Πέμπτη, 6 Ιουνίου 2013

ΟΜΙΛΙΑ ΛΑʹ.



 

In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.


ΟΜΙΛΙΑ ΛΑʹ.

Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν  μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν. αʹ. Πολλοὺς  καὶ  τῶν  σφόδρα  δοκούντων  εἶναι  σπουδαίων  τοῦτο  τῆς ἐπιστολῆς  τὸ μέρος παρατρέχειν  ἡγοῦμαι, ὡς περιττὸν  καὶ οὐδὲν μέγα ἔχον· καὶ τοῦτο  αὐτὸ  καὶ ἐν  τῇ  γενεαλογίᾳ  τῇ  ἐν  τῷ  Εὐαγγελίῳ  κειμένῃ  πάσχειν  αὐτοὺς νομίζω· ἐπειδὴ γὰρ ὀνομάτων ἐστὶ κατάλογος, οὐδὲν μέγα οἴονται ἐντεῦθεν κερδαίνειν. Καὶ οἱ μὲν τῶν χρυσοχόων παῖδες καὶ τὰ μικρὰ ψήγματα περιεργάζονται, οὗτοι δὲ καὶ μάζας χρυσίου τοσαύτας παρατρέχουσιν.


Ἵν' οὖν μὴ τοῦτο πάσχωσιν, ἱκανὰ  μὲν  καὶ τὰ εἰρημένα  ταύτης  ἀπαγαγεῖν  τῆς ῥᾳθυμίας αὐτούς. Ὅτι γὰρ οὐ μικρὸν καὶ ἐντεῦθεν κέρδος, ἐδείξαμεν καὶ ἐκ τῶν ἔμπροσθεν εἰρημένων, τὴν ψυχὴν ὑμῶν ἀναστήσαντες διὰ τῶν προσρήσεων τούτων· πειρασώμεθα δὲ καὶ σήμερον τὸ αὐτὸ πάλιν τοῦτο μεταλλεῦσαι τὸ χωρίον. Ἔστι γὰρ καὶ ἀπὸ ὀνομάτων ψιλῶν μέγαν εὑρεῖν  θησαυρόν. Ἐὰν γοῦν  μάθῃς  διὰ  τί  Ἀβραὰμ ἐκλήθη,  διὰ  τί  Σάῤῥα, διὰ  τί Ἰσραὴλ, διὰ τί Σαμουὴλ, πολλῶν  πραγμάτων  καὶ ἐντεῦθεν  ἱστορίας εὑρήσεις. Καὶ ἀπὸ  καιρῶν  δὲ  καὶ  ἀπὸ  τόπων  τὸ  αὐτὸ  τοῦτο  δυνήσῃ  συναγαγεῖν.  Ὁ μὲν  γὰρ σπουδαῖος  καὶ  ἐντεῦθεν   πλουτεῖ,   ὁ  δὲ  ἀναπεπτωκὼς   οὐδὲ  ἀπὸ  τῶν   σφόδρα καταδήλων   κερδαίνει.  Καὶ γὰρ  τοῦ  Ἀδὰμ  τὸ  ὄνομα  οὐ  μικρὸν  ἡμᾶς  παιδεύει φιλοσοφίας, καὶ τὸ τοῦ παιδὸς ἐκείνου, καὶ τῆς γυναικὸς αὐτῆς, καὶ τῶν ἄλλων τὰ πλείω. Πολλῶν γάρ ἐστι πραγμάτων ὑπομνήματα τὰ ὀνόματα· καὶ Θεοῦ εὐεργεσίαν καὶ  γυναικῶν   δείκνυσιν  εὐχαριστίαν·  συλλαμβάνουσαι  γὰρ  ἀπὸ  τῆς  τοῦ  Θεοῦ δωρεᾶς, τὰ παιδία  ὠνόμαζον  αὗται. Ἀλλὰ τί νῦν  περὶ ὀνομάτων  φιλοσοφοῦμεν,

νοημάτων τοσούτων ἀμελουμένων, καὶ πολλῶν οὐδὲ τὰ ὀνόματα αὐτὰ τῶν βιβλίων εἰδότων;  Πλὴν ἀλλ' οὐδ' οὕτως ἀναχωρητέον  ἡμῖν τῆς περὶ τὰ τοιαῦτα σπουδῆς. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριον ἐπὶ τοὺς τραπεζίτας. ∆ιόπερ κἂν μηδεὶς ὁ ὑποδεχόμενος  ᾖ, τὸ  αὑτῶν  ποιῶμεν,  καὶ  δεικνύωμεν  οὐδὲν  περιττὸν  οὐδὲ  εἰκῆ προφερόμενον ταῖς Γραφαῖς. Εἰ γὰρ μηδὲν εἶχε ταῦτα κέρδος, οὐδ' ἂν προσετέθη τῇ Ἐπιστολῇ,  οὐδ'  ἂν  Παῦλος  ἔγραψεν  ἅπερ  ἔγραψεν.  Ἀλλὰ  γὰρ  οὕτω  τινές  εἰσι βάναυσοι καὶ χαῦνοι  καὶ τῶν  οὐρανῶν  ἀνάξιοι, ὡς μὴ μόνον ὀνόματα, ἀλλὰ καὶ ὁλόκληρα βιβλία περιττὰ εἶναι νομίζειν, ὡς τὸ Λευϊτικὸν, ὡς τὸν Ἰησοῦν, καὶ ἕτερα πλείονα.  Οὕτω καὶ τὴν  Παλαιὰν πολλοὶ  τῶν  ἀνοήτων  ἐξέβαλον· καὶ 60.668 ὁδῷ προβαίνοντες τῇ ἀπὸ πονηρᾶς ταύτης συνηθείας, πολλὰ καὶ τῆς Καινῆς περιέκοψαν. Ἀλλὰ τούτων μὲν ἅτε μεθυόντων καὶ τῇ σαρκὶ ζώντων οὐ πολὺς ἡμῖν ὁ λόγος· εἰ δέ τις φιλοσοφίας  ἐραστὴς, καὶ πνευματικῆς  ἀκροάσεως φίλος, ἀκουέτω ὅτι οὐδὲ τὰ μικρὰ δοκοῦντα εἶναι ἐν τῇ Γραφῇ, εἰκῆ κεῖται καὶ μάτην, καὶ ὅτι καὶ τὰ παλαιὰ πολὺ φέρει τὸ κέρδος. Ταῦτα γὰρ πάντα τύποι, καὶ πρὸς νουθεσίαν ἡμῶν ἐγράφη, φησί.
∆ιὸ καὶ Τιμοθέῳ ἔλεγε, Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, εἰς τὴν τῶν παλαιῶν αὐτὸν ἀνάγνωσιν  ἐμβάλλων  βιβλίων, ἄνθρωπον τοσοῦτον πνεῦμα ἔχοντα, ὡς καὶ
δαιμόνια ἐλαύνειν καὶ νεκροὺς ἐγείρειν. Ἐχώμεθα τοίνυν τῶν προκειμένων.

Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου. Ἄξιον ἐντεῦθεν ἰδεῖν, πῶς ἑκάστῳ τοὺς ἐπαίνους ἀπονέμει διαφόρως. Οὐδὲ γὰρ μικρὸς οὗτος ὁ ἔπαινος, ἀλλὰ καὶ σφόδρα
μέγας καὶ πολλῆς ἀρετῆς ἐνδεικτικὸς, τὸ Παῦλον ἔχειν ἀγαπητὸν, τὸν οὐκ εἰδότα χάριτι, ἀλλὰ κρίσει φιλεῖν. Εἶτα καὶ ἄλλο ἐγκώμιον· Ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας. Ἢ γὰρ τοῦτό φησιν, ὅτι τῶν  ἄλλων  ἁπάντων  προεπήδησε καὶ ἐπίστευσεν, ὅπερ οὐ
μικρὸς ἔπαινος, ἢ ὅτι πάντων τῶν ἄλλων πλείονα ἐπιδείκνυται  τὴν εὐλάβειαν. ∆ιὰ τοῦτο  εἰπὼν,  Ὅς ἐστιν ἀπαρχὴ τῆς  Ἀχαΐας, οὐκ ἐσίγησεν, ἵνα  μὴ τὴν  κοσμικὴν ὑποπτεύσῃς  δόξαν,  ἀλλὰ  προσέθηκεν,  Εἰς  Χριστόν. Εἰ  γὰρ  ἐν  τοῖς  πολιτικοῖς
πράγμασιν ὁ πρωτεύων  μέγας εἶναι δοκεῖ καὶ λαμπρός· πολλῷ μᾶλλον ἐν τούτοις. Ἐπεὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ταπεινοῦ γένους εἶναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν, ἐντεῦθεν αὐτὸν κοσμῶν. Καὶ οὐχὶ Κορίνθου μόνον, ἀλλὰ καὶ ὁλοκλήρου
ἔθνους φησὶν αὐτὸν ἀπαρχὴν εἶναι, ὡσανεὶ θύραν καὶ εἴσοδον τοῖς ἄλλοις γεγενημένον.  Οὐ μικρὸς  δὲ  τοῖς  τοιούτοις  ὁ  μισθός· καὶ  γὰρ  καὶ  τῶν  ἑτέροις κατωρθωμένων  πολλὴν καρπώσεται τὴν ἀμοιβὴν ὁ τοιοῦτος, ἅτε καὶ ἐκείνοις πολὺ
διὰ τῆς ἀρχῆς συνεισενεγκών. Ἀσπάσασθε Μαριὰμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς. Τί τοῦτο; Πάλιν γυνὴ στεφανοῦται καὶ ἀνακηρύττεται, πάλιν ἡμεῖς αἰσχυνόμεθα οἱ ἄνδρες· μᾶλλον δὲ οὐκ αἰσχυνόμεθα μόνον, ἀλλὰ καὶ σεμνυνόμεθα. Σεμνυνόμεθα
μὲν  γὰρ,  ὅτι  τοιαῦται  παρ'  ἡμῖν  γυναῖκες·  αἰσχυνόμεθα  δὲ,  ὅτι  σφόδρα αὐτῶν ἀπολιμπανόμεθα  οἱ  ἄνδρες.  Ἀλλ'  ἐὰν  μάθωμεν  πόθεν  ἐκεῖναι  καλλωπίζονται,
ταχέως καὶ ἡμεῖς αὐτὰς καταληψόμεθα. Πόθεν οὖν καλλωπίζονται; Ἀκουέτωσαν καὶ ἄνδρες καὶ γυναῖκες· οὐκ ἀπὸ τῶν ψελλίων, οὐδὲ ἀπὸ τῶν ὁρμίσκων, οὐδὲ ἀπὸ τῶν εὐνούχων  καὶ τῶν 60.669 θεραπαινίδων  καὶ τῶν χρυσοπάστων ἱματίων, ἀλλ' ἀπὸ
τῶν ὑπὲρ τῆς ἀληθείας ἱδρώτων. Ἥτις γὰρ, φησὶ, πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς· οὐκ εἰς ἑαυτὴν  μόνον  οὐδὲ εἰς τὴν  οἰκείαν  ἀρετὴν, ὃ πολλαὶ  καὶ νῦν  ποιοῦσι γυναῖκες νηστεύουσαι, χαμευνοῦσαι,  ἀλλὰ  καὶ  εἰς  ἑτέρους,  ἀποστόλων  καὶ  εὐαγγελιστῶν
ἀναδεξάμεναι δρόμους. Πῶς οὖν φησι, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω; Τῆς ἐν τῷ μέσῳ προεδρίας αὐτὴν κωλύων καὶ τοῦ θρόνου τοῦ ἐν τῷ βήματι, οὐ τοῦ λόγου τῆς διδασκαλίας· ἐπεὶ εἰ τοῦτο ἦν, πῶς ἔλεγε τῇ τὸν ἄπιστον ἄνδρα ἐχούσῃ· Τί γὰρ οἶδας,
γύναι, εἰ τὸν ἄνδρα σώσεις; πῶς ἐπέτρεπε παῖδας νουθετεῖν λέγων· Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης; Πῶς ἡ Πρίσκιλλα τὸν Ἀπολλὼ ἐκατήχει; Οὐ τοίνυν τὴν ἰδίᾳ διάλεξιν
γινομένην  ἐπ' ὠφελείᾳ  διακόπτων  τοῦτο ἔλεγεν, ἀλλὰ τὴν ἐν τῷ μέσῳ καὶ ἐν τῷ

