Πέμπτη, 6 Ιουνίου 2013

ΟΜΙΛΙΑ ΙΗʹ.







In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.




ΟΜΙΛΙΑ ΙΗʹ.

Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν;  πῶς  δὲ  ἀκούσουσι χωρὶς  κηρύσσοντος; πῶς  δὲ  κηρύ  ξουσιν,  ἐὰν  μὴ ἀποσταλῶσι; καθὼς γέγραπται. αʹ. Πάλιν ἀναιρεῖ τὴν συγγνώμην αὐτῶν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Μαρτυρῶ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· καὶ, ὅτι Ἀγνοοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, οὐχ ὑπετάγησαν, δείκνυσι λοιπὸν, ὅτι καὶ αὐτῆς τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. Καὶ οὐ λέγει μὲν οὕτω, κατασκευάζει δὲ τοῦτο κατὰ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον  τῷ κατὰ  ἀντίθεσιν  καὶ  60.572.50 λύσιν  ἅπαν  ὑφᾶναι  τουτὶ  τὸ  χωρίον.  Σκόπει  δέ· Ἄνωθεν, φησὶν, Εἶπεν ὁ προφήτης, ὅτι Πᾶς, ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Ἀλλ' ἴσως ἔχοι τις ἂν εἰπεῖν·
Καὶ πῶς ἐδύναντο ἐπικαλέσασθαι τοῦτον, ᾧ οὐκ  ἐπίστευσαν; Εἶτα ἐρώτησις  παρ'  αὐτοῦ  μετὰ  τὴν  ἀντίθεσιν·  Καὶ διὰ  τί  οὐκ ἐπίστευσαν; Καὶ πάλιν ἀντίθεσις· πάντως ἔχει τις εἰπεῖν· Καὶ πῶς εἶχον πιστεῦσαι μὴ ἀκούσαντες; Καὶ μὴν ἤκουσαν, φησίν. Εἶτα ἑτέρα πάλιν ἀντίθεσις· Καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος; εἶτα πάλιν λύσις· Καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν

εἰς  αὐτὸ  τοῦτο  πολλοί.  Καὶ  πόθεν  δῆλον,  ὅτι  οὗτοί  60.573 εἰσιν  ἐκεῖνοι  οἱ ἀποσταλέντες; Τότε λοιπὸν εἰσάγει τὸν προφήτην λέγοντα· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων   εἰρήνην,  τῶν  εὐαγγελιζομένων   τὰ  ἀγαθά.  Ὁρᾷς πῶς  ἀπὸ  τοῦ τρόπου τοῦ κηρύγματος δείκνυσι τοὺς κήρυκας; Οὐδὲν γὰρ ἄλλο περιῄεσαν οὗτοι πανταχόθεν  λέγοντες, ἀλλ' ἢ τὰ ἀγαθὰ ἐκεῖνα τὰ ἀπόῤῥητα καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους  γεγενημένην  εἰρήνην.  Ὥστε ἀπιστοῦντες.  οὐχ ἡμῖν  ἀπιστεῖτε, φησὶν, ἀλλὰ  τῷ  Ἡσαΐᾳ  τῷ  πρὸ  πολλῶν   ἐτῶν  εἰπόντι,  ὅτι  καὶ  ἀποσταλησόμεθα  καὶ κηρύξομεν καὶ ἐροῦμεν ὅπερ εἰρήκαμεν. Εἰ τοίνυν  τὸ μὲν σωθῆναι ἐκ τοῦ ἐπικαλέσασθαι ἦν, τὸ δὲ ἐπικαλέσασθαι ἐκ τοῦ πιστεῦσαι, τὸ δὲ πιστεῦσαι ἐκ τοῦ ἀκοῦσαι, τὸ δὲ ἀκοῦσαι ἐκ τοῦ κηρῦξαι, τὸ δὲ κηρῦξαι ἐκ τοῦ ἀποσταλῆναι, ἀπεστάλησαν δὲ καὶ ἐκήρυξαν, καὶ μετ' αὐτῶν ὁ προφήτης περιῄει δεικνὺς αὐτοὺς καὶ ἀνακηρύττων  καὶ λέγων,  ὅτι Οὗτοί εἰσιν, οὓς πρὸ πολλῶν  ἄνωθεν  ἐδήλουν χρόνων, ὧν καὶ τοὺς πόδας ἐνεκωμίαζον διὰ τὸν τοῦ κηρύγματος τρόπον· εὔδηλον, ὅτι τὸ μὴ πιστεῦσαι, ἐκείνων  ἔγκλημα γέγονε μόνον· καὶ γὰρ τὰ παρὰ Θεοῦ πάντα ἀπήρτισται. Ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ. Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Ἐπειδὴ πάλιν   ἑτέραν   ἐπήγοντο   ἀντίθεσιν   λέγοντες,   ὅτι  Καὶ  μὴν   εἰ  ἦσαν  οὗτοι  οἱ ἀπεσταλμένοι καὶ παρὰ τοῦ Θεοῦ πεμφθέντες,  ἔδει πάντας ὑπακοῦσαι· σκόπει τοῦ Παύλου τὴν σύνεσιν, πῶς αὐτὸ τοῦτο, ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὂν ἀναιρετικόν. Τί γάρ σε σκανδαλίζει, φησὶν, ὦ Ἰουδαῖε, μετὰ τοσαύτην καὶ τηλικαύτην μαρτυρίαν καὶ πραγμάτων ἀπόδειξιν, ὅτι οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ; Τοῦτο μὲν οὖν αὐτὸ μετὰ τῶν ἄλλων ἱκανόν σε πιστώσασθαι ὑπὲρ τῶν  εἰρημένων,  τὸ μὴ πάντας  ὑπακούειν·  καὶ  γὰρ καὶ  τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης. Καὶ σκόπει τὴν ἄφατον σοφίαν, πῶς πλέον δείκνυσιν, ἢ προσεδόκων ἐκεῖνοι  καὶ ἤλπιζον  ἀντερεῖν.  Τί γάρ φατε, φησίν; ὅτι οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγελίῳ; Ἀλλὰ καὶ τοῦτο ἄνωθεν προεῖπεν Ἡσαΐας· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πολλῷ  τούτου πλέον. Ὑμεῖς μὲν γὰρ ἐγκαλεῖτε  διὰ τί μὴ πάντες  ὑπήκουσαν·  ὁ  δὲ  Ἡσαΐας  πλέον  τούτου  λέγει.  Τί  γάρ  φησι;  Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Εἶτα, ἐπειδὴ τὸν θόρυβον τοῦτον ἐξεῖλε παρεμβαλὼν τὸν προφήτην, πάλιν ἔχεται τῆς προτέρας ἀκολουθίας. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐπικαλέσασθαι ἔδει, τοὺς δὲ ἐπικαλουμένους  πιστεῦσαι, τοὺς πιστεύοντας ἀκοῦσαι πρῶτον,   τοὺς   δὲ   μέλλοντας   ἀκούσασθαι  τοὺς   κηρύσσοντας  ἔχειν,   τοὺς   δὲ κηρύσσοντας ἀπεστάλθαι, καὶ ἔδειξεν ὅτι ἀπεστάλησαν καὶ ὅτι ἐκήρυξαν· ἑτέραν πάλιν εἰσάγειν μέλλων ἀντίθεσιν, ἀφορμὴν λαβὼν πρότερον ἀπὸ ἑτέρας μαρτυρίας τοῦ προφήτου, καθ' ἢν ἔλυσε τὴν μικρῷ πρὸ ταύτης ἀντίθεσιν, οὕτως αὐτὴν πλέκει καὶ συνείρει τοῖς προτέροις. Ἐπειδὴ γὰρ παρήγαγε τὸν προφήτην λέγοντα· Κύριε, τίς ἐπίστευσε τῇ  ἀκοῇ ἡμῶν;  εὐκαίρως  τῆς  μαρτυρίας  ἐπιλαβόμενος,  φησίν·  Ἄρα ἡ πίστις ἐξ ἀκοῆς. Τοῦτο δὲ οὐχ ἁπλῶς  τέθεικεν,  ἀλλ' ἐπειδὴ καθ' ἕκαστον καιρὸν σημεῖα ἐζήτουν  Ἰουδαῖοι, καὶ τὴν  ὄψιν  τῆς ἀναστάσεως, καὶ πολλοὶ  πρὸς ταῦτα κεχηνότες ἦσαν, φησὶν, ὅτι Καὶ μὴν ὁ προφήτης ἐπηγγείλατο, ὅτι ἐξ ἀκοῆς ἡμᾶς δεῖ πιστεῦσαι. ∆ιὸ πρότερον αὐτὸ κατασκευάζει, καί φησιν· Ἄρα ἡ πίστις ἐξ ἀκοῆς. Εἶτα, ἐπειδὴ ἐδόκει τοῦτο εὐτελὲς  εἶναι, ὅρα πῶς αὐτὸ ἀνάγει. Οὐ γὰρ ἁπλῶς  ἀκούειν εἶπον, φησὶν, οὐδ' ὅτι ἀνθρωπίνων  δεῖ ῥημάτων ἀκοῦσαι καὶ πιστεῦσαι, ἀλλ' ἀκοὴν μεγάλην 60.574 λέγω· ἡ γὰρ ἀκοὴ διὰ ῥήματος τοῦ Θεοῦ. Οὐ γὰρ τὰ αὑτῶν ἔλεγον, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ μανθάνοντες ἀπήγγελλον· ὃ σημείων ἐστὶν ὑψηλότερον. Τῷ γὰρ Θεῷ καὶ λέγοντι καὶ θαυματουργοῦντι ὁμοίως πιστεύειν καὶ πείθεσθαι δεῖ· ἐπεὶ καὶ τὰ ἔργα καὶ τὰ θαύματα ἀπὸ τῶν λόγων ἐστὶ τῶν ἐκείνου· καὶ γὰρ καὶ ὁ οὐρανὸς καὶ τὰ ἄλλα πάντα οὕτως ἔστη. βʹ. ∆είξας τοίνυν, ὅτι δεῖ πιστεῦσαι τοῖς προφήταις ἀεὶ τὰ τοῦ Θεοῦ λέγουσι, καὶ ἀκροάσεως μηδὲν πλέον ἐπιζητῆσαι, ἐπάγει λοιπὸν τὴν

