Πέμπτη, 6 Ιουνίου 2013

ΟΜΙΛΙΑ ΣΤ ʹ.






In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.
 

ΟΜΙΛΙΑ ΣΤ ʹ.

Ἴδε, σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, καὶ γινώσκεις  τὸ θέλημα, καὶ δοκιμάζεις  τὰ διαφέροντα,  κατ ηχούμενος  ἐκ τοῦ νόμου. αʹ. Εἰπὼν, ὅτι οὐδὲν λείπει τῷ Ἕλληνι πρὸς τὸ σωθῆναι, ἐὰν τοῦ νόμου ᾖ ποιητὴς, καὶ τὴν θαυμαστὴν σύγκρισιν ποιησάμενος ἐκείνην, τίθησι λοιπὸν καὶ τὰ σεμνὰ τῶν Ἰουδαίων, ἀφ' ὧν κατὰ τῶν Ἑλλήνων 60.432 ἐφρόνουν. Καὶ πρῶτον αὐτὸ τὸ  ὄνομα  ὃ  σφόδρα  σεμνὸν  ἦν,  ὥσπερ  νῦν  ὁ  Χριστιανισμός· καὶ  γὰρ  ἀπὸ  τῆς προσηγορίας πολλὴ ἦν ἡ διαφορὰ καὶ τότε· διὸ καὶ ἐντεῦθεν ἄρχεται. Καὶ ὅρα πῶς αὐτὸ καθαιρεῖ. Οὐ γὰρ εἶπε, Σὺ Ἰουδαῖος εἶ, ἀλλ', Ἐπονομάζῃ, καὶκαυχᾶσαι ἐν Θεῷ· τουτέστιν,  ὡς  φιληθεὶς   παρ'  αὐτοῦ,  καὶ  προτιμηθεὶς  τῶν   ἄλλων   ἀνθρώπων. Ἐνταῦθα δέ μοι ἠρέμα δοκεῖ εἰς ἀπόνοιάν τε αὐτοὺς σκώπτειν,
60.433 καὶ εἰς πολλὴν τὴν δοξομανίαν, ὅτι τῷ δώρῳ τούτῳ οὐκ εἰς τὴν σωτηρίαν τὴν ἑαυτῶν, ἀλλ' εἰς τὸ τῶν ἄλλων κατεξανίστασθαι καὶ ὑπερορᾷν κατεκέχρηντο. Καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα. Καὶ μὴν καὶ τοῦτο ἐλάττωμα χωρὶς ἔργου· ἀλλ' ὅμως ἐδόκει  πλεονέκτημα  εἶναι·  διὸ  καὶ  μετὰ  ἀκριβείας  αὐτὸ  τίθησιν.  Οὐ γὰρ  εἶπε, Πράττεις, ἀλλὰ,  Γινώσκεις  καὶ  δοκιμάζεις,  οὐ  μετέρχῃ  καὶ  ποιεῖς.  Πέποιθάς  τε σεαυτὸν ὁδηγὸν  εἶναι  τυφλῶν.  Πάλιν ἐνταῦθα  οὐκ εἶπεν, ὅτι εἶ ὁδηγὸς τυφλῶν, ἀλλὰ, Πέποιθας, οὕτω κομπάζεις, φησί· πολλὴ γὰρ ἦν ἡ ἀπόνοια τῶν Ἰουδαίων. ∆ιὸ καὶ σχεδὸν αὐτὰ φθέγγεται τὰ ῥήματα, ἅπερ ἐκεῖνοι κομπάζοντες ἔλεγον. Ὅρα γοῦν ἐν τοῖς Εὐαγγελίοις τί λέγουσιν· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ μέγα ἐφρόνουν κατὰ πάντων. Ὅπερ ἐλέγχων  ὁ Παῦλος ἐπέμενε, τούτους μὲν ἐπαίρων, ἐκείνους δὲ καθαιρῶν, ἵνα οὕτω μᾶλλον αὐτῶν καθάψηται, καὶ βαρυτέραν  ποιήσῃ  τὴν  κατηγορίαν.   ∆ιὸ  καὶ  πρόεισιν  αὔξων  τὸ  τοιοῦτο,  καὶ πλεονάζων τῷ διαφόρως ἀπαγγέλλειν. Πέποιθας γὰρ σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Οὐκ εἶπε πάλιν, Ἐν τῷ συνειδότι καὶ ἐν ταῖς πράξεσι καὶ ἐν τοῖς κατορθώμασιν, ἀλλ', Ἐν τῷ νόμῳ. Καὶ ταῦτα εἰπὼν, ὅπερ καὶ ἐπὶ τῶν ἐθνικῶν  ἐποίησε, τοῦτο καὶ ἐνταῦθα. Ὥσπερ γὰρ ἐκεῖ φησιν, Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· οὕτω καὶ ἐνταῦθα λέγει, Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἀλλ' ἐκεῖ μὲν ἀποτομώτερον, ἐνταῦθα δὲ ἡμερώτερον

κέχρηται τῷ λόγῳ. Οὐ γὰρ εἶπε, Καὶ μὴν διὰ τοῦτο μείζονος εἶ κολάσεως ἄξιος, ὅτι τοσαῦτα ἐγχειρισθεὶς, οὐδενὶ τούτων εἰς δέον κέχρησαι· ἀλλὰ κατ' ἐρώτησιν προάγει τὸν λόγον,  ἐντρέπων  καὶ λέγων·  Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Σκόπει δέ μοι καὶ ἑτέρωθεν τοῦ Παύλου τὴν σύνεσιν. Τὰ γὰρ πλεονεκτήματα τίθησι τῶν Ἰουδαίων ταῦτα, ἅπερ οὐ τῆς αὐτῶν σπουδῆς ἦν, ἀλλὰ τῆς ἄνωθεν δωρεᾶς, καὶ δείκνυσιν, οὐ μόνον περιττὰ ὄντα ἀμελοῦσιν αὐτοῖς, ἀλλὰ καὶ προσθήκην κολάσεως φέροντα. Οὐ γὰρ τὸ Ἰουδαῖον καλεῖσθαι, αὐτῶν κατόρθωμα, οὐδὲ τὸ νόμον λαβεῖν, οὐδὲ τὰ ἄλλα, ἅπερ ἀπηριθμήσατο νῦν, ἀλλὰ τῆς ἄνωθεν χάριτος. Καὶ παρὰ μὲν τὴν ἀρχὴν ἔλεγεν, ὅτι οὐδὲν ὠφελεῖ ἡ ἀκρόασις τοῦ νόμου, ἐὰν μὴ ἡ πρᾶξις προσῇ· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, φησὶ, δίκαιοι  παρὰ τῷ  Θεῷ· νῦν  δὲ πολλῷ  μᾶλλον δείκνυσιν,  ὅτι  οὐ  μόνον  ἡ  ἀκρόασις, ἀλλὰ  καὶ,  ὃ  πλέον  τῆς  ἀκροάσεως ἦν,  ἡ διδασκαλία οὐδὲ αὐτὴ δυνήσεται προστῆναι, τοῦ διδάσκοντος μὴ πράττοντος ἅπερ, φησὶ, διδάσκει· καὶ οὐ μόνον οὐ προστήσεται, ἀλλὰ καὶ κολάσει μειζόνως. Καλῶς δὲ καὶ ταῖς λέξεσι κέχρηται· οὐ γὰρ εἶπεν, Ἔλαβες νόμον, ἀλλ', Ἐπαναπαύῃ νόμῳ· καὶ γὰρ οὐκ ἔκαμνεν ὁ Ἰουδαῖος περιιὼν καὶ ζητῶν τὰ πρακτέα, ἀλλ' ἐξ εὐκολίας εἶχε τὸν νόμον δεικνύντα τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν. Εἰ γὰρ καὶ τὰ ἔθνη ἔχει τὸν τῆς φύσεως λογισμὸν, ὅθεν αὐτῶν καὶ πλεονεκτεῖ,  χωρὶς ἀκροάσεως ὡς ποιοῦντα ἅπαντα, ἀλλ' ὅμως ἐκεῖ μείζων ἡ εὐκολία ἦν. Εἰ δὲ λέγεις, ὅτι Οὐκ ἀκούω μόνον, ἀλλὰ  καὶ διδάσκω· καὶ τοῦτο αὐτὸ προσθήκη τιμωρίας.  Ἐπειδὴ γὰρ τούτῳ  μέγα ἐφρόνουν, ἐντεῦθεν μάλιστα αὐτοὺς δείκνυσιν ὄντας καταγελάστους. Ὅταν δὲ λέγῃ, Ὁδηγὸν  τυφλῶν,  60.434 παιδευτὴν  ἀφρόνων,  διδάσκαλον  νηπίων,  τὸν  ἐκείνων λέγει τῦφον· σφόδρα γὰρ ἀπεκέχρηντο τοῖς προσηλύτοις, καὶ ἀπὸ τούτων ἐκάλουν τῶν  ὀνομάτων  αὐτούς.  βʹ. ∆ιὸ  καὶ  ἐπιδαψιλεύεται  τοῖς  δοκοῦσιν  αὐτῶν  εἶναι ἐγκωμίοις, εἰδὼς, ὅτι μείζονος κατηγορίας ὑπόθεσις τὰ λεγόμενα. Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Ὥσπερ ἂν εἴ τις τὴν βασιλικὴν εἰκόνα ἔχων, μηδὲν πρὸς ἐκείνην  γράφοι· οἱ δὲ μὴ πιστευθέντες αὐτὴν, καὶ χωρὶς τοῦ πρωτοτύπου  μετὰ ἀκριβείας  αὐτὴν  μιμοῖντο.  Εἶτα εἰπὼν  τὰ πλεονεκτήματα, ἅπερ  ἔσχον  παρὰ  τοῦ  Θεοῦ, λέγει  αὐτῶν  τὰ  ἐλαττώματα,  ἅπερ  οἱ  προφῆται κατηγόρουν, ταῦτα εἰς μέσον φέρων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ   κηρύσσων   μὴ   κλέπτειν,   κλέπτεις;   ὁ   λέγων   μὴ   μοιχεύειν,   μοιχεύεις;   ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς; Καὶ γὰρ σφόδρα ἦν ἀπηγορευμένον τῶν ἐν τοῖς εἰδωλείοις ἅπτεσθαι χρημάτων διὰ τὸ βδελυρόν· ἡ δὲ τῆς φιλοχρηματίας τυραννὶς,  φησὶ,  καὶ  τοῦτον  ὑμᾶς  ἔπεισε καταπατῆσαι  τὸν  νόμον.  Εἶτα τὸ  πολὺ βαρύτερον ὕστερον ἐπάγει, λέγων· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; ∆ύο τέθεικεν ἐγκλήματα, μᾶλλον δὲ τρία· ὅτι τε ἀτιμάζουσι, καὶ ὅτι δι' ὧν ἐτιμήθησαν, καὶ ὅτι τὸν τιμήσαντα ἀτιμάζουσιν, ὅπερ ἦν ἐσχάτης  ἀγνωμοσύνης   ὑπερβολή.  Εἶτα  ἵνα  μὴ  δόξῃ  κατηγορεῖν   οἴκοθεν,  τὸν προφήτην ἐπήγαγεν αὐτῶν κατήγορον, νῦν μὲν ἐν βραχεῖ καὶ συντόμως καὶ ὡς ἐν κεφαλαίῳ, ὕστερον δὲ καὶ κατὰ μέρος, καὶ νῦν μὲν τὸν Ἡσαΐαν, μετὰ δὲ ταῦτα τὸν
∆αυῒδ, ὅτε καὶ πλείονας ἐπεδείξατο τοὺς ἐλέγχους. Ὅτι γὰρ, φησὶν, οὐκ ἐγὼ λοιδορούμενος ὑμῖν ταῦτα λέγω, ἄκουσον τί φησιν ὁ Ἡσαΐας, ὅτι Τὸ ὄνομα τοῦ Θεοῦ δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἰδοὺ καὶ ἑτέρα διπλῆ κατηγορία πάλιν. Οὐ γὰρ μόνον αὐτοὶ, φησὶν, ὑβρίζουσιν, ἀλλὰ καὶ ἑτέρους εἰς τοῦτο παρασκευάζουσι. Τί τοίνυν  τῆς διδασκαλίας ὄφελος, ὅταν  ἑαυτοὺς μὴ διδάσκητε; Ἀλλ' ἀνωτέρω  μὲν τοῦτο εἶπε μόνον,  ἐνταῦθα  δὲ καὶ εἰς τὸ ἐναντίον  περιέτρεψεν.  Οὐδὲ γὰρ μόνον ἑαυτοὺς, ἀλλ' οὐδὲ ἑτέρους διδάσκετε τὰ πρακτέα· καὶ τὸ πολλῷ χαλεπώτερον,  ὅτι οὐ μόνον οὐ διδάσκετε τὰ τοῦ νόμου, ἀλλὰ καὶ τὰ ἐναντία διδάσκετε, βλασφημεῖν τὸν Θεὸν, ὅπερ ἐναντίον  ἐστὶ τῷ νόμῳ. Ἀλλ'  ἡ περιτομὴ μέγα, φησίν. Ὁμολογῶ κἀγὼ, ἀλλὰ τότε, ὅταν ἔχῃ τὴν ἔνδον περιτομήν. Καὶ σκόπει σύνεσιν, πῶς εὐκαίρως