κοινῷ θεάτρῳ διδασκάλοις πρέπουσαν. Καὶ ὅταν πάλιν πιστὸς ὁ ἀνὴρ ᾖ καὶ σφόδρα ἀπηρτισμένος καὶ διδάσκειν αὐτὴν δυνάμενος, ὡς ἂν αὐτὴ σοφωτέρα ᾖ, οὐ κωλύει διδάσκειν καὶ διορθοῦν. Καὶ οὐκ εἶπεν, Ἥτις πολλὰ  ἐδίδαξεν, ἀλλ',  Ἥτις πολλὰ ἐκοπίασε, δεικνὺς  ὅτι  μετὰ  τοῦ  λόγου  καὶ  ἕτερα ἄλλα  διηκονεῖτο,  τὰ  ἀπὸ  τῶν κινδύνων,   τὰ  ἀπὸ  τῶν  χρημάτων,   τὰ  ἀπὸ  τῶν  ἀποδημιῶν.  βʹ. Λεόντων  γὰρ θερμότεραι αἱ τότε γυναῖκες ἦσαν, διανεμόμεναι  πρὸς τοὺς ἀποστόλους τοὺς ὑπὲρ τοῦ κηρύγματος πόνους· διὰ τοῦτο καὶ συναπεδήμουν  αὐτοῖς, καὶ τὰ ἄλλα πάντα διηκονοῦντο.  Καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ ἠκολούθουν  γυναῖκες  ἐκ τῶν  ὑπαρχόντων αὐταῖς διακονούμεναι, καὶ θεραπεύουσαι τὸν διδάσκαλον. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺςσυγγενεῖς μου. ∆οκεῖ μὲν καὶ τοῦτο ἐγκώμιον εἶναι· τὸ δὲ ἐφεξῆς πολλῷ  μεῖζον. Ποῖον δὲ τοῦτο; Καὶ συναιχμαλώτους  μου. Τοῦτο γὰρ ὁ μέγιστος στέφανος, ἡ μεγάλη  ἀνακήρυξις. Καὶ ποῦ γέγονεν  αἰχμάλωτος  Παῦλος, ἵνα εἴπῃ, Τοὺς συναιχμαλώτους  μου; Αἰχμάλωτος μὲν οὐκ ἐγένετο, αἰχμαλώτων  δὲ πολλῷ χαλεπώτερα ἔπασχεν, οὐ πατρίδος ἀλλοτριούμενος μόνον καὶ οἰκίας, ἀλλὰ καὶ λιμῷ παλαίων  καὶ θανάτῳ διηνεκεῖ καὶ μυρίοις ἑτέροις. Τοῦ μὲν γὰρ αἰχμαλώτου  τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι τῶν  οἰκείων  ἀλλοτριούμενος,  δοῦλος γίνεται  πολλάκις ἀντ'  ἐλευθέρου·  ἐνταῦθα  δὲ  νιφάδας  ἔστιν  εἰπεῖν  πειρασμῶν,  οὓς  ὑπέμενεν  ὁ μακάριος οὗτος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος καὶ δεσμούμενος, λιθαζόμενος, καταποντιζόμενος,  μυρίους ἔχων ἐπιβούλους. Καὶ οἱ μὲν αἰχμάλωτοι οὐδένα λοιπὸν ἔχουσι πολέμιον μετὰ τὴν ἀπαγωγὴν, ἀλλὰ καὶ πολλῆς ἀπολαύουσι προνοίας  παρὰ  τῶν  εἰληφότων   αὐτούς·  οὗτος  δὲ  ἐν  μέσοις περιεστρέφετο  τοῖς πολεμίοις   διηνεκῶς,   καὶ  πανταχοῦ   δόρατα  ἔβλεπε,  καὶ  ξίφη  ἠκονημένα,   καὶ παρατάξεις καὶ μάχας. Ἐπεὶ οὖν καὶ τούτους εἰκὸς ἦν πολλῶν αὐτῷ κεκοινωνηκέναι κινδύνων,  συναιχμαλώτους αὐτοὺς καλεῖ, ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἀρίσταρχος ὁ συναιχμάλωτός  μου. Εἶτα καὶ ἕτερος ἔπαινος· Οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις. Καίτοι καὶ τὸ ἀποστόλους εἶναι μέγα, τὸ δὲ καὶ ἐν τούτοις ἐπισήμους εἶναι, ἐννόησον ἡλίκον 60.670 ἐγκώμιον· ἐπίσημοι δὲ ἦσαν ἀπὸ τῶν ἔργων, ἀπὸ τῶν κατορθωμάτων.  Βαβαὶ, πόση τῆς γυναικὸς  ταύτης  ἡ φιλοσοφία,  ὡς καὶ τῆς τῶν ἀποστόλων ἀξιωθῆναι  προσηγορίας. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ' ἕτερον πάλιν ἐγκώμιον  προστίθησι, λέγων·  Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν  ἐν Χριστῷ. Καὶ γὰρ καὶ τοῦτο ἔπαινος μέγιστος, τὸ προπηδῆσαι καὶ πρὸ τῶν ἄλλων  ἐλθεῖν. Σκόπει δέ μοι τὴν  ἁγίαν   ψυχὴν   πῶς  κενοδοξίας   ἦν  καθαρά.  

Μετὰ  γὰρ  τὴν  τοσαύτην  καὶ τηλικαύτην  δόξαν  ἑτέρους  ἑαυτοῦ  προτίθησι, καὶ  οὐκ  ἀποκρύπτεται  τὸ  ὕστερος αὐτῶν  ἐλθεῖν,  οὐδὲ αἰσχύνεται  τοῦτο ὁμολογῶν.  Καὶ τί θαυμάζεις, εἰ τοῦτο οὐκ αἰσχύνεται, ὅπου γε καὶ τὸν πρότερον αὐτοῦ βίον ἐκπομπεύειν οὐ παραιτεῖται, βλάσφημον ἑαυτὸν καὶ διώκτην  καλῶν; Ἐπεὶ οὖν οὐκ εἶχε τῶν  ἄλλων  ἐντεῦθεν αὐτοὺς προτιθέναι,  ἐζήτησε τὸν  μετὰ τοὺς ἄλλους  ἐλθόντα  ἑαυτὸν, καὶ εὗρε καὶ ἐντεῦθεν  αὐτοῖς συνθεῖναι ἔπαινον, εἰπὼν, Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου. Πάλιν τοῦτον ἀπὸ τῆς ἀγάπης ἐγκωμιάζει· ἡ γὰρ ἀγάπη Παύλου διὰ τὸν Θεὸν, ἦν, μυρία ἔχουσα ἀγαθά. Εἰ γὰρ τὸ παρὰ βασιλέως ἀγαπᾶσθαι, μέγα, τὸ παρὰ Παύλου φιλεῖσθαι, ἡλίκον ἐγκώμιον; Οὐδὲ γὰρ ἂν, εἰ μὴ πολλὴν  ἀρετὴν  ἐκέκτητο,  εἰς ἔρωτα  αὐτὸν  ἐπεσπάσατο. Οἶδε γὰρ τοὺς ἐν  κακίᾳ ζῶντας καὶ παρανομίαις οὐ μόνον οὐ φιλεῖν, ἀλλὰ καὶ ἀναθεματίζειν· ὡς ὅταν λέγῃ, Εἴ τις  οὐ  φιλεῖ  τὸν  Κύριον Ἰησοῦν  Χριστὸν, ἔστω  ἀνάθεμα·  καὶ,  Εἴ τις  ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Καὶ Οὐρβανὸν τὸν συνεργόν μου ἐν Χριστῷ. Τοῦτο ἐκείνου μεῖζον τὸ ἐγκώμιον· καὶ γὰρ καὶ ἐκεῖνο περιέχει τοῦτο. Καὶ Στάχυν τὸν ἀγαπητόν μου. Πάλιν ἀπὸ τῶν αὐτῶν στεφανοῖ καὶ τοῦτον. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Οὐδὲν τούτου τοῦ ἐπαίνου ἴσον, τὸ ἄληπτον εἶναι καὶ μηδεμίαν παρέχειν  λαβὴν ἐν τοῖς κατὰ Θεὸν πράγμασιν. Ὅταν γὰρ εἴπῃ, Τὸν

