω την αιχμαλωσίαν Αιλάμ, λέγει Κύριος. - Εν αρχή βασιλεύοντος Σεδεκίου βασιλέως εγένετο ο λόγος ούτος περί Αιλάμ.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ (Μασ. ΜΣΤ)

2 1 Τ… Αιγύπτω επί δύναμιν Φαραώ Νεχαώ βασιλέως Αιγύπτου, ος ην επί τω ποταμω Ευφράτη εν Χαρχαμείς, ον επάταξε Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος, εν τω έτει τω τετάρτω Ιωακείμ βασιλέως Ιούδα.

 3 Αναλάβετε όπλα και ασπίδας και προσαγάγετε εις πόλεμον· 4 επισάξατε τους ίππους, επίβητε, οι ιππείς, και κατάστητε εν ταις περικεφαλαίαις υμών· προβάλετε τα δόρατα και ενδύσασθε τους θώρακας υμών. 5 τι ότι αυτοί πτοούνται και αποχωρούσιν εις τα οπίσω; διότι οι ισχυροί αυτών κοπήσονται. φυγή έφυγον και ουκ ανέστρεψαν περιεχόμενοι κυκλόθεν, λέγει Κύριος. 6 μη φευγέτω ο κούφος, και μη ανασωζέσθω ο ισχυρός· επί βορράν τα παρά τον Ευφράτην ησθένησαν, πεπτώκασι. 7 τις ούτος ως ποταμός αναβήσεται και ως ποταμοί κυμαίνουσιν ύδωρ; 8 ύδατα Αιγύπτου ωσεί ποταμός αναβήσεται και είπεν· αναβήσομαι και κατακαλύψω την γην και απολώ τους κατοικούντας εν αυτη. 9 επίβητε επί τους ίππους, παρασκευάσατε τα άρματα, εξέλθατε, οι μαχηταί Αιθιόπων και Λίβυες καθωπλισμένοι όπλοις· και Λυδοί, ανάβητε, εντείνατε τόξον. 10 και η ημέρα εκείνη Κυρίω τω Θεω ημών ημέρα εκδικήσεως του εκδικήσαι τους εχθρούς αυτού, και καταφάγεται η μάχαιρα Κυρίου και εμπλησθήσεται και μεθυσθήσεται από του αίματος αυτών, ότι θυσία τω Κυρίω σαβαώθ από γης βορρά επί ποταμω Ευφράτη. 1 11 ανάβηθι Γαλαάδ και λάβε ρητίνην τη παρθένω θυγατρί Αιγύπτου· εις κενόν επλήθυνας ιάματά σου, ωφέλεια ουκ έστιν εν σοί. 12 ήκουσαν έθνη φωνήν σου, και της κραυγής σου επλήσθη η γη, ότι μαχητής προς μαχητήν ησθένησαν, επί το αυτό έπεσαν αμφότεροι.

 13 Α ελάλησε Κύριος εν χειρί Ιερεμίου του ελθείν Ναβουχοδονόσορ τον βασιλέα Βαβυλώνος του κόψαι γην Αιγύπτου.

 14 Αναγγείλατε εις Μάγδωλον και παραγγείλατε εις Μέμφιν, είπατε· επίστηθι και ετοίμασον, ότι κατέφαγε μάχαιρα την σμίλακά σου. 15 διατί έφυγεν από σου ο Άπις; ο μόσχος ο εκλεκτός σου ουκ έμεινεν, ότι Κύριος παρέλυσεν αυτόν. 16 και το πλήθός σου ησθένησε και έπεσε, και έκαστος προς τον πλησίον αυτού ελάλει· αναστώμεν και αναστρέψωμεν προς τον λαόν ημών εις την πατρίδα ημών από προσώπου μαχαίρας Ελληνικής. 17 καλέσατε το όνομα Φαραώ Νεχαώ βασιλέως Αιγύπτου, Σαών- Εσβί- Εμωήδ. 18 ζω εγώ, λέγει Κύριος ο Θεός, ότι ως το Ιταβύριον εν τοις όρεσι και ως ο Κάρμηλος εν τη θαλάσση ήξει. 19 σκεύη αποικισμού ποίησον σεαυτη, κατοικούσα θύγατερ Αιγύπτου, ότι Μέμφις εις αφανισμόν έσται και κληθήσεται ουαί δια το μη υπάρχειν κατοικούντας εν αυτη. 20 δάμαλις κεκαλλωπισμένη Αίγυπτος, απόσπασμα από βορρά ήλθεν επ' αυτήν. 21 και οι μισθωτοί αυτής εν αυτη ωσπερ μόσχοι σιτευτοί τρεφόμενοι εν αυτη, διότι και αυτοί απεστράφησαν και έφυγον ομοθυμαδόν, ουκ έστησαν, ότι ημέρα απωλείας ήλθεν επ' αυτούς και καιρός εκδικήσεως αυτών. 22 φωνή ως όφεως συρίζοντος, ότι εν άμμω πορεύονται· εν αξίναις ήξουσιν επ' αυτήν ως κόπτοντες ξύλα. 23 εκκόψουσι τον δρυμόν αυτής, λέγει Κύριος ο Θεός, ότι ου μη εικασθή, ότι πληθύνει υπέρ ακρίδα και ουκ έστιν αυτοίς αριθμός. 24 κατησχύνθη η θυγάτηρ Αιγύπτου, παρεδόθη εις χείρας λαού από βορρά. 25 ιδού εγώ εκδικώ τον Αμμών τον υιόν αυτής επί Φαραώ και επί τους πεποιθότας επ' αυτω. 27 συ δε μη φοβηθής, δούλός μου Ιακώβ, μηδέ πτοηθής, Ισραήλ· διότι εγώ ιδού σώζων σε μακρόθεν και το σπέρμα σου εκ της αιχμαλωσίας αυτών, και αναστρέψει Ιακώβ και ησυχάσει και υπνώσει, και ουκ έσται ο παρενοχλών αυτόν. 28 μη φοβού, παις μου Ιακώβ, λέγει Κύριος, ότι μετά σου εγώ ειμι· η απτόητος και τρυφερά παρεδόθη· ότι ποιήσω έθνει συντέλειαν εν παντί έθνει, εις ους έξωσά σε εκεί, σε δε ου μη ποιήσω εκλιπείν· και παιδεύσω σε εις κρίμα και αθωον ουκ αθωώσω σε.

ΙΕΡΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ ΚΖ (Μασ. Ν)

 1 ΛΟΓΟΣ Κυρίου ον ελάλησεν επί Βαβυλώνα.

 2 Αναγγείλατε εν τοις έθνεσι και ακουστά ποιήσατε και μη κρύψητε, είπατε· εάλωκε Βαβυλών, κατησχύνθη Βήλος η απτόητος, η τρυφερά παρεδόθη Μαρωδάχ. 3 ότι ανέβη επ' αυτήν έθνος από βορρά· ούτος θήσει την γην αυτής εις αφανισμόν, και ουκ έσται ο κατοικών εν αυτη από ανθρώπου και έως κτήνους. 4 εν ταις ημέραις εκείναις και εν τω καιρω εκείνω ήξουσιν οι υιοί Ισραήλ, αυτοί και οι υιοί Ιούδα επί το αυτό· βαδίζοντες και κλαίοντες πορεύσονται τον Κύριον Θεόν αυτών ζητούντες. 5 έως Σιών ερωτήσουσι την οδόν, ώδε γαρ το πρόσωπον αυτών δώσουσι· και ήξουσι και καταφεύξονται προς Κύριον τον Θεόν, διαθήκη γαρ αιώνιος ουκ επιλησθήσεται. 6 πρόβατα απολωλότα εγενήθη ο λαός μου, οι ποιμένες αυτών έξωσαν αυτούς, επί τα όρη απεπλάνησαν αυτούς, εξ όρους επί βουνόν ώχοντο, επελάθοντο κοίτης αυτών. 7 πάντες οι ευρίσκοντες αυτούς ανήλισκον αυτούς, οι εχθροί αυτών είπαν· μη ανώμεν αυτούς· ανθ' ων ήμαρτον τω Κυρίω νομή δικαιοσύνης τω συναγαγόντι τους πατέρας αυτών. 8 απαλλοτριώθητε εκ μέσου Βαβυλώνος και από γης Χαλδαίων και εξέλθατε και γένεσθε ωσπερ δράκοντες κατά πρόσωπον προβάτων. 9 ότι ιδού εγώ εγείρω επί Βαβυλώνα συναγωγάς εθνών εκ γης βορρά, και παρατάξονται αυτη· εκείθεν αλώσεται, ως βολίς μαχητού συνετού ουκ επιστρέψει κενή. 10 και έσται η Χαλδαία εις προνομήν, πάντες οι προνομεύοντες αυτήν εμπλησθήσονται, 11 ότι ηυφραίνεσθε και κατεκαυχάσθε διαρπάζοντες την κληρονομίαν μου, διότι εσκιρτάτε ως βοϊδια εν βοτάνη και εκερατίζετε ως ταύροι. 12 ησχύνθη η μήτηρ υμών σφόδρα, ενετράπη η τεκούσα υμάς μήτηρ επ' αγαθά εσχάτη εθνών έρημος. 13 από οργής Κυρίου ου κατοικηθήσεται. και έσται εις αφανισμόν πάσα, και πας ο διοδεύων δια Βαβυλώνος σκυθρωπάσει και συριούσιν επί πάσαν την πληγήν αυτής. 14 παρατάξασθε επί Βαβυλώνα κύκλω, πάντες τείνοντες τόξον· τοξεύσατε επ' αυτήν, μη φείσησθε επί τοις τοξεύμασιν υμών. 15 κατακρατήσατε αυτήν· παρελύθησαν αι χείρες αυτής, έπεσαν αι επάλξεις αυτής και κατεσκάφη το τείχος αυτής, ότι εκδίκησις παρά Θεού εστιν· εκδικείτε επ' αυτήν· καθώς εποίησε, ποιήσατε αυτη. 16 εξολοθρεύσασθε σπέρμα εκ Βαβυλώνος, κατέχοντα δρέπανον εν καιρω θερισμού· από προσώπου μαχαίρας Ελληνικής έκαστος εις τον λαόν αυτού αποστρέψουσι και έκαστος εις την γην αυτού φεύξεται.

 17 Πρόβατον πλανώμενον Ισραήλ, λέοντες έξωσαν αυτόν· ο πρώτος έφαγεν αυτόν βασιλεύς Ασσούρ και ούτος ύστερον τα οστά αυτού βασιλεύς Βαβυλώνος. 18 δια τούτο τάδε λέγει Κύριος· ιδού εγώ εκδικώ επί τον βασιλέα Βαβυλώνος και επί την γην αυτού, καθώς εξεδίκησα επί τον βασιλέα Ασσούρ. 19 και αποκαταστήσω τον Ισραήλ εις την νομήν αυτού, και νεμήσεται εν τω Καρμήλω και εν όρει Εφραίμ και εν τω Γαλαάδ και πλησθήσεται η ψυχή αυτού. 20 εν ταις ημέραις εκείναις και εν τω καιρω εκείνω ζητήσουσι την αδικίαν Ισραήλ, και ουχ υπάρξει, και τας αμαρτίας Ιούδα, και ου μη ευρεθώσιν, ότι ίλεως έσομαι τοις υπολελειμμένοις επί της γης, λέγει Κύριος. - 21 Πικρώς επίβηθι επ' αυτήν και επί τους κατοικούντας επ' αυτήν· εκδίκησον, μάχαιρα, και αφάνισον, λέγει Κύριος, και ποίει κατά πάντα, όσα εντέλλομαί σοι. 22 φωνή πολέμου και συντριβή μεγάλη εν γη Χαλδαίων. 23 Πως εκλάσθη και συνετρίβη η σφύρα πάσης της γης; Πως εγενήθη εις αφανισμόν Βαβυλών εν έθνεσιν; 24 επιθήσονταί σοι, και αλώση, ω Βαβυλών, και ου γνώση· ευρέθης και ελήφθης, ότι τω Κυρίω αντέστης. 25 ήνοιξε Κύριος τον θησαυρόν αυτού και εξήνεγκε τα σκεύη οργής αυτού, ότι έργον τω Κυρίω Θεω εν γη Χαλδαίων, 26 ότι εληλύθασιν οι καιροί αυτής. ανοίξατε τας αποθήκας αυτής, ερευνήσατε αυτήν ως σπήλαιον και εξολοθρεύσατε αυτήν, μη γενέσθω αυτής κατάλειμμα. 27 αναξηράνατε αυτής πάντας τους καρπούς, και καταβήτωσαν εις σφαγήν· ουαί αυτοίς, ότι ήκει η ημέρα αυτών και καιρός εκδικήσεως αυτών. 28 φωνή φευγόντων και ανασωζομένων εκ γης Βαβυλώνος του αναγγείλαι εις Σιών την εκδίκησιν παρά Κυρίου Θεού ημών. 29 παραγγείλατε επί Βαβυλώνα πολλοίς, παντί εντείνοντι τόξον· παρεμβάλλετε επ' αυτήν κυκλόθεν, μη έστω αυτοίς ανασωζόμενος· ανταπόδοτε αυτη κατά τα έργα αυτής, κατά πάντα, όσα εποίησε, ποιήσατε αυτη, ότι προς Κύριον αντέστη Θεόν άγιον του Ισραήλ. 30 δια τούτο πεσούνται οι νεανίσκοι αυτής εν ταις πλατείαις αυτής, και πάντες οι άνδρες οι πολεμισταί αυτής ριφήσονται, είπε Κύριος. 31 ιδού εγώ επί σε την υβρίστριαν, λέγει Κύριος, ότι ήκει η ημέρα σου και ο καιρός εκδικήσεώς σου· 32 και ασθενήσει η ύβρις σου και πεσείται, και ουδείς έσται ο ανιστών αυτήν· και ανάψω πυρ εν τω δρυμω αυτής, και καταφάγεται πάντα τα κύκλω αυτής.

 33 Τάδε λέγει Κύριος· καταδεδυνάστευνται οι υιοί Ισραήλ και οι υιοί Ιούδα άμα, πάντες οι αιχμαλωτεύσαντες αυτούς κατεδυνάστευσαν αυτούς, ότι ουκ ηθέλησαν εξαποστείλαι αυτούς. 34 και ο λυτρούμενος αυτούς ισχυρός, Κύριος παντοκράτωρ όνομα αυτω· κρίσιν κρινεί προς τους αντιδίκους αυτού, όπως εξάρη την γην, και παροξυνεί τοις κατοικούσι Βαβυλώνα. 35 μάχαιραν επί τους Χαλδαίους και επί τους κατοικούντας Βαβυλώνα και επί τους μεγιστάνας αυτής και επί τους συνετούς αυτής· 36 μάχαιραν επί τους μαχητάς αυτής, και παραλυθήσονται· μάχαιραν επί τους ίππους αυτών και επί τα άρματα αυτών· 37 μάχαιραν επί τους μαχητάς αυτών και επί τον σύμμεικτον τον εν μέσω αυτής, και έσονται ωσεί γυναίκες· μάχαιραν επί τους θησαυρούς αυτής, και διασκορπισθήσονται. 38 επί τω ύδατι αυτής επεποίθει και καταισχυνθήσονται, ότι γη των γλυπτών εστι, και εν ταις νήσοις, ου κατεκαυχώντο. 39 δια τούτο κατοικήσουσιν ινδάλματα εν ταις νήσοις, και κατοικήσουσιν εν αυτη θυγατέρες σειρήνων· ου μη κατοικηθή ουκέτι εις τον αιώνα. 40 καθώς κατέστρεψεν ο Θεός Σόδομα και Γόμορρα και τας ομορούσας αυταίς, είπε Κύριος, ου μη κατοικήσει εκεί άνθρωπος, και ου μη παροικήσει εκεί υιος ανθρώπου. 41 ιδού λαός έρχεται από βορρά, και έθνος μέγα και βασιλείς πολλοί εξεγερθήσονται απ' εσχάτου της γης, 42 τόξον και εγχειρίδιον έχοντες· ιταμός εστι και ου μη ελεήση· η φωνή αυτών ως θάλασσα ηχήσει, εφ' ίπποις ιππάσονται παρεσκευασμένοι, ωσπερ πυρ, εις πόλεμον προς σε, θύγατερ Βαβυλώνος. 43 ήκουσε βασιλεύς Βαβυλώνος την ακοήν αυτών, και παρελύθησαν αι χείρες αυτού· θλίψις κατεκράτησεν αυτού, ωδίνες ως τικτούσης. 44 ιδού ωσπερ λέων αναβήσεται από του Ιορδάνου εις τόπον Αιθάμ, ότι ταχέως εκδιώξω αυτούς απ' αυτής και πάντα νεανίσκον επ' αυτήν επιστήσω. ότι τις ωσπερ εγώ; και τις αντιστήσεταί μοι; και τις ούτος ποιμήν, ος στήσεται κατά πρόσωπόν μου; 45 δια τούτο ακούσατε την βουλήν Κυρίου, ην βεβούλευται επί Βαβυλώνα, και λογισμούς αυτού, ους ελογίσατο επί τους κατοικούντας Χαλδαίους· εάν μη διαφθαρή τα αρνία των προβάτων αυτών, εάν μη αφανισθή νομή απ' αυτών. 46 ότι από φωνής αλώσεως Βαβυλώνος σεισθήσεται η γη, και κραυγή εν έθνεσιν ακουσθήσεται.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΚΗ (Μασ. ΝΑ)

 1 ΤΑΔΕ λέγει Κύριος· ιδού εγώ εξεγείρω επί Βαβυλώνα και επί τους κατοικούντας Χαλδαίους άνεμον καύσωνα διαφθείροντα. 2 και εξαποστελώ εις Βαβυλώνα υβριστάς, και καθυβρίσουσιν αυτήν και λυμανούνται την γην αυτής· ουαί επί Βαβυλώνα κυκλόθεν εν ημέρα κακώσεως αυτής. 3 τεινέτω ο τείνων το τόξον αυτού και περιθέσθω ω εστιν όπλα αυτω, και μη φείσησθε επί τους νεανίσκους αυτής και αφανίσατε πάσαν την δύναμιν αυτής· 4 και πεσούνται τραυματίαι εν γη Χαλδαίων και κατακεκεντημένοι έξωθεν αυτής. 5 διότι ουκ εχήρευσεν Ισραήλ και Ιούδας από Θεού αυτών, από Κυρίου παντοκράτορος, ότι η γη αυτών επλήσθη αδικίας από των αγίων Ισραήλ. 6 φεύγετε εκ μέσου Βαβυλώνος και ανασώζετε έκαστος την ψυχήν αυτού, και μη απορριφήτε εν τη αδικία αυτής, ότι καιρός εκδικήσεως αυτής εστι παρά Κυρίου, ανταπόδομα αυτός ανταποδίδωσιν αυτη. 7 ποτήριον χρυσούν Βαβυλών εν χειρί Κυρίου μεθύσκον πάσαν την γην· από του οίνου αυτής επίοσαν έθνη, δια τούτο εσαλεύθησαν. 8 και άφνω έπεσε Βαβυλών και συνετρίβη· θρηνείτε αυτήν, λάβετε ρητίνην τη διαφθορά αυτής, ει πως ιαθήσεται. 9 ιατρεύσαμεν την Βαβυλώνα, και ουκ ιάθη· εγκαταλίπωμεν αυτήν και απέλθωμεν έκαστος εις την γην αυτού, ότι ήγγικεν εις ουρανόν το κρίμα αυτής, εξήρεν έως των άστρων. 10 εξήνεγκε Κύριος το κρίμα αυτού· δεύτε και αναγγείλωμεν εν Σιών τα έργα Κυρίου του Θεού ημών. 11 παρασκευάζετε τα τοξεύματα, πληρούτε τας φαρέτρας. ήγειρε Κύριος το πνεύμα βασιλέως Μήδων, ότι εις Βαβυλώνα η οργή αυτού του εξολοθρεύσαι αυτήν, ότι εκδίκησις Κυρίου εστίν, εκδίκησις λαού αυτού εστιν. 12 επί τειχέων Βαβυλώνος άρατε σημείον, επιστήσατε φαρέτρας, εγείρατε φυλακάς, ετοιμάσατε όπλα, ότι ενεχείρησε και ποιήσει Κύριος α ελάλησεν επί τους κατοικούντας Βαβυλώνα, 13 κατασκηνούντας εφ' ύδασι πολλοίς και επί πλήθει θησαυρών αυτής· ήκει το πέρας σου αληθώς εις τα σπλάγχνα σου. 14 ότι ώμοσε Κύριος κατά του βραχίονος αυτού· διότι πληρώσω σε ανθρώπων ωσεί ακρίδων, και φθέγξονται επί σε οι καταβαίνοντες. - 15 Κύριος ποιών γην εν τη ισχύϊ αυτού, ετοιμάζων οικουμένην εν τη σοφία αυτού, εν τη συνέσει αυτού εξέτεινε τον ουρανόν, 16 εις φωνήν έθετο ήχος ύδατος εν ουρανω και ανήγαγε νεφέλας απ' εσχάτου της γης, αστραπάς εις υετόν εποίησε και εξήγαγε φως εκ θησαυρών αυτού. 17 εματαιώθη πας άνθρωπος από γνώσεως, κατησχύνθη πας χρυσοχόος από των γλυπτών αυτού, ότι ψευδή εχώνευσαν, ουκ έστι πνεύμα εν αυτοίς· 18 μάταιά εστιν, έργα μεμωκημένα, εν καιρω επισκέψεως αυτών απολούνται. 19 ου τοιαύτη μερίς τω Ιακώβ, ότι ο πλάσας τα πάντα αυτός εστι κληρονομία αυτού, Κύριος όνομα αυτω. - 20 Διασκορπίζεις συ μοι σκεύη πολέμου, και διασκορπιώ εν σοί έθνη και εξαρώ εκ σου βασιλείς 21 και διασκορπιώ εν σοί ίππον και επιβάτην αυτού και διασκορπιώ εν σοί άρματα και αναβάτας αυτών 22 και διασκορπιώ εν σοί νεανίσκον και παρθένον και διασκορπιώ εν σοί άνδρα και γυναίκα 23 και διασκορπιώ εν σοί ποιμένα και το ποίμνιον αυτού και διασκορπιώ εν σοί γεωργόν και το γεώργιον αυτού και διασκορπιώ εν σοί ηγεμόνας και στρατηγούς σου. 24 και ανταποδώσω τη Βαβυλώνι και πάσι τοις κατοικούσι Χαλδαίοις πάσας τας κακίας αυτών, ας εποίησαν επί Σιών κατ' οφθαλμούς υμών, λέγει Κύριος. 25 ιδού εγώ προς σε, το όρος το διεφθαρμένον, το διαφθείρον πάσαν την γην, και εκτενώ την χείρά μου επί σε και κατακυλιώ σε επί των πετρών και δώσω σε ως όρος εμπεπυρισμένον· 26 και ου μη λάβωσιν από σου λίθον εις γωνίαν και λίθον εις θεμέλιον, ότι εις αφανισμόν έση εις τον αιώνα, λέγει Κύριος.

