Πέμπτη, 6 Ιουνίου 2013

ΟΜΙΛΙΑ Κʹ.






In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.


ΟΜΙΛΙΑ Κʹ.

Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. αʹ. Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας  διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ τὴν ἀπόῤῥητον ἀγαθότητα καὶ οὐδὲ ἐρευνηθῆναι δυναμένην, αὐτὴν λοιπὸν  ταύτην  προβάλλεται, εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας  ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι  τὴν  πολιτείαν.   Καὶ τοσοῦτος  ὢν  καὶ  τηλικοῦτος,  οὐ  παραιτεῖται παρακαλεῖν· καὶ ταῦτα οὐχ ὑπὲρ ὧν αὐτὸς ἔμελλεν ἀπολαύειν, ἀλλ' ὑπὲρ ὧν ἐκεῖνοι κερδανεῖν εἶχον. Καὶ τί θαυμάζεις, εἰ αὐτὸς οὐ παραιτεῖται παρακαλεῖν, ὅπου γε καὶ  τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ προβάλλεται;
Ἐπειδὴ γὰρ τὰ μυρία ἡμῖν ἐντεῦθεν, φησὶν, ἀγαθὰ ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, αὐτοὺς αἰδέσθητε, αὐτοὺς δυσωπήθητε. Καὶ γὰρ αὐτοὶ τὴν ἱκετηρίαν τιθέασιν, ἵνα μηδὲν ἀνάξιον αὐτῶν ἐπιδείξησθε. ∆ι' αὐτῶν οὖν τούτων,   φησὶ,   παρακαλῶ,   δι'   ὧν   ἐσώθητε·   ὥσπερ   ἂν   εἴ   τις   τὸν   μεγάλα εὐεργετηθέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα ἱκέτην ἀγάγοι. Καὶ τί  παρακαλεῖς,  εἰπέ  μοι;  Παραστῆσαι τὰ  σώματα  ὑμῶν  θυσίαν  ζῶσαν,  ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ἐπειδὴ γὰρ εἶπε, Θυσίαν, ἵνα μή τις νομίσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώματα, ταχέως ἐπήγαγε, Ζῶσαν. Εἶτα διαιρῶν αὐτὴν ἀπὸ τῆς Ἰουδαϊκῆς, φησὶν, Ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν· ἐκείνη γὰρ σωματικὴ, καὶ οὐ σφόδρα εὐάρεστος. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν  χειρῶν  ὑμῶν,  φησί; Καὶ πολλαχοῦ  ἀλλαχοῦ  φαίνεται  διακρουόμενος αὐτάς. Ἀλλ' οὐχὶ ταύτην, ἀλλὰ καὶ ἐκείνης διδομένης ταύτην ἐζήτει. ∆ιὸ καὶ ἔλεγε, Θυσία αἰνέσεως δοξάσει με· καὶ πάλιν, Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα  καὶ ὁπλάς· καὶ ἀλλαχοῦ  ἐκβάλλων αὐτὴν, καὶ λέγων· Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; ἐπήγαγε, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Οὕτω καὶ Παῦλος ἐνταῦθα  κελεύει· Παραστήσατε τὰ σώματα θυσίαν ζῶσαν. Καὶ πῶς ἂν γένοιτο  τὸ σῶμα, φησὶ, θυσία; Μηδὲν ὀφθαλμὸς πονηρὸν βλεπέτω, καὶ γέγονε θυσία· μηδὲν ἡ γλῶσσα λαλείτω αἰσχρὸν, καὶ γέγονε προσφορά· μηδὲν ἡ χεὶρ πραττέτω παράνομον, καὶ γέγονεν  ὁλοκαύτωμα. Μᾶλλον δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ τῆς τῶν ἀγαθῶν ἡμῖν  ἐργασίας δεῖ, ἵνα  ἡ μὲν  χεὶρ ἐλεημοσύνην  ποιῇ, τὸ δὲ στόμα εὐλογῇ  τοὺς ἐπηρεάζον 60.596 τας, ἡ δὲ ἀκοὴ θείαις σχολάζῃ διηνεκῶς ἀκροάσεσιν. Ἡ γὰρ θυσία οὐδὲν ἔχει ἀκάθαρτον, ἡ θυσία ἀπαρχὴ τῶν ἄλλων ἐστί. Καὶ ἡμεῖς τοίνυν καὶ χειρῶν καὶ ποδῶν καὶ στόματος καὶ τῶν ἄλλων  ἁπάντων  ἀπαρχώμεθα τῷ Θεῷ· ἡ τοιαύτη θυσία εὐάρεστος, ὡς ἥ γε τῶν  Ἰουδαίων  καὶ ἀκάθαρτος ἦν. Αἱ θυσίαι γὰρ αὐτῶν, φησὶν, ἄρτος πένθους  αὐτοῖς. Ἀλλ' οὐχ ἡ ἡμετέρα. Ἐκείνη τὸ τεθυμένον  νεκρὸν ἐναπέφηνεν·  αὕτη τὸ τεθυμένον ζῶν ἀπεργάζεται. Ὅταν γὰρ νεκρώσωμεν ἡμῶν τὰ μέλη, τότε δυνησόμεθα ζῇν· καινὸς γὰρ οὗτος τῆς θυσίας ὁ νόμος· διὸ καὶ παράδοξος τοῦ πυρὸς ὁ τρόπος. Οὐδὲ γὰρ ξύλων δεῖται καὶ ὕλης ὑποκειμένης, ἀλλ' αὐτὸ καθ' ἑαυτὸ ζῇ τὸ πῦρ τὸ ἡμέτερον, καὶ οὐδὲ κατακαίει τὸ ἱερεῖον, ἀλλὰ μᾶλλον  αὐτὸ ζωοποιεῖ. Ταύτην ἄνωθεν  ὁ Θεὸς τὴν θυσίαν ἐζήτει· διὸ καὶ ἔλεγεν  ὁ προφήτης, Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. Καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ταύτην προσῆγον λέγοντες·  Οὐκ ἔστιν ἄρχων  οὐδὲ προφήτης  οὐδὲ τόπος τοῦ καρπῶσαι καὶ εὑρεῖν ἔλεος, ἀλλ' ἐν  ψυχῇ  συντετριμμένῃ  καὶ πνεύματι  ταπεινώσεως  προσδεχθείημεν. Σκόπει δὲ πῶς καὶ ἑκάστῃ λέξει μετὰ πολλῆς κέχρηται τῆς ἀκριβείας. Οὐ γὰρ εἶπε, Ποιήσατε τὰ  σώματα ὑμῶν  θυσίαν, ἀλλὰ,  Παραστήσατε. ὡς  ἂν  εἰ ἔλεγε,  Μηδὲν λοιπὸν κοινὸν ἔχετε πρὸς αὐτά· ἑτέρῳ αὐτὰ ἐξεδώκατε. Καὶ γὰρ οἱ τοὺς ἵππους τοὺς πολεμιστηρίους  παριστῶντες,  οὐδὲν  λοιπὸν  κοινὸν  πρὸς  αὐτοὺς  ἔχουσι. Καὶ σὺ τοίνυν παρέστησας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου τὰ μέλη, καὶ τῇ παρατάξει τῇ φοβερᾷ·  μὴ  κάθελκε  πρὸς  ἰδιωτικὰς  αὐτὰ  διακονίας.  Καὶ ἕτερον  δὲ  ἐκ  τούτου δείκνυσιν, ὅτι καὶ δόκιμα αὐτὰ δεῖ ποιεῖν, εἴ γε παριστᾷν μέλλομεν. Οὐ γάρ τινι τῶν ἐπιγείων  ἀνθρώπων,  ἀλλ' αὐτῷ παριστῶμεν αὐτὰ τῷ βασιλεῖ τῶν ὅλων Θεῷ, οὐχ ἵνα πολεμῇ μόνον, ἀλλ' ἵνα καὶ αὐτὸν ἐπικαθήμενον  ἔχῃ τὸν βασιλέα. Οὐδὲ γὰρ παραιτεῖται ἐπικαθῆσθαι τοῖς μέλεσιν ἡμῶν, ἀλλὰ καὶ σφόδρα τοῦτο βούλεται· καὶ ὅπερ βασιλεὺς οὐκ ἂν  ἕλοιτο  ὁμόδουλος  ἡμῖν,  τοῦτο  ὁ τῶν  ἀγγέλων  ∆εσπότης αἱρεῖται. Ἐπεὶ οὖν καὶ παρίστασθαι μέλλει, καὶ θυσία ἐστὶ, πάντα μῶμον περίελε· ὡς ἐὰν ἔχῃ μῶμον, οὐκέτ' ἂν εἴη θυσία. Οὐδὲ γὰρ ὀφθαλμὸς δύναται τυθῆναι πορνικὰ βλέπων,   οὐ  χεὶρ  παραστῆναι   ἁρπάζουσα  καὶ  πλεονεκτοῦσα,  οὐ  πόδες  χωλὰ βαδίζοντες  καὶ ἐπὶ θέατρα ἀναβαίνοντες,  οὐ γαστὴρ τρυφῇ δουλεύουσα, καὶ τῶν

ἡδονῶν ἀνάπτουσα τὰς ἐπιθυμίας, οὐ καρδία θυμὸν ἔχουσα καὶ ἔρωτα πορνικὸν, οὐ γλῶττα  αἰσχρὰ φθεγγομένη.  