Πέμπτη, 6 Ιουνίου 2013

ΟΜΙΛΙΑ ΙΒʹ.






In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.




ΟΜΙΛΙΑ ΙΒʹ.

Ἀνθρώπινον  λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη τῆς σαρκὸς ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. αʹ. Ἐπειδὴ πολλὴν ἀπῄτησεν ἀκρίβειαν τοῦ βίου, νεκροὺς εἶναι κελεύων τῷ κόσμῳ, καὶ τεθνηκέναι τῇ πονηρίᾳ, καὶ ἀκινήτους μένειν πρὸς τὴν τῶν ἁμαρτημάτων ἐνέργειαν,  καὶ ἐδόκει μέγα  τι  καὶ βαρὺ λέγειν  καὶ τὴν  ἀνθρωπίνην  ὑπερβαῖνον φύσιν· δεῖξαι βουλόμενος, ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, οὐδὲ ὅσον ἐχρῆν τὸν τοσαύτης ἀπολαύσαντα δωρεᾶς, ἀλλὰ καὶ σφόδρα σύμμετρον καὶ κοῦφον, ἀπὸ τῶν ἐναντίων  αὐτὸ κατασκευάζει, καί φησιν, Ἀνθρώπινον  λέγω·  ὡσανεὶ ἔλεγεν,  ἀπὸ ἀνθρωπίνων  λογισμῶν, ἀπὸ τῶν ἐν συνηθείᾳ γινο 60.494 μένων· τὸ γὰρ σύμμετρον τῇ προσηγορίᾳ τοῦ ἀνθρωπίνου  δηλοῖ· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Πειρασμὸς ὑμᾶς


οὐκ  εἴληφεν,   εἰ  μὴ  ἀνθρώπινος·  τουτέστι,  σύμμετρος  καὶ  μικρός.  Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν  δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν  παραστήσατε τὰ μέλη ὑμῶν  δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Καίτοι πολὺ τῶν δεσποτῶν τὸ μέσον, ἀλλ' ὅμως τὸ ἴσον τῆς δουλείας ἀπαιτῶ μέτρον. Ἔδει μὲν γὰρ καὶ πολλῷ πλέον εἰσενεγκεῖν, καὶ τοσούτῳ πλέον, ὅσῳ καὶ αὕτη μείζων τῆς δεσποτείας ἐκείνης καὶ ἀμείνων· πλὴν ἀλλ' οὐδὲν πλέον ἀπαιτῶ διὰ τὴν ἀσθένειαν. Καὶ οὐκ εἶπε, Τῆς προαιρέσεως ὑμῶν, οὐδὲ Τῆς προθυμίας, ἀλλὰ, Τῆς σαρκὸς ὑμῶν, ἀνεπαχθέστερον ποιῶν τὸν λόγον. Καίτοι τὸ μὲν ἀκαθαρσία, τὸ δὲ ἁγιασμός· τὸ μὲν ἀνομία, τὸ 60.495 δὲ δικαιοσύνη. Καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος,  ὡς μηδὲ τοσαύτην εἰσενεγκεῖν σπουδὴν τῇ τοῦ Χριστοῦ δουλείᾳ, ὅσην τῇ τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου; Οὐκοῦν ἄκουσον τῶν ἑξῆς, καὶ εἴσῃ σαφῶς, ὅτι οὐδὲ τὸ μικρὸν τοῦτο εἰσφέρομεν. Ἐπειδὴ γὰρ ἁπλῶς οὕτω λεγόμενον οὐκ ἐδόκει πιστὸν εἶναι οὐδὲ εὐπαράδεκτον,  οὐδὲ ἠνείχετό  τις ἀκοῦσαι, ὅτι οὐ δουλεύει  τοσοῦτον τῷ Χριστῷ, ὅσον ἐδούλευσε τῷ διαβόλῳ, διὰ τῶν ἑξῆς αὐτὸ κατασκευάζει καὶ ποιεῖ πιστὸν, τὴν δουλείαν ἐκείνην ἄγων εἰς μέσον, καὶ λέγων πῶς ἐδούλευσαν. Ὅτε γὰρ ἦτε δοῦλοι, φησὶ, τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτε ἐν πονηρίᾳ ἐζῆτε καὶ ἀσεβείᾳ καὶ ἐσχάτοις κακοῖς, μετὰ τοσαύτης ἐζῆτε τῆς ὑπακοῆς, ὡς μηδὲν καθόλου πράττειν καλόν. Τοῦτο γάρ ἐστιν, Ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ· τουτέστιν,  Οὐκ ἦτε ὑποτεταγμένοι  αὐτῇ, ἀλλ' ἠλλοτριωμένοι  καθόλου. Οὐδὲ γὰρ διενέμετε  τῆς  δουλείας  τὸν  τρόπον  τῇ  δικαιοσύνῃ  καὶ  τῇ  ἁμαρτίᾳ,  ἀλλ'  ὅλους ἑαυτοὺς ἐξεδίδοτε τῇ πονηρίᾳ. Οὐκοῦν καὶ νῦν, ἐπειδὴ μετέστητε πρὸς τὴν δικαιοσύνην,   ὅλους   ἑαυτοὺς   ἔκδοτε   τῇ   ἀρετῇ,   μηδὲν   καθόλου   τῆς   κακίας πράττοντες, ἵνα κἂν ἴσον ἐπιδείξητε τὸ μέτρον. Καίτοι γε οὐχὶ τῆς δεσποτείας πολὺ τὸ μέσον μόνον, ἀλλὰ καὶ τῆς δουλείας αὐτῆς πολὺ τὸ διάφορον· ὅπερ καὶ αὐτὸ μετὰ πολλῆς ἀναπλοῖ τῆς σαφηνείας, καὶ δείκνυσιν ἐπὶ τίσι τότε ἐδούλευον, ἐπὶ τίσι δὲ νῦν. Καὶ οὔπω λέγει τὴν βλάβην τὴν ἀπὸ τοῦ πράγματος γινομένην, ἀλλὰ τέως τὴν αἰσχύνην. Τίνα γὰρ, φησὶ, καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Τοιαύτη γὰρ ἦν ἡ δουλεία, ὡς καὶ τὴν ἀνάμνησιν αὐτὴν νῦν αἰσχύνην φέρειν. Εἰ δὲ ἡ ἀνάμνησις καταισχύνει,   πολλῷ   μᾶλλον   ἡ   πρᾶξις.   Ὥστε   διπλῇ   νῦν   ἐκερδάνετε,   καὶ ἀπαλλαγέντες  τῆς αἰσχύνης, καὶ μαθόντες ἐν οἷς ἦτε· ὥσπερ οὖν τότε διπλῇ παρεβλάπτεσθε, καὶ αἰσχύνης ἄξια πράττοντες, καὶ οὐδὲ εἰδότες αἰσχύνεσθαι, ὅπερ τοῦ  προτέρου  μεῖζον  ἦν·  ἀλλ'  ὅμως  ἐμένετε  δουλεύοντες.   ∆είξας  τοίνυν   ἐκ περιουσίας τὴν  βλάβην  τῶν  τότε γενομένων  ἀπὸ τῆς αἰσχύνης, καὶ ἐπ' αὐτὸ τὸ πρᾶγμα χωρεῖ. Τί οὖν ἦν τὸ πρᾶγμα; Τὸ γὰρ τέλος ἐκείνων θάνατος. Ἐπειδὴ γὰρ ἡ αἰσχύνη οὐ σφόδρα δοκεῖ φορτικὸν εἶναι, ἐπὶ τὸ πάνυ φοβερὸν ἔρχεται, τὸν θάνατον λέγω· καίτοι γε ἤρκει καὶ τὸ ἔμπροσθεν εἰρημένον. Ἐννόησον γὰρ ὅση τῆς κακίας ἡ ὑπερβολὴ, ὅπου γε καὶ τῆς τιμωρίας ἀπαλλαγέντες, τῆς αἰσχύνης ἀπαλλαγῆναι  οὐκ εἶχον. Ποῖον οὖν προσδοκᾷς μισθὸν, φησὶν, ἀπὸ τῆς πράξεως, ὅταν ἀπὸ τῆς μνήμης μόνης, καὶ ταῦτα τῆς τιμωρίας ἀπηλλαγμένος, ἐγκαλύπτῃ καὶ ἐρυθριᾷς, καίτοι γε ἐν τοσαύτῃ ὢν χάριτι; Ἀλλ' οὐ τὰ τοῦ Θεοῦ τοιαῦτα. Νῦν δὲ, φησὶν, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ  τέλος  ζωὴν  αἰώνιον.  Ἐκείνων  ὁ  καρπὸς  αἰσχύνη  καὶ  μετὰ  τὴν  ἀπαλλαγὴν, τούτων δὲ ὁ καρπὸς ἁγιασμός· ὅπου δὲ ἁγιασμὸς, παῤῥησία πολλή. Ἐκείνων τὸ τέλος θάνατος, τούτων δὲ ζωὴ αἰώνιος. βʹ. Εἶδες πῶς τὰ μὲν δείκνυσι δεδομένα, τὰ δὲ ἐν ἐλπίσιν ὄντα; Καὶ ἀπὸ τῶν  δεδομένων  κἀκεῖνα πιστοῦται, ἀπὸ τοῦ ἁγιασμοῦ τὴν ζωήν. Ἵνα γὰρ μὴ λέγῃς, ὅτι πάντα ἐν ἐλπίσι, δείκνυσι καὶ ἤδη σε καρπωσάμενον· πρῶτον  τὸ  ἀπαλλαγῆναι   τῆς  πονηρίας  καὶ  τοιούτων  κακῶν,  ὧν  καὶ  ἡ  μνήμη αἰσχύνην φέρει· δεύτερον τὸ δουλωθῆναι τῇ δικαιοσύνῃ· τρίτον τὸ ἁγιασμοῦ ἀπολαῦσαι· τέταρτον τὸ καὶ ζωῆς ἐπιτυχεῖν, καὶ ζωῆς οὐ προσκαίρου, ἀλλ' αἰωνίας.