 27 Άρατε σημείον επί της γης, σαλπίσατε εν έθνεσι σάλπιγγι, αγιάσατε επ' αυτήν έθνη, παραγγείλατε επ' αυτήν βασιλείαις Αραράτ παρ' εμού και τοις Ασχαναζαίοις, επιστήσατε επ' αυτήν βελοστάσεις, αναβιβάσατε επ' αυτήν ίππον ως ακρίδων πλήθος. 28 αναβιβάσατε επ' αυτήν έθνη, τον βασιλέα των Μήδων και πάσης της γης, τους ηγουμένους αυτού και πάντας τους στρατηγούς αυτού. 29 εσείσθη η γη και επόνεσε, διότι εξανέστη επί Βαβυλώνα λογισμός Κυρίου του θείναι την γην Βαβυλώνος εις αφανισμόν και μη κατοικείσθαι αυτήν. 30 εξέλιπε μαχητής Βαβυλώνος του πολεμείν, καθήσονται εκεί εν περιοχή, εθραύσθη η δυναστεία αυτών, εγενήθησαν ωσεί γυναίκες, ενεπυρίσθη τα σκηνώματα αυτής, συνετρίβησαν οι μοχλοί αυτής. 31 διώκων εις απάντησιν διώκοντος διώξεται και αναγγέλλων εις απάντησιν αναγγέλλοντος του αναγγείλαι τω βασιλεί Βαβυλώνος, ότι εάλωκεν η πόλις αυτού, 32 απ' εσχάτου των διαβάσεων αυτού ελήφθησαν, και τα συστήματα αυτών ενέπρησαν εν πυρί, και άνδρες αυτού οι πολεμισταί εξέρχονται. 33 διότι τάδε λέγει Κύριος· οίκοι βασιλέως Βαβυλώνος ως άλων ωριμος αλοηθήσονται· έτι μικρόν και ήξει ο άμητος αυτής. 34 κατέφαγέ με, εμερίσατό με, κατέλαβέ με σκεύος λεπτόν, Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος· κατέπιέ με ως δράκων, έπλησε την κοιλίαν αυτού, από της τρυφής μου έξωσέ με· 35 οι μόχθοι μου και αι ταλαιπωρίαι μου εις Βαβυλώνα. ερεί κατοικούσα Σιών· και το αίμά μου επί τους κατοικούντας Χαλδαίους, ερεί Ιερουσαλήμ· 36 δια τούτο τάδε λέγει Κύριος· ιδού εγώ κρινώ την αντίδικόν σου και εκδικήσω την εκδίκησίν σου και ερημώσω την θάλασσαν αυτής και ξηρανώ την πηγήν αυτής. 37 και έσται Βαβυλών εις αφανισμόν, και ου κατοικηθήσεται. 38 ότι άμα ως λέοντες εξηγέρθησαν και ως σκύμνοι λεόντων. 39 εν τη θερμασία αυτών δώσω πότημα αυτοίς και μεθύσω αυτούς, όπως καρωθώσι και υπνώσωσιν ύπνον αιώνιον και ου μη εξεγερθώσι, λέγει Κύριος· 40 καταβιβάσω αυτούς ως άρνας εις σφαγήν και ως κριούς μετ' ερίφων. 41 Πως εάλω και εθηρεύθη το καύχημα πάσης της γης; Πως εγένετο Βαβυλών εις αφανισμόν εν τοις έθνεσιν; 42 ανέβη επί Βαβυλώνα η θάλασσα εν ήχω κυμάτων αυτής, και κατεκαλύφθη. 43 εγενήθησαν αι πόλεις αυτής ως γη άνυδρος και άβατος, ου κατοικήσει εν αυτη ουδέ εις, ουδέ μη καταλύσει εν αυτη υιος ανθρώπου. 44 και εκδικήσω επί Βαβυλώνα και εξοίσω α κατέπιεν εκ του στόματος αυτής, και ου μη συναχθώσι προς αυτήν έτι τα έθνη· 49 και εν Βαβυλώνι πεσούνται τραυματίαι πάσης της γης. 50 ανασωζόμενοι εκ γης πορεύεσθε και μη ίστασθε· οι μακρόθεν, μνήσθητε του Κυρίου, και Ιερουσαλήμ αναβήτω επί την καρδίαν υμών. 51 ησχύνθημεν, ότι ηκούσαμεν ονειδισμόν ημών, κατεκάλυψεν ατιμία το πρόσωπον ημών, εισήλθον αλλογενείς εις τα άγια ημών, εις οίκον Κυρίου. 52 δια τούτο ιδού ημέραι έρχονται, λέγει Κύριος, και εκδικήσω επί τα γλυπτά αυτής, και εν πάση τη γη αυτής πεσούνται τραυματίαι. 53 ότι εάν αναβή Βαβυλών ως ο ουρανός και ότι εάν οχυρώση τα τείχη ισχύϊ αυτής, παρ' εμού ήξουσιν εξολοθρεύοντες αυτήν, λέγει Κύριος. 54 φωνή κραυγής εν Βαβυλώνι, και συντριβή μεγάλη εν γη Χαλδαίων, 55 ότι εξωλόθρευσε Κύριος την Βαβυλώνα και απώλεσεν απ' αυτής φωνήν μεγάλην ηχούσαν ως ύδατα πολλά, έδωκεν εις όλεθρον φωνήν αυτής. 56 ότι ήλθεν επί Βαβυλώνα ταλαιπωρία, εάλωσαν οι μαχηταί αυτής, επτόηται το τόξον αυτών, ότι ο Θεός ανταποδίδωσιν αυτοίς. 57 Κύριος ανταποδίδωσιν αυτω την ανταπόδοσιν· και μεθύσει μέθη τους ηγεμόνας αυτής και τους σοφούς αυτής και τους στρατηγούς αυτής, λέγει ο βασιλεύς, Κύριος παντοκράτωρ όνομα αυτω. 58 τάδε λέγει Κύριος· τείχος Βαβυλώνος επλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, και αι πύλαι αυτής αι υψηλαί εμπυρισθήσονται, και ου κοπιάσουσι λαοί εις κενόν, και έθνη εν αρχή εκλείψουσιν.

 59 Ο λόγος, ον ενετείλατο Κύριος Ιερεμία τω προφήτη ειπείν τω Σαραία υιω Νηρίου, υιού Μαασαίου, ότε επορεύετο παρά Σεδεκίου βασιλέως Ιούδα εις Βαβυλώνα, εν τω έτει τω τετάρτω της βασιλείας αυτού, και Σαραίας άρχων δώρων. 60 και έγραψεν Ιερεμίας πάντα τα κακά, α ήξει επί Βαβυλώνα, εν βιβλίω ενί, πάντας τους λόγους τούτους τους γεγραμμένους επί Βαβυλώνα. 61 και είπεν Ιερεμίας προς Σαραίαν· όταν έλθης εις Βαβυλώνα, και όψη και αναγνώση πάντας τους λόγους τούτους 62 και ερείς· Κύριε Κύριε, συ ελάλησας επί τον τόπον τούτον του εξολοθρεύσαι αυτόν και του μη είναι εν αυτω κατοικούντας από ανθρώπου έως κτήνους, ότι αφανισμός εις τον αιώνα έσται. 63 και έσται όταν παύση του αναγινώσκειν το βιβλίον τούτο, και επιδήσεις επ' αυτό λίθον και ρίψεις αυτό εις μέσον του Ευφράτου 64 και ερείς· ούτως καταδύσεται Βαβυλών και ου μη αναστη από προσώπου των κακών, ων εγώ επάγω επ' αυτήν.

 ΙΕΡΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ ΚΘ (Μασ. ΜΖ 1-7 )

 Επί τους αλλοφύλους.

 1 ΤΑΔΕ λέγει Κύριος· 2 ιδού ύδατα αναβαίνει από βορρά και έσται εις χειμάρρουν κατακλύζοντα και κατακλύσει γην και το πλήρωμα αυτής, πόλιν και τους κατοικούντας εν αυτη· και κεκράξονται οι άνθρωποι, και αλαλάξουσιν άπαντες οι κατοικούντες την γην. 3 από φωνής ορμής αυτού, από των οπλών των ποδών αυτού και από σεισμού των αρμάτων αυτού, ήχου τροχών αυτού ουκ επέστρεψαν πατέρες εφ' υιούς αυτών από εκλύσεως χειρών αυτών 4 εν τη ημέρα τη επερχομένη του απολέσαι πάντας τους αλλοφύλους. και αφανιώ την Τύρον και την Σιδώνα και πάντας τους καταλοίπους της βοηθείας αυτών, ότι εξολοθρεύσει Κύριος τους καταλοίπους των νήσων. 5 ήκει φαλάκρωμα επί Γάζαν, απερρίφη Ασκάλων και οι κατάλοιποι Ενακίμ. 6 έως τίνος κόψεις, η μάχαιρα του Κυρίου; έως τίνος ουχ ησυχάσεις; αποκατάστηθι εις τον κολεόν σου, ανάπαυσαι και επάρθητι. 7 Πως ησυχάσει; και Κύριος ενετείλατο αυτη επί την Ασκάλωνα και επί τας παραθαλασσίους, επί τας καταλοίπους, επεγερθήναι.

Τη Ιδουμαία (Μασ. ΜΘ, 1 7-2 1 2 ).

 Τάδε λέγει Κύριος· ουκ έστιν έτι σοφία εν Θαιμάν, απώλετο βουλή εκ συνετών, ώχετο σοφία αυτών, 8 ηπατήθη ο τόπος αυτών. βαθύνατε εις κάθισιν οι κατοικούντες εν Δαιδάν, ότι δύσκολα εποίησεν· ήγαγον επ' αυτόν εν χρόνω, ω επεσκεψάμην επ' αυτόν. 9 ότι τρυγηταί ήλθόν σοι, οί ου καταλείψουσί σοι κατάλειμμα· ως κλέπται εν νυκτί επιθήσουσι χείρα αυτών. 10 ότι εγώ κατέσυρα τον Ησαύ, ανεκάλυψα τα κρυπτά αυτών, κρυβήναι ου μη δύνωνται· ώλοντο δια χείρα αδελφού αυτού και γείτονος αυτού, και ουκ έστιν 11 υπολείπεσθαι ορφανόν σου, ίνα ζήσητε· και εγώ ζήσομαι, και αι χήραι επ' εμέ πεποίθασιν. 12 ότι τάδε είπε Κύριος· οίς ουκ ην νόμος πιείν το ποτήριον, έπιον· και συ αθωωμένη ου μη αθωωθής, ότι πίνων πίεσαι· 13 ότι κατ' εμαυτού ώμοσα, λέγει Κύριος, ότι εις άβατον και εις ονειδισμόν και εις κατάρασιν έση εν μέσω αυτής, και πάσαι αι πόλεις αυτής έσονται έρημοι εις αιώνα. 14 ακοήν ήκουσα παρά Κυρίου, και αγγέλους εις έθνη απέστειλε· συνάχθητε και παραγένεσθε εις αυτήν, ανάστητε εις πόλεμον. 15 μικρόν έδωκά σε εν έθνεσιν, ευκαταφρόνητον εν ανθρώποις. 16 η παιγνία σου ενεχείρησέ σοι, ιταμία καρδίας σου κατέλυσε τρυμαλιάς πετρών, συνέλαβεν ισχύν βουνού υψηλού· ότι ύψωσεν ωσπερ αετός νοσσιάν αυτού, εκείθεν καθελώ σε· 17 και έσται η Ιδουμαία εις άβατον, πας ο παραπορευόμενος επ' αυτήν συριεί. 18 ωσπερ κατεστράφη Σόδομα και Γόμορρα και αι πάροικοι αυτής, είπε Κύριος παντοκράτωρ, ου μη καθίσει εκεί άνθρωπος, και ου μη κατοικήσει εκεί υιος ανθρώπου. 19 ιδού ωσπερ λέων αναβήσεται εκ μέσου του Ιορδάνου εις τόπον Αιθάμ, ότι ταχύ εκδιώξω αυτούς απ' αυτής· και τους νεανίσκους επ' αυτήν επιστήσατε, ότι τις ωσπερ εγώ; και τις αντιστήσεταί μοι; και τις ούτος ποιμήν, ος στήσεται κατά πρόσωπόν μου; 20 δια τούτο ακούσατε βουλήν Κυρίου, ην εβουλεύσατο επί την Ιδουμαίαν, και λογισμόν αυτού, ον ελογίσατο επί τους κατοικούντας Θαιμάν· εάν μη συμψηθώσι τα ελάχιστα των προβάτων, εάν μη αβατωθή επ' αυτούς κατάλυσις αυτών· 21 ότι από φωνής πτώσεως αυτών εφοβήθη η γη, και κραυγή σου εν θαλάσση ηκούσθη. 22 ιδού ωσπερ αετός όψεται και εκτενεί τας πτέρυγας επ' οχυρώματα αυτής· και έσται η καρδία των ισχυρών της Ιδουμαίας εν τη ημέρα εκείνη ως καρδία γυναικός ωδινούσης.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Λ (Μασ. ΜΘ, 1-5 )

Τοις υιοίς Αμμών

 1 ΟΥΤΩΣ είπε Κύριος· μη υιοί ουκ εισίν εν Ισραήλ, ή παραληψόμενος ουκ έστιν αυτοίς; διατί παρέλαβε Μελχόλ την Γαλαάδ, και ο λαός αυτών εν πόλεσιν αυτών ενοικήσει; 2 δια τούτο ιδού ημέραι έρχονται, φησί Κύριος, και ακουτιώ επί Ραββάθ θόρυβον πολέμων, και έσονται εις άβατον και εις απώλειαν, και βωμοί αυτής εν πυρί κατακαυθήσονται, και παραλήψεται Ισραήλ την αρχήν αυτού. 3 αλάλαξον Εσεβών, ότι ώλετο Γαϊ· κεκράξατε θυγατέρες Ραββάθ, περιζώσασθε σάκκους και κόψασθε, ότι Μελχόλ βαδιείται εν αποικία, οι ιερείς αυτού και οι άρχοντες αυτού άμα. 4 τι αγαλλιάσθε εν τοις πεδίοις Ενακείμ, θύγατερ ιταμίας, η πεποιθυία επί θησαυροίς αυτής, η λέγουσα· τις εισελεύσεται επ' εμέ; 5 ιδού εγώ φέρω φόβον επί σε, είπε Κύριος, από πάσης της περιοίκου σου, και διασπαρήσεσθε έκαστος εις το πρόσωπον αυτού, και ουκ έσται ο συνάγων.

 6 Τη Κηδάρ τη βασιλίσση της αυλής, ην επάταξε Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος.

 (Μασ. ΜΘ, 1 28-3 1 3 ). Ούτως είπε Κύριος· ανάστητε και ανάβητε επί Κηδάρ και πλήσατε τους υιούς Κεδέμ· 7 σκηνάς αυτών και τα πρόβατα αυτών λήψονται, ιμάτια αυτών και πάντα τα σκεύη αυτών και καμήλους αυτών λήψονται εαυτοίς· και καλέσατε επ' αυτούς απώλειαν κυκλόθεν. 8 φεύγετε λίαν, βαθύνατε εις κάθισιν, καθήμενοι εν τη αυλή, ότι εβουλεύσατο εφ' υμάς βασιλεύς Βαβυλώνος βουλήν και ελογίσατο εφ' υμάς λογισμόν. 9 ανάστηθι και ανάβηθι επ' έθνος ευσταθούν, καθήμενον εις αναψυχήν, οίς ουκ εισί θύραι, ου βάλανοι, ου μοχλοί, μόνοι καταλύουσι. 10 και έσονται κάμηλοι αυτών εις προνομήν και πλήθος κτηνών αυτών εις απώλειαν· και λικμήσω αυτούς παντί πνεύματι κεκαρμένους προ προσώπου αυτών, εκ παντός πέραν αυτών οίσω την τροπήν αυτών, είπε Κύριος. 11 και έσται η αυλή διατριβή στρουθών και άβατος έως αιώνος, ου μη καθίση εκεί άνθρωπος, και ου μη κατοικήση εκεί υιος ανθρώπου.

12 Τη Δαμασκω.

 (Μασ. ΜΘ, 1 23-2 1 7 ). Κατησχύνθη ‘Ημάθ και Αρφάδ, ότι ήκουσαν ακοήν πονηράν· εξέστησαν, εθυμώθησαν, αναπαύσασθαι ου μη δύνωνται. 13 εξελύθη Δαμασκός, απεστράφη εις φυγήν, τρόμος επελάβετο αυτής. 14 Πως ουχί εγκατέλιπε πόλιν εμήν; κώμην ηγάπησαν· 15 δια τούτο πεσούνται νεανίσκοι εν πλατείαις σου, και πάντες οι άνδρες οι πολεμισταί σου πεσούνται, φησί Κύριος· 16 και καύσω πυρ εν τείχει Δαμασκού, και καταφάγεται άμφοδα υιού Άδερ.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΑ (Μασ. ΜΗ)

Τη Μωάβ.