ἀντίθεσιν,  ἢν εἶπον,  καί φησιν· Ἀλλὰ λέγω,  Μὴ οὐκ ἤκουσαν; Τί γὰρ, φησὶν, εἰ ἀπεστάλησαν  οἱ  κηρύσσοντες, καὶ  ἐκήρυξαν  ἅπερ  ἐκελεύσθησαν,  οὗτοι  δὲ  οὐκ ἤκουσαν; Εἶτα μεθ' ὑπερβολῆς πάσης ἡ λύσις τῆς ἀντιθέσεως· Μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος  αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τί λέγεις, φησίν; οὐκ ἤκουσαν; Ἡ οἰκουμένη καὶ τὰ πέρατα τῆς γῆς ἤκουσαν· καὶ ὑμεῖς, παρ' οἷς τοσοῦτον  οἱ κήρυκες διέτριψαν  χρόνον,  καὶ ὅθεν  ἦσαν, οὐκ ἠκούσατε; καὶ πῶς ἂν ἔχοι λόγον; Εἰ γὰρ τὰ πέρατα τῆς οἰκουμένης ἤκουσε, πολλῷ μᾶλλον ὑμεῖς. Εἶτα πάλιν ἑτέρα ἀντίθεσις· Ἀλλὰ λέγω, Μὴ Ἰσραὴλ οὐκ ἔγνω; Τί γὰρ, εἰ ἤκουσαν μὲν, οὐκ ἐνόησαν δὲ τὰ εἰρημένα, οὐδὲ συνῆκαν, ὅτι ἐκεῖνοι οὗτοι ἦσαν οἱ ἀποσταλέντες; οὐκ ἄξιοι συγγνώμης  τῆς ἀγνοίας  ταύτης ἕνεκεν; Οὐδαμῶς. Καὶ γὰρ   ὁ   Ἡσαΐας   ἐχαρακτήρισεν   αὐτοὺς,   εἰπών·   Ὡς   ὡραῖοι   οἱ   πόδες   τῶν εὐαγγελιζομένων   εἰρήνην·  καὶ  πρὸ  τούτου  πάλιν  ὁ  νομοθέτης  αὐτός·  διὸ  καὶ ἐπήγαγε· Πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ὥστε καὶ ἐντεῦθεν ἐχρῆν γνωρίσαι τοὺς κήρυκας, οὐκ ἀφ' ὧν ἠπίστησαν οὗτοι μόνον, οὐκ ἀφ' ὧν εἰρήνην ἐκήρυττον ἐκεῖνοι, οὐκ ἀφ' ὧν τὰ ἀγαθὰ  ἐκεῖνα  εὐηγγελίζοντο,  οὐκ  ἀφ'  ὧν  πανταχοῦ   τῆς  οἰκουμένης  ὁ  λόγος ἐσπείρετο, ἀλλὰ καὶ ἀφ' ὧν τοὺς καταδεεστέρους αὐτῶν  τοὺς ἐξ ἐθνῶν  εἶδον ἐν πλείονι ὄντας τιμῇ. Ἃ γὰρ μηδέποτε ἤκουσαν οὗτοι, μηδὲ τούτων οἱ πρόγονοι, ταῦτα ἐξαίφνης ἐφιλοσόφουν ἐκεῖνοι· ὅπερ ἐπιτεταμένης ἦν τιμῆς, παρακνιζούσης αὐτοὺς, καὶ εἰς ζῆλον  ἀγούσης, καὶ εἰς μνήμην  τῆς προφητείας  Μωϋσέως τῆς λεγούσης· Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει. Οὐ γὰρ δὴ μόνον τὸ μέγεθος τῆς τιμῆς ἱκανὸν ἦν αὐτοὺς εἰς ζῆλον ἐμβαλεῖν, ἀλλὰ καὶ τὸ οὕτως εὐτελὲς εἶναι τὸ ἔθνος τὸ τούτων ἀπολαῦσαν, ὡς μηδὲ ἔθνος ἄξιον εἶναι λογίζεσθαι. Ἐγὼ γὰρ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, φησὶν, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Τί γὰρ Ἑλλήνων ἀσυνετώτερον ἦν; τί δὲ εὐτελέστερον; Ὅρα πῶς διὰ πάντων  γνωρίσματα  καὶ σημεῖα σαφῆ τῶν καιρῶν τούτων ἄνωθεν ἔδωκεν ὁ Θεὸς αὐτοῖς, ὥστε διανοῖξαι αὐτῶν τὴν πώρωσιν. Οὐδὲ γὰρ ἐν γωνίᾳ μικρᾷ τὸ γενόμενον  ἦν, ἀλλ' ἐν γῇ καὶ θαλάττῃ, καὶ πανταχοῦ τῆς οἰκουμένης· καὶ ἑώρων μυρίων ἀπολαύοντας ἀγαθῶν τοὺς πρότερον παρ' αὐτῶν καταφρονουμένους. Ἔδει τοίνυν ἐννοῆσαι, ὅτι τοῦτο ἐκεῖνό ἐστι τὸ ἔθνος, περὶ οὗ φησιν ὁ Μωϋσῆς· Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει, ἐπὶ ἔθνει  ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ἆρα οὖν  Μωϋσῆς μόνος  τοῦτο  εἶπεν;  Οὐδαμῶς, ἀλλὰ  καὶ  ὁ Ἡσαΐας μετ' ἐκεῖνον. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Πρῶτον Μωϋσῆς· δεικνὺς ὅτι καὶ δεύτερος ἥξει τὰ αὐτὰ  λέγων  καὶ  τρανότερον  καὶ  σαφέστερον. Ὥσπερ οὖν  ἀνωτέρω  εἶπε· Κράζει Ἡσαΐας· οὕτω καὶ ἐνταῦθα· Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐβιάσατο καὶ ἐφιλονείκησε  μηδὲν συνεσκιασμένον εἰπεῖν, ἀλλὰ καὶ γυμνὰ πρὸ τῶν ὀφθαλμῶν  ὑμῶν θεῖναι τὰ πράγματα, μᾶλλον δὲ ἑλόμενος κινδυνεύειν  ἐκ τοῦ 60.575 φανερῶς εἰπεῖν, ἢ τὴν οἰκείαν ὑφορώμενος σωτηρίαν, σκιὰν γοῦν ὑμῖν καταλιπεῖν ἀγνωμοσύνης· καίτοι γε προφητείας οὐκ ἦν τοῦτο οὕτως εἰπεῖν σαφῶς. Ἀλλ' ὅμως ὥστε ἐκ περιουσίας ὑμῶν ἐμφράξαι τὰ στόματα, σαφῶς πάνυ καὶ διαῤῥήδην πάντα προλέγει. Πάντα, ποῖα; Καὶ τὴν ὑμῶν ἔκπτωσιν, καὶ τὴν ἐκείνων εἰσαγωγὴν, οὕτω λέγων· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. Τίνες οὖν οἱ μὴ ζητοῦντες; τίνες οἱ μὴ ἐπερωτῶντες; Εὔδηλον ὅτι οὐκ Ἰουδαῖοι, ἀλλ' οἱ ἐξ ἐθνῶν,  οἱ μηδέποτε αὐτὸν  ἐπιγνόντες.  Ὥσπερ οὖν  Μωϋσῆς ἐχαρακτήρισεν αὐτοὺς εἰπών· Οὐκ ἔθνει, καὶ Ἔθνει ἀσυνέτῳ· οὕτω καὶ ἐνταῦθα ἀπὸ τῆς αὐτῆς ὑποθέσεως αὐτοὺς δηλοῖ, τῆς ἀγνοίας τῆς ἐπιτεταμένης· ὃ μεγίστη κατηγορία Ἰουδαίων  ἦν, ὅτι οἱ μὴ ζητοῦντες  εὗρον, καὶ οἱ ζητοῦντες  ἀπώλεσαν. Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.  Εἶδες πῶς τὸ ἄπορον ἐκεῖνο καὶ παρὰ πολλῶν ζητούμενον εὑρίσκεται ἄνωθεν καὶ ἐν τοῖς προφητικοῖς ῥήμασι κείμενον, καὶ σαφῶς