τὸν περὶ αὐτῆς εἰσήγαγε λόγον. Οὐ γὰρ εὐθέως ἀπ' αὐτῆς ἤρξατο, ἐπειδὴ πολλὴ ἦν αὐτῆς ἡ ὑπόληψις· ἀλλ' ἡνίκα ἔδειξεν αὐτοὺς ἀπὸ τοῦ μείζονος προσκεκρουκότας, καὶ τῆς εἰς τὸν Θεὸν βλασφημίας αἰτίους, τότε λοιπὸν λαβὼν τὸν ἀκροατὴν κατεγνωκότα  αὐτῶν, καὶ γυμνώσας τῆς προεδρίας, εἰσάγει τὸν περὶ τῆς περιτομῆς λόγον,  θαῤῥῶν,  ὅτι  οὐδεὶς  αὐτῇ  ψηφιεῖται  λοιπὸν,  καί φησι· Περιτομὴ μὲν  γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς. Καίτοι γε ἐνῆν ἄλλως αὐτὴν ἐκβαλεῖν, καὶ εἰπεῖν, Τί γάρ ἐστιν ἡ περιτομή; μὴ γὰρ κατόρθωμά ἐστι τοῦ ἔχοντος; μὴ γὰρ προαιρέσεως ἀγαθῆς ἐπίδειξις; Καὶ γὰρ ἐν ἀώρῳ γίνεται  ἡλικίᾳ, καὶ οἱ ἐν τῇ ἐρήμῳ δὲ πάντες ἔμειναν ἀπερίτμητοι χρόνον πολύν· καὶ ἑτέρωθεν δὲ πολλαχόθεν ἴδοι τις ἂν αὐτὴν οὐ σφόδρα ἀναγκαίαν  οὖσαν. Ἀλλ' ὅμως οὐκ ἐντεῦθεν  αὐτὴν ἐκβάλλει, ἀλλ' ὅθεν μάλιστα ἐχρῆν, ἀπὸ τοῦ Ἀβραάμ. Ἡ γὰρ ὑπερβολὴ τῆς νίκης αὕτη, δεῖξαι ἐντεῦθεν αὐτὴν οὖσαν εὐκατα 60.435 φρόνητον, ὅθεν αὐτοῖς αἰδέσιμος ἦν. Καίτοι γε ἠδύνατο λέγειν, ὅτι καὶ οἱ προφῆται ἀπεριτμήτους καλοῦσιν Ἰουδαίους· ἀλλ' οὔπω τοῦτο τῆς περιτομῆς ἐστιν ἐλάττωμα, ἀλλὰ τῶν κακῶς αὐτὴν μετιόντων.  Τὸ δὲ ζητούμενον, δεῖξαι ὅτι καὶ ἐν ἀρίστῳ βίῳ οὐδεμίαν ἰσχὺν ἔχει· τοῦτο δὴ κατασκευάζει λοιπόν. Καὶ ἐνταῦθα μὲν οὐ παράγει τὸν πατριάρχην, ἀλλὰ πρότερον ἑτέρωθεν αὐτὴν προκαταβαλὼν, ὕστερον ἐκεῖνον τηρεῖ, ὅταν τὸν περὶ τῆς πίστεως εἰσαγάγῃ λόγον, οὕτω  λέγων·  Πῶς οὖν  ἐλογίσθη  ἡ  πίστις  τῷ  Ἀβραάμ; ἐν  περιτομῇ  ὄντι,  ἢ  ἐν ἀκροβυστίᾳ;  Ἕως  μὲν  γὰρ  ἂν  πρὸς  τὸν   ἐθνικὸν   αὕτη  καὶ  τὸν   ἀκρόβυστον ἀγωνίζηται, οὐδὲν βούλεται τούτων εἰπεῖν, ἵνα μὴ σφόδρα φορτικὸς ᾖ· ὅταν δὲ πρὸς τὴν πίστιν ἀπομάχηται, τότε μειζόνως πρὸς αὐτὴν ἀποδύεται. Τέως μέντοι πρὸς τὴν ἀκροβυστίαν ἡ μάχη· διὸ καὶ ὑφειμένως προάγει τὸν λόγον, καί φησι· Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν πράσσῃς τὸν νόμον· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε. ∆ύο γὰρ ἐνταῦθα ἀκροβυστίας καὶ δύο περιτομάς φησιν, ὥσπερ καὶ δύο νόμους. Ἔστι γὰρ νόμος ὁ φυσικὸς, καὶ ἔστιν ὁ γραπτός· ἀλλὰ καὶ μέσος τούτων ὁ διὰ τῶν ἔργων. Καὶ σκόπει πῶς τοὺς τρεῖς τούτους δείκνυσι, καὶ εἰς μέσον ἄγει. Ὅταν γὰρ ἔθνη  τὰ μὴ νόμον  ἔχοντα,  φησί. Ποῖον δὴ νόμον,  εἰπέ μοι; Τὸν γραπτόν.  Φύσει τὰ τοῦ νόμου ποιῇ. Ποίου; Τοῦ διὰ τῶν  ἔργων.  Οὗτοι νόμον  μὴ ἔχοντες.  Ποῖον; Τὸν γραπτόν.  Ἑαυτοῖς εἰσι νόμος. Πῶς; Τῷ φυσικῷ  κεχρημένοι. Οἵτινες ἐνδείκνυνται  τὸ ἔργον τοῦ νόμου. Ποίου; Τοῦ διὰ τῶν πράξεων. Ἐκεῖνος μὲν γὰρ ἔξω κεῖται ὁ διὰ τῶν γραμμάτων, οὗτος δὲ ἔνδον ὁ διὰ τῆς φύσεως, ὁ δὲ ἐν ταῖς πράξεσι· καὶ τὸν μὲν τὰ γράμματα ὑπαγορεύει, τὸν δὲ ἡ φύσις, τὸν δὲ αἱ πράξεις. Τούτου δὴ τοῦ τρίτου χρεία, δι' ὃν καὶ ἐκεῖνοι οἱ δύο, ὅ τε ἀπὸ τῆς φύσεως, ὅ τε ἀπὸ τῶν  γραμμάτων·  κἂν  οὗτος  μὴ  παρῇ, οὐδὲν  ὄφελος  ἐκείνων,  ἀλλὰ  καὶ  βλάβος μέγιστον. Καὶ τοῦτο δείκνυσιν  ἐπὶ τοῦ φυσικοῦ μὲν λέγων· Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον,  σεαυτὸν  κατακρίνεις·  ἐπὶ  δὲ  τοῦ  γραπτοῦ·  Ὁ  κηρύσσων  μὴ  κλέπτειν, κλέπτεις; Οὕτω καὶ ἀκροβυστίαι δύο, μία μὲν ἡ φυσικὴ, δευτέρα δὲ ἡ ἀπὸ πράξεως· καὶ περιτομὴ μία μὲν ἡ ἐν τῇ σαρκὶ, δευτέρα δὲ ἡ ἀπὸ προαιρέσεως. Οἷόν τι λέγω· Περιετμήθη τις ὀκταήμερος· αὕτη σαρκικὴ περιτομή. Ἔπραξέ τις τὰ νόμιμα ἅπαντα· αὕτη διανοίας περιτομὴ, ἣν μάλιστα ὁ Παῦλος ζητεῖ, μᾶλλον δὲ καὶ ὁ νόμος. γʹ. Ὅρα τοίνυν  πῶς  συγχωρήσας  αὐτὴν  τῷ  λόγῳ,  καθεῖλε  τῷ  πράγματι.  Οὐ γὰρ  εἶπε, Περιττὸν ἡ περιτομὴ, ἀνόνητον  ἡ περιτομὴ, ἄχρηστον· ἀλλὰ τί; Περιτομὴ μὲν γὰρ ὠφελεῖ,  ἐὰν  νόμον  πράσσῃς. Κατεδέξατο αὐτὴν  τέως  λέγων·  Ὁμολογῶ, καὶ οὐκ ἀντιλέγω,  ὅτι καλὴ ἡ περιτομή· ἀλλὰ πότε; Ὅταν καὶ τὴν τοῦ νόμου φυλακὴν ἔχῃ. Ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. Οὐκ εἶπεν· Οὐκέτι ὠφελεῖ·  ἵνα  μὴ δόξῃ αὐτὴν  ὑβρίζειν· ἀλλὰ  γυμνώσας  αὐτῆς  τὸν  Ἰουδαῖον,  τότε αὐτὸν  βάλλει  λοιπόν.  Ὅπερ οὐκέτι  τῆς  περιτομῆς  ἦν  ὕβρις, ἀλλὰ  τοῦ  διὰ  τῆς ῥᾳθυμίας αὐτὴν ἀπολέσαντος. Ὥσπερ οὖν τοὺς ἐν ἀξιώμασιν ὄντας, εἶτα ἁλισκομένους   ἐπὶ   μεγίστοις  ἐγκλήμασιν,   οἱ  δικάζοντες   ἀφελόμενοι   τῆς   τῶν