 1 ΟΥΤΩΣ είπε Κύριος· ουαί επί Ναβαύ, ότι ώλετο· ελήφθη Καριαθαίμ, ησχύνθη Αμάθ και ηττήθη. 2 ουκ έστιν έτι ιατρεία Μωάβ, γαυρίαμα εν Εσεβών· ελογίσαντο επ' αυτήν κακά· εκόψαμεν αυτήν από έθνους, και παύσιν παύσεται, όπισθέν σου βαδιείται μάχαιρα. 3 ότι φωνή κεκραγότων εξ ‘Ωρωναίμ, όλεθρος και σύντριμμα μέγα· 4 συνετρίβη Μωάβ, αναγγείλατε εις Ζογόρα, 5 ότι επλήσθη Αλώθ εν κλαυθμω, αναβήσεται κλαίων εν οδω ‘Ωρωναίμ, κραυγήν συντρίμματος ηκούσατε· 6 φεύγετε και σώσατε τας ψυχάς υμών και έσεσθε ωσπερ όνος άγριος εν ερήμω. 7 επειδή επεποίθεις εν οχυρώμασί σου, και συ συλληφθήση· και εξελεύσεται Χαμώς εν αποικία και οι ιερείς αυτού και οι άρχοντες αυτού άμα. 8 και ήξει όλεθρος επί πάσαν πόλιν, και πόλις ου μη σωθή, και απολείται ο αυλών, και εξολοθρευθήσεται η πεδινή, καθώς είπε Κύριος. 9 δότε σημεία τη Μωάβ, ότι αφή αναφθήσεται, και πάσαι αι πόλεις αυτής εις άβατον έσονται· πόθεν ένοικος αυτη; 10 επικατάρατος ο ποιών τα έργα Κυρίου αμελώς, εξαίρων μάχαιραν αυτού αφ' αίματος. 11 ανεπαύσατο Μωάβ εκ παιδαρίου και πεποιθώς ην επί τη δόξη αυτού, ουκ ενέχεεν εξ αγγείου εις αγγείον και εις αποικισμόν ουκ ώχετο· δια τούτο έστη γεύμα αυτού εν αυτω, και οσμή αυτού ουκ εξέλιπε. 12 δια τούτο ιδού ημέραι αυτού έρχονται, φησί Κύριος, και αποστελώ αυτω κλίνοντας, και κλινούσιν αυτόν και τα σκεύη αυτού λεπτυνούσι και τα κέρατα αυτού συγκόψουσι. 13 και καταισχυνθήσεται Μωάβ από Χαμώς, ωσπερ κατησχύνθη οίκος Ισραήλ από Βαιθήλ ελπίδος αυτών πεποιθότες επ' αυτοίς. 14 Πως ερείτε· ισχυροί εσμεν και άνθρωπος ισχύων εις τα πολεμικά; 15 ώλετο Μωάβ πόλις αυτού, και εκλεκτοί νεανίσκοι αυτού κατέβησαν εις σφαγήν· 16 εγγύς ημέρα Μωάβ ελθείν, και πονηρία αυτού ταχεία σφόδρα. 17 κινήσατε αυτω, πάντες κυκλόθεν αυτού, πάντες ειδότες όνομα αυτού· είπατε· Πως συνετρίβη βακτηρία ευκλεής, ράβδος μεγαλώματος; 18 κατάβηθι από δόξης και κάθισον εν υγρασία, καθημένη Δαιβών· εκτριβήσεται, ότι ώλετο Μωάβ, ανέβη εις σε λυμαινόμενος οχύρωμά σου. 19 εφ' οδού στήθι και έπιδε, καθημένη εν Αροήρ, και ερώτησον φεύγοντα και σωζόμενον και ειπόν· τι εγένετο; 20 κατησχύνθη Μωάβ, ότι συνετρίβη· ολόλυξον και κέκραξον, ανάγγειλον εν Αρνών, ότι ώλετο Μωάβ· 21 και κρίσις έρχεται εις την γην Μεισώρ επί Χελών και Ρεφάς και Μωφάθ 22 και επί Δαιβών και επί Ναβαύ και επ' οίκον Δαιβλαθαίμ 23 και επί Καριαθαίμ και επ' οίκον Γαιμώλ και επ' οίκον Μαών 24 και επί Καριώθ και επί Βοσόρ και επί πάσας τας πόλεις Μωάβ τας πόρρω και τας εγγύς. 25 κατεάχθη κέρας Μωάβ, και το επίχειρον αυτού συνετρίβη. 26 μεθύσατε αυτόν, ότι επί Κύριον εμεγαλύνθη· και επικρούσει Μωάβ εν χειρί αυτού και έσται εις γέλωτα και αυτός. 27 και ει μη εις γελοιασμόν ην σοι Ισραήλ; ή εν κλοπαίς σου ευρέθη, ότι επολέμεις αυτόν; 28 κατέλιπον τας πόλεις και ώκησαν εν πέτραις οι κατοικούντες Μωάβ, εγενήθησαν ωσπερ περιστεραί νοσσεύουσαι εν πέτραις στόματι βοθύνου. 29 ήκουσα ύβριν Μωάβ, ύβρισε λίαν ύβριν αυτού και υπερηφανίαν αυτού, και υψώθη η καρδία αυτού. 30 εγώ δε έγνων έργα αυτού· ουχί το ικανόν αυτού, ουχ ούτως εποίησε. 31 δια τούτο επί Μωάβ ολολύζετε πάντοθεν, βοήσατε επ' άνδρας κειράδας αυχμού· 32 ως κλαυθμόν Ιαζήρ αποκλαύσομαί σοι, άμπελος Σεβημά, κλήματά σου διήλθε θάλασσαν, Ιαζήρ ήψαντο· επί οπώραν σου, επί τρυγηταίς σου όλεθρος επέπεσε. 33 συνεψήθη χαρμοσύνη και ευφροσύνη εκ της Μωαβίτιδος και οίνος ην επί ληνοίς σου· πρωϊ ουκ επάτησαν ουδέ δείλης, ουκ εποίησαν αιδάδ. 34 από κραυγής Εσεβών έως Ελεαλή αι πόλεις αυτών έδωκαν φωνήν αυτών, από Ζογόρ έως ‘Ωρωναίμ και Αγλάθ-Σαλισία, ότι και το ύδωρ Νεβρείν εις κατάκαυμα έσται. 35 και απολώ τον Μωάβ, φησί Κύριος, αναβαίνοντα επί τον βωμόν και θυμιώντα θεοίς αυτού. 36 δια τούτο καρδία μου, Μωάβ, ωσπερ αυλοί βομβήσουσι, καρδία μου επ' ανθρώπους κειράδας ωσπερ αυλός βομβήσει· δια τούτο α περιεποιήσατο, απώλετο από ανθρώπου. 37 πάσαν κεφαλήν εν παντί τόπω ξυρηθήσονται, και πας πώγων ξυρηθήσεται, και πάσαι χείρες κόψονται, και επί πάσης οσφύος σάκκος. 38 και επί πάντων των δωμάτων Μωάβ και επί ταις πλατείαις αυτής, ότι συνέτριψα τον Μωάβ, φησί Κύριος, ως αγγείον, ου ουκ έστι χρεία αυτού. 39 Πως κατήλλαξε; Πως έστρεψε νώτον Μωάβ; ησχύνθη και εγένετο Μωάβ εις γέλωτα και εγκότημα πάσι τοις κύκλω αυτής. 40 ότι ούτως είπε Κύριος· 41 ελήφθη Ακκαριώθ, και τα οχυρώματα συνελήφθη· 42 και απολείται Μωάβ από όχλου, ότι επί τον Κύριον εμεγαλύνθη. 43 παγίς και φόβος και βόθυνος επί σοί, καθήμενος Μωάβ· 44 ο φεύγων από προσώπου του φόβου εμπεσείται εις τον βόθυνον, και ο αναβαίνων εκ του βοθύνου συλληφθήσεται εν τη παγίδι, ότι επάξω ταύτα επί Μωάβ εν ενιαυτω επισκέψεως αυτής.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΒ (Μασ. ΚΕ, 1 15-3 1 8 )

 Οσα επροφήτευσεν Ιερεμίας επί πάντα τα έθνη.

 1 ΟΥΤΩΣ είπε Κύριος ο Θεός Ισραήλ· λαβέ το ποτήριον του οίνου του ακράτου τούτου εκ χειρός μου και ποτιείς πάντα τα έθνη, προς α εγώ αποστέλλω σε προς αυτούς, 2 και πίονται και εξεμούνται και εκμανήσονται από προσώπου της μαχαίρας, ης εγώ αποστέλλω ανά μέσον αυτών. 3 και έλαβον το ποτήριον εκ χειρός Κυρίου και επότισα τα έθνη, προς α απέστειλέ με Κύριος επ' αυτά, 4 την Ιερουσαλήμ και τας πόλεις Ιούδα και βασιλείς Ιούδα και άρχοντας αυτού του θείναι αυτάς εις ερήμωσιν και εις άβατον και εις συριγμόν 5 και τον Φαραώ βασιλέα Αιγύπτου και τους παίδας αυτού και τους μεγιστάνας αυτού 6 και πάντα τον λαόν αυτού και πάντας τους συμμείκτους και πάντας τους βασιλείς αλλοφύλων, την Ασκάλωνα και την Γάζαν και την Ακκάρων και το επίλοιπον Αζώτου 7 και την Ιδουμαίαν και την Μωαβίτιν και τους υιούς Αμμών 8 και βασιλείς Τύρου και βασιλείς Σιδώνος και βασιλείς τους εν τω πέραν της θαλάσσης 9 και την Δαιδάν και την Θαιμάν και την Ρώς και παν περικεκαρμένον κατά πρόσωπον αυτού 10 και πάντας τους συμμείκτους τους καταλύοντας εν τη ερήμω 11 και πάντας βασιλείς Αιλάμ και πάντας βασιλείς Περσών 12 και πάντας βασιλείς από απηλιώτου τους πόρρω και τους εγγύς, έκαστον προς τον αδελφόν αυτού, και πάσας βασιλείας τας επί προσώπου της γης. 13 και ερείς αυτοίς· ούτως είπε Κύριος παντοκράτωρ· πίετε και μεθύσθητε και εξεμέσετε και πεσείσθε και ου μη αναστήτε από προσώπου της μαχαίρας, ης εγώ αποστέλλω ανά μέσον υμών. 14 και έσται όταν μη βούλωνται δέξασθαι το ποτήριον εκ της χειρός σου ωστε πιείν, και ερείς· ούτως είπε Κύριος· πιόντες πίεσθε· 15 ότι εν πόλει, εν ή ωνομάσθη το όνομά μου επ' αυτήν, εγώ άρχομαι κακώσαι, και υμείς καθάρσει ου μη καθαρισθήτε, ότι μάχαιραν εγώ καλώ επί πάντας τους καθημένους επί της γης. 16 και συ προφητεύσεις επ' αυτούς τους λόγους τούτους και ερείς· Κύριος αφ' υψηλού χρηματιεί, από του αγίου αυτού δώσει φωνήν αυτού, λόγον χρηματιεί επί του τόπου αυτού, και αιδάδ ωσπερ τρυγώντες αποκριθήσονται· και επί καθημένους την γην ήκει όλεθρος 17 επί μέρος της γης, ότι κρίσις τω Κυρίω εν τοις έθνεσι, κρίνεται αυτός προς πάσαν σάρκα, οι δε ασεβείς εδόθησαν εις μάχαιραν, λέγει Κύριος. 18 ούτως είπε Κύριος· ιδού κακά έρχεται από έθνους επί έθνος, και λαίλαψ μεγάλη εκπορεύεται απ' εσχάτου της γης. 19 και έσονται τραυματίαι υπό Κυρίου εν ημέρα Κυρίου, εκ μέρους της γης, και έως εις μέρος της γης· ου μη κατορυγώσιν, εις κόπρια επί προσώπου της γης έσονται. 20 αλαλάξατε, ποιμένες, και κεκράξατε· και κόπτεσθε οι κριοί των προβάτων, ότι επληρώθησαν αι ημέραι υμών εις σφαγήν, και πεσείσθε ωσπερ οι κριοί οι εκλεκτοί· 21 και απολείται φυγή από των ποιμένων και σωτηρία από των κριών των προβάτων. 22 φωνή κραυγής των ποιμένων και αλαλαγμός των προβάτων και των κριών, ότι ωλόθρευσε Κύριος τα βοσκήματα αυτών, 23 και παύσεται τα κατάλοιπα της ειρήνης από προσώπου οργής θυμού μου. 24 εγκατέλιπεν ωσπερ λέων κατάλειμμα αυτού, ότι εγενήθη η γη αυτών εις άβατον από προσώπου της μαχαίρας της μεγάλης.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΓ (Μασ. ΚΣΤ)

 1 ΕΝ αρχή βασιλέως Ιωακείμ υιού Ιωσία εγενήθη ο λόγος ούτος παρά Κυρίου· 2 ούτως είπε Κύριος· στήθι εν αυλή οίκου Κυρίου και χρηματιείς άπασι τοις Ιουδαίοις και πάσι τοις ερχομένοις προσκυνείν εν οίκω Κυρίου άπαντας τους λόγους, ους συνέταξά σοι χρηματίσαι αυτοίς, μη αφέλης ρήμα· 3 ίσως ακούσονται και αποστραφήσονται έκαστος από της οδού αυτού της πονηράς, και παύσομαι από των κακών, ων εγώ λογίζομαι του ποιήσαι αυτοίς ένεκεν των πονηρών επιτηδευμάτων αυτών. 4 και ερείς· ούτως είπε Κύριος· εάν μη ακούσητέ μου του πορεύεσθαι εν τοις νομίμοις μου, οίς έδωκα κατά πρόσωπον υμών, 5 εισακούειν των λόγων των παίδων μου των προφητών, ους εγώ αποστέλλω προς υμάς όρθρου, και απέστειλα και ουκ ηκούσατέ μου, 6 και δώσω τον οίκον τούτον ωσπερ Σηλώ και την πόλιν δώσω εις κατάραν πάσι τοις έθνεσι πάσης της γης. 7 και ήκουσαν οι ιερείς και οι ψευδοπροφήται και πας ο λαός του Ιερεμίου λαλούντος τους λόγους τούτους εν οίκω Κυρίου. 8 και εγένετο Ιερεμίου παυσαμένου λαλούντος πάντα, α συνέταξε Κύριος αυτω λαλήσαι παντί τω λαω, και συνελάβοσαν αυτόν οι ιερείς και οι ψευδοπροφήται και πας ο λαός λέγων· θανάτω αποθανή, 9 ότι επροφήτευσας τω ονόματι Κυρίου λέγων· ωσπερ Σηλώ έσται ο οίκος ούτος και η πόλις αύτη ερημωθήσεται από κατοικούντων· και εξεκκλησιάσθη πας ο λαός επί Ιερεμίαν εν οίκω Κυρίου. - 10 Και ήκουσαν οι άρχοντες Ιούδα τον λόγον τούτον και ανέβησαν εξ οίκου του βασιλέως εις οίκον Κυρίου και εκάθισαν εν προθύροις πύλης Κυρίου της καινής. 11 και είπαν οι ιερείς και οι ψευδοπροφήται προς τους άρχοντας και παντί τω λαω· κρίσις θανάτου τω ανθρώπω τούτω, ότι επροφήτευσε κατά της πόλεως ταύτης, καθώς ηκούσατε εν τοις ωσίν υμών. 12 και είπεν Ιερεμίας προς τους άρχοντας και παντί τω λαω λέγων· Κύριος απέστειλέ με προφητεύσαι επί τον οίκον τούτον και επί την πόλιν ταύτην πάντας τους λόγους, ους ηκούσατε. 13 και νυν βελτίους ποιήσατε τας οδούς υμών και τα έργα υμών και ακούσατε της φωνής Κυρίου, και παύσεται Κύριος από των κακών, ων ελάλησεν εφ' υμάς. 14 και ιδού εγώ εν χερσίν υμών· ποιήσατέ μοι ως συμφέρει και ως βέλτιον υμίν. 15 αλλ' ή γνόντες γνώσεσθε ότι, ει αναιρείτέ με, αίμα αθωον δίδοτε εφ' υμάς και επί την πόλιν ταύτην και επί τους κατοικούντας εν αυτη· ότι εν αληθεία απέσταλκέ με Κύριος προς υμάς λαλήσαι εις τα ώτα υμών πάντας τους λόγους τούτους. 16 και είπον οι άρχοντες και πας ο λαός προς τους ιερείς και προς τους ψευδοπροφήτας· ουκ έστι τω ανθρώπω τούτω κρίσις θανάτου, ότι επί τω ονόματι Κυρίου του Θεού ημών ελάλησε προς ημάς. 17 και ανέστησαν άνδρες των πρεσβυτέρων της γης και είπαν πάση τη συναγωγή του λαού· 18 Μιχαίας ο Μωραθίτης ην εν ταις ημέραις Εζεκίου βασιλέως Ιούδα και είπε παντί τω λαω Ιούδα· ούτως είπε Κύριος· Σιών ως αγρός αροτριαθήσεται, και Ιερουσαλήμ εις άβατον έσται και το όρος του οίκου εις άλσος δρυμού. 19 μη ανελών ανείλεν αυτόν Εζεκίας και πας Ιούδα; ουχ ότι εφοβήθησαν τον Κύριον και ότι εδεήθησαν του προσώπου Κυρίου, και επαύσατο Κύριος από των κακών, ων ελάλησεν επ' αυτούς; και ημείς εποιήσαμεν κακά μεγάλα επί ψυχάς ημών.

 20 Και άνθρωπος ην προφητεύων τω ονόματι Κυρίου, Ουρίας υιος Σαμαίου εκ Καριαθιαρίμ, και επροφήτευσε περί της γης ταύτης κατά πάντας τους λόγους Ιερεμίου. 21 και ήκουσεν ο βασιλεύς Ιωακείμ και πάντες οι άρχοντες πάντας τους λόγους αυτού και εζήτουν αποκτείναι αυτόν· και ήκουσεν Ουρίας και εισήλθεν εις Αίγυπτον. 22 και εξαπέστειλεν ο βασιλεύς άνδρας εις Αίγυπτον, 23 και εξηγάγοσαν αυτόν εκείθεν και εισηγάγοσαν αυτόν προς τον βασιλέα, και επάταξεν αυτόν εν μαχαίρα και έρριψεν αυτόν εις το μνήμα υιών λαού αυτού. 24 πλήν χείρ Αχεικάμ υιού Σαφάν ην μετά Ιερεμίου του μη παραδούναι αυτόν εις χείρας του λαού του μη ανελείν αυτόν.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΔ (Μασ. ΚΖ, 1 2-2 1 2 ).

2 1 ΟΥΤΩΣ είπε Κύριος· ποίησον σεαυτω δεσμούς και κλοιούς και περίθου περί τον τράχηλόν σου· 3 και αποστελείς αυτούς προς βασιλέα Ιδουμαίας και προς βασιλέα Μωάβ και προς βασιλέα υιών Αμμών και προς τον βασιλέα Τύρου και προς βασιλέα Σιδώνος εν χερσίν αγγέλων αυτών των ερχομένων εις απάντησιν αυτών εις Ιερουσαλήμ προς Σεδεκίαν βασιλέα Ιούδα. 4 και συντάξεις αυτοίς προς τους κυρίους αυτών ειπείν· ούτως είπε Κύριος ο Θεός Ισραήλ· ούτως ερείτε προς τους κυρίους υμών· 5 ότι εγώ εποίησα την γην εν τη ισχύϊ μου τη μεγάλη και εν τω επιχείρω μου τω υψηλω και δώσω αυτήν ω εάν δόξη εν οφθαλμοίς μου. 6 έδωκα την γην τω Ναβουχοδονόσορ βασιλεί Βαβυλώνος δουλεύειν αυτω και τα θηρία του αγρού εργάζεσθαι αυτω. 8 και το έθνος και η βασιλεία, όσοι εάν μη εμβάλωσι τον τράχηλον αυτών υπό τον ζυγόν βασιλέως Βαβυλώνος, εν μαχαίρα και εν λιμω επισκέψομαι αυτούς, είπε Κύριος, έως εκλίπωσιν εν χειρί αυτού. 9 και υμείς μη ακούετε των ψευδοπροφητών υμών και των μαντευομένων υμίν και των ενυπνιαζομένων υμίν και των οιωνισμάτων υμών και των φαρμακών υμών των λεγόντων· ου μη εργάσησθε τω βασιλεί Βαβυλώνος, 10 ότι ψευδή αυτοί προφητεύουσιν υμίν προς το μακρύναι υμάς από της γης υμών. 11 και το έθνος, ό εάν εισαγάγη τον τράχηλον αυτού υπό τον ζυγόν βασιλέως Βαβυλώνος και εργάσηται αυτω, και καταλείψω αυτόν επί της γης αυτού, και εργάται αυτω και ενοικήσει εν αυτη. - 12 Και προς Σεδεκίαν βασιλέα Ιούδα ελάλησα κατά πάντας τους λόγους τούτους λέγων· εισαγάγετε τον τράχηλον υμών 14 και εργάσασθε τω βασιλεί Βαβυλώνος, ότι άδικα αυτοί προφητεύουσιν υμίν· 15 ότι ουκ απέστειλα αυτούς, φησί Κύριος, και προφητεύουσι τω ονόματί μου επ' αδίκω προς το απολέσαι υμάς, και απολείσθε υμείς και οι προφήται υμών οι προφητεύοντες υμίν επ' αδίκω ψευδή. 16 υμίν και παντί τω λαω τούτω και τοις ιερεύσιν ελάλησα λέγων· ούτως είπε Κύριος· μη ακούετε των λόγων των προφητών των προφητευόντων υμίν λεγόντων· ιδού σκεύη οίκου Κυρίου επιστρέψει εκ Βαβυλώνος, ότι άδικα αυτοί προφητεύουσιν υμίν, 17 ουκ απέστειλα αυτούς. 18 ει προφήταί εισι και ει έστι λόγος Κυρίου εν αυτοίς, απαντησάτωσάν μοι· 19 ότι ούτως είπε Κύριος· και των επιλοίπων σκευών, 20 ων ουκ έλαβε βασιλεύς Βαβυλώνος, ότε απώκισε τον Ιεχονίαν εξ Ιερουσαλήμ, 22 εις Βαβυλώνα εισελεύσεται, λέγει Κύριος.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΕ (Μασ. ΚΗ)