λυόμενον; Τί δὲ τοῦτό ἐστιν; Ἤκουσας Παύλου ἔμπροσθεν λέγοντος· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. Τοῦτο καὶ ὁ Ἡσαΐας ἐνταῦθά φησι· τὸ γὰρ, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, ταυτόν ἐστι τῷ εἰπεῖν, ὅτι Ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην. Εἶτα δεικνὺς,  ὅτι οὐ τῆς τοῦ Θεοῦ μόνον  χάριτος ἦν τὸ γινόμενον, ἀλλὰ καὶ τῆς γνώμης  τῶν προσελθόντων, ὥσπερ οὖν καὶ ἡ ἐκείνων  ἔκπτωσις τῆς φιλονεικίας  τῶν  ἀπειθησάντων,  ἄκουσον τί ἐπήγαγε· Πρὸς δὲ τὸν  Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα· ἡμέραν  ἐνταῦθα  τὸν  πάντα  χρόνον  λέγων  τὸν  ἔμπροσθεν· τὸ δὲ ἐκπετάσαι τὰς χεῖρας,  τὸ  καλέσαι  καὶ  ἐπισπάσασθαι καὶ  παρακαλέσαι  δηλοῖ.  Εἶτα δεικνὺς  τὸ ἔγκλημα ἅπαν ἐκείνων ὂν, φησί· Πρὸς λαὸν ἀπειθοῦντα  καὶ ἀντιλέγοντα.  γʹ. Εἶδες πόση  ἡ  κατηγορία;  Οὗτοι  μὲν  γὰρ  οὐδὲ  παρακαλοῦντι   ἐπείσθησαν,  ἀλλὰ  καὶ ἀντεῖπον, καὶ ταῦτα οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ διὰ παντὸς τοῦ χρόνου ταῦτα ποιοῦντα ὁρῶντες· ἕτεροι δὲ οἱ μηδέποτε αὐτὸν ἐγνωκότες ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι. Ἀλλ' οὐ λέγει, ὅτι αὐτοὶ ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι, ἀλλὰ καθαιρῶν καὶ τῶν ἐξ ἐθνῶν τὰ φρονήματα, καὶ δεικνὺς τὴν αὐτοῦ χάριν τὸ πᾶν ἐργασαμένην φησὶν, ὅτι Ἐγὼ ἐμφανὴς ἐγενόμην, καὶ Ἐγὼ εὑρέθην. Οὐκοῦν κενοὶ πάντων ἐκεῖνοι, φησίν; Οὐδαμῶς· ἀλλὰ τὰ εὑρεθέντα λαβεῖν καὶ τὰ φανέντα  ἐπιγνῶναι,  τοῦτο παρ' ἑαυτῶν εἰσήνεγκαν. Εἶτα ἵνα μὴ λέγωσιν οὗτοι, ∆ιὰ τί οὖν καὶ ἡμῖν ἐμφανὴς οὐκ ἐγένου;  τὸ  πλέον  τούτου  τίθησιν,  ὅτι  Οὐ μόνον  ἐμφανὴς  ἐγενόμην,  ἀλλὰ  καὶ παρέμεινα τὰς χεῖρας ἀναπεταννὺς καὶ παρακαλῶν, πατρὸς φιλοστόργου καὶ μητρὸς φιλόπαιδος   κηδεμονίαν  ἐπιδεικνύμενος.  Ὅρα πῶς  σαφεστάτην  τῶν  ἔμπροσθεν διαπορηθέντων   ἁπάντων   τὴν  λύσιν  ἐπήγαγε,  δείξας  τῆς  γνώμης   αὐτῶν   τὴν ἀπώλειαν γενομένην, καὶ ὡς πάντοθεν ἀνάξιοι συγγνώ 60.576 μης εἰσί. Καὶ γὰρ καὶ ἀκούσαντες καὶ νοήσαντες τὰ λεγόμενα, οὐδὲ οὕτως ἐβουλήθησαν προσελθεῖν. Καὶ τὸ πολὺ πλέον, ὅτι οὐ μόνον ἀκοῦσαι αὐτοὺς ταῦτα ἐποίησεν, οὐδὲ μόνον νοῆσαι, ἀλλὰ   καὶ  ὃ  μείζονα  ἰσχὺν   ἔχει   πρὸς  τὸ  διεγεῖραι,  καὶ  φιλονεικοῦντας   καὶ ἀντιλέγοντας  ἐπισπάσασθαι, καὶ τοῦτο προσέθηκε. Ποῖον δὴ τοῦτο; Τὸ παρακνίσαι αὐτοὺς καὶ παραζηλῶσαι. Ἴστε γὰρ τοῦ πάθους τὴν τυραννίδα, καὶ ὅσην ἔχει τὴν ἰσχὺν τῆς ζηλοτυπίας ἡ φύσις πρὸς τὸ λῦσαι φιλονεικίαν  ἅπασαν, καὶ τοὺς ἀναπεπτωκότας διαναστῆσαι. Καὶ τί δεῖ λέγειν ἐπ' ἀνθρώπων τοῦτο, ὅπου γε καὶ ἐπὶ ἀλόγων   καὶ  ἐπὶ  τῆς  ἡλικίας   τῆς  ἀώρου  τῶν   παιδίων   πολλὴν   τὴν  δύναμιν ἐπιδείκνυται;  Καὶ γὰρ παιδίον  πολλάκις  παρακαλούμενον  μὲν οὐκ εἶξε τῷ πατρὶ, ἀλλ' ἔμεινε  φιλονεικοῦν·  ἑτέρου δὲ θεραπευθέντος  παιδίου,  καὶ μὴ καλούμενον ἐπανῆλθε πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς, καὶ ὅπερ οὐκ ἴσχυσεν ἡ παράκλησις, τοῦτο ἐποίησεν ἡ παραζήλωσις. Τοῦτο τοίνυν  καὶ ὁ Θεὸς ἐποίησεν. Οὐ γὰρ παρεκάλεσε μόνον, καὶ τὰς χεῖρας ἐξεπέτασεν, ἀλλὰ καὶ τὸ τῆς ζηλοτυπίας ἐν αὐτοῖς διήγειρε πάθος, τοὺς πολλῷ καταδεεστέρους αὐτῶν (ὃ μάλιστα ποιεῖ παραζήλωσιν) εἰσάγων, οὐκ εἰς τὰ ἐκείνων  ἀγαθὰ, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν καὶ τυραννικώτερον ποιεῖ τὸ πάθος, εἰς τὰ πολλῷ μείζονα ἐκείνων  καὶ ἀναγκαιότερα, καὶ ἃ μηδὲ ὄναρ αὐτοί ποτε ἐφαντάσθησαν. Ἀλλ'  οὐδὲ οὕτως εἶξαν. Τίνος οὖν ἂν εἶεν συγγνώμης ἄξιοι  μετὰ τοσαύτης ὑπερβολῆς  τὴν  φιλονεικίαν   ἐπιδειξάμενοι;  Οὐδεμιᾶς. Ἀλλὰ τοῦτο μὲν αὐτὸς οὐ λέγει, καταλιμπάνει  δὲ ἐκ τοῦ συμπεράσματος τῶν εἰρημένων τῷ συνειδότι τῶν ἀκουόντων αὐτὸ συλλογίσασθαι, καὶ πάλιν αὐτὸ καὶ διὰ τῶν ἑξῆς κατασκευάζει μετὰ τῆς εἰωθυίας αὐτῷ σοφίας. Ὅπερ γὰρ τοῖς ἔμπροσθεν ἐποίησεν, ἀντιθέσεις εἰσάγων καὶ ἐπὶ τοῦ νόμου καὶ ἐπὶ τοῦ λαοῦ, μείζονα κατηγορίαν ἐχούσας τῆς  οὔσης, εἶτα  ἐν  τῇ  λύσει  τῇ  ἀνατρεπούσῃ  ταύτην  τοσαῦτα  συγχωρῶν,  ὅσα ἐβούλετο, καὶ τὰ πράγματα ἐδίδου, ὥστε ἀνεπαχθῆ  ποιῆσαι τὸν λόγον·  τοῦτο καὶ

ἐνταῦθα ποιεῖ, οὕτω γράφων· Λέγω οὖν, Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω; Μὴ γένοιτο. Καὶ σχῆμα διαποροῦντος εἰσάγει, ὡς ἐκ τῶν εἰρημένων λαβὼν τὴν ἀρχὴν, καὶ τὸ φοβερὸν τοῦτο θεὶς, τῇ ἀναιρέσει αὐτοῦ τὸ μετ' ἐκεῖνο λοιπὸν εὐπαράδεκτον  ποιεῖ, ὃ διὰ τῶν  ἔμπροσθεν ἁπάντων  ἐσπούδασε δεῖξαι, τοῦτο καὶ ἐνταῦθα κατασκευάζων. Ποῖον δὴ τοῦτο; Ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἕστηκε. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπε, Τὸν λαὸν, ἀλλὰ προσέθηκεν· Ὃν προέγνω.  Εἶτα ἐπάγων  ἀπόδειξιν  τοῦ μὴ ἀπῶσθαι τὸν  λαὸν,  φησί· Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Ἐγὼ, φησὶν, ὁ διδάσκαλος, ὁ κήρυξ. Ἐπεὶ οὖν  ἐδόκει  τοῦτο  ἐναντίον  εἶναι  τοῖς  ἔμπροσθεν εἰρημένοις  τοῖς λέγουσι· Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖρας πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα·  καὶ, Παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει· οὐκ ἠρκέσθη τῇ ἀπαγορεύσει, οὐδὲ τῷ εἰπεῖν, Μὴ γένοιτο, ἀλλὰ κατα 60.577 σκευάζει αὐτὸ πάλιν ἀναλαμβάνων  καὶ λέγων· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Ἀλλὰ τοῦτο οὐκ ἔστι κατασκευὴ, φησὶν, ἀλλ' ἀπόφασις. Ὅρα οὖν τὴν κατασκευὴν τήν τε προτέραν καὶ τὴν μετ' ἐκείνην. Προτέρα μὲν γάρ ἐστι τὸ δεῖξαι, ὅτι αὐτὸς ἐκεῖθεν ἦν· οὐκ ἂν δὲ, εἰ ἀπωθεῖσθαι αὐτοὺς ἔμελλεν, ᾧ τὸ κήρυγμα πᾶν καὶ τὰ πράγματα τῆς οἰκουμένης ἐνεπίστευσε, καὶ τὰ μυστήρια πάντα, καὶ τὴν οἰκονομίαν ὅλην, τοῦτον ἂν ἐκεῖθεν  ἐξελέξατο. Αὕτη μὲν οὖν μία κατασκευή· δευτέρα δὲ μετ' ἐκείνην,  τὸ εἰπεῖν· Τὸν λαὸν, ὃν προέγνω· τουτέστιν, ὃν ᾔδει σαφῶς ἐπιτήδειον  ὄντα καὶ τὴν πίστιν δεξόμενον· καὶ γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι  καὶ μυρίοι ἐξ ἐκείνων ἦσαν πιστεύσαντες. δʹ. Ἵνα γὰρ μὴ λέγῃ τις, Σὺ οὖν ὁ λαὸς εἶ; καὶ ἐπειδὴ σὺ ἐκλήθης, τὸ ἔθνος ἐκλήθη; ἐπήγαγεν· Οὐκ ἀπώσατο τὸν λαὸν αὑτοῦ, ὃν προέγνω. Ὡσανεὶ ἔλεγεν· Ἔχω μετ' ἐμοῦ τρισχιλίους, ἔχω πεντακισχιλίους,  ἔχω μυρίους. Τί οὖν; ὁ λαὸς εἰς τρισχιλίους   καὶ  πεντακισχιλίους   καὶ  μυρίους  περιέστη  τὸ  σπέρμα  ἐκεῖνο   τὸ μιμούμενον  τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ τὴν ἄμμον τὴν θαλαττίαν;  καὶ οὕτως  ἡμᾶς  ἀπατᾷς  καὶ  παραλογίζῃ,  τὸν  λαὸν  ἅπαντα  σαυτὸν  τιθεὶς,  καὶ  τοὺς ὀλίγους   τοὺς   μετὰ  σοῦ;   καὶ  κεναῖς   ἡμᾶς  ἐφύσησας  ἐλπίσι   τὴν   ἐπαγγελίαν πεπληρῶσθαι   λέγων,   πάντων   ἀπολλυμένων,    καὶ   εἰς   ὀλίγους   τῆς   σωτηρίας περιστάσης;  Κόμπος ταῦτα  καὶ  τῦφος,  καὶ  οὐκ  ἀνασχοίμεθα  τῶν  σοφισμάτων τούτων. Ἵν' οὖν μὴ ταῦτα λέγωσιν, ὅρα πῶς διὰ τῶν ἑξῆς τὴν λύσιν ἐπάγει, τὴν μὲν ἀντίθεσιν  οὐ θεὶς, πρὸ δὲ τῆς ἀντιθέσεως  τὴν λύσιν αὐτῆς ἀπὸ παλαιᾶς  ἱστορίας κατασκευάζων. Τίς οὖν ἡ λύσις; Οὐκ οἴδατε ἐν Ἠλίᾳ, φησὶ, τί λέγει ἡ Γραφή; ὡς ἐντυγχάνει  τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ; Κύριε, τοὺς προφήτας  σου ἀπέκτειναν,  τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Ἀλλὰ  τί  λέγει  αὐτῷ  ὁ  χρηματισμός; Κατέλιπον  ἐμαυτῷ  ἑπτακισχιλίους  ἄνδρας, οἵτινες  οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν  χάριτος γέγονεν.  Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστιν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαόν· εἰ γὰρ ἀπώσατο, οὐδένα ἂν ἐδέξατο· εἰ δὲ ἐδέξατό τινας, οὐκ ἀπώσατο. Καὶ μὴν, φησὶν, εἰ μὴ ἀπώσατο, πάντας  ἂν ἐδέξατο. Οὐδαμῶς. Καὶ γὰρ ἐπὶ Ἠλίᾳ ἐν ἑπτακισχιλίοις  περιέστη τὰ  τῆς  σωτηρίας,  καὶ  νῦν  δὲ εἰκὸς  πολλοὺς  εἶναι  τοὺς πεπιστευκότας. Εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδὲν, ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ἠγνόει· ἀλλ' ὁ Θεὸς ᾠκονόμει τὰ ἑαυτοῦ, καὶ τοῦ προφήτου  ἀγνοοῦντος.  Σκόπει δὲ  αὐτοῦ  σύνεσιν, πῶς  ἐν  τῷ  κατασκευάζειν  τὸ προκείμενον, λανθανόντως  τὴν κατηγορίαν αὐτῶν αὔξει. ∆ιὰ γὰρ τοῦτο καὶ πάσης ἐμνήσθη  τῆς  μαρτυρίας,  ἵνα  αὐτῶν  ἐκπομπεύσῃ  τὴν  ἀγνωμοσύνην,  καὶ  δείξῃ τοιούτους ἄνωθεν ὄντας. Εἰ γὰρ μὴ τοῦτο ἤθελεν, ἀλλ' ἓν μόνον δεῖξαι ἐσπούδαζεν, ὅτι ἐν τοῖς ὀλίγοις ὁ λαὸς, εἶπεν ἂν, ὅτι καὶ ἐπὶ Ἠλία ἑπτακισχίλιοι ὑπελείφθησαν· νυνὶ  δὲ  ἄνωθεν  ἀναγινώσκει  τὴν  μαρτυρίαν  ἅπασαν. Πανταχοῦ  γὰρ  ἐσπούδακε δεῖξαι  οὐδὲν  ξένον  ποιήσαντας  ἐπὶ  τοῦ  Χριστοῦ καὶ  τῶν  ἀποστόλων,  ἀλλὰ  τὰ

συνήθη  καὶ μεμελετημένα.  Ἵνα  γὰρ μὴ λέγωσιν,  ὅτι  Ὡς πλάνον  ἀνείλομεν  τὸν Χριστὸν, καὶ ὡς ἀπατεῶνας διώκομεν τοὺς ἀποστόλους, παράγει τὴν μαρτυρίαν τὴν λέγουσαν· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν,  καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν.  Εἶτα, ὥστε  μὴ  ποιῆσαι  τὸν  λόγον  ἐπαχθῆ,  ἑτέραν  τῇ  τῆς  60.578 μαρτυρίας παραγωγῇ περιτίθησιν αἰτίαν. Οὐ γὰρ ὡς προηγουμένως  αὐτῶν κατηγορῆσαι βουλόμενος  παράγει, ἀλλ' ὡς ἕτερά τινα  ἀποδεῖξαι σπουδάζων· καὶ ἀποστερεῖ πάσης αὐτοὺς συγγνώμης καὶ ἀπὸ τῶν ἔμπροσθεν γεγενημένων.  Ὅρα γὰρ πῶς ἐπιτεταμένη ἡ κατηγορία καὶ ἀπὸ τοῦ προσώπου γίνεται. Οὐδὲ γὰρ Παῦλός ἐστιν ὁ κατηγορῶν, οὐδὲ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἀλλ' ὁ μάλιστα πάντων παρ' αὐτοῖς θαυμασθεὶς, τῶν προφητῶν  τὸ κεφάλαιον,  ὁ τῷ Θεῷ φίλος, ὁ ὑπὲρ αὐτῶν οὕτω ζηλώσας, ὡς καὶ λιμῷ παραδοθῆναι, ὁ μέχρι σήμερον μηδέπω τετελευτηκώς. Τί οὖν οὗτός φησι; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν,  καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν,  καὶ  ὑπελείφθην   ἐγὼ  μόνος,  καὶ  ζητοῦσι  τὴν  ψυχήν  μου.  Τί  τῆς θηριωδίας ταύτης ὠμότερον γένοιτ' ἄν; ∆έον γὰρ παρακαλεῖν ὑπὲρ τῶν ἤδη πλημμεληθέντων, οἱ δὲ καὶ αὐτὸν ἐβούλοντο ἀνελεῖν· ἅπερ ἅπαντα πάσης ἀπεστέρει συγγνώμης αὐτούς. Οὐδὲ γὰρ τοῦ λιμοῦ κρατοῦντος, ἀλλὰ τῆς εὐετηρίας γενομένης, καὶ τῆς αἰσχύνης λυθείσης, καὶ τῶν δαιμόνων καταισχυνθέντων,  καὶ τῆς τοῦ Θεοῦ δειχθείσης δυνάμεως, καὶ τοῦ βασιλέως ὑποκύψαντος, ἐτόλμων ταῦτα ἐκεῖνοι, ἀπὸ φόνων εἰς φόνους μεταβαίνοντες, καὶ τοὺς διδασκάλους καὶ διορθοῦντας αὐτῶν τὴν γνώμην ἀναιροῦντες. Τί γὰρ ἂν ἔχοιεν εἰπεῖν; μὴ καὶ ἐκεῖνοι πλάνοι; μὴ καὶ ἐκείνους οὐκ ᾔδεισαν πόθεν ἦσαν; Ἀλλ' ἐλύπουν ὑμᾶς; Ἀλλὰ καὶ χρηστὰ ἔλεγον. Τί δὲ καὶ τὰ θυσιαστήρια; μὴ καὶ τὰ θυσιαστήρια ἐλύπει; μὴ καὶ αὐτὰ παρώξυνεν;  Ὅρα πόσης φιλονεικίας, πόσης ὕβρεως ἐξήνεγκαν ἀεὶ δείγματα. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος,  Θεσσαλονικεῦσι γράφων·  Τὰ  αὐτὰ  ἐπάθετε  καὶ  ὑμεῖς  ὑπὸ  τῶν  ἰδίων συμφυλετῶν,   καθὼς   καὶ   αὐτοὶ   ὑπὸ   τῶν   Ἰουδαίων,   τῶν   καὶ   τὸν   Κύριον ἀποκτεινάντων καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων,  καὶ τῷ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.  Ὅπερ οὖν καὶ ἐνταῦθά φησιν, ὅτι καὶ τὰ θυσιαστήρια κατέσκαψαν, καὶ τοὺς προφήτας  ἀνεῖλον.  Ἀλλὰ τί λέγει  αὐτῷ  ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Τί οὖν ἐκεῖνα πρὸς τὰ παρόντα, φησί; Καὶ σφόδρα μὲν οὖν πρὸς τὰ παρόντα.