ἀξιωμάτων τιμῆς, τότε κολάζουσιν· οὕτω καὶ Παῦλος ἐποίησεν. Εἰπὼν γὰρ, Ἐὰν δὲ παραβάτης  νόμου  ᾖς, ἐπήγαγεν·  Ἡ περιτομή σου ἀκροβυστία γέγονε· καὶ δείξας ἀπερίτμητον,  καταδικάζει λοιπὸν  ἀδεῶς. Ὅταν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα
60.436 τοῦ νόμου φυλάττῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν περιτραπήσεται; Ὅρα τί ποιεῖ· Οὐ λέγει, ὅτι ἡ ἀκροβυστία τὴν περιτομὴν νικᾷ· τοῦτο γὰρ σφόδρα ἦν
ἐπαχθὲς  τοῖς  τότε ἀκούουσιν· ἀλλ' ὅτι ἡ ἀκροβυστία περιτομὴ γέγονε.  Καὶ ζητεῖ λοιπὸν  τί ἐστι περιτομὴ, καὶ τί ἀκροβυστία· καὶ λέγει, ὅτι περιτομὴ πρᾶξίς ἐστιν ἀγαθὴ, καὶ ἡ ἀκροβυστία πρᾶξις πονηρά· καὶ πρότερον μεταστήσας εἰς τὴν περιτομὴν
τὸν   ἀκρόβυστον  τὸν   πράξεις  ἔχοντα   χρηστὰς,  καὶ  τὸν   ἐμπερίτομον   τὸν   ἐν διεφθαρμένῳ βίῳ εἰς τὴν ἀκροβυστίαν ἐξωθήσας, οὕτω τὴν νίκην δίδωσι τῷ ἀκροβύστῳ. Καὶ οὐ λέγει, Τῷ ἀκροβύστῳ, ἀλλ' ἐπὶ τὸ πρᾶγμα μέτεισιν οὕτω λέγων·
Οὐχὶ ἡ ἀκροβυστία σου εἰς περιτομὴν μετατραπήσεται; Καὶ οὐκ εἶπε, Λογισθήσεται,
ἀλλὰ,  Τραπήσεται, ὅπερ ἐμφαντικώτερον  ἦν· ὥσπερ καὶ  ἀνωτέρω  οὐκ εἶπεν,  Ἡ περιτομή σου ἀκροβυστία λογίζεται, ἀλλὰ, Γέγονε. Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία. Ὁρᾷς, ὅτι  δύο  οἶδεν  ἀκροβυστίας, τὴν  μὲν  ἐκ  φύσεως,  τὴν  δὲ  ἐκ προαιρέσεως; Ἐνταῦθα μέντοι τὴν ἐκ φύσεως λέγει, ἀλλ' οὐχ ἵσταται μέχρι τούτου, ἀλλ' ἐπάγει· Τὸν νόμον τελοῦσά σε τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου; Ὅρα τὴν λεπτοτάτην αὐτοῦ σύνεσιν. Οὐκ εἶπεν, ὅτι ἡ ἐκ φύσεως ἀκροβυστία τὴν περιτομὴν κρινεῖ, ἀλλὰ, ἔνθα μὲν ἡ νίκη ἦν, τὴν ἀκροβυστίαν εἰσάγει· ἔνθα δὲ ἡ ἧττα  ἦν,  οὐκέτι  τὴν  περιτομὴν  δείκνυσιν  ἡττωμένην,  ἀλλὰ  τὸν  αὐτὴν  ἔχοντα Ἰουδαῖον, φειδόμενος διὰ τῶν ῥημάτων πλῆξαι τὸν ἀκροατήν. Καὶ οὐκ εἶπε, Σὲ τὸν νόμον  ἔχοντα  καὶ  περιτομὴν,  ἀλλ'  ἔτι  ἡμερώτερον,  Σὲ τὸν  διὰ  γράμματος  καὶ περιτομῆς   παραβάτην   νόμου·   τουτέστι,   καὶ   ἀμύνει   τῇ   περιτομῇ   ἡ   τοιαύτη ἀκροβυστία, ἠδίκηται  γάρ· καὶ  βοηθεῖ  τῷ  νόμῳ,  ἐπηρέασται γάρ· καὶ  περιφανὲς ἵστησι τρόπαιον. Ἡ γὰρ νίκη τότε ἐστὶ λαμπρὰ, ὅταν μὴ παρὰ Ἰουδαίου ὁ Ἰουδαῖος, ἀλλὰ παρὰ ἀκροβύστου κρίνηται· ὥσπερ ὅταν λέγῃ· Ἄνδρες Νινευῗται ἐγερθήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκοῦν οὐ τὸν νόμον ἀτιμάζει· σφόδρα γὰρ αὐτὸν  αἰδεῖται·  ἀλλὰ  τὸν  εἰς τὸν  νόμον  ὑβρίζοντα. Εἶτα ὅτε κατεσκεύασε ταῦτα σαφῶς, θαῤῥῶν λοιπὸν ὁρίζεται τί ποτέ ἐστιν ὁ Ἰουδαῖος, καὶ δείκνυσιν, ὅτι οὐχὶ τὸν Ἰουδαῖον  οὐδὲ  τὴν  περιτομὴν,  ἀλλὰ  τὸν  οὐχὶ  Ἰουδαῖον  καὶ  τὸν  ἀπερίτμητον ἐκβάλλει. Καὶ δοκεῖ μὲν ἀμύνειν αὐτῇ, καταλύει δὲ αὐτῆς τὴν ὑπόληψιν,  ἀπὸ τοῦ συμβαίνοντος ἔχων τὰς ψήφους. ∆είκνυσι γὰρ οὐ μόνον οὐδὲν μέσον Ἰουδαίου καὶ ἀκροβύστου, ἀλλὰ  καὶ ἀνώτερον  ὄντα  τὸν  ἀκρόβυστον, ἐὰν ἑαυτῷ  προσέχῃ, καὶ τοῦτον  ὄντα ἀκριβῶς τὸν Ἰουδαῖον· διό φησι· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ  Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ, ἐν σαρκὶ, περιτομή. Ἐνταῦθα αὐτοὺς πλήττει, ὡς πρὸς ἐπίδειξιν ἅπαντα πράττοντας. Ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. δʹ. Τοῦτο δὲ εἰπὼν, ἐξέβαλε τὰ σωματικὰ ἅπαντα. Καὶ γὰρ ἡ περιτομὴ ἐν τῷ φανερῷ, καὶ τὰ σάββατα καὶ αἱ θυσίαι καὶ οἱ καθαρισμοί· ἅπερ ἅπαντα δι' ἑνὸς ᾐνίξατο ῥήματος εἰπὼν, Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν. Ἀλλ' ἐπειδὴ τῆς περιτομῆς πολὺς ἦν ὁ λόγος, ὅπου γε καὶ τὸ Σάββατον αὐτῇ παρεχώρει, εἰκότως τὰ πλείονα  πρὸς αὐτὴν ἀποτείνεται.  Εἰπὼν δὲ, Ἐν πνεύματι, προοδοποιεῖ λοιπὸν τῇ τῆς Ἐκκλησίας πολιτείᾳ, καὶ τὴν πίστιν εἰσάγει· καὶ γὰρ αὕτη ἐν καρδίᾳ καὶ πνεύματι τὸν ἔπαινον ἀπὸ τοῦ Θεοῦ ἔχει. Καὶ διὰ τί μὴ ἔδειξεν, ὅτι ὁ κατορθῶν
60.437 Ἕλλην  Ἰουδαίου  κατορθοῦντος  οὐκ  ἔστιν  ἐλάττων,  ἀλλ'  ὅτι  κατορθῶν
Ἕλλην  Ἰουδαίου  παραβαίνοντος  κρείττων  ἐστίν;  Ἵν'  ἀναμφίβολον  ποιήσῃ  τὴν νίκην. Τούτου γὰρ ὁμολογηθέντος, ἐξ ἀνάγκης ἡ περιτομὴ τῆς σαρκὸς ἐκβάλλεται, καὶ δείκνυται,  ὅτι  πανταχοῦ  βίου χρεία. Ὅταν γὰρ ὁ μὲν  Ἕλλην  χωρὶς  τούτων σώζηται,  ὁ δὲ  Ἰουδαῖος  μετὰ  τούτων  κολάζηται,  ἕστηκεν  ἀργῶν  ὁ Ἰουδαϊσμός. Ἕλληνα δὲ πάλιν  οὐ τὸν εἰδωλολάτρην,  ἀλλὰ τὸν θεοσεβῆ καὶ ἐνάρετον καὶ τῶν

νομικῶν  παρατηρήσεων ἀπηλλαγμένον  φησί. Τί οὖν  τὸ περισσὸν τοῦ Ἰουδαίου; Ἐπειδὴ πάντα ἐξέβαλε, τὴν ἀκρόασιν, τὴν διδασκαλίαν, τὸ ὄνομα τοῦ Ἰουδαίου, τὴν περιτομὴν, τὰ ἄλλα πάντα, διὰ τοῦ λέγειν, ὅτι Ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος οὐκ ἔστιν, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ, ὁρᾷ λοιπὸν ἀντίθεσιν ἀνακύπτουσαν· καὶ πρὸς αὐτὴν ἵσταται. Τίς δέ ἐστιν ἡ ἀντίθεσις; Εἰ μηδὲν, φησὶν, ὠφελεῖ ταῦτα, τίνος ἕνεκεν καὶ ἐκλήθη τὸ ἔθνος, καὶ περιτομὴ ἐδόθη; Τί οὖν ποιεῖ, καὶ πῶς αὐτὴν λύει; ∆ι' ὧν ἔλυσε καὶ τὰ ἀνωτέρω.  Ὥσπερ γὰρ  ἐκεῖ  οὐ  τὰ  ἐγκώμια  αὐτῶν  εἶπεν,  ἀλλὰ  τοῦ  Θεοῦ τὰς εὐεργεσίας, οὐ τὰ αὐτῶν κατορθώματα· τὸ γὰρ Ἰουδαῖον ὀνομάζεσθαι, καὶ γινώσκειν τὸ θέλημα, καὶ δοκιμάζειν τὰ διαφέροντα, οὐκ αὐτῶν ἦν κατόρθωμα, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος· ὅπερ καὶ ὀνειδίζων  αὐτοῖς ὁ προφήτης  ἔλεγεν· Οὐκ ἐποίησεν οὕτω παντὶ  ἔθνει,  καὶ τὰ κρίματα αὐτοῦ  οὐκ ἐδήλωσεν  αὐτοῖς· καὶ ὁ Μωϋσῆς πάλιν, Ἐρωτήσατε, εἰ γέγονε κατὰ τὸ ῥῆμα τοῦτο, φησὶν, εἰ ἤκουσεν ἔθνος φωνὴν  Θεοῦ ζῶντος ἐκ μέσου τοῦ πυρὸς, καὶ ἔζησε· τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Ὥσπερ γὰρ, ὅτε ἔλεγε περὶ τῆς περιτομῆς, οὐκ εἶπεν, ὅτι Ἡ δὲ περιτομὴ οὐδὲν ὠφελεῖ  χωρὶς βίου, ἀλλὰ, Περιτομὴ ὠφελεῖ  μετὰ βίου, τὸ αὐτὸ μὲν δηλῶν, ἡμερώτερον δέ· καὶ πάλιν, Ἐὰν δὲ παραβάτης νόμου ᾖς, οὐκ εἶπεν, Οὐδὲν ὠφελῇ  σὺ ὁ ἐμπερίτομος, ἀλλ',  Ἡ περιτομή  σου  ἀκροβυστία  γέγονε·  καὶ  μετ'  ἐκεῖνο  δὲ  πάλιν,  Κρινεῖ, φησὶν,  ἡ ἀκροβυστία οὐχὶ τὴν περιτομὴν, ἀλλὰ σὲ τὸν παραβάτην νόμου, τῶν μὲν νομίμων φειδόμενος,  τοὺς δὲ ἀνθρώπους  βάλλων·  οὕτω  καὶ ἐνταῦθα  ποιεῖ. Ἀντιθεὶς  γὰρ ἑαυτῷ τοῦτο, καὶ εἰπὼν, Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; οὐκ εἶπεν, ὅτι Οὐδὲν, ἀλλὰ  συνέδραμε τῷ  λόγῳ,  καὶ διὰ τῶν  ἑξῆς πάλιν  αὐτὸ  ἀνεῖλε,  καὶ ἔδειξε καὶ κολαζομένους  ἀπὸ ταύτης  τῆς προεδρίας. Καὶ πῶς; Ἐγὼ λέγω,  τὴν  ἀντίθεσιν  εἰς μέσον ἀγαγών.  