Ἀλλ' ὅμως καὶ τούτων ὄντων,  60.496 κἂν ἐξ ἴσης, φησὶ, δουλεύσατε. Εἰ γὰρ καὶ ὁ
∆εσπότης σφόδρα ὑπερέχων, καὶ τῆς δουλείας πολὺ τὸ μέσον καὶ τῶν ἐπάθλων ὑπὲρ ὧν  δουλεύετε,  οὐδὲν  ἀπαιτῶ  πλέον  τέως.  Εἶτα, ἐπειδὴ  ὅπλων  ἐμνημόνευσε  καὶ βασιλέως, ἐπιμένει τῇ μεταφορᾷ, λέγων· Τὰ μὲν γὰρ ὀψώνια τῆς ἁμαρτίας, θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ, ζωὴ αἰώνιος  ἐν Χριστῷ Ἰησοῦ τῷ  Κυρίῳ ἡμῶν.  Εἰπὼν ὀψώνια  ἁμαρτίας, ἐπὶ τῶν χρηστῶν οὐ τὴν αὐτὴν ἐτήρησε τάξιν. Οὐ γὰρ εἶπεν, Ὁ μισθὸς τῶν κατορθωμάτων  ὑμῶν, ἀλλὰ, Τὸ δὲ χάρισμα τοῦ Θεοῦ, δεικνὺς ὅτι οὐκ οἴκοθεν ἀπηλλάγησαν, οὐδὲ ὀφειλὴν ἀπέλαβον, οὐδὲ ἀμοιβὴν καὶ ἀντίδοσιν πόνων, ἀλλὰ χάριτι ταῦτα πάντα ἐγένοντο· ὥστε καὶ ἐντεῦθεν ἡ ὑπεροχὴ, οὐχ ὅτι ἀπήλλαξε μόνον,   οὐδὲ  ὅτι  ἐπὶ   τὰ  βελτίω   μετέθηκεν,   ἀλλ'  ὅτι  μηδὲ  κάμνοντας   μηδὲ πονήσαντας· καὶ οὐχ ὅτι ἀπήλλαξε μόνον, ἀλλὰ καὶ πολλῷ μείζονα ἔδωκε, καὶ διὰ τοῦ Παιδὸς ἔδωκε. Ταῦτα δὲ παρενέβαλεν ἅπαντα, ἐπειδὴ καὶ περὶ χάριτος διελέχθη, καὶ   τὸν   νόμον   μέλλει   καταβάλλειν   λοιπόν.   Ἵνα   γὰρ   μὴ   ταῦτα   ἀμφότερα ῥᾳθυμοτέρους  ἐργάσηται,  μέσα  παρενέθηκε   τὰ  περὶ  τῆς  ἀκριβείας  τοῦ  βίου, πανταχοῦ διεγείρων εἰς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν τὸν ἀκροατήν. Ὅταν δὲ ὀψώνια τῆς ἁμαρτίας τὸν θάνατον καλῇ, φοβεῖ πάλιν, καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεται. ∆ι' ὧν γὰρ αὐτοὺς ἀναμιμνήσκει τῶν προτέρων, διὰ τούτων καὶ εὐχαρίστους ποιεῖ, καὶ ἀσφαλεστέρους  πρὸς  τὰ  ἐπιόντα  ἅπαντα.  Καταλύσας τοίνυν  ἐνταῦθα  τὸν  τῶν ἠθικῶν λόγον, ἐπὶ τὰ δόγματα ἐκβαίνει πάλιν, οὕτω λέγων· Ἢ ἀγνοεῖτε, ἀδελφοί; γινώσκουσι  γὰρ  νόμον  λαλῶ.  Ἐπειδὴ  γὰρ  εἶπεν,  ὅτι  ἀπεθάνομεν  τῇ  ἁμαρτίᾳ, δείκνυσιν ἐνταῦθα, ὅτι οὐ μόνον ἁμαρτία αὐτῶν οὐ κυριεύει, ἀλλ' οὐδὲ νόμος. Εἰ δὲ νόμος οὐ κυριεύει, πολλῷ  μᾶλλον  ἁμαρτία. Καὶ καταγλυκαίνων τὸν  λόγον,  ἀπὸ παραδείγματος ἀνθρωπίνου τοῦτο ποιεῖ φανερόν. Καὶ δοκεῖ μὲν ἕν τι λέγειν, δύο δὲ τίθησι  τοῦ  προκειμένου  κατασκευὰς,  μίαν  μὲν,  ὅτι  ἀποθανόντος   ἀνδρὸς,  οὐχ ὑπόκειται γυνὴ νόμῳ τῷ τοῦ ἀνδρὸς, οὐδὲ ἔστιν ὁ κωλύων ἑτέρῳ γενέσθαι γυναῖκα· ἑτέραν δὲ, ὅτι ἐνταῦθα οὐ μόνον ὁ ἀνὴρ ἐτελεύτησεν, ἀλλὰ καὶ ἡ γυνή· ὥστε διπλῆς ἀπολαύειν  τῆς  ἐλευθερίας.  Εἰ γὰρ  τελευτήσαντος  τοῦ  ἀνδρὸς,  ἀπήλλακται  τῆς ἐξουσίας, ὅταν καὶ αὐτὴ τετελευτηκυῖα φανῇ, πολλῷ μᾶλλον ἠλευθέρωται. Εἰ γὰρ ἓν γενόμενον  ἀπαλλάττει  τῆς ἐξουσίας αὐτὴν, πολλῷ μᾶλλον ἀμφότερα συνελθόντα. Μέλλων  τοίνυν  ἐμβαίνειν  εἰς  τὴν  περὶ  τούτων  ἀπόδειξιν,  μετ'  ἐγκωμίου  τῶν ἀκροατῶν ἄρχεται λέγων, Ἢ ἀγνοεῖτε, ἀδελφοί; γινώσκουσι γὰρ νόμον λαλῶ. Τουτέστι, σφόδρα  ὡμολογημένον  λέγω  καὶ  σαφὲς,  καὶ  γινώσκουσι  ταῦτα  μετὰ ἀκριβείας ἅπαντα. Ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου, ἐφ' ὅσον χρόνον ζῇ. Οὐκ εἶπε,  Τοῦ ἀνδρὸς,  οὐδὲ  Τῆς γυναικὸς,  ἀλλὰ,  Τοῦ ἀνθρώπου,  ὅπερ  ἐστὶ  κοινὸν ἑκατέρου τοῦ ζώου ὄνομα. Ὁ γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Οὐκοῦν τοῖς ζῶσιν ὁ νόμος κεῖται, τοῖς δὲ τεθνηκόσιν οὐκέτι διατάττεται. Ὁρᾷς πῶς διπλῆν τὴν ἐλευθερίαν ἐδήλωσεν; Εἶτα ἐν τοῖς προοιμίοις τοῦτο αἰνιξάμενος, ἐπὶ τῆς γυναικὸς ἐν τῇ κατασκευῇ προάγει τὸν λόγον, οὕτω λέγων· Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς  χρηματίζει, ἐὰν γένηται  ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀπο 60.497 θάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ 60.497 εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Συνεχῶς αὐτὸ περιστρέφει, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας· ἐπειδὴ σφόδρα θαῤῥεῖ τῷ ὑπ' αὐτοῦ κατασκευαζομένῳ. Καὶ τίθησιν ἐν τάξει μὲν τοῦ ἀνδρὸς τὸν νόμον, ἐν τάξει δὲ τῆς γυναικὸς τοὺς πιστεύσαντας ἅπαντας. Εἶτα τὸ συμπέρασμα οὐ κατὰ τὴν πρότασιν ἐπάγει· τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν· Ὥστε, ἀδελφοί μου, οὐ κυριεύσει ὑμῶν ὁ νόμος· ἀπέθανε γάρ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' ἐν μὲν τῇ προτάσει τοῦτο ᾐνίξατο· ἐν δὲ τῇ ἐπαγωγῇ λοιπὸν,  ὥστε ἀνεπαχθῆ  ποιῆσαι τὸν λόγον,  τὴν γυναῖκα  εἰσάγει τετελευτηκυῖαν, λέγων· Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε  τῷ νόμῳ. Ὅταν γὰρ καὶ τοῦτο

κἀκεῖνο γενόμενον  τὴν αὐτὴν ἐλευθερίαν παρέχῃ, τί κωλύει χαρίσασθαι τῷ νόμῳ, τοῦ πράγματος μηδὲν  παραβλαπτομένου;  Ἡ γὰρ ὕπανδρος  γυνὴ  τῷ  ζῶντι  ἀνδρὶ δέδεται νόμῳ. Ποῦ νῦν εἰσιν οἱ τὸν νόμον διαβάλλοντες; Ἀκουέτωσαν πῶς καὶ εἰς ἀνάγκην  ἐμπεσὼν, οὐ καθαιρεῖ αὐτοῦ τὸ ἀξίωμα, ἀλλὰ μεγάλα περὶ τῆς ἐξουσίας αὐτοῦ διαλέγεται, εἴ γε ζῶντος αὐτοῦ, δέδεται ὁ Ἰουδαῖος, καὶ μοιχοὶ χρηματίζουσιν οἱ παραβαίνοντες  καὶ  ἀφιέντες  αὐτὸν  ζῶντα· εἰ  δὲ τελευτήσαντα  εἴασεν, οὐδὲν θαυμαστόν· καὶ γὰρ ἐπ' ἀνθρώπων οὐ διαβάλλεται ὁ τοῦτο ποιῶν. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. γʹ. Εἶδες πῶς ἐν τῷ παραδείγματι τὸν νόμον  δείκνυσι  τετελευτηκότα;  Ἀλλ' οὐκ ἐν  τῇ  ἐπαγωγῇ  τοῦτο  ποιεῖ.  Ἄρα οὖν ζῶντος   τοῦ  ἀνδρὸς,  μοιχαλὶς   χρηματίζει  ἡ  γυνή.  Ὅρα  πῶς  ἐνδιατρίβει   ταῖς κατηγορίαις τῶν τὸν νόμον παραβαινόντων  ζῶντα. Ἐπεὶ δὲ αὐτὸν ἔπαυσε, λοιπὸν μετὰ ἀσφαλείας ἁπάσης αὐτὸν χαρίζεται τῇ πίστει, οὐδὲν παραβλάπτων  ἐντεῦθεν. Ζῶντος  γὰρ, φησὶ, τοῦ  ἀνδρὸς, μοιχαλὶς  χρηματίσει  ἡ γυνὴ,  ἐὰν  γένηται  ἀνδρὶ ἑτέρῳ. Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς. Ἀκόλουθον ἦν εἰπεῖν· Τοῦ νόμου τελευτήσαντος, οὐ κρίνεσθε μοιχείας, ἀνδρὶ γενόμενοι ἑτέρῳ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ πῶς; Ἐθανατώθητε τῷ νόμῳ. Εἰ νεκροὶ γεγόνατε, οὐκ ἐστὲ ὑπὸ τὸν νόμον. Εἰ γὰρ τελευτήσαντος τοῦ ἀνδρὸς οὐκ ἔστιν ὑπεύθυνος ἡ γυνὴ, πολλῷ μᾶλλον αὕτη τετελευτηκυῖα  ἀπήλλακται  τούτου. Εἶδες Παύλου σοφίαν, πῶς  τὸν  νόμον  ἔδειξε τοῦτο βουλόμενον, τὸ ἀποστῆναι αὐτοῦ καὶ γενέσθαι ἀνδρὶ ἑτέρῳ; Οὐ γὰρ κωλύει, φησὶν, ἑτέρῳ συνεῖναι ἀνδρὶ, τελευτήσαντος  τοῦ προτέρου. Πῶς γὰρ, ὅπου γε καὶ ζῶντος ἐπιτρέπει βιβλίον ἀποστασίου λαβοῦσαν; Ἀλλὰ καὶ τοῦτο οὐ τίθησιν, ὅπερ ἔγκλημα  ἦν μᾶλλον  τῶν  γυναικῶν·  εἰ γὰρ καὶ συγκεχώρητο, ἀλλ' ὅμως οὐκ ἦν αἰτίας ἀπηλλαγμένον. Ὅταν γὰρ ἀπὸ τῶν ἀναγκαίων καὶ δοκίμων ἔχῃ τὰ νικητήρια, οὐ ζητεῖ τὰ περιττά· οὐ γάρ ἐστι γλίσχρος. Τὸ τοίνυν  θαυμαστὸν τοῦτό ἐστιν, ὅτι αὐτὸς ὁ νόμος ἀπαλλάττει  τῶν ἐγκλημάτων  ἡμᾶς ἀποστάντας αὐτοῦ· ὥστε αὐτοῦ βούλημα  τὸ γενέσθαι  ἡμᾶς  τοῦ  Χριστοῦ. Καὶ γὰρ καὶ  αὐτὸς  τέθνηκε,  καὶ  ἡμεῖς τεθνήκαμεν, καὶ διπλῇ τὰ τῆς ἐξουσίας ἀνῄρηται. Ὁ δὲ οὐδὲ τούτοις ἀρκεῖται μόνοις, ἀλλὰ καὶ τὸν αἴτιον προστίθησιν· οὐδὲ γὰρ ἁπλῶς τέθεικε τὸν θάνατον, ἀλλὰ πάλιν τὸν ταῦτα ἐργασάμενον τὸν σταυρὸν εἰσήγαγε, καὶ ταύτῃ ποιῶν ἡμᾶς ὑπευθύνους. Οὐ γὰρ  ἁπλῶς,  Ἀπηλλάγητε,  φησὶν,  ἀλλὰ,  ∆ιὰ  τοῦ  θανάτου  τοῦ  ∆εσποτικοῦ. Ἐθανατώθητε  γὰρ,  φησὶ,  τῷ  νόμῳ  διὰ  τοῦ  σώματος  τοῦ  Χριστοῦ. 60.498 Οὐκ ἐντεῦθεν δὲ προτρέπει μόνον, ἀλλὰ καὶ ἐκ τῆς ὑπεροχῆς τοῦ δευτέρου ἀνδρός· διὸ καὶ ἐπήγαγεν· Εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν  ἐγερθέντι. Εἶτα, ἵνα μὴ λέγωσι, Τί οὖν, ἂν μὴ βουλώμεθα δευτέρῳ ὁμιλῆσαι ἀνδρί; ὁ γὰρ νόμος τὴν χηρεύσασαν οὐ ποιεῖ  μὲν  εἶναι  μοιχαλίδα  δευτέροις ὁμιλήσασαν γάμοις, οὐ μὴν ἀναγκάζει ὁμιλῆσαι· ἵν' οὖν μὴ τοῦτο λέγωσι, δείκνυσιν ὅτι καὶ ἐκ τῶν ὑπηργμένων ἤδη ἡμῖν βουληθῆναι  δεῖ· ὅπερ καὶ ἀλλαχοῦ  σαφέστερον τίθησι, λέγων· Οὐκ ἐστὲ ἑαυτῶν· καὶ, Τιμῆς ἠγοράσθητε· καὶ, Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· καὶ πάλιν, Εἷς ὑπὲρ πάντων  ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι.  Τοῦτο γοῦν  καὶ ἐνταῦθα  ᾐνίξατο  εἰπών·  ∆ιὰ τοῦ σώματος. Εἶτα καὶ προτρέπει ταῖς κρείττοσιν ἐλπίσι, λέγων· Ἵνα καρποφορήσωμεν τῷ Θεῷ. Τότε μὲν γὰρ ἐκαρποφορεῖτε τῷ θανάτῳ, φησὶ, νῦν δὲ τῷ Θεῷ. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. Εἶδες τοῦ προτέρου ἀνδρὸς τὸ κέρδος; Καὶ οὐκ εἶπεν, Ὅτε ἦμεν ἐν τῷ νόμῳ, πανταχοῦ φειδόμενος δοῦναι αἱρετικοῖς λαβήν· ἀλλ', Ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τουτέστι, ταῖς πονηραῖς πράξεσι, τῷ σαρκικῷ βίῳ. Οὐ γὰρ τοῦτό φησιν, ὅτι πρὸ τούτου μὲν ἐν σαρκὶ ἦσαν, νυνὶ  δὲ ἀσώματοι γενόμενοι  περιῄεσαν. Τοῦτο δὲ εἰπὼν,  οὔτε αἴτιον  εἶναί  φησιν ἁμαρτημάτων  τὸν νόμον, οὔτε ἀπαλλάττει  αὐτὸν ἀπεχθείας· κατηγόρου γὰρ τάξιν ἐπεῖχε πικροῦ, ἀπογυμνῶν  τὰ ἁμαρτήματα· ὁ γὰρ

τῷ μηδὲν πείθεσθαι βουλομένῳ πλείονα ἐπιτάττων,  πλεονάζει τὸ παράπτωμα. ∆ιὰ τοῦτο οὐκ εἶπε, Τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ ὑπὸ τοῦ νόμου γινόμενα, ἀλλὰ, Τὰ διὰ τοῦ νόμου, καὶ οὐ προσέθηκε, Γινόμενα, ἀλλ' ἁπλῶς, ∆ιὰ τοῦ νόμου, τουτέστι, τὰ διὰ τοῦ νόμου φαινόμενα  ἢ γνωριζόμενα. Εἶτα, ἵνα μηδὲ τῆς σαρκὸς κατηγορήσῃ, οὐκ εἶπεν, Ἃ ἐνήργει  τὰ μέλη, ἀλλ' ἃ Ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· δεικνὺς ἑτέρωθεν οὖσαν τῆς πονηρίας τὴν ἀρχὴν, ἀπὸ τῶν ἐνεργούντων  λογισμῶν, οὐκ ἀπὸ τῶν ἐνεργουμένων  μελῶν. Ἡ μὲν γὰρ ψυχὴ τεχνίτου  τάξιν ἐπεῖχε, κιθάρας δὲ τῆς σαρκὸς ἡ φύσις, οὕτως  ἠχοῦσα, ὡς  ἠνάγκαζεν  ὁ τεχνίτης.  Οὐκοῦν οὐ ταύτῃ  τὸ ἀπηχὲς μέλος, ἀλλ' ἐκείνῃ πρὸ ταύτης λογιστέον ἡμῖν. Νῦν δὲ, φησὶ, κατηργήθημεν ἀπὸ τοῦ νόμου. Ὁρᾷς πῶς πάλιν ἐνταῦθα τῆς σαρκὸς καὶ τοῦ νόμου φείδεται; Οὐ γὰρ εἶπεν, ὅτι Κατηργήθη ὁ νόμος, οὐδ' ὅτι Κατηργήθη ἡ σὰρξ, ἀλλ' ὅτι Κατηργήθημεν ἡμεῖς. Καὶ πῶς ἡμεῖς κατηργήθημεν; Τοῦ κατεχομένου παρὰ τῆς ἁμαρτίας ἀνθρώπου παλαιοῦ ἀποθανόντος καὶ ταφέντος· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἀποθανόντες ἐν ᾧ κατειχόμεθα. Ὡσανεὶ ἔλεγεν, Ὁδεσμὸς, δι' οὗ κατεχόμεθα, ἐνεκρώθη καὶ διεῤῥύη, ὥστε τὸν κατέχοντα μηδὲν κατέχειν λοιπὸν, τουτέστι, τὴν ἁμαρτίαν. Ἀλλὰ μὴ ἀναπέσῃς μηδὲ ῥᾳθυμότερος γένῃ· κατηργήθης γὰρ ὥστε δουλεύειν πάλιν, ἀλλ' οὐχ ὁμοίως,  ἀλλ' Ὥστε δουλεύειν  ἡμᾶς ἐν  καινότητι  πνεύματος,  καὶ οὐ παλαιότητι γράμματος. Τί δέ ἐστιν, ὅ φησιν; ἀναγκαῖον γὰρ αὐτὸ ἤδη ἐκκαλύψαι, ἵν', ὅταν εἰς τὸ χωρίον ἐμπέσωμεν, μὴ θορυβώμεθα. Ὅτε γὰρ, φησὶν, ἥμαρτεν ὁ Ἀδὰμ, καὶ τὸ σῶμα αὐτοῦ  γέγονε  θνητὸν  καὶ παθητὸν,  καὶ πολλὰ  ἐλαττώματα  ἐδέξατο φυσικὰ, καὶ βαρύτερος καὶ δυσήνιος ὁ ἵππος  κατέστη· 60.499 ἀλλ'  ὁ Χριστὸς ἐλθὼν,  διὰ τοῦ βαπτίσματος κουφότερον ἡμῖν αὐτὸ ἐποίησεν τῷ πτερῷ διεγείρων  τοῦ Πνεύματος. δʹ. ∆ιὰ δὴ τοῦτο οὐδὲ τὰ αὐτὰ κεῖται τοῖς παλαιοῖς καὶ ἡμῖν σκάμματα, ἐπειδὴ οὐδὲ οὕτω τότε εὔκολος ὁ δρόμος ἦν. ∆ιὸ καὶ αὐτὸς οὐχὶ φόνων  ἀπαιτεῖ καθαροὺς εἶναι μόνον, ὥσπερ τοὺς ἀρχαίους, ἀλλὰ καὶ ὀργῆς· οὐδὲ μοιχείας, ἀλλὰ καὶ ἀκολάστου ὄψεως ἀπηλλάχθαι κελεύει· οὐδὲ ἐπιορκίας, ἀλλὰ καὶ εὐορκίας ἐκτὸς εἶναι, καὶ μετὰ τῶν φίλων καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν ἐπιτάττει· καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασι μακροτέρους ἐποίησε τοὺς  διαύλους,  κἂν  μὴ πειθώμεθα,  καὶ  γέενναν  ἠπείλησε, δεικνὺς ὅτι οὐ τῆς φιλοτιμίας  τῶν ἀγωνιζομένων  τὰ ζητούμενα, ὥσπερ ἡ παρθενία καὶ ἡ ἀκτημοσύνη, ἀλλὰ πάντως αὐτὰ ἀνυσθῆναι δεῖ. Καὶ γὰρ τῶν ἀναγκαίων  ἐστὶ καὶ κατεπειγόντων,  καὶ ὁ μὴ ποιήσας τὴν ἐσχάτην δίδωσι δίκην. ∆ιὰ τοῦτο ἔλεγεν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν  οὐρανῶν. Ὁ δὲ τὴν βασιλείαν οὐχ ὁρῶν, εἰς γέενναν  πεσεῖται πάντως.  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ  γάρ  ἐστε  ὑπὸ  νόμον,  ἀλλ'  ὑπὸ  χάριν·  καὶ  ἐνταῦθα  πάλιν·  Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Οὐ γάρ ἐστι γράμμα καταδικάζον,  τουτέστιν,  ὁ νόμος  ὁ παλαιὸς,  ἀλλὰ  πνεῦμα  βοηθοῦν.  ∆ιὰ τοῦτο ἐπὶ μὲν τῶν παλαιῶν εἴ πού τις ἐφάνη παρθενίαν ἀσκῶν, σφόδρα ἔκπληκτον ἦν· νῦν  δὲ πανταχοῦ  τῆς οἰκουμένης  τὸ πρᾶγμα ἔσπαρται· καὶ θανάτου  τότε μὲν ὀλίγοι μόλις ὑπερεῖδον ἄνδρες, νυνὶ δὲ καὶ ἐν κώμαις καὶ πόλεσι δῆμοι μαρτύρων ἄπειροι, οὐκ ἐξ ἀνδρῶν  μόνον, ἀλλὰ καὶ ἐκ γυναικῶν  συνεστηκότες. Εἶτα ἐπειδὴ ταῦτα  εἶπεν,  ἀντίθεσιν  πάλιν  ἀνακύπτουσαν  λύει,  ἐν  τῇ  λύσει κατασκευάζων  ὃ βούλεται. ∆ιόπερ οὐδὲ προηγουμένως εἰσάγει τὴν λύσιν, ἀλλ' ἐξ ἀντιλογίας, ἵνα τῇ ἀνάγκῃ τῆς λύσεως ἀφορμὴν εἰς τὸ εἰπεῖν  ἃ βούλεται λάβῃ, καὶ ἀνεπαχθέστερον ποιήσῃ  τὴν  κατηγορίαν.  Ἐπειδὴ  γὰρ  εἶπεν,  Ἐν  καινότητι   πνεύματος,  καὶ  οὐ παλαιότητι γράμματος, ἐπήγαγε· Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο. Καὶ γὰρ πρὸ τούτου  ἦν  εἰρηκὼς, ὅτι Τὰ παθήματα  τῶν  ἁμαρτιῶν  τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ, Ἁμαρτία ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν· καὶ ὅτι, Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· καὶ, Νόμος

δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· καὶ, Ὁ νόμος ὀργὴν κατεργάζεται. Ἐπεὶ οὖν ταῦτα πάντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων  ὑπόνοιαν,  τίθησι  καὶ ἀντίθεσιν,  καί φησι· Τί οὖν; ὁ νόμος  ἁμαρτία; Μὴ γένοιτο.  Πρὸ τῆς  κατασκευῆς  ἀπηγόρευσε, τὸν  ἀκροατὴν  οἰκειούμενος,  καὶ  τὸν σκανδαλιζόμενον  θεραπεύων. Λοιπὸν γὰρ ἀκούσας, καὶ περὶ τῆς διαθέσεως αὐτοῦ πληροφορηθεὶς, ζητεῖ μετ' αὐτοῦ τὸ δοκοῦν εἶναι ἄπορον, καὶ οὐχ ὑποπτεύει  τὸν λέγοντα· διὸ καὶ τὴν ἀντίθεσιν προλαβὼν ἐκείνην τέθεικεν. Οὐδὲ γὰρ εἶπε, Τί οὖν εἴποιμι ἄν; ἀλλὰ, Τί ἐροῦμεν; ὡς βουλῆς καὶ γνώμης  προκειμένης, καὶ Ἐκκλησίας κοινῆς συγκεκροτημένης, καὶ οὐ παρ' αὐτοῦ, ἀλλὰ παρὰ τῆς τῶν εἰρημένων ἀκολουθίας καὶ τῆς τῶν  πραγμάτων  ἀληθείας τῆς ἀντιθέσεως φανείσης. Ὅτι μὲν γὰρ τὸ γράμμα ἀποκτείνει, οὐδεὶς ἀντερεῖ, φησί· καὶ ὅτι τὸ πνεῦμα ζωοποιεῖ, καὶ τοῦτο δῆλον, καὶ οὐδεὶς ἂν φιλονεικήσειεν.  Εἰ τοίνυν  ταῦτα ὡμολογημένα,  τί ἂν εἴποιμεν περὶ τοῦ νόμου; ὅτι ἁμαρτία; Μὴ γένοιτο. Λῦσον 60.500 οὖν τὴν ἀπορίαν. Εἶδες πῶς μετ' αὐτοῦ τὸν ἀντίδικον  ἵστησι, καὶ τὸ τοῦ διδάσκοντος ἀξίωμα λαβὼν, ἐπὶ τὴν λύσιν ἔρχεται; Τίς οὖν ἡ λύσις; Ἁμαρτία μὲν οὐκ ἔστι, φησίν. Ἁμαρτίαν δὲ οὐκ ἂν ἔγνων, εἰ μὴ διὰ νόμου. Ὅρα σοφίας ἐπίτασιν. Ὅπερ οὐκ ἔστιν ὁ νόμος, ἐξ ἀντιθέσεως τέθεικεν, ἵνα ἀναιρῶν τοῦτο, καὶ ταύτῃ χαριζόμενος τῷ Ἰουδαίῳ, πείσῃ τὸ ἔλαττον  αὐτὸν  καταδέξασθαι. Τί δέ ἐστι τὸ ἔλαττον;  Ὅτι Τὴν ἁμαρτίαν  οὐκ ἔγνων,  εἰ μὴ διὰ νόμου. Τήν τε γὰρ ἐπιθυμίαν  οὐκ ᾔδειν, φησὶν, εἰ μὴ ὁ νόμος ἔλεγεν. Οὐκ ἐπιθυμήσεις. Ὁρᾷς πῶς κατὰ μικρὸν οὐχὶ μόνον κατήγορον αὐτὸν ὄντα δείκνυσι τῆς ἁμαρτίας, ἀλλὰ καὶ ἠρέμα κατασκευαστικόν; οὐ μὴν παρὰ τὴν αἰτίαν τὴν αὐτοῦ, ἀλλὰ παρὰ τὴν τῶν ἀγνωμόνων  Ἰουδαίων ἀποφαίνει τοῦτο συμβαῖνον. Καὶ γὰρ καὶ Μανιχαίων ἐσπούδακεν ἐμφράξαι τὰ στόματα τῶν κατηγορούντων  τοῦ νόμου. Εἰπὼν γὰρ, ὅτι Τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου, καὶ τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις, ἐπήγαγεν· Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν. εʹ. Εἶδες πῶς αὐτὸν ἀπήλλαξεν  ἐγκλημάτων;  Ἀφορμὴν γὰρ λαβοῦσα, φησὶν, ἡ ἁμαρτία, οὐχ ὁ νόμος, ηὔξησε τὴν  ἐπιθυμίαν,  καὶ  τοὐναντίον  οὗπερ  ἐβούλετο  ὁ νόμος,  γέγονεν·  ὅπερ ἀσθενείας ἦν, οὐ πονηρίας. Ὅταν γάρ τινος ἐπιθυμῶμεν, εἶτα κωλυώμεθα, αἴρεται μᾶλλον  τῆς  ἐπιθυμίας  ἡ φλόξ.  Ἀλλ' οὐ παρὰ τὸν  νόμον  τοῦτο· αὐτὸς  μὲν  γὰρ ἐκώλυσεν ὥστε ἀπαγαγεῖν· ἡ δὲ ἁμαρτία, τουτέστιν, ἡ ῥᾳθυμία ἡ σὴ καὶ ἡ γνώμη ἡ πονηρὰ, τῷ καλῷ πρὸς τὸ ἐναντίον  ἐχρήσατο. Ἀλλ' οὐ τοῦ ἰατροῦ τοῦτο ἔγκλημα, ἀλλὰ τοῦ ἀῤῥωστοῦντος τῷ φαρμάκῳ κακῶς χρησαμένου. Οὐ γὰρ διὰ τοῦτο ἔδωκε τὸν νόμον, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ' ἵνα σβέσῃ· τοὐναντίον δὲ ἐξέβη· ἀλλ' οὐκ ἐκείνου, ἀλλ' ἡμῶν ἡ κατηγορία. Οὐδὲ γὰρ, εἴ τις τῷ πυρέττοντι, καὶ ψυχροποσίας ἀκαίρως ἐπιθυμοῦντι, μὴ παρασχὼν ἐμφορηθῆναι, τῆς ὀλεθρίας ταύτης ἡδονῆς αὐξήσειε τὴν  ἐπιθυμίαν,  ἐγκαλοῖτο  ἂν  δικαίως·  τοῦ  γὰρ ἰατροῦ  τὸ  κωλῦσαι  ἦν μόνον, τὸ δὲ ἀποσχέσθαι τοῦ κάμνοντος. Τί γὰρ, εἰ ἡ ἁμαρτία τὴν ἀφορμὴν ἐξ αὐτοῦ ἔλαβε; Πολλοὶ γὰρ καὶ τῶν πονηρῶν ἐξ ἀγαθῶν ἐπιταγμάτων  τὴν αὑτῶν πονηρίαν αὔξουσιν· ἐπεὶ  καὶ  ὁ  διάβολος  οὕτω  τὸν  Ἰούδαν  ἀπώλεσεν,  εἰς  φιλοχρηματίαν ἐμβαλὼν, καὶ κλέπτειν τὰ τῶν πενήτων  ποιήσας· ἀλλ' οὐ τὸ πιστευθῆναι τὸ γλωσσόκομον αὐτὸν τοῦτο εἰργάσατο, ἀλλ' ἡ τῆς γνώμης πονηρία. Καὶ ἡ Εὔα δὲ τὸν Ἀδὰμ ἀπὸ τοῦ ξύλου παρασκευάσασα φαγεῖν, ἐξέβαλεν ἐκ τοῦ παραδείσου· ἀλλ' οὐδὲ ἐκεῖ τὸ δένδρον  αἴτιον,  εἰ καὶ δι' αὐτοῦ  ἡ ἀφορμὴ γέγονεν.  Εἰ δὲ σφοδρότερον κέχρηται  τῷ  λόγῳ  τῷ  περὶ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον  ὁ Παῦλος ἵσταται, οὐκ ἀφεὶς μὲν οὐδὲ τοῖς ἄλλως  ὑποπτεύουσι τὰ λεγόμενα λαβὴν παρασχεῖν, πολλὴν δὲ σπουδὴν ποιούμενος τὸ παρὸν διορθῶσαι. Μὴ τοίνυν γυμνὰ ἐξέταζε τὰ ἐντεῦθεν λεγόμενα, ἀλλὰ καὶ τὴν ὑπόθεσιν προστίθει, δι' ἣν ταῦτα εἰπεῖν προάγεται,  καὶ  τὴν  μανίαν   λογίζου  τὴν  Ἰουδαϊκὴν,  καὶ  τὴν  εὔτονον   αὐτῶν

