Πέμπτη, 6 Ιουνίου 2013

ΟΜΙΛΙΑ ΙΘʹ







In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.


ΟΜΙΛΙΑ ΙΘʹ.

Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν. αʹ. Εἶπεν, ὅτι οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, καὶ δεικνὺς πῶς οὐκ ἀπώσατο, πάλιν ἐπὶ τοὺς προφήτας κατέφυγε· καὶ δι' αὐτῶν δηλώσας, ὅτι τὸ πλέον μέρος τῶν Ἰουδαίων ἀπόλωλεν, ἵνα μὴ δόξῃ πάλιν οἴκοθεν ἐκφέρειν τὴν κατηγορίαν, καὶ ἐπαχθῆ τὸν λόγον ποιεῖν, καὶ ὡς ἐχθρὸς αὐτῶν καθάπτεσθαι, ἐπὶ τὸν ∆αυῒδ καὶ τὸν Ἡσαΐαν καταφεύγει, λέγων· Καθὼς γέγραπται· Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα  κατανύξεως.  Μᾶλλον δὲ ἄνωθεν  ἡμῖν  ἀρκτέον τοῦ λόγου. Καὶ γὰρ εἰπὼν τὰ κατὰ τὸν Ἠλίαν, καὶ δείξας τί ποτέ ἐστι χάρις, ἐπήγαγε· Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχε. Τοῦτο δὲ οὐκ ἐρωτῶντος μᾶλλόν ἐστιν, ἢ ἐγκαλοῦντος. Ἑαυτῷ γὰρ μάχεται, φησὶν, ὁ Ἰουδαῖος, ζητῶν δικαιοσύνην, ἣν οὐ βούλεται λαβεῖν.
Εἶτα ἀποστερῶν αὐτοὺς πάλιν συγγνώμης, ἀπὸ τῶν εἰληφότων δείκνυσιν αὐτῶν τὴν ἀγνωμοσύνην, οὕτω λέγων· Ἡ γὰρ ἐκλογὴ ἐπέτυχε. Κἀκεῖνοι τούτους κατακρινοῦσι. Ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; ∆ιὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. Ἵνα γὰρ μηδεὶς τῇ τοῦ πράγματος φύσει ἐγκαλῇ, ἀλλὰ τῇ ἐκείνων γνώμῃ, δείκνυσι καὶ τοὺς ἐπιτυχόντας. ∆ιὸ καὶ σφόδρα ἐμφαντικῶς  τῇ λέξει κέχρηται, καὶ τὴν ἄνωθεν χάριν καὶ τὴν αὐτῶν σπουδὴν ἐνδεικνύμενος. Οὐδὲ γὰρ ἵνα ἀνέλῃ τὸ αὐτεξούσιον, φησὶν, ὅτι ἐπέτυχον, ἀλλ' ἵνα δηλώσῃ τῶν ἀγαθῶν τὸ μέγεθος, καὶ ὅτι τὸ πλέον τῆς χάριτος ἦν, οὐ τὸ πᾶν. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ὁ δεῖνα ἐπέτυχεν, ὁ δεῖνα εὗρεν, ὅταν πολὺ τὸ κέρδος ᾖ τὸ γινόμενον. Οὐδὲ γὰρ ἀνθρωπίνοις πόνοις, ἀλλὰ θείᾳ δωρεᾷ τὸ πλέον γέγονεν. Οἱ δὲ λοιποὶ ἐπωρώθησαν. Ὅρα πότε ἐθάῤῥησεν εἰπεῖν οἰκείᾳ φωνῇ τὴν τῶν λοιπῶν ἐκβολήν. Εἶπε μὲν γὰρ αὐτὴν καὶ ἤδη, ἀλλὰ τοὺς προφήτας εἰσάγων κατηγοροῦντας· ἐνταῦθα δὲ καὶ αὐτὸς λοιπὸν ἀποφαίνεται. Ἀλλ' ὅμως οὐδὲ ἐνταῦθα ἀρκεῖται τῇ οἰκείᾳ ἀποφάσει, ἀλλὰ πάλιν τὸν Ἡσαΐαν εἰσάγει τὸν προφήτην· εἰπὼν γὰρ,  Ἐπωρώθησαν,  ἐπήγαγε·  Καθὼς γέγραπται·  Ἔδωκεν  αὐτοῖς  ὁ  Θεὸς πνεῦμα κατανύξεως. Καὶ πόθεν μὲν ἡ πώρωσις αὕτη; Εἶπε μὲν καὶ ἔμπροσθεν τὰς αἰτίας, καὶ τὸ πᾶν εἰς τὴν αὐτῶν  περιέστρεψε κεφαλὴν,  δεικνὺς  ὅτι ἐξ ἀκαίρου φιλονεικίας τοῦτο ὑπέμειναν. Λέγει δὲ καὶ νῦν. Ὅταν γὰρ εἴπῃ, Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, οὐδὲν ἕτερον ἢ τὴν γνώμην αὐτῶν τὴν φιλόνεικον  διαβάλλει. Καὶ γὰρ  ὀφθαλμοὺς  ἔχοντες  ὥστε ἰδεῖν  τὰ  θαύματα,  καὶ  ὦτα  κεκτημένοι  ὥστε ἀκοῦσαι τῆς θαυμαστῆς διδασκαλίας ἐκείνης, οὐδενὶ τούτων ἐχρήσαντο εἰς δέον. Τὸ δὲ,  Ἔδωκεν,  ἐνταῦθα  μὴ  ἐνέργειαν  νόμιζε  εἶναι,  ἀλλὰ  συγχώρησιν.  Κατάνυξιν
60.584 δὲ ἐνταῦθα τὴν περὶ τὸ χεῖρον ἕξιν τῆς ψυχῆς φησι, τὴν ἀνιάτως ἔχουσαν καὶ ἀμεταθέτως· ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ὁ ∆αυΐδ· Ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ· τουτέστιν, οὐ μὴ μεταβληθῶ. Ὥσπερ γὰρ ὁ ἐν εὐλαβείᾳ κατανενυγμένος  οὐκ ἂν εὐκόλως  μετασταίη· οὕτω  καὶ ὁ ἐν πονηρίᾳ  κατανυγεὶς πάλιν οὐκ ἂν ῥᾳδίως μεταβάλοιτο· κατανυγῆναι γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐμπαγῆναί που καὶ προσηλῶσθαι. Τὸ τοίνυν ἀνίατον τῆς γνώμης αὐτῶν καὶ δυσμετάθετον  δηλῶν,  Πνεῦμα κατανύξεως,  εἶπεν.  Εἶτα δεικνὺς,  ὅτι τῆς ἀπιστίας ταύτης   τὴν   ἐσχάτην   δώσουσι  δίκην,   πάλιν   ἐπάγει   τὸν   προφήτην   τὰ   αὐτὰ ἀπειλοῦντα, ἅπερ ἐξέβη καὶ τέλος ἔλαβε. Γενηθήτω γὰρ, φησὶν, ἡ τράπεζα αὐτῶν εἰς παγίδα,  καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον·  τουτέστιν,  Ἡ τρυφὴ,  τὰ ἀγαθὰ πάντα μεταβαλλέσθω καὶ ἀπολλύσθω, καὶ γενέσθωσαν εὐχείρωτοι  πᾶσι. Καὶ δηλῶν,  ὅτι

ἁμαρτημάτων τίνουσι δίκην ταῦτα πάσχοντες, ἐπήγαγε· Καὶ εἰς ἀνταπόδομα αὐτοῖς. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Ταῦτ'  οὖν ἔτι ἑρμηνείας δεῖταί τινος; οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλα  ἦν;  Καὶ  πρὸ  τῶν   ἡμετέρων   ῥημάτων   αὐτὴ  τῶν   πραγμάτων   ἡ  ἔκβασις προλαβοῦσα μαρτυρεῖ τοῖς εἰρημένοις. Πότε γὰρ οὕτως εὐχείρωτοι  γεγόνασι; πότε εὐάλωτοι; πότε οὕτω τὸν νῶτον αὐτῶν συνέκαμψε; πότε τοιαύτην δουλείαν ὑπέστησαν; Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ λύσις ἔσται τῶν δεινῶν τούτων· ὃ καὶ αὐτὸ ὁ προφήτης ᾐνίξατο. Οὐδὲ γὰρ ἁπλῶς εἶπε, Τὸν νῶτον  αὐτῶν σύγκαμψον, ἀλλὰ καὶ,
∆ιαπαντός.  Εἰ δὲ φιλονεικεῖς,  ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους,  ἀπὸ τῶν  φθασάντων μάνθανε  καὶ τὰ παρόντα. Κατέβης εἰς Αἴγυπτον· ἀλλ' ἐγένετο  διακόσια ἔτη, καὶ ταχέως  τῆς  δουλείας  ἐκείνης  σε ἀπήλλαξεν  ὁ  Θεὸς, καὶ  ταῦτα  ἀσεβοῦντα  καὶ πορνεύοντα  τὴν χαλεπωτάτην  πορνείαν· ἀπηλλάγης  Αἰγύπτου, καὶ προσεκύνησας τὸν μόσχον, ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγὼρ, τὸν ναὸν ἐμόλυνας, πᾶν εἶδος ἐπῆλθες κακίας, τὴν φύσιν αὐτὴν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνοὺς, τὰς πηγὰς, τοὺς ποταμοὺς, τοὺς κήπους τῶν θυσιῶν ἐνέπλησας τῶν ἐναγῶν, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρεψας, πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας· ἀλλ' ὅμως ἑβδομήκοντά  σε ἔτη παραδοὺς Βαβυλωνίοις, πάλιν  ἐπὶ  τὴν προτέραν ἐπανήγαγεν  ἐλευθερίαν, καὶ τὸν ναὸν καὶ τὴν πατρίδα ἀπέδωκε, καὶ τὸ παλαιὸν τῆς προφητείας σχῆμα, καὶ προφῆται πάλιν καὶ Πνεύματος χάρις· μᾶλλον δὲ οὐδὲ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας  ἐγκατελείφθης,  ἀλλὰ καὶ ἐκεῖ ∆ανιὴλ καὶ Ἰεζεκιὴλ, καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ ἐν ἐρήμῳ Μωϋσῆς. 