δόκιμον ἐν Χριστῷ. πᾶσαν ἀρετὴν καταλέγει. Καὶ τίνος ἕνεκεν οὐδαμοῦ φησι, Τὸν κύριόν μου τὸν δεῖνα, καὶ τὸν δεσπότην μου; Ὅτι ταῦτα ἐκείνων μείζω τὰ ἐγκώμια· ἐκεῖνα μὲν γὰρ τιμῆς ἐστιν ἁπλῶς, ταῦτα δὲ ἀρετῆς. Καὶ τούτῳ δὲ αὐτῷ τετίμηκεν αὐτοὺς  οὐχ  ὡς  ἔτυχε,  τῷ  πολλοὺς  τῶν  καταδεεστέρων  μετὰ  τῶν  ὑψηλῶν  καὶ μεγάλων προσαγορεύειν. Τῷ μὲν γὰρ προσειπεῖν, καὶ μετ' ἀλλήλων  προσειπεῖν, καὶ ἐν τῇ αὐτῇ ἐπιστολῇ, πάντας  ὁμοίως ἐτίμησε· τῷ δὲ τὰ ἰδιάζοντα  ἑκάστου θεῖναι ἐγκώμια, τὴν ἰδιάζουσαν ἑκάστου παρέστησεν ἡμῖν ἀρετήν· ὡς μήτε φθόνον τεκεῖν τῷ τοὺς μὲν τιμῆσαι, τοὺς δὲ ἀτιμάσαι, μήτε ῥᾳθυμίαν καὶ σύγχυσιν ἐργάσασθαι ἐκ τοῦ πάντας τῶν αὐτῶν ἀξιῶσαι οὐ τῶν αὐτῶν ὄντας ἀξίους. γʹ. Ὅρα γοῦν πῶς πάλιν ἐπὶ τὰς θαυμαστὰς ἔρχεται  γυναῖκας.  Εἰπὼν γὰρ, Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου, καὶ Ἡρωδίωνα  τὸν συγγενῆ μου, καὶ τοὺς ἐκ τῶν  Ναρκίσσου (οὓς εἰκὸς ἴσως μὴ τοιούτους εἶναι, οἵους τοὺς ἔμπροσθεν· διὸ οὐδὲ ὀνομαστὶ τῶν πάντων μέμνηται, καὶ τὸ προσῆκον αὐτοῖς ἐγκώμιον  ἀποδοὺς, τὸ πιστοὺς εἶναι· τοῦτο γάρ ἐστι,  Τοὺς  ὄντας  ἐν  Κυρίῳ)·  ἐπὶ  γυναῖκας  πάλιν  ἄγει  τὴν  πρόσρησιν, λέγων· Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Καὶ περὶ μὲν ἐκείνης φησὶν, ὅτι Ἐκοπίασεν εἰς ἡμᾶς· 60.671 περὶ δὲ τούτων, ὅτι ἔτι κοπιῶσιν. Οὐ μικρὸν δὲ τοῦτο  ἐγκώμιον,  τὸ ἐν  ἔργοις  εἶναι  δι' ὅλου, καὶ  μὴ μόνον  ἐνεργεῖν,  ἀλλὰ  καὶ κοπιᾷν.  Τὴν  δὲ  Περσίδα καὶ  ἀγαπητὴν  καλεῖ,  δεικνὺς  μείζονα  τούτων  οὖσαν· Ἀσπάσασθε γὰρ, φησὶ, Περσίδα τὴν ἀγαπητήν. Καὶ πολὺν αὐτῇ μαρτυρεῖ κάματον, λέγων·  Ἥτις πολλὰ  ἐκοπίασεν  ἐν  Κυρίῳ. Οὕτως οἶδεν  ἕκαστον κατὰ  τὴν  ἀξίαν ὀνομάζειν, τούτους τε προθυμοτέρους ποιῶν  τῷ μηδενὸς τῶν  προσόντων  αὐτοῖς ἀποστερεῖν, ἀλλὰ καὶ τὴν μικροτάτην ὑπεροχὴν ἀνακηρύττειν· τούς τε ἑτέρους σπουδαιοτέρους κατασκευάζων, καὶ εἰς τὸν αὐτὸν ἐνάγων  ζῆλον τοῖς περὶ τούτων ἐγκωμίοις· Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ὁλόκληρα πάλιν ἐνταῦθα τὰ ἀγαθὰ, ὅταν καὶ ὁ παῖς τοιοῦτος ᾖ, καὶ ἡ μήτηρ τοιαύτη, καὶ πλήρης ἡ οἰκία εὐλογίας, καὶ ἡ ῥίζα τῷ καρπῷ συμβαίνῃ. Οὐδὲ γὰρ ἁπλῶς εἶπε, Μητέρα αὐτοῦ καὶ ἐμοῦ, εἰ μὴ πολλὴν ἐμαρτύρει τῇ γυναικὶ τὴν ἀρετήν. Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἐνταῦθα μὴ τοῦτο ἴδῃς, ὅτι χωρὶς ἐγκωμίων  αὐτοὺς τίθησιν, ἀλλ' ὅτι σφόδρα καὶ τοὺς  καταδεεστέρους ὄντας  ἁπάντων  οὐκ ἀπηξίωσε τῆς  παρ' αὐτοῦ προσρήσεως· μᾶλλον  δὲ οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον,  τὸ καὶ ἀδελφοὺς  αὐτοὺς καλεῖν, ὡσπεροῦν καὶ τοὺς μετ' αὐτοὺς ἁγίους· Ἀσπάσασθε γὰρ, φησὶ, Φιλόλογον καὶ Ἰουλίαν,  καὶ Νηρέα καὶ τὴν  ἀδελφὴν  αὐτοῦ, καὶ Ὀλυμπᾶν  καὶ τοὺς σὺν αὐτοῖς πάντας  ἁγίους·  ὅπερ μέγιστον  ἦν  ἀξίωμα,  καὶ  τιμῆς  μέγεθος  ἄφατον.  Εἶτα, ἵνα μηδεμία φιλονεικία γένηται τῷ τοὺς μὲν οὕτω, τοὺς δὲ οὕτω προσειρῆσθαι, καὶ τοὺς μὲν ὀνομαστὶ, τοὺς δὲ ἀδιορίστως, καὶ τοὺς μὲν μετὰ πλειόνων  ἐγκωμίων, τοὺς δὲ μετὰ  ἐλαττόνων,  ἀνακιρνᾷ  πάλιν  αὐτοὺς  τῇ  τῆς  ἀγάπης  ἰσοτιμίᾳ  καὶ  τῷ  ἁγίῳ φιλήματι,  λέγων· Ἀσπάσασθε ἀλλήλους  ἐν φιλήματι  ἁγίῳ· διὰ τῆς εἰρήνης ταύτης πάντα ἐκβάλλων θορυβοῦντα αὐτοὺς λογισμὸν καὶ μικροψυχίας ἀφορμὴν, ἵνα μήτε ὁ μέγας καταφρονῇ  τοῦ ἐλάττονος,  μήτε ὁ μικρὸς βασκαίνῃ τῷ μείζονι· ἀλλὰ καὶ ὑπεροψία καὶ φθόνος ἀπελαύνηται, τοῦ φιλήματος  τούτου πάντα καταπραΰνοντός τε καὶ ἐξισοῦντος. ∆ιὸ οὐ μόνον αὐτοὺς ἀσπάσασθαι κελεύει οὕτως, ἀλλὰ καὶ τὸν πασῶν Ἐκκλησιῶν ἀσπασμὸν οὕτως  αὐτοῖς  διαπέμπεται.  Ἀσπάζονται γὰρ, φησὶν, ὑμᾶς, οὐκέτι τὸν δεῖνα καὶ τὸν δεῖνα κατ' ἰδίαν, ἀλλὰ κοινῇ πάντας, αἱ ἐκκλησίαι τοῦ Χριστοῦ. Εἶδες πῶς οὐ μικρὰ καὶ ἀπὸ τῶν  προσρήσεων τούτων  ἐκερδάναμεν; Ὅσους θησαυροὺς ἐμέλλομεν παρατρέχειν, εἰ μὴ καὶ τουτὶ τὸ μέρος τῆς ἐπιστολῆς μετὰ ἀκριβείας ἐξητάσαμεν, τῆς ἡμῖν ἐγχωρούσης λέγω; ὡς εἴ γε τις εὑρεθείη σοφὸς ἀνὴρ καὶ πνευματικὸς, καὶ βαθύτερον καταβήσεται, καὶ πλείους ὄψεται τοὺς μαργαρίτας. Ἀλλ' ἐπειδή τινες ἐζήτησαν πολλάκις, τί δήποτε ἐν τῇ ἐπιστολῇ ταύτῃ

τοσούτους προσεῖπεν, ὅπερ ἐν ἑτέρᾳ οὐκ ἐποίησεν ἐπιστολῇ· τοῦτο ἂν εἴποιμεν, ὅτι διὰ  τὸ  μηδέποτε  ἑωρακέναι   Ῥωμαίους   τοῦτο   ποιεῖ.  Καίτοι  γε,  φησὶν,  οὐδὲ Κολοσσαέας εἶδε, καὶ οὐδὲν τοιοῦτον ἐποίησεν. Ἀλλ' οὗτοι δοκιμώτεροι τῶν ἄλλων ἦσαν, καὶ  ἐξ  ἑτέρων  πόλεων  ἐκεῖ  μεταστάντες,  ὡς  εἰς  ἀσφαλεστέραν  τινὰ  καὶ βασιλικωτέραν   πόλιν.  Ἐπεὶ  οὖν  ἐν  ξένῃ  διῆγον,  καὶ  πολλῆς  ἀσφαλείας  ἔδει ἀπολαύειν 60.672 αὐτοὺς, καὶ τῶν αὐτῷ γνωρίμων  ἦσάν τινες ἐξ αὐτῶν, οἱ δὲ καὶ διακονησάμενοι πολλὰ καὶ μεγάλα ὑπὲρ αὐτοῦ παρόντες· εἰκότως αὐτοὺς συνίστησι διὰ τῶν γραμμάτων. Καὶ γὰρ οὐ μικρὰ ἦν ἡ δόξα Παύλου τότε, ἀλλὰ τοσαύτη, ὡς καὶ ἀπὸ γραμμάτων μόνων πολλὴν ἔχειν προστασίαν τοὺς τῶν ἐπιστολῶν ἀπολαύοντας· οὐδὲ γὰρ ᾐδοῦντο μόνον αὐτὸν, ἀλλὰ καὶ ἐδεδοίκεσαν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν εἶπεν,  Ἥτις  προστάτις  πολλῶν  ἐγενήθη,  καὶ  αὐτοῦ  ἐμοῦ·  καὶ  πάλιν,  Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγώ. Καὶ Φιλήμονι γράφων ἔλεγεν, Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ· καὶ Γαλάταις, Ἴδε ἐγὼ Παῦλοςλέγω ὑμῖν· καὶ, Ὡς Χριστὸν  Ἰησοῦν  ἐδέξασθέ  με.  Καὶ  Κορινθίοις  δὲ  ἐπιστέλλων   ἔλεγεν·   Ὡς  μὴ ἐρχομένου   δέ   μου   πρὸς   ὑμᾶς,   ἐφυσιώθησάν   τινες·   καὶ   πάλιν,   Ταῦτα   δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.  ∆ι' ὧν  ἁπάντων  δῆλον,  ὅτι  μεγάλην  περὶ αὐτοῦ  εἶχον  δόξαν  ἅπαντες. Βουλόμενος τοίνυν  αὐτοὺς εἶναι  ἐν ἀδείᾳ καὶ τιμῇ, προσεῖπεν ἕκαστον, κατὰ τὸ ἐγχωροῦν καλλωπίζων αὐτούς. Τὸν μὲν γὰρ ἀγαπητὸν ἐκάλεσε, τὸν δὲ συγγενῆ, τὸν δὲ ἀμφότερα, τὸν  δὲ συναιχμάλωτον,  τὸν  δὲ συνεργὸν, τὸν  δὲ δόκιμον,  τὸν  δὲ ἐκλεκτόν·  καὶ τὴν  μὲν ἀπὸ τοῦ ἀξιώματος· οὐδὲ γὰρ ἁπλῶς  Τὴν διακονουμένην φησὶν, ἐπεὶ εἰ τοῦτο ἦν, καὶ τὰς περὶ Τρύφαιναν καὶ Περσίδα οὕτως ἂν ὠνόμασεν, ἀλλὰ τὴν μὲν, χειροτονίαν ἔχουσαν διακόνου, τὴν δὲ συνεργὸν καὶ λειτουργὸν, τὴν δὲ μητέρα, τὴν δὲ ἀπὸ τῶν κόπων ὧν ἐκοπίασε· καὶ τοὺς μὲν ἀπὸ τῆς οἰκίας, τοὺς δὲ ἀπὸ τοῦ τῶν ἀδελφῶν ὀνόματος, τοὺς δὲ ἀπὸ τῆς τῶν ἁγίων προσηγορίας· καὶ τοὺς μὲν αὐτῷ τῷ προσαγορεῦσαι τιμᾷ, τοὺς δὲ καὶ τῷ ὀνομαστὶ προσαγορεῦσαι· καὶ τοὺς μὲν τῷ προσειπεῖν ἀπαρχὴν, τοὺς δὲ τοῖς τῶν χρόνων πρεσβείοις· πλέον δὲ ἁπάντων τοὺς περὶ Πρίσκιλλαν καὶ Ἀκύλαν. Εἰ γὰρ καὶ πάντες ἦσαν πιστοὶ, ἀλλ' οὐ πάντες ὅμοιοι, ἀλλὰ διεστήκασι τοῖς ἄθλοις. ∆ιὸ δὴ καὶ εἰς μείζονα ζῆλον ἅπαντας ἄγων, οὐδενὸς ἔκρυψε τὰ ἐγκώμια. Ὅταν γὰρ οἱ πλείονα ποιοῦντες, οὐ πλείονα τὸν μισθὸν λαμβάνωσι, πολλοὶ γίνονται  ῥᾳθυμότεροι. δʹ. ∆ιὰ τοῦτο οὐδὲ ἐν τῇ βασιλείᾳ ἴση ἡ τιμὴ, οὐδὲ ἐν τοῖς μαθηταῖς πάντες ἴσοι, ἀλλ' οἱ τρεῖς τῶν ἄλλων  προεῖχον, καὶ ἐν τούτοις αὐτοῖς τοῖς τρισὶ πολλὴ πάλιν διαφορά· πολλὴ γὰρ ἀκρίβεια παρὰ τῷ Θεῷ καὶ μέχρι τῶν ἐσχάτων. Καὶ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, φησί. Καίτοι γε πάντες  ἦσαν ἀπόστολοι, καὶ πάντες  ἐπὶ δώδεκα θρόνους μέλλουσι καθῆσθαι, καὶ πάντες  ἀφῆκαν  τὰ  ἑαυτῶν,  καὶ  πάντες  αὐτῷ  συνῆσαν·  ἀλλ'  ὅμως  τοὺς  τρεῖς ἐλάμβανε. Καὶ πάλιν καὶ τούτων αὐτῶν ἔφησέ τινας ἐγχωρεῖν καὶ ὑπερέξειν· Τὸ γὰρ καθίσαι, φησὶν, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Καὶ τὸν Πέτρον δὲ αὐτῶν προτίθησι λέγων, Φιλεῖς με πλέον τούτων; καὶ ὁ Ἰωάννης  δὲ ὑπὲρ τοὺς ἄλλους ἠγαπᾶτο. Καὶ γὰρ πάντων  ἐξέτασις ἔστα ἀκριβής· κἂν  μικρὸν  ὑπερέχῃς  τοῦ  πλησίον,  κἂν  ἀκαριαῖον,  κἂν  ὁτιοῦν,  οὐδὲ  τοῦτο παρόψεται  ὁ Θεός. Καὶ τοῦτο καὶ ἄνωθεν  ἴδοι τις ἂν διαλάμπον.  Καὶ γὰρ ὁ Λὼτ δίκαιος ἦν, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἀβραάμ· καὶ ὁ Ἰεζεκίας πάλιν, ἀλλ' οὐχ οὕτως ὡς ὁ ∆αυΐδ· καὶ οἱ προφῆται πάντες, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἰωάννης. Ποῦ τοίνυν εἰσὶν οἱ μετὰ τὴν τοσαύτην ἀκρίβειαν οὐ βουλόμενοι εἶναι γέενναν; Εἰ γὰρ οἱ δίκαιοι πάντες οὐ  τῶν  αὐτῶν  ἀπολαύσονται,  κἂν  μικρὸν  ὦσι  60.673 τῶν  ἑτέρων  ὑπερέχοντες (Ἀστὴρ γὰρ ἀστέρος διαφέρει, φησὶν, ἐν δόξῃ)· πῶς οἱ ἁμαρτωλοὶ  ἐν τοῖς αὐτοῖς ἔσονται τοῖς δικαίοις; Ταύτην γὰρ οὐδ' ἂν ἄνθρωπος ἐργάσαιτο τὴν σύγχυσιν, μήτι γε ὁ Θεός. Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ τῶν ἡμαρτηκότων, καὶ ἐπὶ τῶν ἤδη γεγενημένων