∆είκνυσι γὰρ ἐντεῦθεν, ὅτι τοὺς ἀξίους ἀεὶ σώζειν ὁ Θεὸς εἴωθε, κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειμένη. Καὶ τοῦτο ἄνωθεν ἔδειξε δι' ὧν ἔλεγεν· Ἐὰν ᾖ ὁ ἀριθμὸς
τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ ἐγκατάλειμμα σωθήσεται· καὶ, Εἰ μὴ
Κύριος Σαβαὼθ ἐγκατέλιπεν  ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν.  ∆είκνυσι δὲ καὶ ἐντεῦθεν· διὸ καὶ ἐπάγει λέγων· Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν. εʹ. Ὅρα ἑκάστην λέξιν τὴν οἰκείαν εὐγένειαν διασώζουσαν, καὶ τὴν τοῦ Θεοῦ χάριν καὶ τὴν τῶν σωζομένων εὐγνωμοσύνην  ἐμφαίνουσαν. Τῷ μὲν γὰρ εἰπεῖν, Ἐκλογὴν, ἔδειξεν ἐκείνων  τὴν δοκιμήν· τῷ δὲ εἰπεῖν, Χάριτος, ἔδειξε τοῦ Θεοῦ τὴν δωρεάν. Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Πάλιν ἐπιπηδᾷ τῇ φιλονεικίᾳ   τῶν  Ἰουδαίων  μετὰ  τῶν  εἰρημένων,  καὶ  ἐνταῦθα  ἐναντιοῦται,  καὶ ἐντεῦθεν αὐτοὺς ἀποστερεῖ συγγνώμης. Οὐδὲ γὰρ ἔχετε, φησὶν, εἰπεῖν, ὅτι προ 60.579 φῆται μὲν ἐκάλουν, καὶ ὁ Θεὸς παρεκάλει, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἱκανὴ  ἡμᾶς  ἐπισπάσασθαι ἦν·  φορτικὰ  δὲ  τὰ  ἐπιταττόμενα,  καὶ  διὰ  τοῦτο  οὐκ ἠδυνήθημεν προσελθεῖν, ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούμεθα, καὶ κατορθώματα ἐπίπονα· οὐδὲ γὰρ τοῦτο ἐστιν εἰπεῖν. Πῶς γὰρ ἂν ταῦτα ἀπῄτησεν ὁ Θεὸς παρ' ὑμῶν, ὁπότε καὶ τὴν χάριν  αὐτοῦ τοῦτο ἐπισκιάζειν ἔμελλε; Ταῦτα δὲ εἶπε βουλόμενος ἐνδείξασθαι, ὅτι  σφόδρα ἐβούλετο  αὐτοὺς  σωθῆναι.  Οὐδὲ γὰρ ἡ σωτηρία αὐτοῖς προεχώρει μόνον εὐκόλως, ἀλλὰ καὶ τῷ Θεῷ δόξα μεγίστη ἦν, τὸ τὴν φιλανθρωπίαν

ἐπιδείξασθαι τὴν ἑαυτοῦ. Τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούμενος ἔργα; τί δὲ στασιάζεις καὶ φιλονεικεῖς,  χάριτος προκειμένης, καὶ νόμον μοι προβάλλῃ εἰκῆ καὶ  μάτην;  Οὔτε γὰρ  ἐκεῖθεν  σωθήσῃ, καὶ  ταύτην  λυμανῇ  τὴν  δωρεάν.  Εἰ γὰρ φιλονεικεῖς  ἐκεῖθεν  σώζεσθαι, ἀναιρεῖς  τοῦ Θεοῦ τὴν χάριν ταύτην. Εἶτα, ἵνα μὴ νομίσωσι  τοῦτο  ξένον  εἶναι,  προλαβὼν  καὶ  τοὺς  ἑπτακισχιλίους  ἐκείνους  ἀπὸ χάριτος ἔφη σεσῶσθαι. Ὅταν γὰρ εἴπῃ, ὅτι οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονε, δείκνυσιν ὅτι καὶ ἐκεῖνοι χάριτι ἐσώθησαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Κατέλιπον ἐμαυτῷ· τοῦτο γὰρ ἐμφαίνοντός ἐστιν, ὅτι τὸ πλέον  αὐτὸς εἰσήνεγκε. Καὶ εἰ χάριτι, φησὶν, διὰ τί μὴ πάντες  σωζόμεθα; Ὅτι μὴ βούλεσθε· ἡ γὰρ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σώζει, οὐ τοὺς μὴ βουλομένους καὶ ἀποστρεφομένους αὐτὴν, καὶ πολεμοῦντας αὐτῇ διηνεκῶς καὶ ἐναντιουμένους. Εἶδες πῶς δι' ὅλου ἐκεῖνο κατασκευάζει, τὸ, Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ, δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία, καὶ ὅτι οὗτοι, εἰ καὶ ὀλίγοι εἰσὶ, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ· καίτοι γε ἐν προοιμίοις τῆς Ἐπιστολῆς μετὰ πλείονος αὐτὸ τῆς ὑπερβολῆς τέθεικεν  εἰπών·  Τί γὰρ, εἰ ἠπίστησάν τινες;  καὶ μηδὲ μέχρι τούτου στὰς, ἀλλὰ ἐπαγαγών· Γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Καὶ νῦν δὲ πάλιν ἑτέρως αὐτὸ κατασκευάζει, καὶ τῆς χάριτος δείκνυσι τὴν ἰσχὺν, καὶ ἀεὶ τοὺς μὲν σωζομένους, τοὺς δὲ ἀπολλυμένους.  Εὐχαριστῶμεν τοίνυν,  ὅτι τῶν σωζομένων γεγόναμεν, καὶ μὴ δυνηθέντες ἀπὸ τῶν ἔργων σωθῆναι, ἐσώθημεν ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς. Εὐχαριστοῦντες δὲ, μὴ ῥήμασι τοῦτο ποιῶμεν μόνον, ἀλλὰ καὶ ἔργοις καὶ πράξεσιν. Αὕτη γὰρ ἡ εὐχαριστία ἡ ἀκριβὴς, ὅταν ταῦτα πράττωμεν, δι' ὧν ὁ Θεὸς δοξάζεσθαι μέλλει·  ὅταν  ἐκεῖνα  φύγωμεν,  ὧν  ἀπηλλάγημεν.  Καὶ γὰρ εἰ βασιλέα ὑβρίσαντες, ἀντὶ τοῦ δοῦναι δίκην ἐτιμήθημεν, εἶτα πάλιν ὑβρίσαμεν, ἅτε ἐσχάτης ἀχαριστίας ἁλόντες, τὴν ἐσχάτην δικαίως ἂν ἐδώκαμεν δίκην, καὶ πολλῷ μείζονα τῆς προτέρας. Οὐδὲ γὰρ οὕτως ἡμᾶς ἀχαρίστους ἡ προτέρα ὕβρις ἐδείκνυ, ὡς ἡ  μετὰ  τὴν   τιμὴν   καὶ  τὴν   πολλὴν   θεραπείαν.  Φύγωμεν  τοίνυν   ἐκεῖνα,  ὧν ἀπηλλάγημεν,  καὶ  μὴ  τῷ  στόματι  μόνον  εὐχαριστῶμεν,  ἵνα  μὴ  καὶ  περὶ  ἡμῶν λέγηται· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ μὲν οὐρανοὶ διηγῶνται  δόξαν Θεοῦ, σὺ δὲ, δι' ὃν οἱ οὐρανοὶ οἱ δοξάζοντες ἐγένοντο,  τοιαῦτα  πράττεις  ὡς βλασφημεῖσθαι διὰ σὲ τὸν ποιήσαντά σε Θεόν; ∆ιά τοι τοῦτο οὐκ ἐκεῖνος μόνον ὁ βλασφημῶν, ἀλλὰ καὶ σὺ λοιπὸν ὑπεύθυνος εἶ τῆς κολάσεως. Οὐδὲ γὰρ οἱ οὐρανοὶ φωνὴν ἀφιέντες δοξάζουσι τὸν Θεὸν, ἀλλ' ἑτέρους διὰ τῆς ὄψεως εἰς τοῦτο παρασκευάζοντες, 60.580 καὶ ὅμως αὐτοὶ λέγονται  διηγεῖσθαι δόξαν Θεοῦ. Οὕτω καὶ οἱ παρεχόμενοι βίον θαυμαστὸν, κἂν σιγῶσι, τὸν  Θεὸν δοξάζουσιν, ἑτέρων  δι' αὐτοὺς αὐτὸν  δοξαζόντων.  