Τρίτη, 27 Νοεμβρίου 2012

Θρήνοι Ιερεμίου



ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ

 ΚΕΦΑΛΑΙΟΝ Α

 ΚΑΙ εγένετο μετά το αιχμαλωσθήναι τον Ισραήλ, και Ιερουσαλήμ ερημωθήναι, εκάθισεν Ιερεμίας κλαίων, και εθρήνησε τον θρήνον τούτον επί Ιερουσαλήμ και είπε·

 1 Πως εκάθισε μόνη η πόλις η πεπληθυμμένη λαών; εγενήθη ως χήρα πεπληθυμμένη εν έθνεσιν, άρχουσα εν χώραις εγενήθη εις φόρον. 2 Κλαίουσα έκλαυσεν εν νυκτί, και τα δάκρυα αυτής επί των σιαγόνων αυτής, και ουχ υπάρχει ο παρακαλών αυτήν από πάντων των αγαπώντων αυτήν· πάντες οι φιλούντες αυτήν ηθέτησαν εν αυτη, εγένοντο αυτη εις εχθρούς. 3 Μετωκίσθη Ιουδαία από ταπεινώσεως αυτής και από πλήθους δουλείας αυτής· εκάθισεν εν έθνεσιν, ουχ εύρεν ανάπαυσιν· πάντες οι καταδιώκοντες αυτήν κατέλαβον αυτήν αναμέσον των θλιβόντων. 4 Οδοί Σιών πενθούσι παρά το μη είναι ερχομένους εν εορτη· πάσαι αι πύλαι αυτής ηφανισμέναι, οι ιερείς αυτής αναστενάζουσιν, αι παρθένοι αυτής αγόμεναι, και αυτή πικραινομένη εν εαυτη.
5 Εγένοντο οι θλίβοντες αυτήν εις κεφαλήν, και οι εχθροί αυτής ευθηνούσαν, ότι Κύριος εταπείνωσεν αυτήν επί το πλήθος των ασεβειών αυτής· τα νήπια αυτής επορεύθησαν εν αιχμαλωσία κατά πρόσωπον θλίβοντος. 6 Και εξήρθη εκ θυγατρός Σιών πάσα η ευπρέπεια αυτής· εγένοντο οι άρχοντες αυτής ως κριοί ουχ ευρίσκοντες νομήν και επορεύοντο εν ουκ ισχύϊ κατά πρόσωπον διώκοντος. 7 Εμνήσθη Ιερουσαλήμ ημερών ταπεινώσεως αυτής και απωσμών αυτής· πάντα τα επιθυμήματα αυτής, όσα ην εξ ημερών αρχαίων, εν τω πεσείν τον λαόν αυτής εις χείρας θλίβοντος και ουκ ην ο βοηθών αυτη, ιδόντες οι εχθροί αυτής εγέλασαν επί μετοικεσία αυτής. 8 Αμαρτίαν ήμαρτεν Ιερουσαλήμ, δια τούτο εις σάλον εγένετο· πάντες οι δοξάζοντες αυτήν εταπείνωσαν αυτήν, είδον γαρ την ασχημοσύνην αυτής, και γε αυτή στενάζουσα και απεστράφη οπίσω. 9 Ακαθαρσία αυτής προς ποδών αυτής, ουκ εμνήσθη έσχατα αυτής· και κατεβίβασεν υπέρογκα, ουκ έστιν ο παρακαλών αυτήν· ιδέ, Κύριε, την ταπείνωσίν μου, ότι εμεγαλύνθη ο εχθρός. 10 Χείρα αυτού εξεπέτασε θλίβων επί πάντα τα επιθυμήματα αυτής· είδε γαρ έθνη εισελθόντα εις το αγίασμα αυτής, α ενετείλω μη εισελθείν αυτά εις εκκλησίαν σου. 11 Πας ο λαός αυτής καταστενάζοντες, ζητούντες άρτον, έδωκαν τα επιθυμήματα αυτής εν βρώσει του επιτστρέψαι ψυχήν· ιδέ, Κύριε, και επίβλεψον, ότι εγενήθη ητιμωμένη. 12 Οι προς υμάς πάντες παραπορευόμενοι οδόν, επιστρέψατε και ίδετε ει έστιν άλγος κατά το άλγος μου, ό εγενήθη· φθεγξάμενος εν εμοί εταπείνωσέ με Κύριος εν ημέρα οργής θυμού αυτού. 13 Εξ ύψους αυτού απέστειλε πυρ, εν τοις οστέοις μου κατήγαγεν αυτό· διεπέτασε δίκτυον τοις ποσί μου, απέστρεψέ με εις τα οπίσω, έδωκέ με ηφανισμένην, όλην την ημέραν ωδυνωμένην. 14 Εγρηγορήθη επί τα ασεβήματά μου· εν χερσί μου συνεπλάκησαν, ανέβησαν επί τον τράχηλόν μου· ησθένησεν η ισχύς μου, ότι έδωκε Κύριος εν χερσί μου οδύνας, ου δυνήσομαι στήναι. 15 Εξήρε πάντας τους ισχυρούς μου ο Κύριος εκ μέσου μου, εκάλεσεν επ' εμέ καιρόν του συντρίψαι εκλεκτούς μου· ληνόν επάτησε Κύριος παρθένω θυγατρί Ιούδα, επί τούτοις εγώ κλαίω. 16 Ο οφθαλμός μου κατήγαγεν ύδωρ, ότι εμακρύνθη απ' εμού ο παρακαλών με, ο επιστρέφων ψυχήν μου· εγένοντο οι υιοί μου ηφανισμένοι, ότι εκραταιώθη ο εχθρός. 17 Διεπέτασε Σιών χείρας αυτής, ουκ έστιν ο παρακαλών αυτήν· ενετείλατο Κύριος τω Ιακώβ, κύκλω αυτού οι θλίβοντες αυτόν, εγενήθη Ιερουσαλήμ εις αποκαθημένην αναμέσον αυτών. 18 Δίκαιός εστι Κύριος, ότι το στόμα αυτού παρεπίκραναν· ακούσατε δη, πάντες οι λαοί, και ίδετε το άλγος μου· παρθένοι μου και νεανίσκοι μου επορεύθησαν εν αιχμαλωσία. 19 Εκάλεσα τους εραστάς μου, αυτοί δε παρελογίσαντό με· οι ιερείς μου και οι πρεσβύτεροί μου εν τη πόλει εξέλιπον, ότι εζήτησαν βρώσιν αυτοίς, ίνα επιστρέψωσι ψυχάς αυτών, και ουχ εύρον. 20 Ιδέ, Κύριε, ότι θλίβομαι· η κοιλία μου εταράχθη, και η καρδία μου εστράφη εν εμοί, ότι παραπικραίνουσα παρεπικράνθην· έξωθεν ητέκνωσέ με μάχαιρα ωσπερ θάνατος εν οίκω. 21 Ακούσατε δη, ότι στενάζω εγώ, ουκ έστιν ο παρακαλών με· πάντες οι εχθροί μου ήκουσαν τα κακά μου και εχάρησαν, ότι συ εποίησας· επήγαγες ημέραν, εκάλεσας καιρόν, εγένοντο όμοιοι εμοί. 22 Εισέλθοι πάσα η κακία αυτών κατά πρόσωπόν σου, και επιφύλλισον αυτοίς, ον τρόπον εποίησαν επιφυλλίδα περί πάντων των αμαρτημάτων μου, ότι πολλοί οι στεναγμοί μου, και καρδία μου λυπείται.

 ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ

 ΚΕΦΑΛΑΙΟΝ Β

 1 ΠΩΣ εγνόφωσεν εν οργή αυτού Κύριος την θυγατέρα Σιών; κατέρριψεν εξ ουρανού εις γην δόξασμα Ισραήλ, και ουκ εμνήσθη υποποδίου ποδών αυτού εν ημέρα οργής αυτού. 2 Κατεπόντισε Κύριος ου φεισάμενος πάντα τα ωραία Ιακώβ, καθείλεν εν θυμω αυτού τα οχυρώματα της θυγατρός Ιούδα, εκόλλησεν εις την γην, εβεβήλωσε βασιλέα αυτής και άρχοντας αυτής. 3 Συνέκλασεν εν οργή θυμού αυτού παν κέρας Ισραήλ, απέστρεψεν οπίσω δεξιάν αυτού από προσώπου εχθρού και ανήψεν εν Ιακώβ ως πυρ φλόγα, και κατέφαγε πάντα τα κύκλω. 4 Ενέτεινε τόξον αυτού ως εχθρός, εστερέωσε δεξιάν αυτού ως υπεναντίος και απέκτεινε πάντα τα επιθυμήματα των οφθαλμών μου εν σκηνή θυγατρός Σιών, εξέχεεν ως πυρ τον θυμόν αυτού. 5 Εγενήθη Κύριος ως εχθρός, κατεπόντισεν Ισραήλ, κατεπόντισε πάσας τας βάρεις αυτής, διέφθειρε τα οχυρώματα αυτού και επλήθυνε τη θυγατρί Ιούδα ταπεινουμένην και τεταπεινωμένην. 6 Και διεπέτασεν ως άμπελον το σκήνωμα αυτού, διέφθειρεν εορτήν αυτού· επελάθετο Κύριος α εποίησεν εν Σιών εορτής και σαββάτου και παρώξυνεν εμβριμήματι οργής αυτού βασιλέα και ιερέα και άρχοντα. 7 Απώσατο Κύριος θυσιαστήριον αυτού, απετίναξεν αγίασμα αυτού, συνέτριψεν εν χειρί εχθρού τείχος βάρεων αυτής· φωνήν έδωκαν εν οίκω Κυρίου ως εν ημέρα εορτής. 8 Και επέστρεψε Κύριος του διαφθείραι τείχος θυγατρός Σιών· εξέτεινε μέτρον, ουκ απέστρεψε χείρα αυτού από καταπατήματος, και επένθησε το προτείχισμα, και τείχος ομοθυμαδόν ησθένησεν. 9 Ενεπάγησαν εις γην πύλαι αυτής, απώλεσε και συνέτριψε μοχλούς αυτής· βασιλέα αυτής και άρχοντα αυτής εν τοις έθνεσιν· ουκ έστι νόμος, και γε προφήται αυτής ουκ είδον όρασιν παρά Κυρίου. 10 Εκάθισαν εις την γην, εσιώπησαν πρεσβύτεροι θυγατρός Σιών, ανεβίβασαν χουν επί την κεφαλήν αυτών, περιεζώσαντο σάκκους, κατήγαγον εις γην αρχηγούς παρθένους εν Ιερουσαλήμ. 11 Εξέλιπον εν δάκρυσιν οι οφθαλμοί μου, εταράχθη η καρδία μου, εξεχύθη εις την γην η δόξα μου επί το σύντριμμα της θυγατρός του λαού μου εν τω εκλείπειν νήπιον και θηλάζοντα εν πλατείαις πόλεως. 12 Ταις μητράσιν αυτών είπαν· που σίτος και οίνος; εν τω εκλύεσθαι αυτούς ως τραυματίας εν πλατείαις πόλεως, εν τω εκχείσθαι αυτούς ως τραυματίας εν πλατείαις πόλεως, εν τω εκχείσθαι ψυχάς αυτών εις κόλπον μητέρων αυτών. 13 Τί μαρτυρήσω σοι ή τι ομοιώσω σοι, θύγατερ Ιερουσαλήμ; τις σώσει σε και παρακαλέσει σε, παρθένος θύγατερ Σιών; ότι εμεγαλύνθη ποτήριον συντριβής σου· τις ιάσεταί σε; 14 Προφήταί σου είδοσάν σοι μάταια και αφροσύνην και ουκ απεκάλυψαν επί την αδικίαν σου του επιστρέψαι αιχμαλωσίαν σου, και είδοσάν σοι λήμματα μάταια και εξώσματα. 15 Εκρότησαν επί σε χείρας πάντες οι παραπορευόμενοι οδόν, εσύρισαν και εκίνησαν την κεφαλήν αυτών επί την θυγατέρα Ιερουσαλήμ· αύτη η πόλις, ερούσι, στέφανος ευφροσύνης πάσης της γης. 16 Διήνοιξαν επί σε στόμα αυτών πάντες οι εχθροί σου, εσύρισαν και έβρυξαν οδόντας, και είπαν· κατεπίομεν αυτήν, πλήν αύτη η ημέρα, ην προσεδοκώμεν, εύρομεν αυτήν, είδομεν. 17 Εποίησε Κύριος α ενεθυμήθη, συνετέλεσε ρήματα αυτού, α ενετείλατο εξ ημερών αρχαίων, καθείλε και ουκ εφείσατο, και ηύφρανεν επί σε εχθρόν, ύψωσε κέρας θλίβοντός σε. 18 Εβόησε καρδία αυτών προς Κύριον· τείχη Σιών, καταγάγετε ως χειμάρρους δάκρυα ημέρας και νυκτός· μη δως έκνηψιν σεαυτη, μη σιωπήσαιτο, θύγατερ, ο οφθαλμός σου. 19 Ανάστα, αγαλλίασαι εν νυκτί εις αρχάς φυλακής σου, έκχεον ως ύδωρ καρδίαν σου απέναντι προσώπου Κυρίου, άρον προς αυτόν χείράς σου περί ψυχής νηπίων σου των εκλυομένων λιμω επ' αρχής πασών εξόδων. 20 Ιδέ, Κύριε, και επίβλεψον τίνι επφφύλλισας ούτως· ει φάγονται γυναίκες καρπόν κοιλίας αυτών; επιφυλλίδα εποίησε μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; αποκτενείς εν αγιάσματι Κυρίου ιερέα και προφήτην; 21 Εκοιμήθησαν εις την έξοδον παιδάριον και πρεσβύτης. παρθένοι μου και νεανίσκοι μου επορεύθησαν εν αιχμαλωσία· εν ρομφαία και εν λιμω απέκτεινας, εν ημέρα οργής σου εμαγείρευσας, ουκ εφείσω. 22 Εκάλεσεν ημέραν εορτής παροικίας μου κυκλόθεν, και ουκ εγένοντο εν ημέρα οργής Κυρίου ανασωζόμενος και καταλελειμμένος, ως επεκράτησα και επλήθυνα εχθρούς μου πάντας.

 ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ

 ΚΕΦΑΛΑΙΟΝ Γ

 1 ΕΓΩ ανήρ ο βλέπων πτωχείαν εν ράβδω θυμού αυτού επ' εμέ· 2 παρέλαβέ με και απήγαγέ με εις σκότος και ου φως, 3 πλήν εν εμοί επέστρεψε χείρα αυτού όλην την ημέραν. 4 Επαλαίωσε σάρκα μου και δέρμα μου, οστέα μου συνέτριψεν· 5 αωκοδόμησε κατ' εμού και εκύκλωσε κεφαλήν μου και εμόχθησεν, 6 εν σκοτεινοίς εκάθισέ με ως νεκρούς αιώνος. 7 Ανωκοδόμησε κατ' εμού, και ουκ εξελεύσομαι, εβάρυνε χαλκόν μου· 8 και γε κεκράξομαι και βοήσω, απέφραξε προσευχήν μου· 8 και γε κεκράξομαι και βοήσω, απέφραξε προσευχήν μου· 9 ανωκοδόμησεν οδούς μου, ενέφραξε τρίβους μου, ετάραξεν. 10 Άρκος ενεδρεύουσα αυτός μοι, λέων εν κρυφαίοις· 11 κατεδίωξεν αφεστηκότα και κατέπαυσέ με, έθετό με ηφανισμένην. 12 ενέτεινε τόξον αυτού και εστήλωσέ με ως σκοπόν εις βέλος. 13 Εισήγαγεν εν τοις νεφροίς μου ιούς φαρέτρας αυτού· 14 εγενήθην γέλως παντί λαω μου, ψαλμός αυτών όλην την ημέραν· 15 εχόρτασέ με πικρίας, εμέθυσέ με χολής. 16 Και εξέβαλε ψήφω οδόντας μου, εψώμισέ με σποδόν· 17 και απώσατο εξ ειρήνης ψυχήν μου, 18 επελαθόμην αγαθά, και είπα· απώλετο νίκός μου και η ελπίς μου από Κυρίου. 19 Εμνήσθην από πτωχείας μου και εκδιωγμού μου πικρίας και χολής μου. 206 μνησθήσεται και καταδολεσχήσει επ' εμέ η ψυχή μου· 21 ταύτην τάξω εις την καρδίαν μου, δια τούτο υπομενώ. 22 Τα ελέη Κυρίου, ότι ουκ εξέλιπέμε, ότι ουσυνετελέσθησαν οι οικτιρμοί αυτού· μήνας εις τας πρωϊας ελέησον, Κύριε, ότι ου συνετελέσθημεν, ότι ου συνετελέσθησαν οι οικτιρμοί αυτού. 23 καινά εις τας πρωϊας, πολλή η πίστις σου. 24 μερίς μου Κύριος, είπεν η ψυχή μου· δια τούτο υπομενώ αυτω. 25 Αγαθός Κύριος τοις υπομένουσιν αυτόν, ψυχή ή ζητήσει αυτόν αγαθόν 26 και υπομεννεί και ησυχάσει εις το σωτήριον Κυρίου. 27 αγαθόν ανδρί, όταν άρη ζυγόν εν νεότητι αυτού. 28 Καθήσεται κατά μόνας και σιωπήσεται, ότι ήρεν εφ' εαυτω· 30 δώσει τω παίοντι αυτόν σιαγόνα, χορτασθήσεται ονειδισμών. 31 Οτι ουκ εις τον αιώνα απώσεται Κύριος. 32 ότι ο ταπεινώσας οικτειρήσει κατά το πλήθος του ελέους αυτού· 33 ότι ουκ απεκρίθη από καρδίας αυτού και εταπείνωσεν υιούς ανδρός. 