ταύτην ὑμῖν δείξω τὴν διαφορὰν καὶ τὴν ἀκριβῆ δικαιοκρισίαν. Σκόπει δέ· ἥμαρτεν ὁ Ἀδὰμ, ἥμαρτε καὶ ἡ Εὔα· καὶ ἀμφότεροι μὲν παρέβησαν, οὐκ ἐξ ἴσης δὲ ἥμαρτον· οὐκοῦν οὐδὲ ἐξ ἴσης ἐκολάσθησαν. Τοσοῦτον γὰρ τὸ μέσον ἦν, ὡς Παῦλον εἰπεῖν, ὅτι Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Καίτοι ἡ ἀπάτη μία ἦν· ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ μετὰ ἀκριβείας ἐξέτασις τοσοῦτον ἔδειξε τὸ μέσον, ὡς Παῦλον  εἰπεῖν  τοῦτο.  Πάλιν  ὁ  μὲν  Κάϊν ἐκολάζετο·  ὁ  δὲ  Λάμεχ μετ'  ἐκεῖνον φονεύσας, οὐδὲν τοιοῦτον ἔπαθε· καίτοι καὶ τοῦτο φόνος, κἀκεῖνο φόνος, καὶ πολλῷ χαλεπώτερος, ὅτι μηδὲ τῷ παραδείγματι γέγονε βελτίων οὗτος· ἀλλ' ὅμως ἐπειδὴ ὁ μὲν οὔτε ἀδελφὸν ἔσφαξε μετὰ παραίνεσιν, οὔτε ἐδεήθη τοῦ κατηγορήσοντος, οὔτε Θεοῦ ἐρωτῶντος ἠναισχύντησεν, ἀλλὰ καὶ μηδενὸς ἐλέγχοντος καὶ κατεῖπεν ἑαυτοῦ καὶ κατεδίκασε, συγγνώμης ἔτυχεν· ὁ δὲ, ἐπειδὴ τἀναντία ἐποίησεν, ἐτιμωρεῖτο. Ἴδε μεθ'  ὅσης  ἀκριβείας  ἐξετάζει  τὰ  γινόμενα  ὁ  Θεός. ∆ιὰ  τοῦτο  καὶ  τοὺς  ἐν  τῷ κατακλυσμῷ ἑτέρως, καὶ τοὺς ἐν Σοδόμοις ἄλλως ἐτιμωρήσατο· καὶ τοὺς Ἰσραηλίτας δὲ πάλιν διαφόρως, καὶ τοὺς ἐν Βαβυλῶνι, καὶ τοὺς ἐπ' Ἀντιόχου· δεικνὺς, ὅτι πολὺν ἔχει  τῶν   ἡμετέρων   λόγον.   Καὶ  οἱ  μὲν  ἑβδομήκοντα  ἐδούλευσαν  ἔτη,  οἱ  δὲ τετρακόσια·  οἱ  δὲ  τέκνα  ἔφαγον,   καὶ  μυρίας  ἑτέρας  χαλεπωτέρας   ὑπέμειναν συμφορὰς, καὶ οὐδὲ ταύτῃ  ἀπηλλάγησαν  οὔτε οὗτοι  οὔτε οἱ ζῶντες  καέντες  ἐν Σοδόμοις. Ἀνεκτότερον γὰρ, φησὶν, ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων, ἢ τῇ πόλει ἐκείνῃ.   Εἰ   μὲν   γὰρ   μηδὲν   αὐτῷ   μήτε   ἁμαρτανόντων    ἡμῶν   μέλει,   μήτε κατορθούντων,  ἴσως ἕξει τινὰ λόγον  τὸ λέγειν  μὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην ποιεῖται  σπουδὴν, ὥστε μὴ ἁμαρτάνειν  ἡμᾶς, καὶ  τοσαῦτα πραγματεύεται,  ὥστε κατορθοῦν, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ. Σὺ δέ μοι σκόπει τῶν πολλῶν τὴν ἀνωμαλίαν. Ἐνταῦθα μὲν γὰρ ἐγκαλοῦσι τῷ Θεῷ, ὅτι μακροθυμεῖ πολλάκις, καὶ περιορᾷ πολλοὺς μιαροὺς, ἀσελγεῖς, βιαίους, μὴ διδόντας δίκην·   ἐκεῖ  πάλιν   ἂν   ἀπειλήσῃ  κολάζειν   αὐτοὺς,  σφοδροὶ  καὶ  βαρεῖς  εἰσιν αἰτιώμενοι· καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι ἔδει καὶ θαυμάζειν. Ἀλλ' ὢ τῆς ἀνοίας, ὢ τῆς ἀλόγου καὶ ὀνώδους γνώμης· ὢ φιλαμαρτήμονος  καὶ φιληδόνου καὶ πρὸς κακίαν βλεπούσης ψυχῆς· καὶ γὰρ ἀπὸ τῆς φιληδονίας τὰ δόγματα ἅπαντα ταῦτα τίκτεται· ὡς εἰ βουληθεῖεν οἱ ταῦτα λέγοντες ἀρετῆς ἐπιλαβέσθαι, ταχέως καὶ περὶ τῆς γεέννης πιστωθήσονται, καὶ οὐκ ἀμφιβαλοῦσι. Καὶ ποῦ, φησὶ, καὶ ἐν ποίῳ χωρίῳ αὕτη ἔσται ἡ γέεννα; Τί γάρ σοι τούτου μέλει; τὸ γὰρ ζητούμενον, δεῖξαι ὅτι ἔστιν, οὐχ  ὅπου  τεταμίευται  καὶ  ἐν  ποίῳ  χωρίῳ.  Τινὲς  μὲν  γὰρ μυθολογοῦντές φασιν, ὅτι ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, ὃ περὶ πολέμου τινὸς εἴρηται παρελθόντος, καὶ νῦν τοῦτο εἰς τὴν γέενναν ἕλκοντες· ἡ δὲ Γραφὴ οὐ τοῦτό φησιν. Ἀλλ' ἐν ποίῳ τόπῳ, φησὶν, ἔσται; Ἔξω που, ὡς ἔγωγε οἶμαι, τοῦ κόσμου τούτου παντός. Καθάπερ γὰρ τῶν βασιλείων 60.674 τὰ δεσμωτήρια καὶ τὰ μέταλλα πόῤῥω διέστηκεν, οὕτω δὴ καὶ τῆς οἰκουμένης  ταύτης ἔξω που ἔσται ἡ γέεννα.  δʹ. Μὴ τοίνυν  ζητῶμεν  ποῦ ἐστιν, ἀλλὰ πῶς ἂν αὐτὴν φύγοιμεν· μηδὲ ἐπειδὴ πάντας ἐνταῦθα οὐ κολάζει Θεὸς, διὰ τοῦτο ἀπίστει τοῖς μέλλουσι· φιλάνθρωπος  γάρ ἐστι, καὶ μακροθυμεῖ. ∆ιὰ τοῦτο ἀπειλεῖ, καὶ οὐκ εὐθέως ἐμβάλλει· Οὐ γὰρ θέλω, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ. Εἰ δὲ μή ἐστι θάνατος ἁμαρτωλοῦ, περιττὸν τὸ εἰρημένον. Καὶ οἶδα μὲν, ὅτι οὐδὲν ἀηδέστερον τούτων ὑμῖν τῶν λόγων· ἀλλ' ἐμοὶ τούτων οὐδὲν ἥδιον. Καὶ εἴθε ἦν καὶ ἀριστοποιουμένους  καὶ δειπνοῦντας  καὶ λουομένους  καὶ πανταχοῦ  περὶ γεέννης διαλέγεσθαι· οὐδὲ γὰρ ἂν ἠλγήσαμεν  τοῖς ἐνταῦθα  δεινοῖς,  οὐκ ἂν ἥσθημεν τοῖς χρηστοῖς. Τί γάρ μοι καὶ εἰπεῖν ἔχεις δεινόν; πενίαν, νόσον, αἰχμαλωσίαν, πήρωσιν σώματος; Ἀλλὰ  ταῦτα  πάντα  γέλως  πρὸς  τὴν  ἐκεῖ  κόλασιν·  κἂν  τοὺς  δι'  ὅλου βασανιζομένους λιμῷ λέγῃς, κἂν τοὺς ἐκ πρώτης ἡλικίας πεπηρωμένους καὶ προσαιτοῦντας, τρυφὴ καὶ ταῦτα πρὸς ἐκεῖνα τὰ κακά. Συνεχῶς τοίνυν στρέφωμεν τοὺς  περὶ  τούτων  λόγους·  οὐ  γὰρ  ἀφίησιν  ἐμπεσεῖν  εἰς  γέενναν  τὸ  μεμνῆσθαι