φιλονεικίαν,  ἣν καταλῦσαι ἔσπευδε. ∆οκεῖ δὲ πολὺς κατὰ τοῦ νόμου πνεῖν, οὐχ ἵνα ἐκεῖνον διαβάλῃ, ἀλλ' ἵνα τούτων ἐκλύσῃ τὸν τόνον. Εἰ γὰρ ἔγκλημα τοῦ νόμου, τὸ δι'  αὐτοῦ  τὴν  ἁμαρτίαν  ἀφορμὴν  λαβεῖν,  εὑρεθήσεται  καὶ  ἐν  τῇ  Καινῇ τοῦτο συμβαῖνον.  Καὶ γὰρ  καὶ  ἐν  τῇ  Καινῇ νόμοι  μυρίοι,  καὶ  περὶ  πολλῶν  μειζόνων πραγμάτων· καὶ τὸ αὐτὸ ἴδοι τις ἂν ἐκβαῖνον 60.501 κἀκεῖ, οὐκ ἐπὶ τῆς ἐπιθυμίας μόνον, ἀλλ' ἐπὶ πάσης ἁπλῶς κακίας. Εἰ γὰρ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Οὐκοῦν ἐντεῦθεν ἡ ἁμαρτία τὴν ὑπόθεσιν ἔλαβε, καὶ ἡ μείζων κόλασις. Καὶ πάλιν  περὶ τῆς  χάριτος  Παῦλος διαλεγόμενος,  φησί· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας; Οὐκοῦν καὶ ἡ χείρων τιμωρία τὴν ἀφορμὴν ἐντεῦθεν ἔχει ἀπὸ τῆς μείζονος εὐεργεσίας. Καὶ τοὺς Ἕλληνας δέ φησι διὰ τοῦτο ἀναπολογήτους εἶναι, ὅτι καὶ λόγῳ τιμηθέντες, καὶ τῆς κτίσεως τὸ κάλλος καταμαθόντες, καὶ ἀπ' αὐτῆς δυνάμενοι  πρὸς τὸν ∆ημιουργὸν χειραγωγηθῆναι,  τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ εἰς δέον ἐχρήσαντο. Ὅρα πανταχοῦ  τοῖς πονηροῖς τὰς ἀφορμὰς τοῦ μειζόνως κολάζεσθαι ἀπὸ τῶν ἀγαθῶν γινομένας πραγμάτων.  Ἀλλ' οὐ δήπου διὰ τοῦτο κατηγορήσομεν τῶν  εὐεργεσιῶν τοῦ Θεοῦ, ἀλλὰ ταύτας μὲν θαυμασόμεθα μειζόνως καὶ μετὰ ταῦτα, τὴν δὲ γνώμην  τῶν  εἰς τἀναντία  τοῖς ἀγαθοῖς κεχρημένων  διαβαλοῦμεν. Τοῦτο τοίνυν  καὶ ἐπὶ τοῦ νόμου ποιῶμεν. Ἀλλὰ τοῦτο μὲν ῥᾴδιον καὶ εὔκολον· τὸ δὲ ἄπορον ἐκεῖνό ἐστι. Πῶς φησι, Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις· Εἰ γὰρ οὐκ ᾔδει τὴν ἐπιθυμίαν πρὶν ἢ λάβῃ τὸν νόμον ὁ ἄνθρωπος, πόθεν ὁ κατακλυσμὸς γέγονεν; πόθεν τὰ Σόδομα ἐνεπρήσθη; Τί οὖν φησι; Τὴν ἐπιτεταμένην.  ∆ιὰ τοῦτο οὐκ εἶπε, Κατειργάσατο ἐν  ἐμοὶ  ἐπιθυμίαν,  ἀλλὰ,  Πᾶσαν ἐπιθυμίαν,  τὸ  σφοδρὸν  ἐνταῦθα αἰνιττόμενος. Καὶ τί τοῦ νόμου τὸ κέρδος, εἰ τὸ πάθος ηὔξησε, φησίν; Οὐδὲν, ἀλλὰ καὶ  πολὺ  τὸ  βλάβος· ἀλλ'  οὐ  τοῦ  νόμου  τὸ  ἔγκλημα,  ἀλλὰ  τῆς  ῥᾳθυμίας  τῶν δεξαμένων. Ἡ γὰρ ἁμαρτία αὐτὸ κατειργάσατο, ἀλλὰ διὰ νόμου· ἀλλ' οὐ τοῦτο τοῦ νόμου σπουδάζοντος, ἀλλὰ καὶ τὸ ἐναντίον. Ἰσχυροτέρα οὖν γέγονεν ἡ ἁμαρτία, καὶ σφόδρα·  ἀλλ'   οὐδὲ   τοῦτο   ἔγκλημα   τοῦ   νόμου   πάλιν,   ἀλλὰ   τῆς   ἐκείνων ἀγνωμοσύνης. Χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά· τουτέστιν, οὐχ οὕτω γνώριμος. Ἤδεσαν μὲν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρτανον, ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν. ∆ιὰ τοῦτο καὶ μείζονος ἦσαν κατηγορίας ὑπεύθυνοι. Οὐδὲ γὰρ ἴσον ἦν  φύσιν  ἔχειν  κατήγορον,  καὶ  μετὰ  τῆς  φύσεως  καὶ  τὸν  νόμον  φανερῶς διαγορεύοντα  ἅπαντα.  Ἐγὼ  δὲ  ἔζων  χωρὶς  νόμου  ποτέ.  Πότε,  εἰπέ  μοι;  Πρὸ Μωϋσέως. Ὅρα πῶς δεῖξαι τὸν νόμον σπουδάζει, καὶ ἀφ' ὧν ἐποίησε, καὶ ἀφ' ὧν οὐκ ἐποίησε βαρήσαντα τὴν ἀνθρωπίνην  φύσιν. Ὅτε γὰρ χωρὶς νόμου ἔζων, φησὶν, οὐχ οὕτω κατεδικαζόμην. Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Τοῦτο δοκεῖ μὲν εἶναι κατηγορία τοῦ νόμου· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἐγκώμιον αὐτοῦ φανεῖται ὄν. Οὐ γὰρ μὴ οὖσαν ὑπεστήσατο, ἀλλὰ κρυπτομένην ἔδειξεν·  ὅπερ καὶ  ἔπαινός  ἐστι τοῦ  νόμου,  εἴ  γε  πρὸ τούτου  μὲν  ἀνεπαισθήτως ἡμάρτανον, τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρπώσαντο, τοῦτο γοῦν αὐτὸ ἀκριβῶς ἔμαθον, ὅτι ἡμάρτανον· ὅπερ οὐκ ἂν εἴη μικρὸν εἰς κακίας ἀπαλλαγήν. Εἰ δὲ μὴ ἀπηλλάγησαν  τῆς κακίας, οὐδὲν τοῦτο πρὸς τὸν πάντα ὑπὲρ τούτου ποιήσαντα νόμον, ἀλλὰ πᾶσα ἡ κατηγορία τῆς ἐκείνων γνώμης ἐστὶ παρ' ἐλπίδα πᾶσαν διαφθαρείσης.   ʹ. Οὐδὲ γὰρ κατὰ λόγον ἦν τὸ γινόμενον,  τὸ διὰ τῶν ὠφελούντων βλάπτεσθαι· διὸ καὶ ἔλεγε· Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. Οὐκ εἶπε,  Γέγονε  θάνατος,  οὐδὲ,  Ἔτεκε θάνατον,  ἀλλ',  Εὑρέθη, τὸ  καινὸν  καὶ παράδοξον  τῆς  ἀτοπίας  οὕτως  ἑρμηνεύων,  60.502 καὶ  τὸ  πᾶν  εἰς  τὴν  ἐκείνων περιτρέπων κεφαλήν. Ἂν γὰρ τὸν σκοπὸν αὐτῆς ἐθέλῃς ἰδεῖν, εἰς ζωὴν ἦγε, φησὶ, καὶ διὰ τοῦτο ἐδόθη· εἰ δὲ θάνατος ἐντεῦθεν ἐξέβη, τῶν λαβόντων  τὴν ἐντολὴν  τὸ ἔγκλημα, οὐ τῆς ἐπὶ τὴν ζωὴν ἀγούσης. Σαφέστερον δὲ αὐτὸ τοῦτο καὶ διὰ τῶν ἑξῆς

ἐδήλωσεν, εἰπών· Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ  δι' αὐτῆς  ἀπέκτεινεν.  Εἶδες πῶς  πανταχοῦ  τῆς  ἁμαρτίας  ἔχεται,  τὸν  νόμον ἀπαλλάττων  κατηγορίας ἁπάσης; ∆ιὸ καὶ ἐπήγαγε λέγων· Ὥστε ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Ἀλλ', εἰ βούλεσθε, καὶ τῶν παραποιούντων  τὰς ἐξηγήσεις ταύτας εἰς μέσον τὸν λόγον ἀγάγωμεν· οὕτω γὰρ σαφέστερα ἔσται τὰ παρ' ἡμῶν λεγόμενα. Τινὲς γὰρ ἐνταῦθα οὐ περὶ τοῦ νόμου Μωϋσέως αὐτόν φασι λέγειν τὰ λεγόμενα,  ἀλλ' οἱ μὲν  περὶ τοῦ  φυσικοῦ, οἱ δὲ περὶ τῆς  ἐντολῆς  τῆς  ἐν  τῷ παραδείσῳ δοθείσης. Καὶ μὴν πανταχοῦ  σκοπὸς τῷ Παύλῳ τοῦτον ἀναπαῦσαι τὸν νόμον, πρὸς δὲ ἐκείνους οὐδένα λόγον ἔχει· καὶ μάλα εἰκότως· τοῦτο γὰρ οἱ Ἰουδαῖοι δεδοικότες  καὶ  φρίττοντες,  ἐφιλονείκουν   τῇ  χάριτι.  Τὴν δὲ ἐντολὴν  τὴν  ἐν  τῷ παραδείσῳ οὐδὲ νόμον φαίνεταί ποτε καλέσας, οὔτε αὐτὸς οὔτε ἄλλος οὐδείς. Ἵνα δὲ καὶ ἀπ' αὐτῶν  τῶν  εἰρημένων  τοῦτο  σαφέστερον γένηται,  ἐπεξέλθωμεν  τοῖς ῥήμασι, μικρὸν  ἀνωτέρω  τὸν  λόγον  ἀναγαγόντες.  Περὶ γὰρ  πολιτείας  ἀκριβῶς αὐτοῖς διαλεχθεὶς, ἐπήγαγε λέγων· Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ; Ὥστε ὑμεῖς ἐθανατώθητε  τῷ νόμῳ. Οὐκοῦν εἰ περὶ τοῦ φυσικοῦ ταῦτα εἴρηται, εὑρεθησόμεθα νόμον μὴ ἔχοντες φυσικόν· εἰ δὲ τοῦτο ἀληθὲς, τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Περὶ γὰρ τοῦ ἐν  τῷ  παραδείσῳ  οὐδὲ  φιλονεικεῖν   ἀναγκαῖον,  ἵνα  μὴ  περιττὸν  ἀναδεξώμεθα πόλεμον,  πρὸς τὰ ὡμολογημένα  ἀποδυόμενοι.  Πῶς οὖν φησι, Τὴν ἁμαρτίαν  οὐκ ἔγνων,  εἰ μὴ διὰ νόμου; Οὐ τὴν καθόλου λέγων  ἄγνοιαν,  ἀλλὰ τὴν ἀκριβεστέραν γνῶσιν. Εἰ γὰρ περὶ τοῦ φυσικοῦ τοῦτο εἴρηται, πῶς ἂν τὸ ἑξῆς ἔχοι λόγον; Ἐγὼ γὰρ, φησὶν, ἔζων  χωρὶς  νόμου  ποτέ. Οὔτε γὰρ ὁ Ἀδὰμ, οὔτε ἄλλος  ἄνθρωπος  οὐδεὶς οὐδέποτε φαίνεται χωρὶς νόμου ζήσας φυσικοῦ· ὁμοῦ τε γὰρ αὐτὸν ἔπλαττεν ὁ Θεὸς, καὶ ἐκεῖνον  ἐνετίθει  τὸν  νόμον  αὐτῷ,  σύνοικον  ἀσφαλῆ παρακαθιστὰς τῇ φύσει πάσῃ. Χωρὶς δὲ τούτων  οὐδαμοῦ φαίνεται  ἐντολὴν  τὸν φυσικὸν νόμον  καλέσας· τοῦτον δὲ καὶ ἐντολὴν, καὶ δικαίαν, καὶ ἁγίαν καλεῖ, καὶ νόμον πνευματικόν. Ὁ δὲ φυσικὸς οὐκ ἀπὸ Πνεύματος ἡμῖν ἐδόθη· καὶ γὰρ καὶ βάρβαροι καὶ Ἕλληνες καὶ πάντες ἄνθρωποι τοῦτον τὸν νόμον ἔχουσιν. Ὅθεν δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ καὶ ἄνω καὶ κάτω καὶ πανταχοῦ διαλέγεται. ∆ιὸ καὶ ἅγιον αὐτὸν καλεῖ λέγων· Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ  ἁγία καὶ δικαία καὶ ἀγαθή. Εἰ γὰρ καὶ ἀκάθαρτοι γεγόνασιν οἱ Ἰουδαῖοι μετὰ τὸν νόμον, καὶ ἄδικοι καὶ πλεονέκται, οὐ καταργεῖ τοῦτο τοῦ νόμου τὴν ἀρετὴν, ὥσπερ τοῦ Θεοῦ τὴν πίστιν οὐκ ἀναιρεῖ ἡ ἀπιστία αὐτῶν. Ὥστε ἐξ ἁπάντων  τούτων δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ ταῦτα διαλέγεται νόμου. Τὸ οὖν ἀγαθὸν, φησὶν, ἐμοὶ γέγονε θάνατος; Μὴ γένοιτο· ἀλλ' ἡ ἁμαρτία, ἵνα φανῇ ἡ ἁμαρτία. Τουτέστιν, ἵνα δειχθῇ ὅσον κακὸν ἡ ἁμαρτία, ἡ ῥᾴθυμος προαίρεσις καὶ ἡ ἐπὶ τὸ χεῖρον  ὁρμὴ, καὶ αὐτὴ δὲ ἡ πρᾶξις καὶ ἡ διεφθαρμένη  γνώμη·  τοῦτο γὰρ πάντων αἴτιον τῶν κακῶν. 60.503 Αὔξει δὲ αὐτὴν, δεικνὺς τῆς τοῦ Χριστοῦ χάριτος τὴν ὑπερβολὴν, καὶ διδάσκων οἵου κακοῦ τὸ τῶν ἀνθρώπων ἀπήλλαξε γένος, ὃ καὶ διὰ τῶν ἰατρικῶν φαρμάκων χεῖρον ἐγίνετο, καὶ διὰ τῶν κωλυόντων ηὔξετο· διὸ καὶ ἐπάγει λέγων· Ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Εἶδες πανταχοῦ πῶς ταύτῃ συμπλέκεται; Καὶ δι' ὧν αὐτῆς κατηγορεῖ, δείκνυσι πάλιν μειζόνως  τοῦ νόμου τὴν  ἀρετήν. Οὐδὲ γὰρ μικρὸν ἤνυσε δείξας ὅσον ἡ ἁμαρτία κακὸν,  καὶ  πάντα  τὸν  ἰὸν  αὐτῆς  ἐκκαλύψας,  καὶ  εἰς  μέσον προθείς· τοῦτο  γὰρ ἐδήλωσεν  εἰπών·  Ἵνα  γένηται  καθ'  ὑπερβολὴν  ἁμαρτωλὸς  ἡ  ἁμαρτία  διὰ  τῆς ἐντολῆς. Τουτέστιν, ἵνα φανῇ ἡλίκον κακὸν, ἡλίκος ὄλεθρος ἡ ἁμαρτία· τοῦτο δὲ διὰ τῆς ἐντολῆς ἐδείχθη. Ἐκ τούτων καὶ τὴν ὑπεροχὴν δείκνυσι τῆς χάριτος πρὸς τὸν νόμον· τὴν ὑπεροχὴν, οὐ τὴν μάχην. Μὴ γὰρ τοῦτο ἴδῃς, ὅτι χείρους ἐγένοντο  οἱ δεξάμενοι, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι οὐ μόνον εἰς ἐπίτασιν τὴν κακίαν ἀγαγεῖν οὐκ ἤθελεν  ὁ νόμος,  ἀλλὰ  καὶ  τὴν  προϋπάρχουσαν  ἐκκόψαι  ἐσπούδαζεν. Εἰ δὲ  οὐκ