Τί οὖν  τὸ  περισσὸν τοῦ  Ἰουδαίου,  φησὶν,  ἢ  τίς  ἡ  ὠφέλεια  τῆς περιτομῆς; Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν, ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Εἶδες, ὅπερ ἔφθην εἰπὼν, οὐδαμοῦ τὰ κοτορθώματα αὐτῶν, ἀλλὰ τοῦ Θεοῦ τὰς εὐεργεσίας ἀπαριθμοῦντα; Τί δέ ἐστιν, Ἐπιστεύθησαν; Ὅτι αὐτοὶ ἐνεχειρίσθησαν τὸν νόμον, ὅτι τοσούτου ἀξίους εἶναι ἐνόμιζεν, ὡς πιστεῦσαι χρησμοὺς αὐτοῖς ἄνωθεν κατενεχθέντας.  Καὶ οἶδα μὲν, ὅτι τινὲς  τὸ, Ἐπιστεύθησαν, οὐκ ἐπὶ τῶν  Ἰουδαίων λέγουσιν, ἀλλ' ἐπὶ τῶν λογίων, τουτέστιν, ὅτι ἐπιστεύθη ὁ νόμος· ἀλλὰ τὸ ἑξῆς οὐκ ἀφίησι  τοῦτο  νομίζεσθαι.  Πρῶτον  μὲν  γὰρ  κατηγορῶν  αὐτῶν  ταῦτα  λέγει,  καὶ δεικνὺς πολλῆς μὲν ἄνωθεν  ἀπολαύσαντας εὐεργεσίας, πολλὴν  δὲ ἐπιδειξαμένους ἀγνωμοσύνην. Ἔπειτα δὲ καὶ τὰ ἑξῆς τοῦτο δηλοῖ· ἐπήγαγε γάρ· Τί γὰρ, εἰ ἠπίστησάν τινες; Εἰ δὲ ἠπίστησαν, πῶς, τινές φασιν, ὅτι ἐπιστεύθησαν τὰ λόγια; Τί οὖν φησιν; Ὅτι ὁ Θεὸς αὐτοῖς ταῦτα ἐπίστευσεν, οὐχ ὅτι αὐτοὶ τοῖς λόγοις ἐπίστευσαν· ἐπεὶ πῶς ἔχει λόγον τὸ ἑξῆς; καὶ γὰρ ἐπήγαγε· Τί γὰρ, εἰ ἠπίστησάν τινες; Καὶ τὸ μετὰ τοῦτο δὲ τὸ αὐτὸ δηλοῖ· προσέθηκε γὰρ πάλιν  60.438 λέγων· Μὴ γὰρ ἡ ἀπιστία αὐτῶν  τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Τοῦτο τοίνυν, ὃ ἐπιστεύθησαν, τοῦ Θεοῦ τὴν   δωρεὰν  ἀνακηρύττει.   Σὺ  δέ  μοι  σκόπει  καὶ  ἐνταῦθα   σύνεσιν.  Τὴν  γὰρ κατηγορίαν  αὐτῶν  οὐ παρ' ἑαυτοῦ πάλιν  εἰσάγει, ἀλλ' ὡς ἐξ ἀντιθέσεως· ὡσανεὶ ἔλεγεν· Ἀλλ' ἴσως ἐρεῖς· Καὶ τί τὸ ὄφελος τῆς περιτομῆς ταύτης; οὐ γὰρ ἐχρήσαντο αὐτῇ εἰς δέον· ἐπιστεύθησαν γὰρ τὸν νόμον, καὶ ἠπίστησαν. Καὶ τέως οὐ σφοδρός ἐστι κατήγορος, ἀλλ' ὡς τὸν Θεὸν ἀπαλλάττων  ἐγκλημάτων,  οὕτω περιτρέπει εἰς αὐτοὺς τὴν κατηγορίαν ἅπασαν. Τί γὰρ ἐγκαλεῖς, φησὶν, ὅτι ἠπίστησαν; καὶ τί τοῦτο πρὸς τὸν  Θεόν; μὴ γὰρ τὴν  εὐεργεσίαν αὐτοῦ ἀνατρέπει  τῶν  εὐεργετηθέντων  ἡ ἀγνωμοσύνη; ἢ τὴν τιμὴν  ποιεῖ μὴ εἶναι τιμήν; Τοῦτο γάρ ἐστι τὸ, Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; Μὴ γένοιτο. Ὡς ἂν εἰ ἔλεγέ τις· Ἐγὼ τὸν δεῖνα ἐτίμησα· εἰ δὲ μὴ προσήκατο τὴν τιμὴν  ἐκεῖνος, τοῦτο ἐμοὶ κατηγορίαν  οὐ φέρει, οὐδὲ λυμαίνεταί μου τὴν φιλανθρωπίαν,  ἀλλ' ἐκείνου δείκνυσι τὴν ἀναισθησίαν. Ὁ δὲ Παῦλος οὐ τοῦτο μόνον λέγει, ἀλλὰ καὶ τὸ πολλῷ πλέον· ὅτι οὐ

μόνον  οὐ  προστρίβεται  ἔγκλημα  τῷ  Θεῷ ἡ  ἀπιστία  ἐκείνων,  ἀλλὰ  καὶ  μείζονα δείκνυσιν αὐτοῦ τὴν τιμὴν καὶ τὴν φιλανθρωπίαν,  ὅταν καὶ τὸν μέλλοντα  αὐτὸν ἀτιμάζειν φαίνηται τιμῶν. εʹ. Εἶδες πῶς αὐτοὺς ἐποίησεν ὑπευθύνους ἐγκλημάτων, ἀφ' ὧν ἐκαλλωπίζοντο; εἴπερ ὁ μὲν Θεὸς τοσαύτῃ περὶ αὐτοὺς ἐχρήσατο τῇ τιμῇ, ὡς μηδὲ τὸ μέλλον προορῶν ἀποσχέσθαι τῆς περὶ αὐτοὺς εὐνοίας· αὐτοὶ δὲ τὸν τιμήσαντα, δι' ὧν ἐτιμήθησαν, ὕβρισαν. Εἶτα ἐπειδὴ εἶπε, Τί γὰρ, εἰ ἠπίστησάν τινες; φαίνονται  δὲ πάντες  ἠπιστηκότες· ἵνα  μὴ πάλιν  κατὰ τὴν  ἱστορίαν λέγων,  δόξῃ σφοδρὸς αὐτῶν  εἶναι  κατήγορος ὡς ἐχθρὸς, ἐν τάξει λογισμοῦ καὶ συλλογισμοῦ τίθησι τὸ ἐπὶ τῆς ἀληθείας γεγενημένον,  οὕτω λέγων· Γενέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστιν· Οὐ λέγω, φησὶν, ὅτι τινὲς ἠπίστησαν, ἀλλ' εἰ βούλει, τίθει πάντας ἠπιστηκέναι· τὸ ἀληθὲς γεγενημένον  κατὰ συνδρομὴν  συγχωρῶν,  ἵνα  ἀνεπαχθὴς  εἶναι  δόξῃ καὶ  ἀνύποπτος.  