 1 ΚΑΙ εγένετο εν τω τετάρτω έτει Σεδεκία βασιλέως Ιούδα εν μηνί τω πέμπτω είπέ μοι Ανανίας υιος Αζώρ ο ψευδοπροφήτης από Γαβαών εν οίκω Κυρίου κατ' οφθαλμούς των ιερέων και παντός του λαού λέγων· 2 ούτως είπε Κύριος· συνέτριψα τον ζυγόν του βασιλέως Βαβυλώνος· 3 έτι δύο έτη ημερών και εγώ αποστρέψω εις τον τόπον τούτον τα σκεύη οίκου Κυρίου 4 και Ιεχονίαν και την αποικίαν Ιούδα, ότι συντρίψω τον ζυγόν βασιλέως Βαβυλώνος. 5 και είπεν Ιερεμίας προς Ανανίαν κατ' οφθαλμούς παντός του λαού και κατ' οφθαλμούς των ιερέων των εστηκότων εν οίκω Κυρίου. 6 και είπεν Ιερεμίας· αληθώς, ούτως ποιήσαι Κύριος, στήσαι τον λόγον σου, ον συ προφητεύεις, του επιστρέψαι τα σκεύη οίκου Κυρίου και πάσαν την αποικίαν εκ Βαβυλώνος εις τον τόπον τούτον. 7 πλήν ακούσατε τον λόγον Κυρίου, ον εγώ λέγω εις τα ώτα υμών και εις τα ώτα παντός του λαού· 8 οι προφήται οι γεγονότες πρότεροί μου και πρότεροι υμών από του αιώνος και επροφήτευσαν επί γης πολλής και επί βασιλείας μεγάλας εις πόλεμον· 9 ο προφήτης ο προφητεύσας εις ειρήνην, ελθόντος του λόγου γνώσονται τον προφήτην, ον απέστειλεν αυτοίς Κύριος εν πίστει. 10 και έλαβεν Ανανίας εν οφθαλμοίς παντός του λαού τους κλοιούς από του τραχήλου Ιερεμίου και συνέτριψεν αυτούς· 11 και είπεν Ανανίας κατ' οφθαλμούς παντός του λαού λέγων· ούτως είπε Κύριος· ούτως συντρίψω τον ζυγόν βασιλέως Βαβυλώνος από τραχήλων πάντων των εθνών. και ώχετο Ιερεμίας εις την οδόν αυτού. - 12 Και εγένετο λόγος Κυρίου προς Ιερεμίαν μετά το συντρίψαι Ανανίαν τους κλοιούς από του τραχήλου αυτού λέγων· 13 βάδιζε και είπον προς Ανανίαν λέγων· ούτως είπε Κύριος· κλοιούς ξυλίνους συνέτριψας, και ποιήσω αντ' αυτών κλοιούς σιδηρούς, 14 ότι ούτως είπε Κύριος· ζυγόν σιδηρούν έθηκα επί τον τράχηλον πάντων των εθνών εργάζεσθαι τω βασιλεί Βαβυλώνος. 15 και είπεν Ιερεμίας τω Ανανία· ουκ απέσταλκέ σε Κύριος, και πεποιθέναι εποίησας τον λαόν τούτον επ' αδίκω. 16 δια τούτο ούτως είπε Κύριος· ιδού εγώ εξαποστέλλω σε από προσώπου της γης, τούτω τω ενιαυτω αποθανή. 17 και απέθανεν εν τω μηνί τω εβδόμω.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ (Μασ. ΚΘ)

 1 ΚΑΙ ούτοι οι λόγοι της βίβλου, ους απέστειλεν Ιερεμίας εξ Ιερουσαλήμ προς τους πρεσβυτέρους της αποικίας και προς τους ιερείς και προς τους ψευδοπροφήτας, επιστολήν εις Βαβυλώνα τη αποικία και προς άπαντα τον λαόν, 2 ύστερον εξελθόντος Ιεχονίου του βασιλέως και της βασιλίσσης και των ευνούχων και παντός ελευθέρου και δεσμώτου και τεχνίτου εξ Ιερουσαλήμ, 3 εν χειρί Ελεασά υιού Σαφάν και Γαμαρίου υιού Χελκίου, ον απέστειλε Σεδεκίας βασιλεύς Ιούδα προς βασιλέα Βαβυλώνος εις Βαβυλώνα λέγων· 4 ούτως είπε Κύριος ο Θεός Ισραήλ επί την αποικίαν, ην απώκισα από Ιερουσαλήμ· 5 οικοδομήσατε οίκους και κατοικήσατε και φυτεύσατε παραδείσους και φάγετε τους καρπούς αυτών 6 και λάβετε γυναίκας και τεκνοποιήσατε υιούς και θυγατέρας και λάβετε τοις υιοίς υμών γυναίκας και τας θυγατέρας υμών δότε ανδράσι και πληθύνεσθε και μη σμικρυνθήτε· 7 και ζητήσατε εις ειρήνην της γης, εις ην απώκισα υμάς εκεί, και προσεύξασθε περί αυτών προς Κύριον, ότι εν ειρήνη αυτής έσται ειρήνη υμίν. 8 ότι ούτως είπε Κύριος· μη αναπειθέτωσαν υμάς οι ψευδοπροφήται οι εν υμίν, και μη αναπειθέτωσαν υμάς οι μάντεις υμών, και μη ακούετε εις τα ενύπνια υμών, α υμείς ενυπνιάζεσθε, 9 ότι άδικα αυτοί προφητεύουσιν υμίν επί τω ονόματί μου, και ουκ απέστειλα αυτούς. 10 ότι ούτως είπε Κύριος· όταν μέλλη πληρούσθαι Βαβυλώνι εβδομήκοντα έτη, επισκέψομαι υμάς και επιστήσω τους λόγους μου εφ' υμάς του αποστρέψαι τον λαόν υμών εις τον τόπον τούτον. 11 και λογιούμαι εφ' υμάς λογισμόν ειρήνης και ου κακά του δούναι υμίν ταύτα. 12 και προσεύξασθε προς με, και εισακούσομαι υμών· 13 και εκζητήσατέ με, και ευρήσετέ με, ότι ζητήσετέ με εν όλη καρδία υμών, 14 και επιφανούμαι υμίν. 15 ότι είπατε· κατέστησεν ημίν Κύριος προφήτας εν Βαβυλώνι, 21 ούτως είπε Κύριος επί Αχιάβ και επί Σεδεκίαν· ιδού εγώ δίδωμι αυτούς εις χείρας βασιλέως Βαβυλώνος, και πατάξει αυτούς κατ' οφθαλμούς υμών. 22 και λήψονται απ' αυτών κατάραν εν πάση τη αποικία Ιούδα εν Βαβυλώνι λέγοντες· ποιήσαι σε Κύριος, ως Σεδεκίαν εποίησε και ως Αχιάβ, ους απετηγάνισε βασιλεύς Βαβυλώνος εν πυρί, 23 δι' ην εποίησαν ανομίαν εν Ισραήλ και εμοιχώντο τας γυναίκας των πολιτών αυτών και λόγον εχρημάτισαν εν τω ονόματί μου, ον ου συνέταξα αυτοίς, και εγώ μάρτυς, φησί Κύριος. 24 και προς Σαμαίαν τον Νελαμίτην ερείς· 25 ουκ απέστειλά σε τω ονόματί μου. και προς Σοφονίαν υιόν Μαασαίου τον ιερέα ειπέ· 26 Κύριος έδωκέ σε ιερέα αντί Ιωδαέ του ιερέως γενέσθαι επιστάτην εν τω οίκω Κυρίου παντί ανθρώπω προφητεύοντι και παντί ανθρώπω μαινομένω, και δώσεις αυτόν εις το απόκλεισμα και εις τον καταράκτην. 27 και νυν διατί συνελοιδορήσατε Ιερεμίαν τον εξ Αναθώθ τον προφητεύσαντα υμίν; 28 ου δια τούτο απέστειλε προς υμάς εις Βαβυλώνα λέγων· μακράν εστιν, οικοδομήσατε οικίας και κατοικήσατε και φυτεύσατε κήπους και φάγεσθε τον καρπόν αυτών; - 29 Και ανέγνω Σοφονίας το βιβλίον εις τα ώτα Ιερεμίου. 30 και εγένετο λόγος Κυρίου προς Ιερεμίαν λέγων· 31 απόστειλον προς την αποικίαν λέγων· ούτως είπε Κύριος επί Σαμαίαν τον Νελαμίτην· επειδή επροφήτευσεν υμίν Σαμαίας, και εγώ ουκ απέστειλα αυτόν, και πεποιθέναι εποίησεν υμάς επ' αδίκοις, 32 δια τούτο ούτως είπε Κύριος· ιδού εγώ επισκέψομαι επί Σαμαίαν και επί το γένος αυτού, και ουκ έσται αυτών άνθρωπος εν μέσω υμών του ιδείν τα αγαθά, α εγώ ποιήσω υμίν, ουκ όψονται.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΖ (Μασ. Λ)

 1 Ο λόγος ο γενόμενος προς Ιερεμίαν παρά Κυρίου ειπείν· 2 ούτως είπε Κύριος ο Θεός Ισραήλ λέγων· γράψον πάντας τους λόγους, ους εχρημάτισα προς σε, επί βιβλίου. 3 ότι ιδού ημέραι έρχονται, φησί Κύριος, και αποστρέψω την αποικίαν λαού μου Ισραήλ και Ιούδα, είπε Κύριος, και αποστρέψω αυτούς εις την γην, ην έδωκα τοις πατράσιν αυτών, και κυριεύσουσιν αυτής. - 4 Και ούτοι οι λόγοι, ους ελάλησε Κύριος επί Ισραήλ και Ιούδα. 5 ούτως είπε Κύριος· φωνήν φόβου ακούσεσθε· φόβος, και ουκ έστιν είρήνη. 6 ερωτήσατε και ίδετε ει έτεκεν άρσεν, και περί φόβου, εν ω καθέξουσιν οσφύν και σωτηρίαν· διότι εώρακα πάντα άνθρωπον και αι χείρες αυτού επί της οσφύος αυτού, εστράφησαν πρόσωπα, εις ίκτερον εγενήθη. 7 ότι μεγάλη η ημέρα εκείνη και ουκ έστιν τοιαύτη, και χρόνος στενός εστι τω Ιακώβ, και από τούτου σωθήσεται. 8 εν τη ημέρα εκείνη, είπε Κύριος, συντρίψω τον ζυγόν από του τραχήλου αυτών και τους δεσμούς αυτών διαρρήξω, και ουκ εργώνται αυτοί έτι αλλοτρίοις· 9 και εργώνται τω Κυρίω Θεω αυτών, και τον Δαυίδ βασιλέα αυτών αναστήσω αυτοίς. - 12 Ούτως είπε Κύριος· ανέστησα σύντριμμα, αλγηρά η πληγή σου· 13 ουκ έστι κρίνων κρίσιν σου, εις αλγηρόν ιατρεύθης, ωφέλειά σοι ουκ έστι. 14 πάντες οι φίλοι σου επελάθοντό σου, ου μη επερωτήσωσιν· ότι πληγήν εχθρού έπαισά σε, παιδείαν στερεάν· επί πάσαν αδικίαν σου επλήθυναν αι αμαρτίαι σου. 16 δια τούτο πάντες οι έσθοντές σε βρωθήσονται, και πάντες οι εχθροί σου κρέας αυτών παν έδονται· επί πλήθος αδικιών σου επληθύνθησαν αι αμαρτίαι σου, εποίησαν ταύτά σοι· και έσονται οι διαφορούντές σε εις διαφόρημα, και πάντας τους προνομεύσαντάς σε δώσω εις προνομήν. 17 ότι ανάξω το ίαμά σου, από πληγής οδυνηράς ιατρεύσω σε, φησί Κύριος, ότι Εσπαρμένη εκλήθης· θήρευμα υμών εστιν, ότι ζητών ουκ έστιν αυτήν. 18 ούτως είπε Κύριος· ιδού εγώ αποστρέψω την αποικίαν Ιακώβ και την αιχμαλωσίαν αυτού ελεήσω· και οικοδομηθήσεται πόλις επί το ύψος αυτής, και ο ναός κατά το κρίμα αυτού καθεδείται. 19 και εξελεύσονται απ' αυτών άδοντες και φωνή παιζόντων· και πλεονάσω αυτούς, και ου μη ελαττωθώσι. 20 και εισελεύσονται οι υιοί αυτών ως το πρότερον, και τα μαρτύρια αυτών κατά πρόσωπόν μου ορθωθήσεται· και επισκέψομαι τους θλίβοντας αυτούς. 21 και έσονται ισχυρότεροι αυτού επ' αυτούς, και ο άρχων αυτού εξ αυτού εξελεύσεται· και συνάξω αυτούς, και αποστρέψουσι προς με, ότι τις εστιν ούτος, ος έδωκε την καρδίαν αυτού αποστρέψαι προς με; φησί Κύριος. 23 ότι οργή Κυρίου εξήλθε θυμώδης, εξήλθεν οργή στρεφομένη, επ' ασεβείς ήξει. 24 ου μη αποστραφή οργή θυμού Κυρίου, έως ποιήση και έως καταστήση εγχείρημα καρδίας αυτού· επ' εσχάτων των ημερών γνώσεσθε αυτά.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΗ (Μασ. ΛΑ)

 1 ΕΝ τω χρόνω εκείνω, είπε Κύριος, έσομαι εις Θεόν τω γένει Ισραήλ, και αυτοί έσονταί μοι εις λαόν. 2 ούτως είπε Κύριος· εύρον θερμόν εν ερήμω μετά ολωλότων εν μαχαίρα· βαδίσατε και μη ολέσητε τον Ισραήλ. 3 Κύριος πόρρωθεν ώφθη αυτω· αγάπησιν αιώνιον ηγάπησά σε, δια τούτο είλκυσά σε εις οικτείρημα. 4 έτι οικοδομήσω σε, και οικοδομηθήση, παρθένος Ισραήλ· έτι λήψη τύμπανόν σου και εξελεύση μετά συναγωγής παιζόντων. 5 έτι φυτεύσατε αμπελώνας εν όρεσι Σαμαρείας, φυτεύσατε και αινέσατε. 6 ότι εστίν ημέρα κλήσεως απολογουμένων εν όρεσιν Εφραίμ· ανάστητε και ανάβητε εις Σιών προς Κύριον τον Θεόν ημών. 7 ότι ούτως είπε Κύριος τω Ιακώβ· ευφράνθητε και χρεμετίσατε επί κεφαλήν εθνών· ακουστά ποιήσατε και αινέσατε· είπατε· έσωσε Κύριος τον λαόν αυτού, το κατάλοιπον του Ισραήλ. 8 ιδού εγώ άγω αυτούς από βορρά και συνάξω αυτούς απ' εσχάτου της γης εν εορτη φασέκ· και τεκνοποιήσει όχλον πολύν, και αποστρέψουσιν ώδε. 9 εν κλαυθμω εξήλθον, και εν παρακλήσει ανάξω αυτούς αυλίζων επί διώρυγας υδάτων εν οδω ορθή, και ου μη πλανηθώσιν εν αυτη· ότι εγενόμην τω Ισραήλ εις πατέρα, και Εφραίμ πρωτότοκός μου εστιν.

 10 Ακούσατε λόγους Κυρίου, έθνη, και αναγγείλατε εις νήσους τας μακρόθεν· είπατε· ο λικμήσας τον Ισραήλ και συνάξει αυτόν και φυλάξει αυτόν ως ο βόσκων ποίμνιον αυτού. 11 ότι ελυτρώσατο Κύριος τον Ιακώβ, εξείλατο αυτόν εκ χειρός στερεωτέρων αυτού. 12 και ήξουσι και ευφρανθήσονται εν τω όρει Σιών· και ήξουσιν επ' αγαθά Κυρίου, επί γην σίτου και οίνου και καρπών και κτηνών και προβάτων, και έσται η ψυχή αυτών ωσπερ ξύλον έγκαρπον. και ου πεινάσουσιν έτι. 13 τότε χαρήσονται παρθένοι εν συναγωγή νεανίσκων, και πρεσβύται χαρήσονται, και στρέψω το πένθος αυτών εις χαρμονήν και ποιήσω αυτούς ευφραινομένους. 14 μεγαλυνώ και μεθύσω την ψυχήν των ιερέων υιών Λευί, και ο λαός μου των αγαθών μου εμπλησθήσεται. 15 ούτως είπε Κύριος· φωνή εν Ραμά ηκούσθη θρήνου και κλαυθμού και οδυρμού· Ραχήλ αποκλαιομένη ουκ ήθελε παύσασθαι επί τοις υιοίς αυτής, ότι ουκ εισίν. 16 ούτως είπε Κύριος· διαλειπέτω η φωνή σου από κλαυθμού και οι οφθαλμοί σου από δακρύων σου, ότι έστι μισθός τοις σοίς έργοις, και επιστρέψουσιν εκ γης εχθρών, 17 μόνιμον τοις σοίς τέκνοις. 18 ακοήν ήκουσα Εφραίμ οδυρομένου· επαίδευσάς με και επαιδεύθην εγώ· ωσπερ μόσχος ουκ εδιδάχθην· επίστρεψόν με, και επιστρέψω, ότι συ Κύριος ο Θεός μου. 19 ότι ύστερον αιχμαλωσίας μου μετενόησα και ύστερον του γνώναί με εστέναξα εφ' ημέρας αισχύνης και υπέδειξά σοι, ότι έλαβον ονειδισμόν εκ νεότητός μου. 20 υιος αγαπητός Εφραίμ εμοί, παιδίον εντρυφών, ότι ανθ' ων οι λόγοι μου εν αυτω, μνεία μνησθήσομαι αυτού· δια τούτο έσπευσα επ' αυτω, ελεών ελεήσω αυτόν, φησί Κύριος.