ἴσχυσε, στεφάνου μὲν ἐκεῖνον ἀπὸ τῆς γνώμης· προσκύνει δὲ μειζόνως τοῦ Χριστοῦ τὴν  δύναμιν,  ὅτι  ποικίλον  οὕτω  κακὸν  καὶ  δυσκαταγώνιστον  ἠφάνισέ  τε  καὶ πρόῤῥιζον  ἐκτεμοῦσα  ἀνέσπασεν. Ἁμαρτίαν  δὲ  ὅταν  ἀκούσῃς, μὴ  δύναμίν  τινα ἐνυπόστατον νομίσῃς, ἀλλὰ τὴν πρᾶξιν τὴν πονηρὰν, ἐπιγινομένην  τε καὶ ἀπογινομένην  ἀεὶ, καὶ οὔτε πρὸ τοῦ γενέσθαι οὖσαν, καὶ μετὰ τὸ γενέσθαι πάλιν ἀφανιζομένην. ∆ιὰ γὰρ τοῦτο καὶ νόμος ἐδόθη· νόμος δὲ οὐδέποτε ἐπ' ἀναιρέσει τῶν φυσικῶν δίδοται, ἀλλ' ἐπὶ διορθώσει τῆς κατὰ προαίρεσιν πονηρᾶς πράξεως. ζʹ. Καὶ τοῦτο καὶ οἱ ἔξωθεν ἴσασι νομοθέται, καὶ πᾶσα ἡ τῶν ἀνθρώπων  φύσις. Τὰ γὰρ ἐκ ῥᾳθυμίας γινόμενα  κακὰ ἀναστέλλουσι  μόνον,  οὐ τὰ τῇ φύσει συγκεκληρωμένα ἐπαγγέλλονται  ἐκκόπτειν· οὐδὲ γὰρ δυνατόν. Τὰ γὰρ τῆς φύσεως ἀκίνητα μένει, ὃ πολλάκις πρὸς ὑμᾶς καὶ ἐν ἑτέραις εἴρηκα διαλέξεσι. ∆ιόπερ τοὺς ἀγῶνας τούτους ἀφέντες, τὸν ἠθικὸν πάλιν γυμνάσωμεν λόγον· μᾶλλον δὲ καὶ τοῦτο τὸ μέρος τῶν ἀγώνων ἐκείνων ἐστίν. Ἂν γὰρ κακίαν ἐκβάλ[λ]ωμεν, καὶ ἀρετὴν εἰσαγάγωμεν· καὶ διὰ τούτων  σαφῶς διδάξομεν, ὅτι οὐ φύσει πονηρὸν ἡ κακία, καὶ τοὺς ζητοῦντας πόθεν τὰ κακὰ, οὐκ ἀπὸ λόγων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πραγμάτων δυνησόμεθα ῥᾳδίως ἐπιστομίσαι, τῆς μὲν αὐτῆς κοινωνοῦντες  αὐτοῖς φύσεως, ἀπηλλαγμένοι  δὲ τῆς  πονηρίας  αὐτῶν.  Μὴ γὰρ τοῦτο  δὴ ἴδωμεν,  ὅτι  ἐπίπονον  ἡ ἀρετὴ, ἀλλ' ὅτι κατορθωθῆναι δυνατόν· ἐὰν δὲ σπουδάζωμεν, καὶ κοῦφον ἡμῖν ἔσται καὶ εὔκολον. Εἰ δὲ τὴν ἡδονήν μοι λέγεις τῆς κακίας, λέγε καὶ τὸ τέλος αὐτῆς· εἰς γὰρ θάνατον αὕτη καταστρέφει, καθάπερ ἡ ἀρετὴ εἰς ζωὴν ἡμᾶς χειραγωγεῖ. Μᾶλλον δὲ, εἰ δοκεῖ, καὶ πρὸ τοῦ τέλους  ἑκάτερον αὐτῶν  ἐξετάσωμεν· ὀψόμεθα γὰρ τὴν  μὲν  κακίαν πολλὴν ἔχουσαν τὴν ὀδύνην, τὴν δὲ ἀρετὴν τὴν ἡδονήν. Τί γὰρ ἀλγεινότερον, εἰπέ μοι, συνειδότος  πονηροῦ; τί δὲ ἥδιον  ἐλπίδος  χρηστῆς; Οὐδὲν γὰρ οὕτως, οὐδὲν κόπτειν  ἡμᾶς εἴωθεν  καὶ πιέζειν, ὡς προσδοκία πονηρά· οὐδὲν οὕτως ἀνέχει, καὶ μικροῦ πέτεσθαι ποιεῖ, ὡς συνειδὸς ἀγαθόν. Καὶ τοῦτο ἀπὸ τῶν παρ' ἡμῖν γινομένων ἔστι καταμαθεῖν. Τῶν γὰρ διὰ τοῦ στενωποῦ χωρούντων ἐπαιτῶν, καὶ μηδὲν ἑαυτοῖς συνειδότων πονηρὸν, οἱ τὸ δεσμωτήριον οἰκοῦντες καὶ καταδίκην ἀναμένοντες, κἂν μυρίας τροφῆς ἀπολαύσωσιν, ἀλγεινότερον ζῶσιν· ἡ γὰρ προσδοκία τῶν δεινῶν οὐκ ἀφίησι τῶν ἐν χερσὶν ἡδέων αἰσθάνεσθαι. Καὶ τί λέγω τοὺς δεσμώ 60.504 τας; Τῶν γὰρ ἔξω διατριβόντων  καὶ πλουτούντων  πονηρά τε συνειδότων  ἑαυτοῖς, ἄμεινόν εἰσι πολλῷ διακείμενοι οἱ κάμνοντες χειροτέχναι, καὶ δι' ὅλης ἡμέρας πόνοις συζῶντες. Καὶ τοὺς μονομάχους δὲ διὰ τοῦτο ταλανίζομεν· καίτοι γε ἐν καπηλείοις ὁρῶντες  μεθύοντας,  τρυφῶντας,  γαστριζομένους, καὶ πάντων  ἀθλιωτέρους  εἶναί φαμεν, ὅτι πολλῷ μείζων τῆς ἡδονῆς ἐκείνης ἡ τῆς προσδοκωμένης τελευτῆς συμφορά. Εἰ δὲ ἐκείνοις ἡδὺς οὗτος ὁ βίος εἶναι δοκεῖ, ἀναμνήσθητε τοῦ λόγου, οὗ συνεχῶς λέγω πρὸς ὑμᾶς, ὅτι οὐδὲν θαυμαστὸν μὴ φυγεῖν κακίας πικρίαν καὶ λύπην ἐν κακίᾳ ζῶντα. Ἰδοὺ γὰρ πρᾶγμα οὕτως ἐπάρατον ἐπέραστον τοῖς μετιοῦσιν εἶναι δοκεῖ. Ἀλλ' οὐ διὰ τοῦτο αὐτοὺς μακαρίζομεν, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ταλανίζομεν, ὅτι οὐδὲ οἷ τῶν κακῶν εἰσιν, ἴσασι. Τί δὲ ἂν εἴποις περὶ τῶν μοιχῶν, οἳ διὰ μικρὰν ἡδονὴν καὶ δουλείαν ἀπρεπῆ καὶ χρημάτων δαπάνην καὶ φόβον διηνεκῆ, καὶ  βίον   ἁπλῶς   τὸν   τοῦ  Κάϊν  ὑπομένουσι,  μᾶλλον   δὲ  καὶ  ἐκείνου   πολλῷ χαλεπώτερον,  καὶ τὰ παρόντα δεδοικότος καὶ τὰ μέλλοντα  τρέμοντες, καὶ φίλους καὶ ἐχθροὺς ὑποπτεύοντες, καὶ τοὺς εἰδότας καὶ τοὺς μηδὲν εἰδότας; Καὶ οὐδὲ ἡνίκα ἂν  καθεύδωσι,  ταύτης  ἀπαλλάττονται   τῆς  ἀγωνίας,   τοῦ  πονηροῦ  συνειδότος ὀνείρατα  πολλῶν   γέμοντα  φόβων   ἀναπλάττοντος   αὐτοῖς,  καὶ  ἐκδειματοῦντος οὕτως.  Ἀλλ' οὐχὶ  ὁ σώφρων  τοιοῦτος,  ἀλλ' ἐν  ἀνέσει καὶ ἐλευθερίᾳ  πολλῇ  τὸν παρόντα  διάγει  βίον. Ἀντίστησον τοίνυν  τῇ μικρᾷ ἡδονῇ  τὰ πολλὰ  κύματα τῶν φόβων  τούτων,  καὶ τῷ βραχεῖ πόνῳ  τῆς ἐγκρατείας  τὴν γαλήνην  τῆς διηνεκοῦς ζωῆς, καὶ ὄψει ταύτην ἐκείνης οὖσαν ἡδίω. Ὁ δὲ ἁρπάζειν βουλόμενος, εἰπέ μοι, καὶ