34 Του ταπεινώσαι υπό τους πόδας αυτού πάντας δεσμίους γης, 35 του εκκλίναι κρίσιν ανδρός κατέναντι προσώπου Υψίστου, 36 καταδικάσαι άνθρωπον εν τω κρίνεσθαι αυτόν Κύριος ουκ είπε. 37 Τίς ούτως είπε, και εγενήθη; Κύριος ουκ ενετείλατο. 38 εκ στόματος Υψίστου ουκ εξελεύσεται τα κακά και το αγαθόν; 39 τι γογγύσει άνθρωπος ζων, ανήρ περί της αμαρτίας αυτού; 40 Εξηρευνήθη η οδός ημών και ητάσθη, κί επιστρέψομεν έως Κυρίου· 41 αναλάβωμεν καρδίας ημών επί χειρών προς υψηλόν εν ουρανω· 42 ημαρτήσαμεν, ησεβήσαμεν, και ουχ ιλάσθης. 43 Επεσκέπασας εν θυμω και απεδίωξας ημάς· απέκτεινας, ουκ εφείσω. 44 Επεσκέπασας νεφέλην σεαυτω ένεκεν προσευχής, 45 καμμύσαι με και απωσθήναι έθηκας ημάς εν μέσω των λαών. 46 Διήνοιξαν εφ' ημάς το στόμα αυτών πάντες οι εχθροί ημών· 47 φόβος και θυμός εγενήθη ημίν, έπαρσις και συντριβή. 48 αφέσεις υδάτων κατάξει ο οφθαλμός μου επί το σύντριμμα της θυγατρός του λαού μου. 49 Ο οφθαλμός μου κατεπόθη, και ου σιγήσομαι του μη είναι έκνηψιν, 50 έως ου διακύψη και ίδη Κύριος εξ ουρανού· 51 ο οφθαλμός μου επιφυλλιεί επί την ψυχήν μου παρά πάσας θυγατέρας πόλεως. 52 Θηρεύοντες εθήρευσάν με ως στρουθίον πάντες οι εχθροί μου δωρεάν, 53 εθανάτωσαν εν λάκκω ζωήν μου και επέθηκαν λίθον επ' εμοί. 54 υπερεχύθη ύδωρ επί την κεφαλήν μου· είπα· απώσμαι. 55 Επεκαλεσάμην το όνομά σου, Κύριε, εκ λάκκου κατωτάτου· 56 φωνήν μου ήκουσας· μη κρύψης τα ώτά σου εις την δέησίν μου. 57 εις την βοήθειάν μου ήγγισας εν ημέρα, ή επεκαλεσάμην σε· είπάς μοι· μη φοβού. 58 Εδίκασας, Κύριε, τας δίκας της ψυχής μου, ελυτρώσω την ζωήν μου· 59 είδες, Κύριε, τας ταραχάς μου, έκρινας την κρίσιν μου· 60 είδες πάσαν την εκδίκησιν αυτών εις πάντας διαλογισμούς αυτών εν εμοί. 61 Ήκουσας τον ονειδισμόν αυτών, πάντας τους διαλογισμούς αυτών κατ' εμού, 62 χείλη επανισταμένων μοι και μελέτας αυτών κατ' εμού όλην την ημέραν, 63 καθέδραν αυτών και ανάστασιν αυτών· επίβλεψον επί τους οφθαλμούς αυτών. 64 Αποδώσεις αυτοίς ανταπόδομα, Κύριε, κατά τα έργα των χειρών αυτών. 65 αποδώσεις αυτοίς υπερασπισμόν καρδίας, μόχθον σου αυτοίας, 66 καταδιώξεις εν οργή και εξαναλώσεις αυτούς υποκάτωθεν του ουρανού, Κύριε.

 ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ

 ΚΕΦΑΛΑΙΟΝ Δ

 1 ΠΩΣ αμαυρωθήσεται χρυσίον, αλλοιωθήσεται το αργύριον το αγαθόν; εξεχύθησαν λίθοι άγιοι απ' αρχής πασών εξόδων. 2 Υιοί Σιών οι τίμιοι, οι επηρμένοι εν χρυσίω, Πως ελογίσθησαν εις αγγεία οστράκινα, έργα χειρών κεραμέως; 3 Και γε δράκοντες εξέδυσαν μαστούς, εθήλασαν σκύμνοι αυτών· θυγατέρες λαού μου εις ανίατον ως στρουθίον εν ερήμω. 4 Εκολλήθη η γλώσσα θηλάζοντες προς τον φάρυγγα αυτού εν δίψει· νήπια ήτηησαν άρτον, ο διακλών ουκ έστιν αυτοίς. 5 Οι έσθοντες τας τρυφάς ηφανίσθησαν εν ταις εξόδοις, οι τιθηνούμενοι επί κόκκων περιεβάλλοντο κοπρίας. 6 Και εμεγαλύνθη ανομία θυγατρός λαού μου υπέρ ανομίας Σοδόμων της κατεστραμμένης ωσπερ σπουδή, και ουκ επόνεσαν εν αυτη χείρας. 7 Εκαθαριώθησαν Ναζιραίοι αυτής υπέρ χιόνα, έλαμψαν υπέρ γάλα, επυρώθησαν υπέρ λίθους σαπφείρου το απόσπασμα αυτών. 8 Εσκότασεν υπέρ ασβόλην το είδος αυτών, ουκ επεγνώσθησαν εν ταις εξόδοις· επάγη δέρμα αυτών επί τα οστέα αυτών, εξηράνθησαν, εγενήθησαν ωσπερ ξύλον. 9 Καλοί ήσαν οι τραυματίαι ρομφαίας ή οι τραυματίαι λιμού· επορεύθησαν εκκεκεντημένοι από γεννημάτων αγρών. 10 Χείρες γυναικών οικτριρμόνων ήψησαν τα παιδία αυτών, εγενήθησαν εις βρώσιν αυταίς εν τω συννντρίμματι της θυγατρός του λαού μου. 11 Συνετέλεσε Κύριος θυμόν αυτού, εξέχεε θυμόν οργής αυτού και ανήψε πυρ εν Σιών, και κατέφαγε τα θεμέλια αυτής. 12 Ουκ επίστευσαν βασιλείς γης, πάντες οι κατοικούντες την οικουμένην, ότι εισελεύσεται εχθρός και εκθλίβων δια των πυλών Ιερουσαλήμ. 13 Εξ αμαρτιών προφητών αυτής, αδικιών ιερέων αυτής των εκχεόντων αίμα δίκαιον εν μέσω αυτής. 14 Εσαλεύθησαν εγρήγοροι αυτής εν ταις εξόδοις, εμολύνθησαν εν αίματι· εν τω μη δύνασθαι αυτούς ήψαντο ενδυμάτων αυτών. 15 Απόστητε εκαθάρτων -καλέσατε αυτούς- απόστητε, απόστητε, μη άπτεσθε, ότι ανήφθησαν και γε εσαλεύθησαν· είπατε εν τοις έθνεσιν· ου μη προσθώσι του παροικείν. 16 Πρόσωπον Κυρίου μερίς αυτών, ου προσθήσει επιβλέπψαι αυτοίς· πρόσωπον ιερέων ουκ έλαβον, πρεσβύτας ουκ ηλέησαν. 17 Έτι όντων ημών εξέλιπον οι οοφθαλμοί ημών εις την βοήθειαν ημών μάταια· αποσκοπευόντων ημών απεσκοπεύσαμεν εις έθνος ου σωζον. 18 Εθηρεύσαμεν μικρούς ημών του μήυ προεύεσθαι εν ταις πλατείαις ημών·19 ήγγικεν ο καιρός ημών, εκπληρώθησαν αι ημέραι ημών, πάρεστιν ο καιρός ημών. Κούφοι εγένοντο οι διώκοντες ημάς υπέρ αετούς ουρανού, επί των ορέων εξέπτησαν, εν ερήμω ενύδρευσαν ημάς. 20 Πνεύμα προσώπου ημών χριστός Κυρίου συνελήφθη εν ταις διαφθοραίς αυτών, ου είπαμεν· εν τη σκιά αυτού ζησόμεθα εν τοις έθνεσι. 21 Χαίρε και ευφραίνου, θύγατερ Ιδουμαίας η κατοικούσα επί γης· και γε επί σε διελευύσεται το ποτήριον Κυρίου και μεθυσθήση και αποχεείς. 22 Εξέλιπεν η ανομία σου, θύγατερ Σιών, ου προσθήσει του αποικίσαι σε. επεσκέψατο ανομίας σου, θύγατερ Εδώμ· απεκάλυψεν επί τα ασεβήματά σου.

 ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ

 ΚΕΦΑΛΑΙΟΝ Ε

 1 ΜΝΗΣΘΗΤΙ, Κύριε, ό,τι εγενήθη ημίν· επίβλεψον και ιδέ τον ονειδισμόν ημών. 2 κληρονομία ημών μετεστράφη αλλοτρίοις, οι οίκοι ημών ξένοις. 3 ορφανοί εγενήθημεν, ουχ υπάρχει πατήρ· μητέρες ημών ως αι χήραι. 4 ύδωρ ημών εν αργυρίω επίομεν, ξύλα ημών εν αλλάγματι ήλθεν επί τον τράχηλον ημών. 5 εδιώχθημεν, εκοπιάσαμεν, ουκ ανεπαύθημεν. 6 Αίγυπτος έδωκε χείρα, Ασσούρ εις πλησμονήν αυτών. 7 οι πατέρες ημών ήμαρτον, ουχ υπάραχουσιν· ημείς τα ανομήματα αυτών υπέσχομεν. 8 δούλοι εκυρίευσαν ημών, λυτρούμενος ουκ έστιν εκ της χειρός αυτών. 9 εν ταίας ψυχαίς ημών, εισοίσομεν άρτον ημών, από προσώπου ρομφαίας της ερήμου. 10 το δέρμα ημών ως κλίβανος επελιώθη, συνεσπάσθησαν από προσώπου καταιγίδων λιμού. 11 γυναίκας εν Σιών εταπείνωσαν, παρθένους εν πόλεσιν Ιούδα. 12 άρχοντες εν χερσίν αυτών, εκρεμάσθησαν, πρεσβύτεροι ουκ εδοξάσθησαν. 13 εκλεκτοί κλαυθμόν ανέλαβον, και νεανίσκοι εν ξύλω ησθένησαν. 14 και πρεσβύται από πύλης κατέπαυσαν, εκλεκτοί εκ ψαλμών αυτών κατέπαυσαν. 15 κατέλυσε χαρά καρδίας ημών, εστράφη εις πένθος ο χορός ημών, 16 έπεσεν ο στέφανος ημών της κεφαλής· ουαί δη ημίν, ότι ημάρτομεν. 17 περί τούτου εγενήθη οδυνηρά η καρδία ημών, περί τούτου εσκότασαν οι οφθαλμοί ημών. 18 επ' όρος Σιών, ότι ηφανίσθη, αλώπεκες διήλθον εν αυτη. 19 συ δε, Κύριε, εις τον αιώνα κατοικήσεις, ο θρόνος σου εις γενεάν και γενεάν. 20 ινατί εις νίκος επιλήση ημών, καταλείψεις ημάς εις μακρότητα ημερών; 21 επίστρεψον ημάς, Κύριε, προς σε, και επιστραφησόμεθα· και ανακαίνισον ημέρας ημών καθώς έμπροσθεν. 22 ότι απωθούμενος απώσω ημάς, ωργίσθης εφ' ημάς έως σφόδρα.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.