γεέννης.  Οὐκ ἀκούεις  Παύλου  λέγοντος·  Οἵτινες  δίκην  τίσουσιν  αἰώνιον   ἀπὸ προσώπου Κυρίου; οὐκ ἀκούεις οἷος ὁ Νέρων ἐγένετο, ὃν καὶ μυστήριον καλεῖ τοῦ ἀντιχρίστου ὁ Παῦλος; Τὸ γὰρ μυστήριον ἤδη, φησὶν, ἐνεργεῖται τῆς ἀνομίας. Τί οὖν; οὐδὲν πείσεται ὁ Νέρων; οὐδὲν πείσεται ὁ ἀντίχριστος, οὐδὲν ὁ διάβολος; Οὐκοῦν ἀεὶ ὁ ἀντίχριστος ἔσται, καὶ ὁ διάβολος· οὐδὲ γὰρ ἀποστήσονται τῆς κακίας μὴ κολαζόμενοι. Ναὶ, φησίν· ἀλλ' ὅτι μέν ἔστι κόλασις καὶ γέεννα, παντί που δῆλον· οἱ δὲ ἄπιστοι  ἐμπεσοῦνται  μόνοι.  Τίνος  ἕνεκεν,  εἰπέ  μοι; Ὅτι οἱ πιστοὶ, φησὶ, τὸν
∆εσπότην ἐπέγνωσαν τὸν ἑαυτῶν. Καὶ τί τοῦτο; Ὅταν γὰρ ὁ βίος ἀκάθαρτος ᾖ, καὶ μείζονα  κατὰ  τοῦτο  δώσουσι δίκην  τῶν  ἀπίστων·  Ὅσοι γὰρ  ἀνόμως  ἥμαρτον,
ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· καὶ, Ὁ
οἰκέτης ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Εἰ δὲ οὐκ ἔστι βίου δοῦναι λόγον, ἀλλ' ἁπλῶς ταῦτα εἴρηται, οὐδὲ ὁ διάβολος τιμωρηθήσεται·  καὶ  γὰρ  τὸν  Θεὸν οἶδε, καὶ  ἀνθρώπων  μᾶλλον  πολλῶν·  καὶ  οἱ δαίμονες δὲ πάντες  καὶ ἴσασιν αὐτὸν, καὶ φρίττουσι, καὶ κριτὴν  ὁμολογοῦσιν. Εἰ τοίνυν βίου οὐκ ἔστι δοῦναι λόγον, οὐδὲ πονηρῶν πράξεων, διαφεύξονται καὶ οὗτοι. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· μὴ ἑαυτοὺς ἀπατᾶτε, ἀγαπητοί. Εἰ γὰρ μὴ ἔστι γέεννα, πῶς κρινοῦσι τὰς δώδεκα φυλὰς  τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι; πῶς φησιν ὁ Παῦλος· Οὐκ οἴδατε, ὅτι ἀγγέλους  κρινοῦμεν; μήτι γε βιωτικά; πῶς ὁ Χριστὸς ἔλεγεν·  Ἄνδρες Νινευῖται  ἀναστήσονται  ἐν τῇ κρίσει, καὶ κατακρινοῦσι  τὴν  γενεὰν  ταύτην;  καὶ, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως; Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς; τί  ἀπατᾷς  σαυτὸν  καὶ  παραλογίζῃ  τὴν  ψυχήν  σου, ἄνθρωπε;  τί  τῇ  τοῦ  Θεοῦ φιλανθρωπίᾳ  μάχῃ; ∆ιὰ γὰρ τοῦτο  καὶ  ἡτοίμασεν  αὐτὴν  καὶ  ἠπείλησεν,  ἵνα  μὴ ἐμπέσωμεν, τῷ φόβῳ γενόμενοι βελτίους. Ὥστε ὁ τὸν περὶ τούτων ἀναιρῶν λόγον, οὐδὲν ἕτερον λανθάνει ποιῶν, ἢ εἰς αὐτὴν αὑτὸν ὠθεῖ καὶ ἐμβάλλει διὰ τῆς ἀπάτης ταύτης. Μὴ τοίνυν  ἐκλύσῃς τὰς 60.675 χεῖρας τῶν  ὑπὲρ ἀρετῆς πονούντων,  μηδὲ ἐπιτείνῃς  τὴν ῥᾳθυμίαν τῶν καθευδόντων.  Εἰ γὰρ πεισθεῖεν οἱ πολλοὶ, ὅτι γέεννα οὐκ ἔστι, πότε ἀποστήσονται τῆς κακίας; ποῦ δὲ καὶ τὸ δίκαιον φανεῖται; Οὐ λέγω ἐπὶ ἁμαρτωλῶν   καὶ  δικαίων,  ἀλλ'  ἐπὶ  ἁμαρτωλῶν   καὶ  ἁμαρτωλῶν.  ∆ιὰ  τί  ὁ  μὲν ἐκολάσθη ἐνταῦθα, ὁ δὲ οὐκ ἐκολάσθη τὰ αὐτὰ ἁμαρτὼν, ἢ καὶ πολλῷ χαλεπώτερα; Εἰ γὰρ οὐκ ἔστι γέεννα, οὐδὲν ὑπὲρ τούτων δυνήσῃ ἀπολογήσασθαι τοῖς ἐγκαλοῦσι.
∆ιὸ παρακαλῶ παυσαμένους τοῦ γέλωτος  τούτου, ἐπιστομίζειν τοὺς ὑπὲρ τούτων ἡμῖν ἀντιλέγοντας.  Καὶ γὰρ καὶ τῶν μικροτάτων καὶ ἐν τοῖς ἁμαρτήμασι καὶ ἐν τοῖς
κατορθώμασιν  ἀκριβὴς  ἔσται  ἡ  ἐξέτασις.  Καὶ  γὰρ  καὶ  ὀφθαλμῶν   ἀκολάστων δώσομεν  δίκην,  καὶ  ῥήματος  ἀργοῦ,  καὶ  γέλωτος   καὶ  λοιδορίας  ἁπλῶς,  καὶ
ἐνθυμήσεως,  καὶ  μέθης  εὐθύνας  ὑφέξομεν·  ὡς  πάλιν  καὶ  ἐν  τοῖς  ἀγαθοῖς  καὶ ποτηρίου ψυχροῦ ληψόμεθα μισθὸν καὶ λόγου ἀγαθοῦ καὶ στεναγμοῦ μόνου. ∆ὸς
γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὸ πρόσωπον τῶν στεναζόντων καὶ κατοδυνωμένων· πῶς οὖν  τολμᾷς  60.676 εἰπεῖν,  ὅτι  ὁ μετὰ τοσαύτης ἀκριβείας ἐξετάζων  τὰ ἡμέτερα, ἁπλῶς καὶ εἰκῆ τὴν γέενναν ἠπείλησε; Μὴ, παρακαλῶ, μὴ ταῖς κεναῖς ταύταις ἐλπίσι
σεαυτὸν  ἀπόλλυε,  καὶ τοὺς  πειθομένους.  Εἰ γὰρ τοῖς  ἡμετέροις  ἀπιστεῖς  λόγοις, ἐξέτασον Ἰουδαίους, Ἕλληνας, αἱρετικοὺς ἅπαντας, καὶ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀποκρινοῦνται,   ὅτι  κρίσις  ἔσται  καὶ  ἀντίδοσις.  Ἀλλ'  οὐκ  ἀρκοῦσιν  ἄνθρωποι;
Ἐρώτησον καὶ  τοὺς  δαίμονας  αὐτοὺς,  καὶ  ἀκούσῃ βοώντων·  Τί ἦλθες  ὧδε  πρὸ καιροῦ βασανίσαι ἡμᾶς; καὶ ταῦτα πάντα συναγαγὼν  πεῖσον τὴν ψυχὴν  μὴ μάτην ληρεῖν, ἵνα μὴ διὰ τῆς πείρας μάθῃ τὴν γέενναν, ἀλλ' ἐντεῦθεν σωφρονισθεῖσα καὶ
τὰς βασάνους ἐκείνας  δυνηθῇ  διαφυγεῖν,  καὶ τῶν  μελλόντων  ἀγαθῶν  ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.  60.675 ΟΜΙΛΙΑ   ΛΒʹ.  Παρακαλῶ  δὲ  ὑμᾶς,  ἀδελφοὶ,  σκοπεῖν  τοὺς  τὰς  δι

χοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδα χὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας·  καὶ ἐκκλί  νατε  ἀπ'  αὐτῶν.   Οἱ  γὰρ  τοιοῦτοι   τῷ  Κυρίῳ  ἡμῶν   Ἰησοῦ  Χριστῷ  οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι  τὰς  καρδίας  τῶν  ἀκάκων.  αʹ. Πάλιν  παραίνεσις,  καὶ  εὐχὴ  μετὰ  τὴν παραίνεσιν. Εἰπὼν γὰρ σκοπεῖν τοὺς τὰς διχοστασίας ποιοῦντας, καὶ μὴ ὑπακούειν αὐτοῖς, ἐπήγαγεν· Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν· καὶ, Ἡ χάρις τοῦ Κυρίου μεθ' ὑμῶν. Σκόπει δὲ πῶς καὶ προσηνῶς παραινεῖ, οὐκ ἐν τάξει συμβούλου, ἀλλ'  ἐν τάξει ἱκέτου τοῦτο ποιῶν, καὶ μετὰ πολλῆς τῆς τιμῆς· καὶ γὰρ καὶ ἀδελφοὺς  ἐκάλεσε, καὶ ἱκετεύει.  Παρακαλῶ γὰρ ὑμᾶς, φησὶν, ἀδελφοί. Εἶτα καὶ ἐναγωνίους  ποιεῖ, δεικνὺς τὸ δολερὸν τῶν ἐπηρεαζόντων. Ὡς γὰρ οὐκ αὐτόθεν δήλων ὄντων φησί· Παρακαλῶ δὲ ὑμᾶς σκοπεῖν· τουτέστι, περιεργάζεσθαι μετὰ ἀκριβείας, καὶ καταμανθάνειν  καὶ διερευνᾶσθαι. Τίνας, εἰπέ μοι; Τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας. Αὕτη γὰρ μάλιστα Ἐκκλησίας ἀνατροπὴ, τὸ διῃρῆσθαι· τοῦτο ὅπλον τοῦ διαβόλου, τοῦτο πάντα ἄνω καὶ κάτω ποιεῖ. Ἕως γὰρ ἂν ᾖ τὸ σῶμα ἡνωμένον, οὐκ ἰσχύει εἴσοδον ἔχειν,  ἀλλ' ἀπὸ τῆς  διχοστασίας τὸ σκάνδαλον.  Ἡ δὲ διχοστασία πόθεν; Ἀπὸ τῶν δογμάτων τῶν παρὰ τὴν διδαχὴν τῶν ἀποστόλων. Τὰ δὲ δόγματα τὰ τοιαῦτα πόθεν; Ἀπὸ τοῦ γαστρὶ δουλεύειν καὶ τοῖς ἄλλοις πάθεσιν. Οἱ γὰρ τοιοῦτοι, φησὶ, τῷ  Κυρίῳ οὐ δουλεύουσιν,  ἀλλὰ  τῇ  αὑτῶν  κοιλίᾳ.  Ὥστε οὐκ ἂν  γένοιτο σκάνδαλα, οὐκ ἂν  γένοιτο  διχοστασία, εἰ μή τι  παρὰ τὴν  ἀποστολικὴν  διδαχὴν ἐπινοηθείη δόγμα· ὃ καὶ ἐνταῦθα δηλῶν  ἔλεγε, Παρὰ τὴν διδαχήν. Καὶ οὐκ εἶπεν, Ἣν ἐδιδάξαμεν, ἀλλ',  Ἣν ὑμεῖς ἐμάθετε, προκαταλαμβάνων  αὐτοὺς, καὶ δεικνὺς πεπεισμένους  δὴ καὶ ἀκούσαντας  καὶ καταδεξαμένους. Καὶ τί  ποιήσομεν  τοῖς  τὰ τοιαῦτα κακουργοῦσιν; Οὐκ εἶπεν, Ὁμόσε χωρεῖτε καὶ πυκτεύετε, ἀλλ', Ἐκκλίνατε ἀπ' αὐτῶν. Εἰ μὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν· ἐπειδὴ δὲ εἰδότες ἁμαρτά 60.676 νουσιν, ἀποπηδᾶτε. Καὶ ἀλλαχοῦ δὲ τοῦτο λέγει· Συστέλλεσθε γὰρ, φησὶν, ἀπὸ παντὸς  ἀδελφοῦ  ἀτάκτως  περιπατοῦντος.  Καὶ Τιμοθέῳ περὶ τοῦ χαλκέως  διαλεγόμενος,  τοιαῦτα  παρῄνει  λέγων·  Ὃν καὶ σὺ φυλάσσου. Εἶτα καὶ κωμῳδῶν   τοὺς  τὰ  τοιαῦτα  τολμῶντας,   λέγει  καὶ  τὴν  αἰτίαν,  ἀφ'  ἧς  ταύτην ἐπενόησαν τὴν  διχοστασίαν· Οἱ γὰρ τοιοῦτοι  τῷ Κυρίῳ ἡμῶν  Χριστῷ, φησὶν, οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ. Τοῦτο καὶ Φιλιππησίοις ἐπιστέλλων  ἔλεγεν· Ὧν θεὸς ἡ κοιλία. Ἐνταῦθα δέ μοι τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι δοκεῖ, οὓς μάλιστα ἀεὶ  διαβάλλειν  εἴωθεν  ὡς  γαστριμάργους. Καὶ γὰρ Τίτῳ ἐπιστέλλων  ἔλεγε  περὶ αὐτῶν· Κακὰ θηρία, γαστέρες ἀργαί. Καὶ ὁ Χριστὸς δὲ αὐτοὺς ἐπὶ τοῦτο διαβάλλων, Κατεσθίετε, φησὶ, τὰς οἰκίας τῶν  χηρῶν.  Καὶ οἱ προφῆται  τοιαῦτα αὐτῶν κατηγοροῦσιν· Ἐλιπάνθη γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.
∆ιὸ καὶ Μωϋσῆς παρῄνει λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Καὶ ἐν τοῖς Εὐαγγελίοις δὲ τῷ Χριστῷ λέγοντες, Τί σημεῖον δεικνύεις ἡμῖν; καὶ τὰ ἄλλα πάντα παραδραμόντες, τοῦ μάννα μέμνηνται· οὕτω πανταχοῦ τῷ πάθει τούτῳ κρατούμενοι φαίνονται.  Πῶς οὖν οὐκ αἰσχύνῃ δούλους κοιλίας διδασκάλους ἔχων ὁ τοῦ Χριστοῦ ἀδελφός; Καὶ ἡ μὲν ὑπόθεσις τῆς πλάνης αὕτη, ὁ δὲ τρόπος τῆς ἐπιβουλῆς ἕτερον πάλιν νόσημα, ἡ κολακεία· ∆ιὰ γὰρ τῆς χρηστολογίας, φησὶν, ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Καὶ καλῶς εἶπε, Χρηστολογίας· μέχρι γὰρ τῶν ῥημάτων ἡ θεραπεία· ἡ δὲ διάνοια οὐ τοιαύτη, ἀλλὰ δόλου γέμουσα. Καὶ οὐκ εἶπεν, Ὑμᾶς ἐξαπατῶσιν, ἀλλὰ, Τὰς καρδίας τῶν ἀκάκων. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ὥστε ποιῆσαι μὴ ἐπαχθέστερον τὸ εἰρημένον, φησίν· Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Τοῦτο δὲ ποιεῖ, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι, ἀλλὰ τοῖς ἐγκωμίοις  προκαταλαμβάνων,  καὶ τῷ πλήθει  τῶν  μαρτύρων προκατέχων  αὐτούς. Οὐδὲ γὰρ ἐγὼ μαρτυρῶ μόνος, ἀλλ' ἡ οἰκουμένη πᾶσα. Καὶ οὐκ εἶπεν, Ἡ γὰρ ὑμῶν

σύνεσις, ἀλλ' Ἡ ὑμῶν ὑπακοή· τουτέστιν ἡ πειθώ· ὅπερ πολλὴν αὐτοῖς ἦν μαρτυροῦντος  πραότητα.  Χαίρω οὖν  τὸ  ἐφ'  ὑμῖν.  Οὐ μικρὸν  καὶ  60.677 τοῦτο ἐγκώμιον. Εἶτα μετὰ τὸν ἔπαινον νουθεσία. Ἵνα γὰρ μὴ τῶν ἐγκλημάτων ἀπαλλάξας αὐτοὺς, ὡς λανθάνοντας  ῥᾳθυμοτέρους ἐργάσηται, αἰνίττεται  πάλιν αὐτοῖς λέγων· Θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Ὁρᾷς πῶς πάλιν αὐτῶν καθάπτεται, καὶ ἀνυπόπτως; τοῦτο γὰρ αἰνιττομένου ἐστὶν, ὅτι τινὲς ἐξ αὐτῶν καὶ παρήγοντο. Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἐπειδὴ γὰρ εἶπε τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα ποιοῦντας, εἶπεν  εἰρήνης  Θεὸν, ἵνα  θαρσήσωσι περὶ  τῆς  τούτων  ἀπαλλαγῆς.  Ὁ γὰρ  ταύτῃ χαίρων, τὰ λυμαινόμενα  αὐτῇ καταλύσει. Καὶ οὐκ εἶπεν, Ὑποτάξει, ἀλλ', ὃ μεῖζόν ἐστι, Συντρίψει· καὶ οὐκ ἐκείνους  μόνον,  ἀλλὰ  καὶ τὸν  στρατηγοῦντα  αὐτοῖς  τὰ τοιαῦτα  Σατανᾶν.  Καὶ οὐχ  ἁπλῶς  συντρίψει,  ἀλλ' Ὑπὸ τοὺς  πόδας  ὑμῶν·  ὥστε αὐτοὺς τὴν νίκην ἄρασθαι, καὶ τῷ τροπαίῳ γενέσθαι λαμπρούς. Καὶ ἀπὸ τοῦ χρόνου δὲ ἡ παραμυθία πάλιν· ἐπήγαγε γὰρ, Ἐν τάχει. Τοῦτο δὲ ὁμοῦ καὶ εὐχὴ καὶ προφητεία ἦν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Τὸ μέγιστον ὅπλον, τὸ τεῖχος  τὸ ἄῤῥηκτον, ὁ πύργος ὁ ἄσειστος· ἀνέμνησε γὰρ αὐτοὺς τῆς χάριτος, ἵνα προθυμοτέρους ἐργάσηται. Εἰ γὰρ τῶν πολὺ χαλεπωτέρων  ἀπηλλάγητε,  καὶ ἀπηλλάγητε  χάριτι μόνον· πολλῷ μᾶλλον τῶν ἐλαττόνων  ἀπαλλαγήσεσθε, ὅτι καὶ φίλοι  γεγόνατε,  καὶ τὰ παρ' ἑαυτῶν  συνεισάγετε. βʹ. Ὅρα πῶς οὔτε εὐχὴν  χωρὶς ἔργων, οὔτε ἔργα χωρὶς εὐχῆς τίθησι. Μαρτυρήσας γὰρ αὐτοῖς τὴν ὑπακοὴν, τότε ἐπηύξατο, δεικνὺς ὅτι ἀμφοτέρων δεόμεθα, καὶ τῶν παρ' ἡμῶν, καὶ τῶν παρὰ τοῦ Θεοῦ, εἰ μέλλοιμεν  μετὰ ἀκριβείας σώζεσθαι. Καὶ γὰρ οὐκ ἔμπροσθεν μόνον, ἀλλὰ καὶ  νῦν,  κἂν  μεγάλοι  ὦμεν  καὶ  εὐδόκιμοι,  τῆς  παρ'  αὐτοῦ  δεόμεθα  χάριτος· Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου. Εἶδες πάλιν  τὰ συνήθη ἐγκώμια; Καὶ Λούκιος καὶ  Ἰάσων  καὶ  Σωσίπατρος οἱ  συγγενεῖς  μου. Τούτου τοῦ  Ἰάσονος καὶ Λουκᾶς μέμνηται, καὶ τὴν ἀνδρείαν αὐτοῦ παρίστησιν ἡμῖν λέγων, ὅτι ἦγον αὐτὸν ἐπὶ τοὺς πολιτάρχας βοῶντες. Καὶ τοὺς ἄλλους δὲ εἰκὸς εἶναι τῶν ἐπισήμων· οὐ γὰρ ἁπλῶς συγγενῶν μέμνηται, εἰ μὴ κατὰ τὴν εὐσέβειαν εἶεν ἐοικότες αὐτῷ. Ἀσπάζομαι ὑμᾶς  ἐγὼ  Τέρτιος  ὁ  γράψας  τὴν  ἐπιστολήν.  Οὐ  μικρὸν  καὶ  τοῦτο  ἐγκώμιον ὑπογραφέα εἶναι Παύλου· πλὴν οὐχ ἵνα ἑαυτὸν ἐγκωμιάσῃ, τοῦτο λέγει, ἀλλ' ἵνα θερμὴν ἐπισπάσηται παρ' αὐτῶν  τὴν ἀγάπην  ἀπὸ τῆς διακονίας.  Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος  μου καὶ τῆς  Ἐκκλησίας ὅλης.  Εἶδες οἷον  αὐτῷ  στέφανον  ἔπλεξε, τοσαύτην φιλοξενίαν  μαρτυρήσας, καὶ ὁλόκληρον  τὴν Ἐκκλησίαν εἰς τὴν οἰκίαν συναγαγὼν  τὴν  ἐκείνου; τὸν  γὰρ ξένον  ἐνταῦθα  τὸν  ξενοδόχον  φησίν. Ὅταν δὲ ἀκούσῃς, ὅτι Παύλου ξενοδόχος ἦν, μὴ τῆς φιλοτιμίας  αὐτὸν θαύμαζε μόνον, ἀλλὰ καὶ τῆς κατὰ τὸν βίον ἀκριβείας· εἰ μὴ γὰρ ἦν ἄξιος τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδ' ἂν ἐκεῖνος  ἐκεῖ  κατήχθη.  Ὁ γὰρ  πολλὰ  τῶν  ἐπιταγμάτων  τοῦ  Χριστοῦ σπουδάζων ὑπερβαίνειν, οὐκ ἂν τοῦτον παρέβη τὸν νόμον τὸν κελεύοντα περιεργάζεσθαι τοὺς ὑποδεχομένους, καὶ παρὰ ἀξίοις κατάγεσθαι. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς  πόλεως,  καὶ  Κούαρτος ὁ  ἀδελφός.  Οὐχ ἁπλῶς  προσέθηκεν,  Οἰκονόμος τῆς πόλεως·  ἀλλ'  ὥσπερ  60.678 Φιλιππησίοις  ἔγραφεν,  Ἀσπάζονται  ὑμᾶς  οἱ  ἐκ  τῆς Καίσαρος οἰκίας, ἵνα  δείξῃ, ὅτι  καὶ τῶν  μεγάλων  τὸ κήρυγμα  ἥψατο· οὕτω  καὶ ἐνταῦθα τοῦ ἀξιώματος μέμνηται, τὸ αὐτὸ τοῦτο κατασκευάζων, καὶ δεικνὺς ὅτι τῷ προσέχοντι οὔτε πλοῦτος  κώλυμα γίνεται,  οὔτε ἀρχῆς φροντίδες,  οὔτε ἄλλο τῶν τοιούτων  οὐδέν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἀμήν. Εἶδες πόθεν ἄρχεσθαι δεῖ, καὶ ποῦ τελευτᾷν  πάντα; Καὶ γὰρ καὶ τὸν θεμέλιον  ἐντεῦθεν κατέβαλε τῆς ἐπιστολῆς, καὶ τὸν ὄροφον ἐντεῦθεν ἐπέθηκεν, ὁμοῦ καὶ ἐπευχόμενος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων αὐτοῖς, καὶ πάσης ἀναμιμνήσκων τῆς εὐεργεσίας. Τοῦτο  γὰρ  μάλιστα  διδασκάλου  γενναίου,  τὸ  μὴ  λόγῳ  μόνον,  ἀλλὰ  καὶ  εὐχῇ