60.597 βʹ. ∆ιὸ χρὴ  πανταχόθεν  μωμοσκοπεῖσθαι  τὸ σῶμα τὸ ἡμέτερον. Εἰ γὰρ οἱ τὰς παλαιὰς ἀναφέροντες  θυσίας ἐκελεύοντο  πάντα περισκοπεῖν, καὶ οὔτε ὠτότμητον,  οὔτε κολοβόκερκον, οὔτε ψωραγριῶντα,  οὔτε λειχῆνα  ἔχοντα,  ἐπετρέποντο  ἀναφέρειν·  πολλῷ  μᾶλλον  ἡμᾶς τοὺς  οὐ πρόβατα ἄλογα, ἀλλ' ἑαυτοὺς ἀναφέροντας, πλείονα ἀκρίβειαν ἐπιδείκνυσθαι χρὴ, καὶ πάντοθεν εἶναι καθαροὺς, ἵνα δυνηθῶμεν  καὶ ἡμεῖς κατὰ Παῦλον λέγειν· Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. Καὶ γὰρ θυσίας ἁπάσης καθαρώτερος ἦν· διὸ καὶ σπονδὴν ἑαυτὸν ἐκάλει. Ἔσται δὲ τοῦτο, ἐὰν ἀνέλωμεν τὸν παλαιὸν ἄνθρωπον, ἐὰν νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, ἐὰν σταυρώσωμεν τὸν κόσμον ἑαυτοῖς. Οὕτως οὐδὲ μαχαίρας δεησόμεθα λοιπὸν, οὐδὲ θυσιαστηρίου, οὐδὲ πυρός· μᾶλλον δὲ τούτων ἁπάντων δεησόμεθα, πλὴν οὐ χειροποιήτων, ἀλλ' ἄνωθεν ἡμῖν ἅπαντα ἥξει, καὶ τὸ πῦρ ἄνωθεν καὶ ἡ μάχαιρα, καὶ τὸ θυσιαστήριον ἡμῖν ἔσται τοῦ οὐρανοῦ τὸ πλάτος. Εἰ γὰρ, τοῦ Ἠλίου θυσίαν ἀναφέροντος αἰσθητὴν, λαμπὰς ἄνωθεν  κατενεχθεῖσα πάντα ἀνάλωσε, καὶ τὸ ὕδωρ καὶ τὰ ξύλα καὶ τοὺς λίθους· πολλῷ μᾶλλον ἐπὶ σοῦ τοῦτο ἔσται. Κἂν ἔχῃς τι διαῤῥέον καὶ βιωτικὸν, προσαγάγῃς δὲ θυσίαν μετὰ γνώμης  ὀρθῆς, κατελθὸν  τοῦ Πνεύματος τὸ πῦρ, καὶ τὸ βιωτικὸν ἐκεῖνο δαπανήσει, καὶ τὴν προσφορὰν ἀνύσει πᾶσαν. Τί δέ ἐστι λογικὴ λατρεία; Ἡ πνευματικὴ  διακονία, ἡ πολιτεία  ἡ κατὰ Χριστόν. Καθάπερ οὖν ὁ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διακονούμενος,  καὶ ἱερωμένος, οἷος ἂν ᾖ, συστέλλεται τότε καὶ σεμνότερος γίνεται· οὕτω καὶ ἡμᾶς τὸν ἅπαντα βίον διακεῖσθαι χρὴ, ὡς λατρεύοντας καὶ ἱερωμένους. Ἔσται δὲ τοῦτο, ἐὰν καθ' ἑκάστην ἡμέραν προσφέρῃς αὐτῷ θύματα, καὶ ἱερεὺς  τοῦ  οἰκείου   σώματος  γίνῃ,   καὶ  τῆς  κατὰ  ψυχὴν   ἀρετῆς·  οἷον,  ὅταν σωφροσύνην  προσενέγκῃς, ὅταν  ἐλεημοσύνην,  ὅταν  ἐπιείκειαν  καὶ  ἀνεξικακίαν. Ταῦτα   γὰρ   ποιῶν,   ἀναφέρεις   λογικὴν   λατρείαν,   τουτέστιν,   οὐδὲν   ἔχουσαν σωματικὸν, οὐδὲν  παχὺ, οὐδὲν  αἰσθητόν. Ἐπάρας τοίνυν  διὰ τῶν  ὀνομάτων  τὸν ἀκροατὴν, καὶ ἕκαστον ἱερέα διὰ τῆς ἑαυτοῦ σαρκὸς, διὰ τῆς πολιτείας  ἀποφήνας, λέγει  καὶ  τὸν  τρόπον,  δι' οὗ δυνατὸν  πάντα  κατορθοῦν.  Τίς οὖν  ὁ τρόπος; Μὴ συσχηματίζεσθε, φησὶ, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει  τοῦ νοὸς  ὑμῶν.  Καὶ γὰρ  χαμαίζηλον  τὸ  σχῆμα τοῦ  αἰῶνος  τούτου  καὶ  εὐτελὲς  καὶ πρόσκαιρον, καὶ οὐδὲν  ἔχον  ὑψηλὸν,  οὐδὲν  διηνεκὲς,  οὐδὲν  εὐθὲς, ἀλλὰ  πάντα διεστραμμένα. Εἰ τοίνυν ὀρθὰ βούλει βαδίζειν, μὴ τυπώσῃς ἑαυτὸν κατὰ τὸ σχῆμα τοῦ παρόντος βίου· οὐδὲν γὰρ τῶν ἐν αὐτῷ μένον καὶ βεβηκός ἐστι. ∆ιὸ καὶ σχῆμα ἐκάλεσεν αὐτό· καὶ ἀλλαχοῦ πάλιν, Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐδὲν γὰρ διαρκὲς οὐδὲ πεπηγὸς ἔχει, ἀλλὰ πάντα πρόσκαιρα. ∆ιὸ καὶ, Τῷ αἰῶνι  τούτῳ, εἶπε· διὰ τούτου μὲν τὸ ἐπίκηρον δηλῶν, διὰ δὲ τοῦ σχήματος τὸ ἀνυπόστατον. Κἂν γὰρ πλοῦτον εἴπῃς, κἂν δόξαν, κἂν σώματος ὥραν, κἂν τρυφὴν, κἂν ἀλλοτιοῦν τῶν