Καὶ γὰρ οὕτω μᾶλλον δικαιοῦται, φησὶν, ὁ Θεός. Τί ἐστι, ∆ικαιοῦται; Εἰ κρίσις γένοιτο καὶ ἐξέτασις τῶν ὑπηργμένων τοῖς Ἰουδαίοις παρ' αὐτοῦ, καὶ τῶν παρ' αὐτῶν εἰς αὐτὸν γεγενημένων, τὰ νικητήρια ἔσται παρὰ τῷ Θεῷ, καὶ τὰ δικαιώματα αὐτοῦ πάντα. Καὶ δείξας τοῦτο σαφὼς ἐκ τῶν ἔμπροσθεν εἰρημένων, τότε καὶ τὸν προφήτην εἰσήγαγε τούτοις  ψηφιζόμενον  καὶ λέγοντα·  Ὅπως ἂν  δικαιωθῇς  ἐν  τοῖς  λόγοις  σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Αὐτὸς μὲν γὰρ τὰ παρ' ἑαυτοῦ πάντα ἐποίησεν, ἐκεῖνοι δὲ οὐδὲ οὕτως ἐγένοντο βελτίους. Εἶτα ἐκ τούτου πάλιν ἀντίθεσιν ἑτέραν ἀνακύπτουσαν  εἰς μέσον ἄγει, καί φησιν· Εἰ δὲ ἡ ἀδικία ἡμῶν  Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων  τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. Μὴ γένοιτο. Ἄτοπον ἀτόπῳ λύει λοιπόν. Ἐπειδὴ δὲ τοῦτο ἀσαφὲς, ἀναγκαῖον αὐτὸ σαφέστερον εἰπεῖν.  Τί οὖν ἐστιν, ὅ φησιν; Ἐτίμησε τοὺς Ἰουδαίους  ὁ Θεὸς, ὕβρισαν αὐτὸν ἐκεῖνοι. Τοῦτο αὐτὸν ποιεῖ νικῆσαι, καὶ πολλὴν αὐτοῦ δείκνυσι τὴν φιλανθρωπίαν,  ὅτι καὶ τοιούτους  ὄντας  ἐτίμησεν. Οὐκοῦν ἐπειδὴ, ὅτι ὑβρίσαμεν, φησὶν, ἡμεῖς καὶ ἠδικήσαμεν, διὰ τοῦτο ὁ Θεὸς ἐνίκησε καὶ ἡ δικαιοσύνη αὐτοῦ λαμπρὰ ἐφάνη, τίνος ἕνεκεν κολάζομαι, φησὶ, αἴτιος αὐτῷ τοῦ νικῆσαι γενόμενος
60.439 δι' ὧν ὕβρισα; Πῶς οὖν αὐτὸ λύει; Ἑτέρῳ, ὅπερ ἔφην, ἀτόπῳ πάλιν. Εἰ γὰρ αἴτιος, φησὶ, σὺ τῆς νίκης ἐγένου, καὶ μετὰ ταῦτα κολάζῃ, ἀδικία τὸ γενόμενον· εἰ δὲ
οὐκ ἄδικος, κολάζῃ δὲ, οὐκέτι αἴτιος αὐτῷ τῆς νίκης γέγονας. Καὶ ὅρα τὴν εὐλάβειαν τὴν ἀποστολικήν. Εἰπὼν γὰρ, Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων  τὴν ὀργήν; ἐπήγαγε,
Κατὰ ἄνθρωπον λέγω. Ὡς ἄν τις, φησὶ, κατὰ ἀνθρώπινον διαλεχθείη λογισμόν· πολὺ γὰρ καὶ τὰ παρ' ἡμῖν δοκοῦντα εἶναι δίκαια ὑπερβαίνει τοῦ Θεοῦ ἡ δικαιοκρισία, καὶ ἔχει τινὰς καὶ ἑτέρους ἀποῤῥήτους λόγους. Εἶτα ἐπειδὴ ἀσαφὲς ἦν, καὶ ἐκ δευτέρου
τὸ αὐτὸ λέγει πάλιν· Εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύδει ἐπερίσσευσεν εἰς τὴν  δόξαν  αὐτοῦ,  τί  ἔτι  κἀγὼ  ὡς  ἁμαρτωλὸς  κρίνομαι;  Εἰ γὰρ  ὁ  Θεὸς, φησὶ,
φιλάνθρωπος  καὶ δίκαιος ἐφάνη καὶ ἀγαθὸς, ἐξ ὧν σὺ παρήκουσας, οὐ μόνον οὐκ ὀφείλεις  κολάζεσθαι, ἀλλὰ καὶ εὐεργετεῖσθαι. Εἰ δὲ τοῦτο, εὑρεθήσεται τὸ ἄτοπον ἐκεῖνο, καὶ παρὰ πολλῶν περιφερόμενον, τὸ ἐκ τῶν κακῶν εἶναι τὰ καλὰ, καὶ αἴτια
τῶν καλῶν τὰ κακά· καὶ ἀνάγκη δὲ δυοῖν θάτερον, ἢ κολάζοντα ἄδικον φαίνεσθαι, ἢ μὴ κολάζοντα ἀπὸ τῶν ἡμετέρων κακῶν ἔχειν τὰ νικητήρια· ἅπερ ἀμφότερα μεθ' ὑπερβολῆς ἄτοπα. Ὅπερ δεικνὺς καὶ αὐτὸς, τοὺς πατέρας τῶν τοιούτων ἐπεισήγαγε
δογμάτων   Ἕλληνας,   ἀρκεῖν   ἡγούμενος   εἰς  κατηγορίαν   τῶν   εἰρημένων,   τὴν ποιότητα τῶν προσώπων τῶν ταῦτα λεγόντων. Τότε γὰρ ἡμᾶς κωμῳδοῦντες ἔλεγον, ὅτι Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ  τὰ ἀγαθά· διὸ καὶ τέθεικεν  αὐτὸ σαφῶς οὕτω
λέγων·  Εἰ μὴ  καθὼς  βλασφημούμεθα,  καὶ  καθώς  φασί  τινες  ἡμᾶς  λέγειν,  ὅτι Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· ὧν τὸ κρῖμα ἔνδικόν  ἐστιν. Ἐπειδὴ γὰρ ἔλεγεν   ὁ  Παῦλος,  Ὅπου  ἐπλεόνασεν   ἡ  ἁμαρτία,  ὑπερεπερίσσευσεν  ἡ  χάρις,
κωμῳδοῦντες  αὐτὸν καὶ ἑτέρᾳ γνώμῃ διαστρέφοντες τὸ εἰρημένον ἔλεγον, ὅτι ∆εῖ