τοῖς ἀλλοτρίοις ἐπιτίθεσθαι χρήμασιν, οὐχὶ μυρίους ὑπομένει πόνους, περιτρέχων, κολακεύων δούλους, ἐλευθέρους, θυρωροὺς, φοβῶν, ἀπειλῶν, ἀναισχυντῶν, ἀγρυπνῶν,   τρέμων,   ἀγωνιῶν,   ὑφορώμενος   ἅπαντα;   Ἀλλ'   οὐχ   ὁ   χρημάτων καταφρονῶν τοιοῦτος, ἀλλὰ καὶ οὗτος πάλιν πολλῆς ἀπολαύει τῆς ἡδονῆς, ἐν ἀδείᾳ ζῶν καὶ μετὰ ἀσφαλείας ἁπάσης. Καὶ τὰ ἄλλα δὲ εἴ τις ἐπέλθοι  τῆς κακίας μέρη, πολὺν τὸν θόρυβον ὄψεται, πολλοὺς τοὺς σκοπέλους. Καὶ τὸ δὴ μεῖζον, ὅτι ἐπὶ μὲν τῆς ἀρετῆς πρῶτα μὲν τὰ ἐπίπονα, μετὰ δὲ ταῦτα τὰ ἡδέα· ὥστε καὶ ταύτῃ τὸν πόνον κουφίζεσθαι· ἐπὶ δὲ τῆς κακίας ἀντιστρόφως· μετὰ τὴν  ἡδονὴν  αἱ ὀδύναι  καὶ αἱ κολάσεις· ὥστε καὶ ἐντεῦθεν  τὴν  ἡδονὴν  ἀφανίζεσθαι.  Ὥσπερ γὰρ ὁ στεφάνους ἀναμένων, οὐδενὸς αἰσθάνεται τῶν παρόντων φορτικῶν· οὕτως ὁ μετὰ τὴν ἡδονὴν κολάσεις  προσδοκῶν,  οὐ  δύναται  καρποῦσθαι  καθαρὰν  εὐφροσύνην,  τοῦ  φόβου πάντα διαταράττοντος. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ πρὸ τῆς κολάσεως τῆς ἐπὶ τούτοις  κειμένης  πολλὴν  καὶ ἐν αὐτῷ τῷ τολμᾶσθαι τὴν κακίαν ὀδύνην εὕροι τις ἂν γινομένην.  ηʹ. Καὶ εἰ δοκεῖ, τοῦτο ἐπὶ τῶν  τὰ ἀλλότρια ἁρπαζόντων ἐξετάσωμεν, ἢ καὶ τῶν  ὁπωσοῦν χρήματα περιβαλλομένων·  καὶ φόβους ἀποστήσαντες καὶ κινδύνους καὶ τρόμον καὶ ἀγωνίαν καὶ φροντίδα καὶ πάντα ταῦτα, ὑποθώμεθα εἶναί τινα ἀπραγμόνως πλουτοῦντα, καὶ περὶ τῆς φυλακῆς τῶν ὄντων θαῤῥοῦντα, ὅπερ ἀμήχανον,  πλὴν  ἀλλ' ὅμως κείσθω τῷ  λόγῳ· ποίαν  οὖν  οὗτος καρπώσεται  ἡδονήν;  Ὅτι  πολλὰ  περιεβάλ[λ]ετο; Ἀλλ'  αὐτὸ  μὲν  οὖν  τοῦτο  οὐκ ἀφίησιν αὐτὸν εὐφραίνεσθαι· ἕως γὰρ ἂν τῶν ἑτέρων πλειόνων ἐπιθυμῇ, ἐπιτείνεται τὰ τῆς βασάνου. Ἡ γὰρ ἐπιθυμία ὅταν στῇ, τότε παρ 60.505 έχει τὴν ἡδονήν· ἐπεὶ καὶ οἱ διψῶντες  τότε ἀνακτώμεθα  ἑαυτοὺς, ὅταν ὅσον βουλόμεθα πίνωμεν·  ἕως δ' ἂν διψῶμεν, κἂν πάσας ἐξαντλήσωμεν τὰς πηγὰς, μείζων ἡμῖν ἡ βάσανος γίνεται, κἂν μυρίους ἐκπίωμεν ποταμοὺς, χαλεπώτερα τὰ τῆς κολάσεως. Καὶ σὺ τοίνυν ἂν τὰ τοῦ κόσμου λάβῃς,  ἔτι  δὲ  ἐπιθυμῇς,  μείζονα  εἰργάσω  τὴν  κόλασιν,  ὅσῳ  πλειόνων ἀπεγεύσω. Μὴ τοίνυν  ἀπὸ τοῦ πολλὰ περιβάλλεσθαι νόμιζέ σοι προσγίνεσθαί τινα ἡδονὴν,  ἀλλ' ἀπὸ τοῦ μὴ θέλειν  πλουτεῖν·  ἐὰν  δὲ ἐπιθυμῇς  πλουτεῖν,  οὐδέποτε παύσῃ μαστιζόμενος. Ἔρως γάρ ἐστιν  οὗτος  ἀτέλεστος, καὶ  ὅσῳπερ ἂν  πλείονα προέλθῃς ὁδὸν, τοσούτῳ μᾶλλον τοῦ τέλους ἀφέστηκας. Ἆρ' οὖν οὐκ αἴνιγμα τοῦτο καὶ  παραπληξία  καὶ  ἐσχάτη  μανία;  Ἀποστῶμεν  τοίνυν  ἐκ  πρώτης  τῶν  κακῶν· μᾶλλον δὲ μηδὲ ὅλως ἁψώμεθα τῆς τοιαύτης ἐπιθυμίας· κἂν ἁψώμεθα δὲ, ἐκ προοιμίων  ἀποπηδήσωμεν·  ὅπερ ὁ Παροιμιαστὴς παραινεῖ  περὶ πόρνης  γυναικὸς λέγων· Ἀποπήδησον, μὴ ἐγχρονίσῃς, καὶ μὴ ἔλθῃς ἐπὶ θύρας οἴκων αὐτῆς. Τοῦτό σοι καὶ ἐγὼ περὶ τῆς φιλοχρηματίας λέγω. Ἂν γὰρ ἐμπέσῃς κατὰ μικρὸν εἰς τὸ πέλαγος εἰσιὼν τῆς μανίας ἐκείνης, δυσκόλως ἐπανελθεῖν δυνήσῃ· καὶ καθάπερ ἐν τοῖς ἴλιγξι κἂν μυριάκις φιλονεικῇς, οὐ περιέσῃ ῥᾳδίως· οὕτω, καὶ πολλῷ χαλεπώτερον, εἰς τὸ βάθος τῆς ἐπιθυμίας ταύτης ἐμπεσὼν, ἀπολεῖς σεαυτὸν μετὰ τῶν ὄντων  ἁπάντων.
∆ιὸ, παρακαλῶ,  τὴν  ἀρχὴν  φυλαττώμεθα,  καὶ  τὰ  μικρὰ φύγωμεν  κακά· τὰ  γὰρ μεγάλα ἀπὸ τούτων τίκτεται. Ὁ γὰρ καθ' ἕκαστον ἁμάρτημα μαθὼν λέγειν, Οὐδὲν
παρὰ τοῦτο, κατὰ μικρὸν πάντα ἀπολεῖ. Τοῦτο γοῦν τὴν κακίαν εἰσήγαγε, τοῦτο τὰς θύρας ἀνέῳξε  τῷ λῃστῇ, τοῦτο τῆς πόλεως  τὰ τείχη  κατέβαλε, τὸ καθ' ἕκαστον λέγειν· Οὐδὲν παρὰ τοῦτο. Οὕτω καὶ ἐπὶ τῶν σωμάτων τὰ μέγιστα αὔξεται νοσήματα,
ὅταν  τὰ μικρὰ καταφρονῆται.  Ὁ Ἡσαῦ εἰ μὴ προέδωκε  τὰ πρωτοτόκια,  οὐκ ἂν ἀνάξιος ἐγένετο τῶν  εὐλογιῶν·  εἰ μὴ τῶν  εὐλογιῶν  ἀνάξιον  ἑαυτὸν κατέστησεν, οὐκ ἂν  εἰς  ἀδελφοκτονίαν  προελθεῖν  ἐπεθύμησεν. Ὁ Κάϊν εἰ μὴ τῶν  πρωτείων
ἠράσθη, ἀλλὰ τῷ Θεῷ παρεχώρησε τούτων, οὐκ ἂν ἔσχε τὰ δευτερεῖα· τὰ δευτερεῖα ἔχων πάλιν, εἰ τῆς παραινέσεως ἤκουσεν, οὐκ ἂν ὤδινε τὸν φόνον· πάλιν τὸν φόνον ἐργασάμενος,  εἰ  πρὸς  μετάνοιαν   ἦλθε,   τοῦ  Θεοῦ  καλοῦντος   αὐτὸν,   καὶ  μὴ
ἀναισχύντως  ἀπεκρίνετο, οὐκ ἂν τὰ μετὰ ταῦτα ὑπέμεινε δεινά. Εἰ δὲ οἱ πρὸ τοῦ