δοκούντων εἶναι μεγάλων, σχῆμα μόνον ἐστὶν, οὐ πράγματος ἀλήθεια, ἐπίδειξις καὶ προσωπεῖον, οὐχ ὑπόστασίς τις μένουσα. Ἀλλὰ σὺ μὴ συσχηματίζου τούτῳ, ἀλλὰ μεταμορφοῦ, φησὶν, ἐν τῇ ἀνακαινώσει τοῦ νοός. Οὐκ εἶπε, Μετασχηματίζου, ἀλλὰ, Μεταμορφοῦ, δεικνὺς ὅτι τὸ μὲν τοῦ κόσμου, σχῆμα· τὸ δὲ τῆς ἀρετῆς, οὐ σχῆμα, ἀλλὰ μορφή τις ἀληθὴς φυσικὸν ἔχουσα κάλλος, οὐ δεόμε 60.598 νον τῶν ἔξωθεν ἐπιτριμμάτων τε καὶ σχημάτων, τῶν ὁμοῦ τε φαινομένων καὶ ἀπολλυμένων· καὶ γὰρ ἅπαντα ταῦτα, πρὶν ἢ φανῆναι, λύεται. Ἂν τοίνυν τὸ σχῆμα ῥίψῃς, ταχέως ἐπὶ τὴν μορφὴν ἥξεις. Οὐδὲν γὰρ τῆς κακίας ἀσθενέστερον, οὐδὲν οὕτω παλαιοῦται ῥᾳδίως. Εἶτα ἐπειδὴ ἀνθρώπους ὄντας εἰκὸς καθ' ἑκάστην ἁμαρτάνειν τὴν ἡμέραν, παραμυθεῖται τὸν ἀκροατὴν λέγων, ὅτι Καθ' ἑκάστην ἀνακαίνου σαυτόν. Ὅπερ ἐπὶ τῶν οἰκιῶν ποιοῦμεν, παλαιουμένας  αὐτὰς ἀεὶ διορθοῦντες, τοῦτο καὶ ἐπὶ σαυτοῦ ποίει. Ἥμαρτες σήμερον; ἐπαλαίωσάς σου τὴν ψυχήν; Μὴ ἀπογνῷς μηδὲ ἀναπέσῃς,

ἀλλ' ἀνακαίνισον αὐτὴν μετανοίᾳ καὶ δάκρυσι καὶ ἐξομολογήσει καὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· καὶ μηδέποτε τοῦτο διαλίπῃς ποιῶν. Καὶ πῶς δυνησόμεθα τοῦτο ποιεῖν; Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. Ἢ τοῦτό φησιν, Ἀνανεώθητε ἵνα μάθητε τὰ συμφέροντα καὶ τὸ θέλημα τοῦ Θεοῦ· ἢ ὅτι Οὕτω δύνασθε ἀνανεωθῆναι, ἐὰν μάθητε τὰ συμφέροντα, καὶ τί ποτε βούλεται ὁ Θεός. Ἂν γὰρ ἴδῃς τοῦτο, καὶ τῶν πραγμάτων μάθῃς διαγινώσκειν  τὰς φύσεις, ἐπελάβου τῆς ὁδοῦ τῆς κατ' ἀρετὴν ἁπάσης. Καὶ τίς ἀγνοεῖ τὰ συμφέροντα, φησὶ, καὶ τί τὸ θέλημα τοῦ Θεοῦ; Οἱ πρὸς τὰ παρόντα  ἐπτοημένοι  πράγματα, οἱ πλοῦτον ζηλωτὸν εἶναι νομίζοντες, καὶ πενίαν ἐξευτελίζοντες, οἱ δυναστείας διώκοντες,  οἱ πρὸς τὴν δόξαν τὴν ἔξωθεν  κεχηνότες,  οἱ μεγάλους ἑαυτοὺς εἶναι νομίζοντες,  ὅταν  οἰκίας λαμπρὰς ἐγείρωσι, καὶ τάφους  πολυτελεῖς  πρίωνται,  καὶ ἀνδραπόδων ἀγέλας ἔχωσι, καὶ πολὺν εὐνούχων  περιφέρωσιν ἐσμόν. Οὗτοι καὶ τὰ συμφέροντα αὐτοῖς καὶ τὸ θέλημα τοῦ Θεοῦ ἀγνοοῦσι· καὶ γὰρ ἀμφότερα ταῦτα ἕν τί ἐστι. γʹ. Τά τε γὰρ συμφέροντα ἡμῖν ὁ Θεὸς βούλεται· καὶ ἃ βούλεται ὁ Θεὸς, ταῦτα καὶ συμφέροντα  ἡμῖν.  Τίνα οὖν  ἐστιν, ἅπερ ὁ Θεὸς βούλεται;  Ἐν πενίᾳ  ζῇν, ἐν ταπεινοφροσύνῃ, ἐν ὑπεροψίᾳ δόξης, ἐν ἐγκρατείᾳ, οὐκ ἐν τρυφῇ, ἐν θλίψει, οὐκ ἐν ἀνέσει,  ἐν  τῷ  πένθει,  οὐκ  ἐν  τῷ  διαχεῖσθαι  καὶ  γελᾷν,  ἐν  τοῖς  ἄλλοις   οἷς ἐνομοθέτησεν ἅπασιν. Ἀλλ' οἱ πολλοὶ  ταῦτα καὶ οἰωνίζονται,  τοσοῦτον ἀπέχουσι νομίζειν εἶναι τὰ συμφέροντα, καὶ Θεοῦ θελήματα. ∆ιά τοι τοῦτο οὐδὲ ἐγγύς ποτε τῶν ὑπὲρ τῆς ἀρετῆς ἐλθεῖν δυνήσονται πόνων. Οἱ γὰρ μηδὲ αὐτὸ τοῦτο, ὅ τι ποτέ ἐστιν ἀρετὴ εἰδότες, ἀλλὰ τὴν κακίαν ἀντὶ ταύτης θαυμάζοντες, καὶ τὴν πόρνην