60.585 βʹ. Μετ' ἐκεῖνα πάλιν   ἐπὶ  τὴν  προτέραν  ἐπανῆλθες   κακίαν,  καὶ  ἐξεβακχεύθης,  καὶ  πρὸς  τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν  ἐπὶ Ἀντιόχου τοῦ ἀσεβοῦς· ἀλλὰ καὶ τότε ἔτη τρία μόνον καὶ μικρόν τι πρὸς, Ἀντιόχῳ παραδοθέντες, διὰ τῶν Μακκαβαίων τὰ λαμπρὰ πάλιν ἐστήσατε τρόπαια. Ἀλλὰ νῦν τοιοῦτον οὐδὲν, ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν· ὃ καὶ μάλιστα ἔστι θαυμάσαι, ὅτι  τὰ μὲν  τῆς  κακίας  ἔληξε, τὰ δὲ τῆς  τιμωρίας ἐπιτέταται,  καὶ  οὐδὲ  ἐλπίδα  τινὰ  ἔχει  μεταβολῆς.  Οὐδὲ γὰρ  ἑβδομήκοντα  ἔτη παρῆλθε  μόνον,  οὐδὲ ἑκατὸν,  οὐδὲ δὶς  τοσαῦτα, ἀλλὰ  καὶ τριακόσια καὶ πολλῷ πλέον, καὶ οὔτε σκιὰν ἐλπίδος τοιαύτης ἔστιν εὑρεῖν, καὶ ταῦτα οὔτε εἰδωλολατρούντων ὑμῶν, οὔτε τὰ ἄλλα ποιούντων,  ἅπερ ἔμπροσθεν ἐτολμᾶτε. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; ∆ιεδέξατο τὸν τύπον ἡ ἀλήθεια, καὶ τὸν νόμον ἐξέκλεισεν ἡ χάρις· ἅπερ οὖν ἄνωθεν  προαναφωνῶν  ὁ προφήτης  ἔλεγε· Καὶ τὸν νῶτον  αὐτῶν διαπαντὸς σύγκαμψον. Εἶδες προφητείας ἀκρίβειαν, πῶς καὶ τὴν ἀπιστίαν προανεφώνησε, καὶ τὴν φιλονεικίαν  ἔδειξε, καὶ τὴν ἑψομένην δίκην ἐδήλωσε, καὶ τὸ ἀπέραντον  τῆς κολάσεως ἐνεδείξατο; Ἐπειδὴ γὰρ πολλοὶ  τῶν  παχυτέρων  τοῖς μέλλουσι διαπιστοῦντες, ἀπὸ τῶν παρόντων τὰ μέλλοντα ἐβούλοντο ἰδεῖν, ἐντεῦθεν ἤδη ἐφ' ἑκάτερα τῆς ἑαυτοῦ δυνάμεως τὴν ἀπόδειξιν παρέσχετο ὁ Χριστὸς, τοὺς μὲν ἐξ   ἐθνῶν   πιστεύσαντας   ἐπάρας   ὑπὲρ   τὸν   οὐρανὸν,   τοὺς   δὲ   ἐξ   Ἰουδαίων ἀπιστήσαντας εἰς ἔσχατον ἐρημίας κατενεγκὼν, καὶ ἀλύτοις κακοῖς παραδούς. Καθαψάμενος τοίνυν αὐτῶν σφοδρῶς, καὶ ἀφ' ὧν ἠπίστησαν, καὶ ἀφ' ὧν ἔπαθόν τε καὶ ἔμελλον πείσεσθαι, πάλιν παραμυθεῖται τὰ εἰρημένα, γράφων οὕτω· Λέγω οὖν, Μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο. Ὅτε ἔδειξε μυρίων ὄντας κακῶν ὑπευθύνους, τότε παραμυθίαν ἐπινοεῖ. Καὶ σκόπει τὴν σύνεσιν τὴν Παύλου· τὴν μὲν κατηγορίαν ἀπὸ τῶν προφητῶν εἰσήγαγε, τὴν δὲ παραμυθίαν παρ' ἑαυτοῦ τίθησιν. Ὅτι μὲν γὰρ αὐτοῖς ἡμάρτηται μεγάλα, φησὶν, οὐδεὶς ἀντερεῖ· ἴδωμεν δὲ, εἰ τοιοῦτον τὸ πτῶμα, ὡς καὶ ἀνίατον εἶναι, καὶ μηδεμίαν ἔχειν διόρθωσιν. Ἀλλ' οὐκ ἔστι τοιοῦτον. Εἶδες πῶς  αὐτῶν  πάλιν  καθάπτεται,  καὶ  ἐν  προσδοκίᾳ παραμυθίας  ὑπευθύνους  ποιεῖ ἁμαρτημάτων ὡμολογημένων;  Ἴδωμεν δὲ τίνα αὐτοῖς καὶ παραμυθίαν ἐπινοεῖ. Τίς οὖν ἡ παραμυθία; Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ

σωθήσεται, κατὰ τὸν καιρὸν τῆς παρουσίας τῆς δευτέρας καὶ τῆς συντελείας. Ἀλλ' εὐθέως μὲν τοῦτο οὐ λέγει· ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας,  προφήτας  ἐπὶ  προφήταις  εἰσάγων  καταβοῶντας  αὐτῶν,  τὸν Ἡσαΐαν, τὸν  Ἠλίαν,  τὸν  ∆αυῒδ, τὸν  Μωϋσέα, τὸν  Ὠσηὲ, καὶ  ἅπαξ, καὶ  δὶς, καὶ πολλάκις· ἵνα μὴ ταύτῃ καὶ τούτους εἰς ἀπόγνωσιν ἐμβαλὼν, ἀποτειχίσῃ τὴν πρὸς τὴν πίστιν ἐπάνοδον, καὶ τοὺς ἐξ ἐθνῶν πάλιν πιστεύσαντας εἰς ἀπόνοιαν ἐπάρῃ, καὶ φυσηθέντες  καὶ αὐτοὶ βλαβῶσιν εἰς τὸν  τῆς πίστεως λόγον,  παραμυθεῖται  πάλιν αὐτοὺς, λέγων· Ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσι. ∆εῖ δὲ ἡμᾶς οὐχ ἁπλῶς  ἀκούειν  τῶν  λεγομένων,  ἀλλὰ  τὴν  γνώμην  εἰδέναι  καὶ τὸν  σκοπὸν τοῦ λέγοντος, καὶ τί κατορθῶσαι ἐσπούδακεν· ὅπερ ἀεὶ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην. Ἂν γὰρ μετὰ τῆς διανοίας ταύτης δεξώμεθα 60.586 τὰ εἰρημένα, ἐν οὐδενὶ τούτων ὀψόμεθα δυσκολίαν οὖσαν. Τὸ γὰρ σπουδαζόμενον αὐτῷ νῦν, τὴν ἐκ τῶν εἰρημένων ἐγγινομένην  ἀπόνοιαν τοῖς ἐξ ἐθνῶν  καθελεῖν· οὕτω γὰρ καὶ οὗτοι ἀσφαλέστερον μένειν   ἔμελλον   ἐν  τῇ  πίστει,  μετριάζειν  μαθόντες,  καὶ  οἱ  ἐξ  Ἰουδαίων   τῆς ἀπογνώσεως ἀπαλλαγέντες, τῇ χάριτι προθυμότερον προσιέναι. Πρὸς τοῦτον τοίνυν τὸν σκοπὸν ὁρῶντες, πάντων ἀκούωμεν τῶν ἐν τῷ χωρίῳ τούτῳ λεγομένων. Τί οὖν φησι; καὶ πόθεν δείκνυσιν, ὅτι οὐκ ἀνίατα ἔπεσον, οὐδὲ εἰς τέλος ἐξεβλήθησαν; Ἀπὸ τῶν ἐθνῶν, οὕτω λέγων· Τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Οὗτος δὲ οὐκ αὐτοῦ μόνον ὁ λόγος, ἀλλὰ καὶ ἐν τοῖς Εὐαγγελίοις τοῦτο βούλονται αἱ παραβολαί. Καὶ γὰρ ὁ τοὺς γάμους ποιήσας τῷ υἱῷ, ἐπειδὴ οἱ κεκλημένοι οὐκ ἠθέλησαν ἐλθεῖν, τότε τοὺς ἐν ταῖς τριόδοις ἐκάλεσε. Καὶ ὁ τὸν ἀμπελῶνα δὲ καταφυτεύσας, ἐπειδὴ ἔσφαξαν οἱ γεωργοὶ τὸν κληρονόμον, τότε ἐξέδωκεν  ἑτέροις  τὸν  ἀμπελῶνα.  Καὶ χωρὶς  δὲ  παραβολῆς  αὐτὸς  ἔλεγεν·  Οὐκ ἀπεστάλην,   εἰ   μὴ   εἰς   τὰ   πρόβατα   τὰ   ἀπολωλότα   οἴκου   Ἰσραήλ.   Καὶ  τῇ Συροφοινικίσσῃ δὲ ἐπιμενούσῃ πλέον  τι πάλιν  ἔλεγεν·  Οὐ γάρ ἐστι καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ ὁ Παῦλος δὲ πρὸς τοὺς στασιάζοντας τῶν  Ἰουδαίων,  Ὑμῖν νῦν  πρῶτον, φησὶν, ἀναγκαῖον  ἦν λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἐκρίνατε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. γʹ. Καὶ διὰ πάντων  δηλοῦται, ὅτι ἡ μὲν ἀκολουθία τῶν πραγμάτων αὕτη ἦν, ἐκείνους προσελθεῖν πρώτους, καὶ τότε τοὺς ἐξ ἐθνῶν· ἐπειδὴ δὲ ἠπίστησαν, ἀντεστράφη  ἡ τάξις,  καὶ ἡ ἀπιστία  αὐτῶν  καὶ τὸ παράπτωμα  τούτους  ἐποίησεν εἰσενεχθῆναι προτέρους. ∆ιό φησι, Τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς  τὸ  παραζηλῶσαι  αὐτούς.  Εἰ δὲ  τὸ  ἐξ  ἀκολουθίας  ἐκβὰν  ὡς  προηγουμένως γεγενημένον λέγει, μὴ θαυμάσῃς· βούλεται γὰρ αὐτῶν παραμυθήσασθαι πεπληγυίας τὰς ψυχάς. Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστιν· Ἦλθε πρὸς αὐτοὺς Ἰησοῦς· οὐκ ἐδέξαντο αὐτὸν μυρία θαυματουργοῦντα, ἀλλ' ἐσταύρωσαν· ἐπεσπάσατο λοιπὸν τὰ ἔθνη, ἵνα ἡ ἐκείνων   τιμὴ  δάκνουσα  αὐτῶν   τὴν   ἀναισθησίαν,  κἂν   ἐκ  τῆς  πρὸς  ἑτέρους φιλονεικίας  αὐτοὺς πείσῃ προσελθεῖν. Ἔδει μὲν γὰρ δεχθῆναι ἐκείνους πρῶτον, καὶ τότε ἡμᾶς· διὸ καὶ ἔλεγε· ∆ύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· ἐπειδὴ δὲ ἀπεσκίρτησαν, οἱ δεύτεροι πρῶτοι γεγόναμεν. Εἶδες τοίνυν πόσην αὐτοῖς συνάγει κἀντεῦθεν τιμήν· μίαν μὲν, ὅτι τότε φησὶν ἡμᾶς κληθῆναι,  ὅτε αὐτοὶ οὐκ ἠθέλησαν· δευτέραν δὲ, ὅτι διὰ τοῦτό φησι κληθῆναι,  οὐχ ἵνα ἡμεῖς σωθῶμεν μόνον, ἀλλ' ἵνα καὶ ἐκεῖνοι  διὰ τῆς ἡμετέρας σωτηρίας ζηλώσαντες, βελτίους γένωνται. Τί οὖν, φησίν; εἰ μὴ διὰ τοὺς Ἰουδαίους, οὐκ ἂν ἐκλήθημεν καὶ ἐσώθημεν; Οὐκ ἂν πρὸ ἐκείνων, ἀλλ' ἐν τῇ προσηκούσῃ τάξει.