 21 Στήσον σεαυτήν Σιών, ποίησον τιμωρίαν, δος καρδίαν σου εις τους ώμους· οδόν ή επορεύθης αποστράφηθι, παρθένος Ισραήλ, αποστράφηθι εις τας πόλεις σου πενθούσα. 22 έως πότε αποστρέψεις, θυγάτηρ ητιμωμένη; ότι έκτισε Κύριος σωτηρίαν εις καταφύτευσιν καινήν, εν σωτηρία περιελεύσονται άνθρωποι. 23 ότι ούτως είπε Κύριος· έτι ερούσι τον λόγον τούτον εν γη Ιούδα και εν πόλεσιν αυτού, όταν αποστρέψω την αιχμαλωσίαν αυτού· ευλογημένος Κύριος επί δίκαιον όρος το άγιον αυτού 24 και ενοικούντες εν ταις πόλεσιν Ιούδα και εν πάση τη γη αυτού άμα γεωργω, και αρθήσεται εν ποιμνίω. 25 ότι εμέθυσα πάσαν ψυχήν διψώσαν και πάσαν ψυχήν πεινώσαν ενέπλησα. 26 δια τούτο εξηγέρθην και είδον, και ο ύπνος μου ηδύς μοι εγενήθη. 27 δια τούτο ιδού ημέραι έρχονται, φησί Κύριος, και σπερώ τον Ισραήλ και τον Ιούδαν σπέρμα ανθρώπου και σπέρμα κτήνους. 28 και έσται ωσπερ εγρηγόρουν επ' αυτούς καθαιρείν και κακούν, ούτως γρηγορήσω επ' αυτούς του οικοδομείν και καταφυτεύειν, φησί Κύριος. 29 εν ταις ημέραις εκείναις ου μη είπωσιν· οι πατέρες έφαγον όμφακα, και οι οδόντες των τέκνων ημωδίασαν. 30 αλλ' ή έκαστος εν τη εαυτού αμαρτία αποθανείται, και του φαγόντος τον όμφακα αιμωδιάσουσιν οι οδόντες αυτού. 31 ιδού ημέραι έρχονται, φησί Κύριος, και διαθήσομαι τω οίκω Ισραήλ και τω οίκω Ιούδα διαθήκην καινήν, 32 ου κατά την διαθήκην, ην διεθέμην τοις πατράσιν αυτών εν ημέρα επιλαβομένου μου της χειρός αυτών εξαγαγείν αυτούς εκ γης Αιγύπτου, ότι αυτοί ουκ ενέμειναν εν τη διαθήκη μου, και εγώ ημέλησα αυτών, φησί Κύριος. 33 ότι αύτη η διαθήκη μου, ην διαθήσομαι τω οίκω Ισραήλ μετά τας ημέρας εκείνας, φησί Κύριος· διδούς δώσω νόμους εις την διάνοιαν αυτών και επί καρδίας αυτών γράψω αυτούς· και έσομαι αυτοίς εις Θεόν, και αυτοί έσονταί μοι εις λαόν. 34 και ου μη διδάξωσιν έκαστος τον πολίτην αυτού και έκαστος τον αδελφόν αυτού λέγων· γνώθι τον Κύριον· ότι πάντες ειδήσουσί με από μικρού αυτών έως μεγάλου αυτών, ότι ίλεως έσομαι ταις αδικίαις αυτών και των αμαρτιών αυτών ου μη μνησθώ έτι. - 35 Εάν υψωθή ο ουρανός εις το μετέωρον, φησί Κύριος, και εάν ταπεινωθή το έδαφος της γης κάτω, και εγώ ουκ αποδοκιμώ το γένος Ισραήλ, φησί Κύριος, περί πάντων, ων εποίησαν. 36 ούτως είπε Κύριος ο δούς τον ήλιον εις φως της ημέρας, σελήνην και αστέρας εις φως της νυκτός, και κραυγήν εν θαλάσση και εβόμβησε τα κύματα αυτής, Κύριος παντοκράτωρ όνομα αυτω· 37 εάν παύσωνται οι νόμοι ούτοι από προσώπου μου, φησί Κύριος, και το γένος Ισραήλ παύσεται γενέσθαι έθνος κατά πρόσωπόν μου πάσας τας ημέρας. 38 ιδού ημέραι έρχονται, φησί Κύριος, και οικοδομηθήσεται πόλις τω Κυρίω από πύργου Αναμεήλ έως πύλης της γωνίας· 39 και εξελεύσεται η διαμέτρησις αυτής απέναντι αυτών έως βουνών Γαρήβ και περικυκλωθήσεται κύκλω εξ εκλεκτών λίθων· 40 και πάντες Ασαρημώθ έως Ναχάλ Κέδρων, έως γωνίας πύλης ίππων ανατολής αγίασμα τω Κυρίω, και ουκέτι ου μη εκλίπη και ου μη καθαιρεθή έως του αιώνος.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΛΘ (Μασ. ΛΒ)

 1 Ο λόγος ο γενόμενος παρά Κυρίου προς Ιερεμίαν εν τω ενιαυτω δεκάτω βασιλεί Σεδεκία, ούτος ενιαυτός οκτωκαιδέκατος τω βασιλεί Ναβουχοδονόσορ βασιλεί Βαβυλώνος· 2 και δύναμις βασιλέως Βαβυλώνος εχαράκωσεν επί Ιερουσαλήμ, και Ιερεμίας εφυλάσσετο εν αυλή της φυλακής, ή εστιν εν οίκω βασιλέως, 3 εν ή κατέκλεισεν αυτόν ο βασιλεύς Σεδεκίας λέγων· διατί συ προφητεύεις λέγων; ούτως είπε Κύριος· ιδού εγώ δίδωμι την πόλιν ταύτην εν χερσί βασιλέως Βαβυλώνος, και λήψεται αυτήν, 4 και Σεδεκίας ου μη σωθή εκ χειρός των Χαλδαίων, ότι παραδόσει παραδοθήσεται εις χείρας βασιλέως Βαβυλώνος, και λαλήσει στόμα αυτού προς στόμα αυτού, και οι οφθαλμοί αυτού τους οφθαλμούς αυτού όψονται, 5 και εισελεύσεται Σεδεκίας εις Βαβυλώνα και εκεί καθιείται. 6 και λόγος Κυρίου εγενήθη προς Ιερεμίαν λέγων· 7 ιδού Αναμεήλ υιος Σαλώμ αδελφού πατρός σου έρχεται προς σε λέγων· κτήσαι σεαυτω τον αγρόν μου τον εν Αναθώθ, ότι σοί κρίσις παραλαβείν εις κτήσιν. 8 και ήλθε προς με Αναμεήλ υιος Σαλώμ, αδελφού πατρός μου, εις την αυλήν της φυλακής και είπε· κτήσαι σεαυτω τον αγρόν μου τον εν γη Βενιαμίν τον εν Αναθώθ, ότι σοί κρίμα κτήσασθαι αυτόν, και συ πρεσβύτερος. και έγνων ότι λόγος Κυρίου εστί, 9 και εκτησάμην τον αγρόν Αναμεήλ υιού αδελφού πατρός μου και έστησα αυτω επτά σίκλους και δέκα αργυρίου· 10 και έγραψα εις βιβλίον και εσφραγισάμην και διεμαρτυράμην μάρτυρας και έστησα το αργύριον εν ζυγω. 11 και έλαβον το βιβλίον της κτήσεως το εσφραγισμένον και το ανεγνωσμένον 12 και έδωκα αυτό τω Βαρούχ υιω Νηρίου υιω Μαασαίου κατ' οφθαλμούς Αναμεήλ υιού αδελφού πατρός μου και κατ' οφθαλμούς των ανδρών των παρεστηκότων και γραφόντων εν τω βιβλίω της κτήσεως και κατ' οφθαλμούς των Ιουδαίων των εν τη αυλή της φυλακής. 13 και συνέταξα τω Βαρούχ κατ' οφθαλμούς αυτών λέγων· 14 ούτως είπε Κύριος παντοκράτωρ· λάβε το βιβλίον της κτήσεως τούτο και το βιβλίον το ανεγνωσμένον και θήσεις αυτό εις αγγείον οστράκινον, ίνα διαμείνη ημέρας πλείους. 15 ότι ούτως είπε Κύριος· έτι κτηθήσονται αγροί και οικίαι και αμπελώνες εν τη γη ταύτη. - 16 Και προσευξάμην προς Κύριον μετά το δούναί με το βιβλίον της κτήσεως προς Βαρούχ υιόν Νηρίου λέγων· 17 ω Κύριε, συ εποίησας τον ουρανόν και την γην τη ισχύϊ σου τη μεγάλη και τω βραχίονί σου τω υψηλω και τω μετεώρω, ου μη αποκρυβή από σου ουθέν, 18 ποιών έλεος εις χιλιάδας και αποδιδούς αμαρτίας πατέρων εις κόλπους τέκνων αυτών μετ' αυτούς, ο Θεός ο μέγας και ισχυρός, 19 Κύριος μεγάλης βουλής και δυνατός τοις έργοις, ο Θεός ο μέγας, ο παντοκράτωρ και μεγαλώνυμος Κύριος· οι οφθαλμοί σου εις τας οδούς των υιών των ανθρώπων δούναι εκάστω κατά την οδόν αυτού· 20 ος εποίησας σημεία και τέρατα εν γη Αιγύπτω έως της ημέρας ταύτης και εν Ισραήλ και εν τοις γηγενέσι· και εποίησας σεαυτω όνομα, ως ημέρα αύτη 21 και εξήγαγες τον λαόν σου Ισραήλ εκ γης Αιγύπτου εν σημείοις και εν τέρασιν, εν χειρί κραταιά και εν βραχίονι υψηλω 22 και εν οράμασι μεγάλοις· και έδωκας αυτοίς την γην ταύτην, ην ώμοσας τοις πατράσιν αυτών, γην ρέουσαν γάλα και μέλι. 23 και εισήλθοσαν και ελάβοσαν αυτήν και ουκ ήκουσαν της φωνής σου και εν τοις προστάγμασί σου ουκ επορεύθησαν· άπαντα, α ενετείλω αυτοίς ουκ εποίησαν· και εποίησας συμβήναι αυτοίς πάντα τα κακά ταύτα. 24 ιδού όχλος ήκει εις την πόλιν ταύτην συλλαβείν αυτήν, και η πόλις εδόθη εις χείρας Χαλδαίων των πολεμούντων αυτήν από προσώπου μαχαίρας και του λιμού· ως ελάλησας, ούτως εγένετο. 25 και συ λέγεις προς με· κτήσαι σεαυτω τον αγρόν αργυρίου· και έγραψα βιβλίον και εσφραγισάμην και επεμαρτυράμην μάρτυρας· και η πόλις εδόθη εις χείρας Χαλδαίων.

 26 Και εγένετο λόγος Κυρίου προς με λέγων· 27 εγώ Κύριος ο Θεός πάσης σαρκός, μη απ' εμού κρυβήσεταί τι; 28 δια τούτο ούτως είπε Κύριος ο Θεός Ισραήλ· δοθείσα παραδοθήσεται η πόλις αύτη εις χείρας βασιλέως Βαβυλώνος, και λήψεται αυτήν, 29 και ήξουσιν οι Χαλδαίοι πολεμούντες επί την πόλιν ταύτην και καύσουσι την πόλιν ταύτην εν πυρί και κατακαύσουσι τας οικίας, εν αις εθυμιώσαν επί των δωμάτων αυτών τη Βάαλ και έσπευδον σπονδάς θεοίς ετέροις προς το παραπικράναι με. 30 ότι ήσαν οι υιοί Ισραήλ και οι υιοί Ιούδα μόνοι ποιούντες το πονηρόν κατ' οφθαλμούς μου εκ νεότητος αυτών. 31 ότι επί την οργήν μου και επί τον θυμόν μου ην η πόλις αύτη, αφ' ης ημέρας ωκοδόμησαν αυτήν και έως της ημέρας ταύτης απαλλάξαι αυτήν από προσώπου μου, 32 δια πάσας τας πονηρίας των υιών Ισραήλ και Ιούδα, ων εποίησαν πικράναι με αυτοί και οι βασιλείς αυτών και οι άρχοντες αυτών και οι ιερείς αυτών και οι προφήται αυτών, άνδρες Ιούδα και οι κατοικούντες εν Ιερουσαλήμ, 33 και απέστρεψαν προς με νώτον και ου πρόσωπον· και εδίδαξα αυτούς όρθρου, και εδίδαξα, και ουκ ήκουσαν έτι λαβείν παιδείαν. 34 και έθηκαν τα μιάσματα αυτών εν τω οίκω, ου επεκλήθη το όνομά μου επ' αυτω, εν ακαθαρσίαις αυτών, 35 και ωκοδόμησαν τους βωμούς τη Βάαλ τους εν φάραγγι υιού Εννόμ του αναφέρειν τους υιούς αυτών και τας θυγατέρας αυτών τω Μολόχ βασιλεί, α ου συνέταξα αυτοίς και ουκ ανέβη επί καρδίαν μου, του ποιήσαι το βδέλυγμα τούτο προς το εφαμαρτείν τον Ιούδαν. - 36 Και νυν ούτως είπε Κύριος ο Θεός Ισραήλ επί την πόλιν, ην συ λέγεις· παραδοθήσεται εις χείρας βασιλέως Βαβυλώνος εν μαχαίρα και εν λιμω και εν αποστολή. 37 ιδού εγώ συνάγω αυτούς εκ πάσης της γης, ου διέσπειρα αυτούς εκεί εν οργή μου και τω θυμω μου και εν παροξυσμω μεγάλω, και επιστρέψω αυτούς εις τον τόπον τούτον και καθιώ αυτούς πεποιθότας, 38 και έσονταί μοι εις λαόν, και εγώ έσομαι αυτοίς εις Θεόν. 39 και δώσω αυτοίς οδόν ετέραν και καρδίαν ετέραν φοβηθήναί με πάσας τας ημέρας και εις αγαθόν αυτοίς και τοις τέκνοις αυτών μετ' αυτούς. 40 και διαθήσομαι αυτοίς διαθήκην αιωνίαν, ην ου μη αποστρέψω όπισθεν αυτών· και τον φόβον μου δώσω εις την καρδίαν αυτών προς το μη αποστήναι αυτούς απ' εμού. 41 και επισκέψομαι του αγαθώσαι αυτούς και φυτεύσω αυτούς εν τη γη ταύτη εν πίστει και εν πάση καρδία και εν πάση ψυχή. 42 ότι ούτως είπε Κύριος· καθά επήγαγον επί τον λαόν τούτον πάντα τα κακά τα μεγάλα ταύτα, ούτως εγώ επάξω επ' αυτούς πάντα τα αγαθά, α ελάλησα επ' αυτούς. 43 και κτηθήσονται έτι αγροί εν τη γη, ή συ λέγεις· άβατός εστιν από ανθρώπων και κτήνους και παρεδόθησαν εις χείρας Χαλδαίων. 44 και κτήσονται αγρούς εν αργυρίω, και γράψεις βιβλίον και σφραγιή και διαμαρτυρή μάρτυρας εν γη Βενιαμίν και κύκλω της Ιερουσαλήμ και εν πόλεσιν Ιούδα και εν πόλεσι του όρους και εν πόλεσι της Σεφηλά και εν πόλεσι της Ναγέβ, ότι αποστρέψω τας αποικίας αυτών.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Μ (Μασ. ΛΓ)

 1 ΚΑΙ εγένετο λόγος Κυρίου προς Ιερεμίαν δεύτερον, και αυτός ην έτι δεδεμένος εν τη αυλή της φυλακής λέγων· 2 ούτως είπε Κύριος ποιών γην και πλάσσων αυτήν του ανορθώσαι αυτήν, Κύριος όνομα αυτω· 3 κέκραξον προς με, και αποκριθήσομαί σοι και απαγγελώ σοι μεγάλα και ισχυρά, α ουκ έγνως αυτά. 4 ότι ούτως είπε Κύριος ο Θεός Ισραήλ περί οίκων της πόλεως ταύτης και περί οίκων βασιλέως Ιούδα των καθηρημένων εις χάρακας και προμαχώνας 5 του μάχεσθαι προς τους Χαλδαίους και πληρώσαι αυτήν των νεκρών των ανθρώπων, ους επάταξα εν οργή μου και εν θυμω μου, και απέστρεψα το πρόσωπόν μου απ' αυτών περί πασών των πονηριών αυτών· 6 ιδού εγώ ανάγω αυτη συνούλωσιν και ίαμα και φανερώσω αυτοίς εισακούειν και ιατρεύσω αυτήν και ποιήσω αυτοίς ειρήνην και πίστιν. 7 και αποστρέψω την αποικίαν Ιούδα και την αποικίαν Ισραήλ και οικοδομήσω αυτούς καθώς το πρότερον. 8 και καθαριώ αυτούς από πασών των αδικιών αυτών, ων ημάρτοσάν μοι, και ου μη μνησθήσομαι αμαρτιών αυτών, ων ήμαρτόν μοι και απέστησαν απ' εμού. 9 και έσται εις ευφροσύνην και αίνεσιν και εις μεγαλειότητα παντί τω λαω της γης, οίτινες ακούσονται πάντα τα αγαθά, α εγώ ποιήσω, και φοβηθήσονται και πικρανθήσονται περί πάντων των αγαθών και περί πάσης της ειρήνης, ης εγώ ποιήσω αυτοίς. - 10 Ούτως είπε Κύριος· έτι ακουσθήσεται εν τω τόπω τούτω, ω υμείς λέγετε· έρημός εστιν από ανθρώπων και κτηνών, εν πόλεσιν Ιούδα και έξωθεν Ιερουσαλήμ, ταις ηρημωμέναις παρά το μη είναι άνθρωπον και κτήνη, 11 φωνή ευφροσύνης και φωνή χαρμοσύνης, φωνή νυμφίου και φωνή νύμφης, φωνή λεγόντων· εξομολογείσθε Κυρίω παντοκράτορι, ότι χρηστός Κύριος, ότι εις τον αιώνα το έλεος αυτού· και εισοίσουσι δώρα εις οίκον Κυρίου, ότι αποστρέψω πάσαν την αποικίαν της γης εκείνης κατά το πρότερον, είπε Κύριος· 12 ούτως είπε Κύριος των δυνάμεων· έτι έσται εν τω τόπω τούτω τω ερήμω παρά το μη είναι άνθρωπον και κτήνος και εν πάσαις ταις πόλεσιν αυτού καταλύματα ποιμένων κοιταζόντων πρόβατα· 13 εν πόλεσι της ορεινής και εν πόλεσι της Σεφηλά και εν πόλεσι της Ναγέβ και εν γη Βενιαμίν και εν ταις κύκλω Ιερουσαλήμ και εν πόλεσιν Ιούδα έτι παρελεύσεται πρόβατα επί χείρα αριθμούντος, είπε Κύριος.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΑ (Μασ. ΛΔ)

 1 Ο λόγος ο γενόμενος προς Ιερεμίαν παρά Κυρίου (και Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος και παν το στρατόπεδον αυτού και πάσα η γη αρχής αυτού επολέμουν επί Ιερουσαλήμ και επί πάσας τας πόλεις Ιούδα) λέγων· 2 ούτως είπε Κύριος· βάδισον προς Σεδεκίαν βασιλέα Ιούδα και ερείς αυτω· ούτως είπε Κύριος· παραδόσει παραδοθήσεται η πόλις αύτη εις χείρας βασιλέως Βαβυλώνος, και συλλήψεται αυτήν και καύσει αυτήν εν πυρί· 3 και συ ου μη σωθής εκ χειρός αυτού και συλλήψει συλληφθήση και εις χείρας αυτού δοθήση, και οφθαλμοί σου τους οφθαλμούς αυτού όψονται και το στόμα αυτού μετά του στόματός σου λαλήσει, και εις Βαβυλώνα εισελεύση. 4 αλλά άκουσον τον λόγον Κυρίου, Σεδεκία βασιλεύ Ιούδα· ούτως λέγει Κύριος· 5 εν ειρήνη αποθανή, και ως έκλαυσαν τους πατέρας σου τους βασιλεύσαντας πρότερόν σου, κλαύσονται και σε, ουαί Κύριε, και έως άδου κόψονταί σε· ότι λόγον εγώ ελάλησα, είπε Κύριος. 6 και ελάλησεν Ιερεμίας προς τον βασιλέα Σεδεκίαν πάντας τους λόγους τούτους εν Ιερουσαλήμ. 7 και η δύναμις βασιλέως Βαβυλώνος επολέμει επί Ιερουσαλήμ και επί τας πόλεις Ιούδα, επί Λαχίς και επί Αζηκά, ότι αύται κατελείφθησαν εν πόλεσιν Ιούδα πόλεις οχυραί.