ἀντὶ τῆς σώφρονος γυναικὸς ἑαυτοῖς συγκατακλείοντες, πότε δυνήσονται ἀποστῆναι τοῦ παρόντος  αἰῶνος; ∆ιὸ χρὴ πρὸ τῶν  ἄλλων  ἁπάντων  τὴν  κρίσιν ἡμῖν  εἶναι  τῶν πραγμάτων  διηρθρωμένην·  κἂν  μὴ  μετίωμεν  ἀρετὴν,  ἐπαινεῖν  ἀρετήν·  κἂν  μὴ φύγωμεν  κακίαν,  κακίζειν  πονηρίαν,  ἵνα  τέως  τὰς  ψήφους  ἀδεκάστους ἔχωμεν. Οὕτω γὰρ ὁδῷ προβαίνοντες, καὶ τῶν ἔργων ἐπιλαβέσθαι δυνησόμεθα. ∆ιά τοι τοῦτο καὶ αὐτὸς κελεύει  ἀνανεοῦσθαι,  Εἰς τὸ δοκιμάζειν  ὑμᾶς, τί τὸ θέλημα τοῦ Θεοῦ. Ἐνταῦθα δέ μοι καὶ Ἰουδαίων καθάπτεσθαι δοκεῖ, τῶν ἐχομένων τοῦ νόμου. Θέλημα μὲν γὰρ ἦν τοῦ Θεοῦ καὶ ἡ παλαιὰ πολιτεία· ἀλλ' οὐ προηγούμενον, ἀλλὰ διὰ τὴν ἐκείνων ἀσθένειαν συγχωρηθέν· τὸ δὲ τέλειον καὶ εὐάρεστον, ἡ καινὴ πολιτεία. Καὶ γὰρ  λογικὴν  ὅτε  ἐκάλεσε λατρείαν,  πρὸς ἐκείνην  ἀντιδιαστέλλων  αὐτὴν  οὕτως ὠνόμασε. Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, 60.599 παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε  μέτρον  πίστεως.  Ἀνωτέρω  εἰπὼν,  ∆ιὰ  τῶν  οἰκτιρμῶν  τοῦ  Θεοῦ παρακαλῶ ὑμᾶς, ἐνταῦθα πάλιν λέγει, ∆ιὰ τῆς χάριτος. Ὅρα διδασκάλου ταπεινοφροσύνην,  ὅρα γνώμην  κατεσταλμένην. Οὐδαμοῦ ἑαυτὸν ἀξιόπιστον εἶναί φησι πρὸς τὴν τοιαύτην παραίνεσιν καὶ συμβουλήν· ἀλλὰ ποτὲ μὲν τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ παραλαμβάνει μεθ' ἑαυτοῦ, ποτὲ δὲ τὴν χάριν. Οὐ γὰρ ἐμὸν λόγον λέγω, φησὶν, ἀλλὰ τὸν ἀπὸ τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Λέγω γὰρ ὑμῖν διὰ τῆς σοφίας τοῦ Θεοῦ, λέγω γὰρ ὑμῖν διὰ τῆς νομοθεσίας τοῦ Θεοῦ, ἀλλὰ, ∆ιὰ τῆς χάριτος· συνεχῶς τῶν εὐεργεσιῶν ἀναμιμνήσκων,  ὥστε εὐγνωμονεστέρους  ποιῆσαι, καὶ δεῖξαι καὶ ταύτῃ ὑπευθύνους ὄντας τῇ τῶν λεγομένων ὑπακοῇ. Παντὶ τῷ ὄντι ἐν ὑμῖν. Οὐχὶ τῷ δεῖνι καὶ τῷ δεῖνι μόνον, ἀλλὰ καὶ ἄρχοντι καὶ ἀρχομένῳ, καὶ δούλῳ καὶ ἐλευθέρῳ, καὶ ἰδιώτῃ καὶ σοφῷ, καὶ γυναικὶ  καὶ ἀνδρὶ, καὶ νέῳ καὶ γέροντι· κοινὸς γὰρ οὗτος ὁ νόμος,  ἐπειδὴ  καὶ  δεσποτικός.  Οὕτω  καὶ  ἀνεπαχθῆ   ποιεῖται   τὸν  λόγον,  πᾶσι προτιθεὶς  τὰ  διδάγματα,  καὶ  τοῖς  οὐκ  οὖσιν  ὑπευθύνοις,  ἵνα  οἱ  ὑπεύθυνοι  τὴν τοιαύτην ἐπιτίμησιν καὶ διόρθωσιν εὐκολώτερον  δέξωνται. Καὶ τί λέγεις, εἰπέ μοι; Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν. Τὴν μητέρα ἐνταῦθα εἰσάγει τῶν ἀγαθῶν, τὴν ταπεινοφροσύνην, τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος. Καθάπερ γὰρ ἐκεῖνος εἰς