ὠφελεῖν   τοὺς  μαθητευομένους·  διὸ  καὶ  ἔλεγεν,  Ἡμεῖς  δὲ  τῇ  προσευχῇ  καὶ  τῇ διακονίᾳ  τοῦ λόγου  προσκαρτερήσομεν. Τίς οὖν  ἄρα καὶ ἡμῖν  ἐπεύξεται,  ἐπειδὴ Παῦλος ἀπῆλθεν; Οἱ Παύλου ζηλωταὶ οὗτοι, μόνον ἀξίους παράσχωμεν ἑαυτοὺς τῆς τοιαύτης συνηγορίας, ἵνα μὴ ἐνταῦθα μόνον ἀκούσωμεν τῆς Παύλου φωνῆς, ἀλλὰ καὶ ἐκεῖ ἀπελθόντες  ἰδεῖν καταξιωθῶμεν  τὸν ἀθλητὴν  τοῦ Χριστοῦ· μᾶλλον δὲ ἂν ἐνταῦθα ἀκούσωμεν, κἀκεῖ πάντως αὐτὸν ὀψόμεθα, εἰ καὶ μὴ πλησίον ἑστῶτες, ἀλλ' ὀψόμεθα πάντως  ἐγγὺς  τοῦ θρόνου  τοῦ βασιλικοῦ λάμποντα,  ἔνθα  τὰ Χερουβὶμ δοξάζει, ἔνθα τὰ Σεραφὶμ πέταται. Ἐκεῖ Παῦλον ὀψόμεθα μετὰ Πέτρου, καὶ τοῦ τῶν ἁγίων χοροῦ κορυφαῖον ὄντα καὶ πρωτοστάτην, καὶ τῆς ἀγάπης ἀπολαύσομεν τῆς γνησίας.  Εἰ γὰρ ἐνταῦθα  ὢν  οὕτως  ἠγάπα  τοὺς  ἀνθρώπους,  ὡς  αἱρέσεως οὔσης ἀναλῦσαι  καὶ  σὺν  Χριστῷ εἶναι,  ἑλέσθαι  ἐνταῦθα  εἶναι·  πολλῷ  μᾶλλον  ἐκεῖ θερμότερον ἐπιδείξεται τὸ φίλτρον. Ἐγὼ καὶ τὴν Ῥώμην διὰ τοῦτο φιλῶ, καίτοι γε αὐτὴν καὶ ἑτέρωθεν ἔχων ἐπαινεῖν, καὶ ἀπὸ τοῦ μεγέθους, καὶ ἀπὸ τῆς ἀρχαιότητος, καὶ ἀπὸ τοῦ κάλλους, καὶ ἀπὸ τοῦ πλήθους, καὶ ἀπὸ τῆς δυναστείας, καὶ ἀπὸ τοῦ πλούτου, καὶ ἀπὸ τῶν κατορθωμάτων  τῶν ἐν πολέμῳ· ἀλλὰ πάντα τὰ ἄλλα ἀφεὶς, διὰ τοῦτο αὐτὴν μακαρίζω, ὅτι καὶ ζῶν αὐτοῖς ἔγραφε, καὶ οὕτως αὐτοὺς ἐφίλει, καὶ παρὼν  αὐτοῖς  διελέχθη,  καὶ  τὸν  βίον  ἐκεῖ  κατέλυσε. ∆ιὸ καὶ  ἐπίσημος ἡ πόλις ἐντεῦθεν μᾶλλον, ἢ ἀπὸ τῶν ἄλλων ἁπάντων· καὶ καθάπερ σῶμα μέγα καὶ ἰσχυρὸν, ὀφθαλμοὺς ἔχει δύο λάμποντας, τῶν ἁγίων τούτων τὰ σώματα. Οὐχ οὕτως ἐστὶν ὁ οὐρανὸς λαμπρὸς, ὅταν  ἀφῇ τὰς ἀκτῖνας  ὁ ἥλιος, ὡς ἡ Ῥωμαίων  πόλις  τὰς δύο ταύτας λαμπάδας πανταχοῦ τῆς οἰκουμένης ἀφιεῖσα. Ἐκεῖθεν ἁρπαγήσεται Παῦλος, ἐκεῖθεν  Πέτρος. Ἐννοήσατε καὶ φρίξατε,  οἷον  ὄψεται  θέαμα Ῥώμη,  τὸν  Παῦλον ἐξαίφνης  ἀνιστάμενον  ἀπὸ  τῆς  θήκης  ἐκείνης  μετὰ  Πέτρου, καὶ  αἰρόμενον  εἰς ἀπάντησιν τοῦ Κυρίου· οἷον ἀποστέλλει τῷ Χριστῷ ῥόδον ἡ Ῥώμη, οἵους στεφάνους ἡ πόλις περίκειται δύο, οἵας χρυσᾶς ἁλύσεις διέζωσται, οἵας ἔχει πηγάς. ∆ιὰ ταῦτα θαυμάζω τὴν πόλιν, οὐ διὰ τὸν χρυσὸν τὸν πολὺν, οὐ διὰ τοὺς κίονας, οὐ διὰ τὴν ἄλλην  φαντασίαν, ἀλλὰ διὰ τοὺς στύλους τῆς Ἐκκλησίας τούτους. γʹ. Τίς μοι νῦν ἔδωκε περιχυθῆναι τῷ σώματι Παύλου, καὶ προσηλωθῆναι τῷ τάφῳ, καὶ τὴν κόνιν ἰδεῖν τοῦ σώματος ἐκείνου τοῦ τὰ ὑστερήματα ἀναπληρώσαντος τοῦ Χριστοῦ, τοῦ τὰ στίγματα βαστάσαντος, 60.679 τοῦ πανταχοῦ τὸ κήρυγμα κατασπείραντος; τὴν κόνιν ἐκείνου  τοῦ σώματος, δι' οὗ πανταχοῦ  διέδραμε τὴν  κόνιν  τοῦ στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο,  καὶ τὸ φῶς  ἐξέλαμψε  τὸ πάσης ἀστραπῆς λαμπρότερον,  καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίμοσι, δι' οὗ τὸ μακάριον ἐκεῖνο ἐφθέγξατο  ῥῆμα λέγων·  Ηὐχόμην ἀνάθεμα  εἶναι  ὑπὲρ τῶν  ἀδελφῶν  μου; δι' οὗ ἐλάλει ἐναντίον  βασιλέων, καὶ οὐκ ᾐσχύνετο; δι' οὗ Παῦλον ἐμάθομεν, δι' οὗ τὸν Παύλου ∆εσπότην; Οὐχ οὕτως ἡμῖν ἡ βροντὴ φοβερὸν, ὡς ἐκείνη τοῖς δαίμοσιν ἡ φωνή.   Εἰ  γὰρ  τὰ  ἱμάτια  αὐτοῦ  ἔφριττον,   πολλῷ   μᾶλλον   τὴν  φωνήν.   Αὕτη δεδεμένους αὐτοὺς ἤγαγεν,  αὕτη τὴν οἰκουμένην  ἐξεκάθηρεν, αὕτη τὰ νοσήματα ἔλυσε, κακίαν ἐξέβαλεν, ἀλήθειαν ἐπανήγαγε, τὸν Χριστὸν εἶχεν ἐγκαθήμενον, καὶ μετ' αὐτοῦ  πανταχοῦ  προῄει, καὶ ὅπερ ἦν  τὰ Χερουβὶμ, τοῦτο  ἡ Παύλου φωνή. Καθάπερ γὰρ ἐπὶ τῶν  δυνάμεων  ἐκείνων  ἐκάθητο, οὕτω καὶ ἐπὶ τῆς τοῦ Παύλου γλώττης. Καὶ γὰρ ἀξία τοῦ δέξασθαι τὸν Χριστὸν ἐγένετο, ἐκεῖνα φθεγγομένη μόνον, ἃ τῷ Χριστῷ φίλα ἦν, καὶ πρὸς ὕψος ἄφατον ἱπταμένη καθάπερ τὰ Σεραφίμ. Τί γὰρ ὑψηλότερον τῆς φωνῆς ἐκείνης τῆς λεγούσης, ὅτι Πέπεισμαι, ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, πόσας δοκεῖ σοι πτέρυγας ἔχειν αὕτη ἡ φωνή; πόσους ὀφθαλμούς; ∆ιὰ τοῦτο ἔλεγεν·  Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν·  διὰ τοῦτο ἔφευγον  δαίμονες, οὐχὶ φθεγγομένου μόνον ἀκούοντες, ἀλλὰ καὶ πόῤῥωθεν ὄντος ἱμάτιον ὁρῶντες. Τούτου