Οὐ γὰρ οὕτως  ἀπὸ  τοῦ  οὐρανοῦ  θαυμάζεται,  ὡς  ἀπὸ  βίου  καθαροῦ.  Ὅταν  γοῦν  πρὸς Ἕλληνας   διαλεγώμεθα,   οὐ   τὸν   οὐρανὸν   εἰς   μέσον  παράγομεν,   ἀλλὰ   τοὺς ἀνθρώπους, οὓς θηρίων χεῖρον διακειμένους ἔπεισε γενέσθαι ἐφαμίλλους ἀγγέλοις. Καὶ ταύτην λέγοντες  τὴν μεταβολὴν, ἐμφράττομεν  αὐτῶν  τὰ στόματα.   ʹ. Καὶ γὰρ πολὺ βελτίων τοῦ οὐρανοῦ ἄνθρωπος, καὶ δύναται λαμπροτέραν τοῦ κάλλους αὐτοῦ κεκτῆσθαι ψυχήν. Οὗτος μὲν γὰρ ὁρώμενος ἐπὶ τοσοῦτον χρόνον, οὐ σφόδρα ἔπεισε· Παῦλος δὲ ὀλίγον  κηρύξας χρόνον, τὴν οἰκουμένην  ἐφειλκύσατο  πᾶσαν. Καὶ γὰρ ἐκέκτητο ψυχὴν τοῦ οὐρανοῦ οὐχ ἥττονα, πάντας ἐπισπάσασθαι δυναμένην. Ἡ μὲν γὰρ ἡμετέρα οὐδὲ τῆς γῆς ἐστιν ἀξία, ἡ δὲ ἐκείνου καὶ τῶν οὐρανῶν ἀνταξία. Οὗτος μὲν γὰρ ἕστηκε τὸν οἰκεῖον φυλάττων  ὅρον καὶ τὸν κανόνα· τῆς ἐκείνου ψυχῆς τὸ ὕψος ἅπαντας ὑπερέβη τοὺς οὐρανοὺς, καὶ αὐτῷ ὁμιλεῖ τῷ Χριστῷ· καὶ τὸ κάλλος δὲ αὐτῆς  τοιοῦτον  ἦν,  ὡς  καὶ  τὸν  Θεὸν ἀνακηρύττειν  αὐτό. Τὰ μὲν  γὰρ ἄστρα οἱ ἄγγελοι ἐθαύμασαν ὅτε ἐγένετο· τοῦτον δὲ αὐτὸς ἐθαύμασεν εἰπών· Σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος. Καὶ τοῦτον  μὲν  τὸν  οὐρανὸν  νεφέλη  πολλάκις  ἐκάλυψε· τὴν  δὲ

Παύλου  ψυχὴν  οὐδεὶς  ἐκάλυψε  πειρασμὸς,  ἀλλ'  ἐν  τοῖς  χειμῶσι  λαμπρότερος ἐφαίνετο σταθηρᾶς μεσημβρίας, καὶ ὁμοίως ἔλαμπεν, ὥσπερ οὖν καὶ πρὸ τῶν νεφῶν. Ὁ γὰρ ἐν αὐτῷ φαίνων ἥλιος οὐ τοιαύτας ἠφίει τὰς ἀκτῖνας, ὡς συσκιάζεσθαι τῇ τῶν πειρασμῶν συνδρομῇ, ἀλλὰ καὶ τότε μᾶλλον ἐξέλαμπον. ∆ιὸ καὶ ἔλεγεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ζηλώσωμεν τοίνυν αὐτὸν, καὶ οὐδὲν ἔσται οὐδὲ πρὸς ἡμᾶς οὗτος ὁ οὐρανὸς, ἐὰν θέλωμεν, οὔτε ὁ ἥλιος, οὔτε ὁ κόσμος ἅπας· ταῦτα γὰρ δι' ἡμᾶς, οὐχ ἡμεῖς διὰ ταῦτα. ∆είξωμεν, ὅτι ἄξιοί ἐσμεν τοῦ γεγενῆσθαι  ταῦτα  δι'  ἡμᾶς.  Ἂν  γὰρ  τούτων  ἀνάξιοι  φανῶμεν,   πῶς  βασιλείας ἐσόμεθα ἄξιοι; Καὶ εἰ ἀνάξιοι πάντες τὸν ἥλιον ὁρᾷν, ὅσοι εἰς βλασφημίαν ζῶσι τοῦ Θεοῦ· ἀνάξιοι τῶν κτισμάτων ἀπολαύειν τῶν δοξαζόντων αὐτὸν οἱ βλασφημοῦντες αὐτόν· ἐπεὶ καὶ υἱὸς πατέρα ὑβρίζων, ἀνάξιος οἰκετῶν  εὐδοκιμούντων  ἀπολαύειν διακονίας. ∆ιά τοι τοῦτο ταῦτα μὲν καὶ πολλῆς ἀπολαύσεται δόξης· ἡμεῖς δὲ κόλασιν ὑποστησόμεθα καὶ τιμωρίαν. Πόσης οὖν ἀθλιότητος ἂν εἴη, τὴν μὲν κτίσιν τὴν διὰ σὲ γενομένην  εἰς ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ σχηματίζεσθαι, ἡμᾶς δὲ τοὺς τέκνα τοῦ Θεοῦ γενομένους, διὰ τὴν πολλὴν ῥᾳθυμίαν εἰς ἀπώλειαν πέμπεσθαι καὶ γέενναν, δι' οὓς ἡ κτίσις τῆς μεγάλης ἀπολαύσεται εὐημερίας ἐκείνης; Ἵν' οὖν μὴ τοῦτο γένηται, οἱ μὲν καθαρὰν κεκτημένοι ψυχὴν, φυλάξωμεν αὐτὴν τοιαύτην· μᾶλλον δὲ καὶ ἐπιτείνωμεν αὐτῆς τὴν λαμπηδόνα· οἱ δὲ ῥυπῶσαν ἔχοντες, μὴ ἀπογνῶμεν.  Ἐὰν  γὰρ  ὦσι,  φησὶν,  αἱ  ἁμαρτίαι  ὑμῶν  ὡς  φοινικοῦν,   ὡς  χιόνα λευκανῶ· καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Ὅταν δὲ ὁ Θεὸς ἐπαγγέλληται, μὴ ἀμφίβαλλε, ἀλλ' ἐκεῖνα ποίει, δι' ὧν ἐπισπάσασθαι τὰς ἐπαγγελίας ταύτας δυνήσῃ. Μυρία σοι εἴργασται δεινὰ καὶ πεπλημμέληται; Καὶ τί τοῦτο; Οὐδέπω γὰρ εἰς τὸν ᾅδην ἀπῆλθες, ἔνθα οὐδεὶς ἐξομολογήσεται· οὐδέπω σου τὸ θέατρον λέλυται, ἀλλ' εἴσω τοῦ σκάμματος ἕστηκας, καὶ δύνασαι καὶ δι' ἐσχάτης πάλης πάσας ἀναπαλαῖσαι τὰς ἥττας. Οὔπω 60.581 γέγονας, ἔνθα που ὁ πλούσιος, ἵνα ἀκούσῃς, ὅτι
60.581 Χάος ἐστὶ μεταξὺ  ἡμῶν  καὶ  ὑμῶν·  οὔπω  γὰρ παρεγένετο  ὁ νυμφίος  ἵνα φοβηθῇ τις μεταδοῦναι ἐλαίου· ἔτι δύνασαι ἀγοράσαι καὶ ἀποθέσθαι. Καὶ οὐκ ἔστιν οὐδέπω ὁ λέγων· Μήποτε οὐ μὴ ἀρκέσῃ καὶ ἡμῖν καὶ ὑμῖν· ἀλλ' εἰσὶν οἱ πωλοῦντες πολλοὶ,  οἱ  γυμνοὶ,  οἱ  πεινῶντες,   οἱ  ἀῤῥωστοῦντες,  οἱ  δεσμωτήριον  οἰκοῦντες. Θρέψον τούτους, ἔνδυσον ἐκείνους, ἐπίσκεψαι τοὺς κειμένους, καὶ ὑπὲρ τὰς πηγὰς ἥξει τὸ ἔλαιον. Οὔπω τοῦ λογοθεσίου ἐφέστηκεν ἡ ἡμέρα. Χρῆσαι καὶ εἰς δέον τῷ καιρῷ, καὶ χρεῶν  ἀποκοπὰς ποίησον, καὶ τῷ ὀφείλοντι  τοὺς ἑκατὸν  βάτους τοῦ ἐλαίου εἰπέ· ∆έξαι σου τὸ γραμματεῖον, καὶ ποίησον πεντήκοντα. Καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ ῥημάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁμοίως ποίει, τὸν οἰκονόμον ἐκεῖνον μιμούμενος· καὶ ταῦτα καὶ σεαυτῷ καὶ τοῖς συγγενέσι παραίνει. Ἔτι γὰρ εἶ κύριος τοῦ  ταῦτα  λέγειν·  οὐδέπω  κατέστης  εἰς  ἀνάγκην  τοῦ  παρακαλεῖν  ἕτερον  ὑπὲρ τούτων, ἀλλ' ἐξουσίαν ἔχεις καὶ σεαυτῷ καὶ ἑτέροις συμβουλεύειν· ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, οὐδέτερον τούτων  δυνήσῃ ποιεῖν  εἰς δέον· εἰκότως. Ὁ γὰρ τοσαύτην λαβὼν προθεσμίαν, καὶ μήτε σαυτὸν μήτε ἕτερον ὠφελήσας, πῶς λοιπὸν ὑπὸ ταῖς χερσὶ τοῦ δικαστοῦ γενόμενος, δυνήσῃ ταύτης ἐπιτυχεῖν τῆς χάριτος; Ταῦτα οὖν ἅπαντα