 8 Ο λόγος ο γενόμενος προς Ιερεμίαν παρά Κυρίου μετά το συντελέσαι τον βασιλέα Σεδεκίαν διαθήκην προς τον λαόν του καλέσαι άφεσιν, 9 του εξαποστείλαι έκαστον τον παίδα αυτού και έκαστον την παιδίσκην αυτού, τον Εβραίον και την Εβραίαν ελευθέρους, προς το μη δουλεύειν άνδρα εξ Ιούδα· 10 και επεστράφησαν πάντες οι μεγιστάνες και πας ο λαός οι εισελθόντες εν τη διαθήκη του αποστείλαι έκαστον τον παίδα αυτού και έκαστον την παιδίσκην αυτού και εώσαν 11 αυτούς εις παίδας και παιδίσκας. 12 και εγενήθη λόγος Κυρίου προς Ιερεμίαν λέγων· 13 ούτως είπε Κύριος ο Θεός Ισραήλ· εγώ διεθέμην διαθήκην προς τους πατέρας υμών εν τη ημέρα, ή εξειλάμην αυτούς εκ γης Αιγύπτου, εξ οίκου δουλείας, λέγων· 14 όταν πληρωθή εξ έτη, αποστελείς τον αδελφόν σου τον Εβραίον, ος παραθήσεταί σοι· και εργάταί σοι εξ έτη, και εξαποστελείς αυτόν ελεύθερον. και ουκ ήκουσάν μου και ουκ έκλιναν το ους αυτών. 15 και επέστρεψαν σήμερον ποιήσαι το ευθές προ οφθαλμών μου του καλέσαι άφεσιν έκαστον του πλησίον αυτού και συνετέλεσαν διαθήκην κατά πρόσωπόν μου εν τω οίκω, ου επεκλήθη το όνομά μου επ' αυτω. 16 και επεστρέψατε και εβεβηλώσατε το όνομά μου του επιστρέψαι έκαστον τον παίδα αυτού και έκαστον την παιδίσκην αυτού, ους εξαπεστείλατε ελευθέρους τη ψυχή αυτών, του είναι υμίν εις παίδας και παιδίσκας. 17 δια τούτο ούτως είπε Κύριος· υμείς ουκ ηκούσατέ μου του καλέσαι άφεσιν έκαστος προς τον πλησίον αυτού· ιδού εγώ καλώ άφεσιν υμίν εις μάχαιραν και εις τον θάνατον και εις τον λιμόν και δώσω υμάς εις διασποράν πάσαις ταις βασιλείαις της γης. 18 και δώσω τους άνδρας τους παρεληλυθότας την διαθήκην μου, τους μη στήσαντας την διαθήκην μου, ην εποίησαν κατά πρόσωπόν μου, τον μόσχον, ον εποίησαν εργάζεσθαι αυτω, 19 τους άρχοντας Ιούδα και τους δυνάστας και τους ιερείς και τον λαόν, 20 και δώσω αυτούς τοις εχθροίς αυτών και έσται τα θνησιμαία αυτών βρώσις τοις πετεινοίς του ουρανού και τοις θηρίοις της γης. 21 και τον Σεδεκίαν βασιλέα της Ιουδαίας και τους άρχοντας αυτών δώσω εις χείρας εχθρών αυτών, και δύναμις βασιλέως Βαβυλώνος τοις αποτρέχουσιν απ' αυτών. 22 ιδού εγώ συντάσσω, φησί Κύριος, και επιστρέψω αυτούς εις την γην ταύτην, και πολεμήσουσιν επ' αυτήν και λήψονται αυτήν και κατακαύσουσιν αυτήν εν πυρί και τας πόλεις Ιούδα, και δώσω αυτάς ερήμους από των κατοικούντων.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΒ (Μασ. ΛΕ)

 1 Ο λόγος ο γενόμενος προς Ιερεμίαν παρά Κυρίου εν ημέραις Ιωακείμ βασιλέως Ιούδα λέγων· 2 βάδισον εις οίκον Αρχαβείν και άξεις αυτούς εις οίκον Κυρίου, εις μίαν των αυλών, και ποτιείς αυτούς οίνον. 3 και εξήγαγον τον Ιεζονίαν υιόν Ιερεμίου υιού Χαβασίν και τους αδελφούς αυτού και τους υιούς αυτού και πάσαν την οικίαν Αρχαβείν 4 και εισήγαγον αυτούς εις οίκον Κυρίου εις το παστοφόριον υιών Ανανίου, υιού Γοδολίου ανθρώπου του Θεού, ό εστιν εγγύς του οίκου των αρχόντων των επάνω του οίκου Μαασαίου υιού Σελώμ, του φυλάσσοντος την αυλήν, 5 και έδωκα κατά πρόσωπον αυτών κεράμιον οίνου και ποτήρια και είπα· πίετε οίνον. 6 και είπαν· ου μη πίωμεν οίνον, ότι Ιωναδάβ υιος Ρηχάβ ο πατήρ ημών ενετείλατο ημίν λέγων· ου μη πίετε οίνον, υμείς και οι υιοί υμών έως αιώνος. 7 και οικίας ου μη οικοδομήσητε και σπέρμα ου μη σπείρητε, και αμπελών ουκ έσται υμίν, ότι εν σκηναίς οικήσετε πάσας τας ημέρας υμών, όπως αν ζήσητε ημέρας πολλάς επί της γης, εφ' ης διατρίβετε υμείς επ' αυτής. 8 και ηκούσαμεν της φωνής Ιωναδάβ του πατρός ημών προς το μη πιείν οίνον πάσας τας ημέρας ημών, ημείς και αι γυναίκες ημών και οι υιοί ημών και αι θυγατέρες ημών, 9 και προς το μη οικοδομείν οικίας του κατοικείν εκεί, και αμπελών και αγρός και σπέρμα ουκ εγένετο ημίν, 10 και ωκήσαμεν εν σκηναίς και ηκούσαμεν και εποιήσαμεν κατά πάντα, α ενετείλατο ημίν Ιωναδάβ ο πατήρ ημών. 11 και εγενήθη ότε ανέβη Ναβουχοδονόσορ επί την γην, και είπαμεν· εισέλθατε και εισέλθωμεν εις Ιερουσαλήμ από προσώπου της δυνάμεως των Χαλδαίων και από προσώπου της δυνάμεως των Ασσυρίων, και ωκούμεν εκεί. 12 και εγένετο λόγος Κυρίου προς με λέγων· 13 ούτως λέγει Κύριος· πορεύου και ειπόν ανθρώπω Ιούδα και τοις κατοικούσιν Ιερουσαλήμ· ου μη λάβητε παιδείαν του ακούειν τους λόγους μου; 14 έστησαν ρήμα υιοί Ιωναδάβ, υιού Ρηχάβ, ό ενετείλατο τοις τέκνοις αυτού προς το μη πιείν οίνον, και ουκ επίοσαν· και εγώ ελάλησα προς υμάς όρθρου, και ουκ ηκούσατε. 15 και απέστειλα προς υμάς τους παίδάς μου τους προφήτας λέγων· αποστράφητε έκαστος από της οδού αυτού της πονηράς και βελτίω ποιήσατε τα επιτηδεύματα υμών και ου πορεύσεσθε οπίσω θεών ετέρων του δουλεύειν αυτοίς, και οικήσετε επί της γης, ης έδωκα υμίν και τοις πατράσιν υμών· και ουκ εκλίνατε τα ώτα υμών και ουκ εισηκούσατε. 16 και έστησαν υιοί Ιωναδάβ υιού Ρηχάβ την εντολήν του πατρός αυτών, ο δε λαός ούτος ουκ ήκουσέ μου. 17 δια τούτο ούτως είπε Κύριος· ιδού εγώ φέρω επί Ιούδαν και επί τους κατοικούντας Ιερουσαλήμ πάντα τα κακά, α ελάλησα επ' αυτούς. 18 δια τούτο ούτως είπε Κύριος· επειδή ήκουσαν υιοί Ιωναδάβ υιού Ρηχάβ την εντολήν του πατρός αυτών ποιείν καθότι ενετείλατο αυτοίς ο πατήρ αυτών, 19 ου μη εκλίπη ανήρ των υιών Ιωναδάβ υιού Ρηχάβ παρεστηκώς κατά πρόσωπόν μου πάσας τας ημέρας της γης.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΓ (Μασ. ΛΣΤ)

 1 ΕΝ τω ενιαυτω τω τετάρτω Ιωακείμ υιού Ιωσία βασιλέως Ιούδα εγενήθη λόγος Κυρίου προς με λέγων· 2 λάβε σεαυτω χαρτίον βιβλίου και γράψον επ' αυτού πάντας τους λόγους, ους ελάλησα προς σε επί Ιερουσαλήμ και επί Ιούδα και επί πάντα τα έθνη, αφ' ης ημέρας λαλήσαντός μου προς σε, αφ' ημερών Ιωσία βασιλέως Ιούδα και έως της ημέρας ταύτης· 3 ίσως ακούσεται ο οίκος Ιούδα πάντα τα κακά, α εγώ λογίζομαι ποιήσαι αυτοίς, ίνα αποστρέψωσιν από της οδού αυτών της πονηράς, και ίλεως έσομαι ταις αδικίαις αυτών και ταις αμαρτίαις αυτών. 4 και εκάλεσεν Ιερεμίας τον Βαρούχ υιόν Νηρίου, και έγραψεν από στόματος Ιερεμίου πάντας τους λόγους Κυρίου, ους εχρημάτισε προς αυτόν, εις χαρτίον βιβλίου. 5 και ενετείλατο Ιερεμίας τω Βαρούχ λέγων· εγώ φυλάσσομαι, ου μη δύνωμαι εισελθείν εις οίκον Κυρίου. 6 και αναγνώση εν τω χαρτίω τούτω εις τα ώτα του λαού εν οίκω Κυρίου εν ημέρα νηστείας, και εν ωσί παντός Ιούδα των ερχομένων εκ πόλεων αυτών αναγνώση αυτοίς· 7 ίσως πεσείται έλεος αυτών κατά πρόσωπον Κυρίου, και αποστρέψουσιν εκ της οδού αυτών της πονηράς, ότι μέγας ο θυμός και η οργή Κυρίου, ην ελάλησεν επί τον λαόν τούτον. 8 και εποίησε Βαρούχ κατά πάντα, α ενετείλατο αυτω Ιερεμίας, του αναγνώναι εν τω βιβλίω τους λόγους Κυρίου εν οίκω Κυρίου. 9 και εγενήθη εν τω έτει τω ογδόω τω βασιλεί Ιωακείμ εν τω μηνί τω ενάτω, εξεκκλησίασαν νηστείαν κατά πρόσωπον Κυρίου πας ο λαός εν Ιερουσαλήμ και οίκος Ιούδα. 10 και ανεγίνωσκε Βαρούχ εν τω βιβλίω τους λόγους Ιερεμίου εν οίκω Κυρίου, εν οίκω Γαμαρίου, υιού Σαφάν του γραμματέως, εν τη αυλή τη επάνω εν προθύροις πύλης του οίκου Κυρίου της καινής και εν ωσί παντός του λαού. 11 και ήκουσε Μιχαίας υιος Γαμαρίου υιού Σαφάν άπαντας τους λόγους Κυρίου εκ του βιβλίου· 12 και κατέβη εις οικίαν του βασιλέως, εις τον οίκον του γραμματέως, και ιδού εκεί πάντες οι άρχοντες εκάθηντο, Ελισαμά ο γραμματεύς και Δαλαίας υιος Σελεμίου και Ελνάθαν υιος Ακχοβώρ και Γαμαρίας υιος Σαφάν και Σεδεκίας υιος Ανανίου και πάντες οι άρχοντες, 13 και ανήγγειλεν αυτοίς Μιχαίας πάντας τους λόγους, ους ήκουσεν αναγινώσκοντος Βαρούχ εις τα ώτα του λαού. 14 και απέστειλαν πάντες οι άρχοντες προς Βαρούχ υιόν Νηρίου τον Ιουδίν υιόν Ναθανίου, υιού Σελεμίου, υιού Χουσί, λέγοντες· το χαρτίον, εν ω συ αναγινώσκεις εν αυτω εν ωσί του λαού, λάβε αυτό εις την χείρά σου και ήκε· και έλαβε Βαρούχ το χαρτίον και κατέβη προς αυτούς. 15 και είπαν αυτω· πάλιν ανάγνωθι εις τα ώτα ημών· και ανέγνω Βαρούχ. 16 και εγενήθη ως ήκουσαν πάντας τους λόγους, συνεβουλεύσαντο έκαστος προς τον πλησίον αυτού και είπον· αναγγέλλοντες αναγγείλωμεν τω βασιλεί άπαντας τους λόγους τούτους. 17 και τον Βαρούχ ηρώτησαν λέγοντες· πόθεν έγραψας πάντας τους λόγους τούτους; 18 και είπε Βαρούχ· από στόματος αυτού ανήγγειλέ μοι Ιερεμίας πάντας τους λόγους τούτους, και έγραφον εν βιβλίω. 19 και είπον τω Βαρούχ· βάδισον και κατακρύβηθι συ και Ιερεμίας· άνθρωπος μη γνώτω που υμείς. 20 και εισήλθον προς τον βασιλέα εις την αυλήν, και το χαρτίον έδωκαν φυλάσσειν εν οίκω Ελισαμά, και ανήγγειλαν τω βασιλεί πάντας τους λόγους τούτους. 21 και απέστειλεν ο βασιλεύς τον Ιουδίν λαβείν το χαρτίον, και έλαβεν αυτό εξ οίκου Ελισαμά· και ανέγνω Ιουδίν εις τα ώτα του βασιλέως και εις τα ώτα πάντων των αρχόντων των εστηκότων περί τον βασιλέα. 22 και ο βασιλεύς εκάθητο εν οίκω χειμερινω και εσχάρα πυρός κατά πρόσωπον αυτού. 23 και εγενήθη αναγινώσκοντος Ιουδίν τρεις σελίδας και τέσσαρας, απέτεμεν αυτάς τω ξυρω του γραμματέως και έρριπτεν εις το πυρ το επί της εσχάρας, έως εξέλιπε πας ο χάρτης εις το πυρ το επί της εσχάρας. 24 και ουκ εζήτησαν και ου διέρρηξαν τα ιμάτια αυτών ο βασιλεύς και οι παίδες αυτού οι ακούοντες πάντας τους λόγους τούτους. 25 και Ελνάθαν και Γοθολίας και Γαμαρίας υπέθεντο τω βασιλεί προς το μη κατακαύσαι το χαρτίον. 26 και ενετείλατο ο βασιλεύς τω Ιερεμεήλ υιω του βασιλέως και τω Σαραία υιω Εσριήλ συλλαβείν τον Βαρούχ και τον Ιερεμίαν· και κατεκρύβησαν.

 27 Και εγένετο λόγος Κυρίου προς Ιερεμίαν μετά το κατακαύσαι τον βασιλέα το χαρτίον, πάντας τους λόγους, ους έγραψε Βαρούχ από στόματος Ιερεμίου λέγων· 28 πάλιν λάβε συ χαρτίον έτερον και γράψον πάντας τους λόγους τους όντας επί του χαρτίου, ους κατέκαυσεν ο βασιλεύς Ιωακείμ. 29 και ερείς· ούτως είπε Κύριος· συ κατέκαυσας το χαρτίον τούτο λέγων· διατί έγραψας επ' αυτω λέγων· εισπορευόμενος εισπορεύσεται βασιλεύς Βαβυλώνος και εξολοθρεύσει την γην ταύτην, και εκλείψει επ' αυτής άνθρωπος και κτήνη; 30 δια τούτο ούτως είπε Κύριος επί Ιωακείμ βασιλέα Ιούδα· ουκ έσται αυτω καθήμενος επί θρόνου Δαυίδ, και το θνησιμαίον αυτού έσται ερριμμένον εν τω καύματι της ημέρας και εν τω παγετω της νυκτός· 31 και επισκέψομαι επ' αυτόν και επί το γένος αυτού και επί τους παίδας αυτού και επάξω επ' αυτούς και επί τους κατοικούντας Ιερουσαλήμ και επί την γην Ιούδα πάντα τα κακά, α ελάλησα προς αυτούς, και ουκ ήκουσαν. 32 και έλαβε Βαρούχ χαρτίον έτερον και έγραψεν επ' αυτω από στόματος Ιερεμίου άπαντας τους λόγους του βιβλίου, ους κατέκαυσεν Ιωακείμ· και έτι προσετέθησαν αυτω λόγοι πλείονες ως ούτοι.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΔ (Μασ. ΛΖ)

 1 ΚΑΙ εβασίλευσε Σεδεκίας υιος Ιωσία αντί Ιωακείμ, ον εβασίλευσε Ναβουχοδονόσορ βασιλεύειν του Ιούδα· 2 και ουκ ήκουσαν αυτός και οι παίδες αυτού και ο λαός της γης τους λόγους Κυρίου, ους ελάλησεν εν χειρί Ιερεμίου. 3 και απέστειλεν ο βασιλεύς Σεδεκίας τον Ιωάχαλ υιόν Σελεμίου και τον Σοφονίαν υιόν Μαασαίου τον ιερέα προς Ιερεμίαν λέγων· πρόσευξαι δη περί ημών προς Κύριον. 4 και Ιερεμίας ήλθε και διήλθε δια μέσου της πόλεως, και ουκ έδωκαν αυτόν εις τον οίκον της φυλακής. 5 και δύναμις Φαραώ εξήλθεν εξ Αιγύπτου, και ήκουσαν οι Χαλδαίοι την ακοήν αυτών και ανέβησαν από Ιερουσαλήμ. 6 και εγένετο λόγος Κυρίου προς Ιερεμίαν λέγων· 7 ούτως είπε Κύριος· ούτως ερείς προς βασιλέα Ιούδα τον αποστείλαντα προς σε του εκζητήσαί με· ιδού δύναμις Φαραώ η εξελθούσα υμίν εις βοήθειαν αποστρέψουσιν εις γην Αιγύπτου, 8 και αναστρέψουσιν αυτοί οι Χαλδαίοι, και πολεμήσουσιν επί την πόλιν ταύτην και συλλήψονται αυτήν και καύσουσιν αυτήν εν πυρί. 9 ότι ούτως είπε Κύριος· μη υπολάβητε ταις ψυχαίς υμών λέγοντες· αποτρέχοντες απελεύσονται αφ' ημών οι Χαλδαίοι, ότι ου μη απέλθωσι· 10 και εάν πατάξητε πάσαν δύναμιν των Χαλδαίων τους πολεμούντας υμάς, και καταλειφθώσί τινες εκκεκεντημένοι έκαστος εν τω τόπω αυτού, ούτοι αναστήσονται και καύσουσι την πόλιν ταύτην εν πυρί.

 11 Και εγένετο ότε ανέβη η δύναμις των Χαλδαίων από Ιερουσαλήμ από προσώπου της δυνάμεως Φαραώ, 12 εξήλθεν Ιερεμίας από Ιερουσαλήμ του πορευθήναι εις γην Βενιαμίν του αγοράσαι εκείθεν εν μέσω του λαού. 13 και εγένετο αυτός εν πύλη Βενιαμίν, και εκεί άνθρωπος, παρ' ω κατέλυε, Σαρουϊα υιος Σελεμίου, υιού Ανανίου, και συνέλαβε τον Ιερεμίαν λέγων· προς τους Χαλδαίους συ φεύγεις; 14 και είπε· ψεύδος, ουκ εις τους Χαλδαίους εγώ φεύγω. και ουκ εισήκουσεν αυτού και συνέλαβε Σαρουϊα τον Ιερεμίαν και εισήγαγεν αυτόν προς τους άρχοντας. 15 και επικράνθησαν οι άρχοντες επί Ιερεμίαν και επάταξαν αυτόν και απέστειλαν αυτόν εις την οικίαν Ιωνάθαν του γραμματέως, ότι ταύτην εποίησαν εις οικίαν φυλακής. 16 και ήλθεν Ιερεμίας εις οικίαν του λάκκου και εις την χερέθ και εκάθισεν εκεί ημέρας πολλάς· 17 και απέστειλε Σεδεκίας και εκάλεσεν αυτόν, και ηρώτα αυτόν ο βασιλεύς κρυφαίως ειπείν, ει έστιν ο λόγος παρά Κυρίου, και είπεν· έστιν· εις χείρας βασιλέως Βαβυλώνος παραδοθήση. 18 και είπεν Ιερεμίας τω βασιλεί· τι ηδίκησά σε και τους παίδάς σου και τον λαόν τούτον, ότι συ δίδως με εις οικίαν φυλακής; 19 και που εισιν οι προφήται υμών οι προφητεύσαντες υμίν λέγοντες· ότι ου μη έλθη βασιλεύς Βαβυλώνος επί την γην ταύτην; 20 και νυν, κύριε βασιλεύ, πεσέτω το έλεός μου κατά πρόσωπόν σου, και τι αποστρέφεις με εις οικίαν Ιωνάθαν του γραμματέως και ου μη αποθάνω εκεί; 21 και συνέταξεν ο βασιλεύς και ενεβάλοσαν αυτόν εις οικίαν της φυλακής και εδίδοσαν αυτω άρτον ένα της ημέρας έξωθεν ου πέσσουσιν, έως εξέλιπον οι άρτοι εκ της πόλεως. και εκάθισεν Ιερεμίας εν τη αυλή της φυλακής.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΕ (Μασ. ΛΗ)