νόμου ἀπὸ τῆς ῥᾳθυμίας ταύτης κατὰ μικρὸν εἰς αὐτὸν  τὸν πυθμένα  τῆς κακίας ἦλθον, ἐννόησον τί πεισόμεθα ἡμεῖς οἱ πρὸς μείζονα καλούμενοι σκάμματα, ἂν μὴ μετὰ ἀκριβείας ἑαυτοῖς προσέχωμεν, καὶ τοὺς σπινθῆρας τῶν  κακῶν, πρὶν ἢ τὴν πυρὰν ἀναφθῆναι, προλαβόντες σβεννύωμεν. Οἷόν τι λέγω· Ἐπιορκεῖς συνεχῶς; Μὴ πρὸς τοῦτο στῇς μόνον, ἀλλὰ καὶ τὸ ὀμνύναι  ἄνελε, καὶ οὐ δεήσῃ πόνου λοιπόν· πολὺ γὰρ δυσκολώτερον, ὀμνύντα μὴ ἐπιορκεῖν, ἢ μηδὲ ὀμνύναι ὅλως. Ὑβριστὴς εἶ καὶ λοίδορος καὶ πλήκτης; Γράψον σεαυτῷ νόμον μὴ ὀργίζεσθαι μηδὲ κράζειν ὅλως, καὶ συναναιρεῖται τῇ ῥίζῃ καὶ ὁ καρπός. Λάγνος εἶ καὶ ἄσωτος; Τίθει σεαυτῷ πάλιν ὅρον, ὥστε μὴ ὁρᾷν εἰς γυναῖκα, μήτι δὲ εἰς τὸ θέατρον ἀναβαίνειν, μηδὲ ἐν ἀγορᾷ τὰ ἀλλότρια περιεργάζεσθαι κάλλη. Πολὺ γὰρ εὐκολώτερον, τὴν ἀρχὴν μηδὲ ἰδεῖν εὔμορφον γυναῖκα, ἢ θεασάμενον, καὶ δεξάμενον τὴν ἐπιθυμίαν, ἐκβάλλειν τὸν ἐκ ταύτης θόρυβον. Κουφότεροι γὰρ ἐν προοιμίοις οἱ ἀγῶνες· μᾶλλον δὲ οὐδὲ ἀγῶνος ἡμῖν  δεῖ, ἂν μὴ τὰς θύρας ἀνοίξωμεν  τῷ πολεμίῳ,  μηδὲ τὰ σπέρματα τῆς 60.506 κακίας  δεξώμεθα. ∆ιὰ τοῦτο  καὶ ὁ Χριστὸς τὸν  ἀκολάστως  ὁρῶντα  εἰς  γυναῖκα ἐκόλασεν, ἵνα πλείονος ἡμᾶς ἀπαλλάξῃ πόνου, πρὶν ἢ γενέσθαι τὸν ἀνταγωνιστὴν ἰσχυρὸν κελεύων ἐκβάλλειν τῆς οἰκίας, ὅτε καὶ εὐκόλως ἐκβάλλεσθαι δύναται. Ποία γὰρ ἀνάγκη πράγματα ἔχειν περιττὰ, καὶ συμπλέκεσθαι τοῖς ἀνταγωνισταῖς,  παρὸν χωρὶς συμπλοκῆς στῆσαι τὸ τρόπαιον, καὶ πρὸ τῆς πάλης ἁρπάσαι τὸ βραβεῖον; Οὐ γὰρ τοσοῦτος πόνος μὴ ὁρᾷν γυναῖκας ὡραίας, ὅσος πόνος ὁρῶντα κατέχειν· μᾶλλον δὲ οὐδὲ πόνος  τὸ πρότερον ἂν εἴη, ἀλλὰ  πολὺς  ἱδρὼς καὶ μόχθος μετὰ τὸ ἰδεῖν ἐγγίνεται. θʹ. Ὅταν οὖν καὶ ὁ πόνος ἐλάττων  ᾖ, μᾶλλον δὲ μηδὲ ὅλως ᾖ μόχθος τις μηδὲ πόνος, καὶ τὸ κέρδος μεῖζον, τί σπουδάζομεν εἰς τὸ πέλαγος  ἐμπεσεῖν τῶν μυρίων  κακῶν;  Οὐδὲ γὰρ  εὐκολώτερον  μόνον  ὁ  μὴ  ὁρῶν  γυναῖκα,  ἀλλὰ  καὶ καθαρώτερον περιέσται τῆς τοιαύτης ἐπιθυμίας, ὥσπερ οὖν ὁ ὁρῶν καὶ μετὰ πόνου πλείονος, καὶ μετὰ κηλῖδός τινος ἀπαλλάττεται, ἐὰν ἄρα ποτὲ ἀπαλλαγῇ. Ὁ μὲν γὰρ μὴ ἰδὼν  τὴν εὔμορφον ὄψιν, καὶ τῆς ἐπιθυμίας  τῆς ἐντεῦθέν  ἐστι καθαρός· ὁ δὲ ἐπιθυμήσας ἰδεῖν, πρότερον καταβαλὼν τὸν λογισμὸν, καὶ μολύνας αὐτὸν μυριάκις, τότε ἐκβάλλει τὴν ἀπὸ τῆς ἐπιθυμίας κηλῖδα, ἐὰν ἄρα ἐκβάλῃ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς, ἵνα  μὴ ταῦτα  πάσχωμεν,  οὐ φόνον  κωλύει  μόνον,  ἀλλὰ  καὶ ὀργήν· οὐ μοιχείαν, ἀλλὰ καὶ ὄψιν ἀκόλαστον· οὐκ ἐπιορκίαν, ἀλλὰ καὶ τὸ ὀμνύναι καθόλου. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται τοῦ μέτρου τῆς ἀρετῆς, ἀλλ' ἐπειδὴ ταῦτα ἐνομοθέτησε, καὶ ἐπὶ τὸ μεῖζον πρόεισιν. Ἀποστήσας γὰρ τῶν φόνων, καὶ κελεύσας καθαρὸν εἶναι ὀργῆς, κελεύει καὶ πρὸς τὸ πάσχειν κακῶς ἕτοιμον εἶναι, καὶ μὴ τοσοῦτον παρεσκευάσθαι παθεῖν, ὅσον ὁ ἐπιβουλεύων βούλεται, ἀλλ' ὑπερβαίνειν περαιτέρω, καὶ νικᾷν αὐτοῦ τῆς μανίας τὴν ὑπερβολὴν τῇ τῆς οἰκείας φιλοσοφίας  περιουσίᾳ. Οὐδὲ γὰρ εἶπεν,  Ἐάν τίς  σε ῥαπίσῃ εἰς  τὴν  δεξιὰν  σιαγόνα, φέρε  γενναίως  καὶ ἡσύχασον, ἀλλὰ προσέθηκε τούτῳ καὶ τὸ τὴν ἑτέραν αὐτῷ παρασχεῖν· Στρέψον γὰρ αὐτῷ, φησὶ, καὶ τὴν ἄλλην. Τοῦτο γὰρ ἡ λαμπρὰ νίκη, τὸ πλεῖον αὐτῷ παρασχεῖν ὧν βούλεται, καὶ τοὺς ὅρους τῆς πονηρᾶς  ἐπιθυμίας  αὐτοῦ τῇ δαψιλείᾳ  τῆς οἰκείας ὑπερβῆναι μακροθυμίας. Οὕτω γοῦν  καὶ τὴν ἐκείνου  καταλύσεις μανίαν,  καὶ τοῦ προτέρου λήψῃ μισθὸν ἐκ τοῦ δευτέρου, καὶ τὴν ἐπ' ἐκείνῳ καταλύσεις ὀργήν. Ὁρᾷς ὅτι πανταχοῦ  τοῦ μὴ κακῶς πάσχειν ἡμεῖς ἐσμεν κύριοι, οὐχ οἱ ποιοῦντες  ἡμᾶς; Μᾶλλον δὲ οὐ τοῦ μὴ πάσχειν κακῶς μόνον, ἀλλὰ καὶ τοῦ παθεῖν  εὖ αὐτοὶ τὴν ἐξουσίαν ἔχομεν· ὃ δὴ μάλιστά ἐστι θαυμαστὸν, ὅτι οὐ μόνον οὐκ ἀδικούμεθα, ἐὰν νήφωμεν,  ἀλλὰ  καὶ  εὐεργετούμεθα  καὶ  δι' αὐτῶν  ὧν  ἀδικούμεθα  παρ' ἑτέρων. Σκόπει δέ· Ὕβρισεν ὁ δεῖνα; Σὺ κύριος εἶ ποιῆσαι τὴν ὕβριν ταύτην ἐγκώμιον σόν. Ἂν μὲν γὰρ ἀνθυβρίσῃς, ἐπέτεινες  τὴν αἰσχύνην· ἐὰν δὲ εὐλογήσῃς τὸν ὑβρικότα, πάντας ὄψει τοὺς παρόντας στεφανοῦντάς σε καὶ ἀνακηρύττοντας. Εἶδες πῶς δι' ὧν ἀδικούμεθα εὐεργετούμεθα, ἂν θέλωμεν;  Τοῦτο καὶ ἐπὶ χρημάτων,  τοῦτο καὶ ἐπὶ

πληγῶν,  τοῦτο καὶ ἐπὶ τῶν  ἄλλων  ἁπάντων  ἔστιν ἰδεῖν  συμβαῖνον. Ἂν γὰρ τοῖς ἐναντίοις αὐτοὺς ἀμειβώμεθα, καὶ ὑπὲρ ὧν κακῶς ἐπάθομεν, καὶ ὑπὲρ ὧν εὐεργετοῦμεν, διπλοῦν ἑαυτοῖς ὑφαίνομεν  στέφανον. Ὅταν τοίνυν ἐλθών τις εἴπῃ, ὅτι Ὁ δεῖνά σε 60.507 ὕβρισε, καὶ κακῶς σε πρὸς ἅπαντας λέγων διατελεῖ, ἐπαίνεσον πρὸς τοὺς λέγοντας  τὸν  ὑβρικότα· οὕτω  γὰρ, κἂν  ἀμύνασθαι  βουληθῇς,  δυνήσῃ δίκην  λαβεῖν.  Οἱ γὰρ ἀκούοντες  κἂν  σφόδρα ἀνόητοι  ὦσι, σὲ μὲν  ἐπαινέσονται, μισήσουσι δὲ ἐκεῖνον ὡς θηρίου παντὸς χαλεπώτερον,  ὅτι ὁ μὲν οὐδὲν ἠδικημένος ἐλύπησε, σὺ δὲ καὶ κακῶς παθὼν, τοῖς ἐναντίοις ἠμείψω. Καὶ τὰ εἰρημένα δὲ πάντα οὕτω  δεῖξαι  δυνήσῃ  ἕωλα  ὄντα.  Ὁ  μὲν  γὰρ  δακνόμενος  τοῦ  συνειδέναι  τοῖς εἰρημένοις ἀπόδειξιν παρέχεται τὸ ἀλγεῖν· ὁ δὲ καταγελάσας, αὐτῷ τούτῳ παρὰ τοῖς παροῦσι πάσης ἑαυτὸν ἀπήλλαξεν ὑποψίας. Σκόπει τοίνυν πόσα ἐκ τούτου συλλέγεις καλά· πρότερον ἀπαλλάττεις  σεαυτὸν θορύβου καὶ ταραχῆς· εἶτα δὲ, μᾶλλον τοῦτο κείσθω πρῶτον, κἂν ἁμαρτήματα ἔχῃς, καὶ ταῦτα ἀποδύσῃ, καθάπερ ὁ τελώνης τὴν τοῦ Φαρισαίου κατηγορίαν πράως ἐνεγκών. Πρὸς τούτοις, φιλόσοφον κατασκευάζεις σου τὴν ψυχὴν τῇ τοιαύτῃ μελέτῃ, καὶ μυρίων παρὰ πάντων  ἀπολαύσεις ἐπαίνων, καὶ τὴν ἐπὶ τοῖς εἰρημένοις ὑποψίαν ἀποδύσῃ πᾶσαν. Εἰ δὲ καὶ ἐκεῖνον ἀμύνασθαι ἐπιθυμεῖς, καὶ τοῦτο ἐκ περιουσίας ἕψεται, 60.508 καὶ τοῦ Θεοῦ κολάζοντος αὐτὸν ἀνθ' ὧν  εἴρηκε, καὶ πρὸ τῆς κολάσεως ἐκείνης  τῆς σῆς φιλοσοφίας  ἀντὶ  καιρίας αὐτῷ γινομένης πληγῆς. Οὐδὲν γὰρ οὕτω τοὺς ὑβρίζοντας ἡμᾶς δάκνειν εἴωθεν, ὡς τὸ τοὺς ὑβριζομένους ἡμᾶς τῶν ὕβρεων καταγελᾷν. Ὥσπερ οὖν ἐκ τοῦ φιλοσοφεῖν τοσαῦτα  ἔσται  καλὰ,  οὕτως  ἐκ  τοῦ  μικροψύχους  εἶναι  τὰ  ἐναντία  συμβήσεται ἅπαντα.  Καὶ  γὰρ  ἑαυτοὺς  καταισχύνομεν,   καὶ  ὑπεύθυνοι   παρὰ  τοῖς  παροῦσι δοκοῦμεν εἶναι τοῖς λεγομένοις, καὶ τὴν ψυχὴν θορύβου πληροῦμεν, καὶ τὸν ἐχθρὸν εὐφραίνομεν,  καὶ τὸν  Θεὸν παροξύνομεν,  καὶ τοῖς  ἁμαρτήμασι προστίθεμεν  τοῖς ἡμετέροις. Ταῦτα οὖν ἅπαντα ἐννοήσαντες, φύγωμεν τῆς μικροψυχίας τὸ βάραθρον, καὶ πρὸς τὸν  λιμένα  τῆς μακροθυμίας καταδράμωμεν,  ἵνα  καὶ ἐνταῦθα  εὕρωμεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν, καθὼς καὶ ὁ Χριστὸς ἀπεφήνατο, καὶ τῶν μελλόντων ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.