τὸ ὄρος ἀναβὰς, καὶ τὸν ἠθικὸν μέλλων ὑφαίνειν  λόγον, ἐντεῦθεν ἤρξατο πρῶτον, καὶ ταῦτα κατέβαλε τὰ θεμέλια, οὕτω λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· οὕτω καὶ αὐτὸς ἀπὸ τῶν δογματικῶν  ἐπὶ τὰ ἠθικώτερα νῦν ἐκβὰς, ἐδίδαξε μὲν καθόλου τὴν ἀρετὴν, τὴν θαυμαστὴν θυσίαν παρ' ἡμῶν ἀπαιτήσας· μέλλων  δὲ αὐτὴν κατὰ μέρος ὑπογράφειν, ὥσπερ ἀπὸ κεφαλῆς, τῆς ταπεινοφροσύνης ἄρχεται, καί φησι, Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ· Ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν.  Ὃ δὲ λέγει,  τοιοῦτόν  ἐστιν· Ἐλάβομεν φρόνησιν,  οὐχ ἵνα  εἰς ἀπόνοιαν   αὐτῇ  χρησώμεθα,  ἀλλ'  ἵνα  εἰς  σωφροσύνην.  Καὶ οὐκ  εἶπεν,  εἰς  τὸ ταπεινοφρονεῖν,   ἀλλ'  Εἰς τὸ  σωφρονεῖν·  σωφροσύνην  ἐνταῦθα  λέγων,  οὐ  τὴν ἀντιδιαστελλομένην τῇ ἀσελγείᾳ ἀρετὴν, οὐδὲ τὸ ἀπηλλάχθαι  ἀκολασίας, ἀλλὰ τὸ νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν· καὶ γὰρ καὶ τοῦτο σωφροσύνη λέγεται ἀπὸ τοῦ σώας ἔχειν τὰς φρένας. ∆εικνὺς τοίνυν, ὅτι τὸν μὴ μετριάζοντα οὐδὲ σωφρονεῖν ἔνι, τουτέστι, καθεστηκέναι καὶ ὑγιαίνειν, ἀλλὰ παραπαίει καὶ ἐξέστηκεν ὁ τοιοῦτος, καὶ παραπλῆγος παντός ἐστι μανικώτερος, σωφροσύνην ἐκάλεσε τὴν ταπεινοφροσύνην. Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Ἐπειδὴ γὰρ τῶν  χαρισμάτων ἡ δόσις πολλοὺς εἰς ἀπόνοιαν  ἐπῆρε καὶ παρὰ τούτοις καὶ παρὰ Κορινθίοις, ὅρα πῶς τὴν αἰτίαν  τοῦ νοσήματος δήλην  ποιεῖ, καὶ κατὰ μικρὸν ὑποσύρει. Εἰπὼν γὰρ, ὅτι δεῖ φρονεῖν  εἰς τὸ σωφρονεῖν, ἐπήγαγεν· Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως, πίστιν ἐνταῦθα τὸ χάρισμα καλῶν. Εἰπὼν δὲ, ὅτι ἐμέρισε, καὶ τὸν ἔλαττον εἰληφότα παρεμυθήσατο, καὶ τὸν μείζονος ἀπολαύσαντα κατέστειλεν. Εἰ γὰρ ὁ Θεὸς ἐμέρισε, καὶ μὴ σὸν τὸ κατόρθωμα, τί μέγα φρονεῖς; δʹ. Εἰ δέ τις τὴν πίστιν ἐνταῦθα μὴ τὸ χάρισμα λέγοι καλεῖσθαι, καὶ τοῦτο πάλιν  μειζόνως δείκνυσιν αὐτὸν ταπεινοῦντα τοὺς ἀλαζόνας. Εἰ γὰρ τοῦ χαρίσματος αἴτιον ἡ πίστις, καθ' ἣν τὰ θαύματα γίνεται,
60.600 καὶ τοῦτο παρὰ τοῦ Θεοῦ, πόθεν μέγα φρονεῖς; καὶ γὰρ, εἰ μὴ παρεγένετο,
μηδὲ ἐσαρκώθη, οὐδ' ἂν τὰ τῆς πίστεως  προεχώρησεν. Ὥστε πάντα  ἐκεῖθεν  τὴν ἀρχὴν  ἔχει  τὰ ἀγαθά. Εἰ δὲ αὐτὸς  δίδωσιν,  οἶδε πῶς  μερίζει· πάντας  γὰρ αὐτὸς ἐποίησε, καὶ  πάντων  ὁμοίως  κήδεται.  Καὶ ὥσπερ τὸ  δοῦναι  ἀπὸ  φιλανθρωπίας γέγονεν, οὕτω καὶ πόσον δοῦναι. Οὐ γὰρ δὴ περὶ τὸ κεφάλαιον  ἐπιδειξάμενος τὴν ἀγαθότητα, ὅπερ ἐστὶ τὸ δοῦναι τὰ χαρίσματα, ἐν τῷ μέτρῳ σε προδιδόναι ἔμελλεν. Εἰ μὲν γὰρ ἀτιμάσαι ἐβούλετο, οὐδ' ἂν ἔδωκε τὴν ἀρχήν· εἰ δὲ σῶσαι καὶ τιμῆσαι ἐσπούδακε (διὰ γὰρ τοῦτο  καὶ παρεγένετο,  καὶ τοσαῦτα διένειμεν  ἀγαθὰ), τίνος ἕνεκεν θορυβῇ καὶ ταράττῃ καὶ εἰς μωρίαν ἀποκέχρησαι τῇ φρονήσει, μειζόνως τοῦ φύσει τοιούτου καταισχύνων  σαυτόν; Τὸ μὲν γὰρ ἀπὸ φύσεως γενέσθαι μωρὸν, οὐκ ἔγκλημα·  τὸ  δὲ  διὰ  φρονήσεως  γενέσθαι  μωρὸν,  καὶ  συγγνώμης  ἐστέρηται  καὶ μείζονα φέρει τὴν  κόλασιν. Τοιοῦτοι οἱ ἐπὶ σοφίᾳ μέγα φρονοῦντές  εἰσι, καὶ εἰς ἀπόνοιαν ἐμπίπτοντες  