∆ιὸ καὶ ὅτε τοῖς μαθηταῖς ἔλεγεν, οὐκ εἶπεν ἁπλῶς, Πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ, ἀλλὰ, Πορεύεσθε, μᾶλλον, δεικνὺς ὅτι καὶ πρὸς ἐκεῖνα δεῖ μετὰ ταῦτα ἀπελθεῖν. Καὶ Παῦλος πάλιν οὐκ εἶπεν, Ἀναγκαῖον ὑμῖν λαληθῆναι τὸν λόγον, ἀλλ' Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι, δεικνὺς ὅτι καὶ ἐκ δευτέρου καὶ

ἡμῖν. Ταῦτα δὲ καὶ ἐγίνετο καὶ ἐλέγετο, ἵνα μηδὲ ἀναίσχυν 60.587 τον ἔχωσιν ἐκεῖνοι πρόφασιν ὡς παροφθέντες, καὶ διὰ τοῦτο μὴ πιστεύσαντες. ∆ιὰ δὴ τοῦτο καὶ πάντα προειδὼς ὁ Χριστὸς, ὅμως πρὸς αὐτοὺς παρεγένετο πρώτους. Εἰ δὲ τὸ παράπτωμα αὐτῶν  πλοῦτος  κόσμου, καὶ τὸ ἥττημα αὐτῶν  πλοῦτος  ἐθνῶν,  πόσῳ μᾶλλον  τὸ πλήρωμα  αὐτῶν;  Ἐνταῦθα  πρὸς  χάριν  αὐτοῖς  διαλέγεται.  Καὶ γὰρ  εἰ  μυριάκις παρέπεσον οὗτοι, οὐκ ἂν ἐσώθη τὰ ἔθνη, εἰ μὴ πίστιν ἐπεδείξατο· ὥσπερ οὖν οὐδ' ἂν οἱ Ἰουδαῖοι ἀπώλοντο, εἰ μὴ ἠπίστησαν καὶ ἐφιλονείκησαν. Ἀλλ' ὅπερ ἔφην, παραμυθεῖται  αὐτοὺς  κειμένους,  ἐκ περιουσίας παρασκευάζων θαῤῥεῖν  ὑπὲρ τῆς σωτηρίας αὐτῶν, εἰ μετάθοιντο Εἰ γὰρ ὅτε, φησὶ, προσέκρουσαν, τοσοῦτοι σωτηρίας ἀπήλαυσαν,  καὶ  ἐν  τῷ  ἐκβληθῆναι  ἐκείνους,  τοσοῦτοι ἐκλήθησαν,  ἐννόησον,  τί ἔσται, ὅταν ἐπιστρέψωσιν. Οὐ γὰρ εἶπε, πόσῳ μᾶλλον ἡ ἐπιστροφὴ αὐτῶν, οὐδὲ ἡ μεταβολὴ  αὐτῶν,  οὐδὲ τὸ κατόρθωμα  αὐτῶν,  ἀλλὰ,  Πόσῳ μᾶλλον  τὸ πλήρωμα αὐτῶν, τουτέστιν, ὅτε πάντες εἰσιέναι μέλλουσι. Τοῦτο δὲ εἶπε, δεικνὺς καὶ τότε τὸ πλέον τῆς χάριτος ἐσόμενον, καὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ σχεδὸν τὸ πᾶν. Ὑμῖν γὰρ λέγω  τοῖς ἔθνεσιν, ἐφ' ὅσον μέν εἰμι ἐγὼ  ἐθνῶν  ἀπόστολος, τὴν  διακονίαν  μου δοξάζω, εἴ πως  παραζηλώσω  μου τὴν  σάρκα, καὶ  σώσω τινὰς  ἐξ αὐτῶν.  Πάλιν ὑποψίας πονηρᾶς ἑαυτὸν ἀπαλλάξαι ἐσπούδακε· καὶ δοκεῖ μὲν ἐπιπλήττειν  τοῖς ἐξ ἐθνῶν, καὶ ταπεινοῦν αὐτῶν τὰ φρονήματα, ἠρέμα δὲ παρακνίζει τὸν Ἰουδαῖον· καὶ περιέρχεται μὲν ζητῶν περιστεῖλαι καὶ παραμυθήσασθαι τὴν τοσαύτην αὐτῶν ἀπώλειαν, οὐδὲν δὲ εὑρίσκει διὰ τὴν τῶν πραγμάτων φύσιν. Καὶ γὰρ ἐξ ὧν εἴρηκε, μείζονος ἦσαν κατηγορίας ἄξιοι, ὅταν τὰ αὐτοῖς εὐτρεπισμένα ἕτεροι σφόδρα αὐτῶν ἀποδέοντες  εἰληφότες  ὦσι. ∆ιὰ δὴ τοῦτο  ἀπὸ τῶν  Ἰουδαίων  ἐπὶ  τοὺς ἐξ ἐθνῶν μεταβαίνει, καὶ μέσον παρεντίθησι τὸν περὶ τούτων λόγον, ἐνδείξασθαι βουλόμενος, ὅτι ταῦτα πάντα λέγει, ἵνα αὐτοὺς μετριάζειν παιδεύσῃ. Ἐπαινῶ γὰρ ὑμᾶς, φησὶ, διὰ δύο ταῦτα· δι' ἓν μὲν, ὅτι ἀνάγκην  ἔχω τὴν διακονίαν  ὑμῶν ἐγκεχειρισμένος· δι' ἕτερον  δὲ, ἵνα  δι' ὑμῶν  ἑτέρους  σώσω. Καὶ οὐ λέγει,  τοὺς  ἀδελφούς  μου, τοὺς συγγενεῖς μου, ἀλλὰ, Τὴν σάρκα. Εἶτα τὴν φιλονεικίαν  αὐτῶν  ἐνδεικνύμενος,  οὐ λέγει, εἴ πως πείσω, ἀλλὰ, Παραζηλώσω καὶ σώσω, καὶ οὐδὲ ἐνταῦθα ἅπαντας, ἀλλὰ, Τινὰς ἐξ αὐτῶν· οὕτως ἦσαν σκληροί. Καὶ ἐν αὐτῇ τῇ ἐπιτιμήσει δὲ λαμπρὰ δείκνυσι πάλιν  τὰ τῶν  ἐθνῶν·  εἴ γε καὶ αἴτιοι  γίνονται  σωτηρίας αὐτοῖς, καὶ οὐ διὰ τῶν αὐτῶν· ἐκεῖνοι μὲν γὰρ τούτοις ἐξ ἀπιστίας, οὗτοι δὲ ἐκείνοις ἀπὸ πίστεως πρόξενοι γίνονται τῶν ἀγαθῶν. Ὅθεν δοκεῖ καὶ ἰσάζειν, καὶ πλεονεκτεῖν τὰ τῶν ἐθνῶν. δʹ. Τί γὰρ ἂν εἴποις, ὦ Ἰουδαῖε; Εἰ μὴ ἐξεβλήθημεν ἡμεῖς, οὐκ ἂν ἐκλήθητε εὐθέως ὑμεῖς; Τοῦτο δὲ λέγει καὶ ὁ ἐξ ἐθνῶν· Εἰ μὴ ἐσώθην ἐγὼ, οὐκ ἂν ἐζήλωσας σύ. Εἰ δὲ καὶ ὃ πλεονεκτοῦμεν  βούλει μαθεῖν, ἐγὼ μὲν ἐκ τοῦ πιστεῦσαι, σὲ σώζω· σὺ δὲ προσκεκρουκὼς, πάροδον ἡμῖν δέδωκάς σου προτέραν. Εἶτα πάλιν αἰσθόμενος, ὅτι καθήψατο αὐτῶν, τὸ πρότερον ἀναλαμβάνει  καί φησιν· Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς καταδικάζει πάλιν, εἴ γε ἄλλοι μὲν ἐκ τῶν ἁμαρτημάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ οὐδὲ  ἐκ  τῶν  60.588 ἑτέρων  κατορθωμάτων  ὠφελήθησαν.  