τοῦ στόματος ἐβουλόμην τὴν κόνιν ἰδεῖν, δι' οὗ τὰ μεγάλα καὶ ἀπόῤῥητα ὁ Χριστὸς ἐλάλησε, καὶ μείζονα ἢ δι' ἑαυτοῦ· ὥσπερ γὰρ εἰργάσατο μείζονα διὰ τῶν μαθητῶν, οὕτω  καὶ ἐφθέγξατο·  δι' οὗ τὸ Πνεῦμα τῇ οἰκουμένῃ  τοὺς θαυμαστοὺς ἐκείνους χρησμοὺς ἔδωκε. Τί γὰρ οὐκ εἰργάσατο ἐκεῖνο τὸ στόμα ἀγαθόν; ∆αίμονας ἤλασεν, ἁμαρτήματα  ἔλυσε,  τυράννους  ἐπεστόμισε, φιλοσόφων   γλώττας  ἐνέφραξε,  τὴν οἰκουμένην τῷ Θεῷ προσήγαγε, βαρβάρους φιλοσοφεῖν ἔπεισε, πάντα μετεῤῥύθμισε τὰ ἐν  τῇ  γῇ· καὶ τὰ ἐν  οὐρανοῖς  δὲ, ὃν  ἐβούλετο,  διετίθει  τρόπον,  δεσμῶν  οὓς ἐβούλετο, καὶ λύων ἐκεῖ κατὰ τὴν δεδομένην ἐξουσίαν αὐτῷ. Οὐ τοῦ στόματος δὲ μόνον, ἀλλὰ  καὶ τῆς καρδίας ἐκείνης  ἐβουλόμην  τὴν κόνιν  ἰδεῖν,  ἣν οὐκ ἄν τις ἁμάρτοι καρδίαν τῆς οἰκουμένης εἰπὼν, καὶ τῶν μυρίων ἀγαθῶν πηγὴν, καὶ ἀρχὴν καὶ  στοιχεῖον  τῆς  ἡμετέρας  ζωῆς. Τὸ γὰρ πνεῦμα  τῆς  ζωῆς  ἐκεῖθεν  εἰς  ἅπαντα ἐχορηγεῖτο, καὶ τοῖς μέλεσι τοῦ Χριστοῦ διεδίδοτο, οὐ δι' ἀρτηρίας ἐκπεμπόμενον, ἀλλὰ  διὰ προαιρέσεως ἀγαθῶν.  Αὕτη οὕτω  πλατεῖα  ἡ καρδία ἦν, ὡς καὶ πόλεις ὁλοκλήρους δέχεσθαι καὶ δήμους καὶ ἔθνη· Ἡ καρδία γάρ μου, φησὶ, πεπλάτυνται. Ἀλλ' ὅμως τὴν οὕτω πλατεῖαν  συνέσχε πολλάκις  καὶ ἔθλιψεν  ἡ εὐρύνουσα αὐτὴν ἀγάπη· Ἐκ γὰρ πολλῆς θλίψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν ταύτην. Καὶ διαλελυμένην  ἐπεθύμουν ἰδεῖν  τὴν πυρουμένην  καθ' ἕκαστον τῶν  ἀπολλυμένων, τὴν ὠδίνουσαν ἐκ δευτέρου τὰ ἐξαμβλούμενα τῶν παίδων, τὴν τὸν Θεὸν ὁρῶσαν (Οἱ γὰρ καθαροὶ τῇ καρδίᾳ, φησὶ, τὸν Θεὸν ὄψονται)· τὴν θυσίαν γεγενημένην  (Θυσία γὰρ τῷ Θεῷ, πνεῦμα συντετριμμένον)·  τὴν ὑψηλοτέραν  τῶν  οὐρανῶν, εὐρυτέραν τῆς οἰκουμένης, 60.680 τὴν τῆς ἀκτῖνος  φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν τοὺς ποταμοὺς ἀφιεῖσαν· Ποταμοὶ γὰρ, φησὶν, ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ἔνθα ἦν ἡ πηγὴ ἡ ἁλλομένη, καὶ ποτίζουσα οὐ  τὸ  πρόσωπον  τῆς  γῆς,  ἀλλὰ  τὰς  ψυχὰς  τῶν  ἀνθρώπων·  ὅθεν  οὐ ποταμοὶ μόνον, ἀλλὰ καὶ πηγαὶ δακρύων ἐξῄεσαν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν· τὴν καινὴν ζήσασαν ζωὴν, οὐ ταύτην τὴν ἡμετέραν (Ζῶ γὰρ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ, φησὶν, ὁ Χριστός. Ἄρα ἐκείνου καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου  πλὰξ,  καὶ βιβλίον  τῆς  χάριτος)· τὴν  τρέμουσαν μὲν  ὑπὲρ τῶν  ἀλλοτρίων ἁμαρτημάτων (Φοβοῦμαι γὰρ, φησὶ, μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς, Μή πως ὁ ὄφις Εὔαν ἠπάτησε, Μή πως  ἐλθὼν  οὐχ οἵους θέλω  εὕρω ὑμᾶς)· ὑπὲρ δὲ ἑαυτῆς  καὶ δεδοικυῖαν  καὶ θαῤῥοῦσαν (Φοβοῦμαι γὰρ, φησὶ, Μή πως ἄλλοις  κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· καὶ, Πέπεισμαι γὰρ, ὅτι οὔτε ἄγγελοι οὔτε ἀρχαὶ δυνήσονται ἡμᾶς χωρίσαι),  τὴν  καταξιωθεῖσαν  φιλῆσαι  Χριστὸν, ὡς  οὐδεὶς  ἄλλος  ἐφίλησε,  τὴν θανάτου  καὶ  γεέννης  καταφρονήσασαν,  καὶ  ὑπὸ  δακρύων  ἀδελφικῶν συντριβομένην (Τί γὰρ ποιεῖτε, φησὶ, κλαίοντες καὶ συντρίβοντές μου τὴν καρδίαν;), τὴν καρτερικωτάτην, καὶ οὐ στέγουσαν καιρὸν ὥρας ἀποστῆναι Θεσσαλονικέων. δʹ. Ἐβουλόμην τὴν κόνιν  ἰδεῖν  τῶν  χειρῶν  τῶν  ἐν ἁλύσει, δι' ὧν τῆς ἐπιθέσεως τὸ Πνεῦμα ἐχορηγεῖτο, δι' ὧν ταῦτα τὰ γράμματα ἐγράφετο· Ἴδετε γὰρ πηλίκοις γράμμασιν ὑμῖν ἔγραψα τῇ ἐμῇ χειρί· καὶ πάλιν, Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, τῶν χειρῶν ἐκείνων, ἃς ἰδοῦσα ἡ ἔχις ἐξέπεσεν εἰς τὴν πυράν. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλμῶν τῶν πηρωθέντων  καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, τῶν  καὶ ἐν σώματι Χριστὸν ἰδεῖν  καταξιωθέντων,  τῶν  ὁρώντων  τὰ γήϊνα καὶ οὐχ ὁρώντων, τῶν βλεπόντων  τὰ μὴ βλεπόμενα, τῶν μὴ εἰδότων ὕπνον, τῶν ἐν μέσαις ταῖς νυξὶν ἀγρυπνούντων,  τῶν οὐ πασχόντων τὰ τῶν ὀφθαλμιώντων. Ἐβουλόμην καὶ τῶν ποδῶν ἰδεῖν ἐκείνων τὴν κόνιν τῶν περιδραμόντων τὴν οἰκουμένην,  καὶ μὴ καμνόντων,  τῶν  ἐν ξύλῳ δεδεμένων,  ἡνίκα  τὸ δεσμωτήριον ἔσεισε, τῶν  τὴν  οἰκουμένην  καὶ  ἀοίκητον  περιελθόντων,   τῶν  ὁδοιπορούντων πολλάκις. Καὶ τί δεῖ κατὰ μέρος λέγειν; Ἐβουλόμην τὸν τάφον ἰδεῖν, ἔνθα τὰ ὅπλα τῆς δικαιοσύνης ἀπόκειται, τὰ ὅπλα τοῦ φωτὸς, τὰ μέλη τὰ νῦν ζῶντα, νενεκρωμένα

δὲ ὅτε ἔζη, ἐν οἷς πᾶσιν ὁ Χριστὸς ἔζη, τὰ ἐσταυρωμένα τῷ κόσμῳ, τὰ τοῦ Χριστοῦ μέλη, τὰ ἐνδεδυμένα  τὸν  Χριστὸν, τὸν  ναὸν  τοῦ Πνεύματος, τὴν  οἰκοδομὴν  τὴν ἁγίαν, τὰ δεδεμένα τῷ Πνεύματι, τὰ καθηλωμένα τῷ φόβῳ τοῦ Θεοῦ, τὰ ἔχοντα τὰ στίγματα τοῦ Χριστοῦ. Τοῦτο τὸ σῶμα τειχίζει τὴν πόλιν ἐκείνην, ὃ παντὸς πύργου καὶ μυρίων  ἐστὶ περιβόλων  ἀσφαλέστερον, καὶ μετὰ τούτου  τὸ Πέτρου· καὶ γὰρ ζῶντα ἐτίμα· Ἀνέβην γὰρ ἱστορῆσαι Πέτρον. ∆ιὰ τοῦτο καὶ ἀπελθόντα  κατηξίωσεν ὁμόσκηνον αὐτῷ ποιῆσαι ἡ χάρις αὐτόν. Ἐβουλόμην ἰδεῖν τὸν λέοντα τὸν πνευματικόν. Ὥσπερ γὰρ λέων πῦρ ἀφιεὶς εἰς ἀλωπέκων ἀγέλας, οὕτως εἰς τὴν τῶν δαιμόνων καὶ φιλοσόφων ἐνέπεσε φατρίαν, καὶ καθάπερ σκηπτοῦ τις ἐμβολὴ εἰς τὰς τοῦ διαβόλου κατηνέχθη  φάλαγγας.  Οὐδὲ γὰρ ἐκ παρατάξεως ἵστατο πρὸς αὐτὸν, ἀλλ' οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν, ὡς εἰ σκιὰν ἴδοι, καὶ φωνῆς ἀκούσειε, πόῤῥωθεν δραπετεύειν. Οὕτω γοῦν καὶ τὸν πεπορνευκότα παρέδωκεν αὐτῷ πόῤῥωθεν ὢν, καὶ πάλιν ἐξήρπασε τῶν ἐκείνου χειρῶν· οὕτω 60.681 καὶ ἑτέρους, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Σκόπει δὲ πῶς καὶ τοὺς ὑπ' αὐτῷ τεταγμένους ἀντεπεξάγει, διεγείρων καὶ ἀλείφων·  καὶ νῦν μὲν Ἐφεσίοις φησίν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας· εἶτα καὶ τὸ ἔπαθλον τίθησιν ἐν τοῖς ἐπουρανίοις, λέγων· Οὐ γὰρ περὶ γηΐνων πραγμάτων ἡμῖν ὁ ἀγὼν, φησὶν, ἀλλὰ περὶ τῶν  οὐρανῶν  καὶ τῶν  ἐν  τοῖς  οὐρανοῖς· νῦν  δὲ ἑτέροις φησὶν,  Οὐκ οἴδατε, ὅτι ἀγγέλους  κρινοῦμεν,  μήτι  γε  βιωτικά;  Ταῦτ'  οὖν  ἅπαντα  ἐννοοῦντες,   στῶμεν γενναίως. Καὶ γὰρ καὶ Παῦλος ἄνθρωπος ἦν, τῆς αὐτῆς φύσεως ἡμῖν μετέχων, καὶ τὰ ἄλλα πάντα ἔχων κοινά· ἀλλ' ἐπειδὴ πολλὴν τὴν περὶ τὸν Χριστὸν ἀγάπην ἐπ 60.682 εδείξατο,  τοὺς   οὐρανοὺς   ὑπερέβη,  καὶ  μετὰ  τῶν   ἀγγέλων   ἔστη.  Ὥστε  ἐὰν βουληθῶμεν  καὶ ἡμεῖς  διαναστῆναι  μικρὸν, καὶ τὸ πῦρ ἐκεῖνο  ἀνάψαι  ἐν  ἡμῖν, δυνησόμεθα ζηλῶσαι τὸν ἅγιον  ἐκεῖνον.  Οὐδὲ γὰρ ἂν, εἴπερ ἀδύνατον  ἦν τοῦτο, ἐβόα λέγων·  Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Μὴ τοίνυν  θαυμάζωμεν αὐτὸν μόνον, μηδὲ ἐκπληττώμεθα  μόνον, ἀλλὰ καὶ μιμώμεθα, ἵνα καταξιωθῶμεν καὶ  ἐντεῦθεν  ἀπελθόντες  αὐτὸν  ἰδεῖν,  καὶ  τῆς  ἀποῤῥήτου  δόξης  μετασχεῖν·  ἧς γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.