 1 ΚΑΙ ήκουσε Σαφατίας υιος Μάθαν και Γοδολίας υιος Πασχώρ και Ιωάχαλ υιος Σελεμίου τους λόγους, ους Ιερεμίας ελάλει επί τον λαόν λέγων· 2 ούτως είπε Κύριος· ο κατοικών εν τη πόλει ταύτη αποθανείται εν ρομφαία και εν λιμω, και ο εκπορευόμενος προς τους Χαλδαίους ζήσεται, και έσται η ψυχή αυτού εις εύρημα, και ζήσεται. 3 ότι ούτως είπε Κύριος· παραδιδομένη παραδοθήσεται η πόλις αύτη εις χείρας δυνάμεως βασιλέως Βαβυλώνος, και συλλήψεται αυτήν. 4 και είπαν τω βασιλεί· αναιρεθήτω δη ο άνθρωπος εκείνος, ότι αυτός εκλύει τας χείρας των ανθρώπων των πολεμούντων των καταλειπομένων εν τη πόλει και τας χείρας παντός του λαού λαλών προς αυτούς κατά τους λόγους τούτους· ότι ο άνθρωπος ούτος ου χρησμολογεί ειρήνην τω λαω τούτω, αλλ' ή πονηρά. 5 και είπεν ο βασιλεύς· ιδού αυτός εν χερσίν υμών· ότι ουκ ηδύνατο ο βασιλεύς προς αυτούς. 6 και έρριψαν αυτόν εις λάκκον Μελχίου υιού του βασιλέως, ος ην εν τη αυλή της φυλακής, και εχάλασαν αυτόν εις τον λάκκον, και εν τω λάκκω ουκ ην ύδωρ αλλ' ή βόρβορος, και ην εν τω βορβόρω. - 7 Και ήκουσεν Αβδεμέλεχ ο Αιθίοψ, και αυτός εν οικία του βασιλέως, ότι έδωκαν Ιερεμίαν εις τον λάκκον· και ο βασιλεύς ην εν τη πύλη Βενιαμίν, 8 και εξήλθε προς αυτόν και ελάλησε προς τον βασιλέα, και είπεν· 9 επονηρεύσω α εποίησας του αποκτείναι τον άνθρωπον τούτον από προσώπου του λιμού, ότι ουκ εισίν έτι άρτοι εν τη πόλει. 10 και ενετείλατο ο βασιλεύς τω Αβδεμέλεχ λέγων· λάβε εις τας χείράς σου εντεύθεν τριάκοντα ανθρώπους και ανάγαγε αυτόν εκ του λάκκου, ίνα μη αποθάνη. 11 και έλαβεν Αβδεμέλεχ τους ανθρώπους και εισήλθεν εις την οικίαν του βασιλέως την υπόγαιον και έλαβεν εκείθεν παλαιά ράκη και παλαιά σχοινία και έρριψεν αυτά προς Ιερεμίαν εις τον λάκκον 12 και είπε· ταύτα θές υποκάτω των σχοινίων, και εποίησεν Ιερεμίας ούτως. 13 και είλκυσαν αυτόν τοις σχοινίοις και ανήγαγον αυτόν εκ του λάκκου· και εκάθισεν Ιερεμίας εν τη αυλή της φυλακής. - 14 Και απέστειλεν ο βασιλεύς και εκάλεσεν αυτόν προς εαυτόν εις οικίαν Ασελεισή την εν οίκω Κυρίου· και είπεν αυτω ο βασιλεύς· ερωτήσω σε λόγον, και μη δη κρύψης απ' εμού ρήμα. 15 και είπεν Ιερεμίας τω βασιλεί· εάν αναγγείλω σοι, ουχί θανάτω με θανατώσεις; και εάν συμβουλεύσω σοι, ου μη ακούσης μου. 16 και ώμοσεν αυτω ο βασιλεύς λέγων· ζη Κύριος, ος εποίησεν ημίν την ψυχήν ταύτην, ει αποκτενώ σε και ει δώσω σε εις χείρας των ανθρώπων τούτων. 17 και είπεν αυτω Ιερεμίας· ούτως είπε Κύριος· εάν εξελθών εξέλθης προς ηγεμόνας βασιλέως Βαβυλώνος, και ζήσεται η ψυχή σου, και η πόλις αύτη ου μη κατακαυθή εν πυρί, και ζήση συ και η οικία σου. 18 και εάν μη εξέλθης, δοθήσεται η πόλις αύτη εις χείρας των Χαλδαίων, και καύσουσιν αυτήν εν πυρί, και συ ου μη σωθής. 19 και είπεν ο βασιλεύς τω Ιερεμία· εγώ λόγον έχω των Ιουδαίων των πεφευγότων προς τους Χαλδαίους, μη δώσειν με εις χείρας αυτών, και καταμωκήσονταί μου. 20 και είπεν Ιερεμίας· ου μη παραδώσί σε· άκουσον τον λόγον Κυρίου, ον εγώ λέγω προς σε, και βέλτιον έσται σοι, και ζήσεται η ψυχή σου. 21 και ει μη θέλεις συ εξελθείν, ούτος ο λόγος, ον έδειξέ μοι Κύριος· 22 και ιδού πάσαι αι γυναίκες αι καταλειφθείσαι εν οικία βασιλέως Ιούδα εξήγοντο προς άρχοντας βασιλέως Βαβυλώνος, και αύται έλεγον· ηπάτησάν σε και δυνήσονταί σοι άνδρες ειρηνικοί σου και καταλύσουσιν εν ολισθήμασι πόδα σου, απέστρεψαν από σου. 23 και τας γυναίκάς σου και τα τέκνα σου εξάξουσι προς τους Χαλδαίους, και συ ου μη σωθής, ότι εν χειρί βασιλέως Βαβυλώνος συλληφθήση, και η πόλις αύτη κατακαυθήσεται. 24 και είπεν αυτω ο βασιλεύς· άνθρωπος μη γνώτω εκ των λόγων τούτων, και συ ου μη αποθάνης. 25 και εάν οι άρχοντες ακούσωσιν ότι ελάλησά σοι και έλθωσι προς σε και είπωσί σοι· ανάγγειλον ημίν, τι ελάλησέ σοι ο βασιλεύς, μη κρύψης αφ' ημών, και ου μη ανέλωμέν σε, και τι ελάλησε προς σε ο βασιλεύς; 26 και ερείς αυτοίς· ρίπτω εγώ το έλεός μου κατ' οφθαλμούς του βασιλέως προς το μη αποστρέψαι με εις οικίαν Ιωνάθαν αποθανείν με εκεί. 27 και ήλθοσαν πάντες οι άρχοντες προς Ιερεμίαν και ηρώτησαν αυτόν, και ανήγγειλεν αυτοίς κατά πάντας τους λόγους τούτους, ους ενετείλατο αυτω ο βασιλεύς· και απεσιώπησαν, ότι ουκ ηκούσθη ο λόγος Κυρίου. 28 και εκάθισεν Ιερεμίας εν τη αυλή της φυλακής έως χρόνου ου συνελήφθη Ιερουσαλήμ.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΣΤ (Μασ. ΛΘ)

 1 ΚΑΙ εγένετο εν τω έτει τω ενάτω του Σεδεκία βασιλέως Ιούδα εν τω μηνί τω δεκάτω παρεγένετο Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος και πάσα η δύναμις αυτού επί Ιερουσαλήμ και επολιόρκουν αυτήν. 2 και εν τω ενδεκάτω έτει του Σεδεκία, εν τω μηνί τω τετάρτω, ενάτη του μηνός, ερράγη η πόλις. 3 και εισήλθον πάντες οι ηγούμενοι βασιλέως Βαβυλώνος και εκάθισαν εν πύλη τη μέση Ναργαλασάρ και Σαμαγώθ και Ναβουσαχάρ και Ναβουσαρείς και Ναγαργασνασέρ Ραβαμάγ και οι κατάλοιποι ηγεμόνες βασιλέως Βαβυλώνος· 14 και απέστειλαν και έλαβον τον Ιερεμίαν εξ αυλής της φυλακής και έδωκαν αυτόν προς τον Γοδολίαν υιόν Αχεικάμ υιού Σαφάν· και εξήγαγον αυτόν, και εκάθισεν εν μέσω του λαού. - 15 Και προς Ιερεμίαν εγένετο λόγος Κυρίου εν τη αυλή της φυλακής λέγων· 16 πορεύου και ειπέ προς Αβδεμέλεχ τον Αιθίοπα· ούτως είπε Κύριος ο Θεός Ισραήλ· ιδού εγώ φέρω τους λόγους μου επί την πόλιν ταύτην εις κακά και ουκ εις αγαθά, 17 και σώσω σε εν τη ημέρα εκείνη και ου μη δώσω σε εις χείρας των ανθρώπων, ων συ φοβή από προσώπου αυτών, 18 ότι σώζων σώσω σε, και εν ρομφαία ου μη πέσης. και έσται η ψυχή σου εις εύρημα, ότι επεποίθεις επ' εμοί, φησί Κύριος.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΖ (Μασ. Μ)

 1 Ο λόγος ο γενόμενος παρά Κυρίου προς Ιερεμίαν ύστερον μετά το αποστείλαι αυτόν Ναβουζαρδάν τον αρχιμάγειρον τον εκ Δαμάν εν τω λαβείν αυτόν εν χειροπέδαις, εν μέσω αποικίας Ιούδα των ηγμένων εις Βαβυλώνα. 2 και έλαβεν αυτόν ο αρχιμάγειρος και είπεν αυτω· Κύριος ο Θεός σου ελάλησε τα κακά ταύτα επί τον τόπον τούτον, 3 και εποίησε Κύριος, ότι ημάρτετε αυτω, και ουκ ηκούσατε της φωνής αυτού. 4 ιδού έλυσά σε από των χειροπέδων των επί τας χείράς σου· ει καλόν εναντίον σου ελθείν μετ' εμού εις Βαβυλώνα, ήκε, και θήσω τους οφθαλμούς μου επί σε· 5 ει δε μη, απότρεχε και ανάστρεψον προς τον Γοδολίαν υιόν Αχεικάμ, υιού Σαφάν, ον κατέστησε βασιλεύς Βαβυλώνος εν γη Ιούδα, και οίκησον μετ' αυτού εν μέσω του λαού εν γη Ιούδα· εις άπαντα τα αγαθά εν οφθαλμοίς σου του πορευθήναι εκεί, και πορεύου. και έδωκεν αυτω ο αρχιμάγειρος δώρα και απέστειλεν αυτόν. 6 και ήλθε προς Γοδολίαν εις Μασσηφά και εκάθισεν εν μέσω του λαού αυτού του καταλειφθέντος εν τη γη. - 7 Και ήκουσαν πάντες οι ηγεμόνες της δυνάμεως της εν αγρω αυτοί και οι άνδρες αυτών, ότι κατέστησε βασιλεύς Βαβυλώνος τον Γοδολίαν εν τη γη και παρακατέθετο αυτω άνδρας και γυναίκας αυτών, ους ουκ απώκισεν εις Βαβυλώνα. 8 και ήλθε προς Γοδολίαν εις Μασσηφά Ισμαήλ υιος Ναθανίου και Ιωνάν υιος Καρηέ και Σαραίας υιος Θαναεμέθ και υιοί Ιωφέ του Νετωφαθί και Εζονίας υιος του Μωχαθί, αυτοί και οι άνδρες αυτών. 9 και ώμοσεν αυτοίς Γοδολίας και τοις ανδράσιν αυτών λέγων· μη φοβηθήτε από προσώπου των παίδων των Χαλδαίων· κατοικήσατε εν τη γη και εργάσασθε τω βασιλεί Βαβυλώνος, και βέλτιον έσται υμίν. 10 και ιδού εγώ κάθημαι εναντίον υμών εις Μασσηφά στήναι κατά πρόσωπον των Χαλδαίων, οί αν έλθωσιν εφ' υμάς, και υμείς συνάγετε οίνον και οπώραν και έλαιον και βάλετε εις τα αγγεία υμών και οικήσατε εν ταις πόλεσιν, αις κατεκρατήσατε. 11 και πάντες οι Ιουδαίοι οι εν γη Μωάβ και εν υιοίς Αμμών και οι εν τη Ιδουμαία και οι εν πάση τη γη ήκουσαν ότι έδωκε βασιλεύς Βαβυλώνος κατάλειμμα τω Ιούδα, και ότι κατέστησεν επ' αυτούς τον Γοδολίαν υιόν Αχεικάμ. 12 και ήλθον προς Γοδολίαν εις γην Ιούδα εις Μασσηφά και συνήγαγον οίνον και οπώραν πολλήν σφόδρα και έλαιον. - 13 Και Ιωανάν υιος Καρηέ και πάντες οι ηγεμόνες της δυνάμεως, οι εν τοις αγροίς, ήλθον προς τον Γοδολίαν εις Μασσηφά 14 και είπαν αυτω· ει γνώσει γινώσκεις ότι Βελεισσά βασιλεύς υιος υιών Αμμών απέστειλε προς σε τον Ισμαήλ πατάξαι σου ψυχήν; και ουκ επίστευσεν αυτοίς Γοδολίας. 15 και είπεν Ιωανάν τω Γοδολία κρυφαίως εν Μασσηφά· πορεύσομαι δη και πατάξω τον Ισμαήλ και μηθείς γνώτω, μη πατάξη σου ψυχήν και διασπαρή πας Ιούδα οι συνηγμένοι προς σε και απολούνται οι κατάλοιποι Ιούδα. 16 και είπε Γοδολίας προς Ιωανάν· μη ποιήσης το πράγμα τούτο, ότι ψευδή συ λέγεις περί Ισμαήλ.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΗ (Μασ. ΜΑ)

 1 ΚΑΙ εγένετο τω μηνί τω εβδόμω ήλθεν Ισμαήλ υιος Ναθανίου υιού Ελεασά από γένους του βασιλέως και δέκα άνδρες μετ' αυτού προς Γοδολίαν εις Μασσηφά, και έφαγον εκεί άρτον άμα. 2 και ανέστη Ισμαήλ και οι δέκα άνδρες, οί ήσαν μετ' αυτού, και επάταξαν τον Γοδολίαν, ον κατέστησε βασιλεύς Βαβυλώνος επί της γης, 3 και πάντας τους Ιουδαίους τους όντας μετ' αυτού εν Μασσηφά και πάντας τους Χαλδαίους τους ευρεθέντας εκεί. - 4 Και εγένετο τη ημέρα τη δευτέρα πατάξαντος αυτού τον Γοδολίαν, και άνθρωπος ουκ έγνω, 5 και ήλθοσαν άνδρες από Συχέμ και από Σαλήμ και από Σαμαρείας, ογδοήκοντα άνδρες, εξυρημένοι πώγωνας και διερρηγμένοι τα ιμάτια και κοπτόμενοι, και μαναά και λίβανος εν χερσίν αυτών του εισενεγκείν εις οίκον Κυρίου. 6 και εξήλθεν εις απάντησιν αυτοίς Ισμαήλ· αυτοί επορεύοντο και έκλαιον, και είπεν αυτοίς· εισέλθετε προς Γοδολίαν. 7 και εγένετο εισελθόντων αυτών εις το μέσον της πόλεως, έσφαξεν αυτούς εις το φρέαρ. 8 και δέκα άνδρες ευρέθησαν εκεί και είπαν τω Ισμαήλ· μη ανέλης ημάς, ότι εισίν ημίν θησαυροί εν αγρω, πυροί και κριθαί, μέλι και έλαιον· και παρήλθε και ουκ ανείλεν αυτούς εν μέσω των αδελφών αυτών. 9 και το φρέαρ, εις ό έρριψεν εκεί Ισμαήλ πάντας, ους επάταξε, φρέαρ μέγα τούτό εστιν, ό εποίησεν ο βασιλεύς Ασά από προσώπου Βαασά βασιλέως Ισραήλ· τούτο ενέπλησεν Ισμαήλ τραυματιών. 10 και απέστρεψεν Ισμαήλ πάντα τον λαόν τον καταλειφθέντα εις Μασσηφά και τας θυγατέρας του βασιλέως, ας παρακατέθετο ο αρχιμάγειρος τω Γοδολία υιω Αχεικάμ, και ώχετο εις το πέραν υιών Αμμών. - 11 Και ήκουσεν Ιωανάν υιος Καρηέ και πάντες οι ηγεμόνες της δυνάμεως οι μετ' αυτού πάντα τα κακά, α εποίησεν Ισμαήλ, 12 και ήγαγον άπαν το στρατόπεδον αυτών και ώχοντο πολεμείν αυτόν και εύρον αυτόν επί ύδατος πολλού εν Γαβαών. 13 και εγένετο ότε είδε πας ο λαός ο μετά Ισμαήλ τον Ιωανάν και τους ηγεμόνας της δυνάμεως της μετ' αυτού, 14 και ανέστρεψαν προς Ιωανάν. 15 και Ισμαήλ εσώθη συν οκτώ ανθρώποις και ώχετο προς τους υιούς Αμμών. - 16 Και έλαβεν Ιωανάν και πάντες οι ηγεμόνες της δυνάμεως οι μετ' αυτού πάντας τους καταλοίπους του λαού, ους απέστρεψεν από Ισμαήλ, δυνατούς άνδρας εν πολέμω και τας γυναίκας και τα λοιπά και τους ευνούχους, ους απέστρεψαν από Γαβαών, 17 και ώχοντο και εκάθισαν εν Γαβηρώθ - Χαμαάμ τη προς Βηθλεέμ του πορευθήναι εις Αίγυπτον 18 από προσώπου των Χαλδαίων, ότι εφοβήθησαν από προσώπου αυτών, ότι επάταξεν Ισμαήλ τον Γοδολίαν, ον κατέστησεν ο βασιλεύς Βαβυλώνος εν τη γη.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΜΘ (Μασ. ΜΒ)

 1 ΚΑΙ προσήλθον πάντες οι ηγεμόνες της δυνάμεως και Ιωανάν και Αζαρίας υιος Μαασαίου και πας ο λαός από μικρού έως μεγάλου 2 προς Ιερεμίαν τον προφήτην και είπαν αυτω· πεσέτω δη το έλεος ημών κατά πρόσωπόν σου και πρόσευξαι προς Κύριον τον Θεόν σου περί των καταλοίπων τούτων, ότι κατελείφθημεν ολίγοι από πολλών, καθώς οι οφθαλμοί σου βλέπουσι· 3 και αναγγειλάτω ημίν Κύριος ο Θεός σου την οδόν, ή πορευσόμεθα εν αυτη, και λόγον ον ποιήσομεν. 4 και είπεν αυτοίς Ιερεμίας· ήκουσα, ιδού εγώ προσεύξομαι υπέρ υμών προς Κύριον τον Θεόν ημών κατά τους λόγους υμών· και έσται, ο λόγος, ον αν αποκριθήσεται Κύριος ο Θεός, αναγγελώ υμίν, ου μη κρύψω αφ' υμών ρήμα. 5 και αυτοί είπαν τω Ιερεμία· έστω Κύριος εν ημίν εις μάρτυρα δίκαιον και πιστόν, ει μη κατά πάντα τον λόγον, ον εάν αποστείλη Κύριος προς ημάς, ούτως ποιήσωμεν· 6 και εάν αγαθόν και εάν κακόν, την φωνήν Κυρίου του Θεού ημών, ου ημείς αποστέλλομέν σε προς αυτόν, ακουσόμεθα, ίνα βέλτιον ημίν γένηται, ότι ακουσόμεθα της φωνής Κυρίου του Θεού ημών. - 7 Και εγενήθη μεθ' ημέρας δέκα εγενήθη λόγος Κυρίου προς Ιερεμίαν. 8 και εκάλεσε τον Ιωανάν και τους ηγεμόνας της δυνάμεως και πάντα τον λαόν από μικρού έως μεγάλου 9 και είπεν αυτοίς· ούτως είπε Κύριος· 10 εάν καθίσαντες καθίσητε εν τη γη ταύτη, οικοδομήσω υμάς και ου μη καθελώ και φυτεύσω υμάς και ου μη εκτίλω, ότι αναπέπαυμαι επί τοις κακοίς, οίς εποίησα υμίν. 11 μη φοβηθήτε από προσώπου βασιλέως Βαβυλώνος, ου υμείς φοβείσθε από προσώπου αυτού, μη φοβηθήτε, φησί Κύριος, ότι μεθ' υμών εγώ ειμι του εξαιρείσθαι υμάς και σώζειν υμάς εκ χειρός αυτού· 12 και δώσω υμίν έλεος και ελεήσω υμάς και επιστρέψω υμάς εις την γην υμών. 13 και ει λέγετε υμείς· ου μη καθίσωμεν εν τη γη ταύτη προς το μη ακούσαι φωνής Κυρίου, 14 ότι εις γην Αιγύπτου εισελευσόμεθα και ου μη ίδωμεν πόλεμον και φωνήν σάλπιγγος ου μη ακούσωμεν και εν άρτοις ου μη πεινάσωμεν και εκεί οικήσομεν, 15 δια τούτο ακούσατε λόγον Κυρίου· ούτως είπε Κύριος· εάν υμείς δώτε το πρόσωπον υμών εις Αίγυπτον και εισέλθητε εκεί κατοικείν, 16 και έσται, η ρομφαία, ην υμείς φοβείσθε από προσώπου αυτής, ευρήσει υμάς εν γη Αιγύπτου, και ο λιμός, ου υμείς λόγον έχετε από προσώπου αυτού, καταλήψεται υμάς οπίσω υμών εν Αιγύπτω, και εκεί αποθανείσθε. 17 και έσονται πάντες οι άνθρωποι και πάντες οι αλλογενείς, οι θέντες το πρόσωπον αυτών εις γην Αιγύπτου ενοικείν εκεί, εκλείψουσιν εν τη ρομφαία και εν τω λιμω, και ουκ έσται αυτών ουθείς σωζόμενος από των κακών, ων εγώ επάγω επ' αυτούς. 18 ότι ούτως είπε Κύριος· καθώς έσταξεν ο θυμός μου επί τους κατοικούντας Ιερουσαλήμ, ούτως στάξει ο θυμός μου εφ' υμάς εισελθόντων υμών εις Αίγυπτον, και έσεσθε εις άβατον και υποχείριοι και εις αράν και εις ονειδισμόν και ου μη ίδητε ουκέτι τον τόπον τούτον, 19 α ελάλησε Κύριος εφ' υμάς τους καταλοίπους Ιούδα· μη εισέλθητε εις Αίγυπτον. και νυν γνόντες γνώσεσθε 20 ότι επονηρεύσασθε εν ψυχαίς υμών αποστείλαντές με λέγοντες· πρόσευξαι περί ημών προς Κύριον, και κατά πάντα, α εάν λαλήση σοι Κύριος, ποιήσομεν. 21 και ουκ ηκούσατε της φωνής Κυρίου, ης απέστειλέ με προς υμάς. 22 και νυν εν ρομφαία και εν λιμω εκλείψετε εν τω τόπω, ω υμείς βούλεσθε εισελθείν κατοικείν εκεί.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ Ν (Μασ. ΜΓ)