Εἰ δὲ  τὸ  ἐξ  ἀνάγκης συμβὰν, τοῦτο ἐκείνων  εἶναί φησι, μὴ θαυμάσῃς· ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εἶπον,  καταστείλῃ  κἀκείνους  προτρέψῃ,  οὕτω  σχηματίζει  τὸν  λόγον.  Ὅπερ γὰρ ἔφθην  εἰπὼν,  κἂν  μυριάκις ἀπεβλήθησαν  Ἰουδαῖοι, πίστιν  δὲ μὴ ἐπεδείξαντο  τὰ ἔθνη, οὐκ ἂν ἐσώθησάν ποτε. Ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται μέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι.  Ὅρα δὲ καὶ ἐν  οἷς  χαρίζεται  διὰ  ῥημάτων  αὐτοὺς  παραμυθούμενος μόνον.  Εἰ γὰρ  ἡ  ἀποβολὴ  αὐτῶν,  φησὶ,  καταλλαγὴ  κόσμου. Καὶ τί  τοῦτο  πρὸς Ἰουδαίους; Τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἀλλ' οὐδὲ τοῦτό τι πρὸς ἐκείνους, εἰ μὴ προσελήφθησαν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ὀργιζόμενος αὐτοῖς, τοσαῦτα ἐχαρίσατο ἑτέροις, ὅταν αὐτοῖς καταλλαγῇ, τί οὐ χαριεῖται; Ἀλλ' ὥσπερ ἡ ἀνάστασις

τῶν νεκρῶν οὐ διὰ τὴν πρόσληψιν αὐτῶν, οὕτως οὐδὲ νῦν ἡ σωτηρία ἡ ἡμετέρα δι' αὐτούς· ἀλλ' ἐξεβλήθησαν μὲν ἐκ τῆς ἀνοίας αὐτῶν, ἐσώθημεν δὲ ἀπὸ τῆς πίστεως ἡμεῖς καὶ τῆς ἄνωθεν χάριτος. Τούτων δὲ οὐδὲν ἐκείνους ὠφελῆσαι δυνήσεται, εἰ μὴ τὴν προσήκουσαν ἐπιδείξαιντο πίστιν. Πλὴν ἀλλὰ τὰ αὐτῷ συνήθη ποιῶν, προάγει τὸν λόγον εἰς ἕτερον ἐγκώμιον, οὐκ ὂν ἐγκώμιον, ἀλλὰ δοκοῦν εἶναι μόνον, τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος, οἳ τοσαῦτα παραμυθοῦνται τοὺς κάμνοντας, ὅσα ἡ τῆς ἀῤῥωστίας ἐνδίδωσι φύσις. Τί γάρ φησιν; Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι· ἀπαρχὴν  ἐνταῦθα  καὶ ῥίζαν καλῶν,  τοὺς περὶ τὸν Ἀβραὰμ καὶ  Ἰσαὰκ καὶ  Ἰακὼβ,  τοὺς  προφήτας,  τοὺς  πατριάρχας,  τοὺς  ἐπὶ  τῆς Παλαιᾶς εὐδοκιμηκότας  ἅπαντας·  κλάδους  δὲ τοὺς ἐξ αὐτῶν  πιστεύσαντας. Εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοὺς ἠπιστηκέναι, ὅρα πῶς αὐτὸ πάλιν ὑποτέμνεται, καί  φησιν·  Εἰ δέ τινες  τῶν  κλάδων  ἐξεκλάσθησαν. Καὶ μὴν  ἄνω  ἔλεγες,  ὅτι  οἱ πλείους ἀπώλοντο, καὶ ὀλίγοι διεσώθησαν· πῶς οὖν ἐνταῦθα ἐπὶ τῶν ἀπολλυμένων τὸ,  Τινὲς,  τέθεικας,   ὅπερ  ὀλιγότητός   ἐστιν   ἐμφαντικόν;   Οὐκ  ἐμαυτῷ,   φησὶ, περιπίπτων, ἀλλὰ θεραπεῦσαι σπεύδων καὶ ἀνακτήσασθαι τοὺς πεπονηκότας. Εἶδες πῶς διὰ παντὸς τοῦ χωρίου δείκνυται τοῦτο κατασκευάζων, τὸ βούλεσθαι παραμυθήσασθαι αὐτούς; κἂν ἀνέλῃς αὐτὸ, πολλὰ ἕψεται τὰ ἐναντιώματα. Σὺ δέ μοι σκόπει αὐτοῦ τὴν σοφίαν, πῶς δοκῶν ὑπὲρ αὐτῶν λέγειν, καὶ παραμυθίαν αὐτοῖς ἐπινοεῖν, καὶ πλήττει λανθανόντως,  καὶ πάσης ἀπολογίας δείκνυσιν ἐστερημένους, ἀπὸ τῆς ῥίζης, ἀπὸ τῆς ἀπαρχῆς. Ἐννόησον γὰρ πονηρίαν  τῶν  κλάδων,  ὅτε μηδὲ ῥίζαν ἔχοντες γλυκεῖαν, μιμοῦνται αὐτήν· καὶ τὴν κακίαν τοῦ φυράματος, ὅταν μηδὲ ἀπὸ τῆς ἀπαρχῆς μεταβάλληται. Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν. Καὶ μὴν τὸ πλέον ἐξεκλάσθη· ἀλλ', ὅπερ ἔφην, βούλεται αὐτοὺς παραμυθεῖσθαι. ∆ιὰ τοῦτο οὐδὲ παρ' ἑαυτοῦ, ἀλλὰ  παρ' ἐκείνων  εἰσάγει τὸν  λόγον,  καὶ ἐν  τούτῳ  λανθανόντως αὐτῶν  καθικνούμενος,  καὶ  δεικνὺς  τῆς  τοῦ  Ἀβραὰμ συγγενείας  ἐκπεπτωκότας· τοῦτο γὰρ ἦν, ὃ ἔσπευδεν εἰπεῖν, ὅτι οὐδὲν κοινὸν πρὸς ἐκεῖνον ἔχουσιν. Εἰ γὰρ ἁγία ἡ ῥίζα, οὗτοι δὲ οὐχ ἅγιοι, ἄρα πόῤῥω τῆς ῥίζης οὗτοι. Εἶτα δοκῶν παραμυθήσασθαι τὸν Ἰουδαῖον, πάλιν  πλήττει  διὰ τῆς κατηγορίας τοὺς ἐξ ἐθνῶν· εἰπὼν  γὰρ, Εἰ δέ τινες  τῶν  κλάδων  ἐξεκλάσθησαν, ἐπήγαγε· Σὺ δὲ ἀγριέλαιος  60.589 ὢν, ἐνεκεντρίσθης.  Ὅσῳ γὰρ ἂν εὐτελὴς  ᾖ ὁ ἐξ ἐθνῶν,  τοσούτῳ μᾶλλον  ὁ Ἰουδαῖος ἀλγεῖ  τοῖς  αὐτοῦ  τοῦτον  ἐντρυφῶντα   ὁρῶν·  κἀκείνῳ  δὲ  οὐ  τοσαύτη  ἀπὸ  τῆς εὐτελείας ἡ αἰσχύνη, ὅση ἀπὸ τῆς μεταβολῆς ἡ τιμή. Καὶ σκόπει σοφίαν· οὐκ εἶπεν, Ἐνεφυτεύθης,  ἀλλ',  Ἐνεκεντρίσθης,  ἐν  τούτῳ  πάλιν  δάκνων  τὸν  Ἰουδαῖον,  καὶ δεικνὺς ἐν τῷ δένδρῳ τῷ αὐτοῦ τὸν ἐξ ἐθνῶν ἑστηκότα, καὶ τοῦτον κείμενον χαμαί.