κακίας ἔχεσθαι, ἵνα ἀπολαύσωμεν ἀγαθῶν. Ὁ δὲ Παῦλος οὐχ οὕτως ἔλεγε· διορθούμενος  γοῦν  αὐτὸ,  φησί·  Τί  οὖν;  ἐπιμενοῦμεν  τῇ  ἁμαρτίᾳ,  ἵνα  ἡ  χάρις πλεονάσῃ; Μὴ γένοιτο. Ὑπὲρ γὰρ τῶν παρελθόντων, φησὶ, εἴρηκα χρόνων, οὐχ ἵνα μελέτην  τοῦτο  ποιώμεθα.  Ταύτης γοῦν  ἀπάγων  τῆς  ὑπονοίας,  ἔφησεν  αὐτὸ  καὶ ἀδύνατον εἶναι λοιπόν. Οἵτινες γὰρ, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;  ʹ. Τῶν μὲν οὖν Ἑλλήνων εὐκόλως κατέδραμεν· ὁ γὰρ βίος αὐτῶν σφόδρα διέφθαρτο· τῶν δὲ Ἰουδαίων εἰ καὶ ὁ βίος ἐδόκει παρημελῆσθαι, ἀλλ' ἦν προκαλύμματα τούτων μεγάλα, νόμος καὶ περιτομὴ, καὶ τὸ τὸν Θεὸν αὐτοῖς ὡμιληκέναι,  καὶ τὸ πάντων  εἶναι  καὶ εὐεργετεῖσθαι. Εἰ δὲ τοῦτο, εὑρεθήσεται τὸ ἄτοπον ἐκεῖνο, καὶ παρὰ πολλῶν  περιφερόμενον, τὸ ἐκ τῶν κακῶν εἶναι τὰ καλὰ, καὶ αἴτια τῶν καλῶν τὰ κακά· καὶ ἀνάγκη δὲ δυοῖν θάτερον, ἢ κολάζοντα ἄδικον φαίνεσθαι,  ἢ μὴ κολάζοντα  ἀπὸ τῶν  ἡμετέρων  κακῶν  ἔχειν  τὰ νικητήρια·  ἅπερ ἀμφότερα  μεθ'  ὑπερβολῆς  ἄτοπα.  Ὅπερ δεικνὺς  καὶ  αὐτὸς,  τοὺς  πατέρας  τῶν τοιούτων  ἐπεισήγαγε δογμάτων  Ἕλληνας, ἀρκεῖν ἡγούμενος  εἰς κατηγορίαν  τῶν εἰρημένων,  τὴν  ποιότητα  τῶν  προσώπων  τῶν  ταῦτα  λεγόντων.  Τότε γὰρ  ἡμᾶς κωμῳδοῦντες ἔλεγον, ὅτι Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά· διὸ καὶ τέθεικεν αὐτὸ σαφῶς οὕτω λέγων· Εἰ μὴ καθὼς βλασφημούμεθα, καὶ καθώς φασί τινες ἡμᾶς λέγειν,  ὅτι Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ  τὰ ἀγαθά· ὧν  τὸ κρῖμα ἔνδικόν  ἐστιν. Ἐπειδὴ γὰρ ἔλεγεν  ὁ Παῦλος, Ὅπου ἐπλεόνασεν  ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, κωμῳδοῦντες  αὐτὸν καὶ ἑτέρᾳ γνώμῃ  διαστρέφοντες  τὸ εἰρημένον  ἔλεγον, ὅτι ∆εῖ κακίας ἔχεσθαι, ἵνα ἀπολαύσωμεν ἀγαθῶν. Ὁ δὲ Παῦλος οὐχ οὕτως ἔλεγε· διορθούμενος  γοῦν  αὐτὸ,  φησί·  Τί  οὖν;  ἐπιμενοῦμεν  τῇ  ἁμαρτίᾳ,  ἵνα  ἡ  χάρις πλεονάσῃ; Μὴ γένοιτο. Ὑπὲρ γὰρ τῶν παρελθόντων, φησὶ, εἴρηκα χρόνων, οὐχ ἵνα μελέτην  τοῦτο  ποιώμεθα.  Ταύτης γοῦν  ἀπάγων  τῆς  ὑπονοίας,  ἔφησεν  αὐτὸ  καὶ ἀδύνατον εἶναι λοιπόν. Οἵτινες γὰρ, φησὶν, ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;  ʹ. Τῶν μὲν οὖν Ἑλλήνων εὐκόλως κατέδραμεν· ὁ γὰρ βίος αὐτῶν σφόδρα διέφθαρτο· τῶν δὲ Ἰουδαίων εἰ καὶ ὁ βίος ἐδόκει παρημελῆσθαι, ἀλλ' ἦν προκαλύμματα τούτων μεγάλα, νόμος καὶ περιτομὴ, καὶ τὸ τὸν Θεὸν αὐτοῖς ὡμιληκέναι, καὶ τὸ πάντων εἶναι διδασκάλους. ∆ιὰ τοῦτο καὶ τούτων αὐτοὺς ἐγύμνωσε,  καὶ μᾶλλον  ἔδειξεν  ἐκ τούτων  κολαζομένους,  εἰς ὃ καὶ ἐνταῦθα  τὸν λόγον  συνέκλεισεν. Εἰ γὰρ μὴ κολάζονται,  φησὶ, τοιαῦτα  ποιοῦντες,  ἀνάγκη  τὸν βλάσφημον  ἐκεῖνον  περιφέρεσθαι  λόγον,  τὸ,  Ποιήσωμεν  τὰ  κακὰ, ἵνα  ἔλθῃ  τὰ ἀγαθά. Εἰ δὲ τοῦτο ἀσεβὲς, καὶ οἱ λέγοντες αὐτὸ δίκην δώσουσι (τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν,  Ὧν τὸ κρῖμα ἔνδικόν  ἐστιν), εὔδηλον  ὅτι κολάζονται.  Εἰ γὰρ οἱ λέγοντες, τιμωρίας ἄξιοι, πολλῷ μᾶλλον οἱ πράσσοντες· εἰ δὲ ἄξιοι τιμωρίας, ὡς ἡμαρτηκότες ἄξιοι. Οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ κολάζων, ἵνα καί τις ὑποπτεύσῃ τὴν ψῆφον, ἀλλ' ὁ Θεὸς ὁ δικαίως πάντα ποιῶν. Εἰ δὲ δικαίως τιμωροῦνται, ἀδίκως ἐκεῖνα ἔλεγον, ἅπερ ἔλεγον οἱ κωμῳδοῦντες ἡμᾶς· πάντα γὰρ ὁ Θεὸς ἔπραξε καὶ 60.440 πράττει, ὥστε τὴν πολιτείαν  ἡμῶν διαλάμπειν καὶ ὀρθοῦσθαι πάντοθεν. Μὴ τοίνυν ῥᾳθυμῶμεν· οὕτω γὰρ καὶ τοὺς Ἕλληνας ἀποστῆσαι δυνησόμεθα τῆς πλάνης. Ὅταν δὲ ἐν μὲν ῥήμασι φιλοσοφῶμεν, ἐν δὲ ἔργοις ἀσχημονῶμεν, ποίοις ὀφθαλμοῖς αὐτοὺς ὀψόμεθα; ποίοις στόμασι διαλεξόμεθα περὶ δογμάτων; Ἐρεῖ γὰρ πρὸς ἕκαστον ἡμῶν· Ὁ τὸ ἔλαττον μὴ κατορθωκὼς,  πῶς  ἀξιοῖς  περὶ  τοῦ  μείζονος  διδάσκειν;  ὁ  μηδέπω  μαθὼν,  ὅτι πλεονεξία  κακὸν,  πῶς  περὶ τῶν  ἐν  τοῖς  οὐρανοῖς  πραγμάτων  φιλοσοφεῖς; Ἀλλ' οἶδας, ὅτι κακόν; Οὐκοῦν μεῖζον τὸ ἔγκλημα, ὅτι καὶ εἰδὼς πλημμελεῖς. Καὶ τί λέγω τὸν Ἕλληνα; Οὐδὲ γὰρ οἱ παρ' ