Πέμπτη, 6 Ιουνίου 2013

ΟΜΙΛΙΑ ΙΣΤ ʹ.






In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.





ΟΜΙΛΙΑ ΙΣΤ ʹ.

Ἀλήθειαν λέγω  ἐν Χριστῷ, οὐ ψεύδομαι, συμ μαρτυρούσης μοι τῆς συνειδήσεώς  μου  ἐν  Πνεύματι  ἁγίῳ.  αʹ. Ἆρα οὐ  μεγάλα  τινὰ  καὶ  ὑπερφυῆ  τῇ προτεραίᾳ περὶ τῆς τοῦ Παύλου περὶ τὸν Χριστὸν ἀγάπης ἐδόκουν ὑμῖν εἰρηκέναι; Καὶ γὰρ ἦν φύσει μεγάλα, καὶ πάντα ὑπερβαίνοντα  λόγον· ἀλλ' ὅμως τὰ σήμερον  λεχθέντα τοσαύτην ἔχει τὴν ὑπερβολὴν πρὸς ἐκεῖνα, ὅσην ἐκεῖνα πρὸς τὰ ἡμέτερα. Καίτοι γε οὐκ ᾤμην αὐτὰ ἔχειν ὑπερβολὴν, ἀλλ' ὅμως ἐπελθόντα τὰ σήμερον ἡμῖν ἀναγνωσθέντα   πολὺ  πάντων  ἐκείνων  ἐφάνη  λαμπρότερα·  ὅπερ  οὖν  καὶ  αὐτὸς συνιδὼν,  ἀπὸ  τῶν  60.548 προοιμίων  αὐτὸ  ἐνέφηνεν,  ἅτε  εἰς  μείζονα  ἐμβαίνειν μέλλων  καὶ ἀπιστεῖσθαι παρὰ τῶν  πολλῶν.  Πρότερον δὲ διαβεβαιοῦται  περὶ ὧν μέλλει λέγειν· ὅπερ πολλοῖς ἔθος ποιεῖν, ὅταν μέλλωσί τι λέγειν παρὰ τοῖς πολλοῖς ἀπιστούμενον, καὶ ὑπὲρ οὗ σφόδρα ἑαυτούς εἰσι πεπεικότες.
Καὶ γὰρ Ἀλήθειαν λέγω, φησὶ, καὶ οὐ ψεύδομαι, καὶ ἡ συνείδησίς μοι μαρτυρεῖ, ὅτι λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ. 60.549 Τί λέγεις,  ὦ Παῦλε; Ἀπὸ τοῦ Χριστοῦ τοῦ ποθουμένου,  οὗ μήτε βασιλεία σε, μήτε γέεννα ἐχώριζε, μήτε τὰ ὁρώμενα, μήτε τὰ νοούμενα, μήτε ἄλλα τοσαῦτα, ἀπὸ τούτου  νῦν  εὔχῃ  ἀνάθεμα  εἶναι;  Τί γέγονε;  μὴ μεταβέβλησαι, καὶ κατέλυσας τὸν πόθον ἐκεῖνον; Οὐχὶ, φησὶ, μὴ δείσῃς· καὶ γὰρ καὶ ἐπέτεινα αὐτὸν μᾶλλον.  Πῶς  οὖν  εὔχῃ  ἀνάθεμα  εἶναι,  καὶ  ἀλλοτρίωσιν  ζητεῖς,  καὶ  χωρισμὸν τοιοῦτον, μεθ' ὃν ἕτερον οὐκ ἔστιν εὑρεῖν; Ἐπειδὴ σφόδρα αὐτὸν φιλῶ, φησί. Πῶς, εἰπέ μοι, καὶ ποίῳ τρόπῳ; καὶ γὰρ αἰνίγματι  τὸ πρᾶγμα ἔοικε. Μᾶλλον δὲ, εἰ δοκεῖ, πρῶτον μάθωμεν τί ποτέ ἐστι τὸ ἀνάθεμα, καὶ τότε αὐτὸν ἐρωτήσωμεν περὶ τούτων, καὶ τὴν ἀπόῤῥητον ταύτην καὶ παράδοξον εἰσόμεθα ἀγάπην. Τί οὖν ἐστι τὸ ἀνάθεμα; Ἄκουσον  αὐτοῦ  λέγοντος·  Εἴ τις  οὐ  φιλεῖ  τὸν  Κύριον Ἰησοῦν  Χριστὸν, ἔστω ἀνάθεμα· τουτέστι, κεχωρίσθω πάντων, ἀλλότριος ἔστω πάντων. Καθάπερ γὰρ τοῦ ἀναθέματος  τοῦ ἀνατιθεμένου  τῷ Θεῷ οὐδεὶς  ἂν τολμήσειεν  ἁπλῶς  ταῖς  χερσὶν ἅψασθαι, οὐδὲ ἐγγὺς γενέσθαι· οὕτω καὶ τὸν χωριζόμενον τῆς Ἐκκλησίας, πάντων ἀποτέμνων, καὶ ὡς ποῤῥωτάτω ἀπάγων, τούτῳ τῷ ὀνόματι ἀπὸ τοῦ ἐναντίου καλεῖ, μετὰ πολλοῦ τοῦ φόβου πᾶσιν ἀπαγορεύων αὐτοῦ ἀποχωρίζεσθαι καὶ ἀποπηδᾷν. Τῷ μὲν γὰρ ἀναθέματι  τιμῆς ἕνεκα οὐδεὶς ἐτόλμα ἐγγίσαι· τοῦ δὲ ἀποτιμηθέντος,  ἐξ ἐναντίας  ἐχωρίζοντο  γνώμης  ἅπαντες. Ὥστε ὁ μὲν χωρισμὸς εἷς, καὶ ὁμοίως καὶ τοῦτο κἀκεῖνο τῶν πολλῶν  ἠλλοτρίωται· ὁ δὲ τρόπος τοῦ χωρισμοῦ οὐχ εἷς, ἀλλὰ καὶ ἐναντίος οὗτος ἐκείνου. Τοῦ μὲν γὰρ ἀπείχοντο ὡς ἀνακειμένου Θεῷ, τοῦ δὲ ὡς ἠλλοτριωμένου  Θεοῦ, καὶ ἀποῤῥαγέντος τῆς Ἐκκλησίας. Τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ. Καὶ οὐδὲ ἁπλῶς εἶπεν, ὅτι Ἐβουλόμην,  ἀλλὰ  ἐπιτείνων   αὐτὸ,  φησὶ  καὶ,  Ηὐχόμην.  Εἰ δὲ  θορυβεῖ  σε  ἅτε ἀσθενέστερα ὄντα  τὰ  λεγόμενα,  τὸ  πρᾶγμα  λογίζου,  μὴ  μόνον  ὅτι  χωρισθῆναι ἐβούλετο, ἀλλὰ καὶ τὴν αἰτίαν, δι' ἣν ἐβούλετο, καὶ τότε ὄψει αὐτοῦ τὴν ὑπερβολὴν τῆς ἀγάπης· ἐπεὶ καὶ περιέτεμε, καὶ οὐ τῷ γενομένῳ προσέχομεν, ἀλλὰ τῇ γνώμῃ καὶ τῇ αἰτίᾳ τοῦ γενομένου, καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν θαυμάζομεν. Οὐ περιέτεμε δὲ μόνον, ἀλλὰ καὶ ἐξυρᾶτο καὶ ἔθυσε· καὶ οὐ δήπου διὰ τοῦτο αὐτὸν Ἰουδαῖόν φαμεν εἶναι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀπηλλάχθαι Ἰουδαϊσμοῦ καὶ καθαρεύειν καὶ γνήσιον εἶναι τοῦ Χριστοῦ θεραπευτήν. Ὥσπερ οὖν αὐτὸν περιτέμνοντα βλέπων καὶ θύοντα. οὐ διὰ τοῦτο αὐτὸν καταδικάζεις ὡς Ἰουδαΐζοντα, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα στεφανοῖς, ὡς ἀλλότριον ὄντα Ἰουδαϊσμοῦ· οὕτω καὶ ὁρῶν ἐπιθυμοῦντα  ἀνάθεμα γενέσθαι, μὴ διὰ τοῦτο θορυβηθῇς, ἀλλὰ δι'  αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτὸν ἀνακήρυξον, τὴν αἰτίαν καταμαθὼν, δι' ἣν τοῦτο βούλεται. Ἂν γὰρ μὴ τὰς αἰτίας ἐξετάσωμεν, καὶ τὸν Ἠλίαν ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Ἀβραὰμ οὐκ ἀνδροφόνον  μόνον, ἀλλὰ καὶ παιδοκτόνον· καὶ τὸν Φινεὲς δὲ καὶ τὸν Πέτρον φόνου γραψόμεθα πάλιν, καὶ οὐ περὶ τῶν ἁγίων δὲ μόνον, ἀλλὰ καὶ περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὁ μὴ τηρῶν τοῦτον τὸν κανόνα, πολλὰ ἄτοπα ὑποπτεύσει. Ἵν' οὖν μὴ τοῦτο γένηται,  ἐπὶ πάντων  τῶν  τοιούτων  καὶ αἰτίαν  καὶ γνώμην  καὶ καιρὸν καὶ πάντα  τὰ ὑπὲρ τῶν  γινομένων  ἀπολογούμενα  συναγαγόντες,  οὕτω  τὰ πράγματα ἐξετάζωμεν· ὃ καὶ νῦν  ἐπὶ τῆς μακαρίας ταύτης ψυχῆς  ποιητέον  ἡμῖν. Τίς οὖν ἡ

αἰτία; Πάλιν αὐτὸς ὁ ποθούμενος Ἰησοῦς. Καὶ μὴν οὐ δι' αὐτὸν, φησίν· ηὐχόμην γὰρ ἀπ' αὐτοῦ, φησὶν, ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν 60.550 μου. Καὶ τοῦτο τῆς αὐτοῦ ταπεινοφροσύνης·  οὐ  γὰρ  βούλεται  ὡς  μέγα  τι  λέγων,  καὶ  τῷ  Χριστῷ τοῦτο χαριζόμενος φανῆναι. ∆ιὸ καὶ εἶπε, Συγγενῶν, ἵνα κρύψῃ τὸ πλεονέκτημα· ἐπεὶ, ὅτι τὸ πᾶν  διὰ τὸν  Χριστὸν ἤθελεν,  ἄκουσον τῶν  ἑξῆς· εἰπὼν  γὰρ, Τῶν  συγγενῶν, ἐπήγαγεν· Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς  εἰς τοὺς αἰῶνας. Ἀμήν. βʹ. Καὶ τί τοῦτο; φησίν. Εἰ γὰρ ὑπὲρ τοῦ πιστεῦσαι ἑτέρους  ἐβούλετο  γενέσθαι  ἀνάθεμα,  ἔδει  καὶ  ὑπὲρ τῶν  ἐθνῶν  τοῦτο εὔξασθαι· εἰ δὲ καὶ ὑπὲρ Ἰουδαίων  εὔχεται μόνων, δείκνυσιν  οὐ διὰ τὸν Χριστὸν αὐτὸ βουλόμενος,  ἀλλὰ  διὰ τὴν  πρὸς ἐκείνους  οἰκείωσιν.  Καὶ μὴν, εἰ ὑπὲρ τῶν ἐθνῶν ηὔξατο μόνων, οὐκ ἂν ὁμοίως τοῦτο ἐφάνη· ἐπειδὴ δὲ ὑπὲρ Ἰουδαίων μόνων, δείκνυται καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν τοῦτο σπουδάζων. Καὶ οἶδα μὲν, ὅτι παράδοξον ὑμῖν εἶναι δοκεῖ τὸ λεγόμενον· πλὴν, ἐὰν μὴ θορυβῆσθε, ταχέως αὐτὸ πειράσομαι ποιῆσαι σαφές. Οὐδὲ γὰρ ἁπλῶς ταῦτα εἴρηκεν, ἅπερ εἴρηκεν, ἀλλ' ἐπεὶ πάντες ἔλεγον καὶ τοῦ Θεοῦ κατηγόρουν, ὅτι υἱοὶ Θεοῦ καταξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, καὶ πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ  θεραπεύσαντες  αὐτὸν  πρὸ  τῆς  οἰκουμένης,  καὶ  ἐπαγγελίας   δεξάμενοι,  καὶ πατέρες ὄντες τῶν αὐτῶν φυλῶν, καὶ τὸ δὴ μεῖζον πάντων, καὶ προπάτορες αὐτοῦ γενόμενοι   τοῦ  Χριστοῦ (τοῦτο  γάρ  ἐστιν,  Ἐξ  ὧν  ὁ  Χριστὸς τὸ  κατὰ  σάρκα), ἐκβέβληνται  καὶ  ἠτίμωνται,  ἀντεισήχθησαν  δὲ ἀντ' ἐκείνων  οἱ μηδέποτε  αὐτὸν ἐπιγνόντες ἄνθρωποι οἱ ἐξ ἐθνῶν· ἐπεὶ οὖν ταῦτα λέγοντες τὸν Θεὸν ἐβλασφήμουν, ἀκούων  ταῦτα  καὶ δακνόμενος  ὁ Παῦλος, καὶ ὑπὲρ τῆς  δόξης ἀλγῶν  τοῦ Θεοῦ, ηὔξατο  ἀνάθεμα  εἶναι,  εἴ  γε  δυνατὸν   ἦν,  ὥστε  ἐκείνους   σωθῆναι,  καὶ  τὴν βλασφημίαν ταύτην καταλυθῆναι, καὶ μὴ δόξαι τὸν Θεὸν ἠπατηκέναι τοὺς ἐκγόνους τοὺς  ἐκείνων,   οἷς  τὰς  δωρεὰς  ἐπηγγείλατο.   Καὶ ἵνα  μάθῃς,  ὅτι  ὑπὲρ  τούτου κοπτόμενος,  τοῦ μὴ δόξαι τὴν  ὑπόσχεσιν τοῦ Θεοῦ διαπίπτειν  τὴν  λέγουσαν  τῷ Ἀβραὰμ, Σοὶ δώσω τὴν γῆν  ταύτην  καὶ τῷ σπέρματί σου, ταῦτα ηὔχετο· μετὰ τὸ ταῦτα εἰπεῖν, ἐπήγαγεν· Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ· δεικνὺς ὅτι πάντα ταῦτα διὰ τὸν λόγον τοῦ Θεοῦ ὑπομεῖναι ἠνείχετο· τουτέστι, τὴν ἐπαγγελίαν τὴν πρὸς Ἀβραὰμ γεγενημένην.  Καθάπερ γὰρ Μωϋσῆς ἐδόκει μὲν ὑπὲρ Ἰουδαίων πρεσβεύειν, τὸ δὲ πᾶν ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἔπραττεν (Ἵνα γὰρ μὴ εἴπωσι, φησὶν, ὅτι παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς σῶσαι, ἐξήγαγεν  αὐτοὺς ἀπολέσαι ἐν τῇ ἐρήμῳ· κατάλυσον τὴν ὀργήν)· οὕτω δὴ καὶ Παῦλος, Ἵνα μὴ εἴπωσι, φησὶν, ὅτι ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ἐψεύσατο ἃ ὑπέσχετο, καὶ εἰς ἔργον οὐκ ἐξῆλθεν ὁ λόγος, ἠβουλόμην ἀνάθεμα γενέσθαι. ∆ιὰ δὴ τοῦτο οὐχ ὑπὲρ τῶν ἐθνῶν φησιν (οὐδὲ γὰρ ἦν πρὸς ἐκείνους ἐπηγγελμένον αὐτὸ, οὐδὲ ἦσαν αὐτὸν τεθεραπευκότες· διὸ οὐδὲ ἐβλασφήμουν αὐτὸν δι' ἐκείνους), ἀλλ' ὑπὲρ τῶν Ἰουδαίων τῶν καὶ τὴν ἐπαγγελίαν δεξαμένων, καὶ πρὸ τῶν ἄλλων οἰκειωθέντων  αὐτῷ, ταῦτα ηὔχετο. Εἶδες, ὅτι, εἰ μὲν ὑπὲρ τῶν ἐθνῶν ηὔξατο, οὐκ ἂν οὕτως ἐφάνη καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν τοῦτο ποιῶν· ἐπειδὴ δὲ ὑπὲρ Ἰουδαίων  ἐβουλήθη γενέσθαι ἀνάθεμα, τότε μάλιστα ἐδείχθη, ὅτι διὰ τὸν Χριστὸν μόνον ταῦτα ἐπιθυμεῖ· διὰ τοῦτο ἔλεγεν· Ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ ἡ λατρεία καὶ ἡ 60.551 ἐπαγγελία. Καὶ γὰρ ὁ νόμος ἐκεῖθεν ὁ περὶ τοῦ Χριστοῦ λέγων, φησὶ, καὶ αἱ συνθῆκαι αἱ πρὸς αὐτοὺς πᾶσαι, καὶ αὐτὸς ἐξ αὐτῶν, καὶ οἱ πατέρες οἱ δεξάμενοι τὰς ἐπαγγελίας  ἐξ ἐκείνων  πάντες· ἀλλ' ὅμως τοὐναντίον γέγονε, καὶ πάντων  ἐξέπεσον τῶν ἀγαθῶν. ∆ιὰ τοῦτο κόπτομαι, φησὶ, καὶ εἴ γε ἦν χωρισθῆναι τοῦ περὶ τὸν Χριστὸν χοροῦ, καὶ ἀλλοτριωθῆναι, οὐχὶ τῆς ἀγάπης αὐτοῦ (μὴ γένοιτο, ἐπεὶ καὶ ταῦτα δι' ἀγάπην ἐποίει), ἀλλὰ καὶ τῆς ἀπολαύσεως ἐκείνης καὶ τῆς δόξης, κατεδεξάμην ἂν, ὥστε μὴ τὸν ∆εσπότην βλασφημηθῆναι τὸν ἐμὸν, διὰ τὸ

μὴ ἀκοῦσαι λεγόντων  τινῶν, ὅτι Σκηνὴ τὰ πράγματα γέγονεν· ἄλλοις ὑπέσχετο, καὶ ἄλλοις  ἔδωκεν· ἐξ ἄλλων  ἐγεννήθη,  καὶ τοὺς ἄλλους  ἔσωσε· τοῖς τῶν  Ἰουδαίων προγόνοις  ἐπήγγελτο,   καὶ  τοὺς  ἐκγόνους  αὐτῶν   ἀφεὶς,  τοὺς  οὐδέποτε  αὐτὸν ἐγνωκότας εἰς τὰ ἐκείνων εἰσήγαγεν ἀγαθά· ἐκεῖνοι τὸν νόμον ἔκαμον μελετῶντες, καὶ τὰς προφητείας ἀναγινώσκοντες, καὶ οἱ ἀπὸ τῶν βωμῶν καὶ τῶν εἰδώλων  χθὲς ἐπανελθόντες, ἀνώτεροι γεγόνασιν ἐκείνων· ποῦ ταῦτα προνοίας; Ἵν' οὖν ταῦτα μὴ λέγηται περὶ τοῦ ∆εσπότου τοῦ ἐμοῦ, φησὶν, εἰ καὶ ἀδίκως λέγεται, καὶ βασιλείας ἡδέως ἂν ἐξέπιπτον, καὶ τῆς δόξης ἐκείνης τῆς ἀποῤῥήτου, καὶ πάντα ὑπέμεινα ἂν τὰ δεινὰ, μεγίστην ἁπάντων ἡγούμενος παραμυθίαν εἶναι τοῦ πόνου τὸ τὸν οὕτω ποθούμενον μηκέτι βλασφημούμενον ἀκούειν. Εἰ δὲ οὐδέπω καταδέχῃ τὸ εἰρημένον, ἐννόησον, ὅτι καὶ πατέρες πολλοὶ πολλάκις  ταῦτα ὑπὲρ παίδων  κατεδέξαντο, καὶ εἵλοντο αὐτῶν χωρισθῆναι, καὶ μόνον αὐτοὺς εὐδοκιμοῦντας ὁρᾷν, τῆς συνουσίας αὐτῶν ἡδίω νομίζοντες εἶναι τὴν εὐδοκίμησιν τὴν ἐκείνων. Ἀλλ' ἐπειδὴ πόῤῥω τῆς ἀγάπης ἐσμὲν ταύτης, οὐδὲ νοῆσαι τὰ λεγόμενα δυνάμεθα. Οὕτω γάρ τινες καὶ τὴν Παύλου προσηγορίαν οὐδὲ ἀκοῦσαί εἰσιν ἄξιοι, καὶ τῆς σφοδρότητος τῆς ἐκείνου πόῤῥω καὶ μακρὰν ἑστήκασιν, ὡς καὶ περὶ θανάτου τοῦ προσκαίρου ταῦτα λέγειν αὐτὸν νομίζειν· οὓς τοσοῦτον εἴποιμι ἂν ἀγνοεῖν τὸν Παῦλον, ὅσον τοὺς πηροὺς τὴν ἀκτῖνα  τὴν  ἡλιακήν·  μᾶλλον  δὲ καὶ πολλῷ  πλέον.  Ὁ γὰρ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων,  καὶ νιφάδας  κινδύνων  θεὶς, καὶ εἰπὼν,  Τίς ἡμᾶς χωρίσει  ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμός; καὶ οὐκ ἀρκεσθεὶς τοῖς  λεχθεῖσιν,  ἀλλ'  ὑπερβὰς  τὸν  οὐρανὸν,  καὶ  τὸν  οὐρανὸν  τοῦ  οὐρανοῦ,  καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πάντα τὰ ἄνω περιδραμὼν, καὶ συλλαβὼν ὁμοῦ τὰ παρόντα, τὰ μέλλοντα,  τὰ ὁρώμενα, τὰ νοούμενα,  τὰ λυπηρὰ, τὰ χρηστὰ, τὰ ἐν ἑκατέροις,  καὶ  οὐδὲν  ὅλως  ἀφεὶς,  καὶ  οὐδὲ  οὕτω  κορεσθεὶς, ἀλλὰ  καὶ  ἑτέραν τοσαύτην κτίσιν τὴν οὐκ οὖσαν ὑποστησάμενος· πῶς ὡς μέγα τι λέγων μετ' ἐκεῖνα πάντα, θανάτου τοῦ προσκαίρου ἐμνημόνευσεν  ἄν; γʹ. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλὰ σκωλήκων ἐν κοπρίᾳ φωλευόντων ἡ τοιαύτη ὑπόνοια. Εἰ γὰρ τοῦτο ἔλεγε, πῶς ἀνάθεμα ἑαυτὸν ηὔχετο εἶναι ἀπὸ τοῦ Χριστοῦ; Ὁ γὰρ τοιοῦτος θάνατος μᾶλλον τῷ τοῦ Χριστοῦ συνῆπτε χορῷ, καὶ τῆς δόξης ἀπολαύειν ἐκείνης ἐποίει. Ἀλλὰ γάρ εἰσί τινες,  οἳ  καὶ  τούτων  ἕτερα καταγελαστότερα  τολμῶσι  λέγειν.  Οὐ γὰρ  θάνατον, φησὶν, ἀλλὰ κειμήλιον καὶ ἀνάθεμα εἶναι ηὔχετο τοῦ Χριστοῦ. Καὶ τίς τοῦτο καὶ τῶν σφόδρα εὐτελῶν  καὶ ἀναπεπτωκότων  οὐκ ἂν εὔξαιτο; Πῶς δὲ ὑπὲρ τῶν συγγενῶν τοῦτο ἔμελλε τῶν αὐτοῦ γενέσθαι; Ἀφέντες τοίνυν  τοὺς μύθους καὶ τὰς φλυαρίας (οὐδὲ  γὰρ  ἀντιλέγειν   πρὸς  ταῦτα  ἄξιον,  ὥσπερ  οὖν  οὐδὲ  πρὸς  τὰ  παιδία  τὰ ψελλίζοντα, εἰς αὐτὴν πάλιν τὴν ῥῆσιν ἐπανέλθωμεν, ἐντρυφῶντες  αὐτοῦ 60.552 τῷ πελάγει   τῆς  ἀγάπης,  καὶ  μετὰ  ἀδείας  πανταχοῦ   νηχόμενοι,   καὶ  τὴν   φλόγα ἐννοοῦντες  τὴν ἄφατον· μᾶλλον  δὲ, ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Καὶ γὰρ πελάγους  παντὸς  εὐρυτέρα, καὶ φλογὸς  ἁπάσης σφοδροτέρα ἦν αὕτη, καὶ οὐδεὶς αὐτὴν κατ' ἀξίαν ἀναγορεῦσαι δυνήσεται λόγος· ἀλλ' ἐκεῖνος μόνος οἶδεν αὐτὴν ὁ μετὰ  ἀκριβείας  αὐτὴν  κτησάμενος.  Φέρε οὖν  πάλιν  αὐτὰ  τὰ  ῥήματα  εἰς  μέσον ἀγάγωμεν·  Ηὐχόμην  γὰρ  ἀνάθεμα  εἶναι  αὐτὸς  ἐγώ.  Τί  ἐστιν,  Αὐτὸς  ἐγώ;  Ὁ διδάσκαλος ἁπάντων γενόμενος, ὁ μυρία κατορθώματα συναγαγὼν, ὁ μυρίους ἀναμένων  στεφάνους, ὁ ποθήσας αὐτὸν οὕτως, ὡς πάντων  προτιμῆσαι αὐτοῦ τὴν ἀγάπην,  ὁ καθ'  ἑκάστην  ἡμέραν  δι'  αὐτὸν  καιόμενος,  καὶ  πάντα  δεύτερα  εἶναι νομίζων τοῦ φίλτρου τοῦ πρὸς αὐτόν. Οὐδὲ γὰρ τοῦ φιλεῖσθαι ἔμελεν αὐτῷ παρὰ τοῦ Χριστοῦ μόνον, ἀλλὰ καὶ τοῦ σφόδρα φιλεῖν  αὐτόν· καὶ τοῦτο μάλιστα ἦν. ∆ιὰ γὰρ τοῦτο πρὸς τοῦτο ἔβλεπε μόνον, καὶ πάντα  εὐκόλως  ἔφερεν· ἓν γὰρ ἐσκόπει διὰ πάντων, τὸ τὸν καλὸν τοῦτον ἐμπλῆσαι ἔρωτα. Καὶ εὔχεται μὲν ταῦτα· ἐπειδὴ δὲ οὐκ ἔμελλε  γίνεσθαι  οὕτως,  οὐδὲ  ἔμελλεν  ἀνάθεμα  εἶναι,  πειρᾶται  λοιπὸν  καὶ  εἰς

ἀπολογίαν ἐμβῆναι τῶν ἐγκλημάτων, καὶ τὰ θρυλλούμενα παρὰ πάντων  εἰς μέσον ἄγων, ἀνατρέψαι. Καὶ πρὶν εἰς τὴν σαφῆ τούτων ἀπολογίαν  ἐμβῆναι, τὰ σπέρματα αὐτῆς  ἤδη  προκαταβάλλεται.  Ὅταν  γὰρ λέγῃ,  Ὧν ἡ υἱοθεσία καὶ  ἡ δόξα καὶ  ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,  οὐδὲν ἄλλο φησὶν, ἢ ὅτι ὁ Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι (καὶ τοῦτο ἐδήλωσε δι' ὧν ἔμπροσθεν ἐποίησε, καὶ δι' ὧν ὁ Χριστὸς ἐξ ἐκείνων  ἐγένετο, καὶ δι' ὧν τοῖς πατράσιν ἐπηγγείλατο)· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμοσύνης ἀπεκρούσαντο τὴν εὐεργεσίαν. ∆ιὸ καὶ ἐκεῖνα τίθησιν, ἅπερ τῆς  τοῦ Θεοῦ δωρεᾶς ἐστιν  ἐνδεικτικὰ  μόνον,  οὐκ ἐκείνων  ἐγκώμια·  καὶ γὰρ ἡ υἱοθεσία τῆς αὐτοῦ γέγονε χάριτος, καὶ ἡ δόξα καὶ αἱ ἐπαγγελίαι καὶ ὁ νόμος. Ἅπερ ἅπαντα ἐννοήσας, καὶ λογισάμενος πόσην ὁ Θεὸς μετὰ τοῦ Παιδὸς ἐποιήσατο τὴν σπουδὴν σῶσαι αὐτοὺς, ἀνεβόησε μέγα, καὶ εἶπεν·  Ὅς ἐστιν  εὐλογητὸς  εἰς τοὺς αἰῶνας. Ἀμήν· τὴν ὑπὲρ πάντων  εὐχαριστίαν ἀναφέρων  αὐτὸς τῷ Μονογενεῖ τοῦ Θεοῦ. Τί γὰρ, εἰ καὶ ἕτεροι βλασφημοῦσι, φησὶν, ἀλλ' ἡμεῖς οἱ τὰ ἀπόῤῥητα εἰδότες αὐτοῦ, καὶ τὴν σοφίαν τὴν ἄφατον, καὶ τὴν πρόνοιαν τὴν πολλὴν, ἴσμεν σαφῶς, ὅτι οὐ τοῦ βλασφημεῖσθαι, ἀλλὰ  τοῦ δοξάζεσθαι ἄξιος. Οὐκ ἀρκεσθεὶς δὲ αὐτοῦ  τῷ συνειδότι, πειρᾶται καὶ λογισμὸν τιθέναι  λοιπὸν, καὶ σφοδροτέρῳ κεχρῆσθαι κατ' αὐτῶν τῷ λόγῳ· καὶ οὐ πρότερον ἀποτείνεται  πρὸς αὐτοὺς, ἕως τὴν ὑπόνοιαν τὴν αὐτῶν  περιεῖλεν.  Ἵνα  γὰρ μὴ δόξῃ ὡς  ἐχθροῖς  διαλέγεσθαι,  καὶ  προϊών  φησιν· Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· καὶ ἐνταῦθα δὲ μετὰ τῶν ἄλλων, ὧν εἴρηκε, κατεσκεύαζε τὸ μὴ δόξαι  δι' ἔχθραν  λέγειν,  ἅπερ ἔμελλε  κατ' αὐτῶν  ἐρεῖν· διόπερ  οὐδὲ  συγγενεῖς αὐτοὺς καὶ ἀδελφοὺς  παραιτεῖται  ὀνομάζειν. Εἰ γὰρ καὶ διὰ τὸν Χριστὸν ἔλεγεν, ἅπερ ἔλεγεν, ἀλλ' ὅμως καὶ τὴν ἐκείνων  ἐπισπᾶται διάνοιαν, καὶ προοδοποιεῖ τῷ λόγῳ, καὶ πάσης ἑαυτὸν ὑποψίας ἀπαλλάττει διὰ τὰ μέλλοντα κατ' αὐτῶν λεχθήσεσθαι, καὶ τότε λοιπὸν ἐμβαίνει εἰς τὸν παρὰ τῶν πολλῶν ζητούμενον λόγον. Καὶ γὰρ ἐζήτουν πολλοὶ, καθάπερ ἔφθην εἰπὼν, τίνος ἕνεκεν οἱ μὲν δεξάμενοι τὴν ἐπαγγελίαν  ἐξέπεσον, οἱ δὲ μὴ ἀκούσαντες αὐτῆς πώποτε, πρὸ ἐκείνων  ἐσώθησαν. Ταύτην τοίνυν λύων τὴν ἀπορίαν, 60.553 πρὸ τῆς ἀντιθέσεως τὴν λύσιν ἐπάγει. Ἵνα γὰρ μὴ λέγῃ τις· Τί οὖν; σὺ μᾶλλον φροντίζεις  τῆς δόξης τοῦ Θεοῦ, ἢ ὁ Θεὸς τῆς ἑαυτοῦ; καὶ, Τῆς παρὰ σοῦ δεῖται βοηθείας, ὥστε μὴ ἐκπεσεῖν αὐτοῦ τὸν λόγον; πρὸς ταῦτα ἱστάμενός φησι· Ταῦτα δὲ εἶπον, Οὐχ οἷον ὅτι ὁ λόγος τοῦ Θεοῦ ἐκπέπτωκεν, ἀλλ' ἵνα δείξω τὸ περὶ τὸν Χριστὸν φίλτρον.  Καὶ γὰρ καὶ οὕτω τῶν  πραγμάτων ἐκβάντων,  οὐκ ἀποροῦμεν τῶν  ὑπὲρ τοῦ Θεοῦ λόγων,  φησὶ, καὶ τοῦ δεῖξαι, ὅτι ἕστηκεν ἡ ἐπαγγελία. Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν· καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη. Ἴδωμεν οὖν ποῖόν ἐστι τὸ σπέρμα, φησίν· οὐ γὰρ πάντες  οἱ ἐξ αὐτοῦ σπέρματα αὐτοῦ εἰσι· διὸ καὶ ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα. δʹ. Ἂν τοίνυν μάθῃς ποῖόν ἐστι τὸ σπέρμα τοῦ Ἀβραὰμ, ὄψει δοθεῖσαν τὴν ὑπόσχεσιν τῷ σπέρματι αὐτοῦ, καὶ γνώσῃ, ὅτι οὐκ ἐξέπεσεν ὁ λόγος. Ποῖον οὖν ἐστιν,  εἰπέ  μοι, τὸ  σπέρμα; Οὐκ ἐγὼ  λέγω,  φησὶν,  ἀλλ' αὐτὴ  ἡ Παλαιὰ ἑαυτὴν ἑρμηνεύει, οὕτω λέγουσα· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Τί ἐστιν, Ἐν Ἰσαὰκ, ἑρμήνευσον. Τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας  λογίζεται  εἰς σπέρμα. Καὶ ὅρα Παύλου σύνεσιν καὶ μεγαλόνοιαν· ἑρμηνεύων  γὰρ οὐκ εἶπεν, ὅτι Οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἀβραὰμ, ἀλλὰ, Τὰ τέκνα τοῦ Θεοῦ· τῷ παρόντι τὰ παλαιὰ συνάπτων, καὶ δεικνὺς, ὅτι οὐδὲ Ἰσαὰκ ἁπλῶς  τοῦ Ἀβραὰμ τέκνον  ἦν. Ὃ δὲ λέγει,τοιοῦτόν  ἐστιν· Ὅσοι κατὰ τὸν Ἰσαὰκ ἐγεννήθησαν,  οὗτοι τέκνα τοῦ Θεοῦ εἰσι, καὶ σπέρμα τοῦ Ἀβραάμ. ∆ιὰ γὰρ τοῦτο εἶπεν, Ἐν Ἰσαὰκ κληθήσεταί σοισπέρμα, ἵνα μάθῃς, ὅτι οἱ τῷ τρόπῳ τούτῳ γεννώμενοι τῷ κατὰ τὸν Ἰσαὰκ, οὗτοι μάλιστά εἰσι τὸ σπέρμα τοῦ Ἀβραάμ. Πῶς οὖν

ὁ Ἰσαὰκ ἐγεννήθη; Οὐ κατὰ νόμον φύσεως, οὐδὲ κατὰ δύναμιν σαρκὸς, ἀλλὰ κατὰ δύναμιν  ἐπαγγελίας.  Τί ἐστι, κατὰ δύναμιν  ἐπαγγελίας;  Κατὰ τὸν  καιρὸν τοῦτον ἐλεύσομαι πρὸς σὲ, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Αὕτη ἡ ἐπαγγελία τοίνυν, καὶ τὸ ῥῆμα τοῦ Θεοῦ τὸν Ἰσαὰκ διέπλασέ τε καὶ ἐγέννησε. Τί γὰρ, εἰ καὶ μήτρα ὑπέκειτο καὶ νηδὺς γυναικός; Οὐ γὰρ ἡ δύναμις τῆς νηδύος, ἀλλ' ἡ τῆς ἐπαγγελίας ἰσχὺς ἔτεκε τὸ παιδίον.  Οὕτω  καὶ  ἡμεῖς  γεννώμεθα   διὰ  τῶν  ῥημάτων  τοῦ  Θεοῦ· ἐν  γὰρ  τῇ κολυμβήθρᾳ   τῶν   ὑδάτων   ῥήματά   ἐστι   τοῦ   Θεοῦ  τὰ   γεννῶντα    ἡμᾶς   καὶ διαπλάττοντα·  εἰς γὰρ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτιζόμενοι γεννώμεθα. Αὕτη δὲ οὐχὶ φύσεως, ἀλλ' ἐπαγγελίας τοῦ Θεοῦ ἡ γέννησις. Ὥσπερ γὰρ τὴν  τοῦ  Ἰσαὰκ προαγορεύσας γέννησιν,  τότε  αὐτὴν  ἐπλήρωσεν·  οὕτω  καὶ  τὴν ἡμετέραν  πρὸ πολλῶν  προανεφώνησε  χρόνων  διὰ τῶν  προφητῶν  ἁπάντων,  καὶ μετὰ ταῦτα εἰς ἔργον ἐξήγαγεν. Εἶδες ἡλίκον ἀπέδειξε, καὶ πῶς μέγα ἐπαγγειλάμενος κατεσκεύασεν αὐτὸ μετ' εὐκολίας ἁπάσης; Εἰ δὲ λέγοιεν Ἰουδαῖοι, ὅτι τὸ, Ἐν Ἰσαὰκ κληθήσεταί  σοισπέρμα, τοῦτο  εἶναι  τὸ  τοὺς  ἐκ  τοῦ  Ἰσαὰκ  γεννωμένους   αὐτῷ λογίζεσθαι εἰς σπέρμα, ἔδει καὶ τοὺς Ἰδουμαίους καὶ πάντας τοὺς ἀπ' ἐκείνου υἱοὺς χρηματίζειν  αὐτοῦ· ὁ γὰρ πρόγονος  αὐτῶν  Ἡσαῦ υἱὸς ἦν τοῦ Ἰσαάκ. Νῦν δὲ οὐ μόνον οὐ χρηματίζουσι παῖδες, ἀλλὰ καὶ σφόδρα εἰσὶν ἀπηλλοτριωμένοι. Ὁρᾷς, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ φύσει ἡ διὰ τοῦ βαπτίσματος ἄνωθεν  προϋπογράφεται γέννησις; Εἰ δὲ τὴν μήτραν μοι λέγεις, ἔχω κἀγὼ τὸ ὕδωρ εἰπεῖν. Ἀλλ' 60.554 ὥσπερ ἐνταῦθα τὸ πᾶν τοῦ Πνεύματος, οὕτω κἀκεῖ τὸ πᾶν τῆς ἐπαγγελίας· τοῦ γὰρ ὕδατος ψυχροτέρα ἦν ἡ μήτρα διὰ τὴν στείρωσιν καὶ τὸ γῆρας. Καταμάθωμεν τοίνυν  ἡμῶν  τὴν  εὐγένειαν  μετὰ ἀκριβείας ἁπάσης, καὶ ἀξίαν αὐτῆς ἐπιδειξώμεθα πολιτείαν·  οὐδὲ γὰρ ἔχει τι σαρκικὸν οὐδὲ γεῶδες. Μὴ τοίνυν  μηδὲ  ἡμεῖς.  Οὐδὲ γὰρ  ὕπνος,  οὐδὲ  θέλημα  σαρκὸς καὶ  περιπλοκαὶ,  οὐδὲ οἶστρος ἐπιθυμίας, ἀλλὰ Θεοῦ φιλανθρωπία  τὸ πᾶν ἐποίησε. Καὶ καθάπερ ἐκεῖ τῆς ἡλικίας   ἀπογνωσθείσης,   οὕτω   καὶ   ἐνταῦθα   τοῦ   γήρως   τῶν   ἁμαρτημάτων ἐπελθόντος, ἐξαίφνης  νέος ἀνῆλθεν  ὁ ἄνθρωπος, καὶ πάντες τοῦ Θεοῦ γεγόναμεν παῖδες, καὶ σπέρμα τοῦ Ἀβραάμ. Οὐ μόνον  δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Μέγα τὸ ζητούμενον  ἦν· διὸ καὶ πολλοὺς  κινεῖ λογισμοὺς, καὶ πανταχόθεν  ἐπιχειρεῖ λῦσαι τὴν ἀπορίαν. Εἰ γὰρ καὶ παράδοξον καὶ καινὸν τὸ μετὰ τοσαύτας ἐπαγγελίας  ἐκπεσεῖν ἐκείνους, πολλῷ παραδοξότερον, τὸ καὶ ἡμᾶς εἰς τὰ ἐκείνων εἰσελθεῖν ἀγαθὰ, τοὺς μηδὲν προσδοκήσαντας τοιοῦτον. Καὶ ταυτὸν ἐγένετο, οἷον ἂν εἰ βασιλέως υἱὸς ἐπαγγελίας  ἔχων τὴν ἀρχὴν διαδέξασθαι τὴν  ἐκείνου,  εἰς  τὴν  τῶν  ἀτίμων  ἐκβληθείη  τάξιν,  καὶ  ἀντ' ἐκείνου  κατάδικος ἄνθρωπος καὶ μυρίων γέμων κακῶν, ἐκβληθεὶς τοῦ δεσμωτηρίου, τὴν ἀρχὴν λάβοι τὴν ἐκείνῳ προσήκουσαν. Τί γὰρ ἂν ἔχοις εἰπεῖν; φησίν. Ὅτι ἀνάξιος ὁ υἱός; Ἀλλὰ καὶ οὗτος ἀνάξιος, καὶ πολλῷ  μᾶλλον.  Οὐκοῦν ἔδει ἢ ὁμοῦ κολάζεσθαι, ἢ ὁμοῦ τιμᾶσθαι. Τοιοῦτον δή τι καὶ ἐπὶ τῶν  ἐθνῶν  γέγονε,  καὶ ἐπὶ τῶν  Ἰουδαίων,  καὶ πολλῷ  τούτου  παραδοξότερον. Ὅτι μὲν  γὰρ ἅπαντες  ἀνάξιοι,  ἐδήλωσεν  ἐν  τοῖς εἰρημένοις, εἰπών· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· τὸ δὲ καινὸν, ὅτι πάντων  ἀναξίων  ὄντων,  τὰ ἔθνη διεσώθη μόνα. Μετὰ δὲ τούτων  καὶ ἕτερον  ἄν  τις  διαπορήσειε πάλιν,  φησίν.  Εἰ γὰρ μὴ ἔμελλε  πληροῦν  αὐτοῖς  τὰς ὑποσχέσεις ὁ Θεὸς, τίνος ἕνεκεν καὶ ὑπισχνεῖτο; Ἄνθρωποι μὲν γὰρ οἱ τὸ μέλλον μὴ εἰδότες, πολλάκις ἀπατώμενοι, καὶ τοῖς οὐκ ἀξίοις τὰς αὐτῶν λαβεῖν δωρεὰς ἐπαγγέλλονται· ὁ δὲ καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα προειδὼς, καὶ σαφῶς ἐπιστάμενος, ὅτι ἀναξίους ἑαυτοὺς καταστήσουσι τῶν  ὑποσχέσεων, καὶ διὰ τοῦτο οὐδὲν λήψονται  τῶν εἰρημένων, τίνος ἕνεκεν καὶ ἐπαγγέλλεται;  εʹ. Πῶς οὖν αὐτὰ ἔλυσεν  ὁ Παῦλος;  Ἀπὸ τοῦ  δεῖξαι  τίς  ἐστιν  ὁ Ἰσραὴλ, ᾧ  ὑπέσχετο. Τούτου γὰρ δειχθέντος,  καὶ ἐκεῖνο συναποδέδεικται, τὸ πεπληρῶσθαι  τὰς ἐπαγγελίας  ἁπάσας.

Ὅπερ οὖν δηλῶν ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ. ∆ιὰ τοῦτο οὐδὲ τὸ τοῦ Ἰακὼβ ὄνομα τέθεικε, ἀλλὰ τὸ τοῦ Ἰσραὴλ, ὅπερ ἀρετῆς ἦν τοῦ δικαίου καὶ τῆς ἄνωθεν  δωρεᾶς καὶ τοῦ Θεὸν ἑωρακέναι σύμβολον. Καίτοι φησὶν, ὅτι πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Εἰ οὖν πάντες ἥμαρτον, πῶς οἱ μὲν ἐσώθησαν, οἱ δὲ ἀπώλοντο, Ὅτι μὴ πάντες προσελθεῖν ἠβουλήθησαν· ὡς τό γε αὐτοῦ μέρος  διεσώθησαν  ἅπαντες·  καὶ  γὰρ  ἐκλήθησαν  ἅπαντες.  Ἀλλὰ  τέως  τοῦτο  οὐ τίθησιν, ἀλλ' ἐκ περιουσίας αὐτὸ λύει, καὶ ἐκ παραδειγμάτων ἑτέρων, ἄλλο ζήτημα εἰς μέσον ἄγων, καὶ καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔλυσεν ἀπορίαν μεγίστην δι' ἀπορίας ἑτέρας. Ἐπειδὴ γὰρ ἐζητεῖτο, πῶς, τοῦ Χριστοῦ δικαιωθέντος, πάντες ἀπήλαυσαν οἱ λοιποὶ τῆς δικαιοσύνης ἐκείνης, τὸ τοῦ Ἀδὰμ παρεισήγαγε, λέγων· Εἰ γὰρ τῷ τοῦ ἑνὸς  παραπτώματι  ὁ θάνατος  ἐβασίλευσε, πολλῷ  μᾶλλον  οἱ τὴν  περισσείαν τῆς χάριτος λαβόντες, ἐν ζωῇ βασιλεύσουσι. Καὶ τὸ 60.555 μὲν τοῦ Ἀδὰμ οὐ λύει, τὸ δὲ αὐτοῦ λύει ἐκ τούτου, καὶ δείκνυσιν, ὅτι λόγον  ἔχει πλείονα  τὸ τὸν ὑπὲρ αὐτῶν ἀποθανόντα  ἐξουσίαν ἔχειν  αὐτῶν  ὡς  ἂν  θέλῃ.  Τὸ μὲν  γὰρ ἑνὸς  ἁμαρτήσαντος πάντας κολάζεσθαι, οὐ σφόδρα δοκεῖ κατὰ λόγον γίνεσθαι τοῖς πολλοῖς· τὸ δὲ ἑνὸς κατορθώσαντος πάντας δικαιοῦσθαι, καὶ λόγον ἔχοι ἂν μᾶλλον, καὶ τῷ Θεῷ πρεπωδέστερον. Ἀλλ' ὅμως οὐκ ἔλυσεν ἐκεῖνο τὸ ἀπορούμενον· ὅσῳ γὰρ ἀσαφέστερον ἔμενε, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἐπεστομίζετο· καὶ ἡ τούτου διαπόρησις ἐπ' ἐκεῖνο μετέβαινε, καὶ σαφέστερον τοῦτο ἐκεῖθεν γίνεται. Οὕτω δὴ καὶ ἐνταῦθα, ἐκ διαπορουμένων ἑτέρων λύει τὰ ζητούμενα· πρὸς γὰρ Ἰουδαίους ὁ ἀγὼν ἦν αὐτῷ. ∆ιά τοι τοῦτο τὰ μὲν παραδείγματα, ἅπερ ἤγαγεν  εἰς μέσον, οὐ σφόδρα λύει· οὐ γὰρ ἦν ὑπεύθυνος τοιούτοις, ὡς ἐν τῇ πρὸς Ἰουδαίους μάχῃ· τὰ δὲ αὐτοῦ πάντα ἐξ ἐκείνων  ποιεῖ σαφέστερα. Τί γὰρ θαυμάζεις, φησὶν, ὅτι Ἰουδαίων  οἱ μὲν ἐσώθησαν, οἱ δὲ οὐκ ἐσώθησαν νῦν; Καὶ γὰρ ἄνωθεν  τοῦτο ἐπὶ τῶν  πατριαρχῶν γινόμενον ἴδοι τις ἄν. ∆ιὰ τί γὰρ ὁ Ἰσαὰκ σπέρμα καλεῖται μόνος, καίτοι γε καὶ τοῦ Ἰσμαὴλ οὗτος ἦν πατὴρ καὶ ἑτέρων πλειόνων; Ἀλλ' ἀπὸ δούλης ἦν μητρός; Καὶ τί τοῦτο πρὸς τὸν γεγεννηκότα; Πλὴν οὐδὲν φιλονεικῶ· ἐκβαλ[λ]έσθω διὰ τὴν μητέρα οὗτος· τί ἂν εἴποιμεν περὶ τῶν ἀπὸ τῆς Χεττούρας; οὐχὶ ἐλεύθεροι, καὶ ἐξ ἐλευθέρας; διὰ τί μὴ τοῖς αὐτοῖς ἐτιμήθησαν προεδρίοις τῷ Ἰσαάκ; Καὶ τί λέγω τούτους; Ἡ γὰρ Ῥεβέκκα καὶ μόνη τῷ Ἰσαὰκ γέγονεγυνὴ,  καὶ δύο τεκοῦσα παῖδας, ἐκ τοῦ Ἰσαὰκ ἔτεκεν  ἀμφοτέρους· ἀλλ' ὅμως οἱ τεχθέντες  τοῦ αὐτοῦ πατρὸς ὄντες,  τῆς αὐτῆς μητρὸς, τὰς αὐτὰς λύσαντες ὠδῖνας, καὶ ὁμοπάτριοι ὄντες καὶ ὁμομήτριοι, καὶ πρὸς τούτοις καὶ δίδυμοι, οὐ τῶν αὐτῶν ἀπήλαυσαν. Καίτοι γε ἐνταῦθα οὐ δουλείαν ἔχεις αἰτιᾶσθαι μητρὸς, ὡς ἐπὶ τοῦ Ἰσμαὴλ, οὐδὲ τὸν μὲν ἐκ ταύτης, τὸν δὲ ἐξ ἑτέρας γεγεννῆσθαι  νηδύος, καθάπερ ἐπὶ τῆς Χεττούρας καὶ τῆς Σάῤῥας, ὅπου γε καὶ τῆς ὥρας  αὐτῆς  ἐκοινώνησαν   τῶν   ὠδίνων.   ∆ιὰ  δὴ  τοῦτο  καὶ  ὁ  Παῦλος  ὡς  ἐπὶ σαφέστερον ἐξελθὼν παράδειγμα, Οὐ μόνον δὲ ἐπὶ τοῦ Ἰσαὰκ τοῦτο συνέβη, φησὶν, ἀλλὰ  καὶ  Ῥεβέκκα ἐξ ἑνὸς  κοίτην  ἔχουσα Ἰσαὰκ τοῦ  πατρὸς  ἡμῶν.  Μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων  τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν  τοῦ Θεοῦ πρόθεσις μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐῤῥήθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει  τῷ  ἐλάσσονι· καθὼς  γέγραπται.  Τὸν  Ἰακὼβ  ἠγάπησα,  τὸν  δὲ  Ἡσαῦ ἐμίσησα. Τίνος οὖν ἕνεκεν ὁ μὲν ἐφιλεῖτο, ὁ δὲ ἐμισεῖτο; διὰ τί ὁ μὲν ἐδούλευεν, ὁ δὲ ἐδουλεύετο; Ἐπειδὴ ὁ μὲν πονηρὸς, ὁ δὲ ἀγαθὸς ἦν; Καίτοι μηδέπω γεννηθέντων, ὁ μὲν ἐτιμᾶτο, ὁ δὲ κατεδικάζετο· οὔπω γὰρ γεννηθέντων,  ὁ Θεὸς ἔλεγεν, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Τίνος οὖν ἕνεκεν τοῦτο εἶπεν ὁ Θεός; Ὅτι οὐκ ἀναμένει, καθάπερ ἄνθρωπος, ἀπὸ τοῦ τέλους τῶν πραγμάτων ἰδεῖν τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον, ἀλλὰ καὶ πρὸ τούτων  οἶδε τίς μὲν ὁ πονηρὸς, τίς δὲ ὁ μὴ τοιοῦτος. Καὶ τοῦτο καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν  γέγονε μετὰ πλείονος  τοῦ θαύματος. Τί γὰρ λέγω, φησὶ, περὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, ὧν ὁ μὲν πονηρὸς ἦν, ὁ δὲ ἀγαθός; Ἐπὶ γὰρ τῶν

Ἰσραηλιτῶν  κοινὸν  τὸ ἁμάρτημα ἦν· πάντες γὰρ τὸν μόσχον προσεκύνησαν. Ἀλλ' ὅμως οἱ μὲν ἠλεήθησαν, οἱ δὲ οὐκ ἠλεήθησαν· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Τοῦτο καὶ ἐπὶ τῶν κολαζομένων ἴδοι τις ἄν. Τί γὰρ ἂν εἴποις περὶ τοῦ Φαραὼ, ὅτι ἐκολάσθη καὶ τοσαύτην ἔδωκε δίκην; Ὅτι σκληρὸς ἦν καὶ ἀπειθής.  Ἆρ' οὖν  αὐτὸς  μόνος,  ἄλλος  δὲ 60.556 οὐδὲ  εἷς; πῶς  οὖν  οὗτος  οὕτω σφοδρῶς ἐκολάζετο; τί δήποτε δὲ καὶ ἐπὶ τῶν Ἰουδαίων τὸν οὐ λαὸν ἐκάλεσε λαὸν, καὶ πάλιν, οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιμῆς; Ἐὰν γὰρ ὦσι, φησὶν, ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Καὶ τίνος ἕνεκεν τὸ κατάλειμμα μόνον; Ὁρᾷς ὅσης  ἀπορίας  ἐνέπλησε  τὰ  προκείμενα;  Καὶ μάλα  εἰκότως·  ὅταν  γὰρ  ἐξῇ  τὸν ἀντίδικον  εἰς  ἀπορίαν  ἐμβαλεῖν,  μὴ εὐθέως  τὴν  λύσιν  ἔπαγε. Εἰ γὰρ καὶ  αὐτὸς φανείη  τῆς αὐτῆς ἀγνοίας  ὑπεύθυνος  ὢν, τί κινδύνους  αὐτὸς ἀνέχῃ περιττούς; τί θρασύτερον ποιεῖς ἐκεῖνον, τὸ πᾶν ἐπὶ σαυτὸν ἕλκων;   ʹ. Εἰπὲ γάρ μοι, ὦ Ἰουδαῖε, τοσαῦτα ἀπορῶν, καὶ λύειν  οὐδὲν  τούτων  δυνάμενος,  πῶς  ὑπὲρ τῆς τῶν  ἐθνῶν κλήσεως ἡμῖν πράγματα παρέχεις; Καίτοι γε ἐγὼ ἔχω καὶ αἰτίαν εἰπεῖν δικαίαν, δι' ἣν τὰ ἔθνη ἐδικαιώθη, ὑμεῖς δὲ ἐξεπέσετε. Τίς οὖν ἡ αἰτία; Ὅτι οἱ μὲν ἐκ πίστεως, ὑμεῖς δὲ ὡς ἐξ ἔργων νόμου. Καὶ ταῦτα φιλονεικήσαντες  προεδόθητε πανταχόθεν. Ἀγνοοῦντες  γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ  ὑπετάγησαν.  Ἡ μὲν  οὖν  λύσις τοῦ χωρίου παντὸς, ὡς ἐν κεφαλαίῳ τὸ πᾶν εἰπεῖν, οὕτω προάγεται παρὰ τῆς μακαρίας ἐκείνης ψυχῆς·  ἵνα  δὲ  καὶ  σαφέστερα  ταῦτα   γένηται,   καθ'  ἕκαστον  τῶν   εἰρημένων ποιησώμεθα τὴν ἐξέτασιν, ἐκεῖνο εἰδότες, ὅτι τὸ σπουδαζόμενον τῷ μακαρίῳ Παύλῳ τοῦτο ἦν, διδάξαι διὰ πάντων  τῶν εἰρημένων, ὅτι τοὺς ἀξίους ὁ Θεὸς οἶδε μόνος, ἀνθρώπων  δὲ οὐδεὶς, κἂν σφόδρα εἰδέναι  δοκῇ, ἀλλὰ πολλαχοῦ  διαπίπτει  τὰ τῆς ψήφου ταύτης. Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, αὐτὸς οἶδε σαφῶς, τίνες  μὲν  στεφάνων  ἄξιοι,  τίνες  δὲ  κολάσεως  καὶ  τιμωρίας.  ∆ιὰ  δὴ  τοῦτο  καὶ πολλοὺς παρὰ τοῖς ἀνθρώποις νομιζομένους ἀγαθοὺς εἶναι ἐκόλασε διελέγξας, καὶ πονηροὺς ὑποπτευομένους  ἐστεφάνωσε, δείξας οὐκ ὄντας τοιούτους· οὐκ ἀπὸ τῆς τῶν δούλων γνώμης, ἀλλ' ἀπὸ τῆς οἰκείας κρίσεως τῆς ἀκριβοῦς καὶ ἀδεκάστου τὴν ψῆφον φέρων, καὶ οὐκ ἀναμένων ἀπὸ τῆς τῶν πράξεων ἐκβάσεως ἰδεῖν τὸν φαῦλον, καὶ τὸν οὐ τοιοῦτον. Πλὴν ἀλλ' ἵνα μὴ πάλιν ἀσαφέστερον τὸν λόγον ποιήσωμεν, ἐπ' αὐτὰ τὰ ῥήματα ἴωμεν τὰ ἀποστολικά. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα. Ἠδυνάμην μὲν γὰρ, φησὶν, εἰπεῖν καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, ἀλλ' οὐ λέγω· ἀλλ' ὥστε ἐκ περιουσίας τὴν νίκην ἄρασθαι, τοὺς ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς τεχθέντας   μητρὸς,  τούτους  εἰς  μέσον  ἄγω.  Καὶ γὰρ  ἀπὸ  τῆς  Ῥεβέκκας  ἦσαν ἀμφότεροι,  καὶ  ἀπὸ  τοῦ  Ἰσαὰκ τοῦ  γνησίου  παιδὸς,  τοῦ  δοκίμου,  τοῦ  πάντων προτιμηθέντος, περὶ οὗ ἔφησεν· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, τοῦ πατρὸς ἡμῶν πάντων  γενομένου.  Εἰ δὲ πατὴρ ἡμῶν  ἐκεῖνος, καὶ τοὺς ἐξ ἐκείνου  πατέρας ἔδει εἶναι· ἀλλ' οὐκ ἐγένοντο.  Εἶδες πῶς οὐκ ἐπὶ τοῦ Ἀβραὰμ τοῦτο μόνον συμβαίνει, ἀλλὰ καὶ ἐπ' αὐτοῦ τοῦ παιδὸς, καὶ πανταχοῦ πίστις καὶ ἀρετή ἐστιν ἡ διαλάμπουσα, καὶ  τὴν  ἀκριβῆ συγγένειαν  χαρακτηρίζουσα; Ἐντεῦθεν  γὰρ  μανθάνομεν,  ὅτι  οὐ μόνον τὸν τρόπον τῆς γεννήσεως, ἀλλὰ καὶ διὰ τὸ ἄξιοι εἶναι τῆς ἀρετῆς τοῦ γεγεννηκότος,  οἱ παῖδες  καλοῦνται  παῖδες  ἐκείνου.  Εἰ γὰρ ἀπὸ τοῦ  τρόπου  τῆς γεννήσεως μόνον, ἔδει καὶ τὸν Ἡσαῦ τῶν αὐτῶν ἀπολαῦσαι τῷ Ἰακώβ· καὶ γὰρ καὶ οὗτος ἀπὸ νενεκρωμένης μήτρας ἦν, καὶ στεῖρα ἦν ἡ μήτηρ αὐτοῦ. Ἀλλ' οὐ τοῦτο ἦν τὸ ζητούμενον μόνον, ἀλλὰ καὶ ὁ τρόπος, ὅπερ οὐ τὸ τυχὸν καὶ εἰς βίου συμβάλλεται διδασκαλίαν ἡμῖν. Καὶ οὐ λέγει, ὅτι Ἐπειδὴ ὁ μὲν ἀγαθὸς, ὁ δὲ πονηρὸς, διὰ 60.557 τοῦτο προετιμήθη, ἵνα μὴ εὐθέως ἀντιπέσῃ αὐτῷ τοῦτο· Τί οὖν; ἀγαθοὶ οἱ ἐξ ἐθνῶν μᾶλλον, ἢ οἱ ἐκ περιτομῆς; Εἰ γὰρ καὶ οὕτως εἶχεν ἡ τοῦ πράγματος ἀλήθεια, ἀλλ' οὔπω αὐτὸ τίθησι· καὶ γὰρ ἐδόκει φορτικώτερον εἶναι· ἀλλ' ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν

τὸ πᾶν ἔῤῥιψεν, ᾗτινι μαχέσασθαι οὐδεὶς ἂν ἐτόλμησεν, οὐδὲ εἰ σφόδρα μαινόμενος ἦν. Μήπω γὰρ γεννηθέντων, φησὶ, μηδὲ πραξάντων τι ἀγαθὸν, ἐῤῥέθη αὐτῇ, ὅτι Ὁ μείζων  δουλεύσει τῷ ἐλάσσονι· καὶ δείκνυσιν,  ὅτι ἡ κατὰ σάρκα εὐγένεια  οὐδὲν ὠφελεῖ, ἀλλὰ ψυχῆς ἀρετὴν δεῖ ζητεῖν, ἣν καὶ πρὸ τῶν ἔργων ὁ Θεὸς οἶδε. Μήπω γὰρ γεννηθέντων, φησὶ, μηδὲ πραξάντων  τι ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, ἐῤῥέθη αὐτῇ, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Τοῦτο γὰρ προγνώσεως, τὸ καὶ ἐξ ὠδίνων  αὐτῶν ἐκλέγεσθαι· ἵνα φανῇ, φησὶ, τοῦ Θεοῦ ἡ ἐκλογὴ ἡ κατὰ πρόθεσιν καὶ πρόγνωσιν γενομένη· ἐκ πρώτης γὰρ ἡμέρας καὶ τὸν ἀγαθὸν, καὶ τὸν οὐ τοιοῦτον καὶ οἶδε καὶ ἐκήρυξε. Μὴ τοίνυν μοι λέγε, ὅτι νόμον, φησὶν,  ἀνέγνως  καὶ  προφήτας,  καὶ  τοσοῦτον  ἐδούλευσας  χρόνον.  Ὁ γὰρ  εἰδὼς ψυχὴν καὶ δοκιμάζειν, οὗτος οἶδε καὶ τίς ἄξιός ἐστι σωθῆναι. Παραχώρει τοίνυν τῷ ἀκαταλήπτῳ  τῆς ἐκλογῆς· καὶ γὰρ μόνος αὐτὸς οἶδεν ἀκριβῶς στεφανοῦν.  Πόσοι γοῦν  τοῦ Ματθαίου βελτίους  εἶναι  ἐδόκουν  κατὰ  τὴν  τῶν  ἔργων  ἐπίδειξιν  τὴν φαινομένην; Ἀλλ' ὁ τὰ ἀπόῤῥητα εἰδὼς, καὶ διανοίας ἐπιτηδειότητα δοκιμάσαι δυνάμενος,  καὶ ἐν τῷ βορβόρῳ τὸν μαργαρίτην  κείμενον  ἔγνω,  καὶ τοὺς ἄλλους παραδραμὼν, καὶ τούτου τὴν  εὐμορφίαν  θαυμάσας, αὐτὸν  ἐξελέξατο, καὶ τῇ τῆς προαιρέσεως εὐγενείᾳ τὴν παρ' ἑαυτοῦ προσθεὶς χάριν, δόκιμον αὐτὸν ἀπέφηνεν. Εἰ γὰρ ἐπὶ τῶν τεχνῶν τούτων τῶν ἐπικήρων, καὶ τῶν ἄλλων ἁπάντων πραγμάτων, οἱ δεινοὶ κρίνειν οὐκ ἀφ' ὧν οἱ ἰδιῶται ψηφίζονται, ἀπὸ τούτων ἐκλέγονται τὰ προκείμενα, ἀλλ' ἀφ' ὧν ἴσασιν αὐτοὶ σαφῶς, καὶ τὸ μὲν παρὰ τοῖς ἰδιώταις δοκιμασθὲν  πολλάκις   ἠτίμασαν,  τὸ  δὲ  ἀτιμασθὲν  ἐνέκριναν·   καὶ  πωλοδάμναι πολλάκις ἐπὶ τῶν ἵππων τοῦτο ἐποίησαν, καὶ οἱ τῶν τιμίων λίθων κριταὶ, καὶ οἱ τῶν ἄλλων δὲ τεχνῶν δημιουργοί· πολλῷ μᾶλλον ὁ φιλάνθρωπος Θεὸς, ἡ ἄπειρος σοφία, ὁ μόνος πάντα εἰδὼς σαφῶς, οὐκ ἀνέξεται τῆς τῶν ἀνθρώπων  ὑπονοίας, ἀλλ' ἀπὸ τῆς οἰκείας σοφίας τῆς ἀκριβοῦς καὶ ἀδιαπτώτου τὴν περὶ πάντων οἴσει ψῆφον. ∆ιά τοι   τοῦτο   καὶ   τελώνην   ἐξελέξατο   καὶ   λῃστὴν   καὶ   πόρνην·   ἱερέας   δὲ   καὶ πρεσβυτέρους καὶ ἄρχοντας ἠτίμησε καὶ ἐξέβαλε. ζʹ. Τοῦτο καὶ ἐπὶ τῶν μαρτύρων συμβαῖνον  ἴδοι  τις  ἄν.  Πολλοὶ  γοῦν  τῶν  σφόδρα ἀπεῤῥιμμένων  ἐν  καιρῷ  τῶν ἀγώνων  ἐστεφανώθησαν· καὶ τοὐναντίον, μεγάλοι παρὰ πολλοῖς νομισθέντες εἶναί τινες, ὑπεσκελίσθησαν καὶ κατέπεσον. Μὴ τοίνυν εὐθύνας ἀπαίτει τὸν ∆ημιουργὸν, μηδὲ λέγε· ∆ιὰ τί ὁ μὲν ἐστεφανώθη, ὁ δὲ ἐκολάσθη; Οἶδε γὰρ μετὰ ἀκριβείας ταῦτα ποιεῖν· διὸ καὶ ἔλεγε· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Ὅτι γὰρ δικαίως, σὺ μὲν ἀπὸ τοῦ τέλους ἔγνως, αὐτὸς δὲ καὶ πρὸ τοῦ τέλους ᾔδει σαφῶς. Οὐδὲ γὰρ ἔργων ἐπίδειξιν ζητεῖ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ προαιρέσεως εὐγένειαν καὶ γνώμην εὐγνώμονα.  Ὁ γὰρ  τοιοῦτος,  κἂν  ὑπὸ  περιστάσεώς τινός  ποτε  ἁμάρτῃ, ταχέως ἑαυτὸν ἀναστήσεται· κἂν ἐν κακίᾳ διατρίβων τύχῃ, οὐ περιοφθήσεται, ἀλλὰ ταχέως αὐτὸν ἀνιμήσεται ὁ πάντα εἰδὼς Θεός· ὥσπερ ὁ ταυτὶ διεφθαρμένος, κἂν ἀγαθόν τι δόξῃ ποιεῖν, ἀπολεῖται μετὰ πονηρᾶς τοῦτο ἐργαζόμενος γνώμης· ἐπεὶ καὶ ὁ ∆αυῒδ, καὶ φονεύσας, καὶ μοιχεύσας, ἐπειδὴ ἀπὸ περι 60.558 στάσεώς τινος συναρπαγεὶς, οὐκ ἀπὸ μελέτης τῆς κατὰ τὴν πονηρίαν ταῦτα εἰργάσατο, ταχέως αὐτὰ ἀπενίψατο· ὁ μέντοι Φαρισαῖος, οὐδὲν τούτων τολμήσας, ἀλλὰ καὶ ἐν ἄλλοις κομῶν ἀγαθοῖς, τῇ πονηρᾷ προαιρέσει πάντα ἀπώλεσε. Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο.  Οὐκοῦν οὐδὲ  ἐφ' ἡμῶν  καὶ  τῶν  Ἰουδαίων.  Εἶτα ἐπάγει  ἕτερον  τούτου ἀσαφέστερον. Καὶ ποῖον; Τῷ γὰρ Μωϋσῇ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Καὶ πάλιν  αὔξει τὴν  ἀντίθεσιν  διὰ μέσου διακόπτων  αὐτὴν, καὶ λύων, καὶ ἑτέραν πάλιν ἀπορίαν ποιῶν. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, ἑρμηνεῦσαι  αὐτὸ  ἀναγκαῖον.  Εἶπε, φησὶν,  ὁ  Θεὸς, ὅτι  Ὁ  μείζων  δουλεύσει  τῷ ἐλάσσονι πρὸ τῆς ὠδῖνος. Τί οὖν; μὴ ἄδικος ὁ Θεός; Οὐδαμῶς. Οὐκοῦν ἄκουε καὶ τῶν ἑξῆς· ἐκεῖ μὲν γὰρ κἂν ἡ ἀρετὴ, κἂν ἡ κακία διέκρινεν· ἐνταῦθα δὲ ἓν τὸ ἁμάρτημα

ἦν ἁπάντων Ἰουδαίων, τὸ τῆς μοσχοποιίας, καὶ ὅμως οἱ μὲν ἐκολάσθησαν, οἱ δὲ οὐκ ἐκολάσθησαν· διὸ ἔλεγεν· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Οὐ γὰρ σόν ἐστιν εἰδέναι, ὦ Μωϋσῆ, τίνες ἄξιοι φιλανθρωπίας,  ἀλλ' ἐμοὶ παραχώρει τοῦτο. Εἰ δὲ Μωϋσέως οὐκ ἦν εἰδέναι, πολλῷ  μᾶλλον  ἡμῶν. ∆ιὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς  τέθεικε  τὸ  εἰρημένον,  ἀλλὰ  καὶ  πρὸς  τίνα  εἶπεν,  ἐμνημόνευσε·  Τῷ γὰρ Μωϋσῇ, φησὶ λέγει· ἵνα καὶ τῷ ἀξιώματι τοῦ προσώπου τὸν ἀντιλέγοντα  ἐντρέψῃ. Εἰπὼν  τοίνυν  τὴν  λύσιν  τῶν  ἀπορουμένων,  διὰ  μέσου διακόπτει,  πάλιν  ἑτέραν ἀντίθεσιν εἰσάγων, καὶ λέγων· Ἄρα οὗτος τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ, ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ  γῇ. Ὥσπερ γὰρ ἐκεῖ, φησὶν,  οἱ μὲν  ἐσώθησαν, οἱ δὲ ἐκολάσθησαν· οὕτω  καὶ ἐνταῦθα οὗτος εἰς αὐτὸ τοῦτο ἐτηρεῖτο. Εἶτα πάλιν  ἀντίθεσιν ἐπάγει· Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι· Τί ἔτι μέμφεται; τῷ γὰρ θελήματι αὐτοῦ τίς ἀνθέστηκεν; Ὁρᾷς πῶς ἐσπούδασεν αὐτὸ ποιῆσαι διὰ πάντων ἄπορον; Καὶ οὐδὲ τὴν  λύσιν  εὐθέως  ἐπάγει,  συμφερόντως  καὶ τοῦτο  ποιῶν.  ἀλλ' ἐπιστομίζει πρῶτον τὸν ζητοῦντα, λέγων οὕτω· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος  τῷ Θεῷ; Ποιεῖ δὲ τοῦτο, τὴν ἄκαιρον αὐτοῦ περιεργίαν ἀναστέλλων,   καὶ  τὴν  πολλὴν   πολυπραγμοσύνην,  καὶ  χαλινὸν   περιτιθεὶς,  καὶ παιδεύων  εἰδέναι  τί  μὲν  Θεὸς, τί  δὲ  ἄνθρωπος,  καὶ  πῶς  ἀκατάληπτος  αὐτοῦ  ἡ πρόνοια, καὶ πῶς ὑπερβαίνουσα τὸν ἡμέτερον λογισμὸν, καὶ πῶς ἅπαντα αὐτῷ πείθεσθαι δεῖ· ἵν' ὅταν τοῦτο κατασκευάσῃ παρὰ τῷ ἀκροατῇ, καὶ καταστείλῃ καὶ λεάνῃ   τὴν   γνώμην,   τότε   μετὰ   πολλῆς   τῆς   εὐκολίας   ἐπάγων   τὴν   λύσιν, εὐπαράδεκτον αὐτῷ ποιήσῃ τὸ λεγόμενον.  Καὶ οὐ λέγει, ὅτι ἀδύνατον  τὸ τοιαῦτα λύειν, ἀλλὰ τί; Παράνομον τὸ τοιαῦτα ζητεῖν· δεῖ γὰρ πείθεσθαι τοῖς ὑπὸ τοῦ Θεοῦ λεγομένοις, οὐ περιεργάζεσθαι. κἂν τὸν λόγον αὐτῶν ἀγνοῶμεν· διό φησι· Σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῶ; Εἶδες πῶς ἐξηυτέλισε, πῶς κατήνεγκε τὸ φύσημα; Σὺ τίς εἶ; Κοινωνὸς εἶ τῆς ἀρχῆς; ἀλλὰ δικαστὴς ἐκάθισας τῷ Θεῷ; Πρὸς γὰρ τὴν ἐκείνου σύγκρισιν οὐδὲ εἶναί τι δύνασαι, οὐ τόδε ἢ τόδε, ἀλλ' οὐδὲ εἶναί τι. Τοῦ γὰρ εἰπεῖν, Οὐδὲν  εἶ,  πολὺ   τὸ  εἰπεῖν,   Τίς  εἶ,  οὐδαμινέστερον.  Καὶ  ἄλλως   πλείονα   τὴν ἀγανάκτησιν ἐνδείκνυται  τῇ ἐρωτήσει. Καὶ οὐκ εἶπε, Σὺ τίς εἶ ὁ ἀποκρινόμενος τῷ Θεῷ; ἀλλ' Ὁ ἀνταποκρινόμενος,  τουτέστιν, ὁ ἀντιλέγων,  ὁ ἐναντιούμενος;  Τὸ γὰρ εἰπεῖν, ὅτι Οὕτως ἔδει, καὶ, 60.559 Οὐχ οὕτως ἔδει, ἀνταποκρινομένου  ἐστίν. Εἶδες πῶς ἐφόβησε, πῶς κατέπληξε, πῶς τρέμειν μᾶλλον ἐποίησεν, ἢ ζητεῖν καὶ περιεργάζεσθαι; Τοῦτο ἀρίστου διδασκάλου, τὸ μὴ τῇ τῶν μαθητῶν ἐπιθυμίᾳ ἕπεσθαι πανταχοῦ, ἀλλ' αὐτοὺς πρὸς τὸ οἰκεῖον ἄγειν θέλημα, καὶ τὰς ἀκάνθας ἀποσπᾷν, καὶ τότε καταβάλλειν  τὰ σπέρματα, καὶ μὴ εὐθέως πρὸς τὰ ἐρωτώμενα  ἀποκρίνεσθαι πανταχοῦ.  Μὴ ἐρεῖ τὸ  πλάσμα τῷ  πλάσαντι,  Τί με ἐποίησας οὕτως;  ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; ηʹ. Ἐνταῦθα οὐ τὸ αὐτεξούσιον ἀναιρῶν τοῦτο λέγει, ἀλλὰ δεικνὺς μέχρι πόσου δεῖ πείθεσθαι τῷ Θεῷ. Εἰς γὰρ τὸ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, οὐδὲν μᾶλλον τοῦ πηλοῦ διακεῖσθαι δεῖ. Οὐδὲ γὰρ μόνον ἀντιλέγειν  οὐ χρὴ, οὐδὲ ζητεῖν, ἀλλ' οὐδὲ φθέγγεσθαι ὅλως, οὐδὲ ἐννοεῖν, ἀλλ' ἐοικέναι ἐκείνῳ τῷ ἀψύχῳ, καὶ ταῖς χερσὶν ἑπομένῳ τοῦ κεραμέως, καὶ περιαγομένῳ ὅπουπερ ἂν ἐκεῖνος ἐθέλῃ. Εἰς τοῦτο γὰρ μόνον τὸ ὑπόδειγμα ἔλαβεν, οὐκ εἰς τὴν τῆς πολιτείας ἐπίδειξιν, ἀλλ' εἰς τὴν ὑποτεταγμένην  ὑπακοὴν καὶ σιγήν. Καὶ τοῦτο πανταχοῦ δεῖ παρατηρεῖν, ὅτι τὰ ὑποδείγματα οὐ πάντα καθόλου δεῖ λαμβάνειν, ἀλλὰ τὸ χρήσιμον αὐτῶν ἐκλεξαμένους, καὶ εἰς ὅπερ παρείληπται, τὸ λοιπὸν ἅπαν ἐᾷν. Ὥσπερ οὖν ὅταν λέγῃ, Ἀναπεσὼν  ἐκοιμήθη  ὡς  λέων,  τὸ  ἄμαχον  καὶ  φοβερὸν  ἐκλαμβάνομεν,  οὐ  τὸ θηριῶδες   οὐδὲ  ἄλλο   τι   τῶν   τῷ   λέοντι   προσόντων·   καὶ  πάλιν   ὅταν   λέγῃ,

Ἀπαντήσομαι αὐτοῖς, ὡς ἄρκτος ἀπορουμένη, τὸ τιμωρητικόν·  καὶ ὅταν  λέγῃ, Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον, τὸ δαπανητικὸν τὸ ἐκ τῆς κολάσεως· οὕτως οὖν καὶ ἐνταῦθα τὸν πηλὸν καὶ τὸν κεραμέα καὶ τὰ σκεύη ἐκλαμβάνειν ἀνάγκη. Καὶ ὅταν δὲ ἐπάγῃ  καὶ  λέγῃ,  Ἢ  οὐκ  ἔχει  ἐξουσίαν  ὁ  κεραμεὺς  τοῦ  πηλοῦ  ἐκ  τοῦ  αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν  σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; μὴ εἰς δημιουργίας λόγον   νόμιζε  ταῦτα  εἰρῆσθαι  τῷ  Παύλῳ,  μὴ  εἰς  γνώμης   ἀνάγκην,   ἀλλ'  εἰς οἰκονομιῶν  ἐξουσίαν καὶ διαφοράν. Εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, πολλὰ τὰ ἄτοπα ἕψεται.  Καὶ γὰρ εἰ περὶ γνώμης  ἐνταῦθα  ὁ λόγος,  καὶ τῶν  ἀγαθῶν  καὶ τῶν  οὐ τοιούτων  ἔσται αὐτὸς  δημιουργὸς  τούτων,  καὶ  ὁ ἄνθρωπος  πάσης αἰτίας  ἐκτός· φανεῖται δὲ καὶ ὁ Παῦλος οὕτως αὐτὸς ἑαυτῷ μαχόμενος ὁ πανταχοῦ τὴν προαίρεσιν στεφανῶν. Οὐδὲν τοίνυν  ἕτερον ἐνταῦθα κατασκευάσαι βούλεται, ἢ τὸ πεῖσαι τὸν ἀκροατὴν μεθ' ὑπερβολῆς ἁπάσης εἴκειν, τῷ Θεῷ, καὶ μηδενὸς μηδέποτε ἀπαιτεῖν εὐθύνας αὐτόν. Καθάπερ γὰρ ὁ κεραμεὺς, φησὶν, ἐκ τοῦ αὐτοῦ φυράματος ἃ βούλεται ποιεῖ,  καὶ  οὐδεὶς  ὁ  ἀντιλέγων·  οὕτω  καὶ  τὸν  Θεὸν ἐκ  τοῦ  αὐτοῦ  γένους  τῶν ἀνθρώπων τοὺς μὲν κολάζοντα, τοὺς δὲ τιμῶντα μὴ περιεργάζου, μηδὲ πολυπραγμόνει, ἀλλὰ προσκύνει μόνον, καὶ μιμοῦ τὸν πηλόν· καὶ καθάπερ ἐκεῖνος ἕπεται ταῖς χερσὶ τοῦ κεραμέως, οὕτω καὶ σὺ τῇ γνώμῃ τοῦ ταῦτα οἰκονομοῦντος. Οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἐργάζεται, κἂν αὐτὸς ἀγνοῇς καὶ τὸ τῆς σοφίας ἀπόῤῥητον. Σὺ δὲ ἐκείνῳ μὲν συγχωρεῖς ἐκ τοῦ 60.560 αὐτοῦ φυράματος διάφορα ποιεῖν, καὶ οὐκ ἐγκαλεῖς· τοῦτον δὲ εὐθύνας ἀπαιτεῖς τῶν κολάσεων καὶ τῶν τιμῶν, καὶ οὐ παραχωρεῖς αὐτῷ εἰδέναι, τίς μὲν ἄξιος, τίς δὲ οὐ τοιοῦτος, ἀλλ' ἐπειδήπερ τὸ αὐτὸ φύραμα τῆς αὐτῆς οὐσίας ἐστὶ, καὶ τὰς αὐτὰς προαιρέσεις ἀξιοῖς εἶναι. Καὶ πόσης ταῦτα παραπληξίας· Καίτοι γε οὐδὲ ἐπὶ τοῦ κεραμέως ἐκ τοῦ φυράματος τὸ ἄτιμον καὶ τὸ ἔντιμον, ἀλλ' ἀπὸ τῆς χρήσεως τῶν μεταχειριζομένων, ὅπερ οὖν καὶ ἐνταῦθα ἀπὸ τῆς προαιρέσεως. Πλὴν, ὅπερ ἔφθην εἰπὼν, εἰς ἓν τοῦτο λαμβάνειν δεῖ μόνον τὸ ὑπόδειγμα, τὸ μὴ δεῖν ἀντιλέγειν  τῷ Θεῷ, ἀλλὰ παραχωρεῖν  αὐτοῦ τῷ ἀκαταλήπτῳ   τῆς   σοφίας.  Καὶ  γὰρ  τὰ   παραδείγματα   μείζονα   εἶναι   δεῖ   τῶν προκειμένων, καὶ ὑπὲρ ὧν εἰς μέσον ἄγεται, ὥστε μᾶλλον ἐνεργεῖν τὸν ἀκροατήν· ἐπεὶ εἰ μὴ μεῖζον εἴη, καὶ πλείονα ἔχοι τὴν ὑπερβολὴν, οὐκ ἂν ὡς χρὴ καθικέσθαι δυνηθείη, καὶ ἐντρέψαι τὸν ἀντιλέγοντα.  Τὴν μὲν οὖν ἄκαιρον αὐτῶν φιλονεικίαν οὕτως  ἐπεστόμισε μετὰ  τῆς  προσηκούσης ὑπερβολῆς·  ἐπάγει  δὲ  λοιπὸν  καὶ  τὴν λύσιν. Τίς οὖν ἡ λύσις; Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν·  καὶ  ἵνα  γνωρίσῃ  τὸν  πλοῦτον  τῆς  δόξης  αὑτοῦ  ἐπὶ  σκεύη ἐλέους,  ἃ προητοίμασεν εἰς δόξαν· οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Σκεῦος ὀργῆς ἦν ὁ Φαραώ· τουτέστιν, ὁ ἄνθρωπος τοῦ Θεοῦ τὴν ὀργὴν ἀνάπτων διὰ τῆς οἰκείας σκληρότητος· πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας, οὐκ ἐγένετο βελτίων, ἀλλ' ἀδιόρθωτος ἔμεινε. ∆ιὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν  ἐκάλεσε μόνον, ἀλλὰ καὶ κατηρτισμένον  εἰς ἀπώλειαν·  τουτέστι, ἀπηρτισμένον, οἴκοθεν μέντοι καὶ παρ' ἑαυτοῦ. Οὔτε γὰρ ὁ Θεὸς ἐνέλιπέ τι τῶν εἰς τὴν διόρθωσιν εἰκόντων τὴν ἐκείνου, οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων  αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν πολλῇ  μακροθυμίᾳ,  βουλόμενος  αὐτὸν  εἰς  μετάνοιαν  ἀγαγεῖν·  εἰ  γὰρ  μὴ  τοῦτο ἤθελεν, οὐδ' ἂν ἐμακροθύμησεν. Ἐπειδὴ δὲ οὐκ ἠθέλησεν εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι, ἀλλ' ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν διὰ τῆς εἰς ἐκεῖνον κολάσεως ἑτέρους σπουδαιοτέρους ποιῶν, καὶ τὴν  δύναμιν  αὐτοῦ  ταύτῃ  δεικνύς.  Ὅτι  γὰρ  οὐ  βούλεται  ὁ  Θεὸς οὕτως  αὐτοῦ γνωρίζεσθαι τὸ δυνατὸν, ἀλλὰ ἑτέρως δι' ὧν εὐεργετεῖ, δι' ὧν εὖ ποιεῖ, καὶ τοῦτο διὰ πάντων  ἐδήλωσεν ἄνωθεν. Εἰ γὰρ Παῦλος οὐχ οὕτω βούλεται φαίνεσθαι δυνατός·

Οὐ γὰρ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν,  φησὶν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε· πολλῷ μᾶλλον  ὁ  Θεός. Ἀλλ'  ἐπειδὴ  ἐμακροθύμησε μὲν,  ἵνα  εἰς  μετάνοιαν  ἀγάγῃ,  οὐ μετενόησε δὲ ἐκεῖνος, ἤνεγκεν αὐτὸν ἐπὶ πολὺν χρόνον, ὁμοῦ μὲν τὴν αὐτοῦ χρηστότητα ἐπιδεικνύμενος, ὁμοῦ δὲ καὶ τὴν δύναμιν, εἰ μὴ βουληθείη τι κερδᾶναι ἐκεῖνος  ἀπὸ  τῆς  πολλῆς  ταύτης  μακροθυμίας.  Ὥσπερ οὖν  τοῦτον  ἀδιόρθωτον μείναντα κολάσας, ἔδειξεν αὑτοῦ τὴν δύναμιν· οὕτω τοὺς πολλὰ ἁμαρτήσαντας καὶ μετανοήσαντας  ἐλεήσας, ἐδήλωσεν αὑτοῦ τὴν φιλανθρωπίαν.  60.561 θʹ. Ἀλλ'  οὐκ εἶπε τὴν φιλανθρωπίαν,  ἀλλὰ τὴν δόξαν, δεικνὺς ὅτι τοῦτο μάλιστα δόξα Θεοῦ, καὶ τοῦτο πρὸ τῶν  ἄλλων  ἁπάντων  ἐσπούδακεν. Ὅταν δὲ λέγῃ, Ἃ προητοίμασεν εἰς δόξαν, οὐ τοῦ Θεοῦ τὸ πᾶν εἶναί φησιν· ἐπεὶ εἰ τοῦτο ἦν, οὐδὲν ἐκώλυσεν ἅπαντας σώζεσθαι· ἀλλὰ πάλιν αὐτοῦ τὴν πρόγνωσιν δείκνυσι, καὶ τὸ μέσον Ἰουδαίων  καὶ ἐθνῶν  ἀναιρεῖ.  Καὶ οὐ  μικρὰν  δὲ  καὶ  ἐντεῦθεν  τῷ  λόγῳ  κατασκευάζει  πάλιν ἀπολογίαν. Οὐδὲ γὰρ μόνον ἐπὶ τῶν Ἰουδαίων  οἱ μὲν ἀπώλοντο,  οἱ δὲ ἐσώθησαν, ἀλλὰ καὶ ἐπὶ τῶν ἐθνῶν  τοῦτο γέγονε· διόπερ οὐδὲ λέγει τὰ ἔθνη πάντα, ἀλλ', Ἐξ ἐθνῶν·  οὐδὲ, Ἰουδαίους  πάντας,  ἀλλὰ,  Τοὺς ἐξ Ἰουδαίων.  Ὥσπερ οὖν  ὁ Φαραὼ σκεῦος ὀργῆς γέγονεν ἀπὸ τῆς οἰκείας παρανομίας· οὕτω καὶ οὗτοι σκεύη ἐλέους ἀπὸ τῆς οἰκείας εὐγνωμοσύνης. Εἰ γὰρ καὶ τὸ πλέον ἐστὶ τοῦ Θεοῦ, ἀλλ' ὅμως καὶ αὐτοί τι μικρὸν εἰσηνέγκαμεν. ∆ιὸ οὐδὲ εἶπε, σκεύη κατορθωμάτων, οὐδὲ, σκεύη παῤῥησίας, ἀλλὰ, Σκεύη ἐλέους, δεικνὺς, ὅτι τὸ πᾶν ἐστι τοῦ Θεοῦ. Καὶ γὰρ τὸ, Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, εἰ καὶ ἐν τάξει ἀντιθέσεως εἴρηται, ἀλλ' ὅμως καὶ παρὰ τοῦ Παύλου λεγόμενον, οὐδεμίαν ἀπορίαν φέρει. Ὅταν γὰρ εἴπῃ, Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, οὐ τὴν ἐξουσίαν ἀναιρεῖ, ἀλλὰ δείκνυσιν, ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος. ∆εῖ μὲν γὰρ καὶ θέλειν καὶ τρέχειν, θαῤῥεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· ὅπερ καὶ ἀλλαχοῦ ἔλεγεν· Οὐκ ἐγὼ δὲ, ἀλλ'  ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ καλῶς εἶπεν· Ἃ προητοίμασεν εἰς δόξαν. Ἐπειδὴ γὰρ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν, καὶ καταισχύνειν αὐτοὺς ἐνόμιζον, ἐκ πολλῆς τῆς περιουσίας ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰ γὰρ τῷ Θεῷ τὸ πρᾶγμα δόξαν ἤνεγκε, πολλῷ μᾶλλον ἐκείνοις, δι' ὧν ὁ Θεὸς ἐδοξάσθη. Σκόπει δὲ αὐτοῦ   εὐγνωμοσύνην   καὶ   σοφίαν   ἄφατον.   ∆υνάμενος   γὰρ   μὴ   τὸν   Φαραὼ παρενεγκεῖν εἰς τὸν περὶ τῶν κολαζομένων λόγον, ἀλλ' ἐξ Ἰουδαίων τοὺς ἡμαρτηκότας, καὶ σαφέστερον μᾶλλον  ποιῆσαι τὸν λόγον,  καὶ δεῖξαι ὅτι ἔνθα οἱ αὐτοὶ πατέρες, ἔνθα τὰ αὐτὰ ἁμαρτήματα, οἱ μὲν ἀπώλοντο, οἱ δὲ ἠλεήθησαν, καὶ πεῖσαι μηκέτι διαπορεῖν, εἰ καὶ ἐξ ἐθνῶν τινες ἐσώθησαν, Ἰουδαίων ἀπολλυμένων· ἵνα  μὴ  ποιήσῃ τὸν  λόγον  φορτικὸν,  τὴν  μὲν  τῆς  κολάσεως  ἀπόδειξιν  ἀπὸ  τοῦ βαρβάρου παράγει, ὥστε μὴ ἀναγκασθῆναι  σκεύη ὀργῆς αὐτοὺς καλέσαι· τοὺς δὲ ἐλεουμένους ἀπὸ τοῦ δήμου τῶν Ἰουδαίων παράγει. Καίτοι γε ἱκανῶς καὶ ὑπὲρ τοῦ Θεοῦ  ἀπολογεῖται,   ὅτι  καὶ  σφόδρα  αὐτὸν   εἰδὼς   ἀπαρτίζοντα   ἑαυτὸν   σκεῦος ἀπωλείας, ὅμως τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, τὴν ἀνοχὴν, τὴν μακροθυμίαν, καὶ οὐχ ἁπλῶς μακροθυμίαν, ἀλλὰ πολλὴν μακροθυμίαν· ἀλλ' ὅμως οὐκ ἠθέλησεν ἐπὶ τῶν Ἰουδαίων αὐτὸ γυμνάσαι. Πόθεν οὖν οἱ μὲν σκεύη ὀργῆς, οἱ δὲ ἐλέους; Ἀπὸ προαιρέσεως οἰκείας.  Ὁ δὲ Θεὸς σφόδρα ἀγαθὸς  ὢν,  ἐπ' ἀμφοτέρων  τὴν  αὐτὴν ἐπιδείκνυται  χρηστότητα. Καὶ γὰρ οὐχὶ τοὺς σωζομένους ἠλέησε μόνον, ἀλλὰ καὶ τὸν  Φαραὼ, τό γε αὐτοῦ μέρος· τῆς γὰρ αὐτῆς μακροθυμίας  κἀκεῖνοι  καὶ οὗτος ἀπήλαυσαν. Εἰ δὲ μὴ ἐσώθη, παρὰ τὴν αὐτοῦ γνώμην τὸ πᾶν· ὡς τό γε εἰς τὸν Θεὸν ἧκον,  οὐδὲν  ἔλαττον  τῶν  διασωθέντων   ἔσχεν.  Ἀποδοὺς  τοίνυν  τὴν  λύσιν  τῷ ζητήματι τὴν διὰ τῶν πραγμάτων, ὥστε καὶ ἑτέρωθεν ἀξιόπιστον ποιῆσαι τὸν λόγον, τοὺς προφήτας εἰσάγει τὰ αὐτὰ προαναφωνοῦντας.  Καὶ γὰρ Ὠσηὲ, φησὶν, ἄνωθεν ταῦτα  ἔγραφεν,  οὕτω  λέγων·  Καλέσω τὸν  οὐ λαόν  μου, λαόν  μου· καὶ τὴν  οὐκ ἠγαπημένην, ἠγαπημένην. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Παραλογίζῃ ἡμᾶς ταῦτα λέγων,