∆ιόπερ οὐδὲ μέχρι τούτου ἔστη, οὐδὲ εἰπὼν,  Ἐνεκεντρίσθης, ἀπηλλάγη,  καίτοι τὸ πᾶν ἐδήλωσε τούτῳ· ἀλλ' ὅμως ἐνδιατρίβει  τῇ εὐημερίᾳ τούτου, καὶ εὐρύνει τὴν εὐδοκίμησιν, λέγων· Καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου. Καὶ δοκεῖ μὲν αὐτὸν ἐν τάξει προσθήκης τεθεικέναι· δείκνυσι δὲ οὐδὲν αὐτὸν ταύτῃ παραβλαπτόμενον, ἀλλὰ τὸ πᾶν ἔχοντα, ὅσον εἶπεν ὁ κλάδος ὁ ἐκ τῆς ῥίζης ἀναβάς. Ἵνα γὰρ μὴ ἀκούσας, Σὺ δὲ ἐνεκεντρίσθης,  ἠλαττῶσθαι  αὐτὸν  νομίσῃς πρὸς τὸν ἔμφυτον  κλάδον  συγκρίνων,  ὅρα πῶς αὐτὸν  ἐξισοῖ λέγων·  Καὶ συγκοινωνὸς  τῆς ῥίζης  καὶ  τῆς  πιότητος  τῆς  ἐλαίας  ἐγένου·  τουτέστιν,  εἰς  τὴν  αὐτὴν  κατέστης εὐγένειαν,  εἰς τὴν  αὐτὴν  φύσιν. Εἶτα ἐπιπλήξας,  καὶ εἰπὼν,  Μὴ κατακαυχῶ  τῶν κλάδων, δοκεῖ μὲν παραμυθεῖσθαι τὸν Ἰουδαῖον, δείκνυσι δὲ αὐτοῦ τὸ εὐτελὲς καὶ τὴν πολλὴν ἀτιμίαν. ∆ιὰ τοῦτο οὐδὲ εἶπε, Μὴ καυχῶ, ἀλλὰ, Μὴ κατακαυχῶ, μὴ κατ' ἐκείνων  καυχῶ  ὥστε  αὐτοὺς  ἀποῤῥῆξαι· καὶ  γὰρ  εἰς  τὰ  ἐκείνων  ἕστηκας, τῶν ἐκείνων ἀπολαύεις. εʹ. Ὁρᾷς πῶς δοκεῖ μὲν ἐπιπλήττειν  τούτοις, δάκνει δὲ ἐκείνους; Εἰ δὲ κατακαυχᾶσαι, φησὶν, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σέ. Τί οὖν πρὸς τοὺς κλάδους τοῦτο τοὺς ἐκκοπέντας; Οὐδέν. Ὅπερ γὰρ ἔφθην  εἰπὼν,  σκιάν τινα

παραμυθίας   ἀσθενῆ  δοκῶν   ἐπινοεῖν,   καὶ   ἐν   αὐτῷ   τῷ   πρὸς  τὸν   ἐξ  ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν. Εἰπὼν γὰρ, Μὴ κατακαυχῶ, καὶ ὅτι Εἰ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἔδειξε τῷ Ἰουδαίῳ, ὅτι καυχήσεως ἄξια τὰ γεγενημένα, εἰ καὶ μὴ κατακαυχᾶσθαι δεῖ· καὶ διεγείρων αὐτὸν καὶ παροξύνων εἰς πίστιν, καὶ ἐν τάξει συνηγόρου βάλλων, καὶ δεικνὺς αὐτῷ τὴν ζημίαν, ἣν ὑπέμεινε, καὶ ὅτι τὰ ἐκείνων κατέχουσιν ἕτεροι. Ἐρεῖς οὖν, φησὶ, Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. Πάλιν ἐν τάξει ἀντιθέσεως τὸ ἐναντίον τῷ προτέρῳ κατασκευάζει, δεικνὺς  ὅτι καὶ τὰ μικρῷ ἔμπροσθεν εἰρημένα  οὐχὶ  προηγουμένως  ἔλεγεν,  ἀλλὰ ἐφελκόμενος  αὐτούς. Οὐκέτι γὰρ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, οὐδὲ  τὸ  παράπτωμα  αὐτῶν  πλοῦτος  κόσμου, οὐδὲ  διὰ  τοῦτο  ἐσώθημεν  ἐπειδὴ ἔπεσον, ἀλλὰ τοὐναντίον. Καὶ δείκνυσι προηγουμένην καὶ τὴν εἰς τὰ ἔθνη πρόνοιαν, εἰ καὶ δοκεῖ ἑτέρως σχηματίζειν τὰ εἰρημένα· καὶ ὅλον τὸ χωρίον  δι' ἀντιθέσεως ὑφαίνει, ἑαυτὸν ἀπαλλάττων  τῆς κατὰ τὴν ἀπέχθειαν ὑπονοίας, καὶ εὐπαράδεκτον ποιῶν τὸν λόγον. Καλῶς. Ἐπῄνεσε τὸ εἰρημένον· εἶτα καὶ φοβεῖ πάλιν  λέγων· Τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἐνεκεντρίσθης.  Ἰδοὺ πάλιν  ἕτερον αὐτῶν ἐγκώμιον,  καὶ  ἐκείνων  κατηγορία.  Ἀλλὰ  πάλιν  αὐτῶν  καταστέλλει  τὸ  φύσημα, ἐπάγων καὶ λέγων· Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Οὐ γὰρ φύσεως τὸ πρᾶγμά ἐστιν, ἀλλὰ πίστεως καὶ ἀπιστίας. Καὶ δοκεῖ μὲν πάλιν ἐπιστομίζειν τὸν ἐξ ἐθνῶν, διδάσκει δὲ τὸν  Ἰουδαῖον,  ὅτι 60.590 οὐ δεῖ τῇ τῆς φύσεως  συγγενείᾳ  προσέχειν· διὸ καὶ ἐπάγει· Μὴ ὑψηλοφρόνει.  Καὶ οὐκ εἶπε, Ταπεινοῦ, ἀλλὰ,  Φοβοῦ· ἡ γὰρ ἀπόνοια καταφρόνησιν   ἐμποιεῖ   καὶ   ῥᾳθυμίαν.   Εἶτα  μέλλων   ἐκτραγῳδεῖν   αὐτῶν   τὴν συμφορὰν, ὥστε ἀνεπαχθέστερον  ποιῆσαι τὸν  λόγον,  ἐν  τάξει  τῆς  πρὸς ἐκεῖνον ἐπιτιμήσεως αὐτὸ τίθησιν οὕτω λέγων· Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο· καὶ οὐκ εἶπεν,  Οὐδὲ σοῦ φείσεται,  ἀλλὰ,  Μή πως  οὐδὲ σοῦ φείσηται· ὑποτεμνόμενος  τοῦ λόγου  τὸ φορτικὸν,  καὶ ποιῶν  ἐναγώνιον  τὸν  πιστὸν  εἶναι, κἀκείνους ἐφελκόμενος, καὶ τούτους καταστέλλων. Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν  Θεοῦ. Ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δὲ σὲ, χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Καὶ οὐκ εἶπεν, Ἴδε οὖν κατόρθωμα σὸν, ἴδε οὖν πόνους σοὺς, ἀλλὰ Θεοῦ φιλανθρωπίαν,  δεικνὺς ὅτι τὸ πᾶν τῆς χάριτος τῆς ἄνωθεν  γέγονε,  καὶ παρασκευάζων τρέμειν. Ἡ γὰρ ὑπόθεσις τῆς καυχήσεως, αὕτη σε ποιεῖ δεδοικέναι. Ἐπεὶ γὰρ χρηστὸς περὶ σὲ γέγονεν ὁ ∆εσπότης, διὰ τοῦτο φοβοῦ· οὐ γὰρ ἀκινητά σοι μένει τὰ ἀγαθὰ, ἐὰν ῥᾳθυμῇς· ὥσπερ οὖν οὐδὲ ἐκείνοις τὰ κακὰ, ἐὰν μεταβάλωνται. Καὶ γὰρ σὺ, φησὶν, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, ἐκκοπήσῃ. Καὶ ἐκεῖνοι δὲ, ἐὰν μὴ ἐπιμείνωσι  τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. Οὐ γὰρ ὁ Θεὸς αὐτοὺς ἐξέκοψεν, ἀλλ' αὐτοὶ ἐξεκλάσθησαν, καὶ ἔπεσον. Καὶ καλῶς εἶπεν, Ἐξεκλάσθησαν· οὐδέποτε  γὰρ  οὕτως  αὐτοὺς  ἐξέβαλε,  καίτοι  πολλὰ  πολλάκις ἡμαρτηκότας. Εἶδες ὅσον τῆς προαιρέσεως τὸ κῦρος; πόση τῆς γνώμης  ἡ ἐξουσία; Οὐδὲν γὰρ τούτων ἀκίνητον, οὔτε τὸ σὸν καλὸν, οὔτε τὸ ἐκείνου κακόν. Εἶδες πῶς καὶ ἐκεῖνον ἀπογινώσκοντα ἀνέστησε, καὶ τοῦτον θαῤῥοῦντα κατέστειλε; Μήτε γὰρ σὺ ἀποτομίαν ἀκούων, ἀπαγορεύσῃς, μήτε σὺ χρηστότητα, θαῤῥήσῃς. ∆ιὰ τοῦτό σε ἀποτόμως ἐξέκοψεν, ἵνα ποθήσῃς ἐπανελθεῖν· διὰ τοῦτο περὶ σὲ χρηστότητα ἐνεδείξατο, ἵνα ἐπιμείνῃς. Καὶ οὐκ εἶπε, Τῇ πίστει, ἀλλὰ, Τῇ χρηστότητι, τουτέστιν, ἂν ἄξια τῆς τοῦ Θεοῦ φιλανθρωπίας  πράττῃς· οὐ γὰρ πίστεως δεῖ μόνον. Ὁρᾷς πῶς οὔτε ἐκείνους  ἀφῆκε κεῖσθαι, οὔτε τούτους μέγα φρονεῖν,  ἀλλὰ καὶ παρεζήλωσε τούτους, πάλιν δι' ἐκείνων δοὺς τῷ Ἰουδαίῳ στῆναι εἰς τὸν τούτου τόπον, καθάπερ ἐκεῖνος προκατέλαβε τὸ τούτου χωρίον; Καὶ τὸν μὲν ἐξ ἐθνῶν  ἀπὸ τῶν Ἰουδαίων φοβεῖ  καὶ  τῶν  ἐκείνοις  συμβεβηκότων,  ἵνα  μὴ  ἐπαίρωνται  κατ'  αὐτῶν·  τὸν  δὲ Ἰουδαῖον ἀπὸ τῶν τῷ Ἕλληνι παρασχεθέντων θαῤῥεῖν παρασκευάζει. Καὶ γὰρ καὶ σὺ ἐκκοπήσῃ,  φησὶν,   ἐὰν   ῥᾳθυμῇς·  καὶ   γὰρ   ὁ  Ἰουδαῖος   ἐξεκόπη·  καὶ   ἐκεῖνος