συλλέγοντες, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ μὴ προδῶμεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου. Ἔστι γὰρ, ἔστι καὶ εἰς ἐσχάτας ἀναπνοὰς εὐαρεστῆσαι τῷ Θεῷ· ἔστι καὶ ἀπὸ διαθήκης εὐδοκιμῆσαι, οὐχ οὕτω μὲν ὡς ζῶντα· ἔστι δὲ ὅμως. Πῶς καὶ τίνι τρόπῳ; Ἂν ἐγγράψῃς αὐτὸν μετὰ τῶν σῶν κληρονόμων, καὶ μοῖραν καὶ αὐτῷ τοῦ παντὸς  ἀπονείμῃς  κλήρου. Οὐκ ἔθρεψας αὐτὸν ζῶν; Κἂν ἀπελθὼν,  ὅτε οὐκέτι κύριος εἶ, μετάδος αὐτῷ τῶν σῶν· φιλάνθρωπός  ἐστιν, οὐκ ἀκριβολογεῖται πρὸς σέ. Μείζονος μὲν γὰρ πόθου καὶ πλείονος μισθοῦ, τὸ ζῶντά σε τρέφειν αὐτόν· εἰ δὲ τοῦτο αὐτὸ μὴ πεποίηκας, κἂν ἐπὶ τὸ δεύτερον ἐλθέ· συγκληρονόμον αὐτὸν ἄφες τοῖς  παισὶ  τοῖς  σοῖς.  Εἰ  δὲ  καὶ  τοῦτο  ὀκνεῖς,  ἐννόησον,  ὅτι  ὁ  πατὴρ  αὐτοῦ

συγκληρονόμον αὐτοῦ σε ἐποίησε, καὶ κατάλυσον τὴν ἀπανθρωπίαν. Τίνα γὰρ ἕξεις ἀπολογίαν,  μηδὲ τῶν  παίδων  τῶν  σῶν κοινωνὸν  αὐτὸν ποιῶν, τὸν κοινωνόν  σε ποιήσαντα τῶν οὐρανῶν, καὶ σφαγέντα διὰ σέ; καίτοι γε αὐτὸς πάντα ὅσα ἐποίησεν, οὐκ ὀφειλὴν ἀποδιδοὺς ἐποίησεν, ἀλλὰ χάριν ἐπιδεικνύμενος· σὺ δὲ μετὰ τοσαύτας εὐεργεσίας καὶ ὀφειλέτης κατέστης. Ἀλλ' ὅμως καὶ τούτων οὕτως ἐχόντων, ὡς χάριν λαμβάνων,  οὐχ  ὡς  ὀφειλὴν  ἀπαιτῶν,  οὕτω  σε στεφανοῖ,  καὶ  ταῦτα,  τὰ  αὑτοῦ μέλλων λαμβάνειν. ζʹ. ∆ὸς τοίνυν αὐτῷ χρήματα τά σοι λοιπὸν ἄχρηστα, καὶ ὧν οὐκ εἶ κύριος, καὶ δώσει σοι βασιλείαν τήν σοι χρησίμην διηνεκῶς, καὶ μετ' ἐκείνης καὶ τὰ ἐνταῦθα χαριεῖται. Ἂν γὰρ γένηται συγκληρονόμος τῶν παίδων, ἐπικουφίζει τὴν ὀρφανίαν  αὐτοῖς, λύει τὰς ἐπηρείας, ἀποκρούεται τὰς ἐπιβουλὰς, ἐμφράττεται  τὰ στόματα τῶν συκοφαντῶν· κἂν αὐτοὶ μὴ δύνωνται προστῆναι τῶν διαθηκῶν, αὐτὸς προστήσεται, καὶ  οὐκ  ἀφήσει  διαῤῥαγῆναι.  Εἰ δὲ  καὶ  τοῦτο  συγχωρήσει, 60.582 ἀναπληροῖ  παρ' ἑαυτοῦ τὰ ἐγγεγραμμένα  ἅπαντα  μετὰ πλείονος  τῆς φιλοτιμίας, ἐπειδὴ ἐτιμήθη  τῷ ἐγγραφῆναι  ἅπαξ. Ἄφες  τοίνυν  αὐτὸν  κληρονόμον·  πρὸς γὰρ αὐτὸν  ἀπιέναι  μέλλεις·  αὐτός  σοι δικάζει  τὴν  δίκην  τῶν  ἐνταῦθα  γεγενημένων ἁπάντων. Ἀλλὰ γάρ εἰσί τινες οὕτως ἄθλιοι καὶ ταλαίπωροι, οἳ μηδὲ παῖδας ἔχοντες οὐκ ἀνέχονται τοῦτο ποιεῖν, ἀλλὰ πα60.581 Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· οὔπω γὰρ παρεγένετο ὁ νυμφίος ἵνα φοβηθῇ τις μεταδοῦναι ἐλαίου· ἔτι δύνασαι ἀγοράσαι καὶ ἀποθέσθαι. Καὶ οὐκ ἔστιν οὐδέπω ὁ λέγων· Μήποτε οὐ μὴ ἀρκέσῃ καὶ ἡμῖν καὶ ὑμῖν· ἀλλ' εἰσὶν οἱ πωλοῦντες  πολλοὶ, οἱ γυμνοὶ, οἱ πεινῶντες,  οἱ ἀῤῥωστοῦντες, οἱ δεσμωτήριον οἰκοῦντες. Θρέψον τούτους, ἔνδυσον ἐκείνους, ἐπίσκεψαι τοὺς κειμένους, καὶ ὑπὲρ τὰς πηγὰς ἥξει τὸ ἔλαιον. Οὔπω τοῦ λογοθεσίου ἐφέστηκεν ἡ ἡμέρα.  Χρῆσαι καὶ  εἰς  δέον  τῷ  καιρῷ,  καὶ  χρεῶν  ἀποκοπὰς  ποίησον,  καὶ  τῷ ὀφείλοντι  τοὺς  ἑκατὸν  βάτους  τοῦ  ἐλαίου  εἰπέ· ∆έξαι σου τὸ  γραμματεῖον,  καὶ ποίησον  πεντήκοντα.  Καὶ ἐπὶ  χρημάτων  καὶ  ἐπὶ  ῥημάτων  καὶ  ἐπὶ  τῶν  ἄλλων ἁπάντων  ὁμοίως ποίει, τὸν οἰκονόμον ἐκεῖνον μιμούμενος· καὶ ταῦτα καὶ σεαυτῷ καὶ τοῖς συγγενέσι παραίνει. Ἔτι γὰρ εἶ κύριος τοῦ ταῦτα λέγειν· οὐδέπω κατέστης εἰς ἀνάγκην τοῦ παρακαλεῖν ἕτερον ὑπὲρ τούτων, ἀλλ' ἐξουσίαν ἔχεις καὶ σεαυτῷ καὶ ἑτέροις συμβουλεύειν· ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, οὐδέτερον τούτων δυνήσῃ ποιεῖν εἰς δέον· εἰκότως. Ὁ γὰρ τοσαύτην λαβὼν προθεσμίαν, καὶ μήτε σαυτὸν μήτε ἕτερον ὠφελήσας,  πῶς  λοιπὸν  ὑπὸ  ταῖς  χερσὶ τοῦ  δικαστοῦ γενόμενος,  δυνήσῃ  ταύτης ἐπιτυχεῖν τῆς χάριτος; Ταῦτα οὖν ἅπαντα συλλέγοντες, ἐχώμεθα σφοδρῶς τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ μὴ προδῶμεν τὴν εὐκαιρίαν τοῦ παρόντος βίου. Ἔστι γὰρ, ἔστι καὶ εἰς ἐσχάτας ἀναπνοὰς  εὐαρεστῆσαι τῷ Θεῷ· ἔστι καὶ ἀπὸ διαθήκης εὐδοκιμῆσαι, οὐχ  οὕτω  μὲν  ὡς  ζῶντα·  ἔστι δὲ  ὅμως.  Πῶς καὶ  τίνι  τρόπῳ;  Ἂν ἐγγράψῃς αὐτὸν μετὰ τῶν σῶν κληρονόμων, καὶ μοῖραν καὶ αὐτῷ τοῦ παντὸς ἀπονείμῃς  κλήρου. Οὐκ ἔθρεψας αὐτὸν  ζῶν; Κἂν ἀπελθὼν,  ὅτε οὐκέτι κύριος εἶ, μετάδος αὐτῷ τῶν σῶν· φιλάνθρωπός  ἐστιν, οὐκ ἀκριβολογεῖται πρὸς σέ. Μείζονος μὲν γὰρ πόθου καὶ πλείονος μισθοῦ, τὸ ζῶντά σε τρέφειν αὐτόν· εἰ δὲ τοῦτο αὐτὸ μὴ πεποίηκας, κἂν ἐπὶ τὸ δεύτερον ἐλθέ· συγκληρονόμον αὐτὸν ἄφες τοῖς παισὶ τοῖς σοῖς. Εἰ δὲ καὶ τοῦτο ὀκνεῖς, ἐννόησον, ὅτι ὁ πατὴρ αὐτοῦ συγκληρονόμον αὐτοῦ σε ἐποίησε, καὶ κατάλυσον  τὴν  ἀπανθρωπίαν.  Τίνα γὰρ ἕξεις ἀπολογίαν,  μηδὲ τῶν παίδων τῶν σῶν κοινωνὸν αὐτὸν ποιῶν, τὸν κοινωνόν σε ποιήσαντα τῶν οὐρανῶν, καὶ σφαγέντα διὰ σέ; καίτοι γε αὐτὸς πάντα ὅσα ἐποίησεν, οὐκ ὀφειλὴν  ἀποδιδοὺς ἐποίησεν,  ἀλλὰ   χάριν   ἐπιδεικνύμενος·   σὺ  δὲ  μετὰ  τοσαύτας  εὐεργεσίας  καὶ ὀφειλέτης  κατέστης. Ἀλλ' ὅμως καὶ τούτων  οὕτως ἐχόντων,  ὡς χάριν λαμβάνων, οὐχ  ὡς  ὀφειλὴν   ἀπαιτῶν,   οὕτω  σε  στεφανοῖ,  καὶ  ταῦτα,  τὰ  αὑτοῦ  μέλλων λαμβάνειν.  ζʹ.  ∆ὸς τοίνυν  αὐτῷ  χρήματα  τά σοι λοιπὸν  ἄχρηστα, καὶ ὧν  οὐκ εἶ κύριος, καὶ δώσει σοι βασιλείαν τήν σοι χρησίμην διηνεκῶς, καὶ μετ' ἐκείνης καὶ τὰ