τὸν 60.562 Ὠσηὲ ἐκάλεσε μάρτυρα, βοῶντα καὶ λέγοντα· Καλέσω τὸν οὐ λαόν μου, λαόν μου. Τίς γὰρ ἦν ὁ οὐ λαός; Τὰ ἔθνη δῆλον. Καὶ τίς ἡ οὐκ ἠγαπημένη; Τὰ αὐτὰ πάλιν.  Ἀλλ'  ὅμως  ἔφησεν  αὐτοὺς  καὶ  Λαὸν καὶ  Ἠγαπημένην,  καὶ  υἱοὺς  Θεοῦ ἔσεσθαι. Ἐκεῖ γὰρ κληθήσονται, φησὶν, υἱοὶ Θεοῦ ζῶντος. Εἰ δὲ λέγοιεν περὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων τοῦτο εἰρῆσθαι, καὶ οὕτως ὁ λόγος ἵσταται. Εἰ γὰρ ἐπὶ τῶν ἀγνωμονησάντων  μετὰ πολλὰς εὐεργεσίας, καὶ ἀλλοτριωθέντων, καὶ τὸ λαὸς εἶναι ἀπολωλεκότων  τοσαύτη γέγονεν  ἡ μεταβολὴ,  τί ἐκώλυσε καὶ τοὺς οὐ μετὰ τὴν οἰκείωσιν ἀλλοτριωθέντας, ἀλλ' ἐξ ἀρχῆς ἀλλοτρίους ὄντας, κληθῆναι, καὶ ὑπακούσαντας τῶν αὐτῶν  ἀξιωθῆναι; Παραγαγὼν τοίνυν  τὸν Ὠσηὲ, οὐκ ἀρκεῖται τούτῳ   μόνον,   ἀλλὰ   καὶ   τὸν   Ἡσαΐαν   μετ'   ἐκεῖνον   εἰσάγει   συνῳδὰ   τούτῳ φθεγγόμενον. Ἡσαΐας γὰρ κράζει, φησὶν, ὑπὲρ τοῦ Ἰσραήλ· τουτέστι, μετὰ παῤῥησίας ἀναφωνεῖ, καὶ οὐχ ὑποστέλλεται. Τί τοίνυν ἡμῖν ἐγκαλεῖτε, ὅταν ἐκεῖνοι σάλπιγγος λαμπρότερον ταῦτα προαναφωνῶσι; Τί οὖν κράζει ὁ Ἡσαΐας; Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡσεὶ ἄμμος τῆς θαλάττης, τὸ ἐγκατάλειμμα σωθήσεται. Ὁρᾷς, ὅτι καὶ ἐκεῖνος οὐχὶ πάντας λέγει σώσεσθαι, ἀλλὰ τοὺς ἀξίους σωθῆναι; Οὐ γὰρ αἰδοῦμαι τὸ πλῆθος, φησὶν, οὐδὲ δυσωπεῖ με τὸ γένος, οὕτως ἐκκεχυμένον, ἀλλ' ἐκείνους σώζω μόνον τοὺς ἀξίους ἑαυτοὺς παρέχοντας. Καὶ οὐχ ἁπλῶς ἄμμου θαλάσσης ἐμνημόνευσεν,   ἀλλ'  ἀναμιμνήσκων   αὐτοὺς  παλαιᾶς   ἐπαγγελίας,   ἧς  ἀναξίους ἑαυτοὺς κατέστησαν. Τί τοίνυν  θορυβεῖσθε, ὡς τῆς ὑποσχέσεως διαπεσούσης, τῶν προφητῶν  ἁπάντων  δηλούντων,  οὐ πάντας  εἶναι  τοὺς σωζομένους; Εἶτα καὶ τὸν τρόπον τῆς σωτηρίας λέγει. Εἶδες ἀκρίβειαν προφητικὴν, καὶ σύνεσιν ἀποστολικὴν, οἵαν μαρτυρίαν ἐπήγαγε, πῶς σφόδρα ἐπιτηδείαν; Οὐ γὰρ μόνον ὅτι τινές εἰσιν οἱ σωζόμενοι καὶ οὐχὶ πάντες, δείκνυσιν ἡμῖν αὕτη, ἀλλὰ καὶ πῶς σωθήσονται προστίθησι. Πῶς οὖν σωθήσονται; καὶ πῶς αὐτοὺς ὁ Θεὸς ἀξιώσει τῆς εὐεργεσίας; Λόγον συντελῶν  καὶ συντέμνων,  φησὶν, ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ περιόδου χρεία καὶ πόνων καὶ ταλαιπωρίας τῆς ἀπὸ τῶν ἔργων τῶν νομίμων, ἀλλὰ μετὰ πολλῆς τῆς συντομίας ἔσται ἡ σωτηρία. Τοιοῦτον γὰρ ἡ πίστις· ἐν βραχέσι ῥήμασιν ἔχει τὴν σωτηρίαν. Ἐὰν γὰρ ὁμολογήσῃς, φησὶν, ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. ιʹ. Εἶδες τί ἐστι, Λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς; Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὁ βραχὺς οὗτος λόγος οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην ἐκόμισε. Καὶ καθὼς προείρηκεν Ἡσαΐας, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Πάλιν ἐνταῦθα ἄλλο τι δείκνυσιν, ὅτι οὐδ' αὐτοὶ οἱ ὀλίγοι οἴκοθεν διεσώθησαν. Καὶ γὰρ καὶ οὗτοι ἀπώλοντο ἂν καὶ τὰ Σοδόμων ἔπαθον, τουτέστι,  πανωλεθρίαν   ὑπέμειναν   ἄν.  Καὶ  γὰρ  καὶ  ἐκεῖνοι   πρόῤῥιζοι  πάντες ἀπώλοντο, καὶ οὐδὲ τὸ τυχὸν σπέρμα αὐτῶν κατέλιπον· καὶ οὗτοι γοῦν, φησὶν, ὡς ἐκεῖνοι ἂν ἐγένοντο, εἰ μὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ ἀγαθότητι, καὶ διετήρησε διὰ τῆς πίστεως αὐτούς. Τοῦτο δὲ καὶ ἐπὶ τῆς αἰσθητῆς γέγονεν αἰχμαλωσίας· οἱ μὲν γὰρ πλείους  ἀπήχθησαν  60.563 καὶ  ἀπώλοντο,  ὀλίγοι  δὲ  διεσώθησαν  μόνοι.  Τί οὖν ἐροῦμεν,  φησίν; Ὅτι ἔθνη  τὰ  μὴ διώκοντα  δικαιοσύνην  κατέλαβε  δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων  νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Ἡ σαφεστάτη λύσις ἐνταῦθα λοιπόν. Ἐπειδὴ γὰρ καὶ ἀπὸ τῶν πραγμάτων  ἔδειξεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· καὶ ἀπὸ τῶν προγόνων  τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ, καὶ ἀπὸ τῶν προφητῶν, καὶ τὴν κυριωτάτην ἐπάγει λύσιν ἐκ τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαΐου, πρότερον τὴν ἀπορίαν αὐξήσας. Καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα, ὅτι καὶ τὰ ἔθνη ἐπέτυχε, καὶ μὴ διώκοντα ἐπέτυχε, τουτέστι, μὴ σπουδάσαντα. Καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων ὁμοίως τὰ δύο ἄπορα, ὅτι καὶ Ἰσραὴλ οὐκ ἐπέτυχε,  καὶ σπουδάζων οὐκ ἐπέτυχε.  ∆ιὸ καὶ ταῖς  λέξεσιν ἐμφαντικώτερον

κέχρηται· οὐδὲ γὰρ εἶπεν, ὅτι Ἔσχε δικαιοσύνην, ἀλλὰ, Κατέλαβε. Τὸ γὰρ καινὸν μάλιστα καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὁ διώκων  οὐ κατέλαβεν, ὁ δὲ μὴ διώκων κατέλαβε. Καὶ δοκεῖ μὲν αὐτοῖς χαρίζεσθαι τῷ λέγειν, ∆ιώκων· ὕστερον δὲ καιρίαν ἐπάγει τὴν πληγήν. Ἐπειδὴ γὰρ ἔχει ἰσχυρὰν λύσιν ἐπαγαγεῖν, οὐδὲν δέδοικε χαλεπωτέραν ποιῶν τὴν ἀντίθεσιν. ∆ιὰ τοῦτο οὐδὲ περὶ πίστεως διαλέγεται, καὶ τῆς ἐντεῦθεν   δικαιοσύνης,  ἀλλὰ   δείκνυσι  πρὸ  τῆς  πίστεως  καὶ  ἐν  τοῖς  οἰκείοις ἡττηθέντας αὐτοὺς καὶ καταδεδικασμένους. Σὺ μὲν γὰρ, ὦ Ἰουδαῖε, φησὶν, οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες· παρέβης γὰρ αὐτὸν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ· οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες,  ἀλλ' ἑτέρας ὁδοῦ, μείζονα ταύτης εὗρον δικαιοσύνην, τὴν ἀπὸ τῆς πίστεως· ὅπερ οὖν καὶ ἀνώτερον ἔλεγεν. Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων  ἐδικαιώθη,  ἔχει  καύχημα,  ἀλλ'  οὐ  πρὸς  τὸν  Θεόν· δεικνὺς,  ὅτι  αὕτη  ἡ δικαιοσύνη  μείζων  ἐκείνης  ἐστίν.  Ἔμπροσθεν μὲν  οὖν  ἔλεγον,  ὅτι  δύο  ἐστὶ τὰ ἀπορούμενα,  νυνὶ   δὲ  καὶ  τρία  τὰ  ζητήματα  γέγονεν·   ὅτι  τὰ  ἔθνη  καὶ  εὗρε δικαιοσύνην, καὶ μὴ διώκοντα εὗρε, καὶ μείζονα εὗρε τῆς ἐκ τοῦ νόμου. Τὰ αὐτὰ δὴ ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων διαπορεῖται πάλιν ἐξ ἐναντίας, ὅτι Ἰσραὴλ οὐχ εὗρε, καὶ σπουδάζων οὐχ εὗρε, καὶ τὴν ἐλάττονα οὐχ εὗρεν. Ἐμβαλὼν τοίνυν εἰς ἀπορίαν τὸν ἀκροατὴν, ἐπάγει λοιπὸν σύντομον τὴν λύσιν, καὶ τὴν αἰτίαν φησὶ τῶν εἰρημένων ἁπάντων. Τίς οὖν ἐστιν ἡ αἰτία; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου. Αὕτη ἡ σαφεστάτη τοῦ χωρίου παντὸς λύσις, ἣν εὐθέως ἐκ προοιμίων εἰ εἶπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτος  ἐγεγόνει·  ἐπειδὴ  δὲ  μετὰ  πολλὰς   ἀπορίας  καὶ  κατασκευὰς  καὶ ἀποδείξεις  αὐτὴν  τέ 60.564 θεικε, καὶ προδιορθώσεσι μυρίαις ἐχρήσατο, εὐμαθεστέραν τε αὐτὴν λοιπὸν καὶ εὐπαράδεκτον μᾶλλον ἐποίησε. Τοῦτο γὰρ αἴτιον τῆς ἀπωλείας αὐτῶν φησιν, Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ' ὡς ἐξ ἔργων νόμου ἠθέλησαν δικαιωθῆναι. Καὶ οὐκ εἶπεν, Ἐξ ἔργων, ἀλλ', Ὡς ἐξ ἔργων νόμου, δεικνὺς ὅτι οὐδὲ ταύτην ἔσχον τὴν δικαιοσύνην. Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον  προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν οὐ καταισχυνθήσεται. Εἶδες πάλιν πῶς ἀπὸ τῆς πίστεως ἡ παῤῥησία, καὶ καθολικὴ ἡ δωρεά; Οὐ γὰρ περὶ Ἰουδαίων εἴρηται μόνον, ἀλλὰ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων  γένους. Πᾶς γὰρ, φησὶ, κἂν Ἰουδαῖος, κἂν Ἕλλην, κἂν Σκύθης, κἂν  Θρᾲξ, κἂν  ὁστισοῦν  ἕτερος  ᾖ  πιστεύσας, πολλῆς  ἀπολαύσεται  τῆς παῤῥησίας. Τὸ δὲ θαυμαστὸν τοῦ προφήτου, ὅτι οὐχ ὅτι πιστεύσουσι μόνον εἶπεν, ἀλλ'  ὅτι  καὶ  ἀπιστήσουσι· τὸ  γὰρ  προσκόψαι,  τὸ  ἀπιστῆσαί  ἐστιν.  Ὥσπερ οὖν ἀνωτέρω  τούς τε ἀπολλυμένους  τούς τε σωζομένους ἐδήλωσεν  εἰπὼν,  Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάττης, τὸ ἐγκατάλειμμα σωθήσεται· καὶ, Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν· καὶ, Ἐκάλεσεν οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν· οὕτω δὴ καὶ ἐνταῦθα λέγει, ὅτι οἱ μὲν πιστεύσουσιν, οἱ δὲ προσκόψουσι· τὸ δὲ προσκόπτειν ἐκ τοῦ μὴ προσέχειν γίνεται,  ἐκ τοῦ  πρὸς ἕτερα κεχηνέναι.  Ἐπεὶ οὖν  καὶ οὗτοι  τῷ  νόμῳ  προσεῖχον, προσέκοψαν τῷ λίθῳ. Προσκόμματος δὲ λίθον καὶ πέτραν σκανδάλου φησὶν ἀπὸ τῆς γνώμης καὶ τοῦ τέλους τῶν μὴ πιστευσάντων. Ἄρα ὑμῖν δῆλα γέγονε τὰ εἰρημένα, ἢ πολλῆς  ἔτι δεῖται  τῆς σαφηνείας; Ἐγὼ μὲν οἶμαι τοῖς  προσεσχηκόσιν εὐσύνοπτα εἶναι· εἰ δέ τινας διέλαθεν, ἔξεστι καὶ ἰδίᾳ συντυχόντας ἐρωτῆσαι καὶ μαθεῖν. ∆ιὰ γὰρ τοῦτο καὶ εἰς μακρότερον ἐξήνεγκα τοῦ λόγου τὴν ἐξήγησιν, ἵνα μὴ ἀναγκασθῶ, διατεμὼν τὸ συνεχὲς τῆς ἀκολουθίας λυμήνασθαι τὴν σαφήνειαν τῶν λεγομένων.
∆ιὸ  δὴ  καὶ  ἐνταῦθα  καταλύσω  τὸν  λόγον,  οὐδὲν  περὶ  τῶν  ἠθικωτέρων   ὑμῖν διαλεχθεὶς, ὅπερ ἔθος ἡμῖν ποιεῖν, ὥστε μὴ πάλιν ἐπισκοτίσαι τῇ μνήμῃ τὰ πλήθη τῶν λεγομένων. Ὥρα δὴ λοιπὸν καταλῦσαι εἰς τὸ προσῆκον τέλος, κατακλείσαντας τὸν λόγον, τὴν δοξολογίαν τοῦ τῶν ὅλων Θεοῦ, κοινῇ τοίνυν ἀναπαυσάμενοι ἡμεῖς  τε  οἱ λέγοντες,  ὑμεῖς  τε  οἱ ἀκούοντες,  ἀναπέμψωμεν  αὐτῷ  δόξαν, ὅτι  αὐτοῦ  ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.