ἐγκεντρισθήσεται, ἐὰν σπουδάζῃ· καὶ γὰρ καὶ σὺ ἐνεκεντρίσθης. Πάνυ δὲ συνετῶς ὅλον  τὸν  λόγον  πρὸς τὸν  ἐξ ἐθνῶν  τρέπει,  ἅπερ ἀεὶ  ποιεῖν  εἴωθεν,  ἐν  τῇ  τῶν ἰσχυροτέρων  ἐπιπλήξει  τοὺς  ἀσθενεῖς  διορθούμενος.  Τοῦτο καὶ  ἐν  τῷ  τέλει  τῆς Ἐπιστολῆς ἐργάζεται, περὶ τῆς τῶν σιτίων διαλεγόμενος παρατηρήσεως. Εἶτα καὶ ἐκ τῶν  παρελθόντων  αὐτὸ κατασκευάζει, καὶ οὐκ ἀπὸ τῶν  μελλόντων  μόνον· ὅπερ μᾶλλον ἔπειθε τὸν ἀκροατήν. Καὶ μέλλων  λογισμῶν  ἀκολουθίαν  τηρεῖν ἀναντίῤῥητον,  πρότερον ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν τίθησιν. Εἰ γὰρ καὶ ἀπεκόπησαν καὶ ἀπεῤῥίφθησαν, καὶ ἄλλοι τὰ αὐτῶν προκατέλαβον, μηδὲ οὕτως ἀπογνῷς· ∆υνατὸς γάρ ἐστι, φησὶ, πάλιν ὁ Θεὸς ἐγκεντρίσαι αὐτοὺς, ὁ καὶ τὰ ὑπὲρ ἐλπίδα ποιῶν. Εἰ δὲ καὶ πραγμάτων τάξιν ζητεῖς καὶ λογισμῶν 60.591 ἀκολουθίαν, ἔχεις οἴκοθεν τὸ ὑπόδειγμα μετὰ πλείονος τῆς περιουσίας. Εἰ γὰρ σὺ, φησὶν, ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης  εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἳ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Εἰ γὰρ τὸ παρὰ φύσιν ἴσχυσεν ἡ πίστις, πολλῷ μᾶλλον τὸ κατὰ φύσιν. Εἰ γὰρ οὗτος τῶν κατὰ φύσιν αὐτοῦ  πατέρων  ἐκκοπεὶς,  ἦλθε  παρὰ φύσιν  πρὸς Ἀβραὰμ, πολλῷ  μᾶλλον  σὺ τὸ οἰκεῖον  ἀπολαβεῖν  δυνήσῃ,  Τοῦ  μὲν  γὰρ  ἐθνικοῦ  τὸ  μὲν  κακὸν  κατὰ  φύσιν· ἀγριέλαιος  γὰρ  κατὰ  φύσιν  ἦν·  τὸ  δὲ  καλὸν,  παρὰ  φύσιν·  παρὰ  φύσιν  γὰρ ἐνεκεντρίσθη  τῷ  Ἀβραάμ· σοῦ δὲ τοὐναντίον  τὸ  καλὸν  κατὰ  φύσιν·  οὐ  γὰρ  ἐν ἀλλοτρίᾳ ῥίζῃ, ὥσπερ ὁ ἐθνικὸς, ἀλλ' ἐν οἰκείᾳ παγήσῃ, ἐὰν βουληθῇς ἐπανελθεῖν. Τίνος οὖν ἂν εἴης ἄξιος συγγνώμης, ὅταν τοῦ ἐθνικοῦ τὸ παρὰ φύσιν δυνηθέντος, σὺ τὸ κατὰ φύσιν μὴ ἰσχύσῃς, ἀλλὰ καὶ τοῦτο προδῷς; Εἶτα ἐπειδὴ εἶπε, Παρὰ φύσιν, καὶ, Ἐνεκεντρίσθης, ἵνα μὴ πλέον τι τὸν Ἰουδαῖον ἔχειν νομίζῃς, πάλιν αὐτὸ διορθοῦται, λέγων  καὶ αὐτὸν ἐγκεντρίζεσθαι· Πόσῳ μᾶλλον οὗτοι, φησὶν, οἱ κατὰ φύσιν  ἐγκεντρισθήσονται  τῇ ἰδίᾳ  ἐλαίᾳ; Καὶ πάλιν,  ∆υνατὸς  ὁ Θεὸς ἐγκεντρίσαι αὐτούς. Καὶ πρὸ τούτου δέ φησιν, ὅτι ἐὰν μὴ ἐπιμείνωσι  τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται.  Παρὰ φύσιν δὲ καὶ κατὰ φύσιν ὅταν ἀκούσῃς αὐτοῦ συνεχῶς λέγοντος, μὴ τὴν ἀκίνητον ταύτην φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ καὶ τὸ εἰκὸς καὶ τὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν τούτοις δηλοῦν τοῖς ὀνόμασιν. Οὐ γὰρ φυσικὰ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα, ἀλλὰ γνώμης καὶ προαιρέσεως μόνης. Σκόπει δὲ αὐτοῦ καὶ τὸ ἀνεπαχθές. Εἰπὼν γὰρ, ὅτι Καὶ σὺ ἐκκοπήσῃ, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, καὶ οὗτοι ἐγκεντρισθήσονται, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ  χρηστότερον  κατασκευάζει,  καὶ  εἰς  αὐτὸ  τελευτᾷ,  μεγάλας  τοῖς  Ἰουδαίοις ὑφαίνων  ἐλπίδας, εἰ βουληθεῖεν. ∆ιὸ καὶ ἐπάγει λέγων· Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι· μυστήριον ἐνταῦθα, τὸ  ἀγνοούμενον   καὶ  ἀπόῤῥητον  λέγων,  καὶ  πολὺ  μὲν  τὸ  θαῦμα,  πολὺ  δὲ  τὸ παράδοξον ἔχον· ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἰδοὺ μυστήριον ὑμῖν λέγω, πάντες μὲν οὐ  κοιμηθησόμεθα,  πάντες  δὲ  ἀλλαγησόμεθα.  Τί  οὖν  ἐστι  τὸ  μυστήριον;  Ὅτι πώρωσις τῷ Ἰσραὴλ ἀπὸ μέρους γέγονεν.  Ἐνταῦθα πάλιν  πλήττει  τὸν  Ἰουδαῖον, δοκῶν καταστέλλειν τὸν ἐξ ἐθνῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι οὐκ ἐξ ὁλοκλήρου ἡ ἀπιστία, ἀλλὰ ἐκ μέρους, ὥσπερ ὅταν λέγῃ· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλ' ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς· καὶ, Ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Οὕτω δὴ καὶ ἐνταῦθά φησι τοῦτο, ὅπερ ἀνωτέρω ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὑτοῦ, ὃν προέγνω; καὶ πάλιν, Τί οὖν;  ἔπταισαν  ἵνα  πέσωσι; Μὴ γένοιτο.  Τοῦτο  δὴ  καὶ  ἐνταῦθα  λέγει·  ὅτι  οὐχ ὁλόκληρον  ἀνασπᾶται τὸ ἔθνος, ἀλλὰ  καὶ ἤδη πολλοὶ  ἐπίστευσαν, καὶ μέλλουσι πάλιν πιστεύειν. Εἶτα ἐπειδὴ μέγα ἐπηγγείλατο, φέρει μάρτυρα τὸν προφήτην οὕτω λέγοντα.  Ὅτι μὲν  γὰρ πώρωσις  γέγονεν,  οὐ παράγει  μαρτυρίαν· καὶ  γὰρ δῆλον ἅπασιν ἦν· ὅτι δὲ πιστεύσουσι καὶ σωθήσονται, τὸν Ἡσαΐαν πάλιν εἰσάγει βοῶντα, καὶ λέγοντα· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἶτα τὸ

παράσημον τῆς σωτηρίας τιθεὶς, 60.592 ἵνα μή τις εἰς τοὺς ἔμπροσθεν αὐτὸ χρόνους ἑλκύσῃ καὶ συζεύξῃ, φησί· Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν· οὐχ ὅταν  περιτμηθῶσιν,  οὐχ ὅταν  θύσωσιν, οὐχ ὅταν  τὰ ἄλλα νόμιμα ποιῶσιν, ἀλλ' ὅταν ἁμαρτημάτων ἀφέσεως τύχωσιν. Εἰ τοίνυν  τοῦτο ἐπήγγελται, γέγονε δὲ ἐπ' αὐτῶν οὐδέπω, οὐδὲ ἀπήλαυσαν τῆς διὰ τοῦ βαπτίσματος ἀφέσεως, πάντως  ἔσται· διὸ καὶ ἐπήγαγεν· Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Καὶ οὐδὲ τούτῳ  μόνον  αὐτοὺς παραμυθεῖται, ἀλλὰ καὶ τῷ ἤδη συμβεβηκότι· καὶ ὅπερ ἐξ ἀκολουθίας συνέβη, τοῦτο ὡς προηγούμενον τίθησιν, οὕτω λέγων· Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. Ἵνα γὰρ μὴ φυσᾶται ὁ ἐξ ἐθνῶν, λέγων, Ἐγὼ ἕστηκα, μή μοι λέγε, τί ἂν ἐγένετο, ἀλλὰ τί γέγονε, καὶ ἐντεῦθεν  αὐτὸν καταστέλλει λέγων,  Κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι' ὑμᾶς. Ἐπειδὴ γὰρ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι  γεγόνασιν ἐκεῖνοι. ζʹ. Ἀλλ' ὅμως ὁ Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν ὑμῶν τὴν κλῆσιν, ἀλλ' ἀναμένει πάντας τοὺς ἐξ ἐθνῶν  μέλλοντας  πιστεύειν εἰσελθεῖν, καὶ τότε κἀκεῖνοι ἥξουσιν. Εἶτα χαρίζεται καὶ ἑτέραν τινὰ χάριν αὐτοῖς λέγων· Κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. Καὶ τί τοῦτο; Ἔνθα μὲν γὰρ ἐχθροὶ, ἡ κόλασις αὐτῶν· ἔνθα δὲ ἀγαπητοὶ,  οὐδὲν πρὸς αὐτοὺς ἡ τῶν  προγόνων  ἀρετὴ, ἐὰν μὴ πιστεύσωσιν. Ἀλλ' ὅμως, ὅπερ ἔφθην εἰπὼν, οὐ παύεται ῥήμασιν αὐτοὺς παραμυθούμενος, ἵνα ἐφελκύσηται  ∆ιὸ  καὶ  ἑτέρωθεν  κατασκευάζων  τὸ  ἔμπροσθεν  εἰρημένον,  φησίν· Ὥσπερ γὰρ  καὶ  ὑμεῖς  ποτε  ἠπειθήσατε  τῷ  Θεῷ, νυνὶ  δὲ  ἠλεήθητε  τῇ  τούτων ἀπειθείᾳ· οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι. Συνέκλεισε  γὰρ  τοὺς  πάντας  ὁ  Θεὸς  εἰς  ἀπείθειαν,  ἵνα  τοὺς  πάντας  ἐλεήσῃ.