 1 ΚΑΙ εγενήθη ως επαύσατο Ιερεμίας λέγων προς τον λαόν πάντας τους λόγους Κυρίου, ους απέστειλεν αυτόν Κύριος προς αυτούς, πάντας τους λόγους τούτους, 2 και είπεν Αζαρίας υιος Μαασαίου και Ιωανάν υιος Καρηέ και πάντες οι άνδρες οι είπαντες τω Ιερεμία λέγοντες· ψεύδη, ουκ απέστειλέ σε Κύριος προς ημάς λέγων· μη εισέλθητε εις Αίγυπτον οικείν εκεί, 3 αλλ' ή Βαρούχ υιος Νηρίου συμβάλλει σε προς ημάς, ίνα δως ημάς εις χείρας των Χαλδαίων του θανατώσαι ημάς και αποικισθήναι ημάς εις Βαβυλώνα. 4 και ουκ ήκουσεν Ιωανάν και πάντες ηγεμόνες της δυνάμεως και πας ο λαός της φωνής Κυρίου κατοικήσαι εν γη Ιούδα. 5 και έλαβεν Ιωανάν και πάντες οι ηγεμόνες της δυνάμεως πάντας τους καταλοίπους Ιούδα, τους αποστρέψαντας κατοικείν εν τη γη, 6 τους δυνατούς άνδρας και τας γυναίκας και τα νήπια, και τας θυγατέρας του βασιλέως και τας ψυχάς, ας κατέλιπε Ναβουζαρδάν μετά Γοδολίου υιού Αχεικάμ, και Ιερεμίαν τον προφήτην και Βαρούχ υιόν Νηρίου 7 και εισήλθον εις Αίγυπτον, ότι ουκ ήκουσαν της φωνής Κυρίου· και εισήλθον εις Τάφνας. 8 και εγένετο λόγος Κυρίου προς Ιερεμίαν εν Τάφνας λέγων· 9 λαβέ σεαυτω λίθους μεγάλους και κατάκρυψον αυτούς εν προθύροις, εν πύλη της οικίας Φαραώ εν Τάφνας, κατ' οφθαλμούς ανδρών Ιούδα 10 και ερείς· ούτως είπε Κύριος· ιδού εγώ αποστέλλω και άξω Ναβουχοδονόσορ βασιλέα Βαβυλώνος, και θήσει αυτού τον θρόνον επάνω των λίθων τούτων, ων κατέκρυψας, και αρεί τα όπλα αυτού επ' αυτούς 11 και εισελεύσεται και πατάξει γην Αιγύπτου, ους εις θάνατον, εις θάνατον, και ους εις αποικισμόν, εις αποικισμόν, και ους εις ρομφαίαν, εις ρομφαίαν. 12 και καύσει πυρ εν οικίαις των θεών αυτών και εμπυριεί αυτάς και αποικιεί αυτούς και φθειριεί γην Αιγύπτου, ωσπερ φθειρίζει ποιμήν το ιμάτιον αυτού, και εξελεύσεται εν ειρήνη, 13 και συντρίψει τους στύλους Ηλιουπόλεως, τους εν Ων, και τας οικίας αυτών κατακαύσει εν πυρί.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΝΑ (Μασ. ΜΔ, ΜΕ)

 1 Ο λόγος ο γενόμενος προς Ιερεμίαν άπασι τοις Ιουδαίοις τοις κατοικούσιν εν γη Αιγύπτου και τοις καθημένοις εν Μαγδώλω και εν Τάφνας και εν γη Παθούρης λέγων· 2 ούτως είπε Κύριος ο Θεός Ισραήλ· υμείς εωράκατε πάντα τα κακά, α επήγαγον επί Ιερουσαλήμ και επί τας πόλεις Ιούδα, και ιδού εισιν έρημοι από ενοίκων 3 από προσώπου πονηρίας αυτών, ης εποίησαν παραπικράναί με πορευθέντες θυμιάν θεοίς ετέροις, οίς ουκ έγνωτε. 4 και απέστειλα προς υμάς τους παίδάς μου τους προφήτας όρθρου και απέστειλα λέγων· μη ποιήσητε το πράγμα της μολύνσεως ταύτης, ης εμίσησα. 5 και ουκ ήκουσάν μου, και ουκ έκλιναν το ους αυτών αποστρέψαι από των κακών αυτών προς το μη θυμιάν θεοίς ετέροις. 6 και έσταξεν η οργή μου και ο θυμός μου και εξεκαύθη εν πόλεσιν Ιούδα και έξωθεν Ιερουσαλήμ, και εγενήθησαν εις ερήμωσιν και εις άβατον ως η ημέρα αύτη. 7 και νυν ούτως είπε Κύριος παντοκράτωρ· ινατί υμείς ποιείτε κακά μεγάλα επί ψυχαίς υμών εκκόψαι υμών άνθρωπον και γυναίκα, νήπιον και θηλάζοντα εκ μέσου Ιούδα προς το μη καταλειφθήναι υμών μηδένα, 8 παραπικράναί με εν τοις έργοις των χειρών υμών θυμιάν θεοίς ετέροις εν γη Αιγύπτω, εις ην ήλθατε κατοικείν εκεί, ίνα εκκοπήτε και ίνα γένησθε εις κατάραν και εις ονειδισμόν εν πάσι τοις έθνεσι της γης; 9 μη επιλέλησθε υμείς των κακών των πατέρων υμών και των κακών των βασιλέων Ιούδα και των κακών των αρχόντων υμών και των κακών των γυναικών υμών, ων εποίησαν εν γη Ιούδα και έξωθεν Ιερουσαλήμ; 10 και ουκ επαύσαντο έως της ημέρας ταύτης και ουκ αντείχοντο των προσταγμάτων μου, ων έδωκα κατά πρόσωπον των πατέρων αυτών. 11 δια τούτο ούτως είπε Κύριος· ιδού εγώ εφίστημι το πρόσωπόν μου 12 του απολέσαι πάντας τους καταλοίπους τους εν Αιγύπτω, και πεσούνται εν ρομφαία και εν λιμω εκλείψουσιν από μικρού έως μεγάλου και έσονται εις ονειδισμόν και εις απώλειαν και εις κατάραν. 13 και επισκέψομαι επί τους καθημένους εν γη Αιγύπτω ως επεσκεψάμην επί Ιερουσαλήμ εν ρομφαία και εν λιμω και εν θανάτω, 14 και ουκ έσται σεσωσμένος ουθείς των επιλοίπων Ιούδα των παροικούντων εν γη Αιγύπτω του επιστρέψαι εις γην Ιούδα, εφ' ην αυτοί ελπίζουσι ταις ψυχαίς αυτών του επιστρέψαι εκεί· ου μη επιστρέψωσιν αλλ' ή ανασεσωσμένοι. 15 και απεκρίθησαν τω Ιερεμία πάντες οι άνδρες οι γνόντες ότι θυμιώσιν αι γυναίκες αυτών θεοίς ετέροις και πάσαι αι γυναίκες, συναγωγή μεγάλη, και πας ο λαός οι καθήμενοι εν γη Αιγύπτω, εν Παθουρή, λέγοντες· 16 ο λόγος, ον ελάλησας προς ημάς τω ονόματι Κυρίου, ουκ ακούσομέν σου, 17 ότι ποιούντες ποιήσομεν πάντα τον λόγον, ος εξελεύσεται εκ του στόματος ημών, θυμιάν τη βασιλίσση του ουρανού και σπένδειν αυτη σπονδάς, καθά εποιήσαμεν ημείς και οι πατέρες ημών και οι βασιλείς ημών και οι άρχοντες ημών εν πόλεσιν Ιούδα και έξωθεν Ιερουσαλήμ και επλήσθημεν άρτων και εγενόμεθα χρηστοί και κακά ουκ είδομεν· 18 και ως διελίπομεν θυμιώντες τη βασιλίσση του ουρανού, ηλαττώθημεν πάντες και εν ρομαία και εν λιμω εξελίπομεν. 19 και ότι ημείς θυμιώμεν τη βασιλίσση του ουρανού και εσπείσαμεν αυτη σπονδάς, μη άνευ των ανδρών ημών εποιήσαμεν αυτη χαυώνας και εσπείσαμεν αυτη σπονδάς;- 20 Και είπεν Ιερεμίας αντί τω λαω, τοις δυνατοίς και ταις γυναιξί και παντί τω λαω, τοις αποκριθείσιν αυτω λόγους, λέγων· 21 ουχί του θυμιάματος, ου εθυμιάσατε εν ταις πόλεσιν Ιούδα και έξωθεν Ιερουσαλήμ υμείς και οι πατέρες υμών και οι βασιλείς υμών και οι άρχοντες υμών και ο λαός της γης, εμνήσθη Κύριος, και ανέβη επί την καρδίαν αυτού; 22 και ουκ ηδύνατο Κύριος έτι φέρειν από προσώπου πονηρίας πραγμάτων υμών και από των βδελυγμάτων υμών, ων εποιήσατε· και εγενήθη η γη υμών εις ερήμωσιν και εις άβατον και εις αράν ως εν τη ημέρα ταύτη, 23 από προσώπου, ων εθυμιάτε και ων ημάρτετε τω Κυρίω και ουκ ηκούσατε της φωνής Κυρίου και εν τοις προστάγμασιν αυτού και εν τω νόμω και εν τοις μαρτυρίοις αυτού ουκ επορεύθητε, και επελάβετο υμών τα κακά ταύτα. 24 και είπεν Ιερεμίας τω λαω και ταις γυναιξίν· ακούσατε λόγον Κυρίου· 25 ούτως είπε Κύριος ο Θεός Ισραήλ· υμείς γυναίκες τω στόματι υμών ελαλήσατε και ταις χερσίν υμών επληρώσατε λέγουσαι· ποιούσαι ποιήσομεν τας ομολογίας ημών, ας ωμολογήσαμεν, θυμιάν τη βασιλίσση του ουρανού και σπένδειν αυτη σπονδάς· εμμείνασαι ενεμείνατε ταις ομολογίαις υμών και ποιούσαι εποιήσατε. 26 δια τούτο ακούσατε λόγον Κυρίου, πας Ιούδα οι καθήμενοι εν γη Αιγύπτω· ιδού ώμοσα τω ονόματί μου τω μεγάλω, είπε Κύριος, εάν γένηται έτι όνομά μου εν τω στόματι παντός Ιούδα ειπείν· ζη Κύριος Κύριος, εν πάση γη Αιγύπτω. 27 ότι εγώ εγρήγορα επ' αυτούς του κακώσαι αυτούς και ουκ αγαθώσαι, και εκλείψουσι πας Ιούδα, οι κατοικούντες εν γη Αιγύπτω, εν ρομφαία και εν λιμω, έως αν εκλίπωσι. 28 και οι σεσωσμένοι από ρομφαίας επιστρέψουσιν εις γην Ιούδα ολίγοι αριθμω, και γνώσονται οι κατάλοιποι Ιούδα οι καταστάντες εν γη Αιγύπτω κατοικήσαι εκεί, λόγος τίνος εμμενεί. 29 και τούτο το σημείον υμίν ότι επισκέψομαι εγώ εφ' υμάς εις πονηρά· 30 ούτως είπε Κύριος· ιδού εγώ δίδωμι τον Ουαφρή βασιλέα Αιγύπτου εις χείρας εχθρού αυτού και εις χείρας ζητούντων την ψυχήν αυτού, καθά έδωκα τον Σεδεκίαν βασιλέα Ιούδα εις χείρας Ναβουχοδονόσορ βασιλέως Βαβυλώνος εχθρού αυτού και ζητούντος την ψυχήν αυτού.

 (Μασ. ΜΕ 1-5 ). 31 Ο λόγος ον ελάλησεν Ιερεμίας ο προφήτης προς Βαρούχ υιόν Νηρίου, ότε έγραφε τους λόγους τούτους εν τω βιβλίω από στόματος Ιερεμίου εν τω ενιαυτω τω τετάρτω Ιωακείμ υιω Ιωσία, βασιλέως Ιούδα. 32 ούτως είπε Κύριος επί σοί, Βαρούχ· 33 ότι είπας· οίμοι οίμοι, ότι προσέθηκε Κύριος κόπον επί πόνον μοι, εκοιμήθην εν στεναγμοίς, ανάπαυσιν ουχ εύρον, 34 ειπόν αυτω· ούτως είπε Κύριος· ιδού ους εγώ ωκοδόμησα, εγώ καθαιρω, και ους εγώ εφύτευσα, εγώ εκτίλλω. 35 και συ ζητήσεις σεαυτω μεγάλα; μη ζητήσης, ότι ιδού εγώ επάγω κακά επί πάσαν σάρκα, λέγει Κύριος. και δώσω την ψυχήν σου εις εύρημα εν παντί τόπω, ου εάν βαδίσης εκεί.

 ΙΕΡΕΜΙΑΣ

 ΚΕΦΑΛΑΙΟΝ ΝΒ

 1 ΟΝΤΟΣ εικοστού και ενός έτους Σεδεκίου εν τω βασιλεύειν αυτόν, και ένδεκα έτη εβασίλευσεν εν Ιερουσαλήμ, και όνομα τη μητρί αυτού Αμειτάαλ, θυγάτηρ Ιερεμίου, εκ Λοβενά. 4 και εγένετο εν τω έτει τω ενάτω της βασιλείας αυτού, εν μηνί τω δεκάτω, δεκάτη του μηνός, ήλθε Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος και πάσα η δύναμις αυτού επί Ιερουσαλήμ και περιεχαράκωσαν αυτήν και περιωκοδόμησαν αυτήν τετραπέδοις λίθοις κύκλω. 5 και ήλθεν η πόλις εις συνοχήν έως ενδεκάτου έτους τω βασιλεί Σεδεκία· 6 εν τη ενάτη του μηνός και εστερεώθη ο λιμός εν τη πόλει, και ουκ ήσαν άρτοι τω λαω της γης. 7 και διεκόπη η πόλις, και πάντες οι άνδρες οι πολεμισταί εξήλθον νυκτός κατά την οδόν της πύλης αναμέσον του τείχους και του προτειχίσματος, ό ην κατά τον κήπον του βασιλέως, και οι Χαλδαίοι επί της πόλεως κύκλω. και επορεύθησαν οδόν την εις Άραβα, 8 και κατεδίωξεν η δύναμις των Χαλδαίων οπίσω του βασιλέως και κατέλαβον αυτόν εν τω πέραν Ιεριχώ, και πάντες οι παίδες αυτού διεσπάρησαν απ' αυτού. 9 και συνέλαβον τον βασιλέα και ήγαγον αυτόν προς τον βασιλέα Βαβυλώνος εις Δεβλαθά, και ελάλησεν αυτω μετά κρίσεως. 10 και έσφαξε βασιλεύς Βαβυλώνος τους υιούς Σεδεκίου κατ' οφθαλμούς αυτού, και πάντας τους άρχοντας Ιούδα έσφαξεν εν Δεβλαθά. 11 και τους οφθαλμούς Σεδεκίου εξετύφλωσε και έδησεν αυτόν εν πέδαις, και ήγαγεν αυτόν βασιλεύς Βαβυλώνος εις Βαβυλώνα και έδωκεν αυτόν εις οικίαν μύλωνος έως ημέρας ης απέθανε. 12 και εν μηνί πέμπτω, δεκάτη του μηνός, ήλθε Ναβουζαρδάν ο αρχιμάγειρος ο εστηκώς κατά πρόσωπον του βασιλέως Βαβυλώνος εις Ιερουσαλήμ, 13 και ενέπρησε τον οίκον Κυρίου και τον οίκον του βασιλέως και πάσας τας οικίας της πόλεως, και πάσαν οικίαν μεγάλην ενέπρησεν εν πυρί. 14 και παν τείχος Ιερουσαλήμ κύκλω καθείλεν η δύναμις των Χαλδαίων, η μετά του αρχιμαγείρου. 16 και τους καταλοίπους του λαού κατέλιπεν ο αρχιμάγειρος εις αμπελουργούς και εις γεωργούς. 17 και τους στύλους τους χαλκούς τους εν οίκω Κυρίου και τας βάσεις και την θάλασσαν την χαλκήν την εν οίκω Κυρίου συνέτριψαν οι Χαλδαίοι και έλαβον τον χαλκόν αυτών και απήνεγκαν εις Βαβυλώνα. 18 και την στεφάνην και τας φιάλας και τας κρεάγρας και πάντα τα σκεύη τα χαλκά, εν οίς ελειτούργουν εν αυτοίς, 19 και τα σαφφώθ και τα μασμαρώθ και τους υποχυτήρας και τας λυχνίας και τας θυϊσκας και τους κυάθους, α ην χρυσά χρυσά και α ην αργυρά αργυρά, έλαβεν ο αρχιμάγειρος. 20 και οι στύλοι δύο και η θάλασσα μία και οι μόσχοι δώδεκα χαλκοί υποκάτω της θαλάσσης, α εποίησεν ο βασιλεύς Σαλωμών εις οίκον Κυρίου· ουκ ην σταθμός του χαλκού αυτών. 21 και οι στύλοι, τριακονταπέντε πηχών· ύψος του στύλου του ενός, και σπαρτίον δώδεκα πήχεων περιεκύκλου αυτόν, και το πάχος αυτού δακτύλων τεσσάρων κύκλω, 22 και γείσος επ' αυτοίς χαλκούν, και πέντε πήχεων το μήκος υπεροχή του γείσους του ενός, και δίκτυον και ρόαι επί του γείσους κύκλω, τα πάντα χαλκά· και κατά ταύτα τω στύλω τω δευτέρω, οκτώ ρόαι τω πήχει τοις δώδεκα πήχεσι. 23 και ήσαν αι ρόαι ενενηκονταέξ το εν μέρος, και ήσαν αι πάσαι ρόαι εκατόν επί του δικτύου κύκλω. 24 και έλαβεν ο αρχιμάγειρος τον ιερέα τον πρώτον και τον ιερέα τον δευτερούντα και τους τρεις τους φυλάττοντας την οδόν 25 και ευνούχον ένα, ος ην επιστάτης των ανδρών των πολεμιστών, και επτά άνδρας ονομαστούς τους εν προσώπω του βασιλέως, τους ευρεθέντας εν τη πόλει, και τον γραμματέα των δυνάμεων, τον γραμματεύοντα τω λαω της γης, και εξήκοντα ανθρώπους εκ του λαού της γης, τους ευρεθέντας εν μέσω της πόλεως· 26 και έλαβεν αυτούς Ναβουζαρδάν ο αρχιμάγειρος του βασιλέως και ήγαγεν αυτούς προς βασιλέα Βαβυλώνος εις Δεβλαθά, 27 και επάταξεν αυτούς βασιλεύς Βαβυλώνος εν Δεβλαθά, εν γη Αιμάθ. 31 και εγένετο εν τω τριακοστω και εβδόμω έτει, αποικισθέντος του Ιωακείμ βασιλέως Ιούδα εν τω δωδεκάτω μηνί, εν τη τετράδι και εικάδι του μηνός, έλαβεν Ουλαιμαραδάχ βασιλεύς Βαβυλώνος εν τω ενιαυτω, ω εβασίλευσε, την κεφαλήν Ιωακείμ βασιλέως Ιούδα και εξήγαγεν αυτόν εξ οικίας, ης εφυλάσσετο· 32 και ελάλησεν αυτω χρηστά και έδωκε τον θρόνον αυτού επάνω των βασιλέων των μετ' αυτού εν Βαβυλώνι· 33 και ήλλαξε την στολήν της φυλακής αυτού και ήσθιεν άρτον δια παντός κατά πρόσωπον αυτού πάσας τας ημέρας, ας έζησε. 34 και η σύνταξις αυτω εδίδοτο δια παντός παρά του βασιλέως Βαβυλώνος εξ ημέρας εις ημέραν έως ημέρας, ης απέθανεν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.