ἐνταῦθα χαριεῖται. Ἂν γὰρ γένηται  συγκληρονόμος τῶν  παίδων,  ἐπικουφίζει  τὴν ὀρφανίαν  αὐτοῖς, λύει τὰς ἐπηρείας, ἀποκρούεται τὰς ἐπιβουλὰς, ἐμφράττεται  τὰ στόματα τῶν συκοφαντῶν· κἂν αὐτοὶ μὴ δύνωνται προστῆναι τῶν διαθηκῶν, αὐτὸς προστήσεται, καὶ  οὐκ  ἀφήσει  διαῤῥαγῆναι.  Εἰ δὲ  καὶ  τοῦτο  συγχωρήσει, 60.582 ἀναπληροῖ  παρ' ἑαυτοῦ τὰ ἐγγεγραμμένα  ἅπαντα  μετὰ πλείονος  τῆς φιλοτιμίας, ἐπειδὴ ἐτιμήθη  τῷ ἐγγραφῆναι  ἅπαξ. Ἄφες  τοίνυν  αὐτὸν  κληρονόμον·  πρὸς γὰρ αὐτὸν  ἀπιέναι  μέλλεις·  αὐτός  σοι δικάζει  τὴν  δίκην  τῶν  ἐνταῦθα  γεγενημένων ἁπάντων. Ἀλλὰ γάρ εἰσί τινες οὕτως ἄθλιοι καὶ ταλαίπωροι, οἳ μηδὲ παῖδας ἔχοντες οὐκ ἀνέχονται  τοῦτο ποιεῖν, ἀλλὰ παρασίτοις καὶ κόλαξι, καὶ τῷ δεῖνι καὶ τῷ δεῖνι μᾶλλον  καταδέχονται  τὰ αὑτῶν  διανέμειν,  ἢ τῷ  τοσαῦτα αὐτοὺς  εὐεργετήσαντι Χριστῷ· ὧν τί γένοιτ' ἂν ἀλογώτερον; Τοὺς γὰρ τοιούτους, κἂν ὄνοις, κἂν λίθοις τις παραβάλοι, οὐδὲν οὐδέπω τῆς ἀνοίας αὐτῶν καὶ τῆς ἀναισθησίας ἄξιον ἐρεῖ, οὐδ' ἂν εὕροι τις εἰκόνα τὴν μανίαν αὑτῶν παραστῆσαι δυναμένην, καὶ τὴν παραφροσύνην. Ποίας γὰρ τεύξονται συγγνώμης οὗτοι ὑπὲρ τοῦ μὴ θρέψαι αὐτὸν ζῶντες, ὅταν καὶ ἀπιέναι μέλλοντες πρὸς αὐτὸν, μηδὲ ἀπὸ τῶν χρημάτων τούτων, ὧν οὐκ εἰσὶ κύριοι λοιπὸν, βουληθῶσιν αὐτῷ μικρόν τι χαρίσασθαι, ἀλλ' οὕτως ἐχθρῶς διάκεινται καὶ πολεμίως, ὡς μηδὲ τῶν ἀχρήστων αὐτοῖς γενομένων  αὐτῷ μεταδοῦναι; Οὐχ ὁρᾷς ὅσοι τῶν ἀνθρώπων  οὐδὲ τούτου κατηξιώθησαν τοῦ τέλους, ἀλλ' ἁρπαγέντες ἀπῆλθον; Σὲ δὲ ὁ Θεὸς καὶ ἐπισκῆψαι τοῖς προσήκουσι, καὶ εἰπεῖν περὶ τῶν ὄντων, καὶ τὰ κατὰ τὴν  οἰκίαν  ἅπαντα  διαθεῖναι  ἐποίησε κύριον. Ποίαν οὖν ἀπολογίαν ἕξεις, ὅταν καὶ ταύτην λαβὼν  παρ' αὐτοῦ τὴν χάριν, προδῷς τὴν εὐεργεσίαν, καὶ ὥσπερ ἐκ διαμέτρου ἀπεναντίας  στῇς τοῖς τῆς πίστεώς σου προγόνοις; Ἐκεῖνοι μὲν γὰρ καὶ ζῶντες ἐπώλουν ἅπαντα, καὶ ἔφερον παρὰ τοὺς πόδας τῶν ἀποστόλων· σὺ δὲ οὐδὲ τελευτῶν  μοίρας τινὸς  μεταδίδως  τοῖς  δεομένοις.  Τὸ μὲν  οὖν  ἄμεινον  καὶ πολλὴν παῤῥησίαν παρέχον, ζῶντα διορθοῦν πενίαν· εἰ δὲ ἐκεῖνο μὴ βουληθῇς, κἂν τελευτῶν ποίησόν τι γενναῖον. Οὐ πολλῆς μὲν γάρ ἐστιν ἀγάπης τοῦτο τῆς περὶ τὸν Χριστόν· ἀγάπης δ' οὖν ὅμως. Εἰ γὰρ καὶ μὴ τὴν  προεδρίαν ἕξεις τὴν  μετὰ τῶν ἀρνῶν,  ἀλλ' οὐ μικρὸν τὸ κἂν  μετ' ἐκείνους  γενέσθαι, καὶ μὴ στῆναι  μετὰ τῶν ἐρίφων, μηδὲ ἐξ εὐωνύμων.  Ἂν δὲ μὴ τοῦτο ποιῇς, τίς σε ἐξαιρήσεται λόγος, ὅταν μήτε ὁ τοῦ θανάτου φόβος, μήτε τὸ ἄχρηστά σοι λοιπὸν  γεγενῆσθαι τὰ χρήματα, μήτε τὸ ἀσφάλειαν καταλιμπάνειν  τοῖς τέκνοις, μήτε τὸ πολλὴν σαυτῷ προαποτίθεσθαι ἐκεῖ συγγνώμην, ποιῇ σε φιλάνθρωπον;  ∆ιὸ παρακαλῶ μάλιστα μὲν ζῶντας προΐεσθαι τοῖς δεομένοις ἐκ τῶν ὄντων τὴν πλείονα μοῖραν. Εἰ δέ τινες εἶεν οὕτω μικρόψυχοι, ὡς μὴ ἀνέχεσθαι τοῦτο, κἂν ὑπὸ τῆς ἀνάγκης γινέσθωσαν οὗτοι φιλάνθρωποι. Ὅταν μὲν γὰρ ἔζης, ὡς ἀθάνατος, οὕτως ἀντείχου τῶν ὄντων· νυνὶ δὲ, ἐπειδὴ ἔμαθες, ὅτι θνητὸς γέγονας, κἂν νῦν τὸ δόγμα κατάλυσον, καὶ ὡς θνητὸς περὶ τῶν   σαυτοῦ  βούλευσαι·  μᾶλλον   δὲ,  ὡς   ὀφείλων   ἀθανάτου   ζωῆς   διηνεκῶς ἀπολαύειν. Εἰ γὰρ καὶ φορτικὸν τὸ μέλλον ῥηθήσεσθαι, καὶ φρίκης γέμον, ἀλλ' ὅμως ἀναγκαῖον εἰπεῖν· ἀρίθμησον μετὰ τῶν δούλων σου τὸν ∆εσπότην. Ἐλευθεροῖς τοὺς δούλους;  Ἐλευθέρωσον  τὸν  Χριστὸν λιμοῦ  καὶ  ἀνάγκης  καὶ  δεσμωτηρίων  καὶ γυμνότητος.  Ἔφριξας ἀκούσας; Οὐκοῦν 60.583 φρικωδέστερον,  ὅταν  μηδὲ  αὐτὸ τοῦτο ποιῇς. Καὶ ἐνταῦθα μὲν τὸ ῥῆμά σε ναρκᾷν ἐποίησεν, ὅταν δὲ ἀπέλθῃς ἐκεῖ, καὶ τὰ πολλῷ χαλεπώτερα τούτων ἀκούσῃς, καὶ τὰ ἀνήκεστα βλέπῃς βασανιστήρια, τί ἐρεῖς; πρὸς τίνα καταφεύξῃ; τίνα καλέσεις σύμμαχον καὶ βοηθόν; τὸν Ἀβραάμ; Ἀλλ' οὐκ ἀκούσεται. Ἀλλὰ τὰς παρθένους ἐκείνας; Ἀλλ' οὐδὲ αὗταί σοι μεταδώσουσιν ἐλαίου. Ἀλλὰ τὸν πατέρα, ἀλλὰ τὸν πάππον; Ἀλλ' οὐδὲ τούτων οὐδεὶς ἔσται κύριος, κἂν  60.584 σφόδρα  ἅγιος   ᾖ,  λῦσαι  τὴν   ψῆφον   ἐκείνην.   Ταῦτ'  οὖν  ἅπαντα λογισάμενος,  τὸν  μόνον  κύριον ὄντα  τὸ χειρόγραφον  ἐξαλεῖψαι  τὸ σὸν, καὶ τὴν φλόγα  ἐκείνην  σβέσαι, τοῦτον  ἱκέτευε  καὶ  παρακάλει  καὶ  ποίησον  ἵλεων,  ἤδη
τρέφων καὶ ἐνδύων διηνεκῶς· ἵνα καὶ ἐντεῦθεν μετὰ χρηστῆς ἀπέλθῃς ἐλπίδος, καὶ ἐκεῖ  γενόμενος   τῶν   αἰωνίων   ἀπολαύσῃς  ἀγαθῶν·   ὧν   γένοιτο   πάντας   ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.