∆είκνυσιν   ἐνταῦθα   τοὺς   ἐξ  ἐθνῶν   πρότερον   κεκλημένους,   εἶτα   ἐπειδὴ   οὐκ ἠθέλησαν, τοὺς Ἰουδαίους ἐκλεγέντας, καὶ τὸ αὐτὸ πάλιν συμβὰν μετὰ ταῦτα· ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι, πάλιν προσήχθη τὰ ἔθνη. Ἀλλ' οὐ μέχρι τούτου ἵσταται, οὐδὲ εἰς τὴν ἐκβολὴν αὐτῶν καταστρέφει τὸ πᾶν, ἀλλ' εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι  πάλιν.  Ὅρα πόσον δίδωσι τοῖς ἐξ ἐθνῶν·  ὅσον ἔμπροσθεν τοῖς Ἰουδαίοις. Ἐπειδὴ γὰρ ὑμεῖς ἠπειθήσατε, φησὶν, οἱ ἐξ ἐθνῶν  ποτε, προσῆλθον οἱ Ἰουδαῖοι·  πάλιν  ἐπειδὴ  οὗτοι  ἠπείθησαν,  προσήλθετε  ὑμεῖς.  Οὐ μὴν  εἰς  τέλος ἀπολοῦνται· Συνέκλεισε γὰρ τοὺς πάντας εἰς ἀπείθειαν ὁ Θεός· τουτέστιν, ἤλεγξεν, ἀπέδειξεν ἀπειθοῦντας, οὐχ ἵνα μείνωσιν ἀπειθοῦντες, ἀλλ' ἵνα τοὺς ἑτέρους διὰ τῆς ἑτέρων σώσῃ φιλονεικίας,  τούτους δι' ἐκείνων,  κἀκείνους διὰ τούτων. Σκόπει δέ· ἠπειθήσατε ὑμεῖς, καὶ οὗτοι ἐσώθησαν· πάλιν οὗτοι ἠπείθησαν, καὶ ὑμεῖς ἐσώθητε· οὐ μὴν οὕτως ἐσώθητε, ὡς πάλιν ἐξελθεῖν, καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ' ὥστε αὐτοὺς ἐπισπάσασθαι τῷ ζήλῳ μένοντες. Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς   ἀνεξερεύνητα   τὰ  κρίματα  αὐτοῦ!  Ἐνταῦθα  ἐπὶ   τοὺς  προτέρους  χρόνους ἐπανελθὼν,  καὶ  τὴν  ἄνωθεν  τοῦ  Θεοῦ κατανοήσας  οἰκονομίαν  τὴν  ἐξ οὗπερ ὁ κόσμος  ἐγένετο   μέχρι  τοῦ  παρόντος,   καὶ  λογισάμενος   πῶς   ποικίλως   πάντα ᾠκονόμησε, ἐξεπλάγη καὶ ἀνεβόησε, πιστούμενος τοὺς ἀκούοντας, ὅτι ἔσται πάντως ἅπερ εἶπεν. Οὐ γὰρ ἂν ἀνεβόησε καὶ ἐξεπλάγη, εἰ μὴ πάντως ἔμελλεν ἔσεσθαι τοῦτο. Καὶ ὅτι μὲν βάθος ἐστὶν, οἶδε· πόσον δὲ, οὐκ οἶδε· θαυμάζοντος γάρ ἐστιν ἡ ῥῆσις, οὐκ εἰδότος τὸ πᾶν. Θαυμάσας δὲ 60.593 καὶ ἐκπλαγεὶς τὴν χρηστότητα, καὶ κατὰ τὸ ἐγχωροῦν αὐτῷ διὰ δύο τῶν ἐπιτατικῶν  ὀνομάτων αὐτὴν ἀνεκήρυξε, τοῦ πλούτου καὶ  τοῦ  βάθους, καὶ  ἐξεπλάγη,  ὅτι  καὶ  ἠθέλησε καὶ  ἴσχυσε ταῦτα,  καὶ  διὰ  τῶν ἐναντίων  τὰ ἐναντία  κατεσκεύασεν. Ὡς ἀνεξερεύνητα  τὰ κρίματα αὐτοῦ! Οὐ γὰρ μόνον καταληφθῆναι  αὐτὰ ἀδύνατον, ἀλλ' οὐδὲ ἐρευνηθῆναι. Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τουτέστιν αἱ οἰκονομίαι· καὶ γὰρ αὗται οὐ μόνον γνωσθῆναι, ἀλλ' οὐδὲ ζητηθῆναι δύνανται. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, εὗρον ἅπαντα, ἀλλὰ μέρος μικρὸν, οὐ τὸ πᾶν· μόνος γὰρ αὐτὸς οἶδε τὰ αὑτοῦ σαφῶς. ∆ιὸ καὶ ἐπήγαγε· Τίς γὰρ ἔγνω νοῦν

Κυρίου; ἢ τίς  σύμβουλος αὐτοῦ  ἐγένετο;  ἢ τίς  προέδωκεν  αὐτῷ,  καὶ ἀνταποδοθήσεται αὐτῷ; Ὃ δὲ λέγει. τοιοῦτόν ἐστιν· ὅτι οὕτω σοφὸς ὢν, οὐδὲ παρ' ἑτέρου σοφός ἐστιν, ἀλλ' αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν· καὶ τοσαῦτα ἐργασάμενος καὶ χαρισάμενος ἡμῖν, οὐ παρ' ἑτέρου δανεισάμενος  ταῦτα ἔδωκεν, ἀλλ' οἴκοθεν ἀναβλύσας, οὐδὲ ἀμοιβὴν  ὀφείλων  τινὶ,  ὡς  παρ' αὐτοῦ  εἰληφώς  τι,  ἀλλ' αὐτὸς κατάρχων ἀεὶ τῶν εὐεργεσιῶν. Τοῦτο γὰρ μάλιστά ἐστι πλούτου, τὸ καὶ ὑπερχεῖσθαι καὶ μὴ δεῖσθαι ἑτέρου. ∆ιὸ καὶ ἐπήγαγεν· Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτὸς εὗρεν, αὐτὸς ἐποίησεν, αὐτὸς συγκροτεῖ· καὶ γὰρ καὶ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ' ἑτέρου λαβεῖν· καὶ σοφός ἐστι, καὶ οὐ δεῖται συμβούλου. Τί λέγω συμβούλου; Οὐδὲ εἰδέναι τις δύναται τὰ αὐτοῦ, ἀλλ' ἢ μόνος αὐτὸς ὁ πλούσιος καὶ σοφός. Καὶ γὰρ πολλοῦ  πλούτου,  τὸ τοὺς ἐξ ἐθνῶν  εὐπόρους οὕτω ποιῆσαι, καὶ πολλῆς σοφίας, τὸ τοὺς Ἰουδαίων καταδεεστέρους Ἰουδαίων διδασκάλους κατασκευάσαι. Εἶτα, ἐπειδὴ ἐξεπλάγη, καὶ εὐχαριστίαν ἀναφέρει λέγων· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὅταν γάρ τι τοιοῦτον λέγῃ μέγα καὶ ἀπόῤῥητον, θαυμάζων εἰς δόξαν καταλήγει. Τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ποιεῖ· καὶ γὰρ καὶ ἐκεῖ θαυμάσας, αὐτὸ δὴ τοῦτο ὅπερ καὶ ἐνταῦθα ἐπήγαγεν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. ηʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ  πανταχοῦ   τὸν  Θεὸν  δοξάζωμεν  διὰ  τῆς  κατὰ  τὸν  βίον  ἐπιμελείας,  μηδὲ προγόνων  ἀρεταῖς θαῤῥῶμεν, τὸ κατὰ τοὺς Ἰουδαίους εἰδότες παράδειγμα. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν αὕτη παρὰ Χριστιανοῖς ἡ συγγένεια, ἀλλ' ἡ κατὰ Πνεῦμα ἀγχιστεία. Οὕτω καὶ ὁ Σκύθης τοῦ Ἀβραὰμ γίνεται παῖς, καὶ ὁ ἐκείνου παῖς τοῦ Σκύθου πάλιν ἀλλοτριώτερος καθίσταται. Μὴ τοίνυν κατορθώμασι πατέρων θαῤῥῶμεν, ἀλλὰ, κἂν θαυμαστὸν ἔχῃς τὸν γεγεννηκότα, μὴ νομίσῃς ἀρκεῖν σοι τοῦτο εἰς σωτηρίαν, ἢ εἰς τιμὴν καὶ δόξαν, ἐὰν μὴ συγγενὴς αὐτῷ γένῃ κατὰ τοὺς τρόπους· ὥσπερ οὖν κἂν φαῦλον  ἔχῃς, μὴ νόμιζε καταδικάζεσθαι ἐντεῦθεν  καὶ αἰσχύνεσθαι, εἴ γε τὰ κατὰ σαυτὸν διαθῇς καλῶς. Τί γὰρ τῶν ἐθνῶν  ἀτιμότερον; ἀλλ' ὅμως τῇ πίστει ταχέως τῶν  ἁγίων  γεγόνασι  συγγενεῖς.  Τί δὲ Ἰουδαίων  οἰκειότερον;  ἀλλ' ὅμως  διὰ τὴν ἀπιστίαν ἠλλοτριώθησαν.  