τὴν ἐσχάτην. Οὐδὲν γὰρ οὕτω μωρὸν ὡς ἀπόνοια ποιεῖ. ∆ιὸ καὶ ὁ προφήτης οὕτως ἐκάλει τὸν βάρβαρον λέγων, Ὁ δὲ μωρὸς μωρὰ λαλήσει. Ἵνα δὲ καὶ ἀπὸ τῶν ῥημάτων αὐτῶν μάθῃς αὐτοῦ τὴν μωρίαν, ἄκουσον τί φησιν· Ἐπάνω τῶν  ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Καταλήψομαι τῇ χειρί μου τὴν οἰκουμένην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Τούτων οὖν τῶν ῥημάτων τί μωρότερον γένοιτ' ἄν; Καὶ ἑκάστη δὲ μεγαληγορία τοῦτο εὐθέως  ἐπισπᾶται τὸ ὄνειδος.  Κἂν ἕκαστον ῥῆμα τῶν  ἀπονενοημένων  εἰς μέσον ἀγάγω, οὐ δυνήσῃ διαγνῶναι  πότερον ἀπονενοημένου  ἢ μωροῦ τὰ ῥήματα· οὕτως ἕν ἐστι τουτὶ τὸ ἐλάττωμα. Καὶ γὰρ ἕτερος βάρβαρος πάλιν φησὶν, Ἐγώ εἰμι θεὸς, καὶ οὐκ ἄνθρωπος· καὶ ἄλλος  πάλιν,  Μὴ δυνήσεται  ὁ Θεὸς σῶσαι ὑμᾶς, ἢ ἐξελέσθαι ἐκ τῶν  χειρῶν  μου; καὶ ὁ Αἰγύπτιος δὲ, Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ· καὶ ὁ παρὰ τῷ προφήτῃ ἄφρων τοιοῦτός τις ἐστὶ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός· καὶ ὁ Κάϊν δὲ, Μὴ φύλαξ ἐγώ εἰμι τοῦ ἀδελφοῦ μου; Ἄρα μὴ δύνασαι διαγνῶναι  πότερον ἀπονενοημένων,  ἢ μωρῶν τὰ ῥήματα; ἡ γὰρ

ἀπόνοια  τῆς συμμετρίας ἐκπίπτουσα καὶ ἀπὸ τοῦ νοῦ γινομένη  (διὸ καὶ ἀπόνοια λέγεται), καὶ μωροὺς καὶ ἀλαζόνας ἐργάζεται. Καὶ εἰ ἀρχὴ σοφίας φόβος Κυρίου, οὐκοῦν ἀρχὴ μωρίας τὸ μὴ εἰδέναι τὸν Κύριον. Εἰ τοίνυν  τὸ εἰδέναι σοφία, τὸ μὴ εἰδέναι μωρία, τὸ δὲ μὴ εἰδέναι ἐξ ὑπερηφανίας γίνεται (ἀρχὴ γὰρ ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν Κύριον), ἄρα ἡ ὑπερηφανία μωρία ἐσχάτη. Τοιοῦτος ἦν καὶ ὁ Ναβὰλ, εἰ καὶ μὴ πρὸς Θεὸν, ἀλλὰ  πρὸς ἄνθρωπον,  ἐξ ἀπονοίας  ἀνόητος  γεγονώς·  ἀλλ' ὕστερον ἀπέθανε  τῷ δέει. Ὅταν γάρ τις ἐκπέσῃ τοῦ μέτρου τῆς φρονήσεως, καὶ δειλὸς ὁμοῦ καὶ θρασὺς γίνεται,  τῆς ψυχῆς ἀσθενοῦς γινομένης.  Καθάπερ γὰρ τὸ σῶμα, ὅταν τὴν σύμμετρον ἀπολέσῃ κρᾶσιν, γινόμενον δύσκρατον, πᾶσιν ἁλίσκεται τοῖς πάθεσιν· οὕτω καὶ ἡ ψυχὴ, ἐπειδὰν τὸ μεγαλοφυὲς ἀπολέσῃ καὶ τὸ ταπεινοφρονεῖν,  ἕξιν  δεξαμένη  τινὰ  ἀσθενῆ, καὶ δειλὴ  καὶ θρασεῖα καὶ ἀνόητος γίνεται,  καὶ ἑαυτὴν  ἀγνοήσει λοιπόν.  Ὁ δὲ ἑαυτὸν ἀγνοῶν,  πῶς τὰ ὑπὲρ ἑαυτὸν εἴσεται; Καθάπερ γὰρ ὁ φρενίτιδι  κατεχόμενος, ὅταν ἑαυτὸν ἀγνοήσῃ, οὐδὲ τὰ πρὸ τῶν ποδῶν οἶδε· καὶ ὀφθαλμὸς, ὅταν αὐτὸς πηρωθῇ, πάντα σκοτοῖ τὰ λοιπὰ μέλη· οὕτω  καὶ  ἐπὶ  τῆς  ἀπονοίας  συμ 60.601 βαίνει.  ∆ιὸ  καὶ  τῶν  μαινομένων  εἰσὶν ἀθλιώτεροι οὗτοι, καὶ τῶν φύσει μωρῶν. Καὶ γὰρ ὁμοίως τούτοις γέλωτα κινοῦσι, καὶ  ὁμοίως  ἐκείνοις  εἰσὶν  ἀηδεῖς·  καὶ  ἐξεστήκασι μὲν  ὥσπερ ἐκεῖνοι,  ἀλλ'  οὐκ ἐλεοῦνται  ὥσπερ ἐκεῖνοι· παραφρονοῦσι δὲ ὥσπερ οὗτοι, ἀλλ' οὐ συγγινώσκονται ὥσπερ οὗτοι, ἀλλὰ  μισοῦνται  μόνον·  καὶ τὰ ἐλαττώματα  ἑκατέρων  ἔχοντες,  τῆς συγγνώμης ἑκατέρων ἐστέρηνται, οὐκ ἀπὸ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν σχημάτων  ὄντες  καταγέλαστοι.  Τί  γὰρ,  εἰπέ  μοι,  τὸν  αὐχένα  ἀνατείνεις;  τί  δὲ βαδίζεις ἐπ' ἄκρων ὀνύχων;  τί τὰς ὀφρῦς ἀνασπᾷς; τί τὸ στῆθος φυσᾷς; Τρίχα οὐ δύνασαι ποιῆσαι λευκὴν  ἢ μέλαιναν,  καὶ ὡς πάντων  κρατῶν, οὕτως ἀεροβατεῖς; Τάχα ἐβούλου σοι καὶ πτερὰ φῦναι, ἵνα μὴ βαδίζῃς ἐπὶ τῆς γῆς· τάχα καὶ τέρας εἶναι ἐπιθυμεῖς. Νῦν γὰρ οὐχὶ τέρας σαυτὸν πεποίηκας, ἄνθρωπος  μὲν ὢν, πέτασθαι δὲ ἐπιχειρῶν;  μᾶλλον  δὲ καὶ πετόμενος  ἔνδοθεν,  καὶ φλεγμαίνων   πάντοθεν;  Τί σὲ καλέσω, καὶ καθελῶ σου τὴν ἀπόνοιαν; Ἂν εἴπω σε τέφραν καὶ κόνιν καὶ καπνὸν καὶ   κονιορτὸν,   εἶπον   μὲν   τὴν   εὐτέλειαν,   οὐδέπω   δὲ   ἀκριβῶς   τῆς   εἰκόνος ἐπελαβόμην ἧς ἐβουλόμην· καὶ γὰρ καὶ τὴν φλεγμονὴν καὶ τὸ διάκενον αὐτῶν ἅπαν παραστῆσαι βούλομαι. Ποίαν οὖν  ἂν εὕροιμεν  τούτοις  εἰκόνα  ἁρμόζουσαν; Ἐμοὶ δοκοῦσι  στυπείῳ  καταφλεχθέντι   προσεοικέναι.  Καὶ γὰρ  ἐκεῖνο  δοκεῖ  μετὰ  τὸν ἐμπρησμὸν  οἰδεῖν,   καὶ  ὑπερανεστηκέναι·   μικρὰν   δὲ  χειρὸς   ἁφὴν   ὑπομεῖναν, κατηνέχθη τε ἅπαν, καὶ τέφρας ἁπάσης εὐτελέστερον ἐφάνη. Τοιαῦται καὶ τούτων αἱ ψυχαί·  τὸ  γὰρ  φύσημα  αὐτῶν  τὸ  διάκε  60.602 νον,  καὶ  ἡ  τυχοῦσα  προσβολὴ δυνήσεται ταπεινώσαι  καὶ καθελεῖν. Τὸν γὰρ ἀπονενοημένον  ἀνάγκη πάντως  καὶ ἀσθενῆ τινα εἶναι· οὐ γάρ ἐστι τὸ ὕψος ὑγιὲς, ἀλλ' ὥσπερ αἱ πομφόλυγες εὐκόλως ῥήγνυνται,  οὕτω καὶ οὗτοι ῥᾳδίως ἀπόλλυνται.  Εἰ δὲ ἀπιστεῖς, δός μοι θρασὺν καὶ ἀπονενοημένον,  καὶ πεπτωκότος δειλότερον ὄψει γινόμενον  καὶ ἀπὸ τῆς τυχούσης περιστάσεως. Ὥσπερ γὰρ ἡ μὲν ἀπὸ φρυγάνων  αἰρομένη φλὸξ ὁμοῦ τε ἀνήφθη, καὶ κόνις ἐγένετο, ἡ δὲ τῶν στερεῶν ξύλων φύσις οὔτε ἐξάπτεται ῥᾳδίως, καὶ ἐπὶ πολὺ διατηρεῖ καιομένην τὴν φλόγα· οὕτω καὶ αἱ ψυχαὶ αἱ μὲν στεῤῥαὶ καὶ βεβηκυῖαι, οὐκ εὐκόλως οὔτε ἐκκαίονται οὔτε σβέννυνται· οὗτοι δὲ ἀμφότερα ταῦτα ἐν μιᾷ καιροῦ ῥοπῇ πάσχουσι. Ταῦτ' οὖν εἰδότες, τὴν ταπεινοφροσύνην ἀσκῶμεν. Οὐδὲν γὰρ αὐτῆς δυνατώτερον, ἀλλὰ καὶ πέτρας ἰσχυροτέρα, καὶ ἀδάμαντος στεῤῥοτέρα, καὶ πύργων καὶ πόλεων καὶ τείχους ἐν μείζονι καθίστησιν ἡμᾶς ἀσφαλείᾳ, πάντων  ὑψηλοτέρα γενομένη τῶν τοῦ διαβόλου μηχανημάτων· ὥσπερ οὖν ἡ ἀπόνοια καὶ τοῖς τυχοῦσιν εὐχειρώτους ποιεῖ, πομφόλυγος, ὥσπερ ἔφην, εὐκολώτερον ῥηγνυμένη, καὶ ἀράχνης ταχύτερον  σχιζομένη, καὶ  καπνοῦ  θᾶττον  διαλυομένη.  Ἵν' οὖν  ἐπὶ  τῆς  στεῤῥᾶς πέτρας ὦμεν βεβηκότες, ἐκείνην  ἀφέντες,  ταύτην  ἑλώμεθα. Οὕτω γὰρ καὶ ἐν τῷ  παρόντι   βίῳ   ἀνάπαυσιν   εὑρήσομεν,  καὶ  κατὰ  τὸν   μέλλοντα   αἰῶνα   πάντων ἀπολαύσομεν τῶν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.