Ἐκείνη μὲν γὰρ ἡ συγγένεια φύσεώς ἐστι καὶ ἀνάγκης, καθ' ἣν πάντες ἐσμὲν συγγενεῖς· ἀπὸ τοῦ Ἀδὰμ γὰρ πάντες γεγόναμεν, καὶ οὐκ ἂν εἴη μᾶλλον ἕτερος ἑτέρου συγγενὴς, καὶ κατὰ τὸν τοῦ Ἀδὰμ καὶ κατὰ τὸν τοῦ Νῶε λόγον καὶ  κατὰ  τὸν  τῆς  γῆς  τῆς  κοινῆς  ἁπάντων  μητέρος· ἡ  δὲ  τῶν  στεφάνων  ἀξία συγγένεια, ἡ διαιροῦσα ἡμᾶς ἀπὸ τῶν 60.594 φαύλων ἐστίν. Οὐ γὰρ ἔστι πάντας εἶναι συγγενεῖς ἐνταῦθα, ἀλλὰ τοὺς ὁμοτρόπους· οὐδὲ ἀδελφοὺς καλοῦμεν τοὺς τὰς αὐτὰς λύσαντας  ὠδῖνας  ἡμῖν,  ἀλλὰ  τοὺς  τὸν  αὐτὸν  ζῆλον  ἐπιδεικνυμένους.  Οὕτω καὶ τέκνα Θεοῦ καλεῖ ὁ Χριστὸς, οὕτω καὶ υἱοὺς διαβόλου πάλιν ἐξ ἐναντίας, οὕτω καὶ ἀπειθείας, οὕτω καὶ γεέννης, οὕτω καὶ ἀπωλείας. Οὕτω καὶ Παύλου Τιμόθεος παῖς ἦν ἐξ ἀρετῆς, καὶ γνήσιον τέκνον  ἐκαλεῖτο, τοῦ δὲ υἱοῦ τῆς ἀδελφῆς  αὐτοῦ οὐδὲ ὄνομα ἴσμεν· καίτοι γε ὁ μὲν κατὰ φύσιν ἦν αὐτῷ προσήκων· ἀλλ' οὐδὲν ὄφελος· ὁ δὲ καὶ φύσει καὶ τόπῳ διεστηκώς (καὶ γὰρ Λύστρων πολίτης ἦν)· ἀλλ' ὅμως πάντων ἐγγύτερος  γέγονε.  Γενώμεθα  τοίνυν   καὶ  ἡμεῖς  τῶν  ἁγίων   παῖδες,  μᾶλλον  δὲ γενώμεθα καὶ Θεοῦ παῖδες. Ὅτι γὰρ ἔστι καὶ Θεοῦ γενέσθαι παῖδας, ἄκουσον τί φησι· Γίνεσθε οὖν τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. ∆ιὰ τοῦτο καὶ Πατέρα καλοῦμεν εὐχόμενοι, καὶ οὐχὶ τῆς χάριτος μόνον ἀναμιμνήσκοντες  ἑαυτοὺς, ἀλλὰ καὶ τῆς ἀρετῆς, ἵνα μηδὲν ἀνάξιον τῆς τοιαύτης συγγενείας ποιῶμεν. Καὶ πῶς ἔστι, φησὶν, υἱὸν  εἶναι  Θεοῦ; Πάντων  ἀπηλλαγμένον  τῶν  παθῶν,  ἐπιείκειαν ἐπιδεικνύμενον   περὶ  τοὺς  ὑβρίζοντας  καὶ  ἀδικοῦντας·  καὶ  γὰρ  ὁ  Πατὴρ ὁ  σὸς τοιοῦτος περὶ τοὺς βλασφημοῦντάς ἐστι. ∆ιὰ τοῦτο πολλὰ πολλάκις εἰπὼν, οὐδαμοῦ φησιν, Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν· ἀλλ' ὅτε εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων  ὑμᾶς, καλῶς  ποιεῖτε  τοῖς  μισοῦσιν ὑμᾶς, τότε  τοῦτο  τὸ  ἔπαθλον

ἐπήγαγεν.  Οὐδὲν γὰρ οὕτως  ἡμᾶς προσάγει Θεῷ καὶ ὁμοίους ποιεῖ, ὡς  τουτὶ  τὸ κατόρθωμα. ∆ιὰ τοῦτο καὶ Παῦλος ὅταν λέγῃ, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ, κατὰ τοῦτο γίνεσθε,  λέγει.  Πάντων  μὲν  γὰρ χρείαν  ἔχομεν  τῶν  κατορθωμάτων,  μάλιστα δὲ φιλανθρωπίας  καὶ ἡμερότητος, ἐπεὶ καὶ αὐτοὶ πολλῆς δεόμεθα φιλανθρωπίας.  Καὶ γὰρ πολλὰ καθ' ἑκάστην πλημμελοῦμεν  τὴν ἡμέραν· διὸ καὶ πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλέους. Τὸ δὲ πολὺ καὶ ἔλαττον  οὐ τῷ μέτρῳ τῶν  διδομένων  κρίνεται, ἀλλὰ τῇ δυνάμει τῆς οὐσίας τῶν παρεχόντων.  Μὴ τοίνυν  μήτε ὁ πλουτῶν  μέγα φρονείτω, μήτε ὁ πένης καταπιπτέτω ὡς ὀλίγα παρέχων· πολλάκις γὰρ οὗτος ἐκείνου πλείονα δέδωκεν. Οὐ τοίνυν ταλανίζειν  ἑαυτοὺς χρὴ διὰ τὴν πενίαν· καὶ γὰρ εὐκολωτέραν ἡμῖν  ποιεῖ  τὴν  ἐλεημοσύνην.  Ὁ  μὲν  γὰρ  πολλὰ  κεκτημένος,  καὶ  ἀπονοίᾳ  καὶ ἐπιθυμίᾳ   πλείονι   κατέχεται   τῶν   ὄντων·   ὁ  δὲ  ὀλίγα   ἔχων,   ἑκατέρας  ταύτης ἀπήλλακται τῆς τυραννίδος· διὸ καὶ πλείονας ἀφορμὰς εὑρίσκει τοῦ εὖ ποιεῖν. Καὶ γὰρ καὶ εἰς δεσμωτήριον οὗτος βαδιεῖται εὐκόλως, καὶ ἀῤῥωστοῦντας ἐπισκέψεται, καὶ ποτήριον  ψυχροῦ δώσει· ἐκεῖνος  δὲ οὐδὲν τούτων  καταδέξεται,  ἅτε ὑπὸ τοῦ πλούτου φλεγμαίνων.  Μὴ οὖν ἀθύμει διὰ τὴν πενίαν· καὶ γὰρ καὶ τὴν ἐμπορίαν τῶν οὐρανῶν εὐκολωτέραν σοι ποιεῖ ἡ πενία. Κἂν μηδὲν δὲ ἔχῃς, συναλγοῦσαν δὲ ἔχῃς ψυχὴν, καὶ τούτου σοι μισθὸς ἀποκείσεται. ∆ιὰ τοῦτο καὶ Παῦλος ἐπέταξε κλαίειν μετὰ κλαιόντων,  καὶ τοῖς δεσμίοις ὡς συνδεδεμένους εἶναι ἐκέλευσεν. Οὐ γὰρ τοῖς κλαίουσι μόνον φέρει τινὰ παραμυθίαν τὸ πολλοὺς εἶναι τοὺς συναλγοῦντας, ἀλλὰ καὶ τοῖς ἐν ἄλλαις περιστάσεσιν οὖσι· καὶ γὰρ ἔστιν ὅπου χρημάτων  οὐκ ἔλαττον λόγος ἀνακτήσασθαι δύναται τὸν πεπονηκότα. ∆ιὰ γὰρ τοῦτο καὶ χρήματα διδόναι ἐκέλευσεν ὁ Θεὸς τοῖς δεομένοις, οὐχ ἵνα τὴν ἐκείνων πενίαν διορθώσῃ μόνον, ἀλλ' ἵνα καὶ ἡμᾶς διδάξῃ συναλγεῖν τοῖς τοῦ πλησίον κακοῖς. ∆ιὰ τοῦτο καὶ ὁ φιλάργυρος μισητὸς, οὐχ ὅτι περιορᾷ 60.595 τοὺς ἐν  πτωχείᾳ  μόνον,  ἀλλ' ὅτι καὶ αὐτὸς  εἰς ὠμότητα ἀλείφεται καὶ ἀπανθρωπίαν πολλήν· ὥσπερ οὖν καὶ ὁ χρημάτων ὑπερορῶν δι' ἐκείνους, καὶ διὰ τοῦτο ποθεινὸς, ὅτι ἐλεήμων γίνεται  καὶ φιλάνθρωπος.  Καὶ ὁ Χριστὸς δὲ ὅταν μακαρίζῃ τοὺς ἐλεήμονας, οὐ τοὺς διὰ χρημάτων ἐλεοῦντας μόνον, ἀλλὰ  καὶ τοὺς  διὰ προαιρέσεως τοῦτο  ποιοῦντας  μακαρίζει καὶ ἐπαινεῖ.  Ταύτην τοίνυν  παρέχωμεν  ἐπιτηδείαν  πρὸς  ἔλεον,  καὶ  πάντα  ἕψεται  τὰ  ἀγαθά.  Ὁ γὰρ φιλάνθρωπον  γνώμην ἔχων καὶ ἐλεήμονα, κἂν χρήματα ἔχῃ, 60.596 προήσεται, κἂν ἐν συμφοραῖς ἴδῃ τινὰ, κλαύσεται καὶ θρηνήσει, κἂν ἀδικουμένῳ περιτύχῃ, προστήσεται, κἂν ἐπηρεαζόμενον θεάσηται, χεῖρα ὀρέξει. Τὸν γὰρ θησαυρὸν ἔχων τῶν ἀγαθῶν, τὴν φιλάνθρωπον  καὶ ἐλεήμονα ψυχὴν, πάντα ἐκεῖθεν ἀναβλύσει τὰ ὑπὲρ τῶν ἀδελφῶν, καὶ πάντων ἀπολαύσεται τῶν παρὰ τοῦ Θεοῦ κειμένων μισθῶν. Ἵνα οὖν καὶ ἡμεῖς τούτων ἐπιτύχωμεν, πρὸ πάντων τὴν ψυχὴν ἥμερον κατασκευάσωμεν. Οὕτω γὰρ καὶ ἐνταῦθα ὄντες μυρία ἐργασόμεθα ἀγαθὰ, καὶ τῶν μελλόντων  ἀπολαυσόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.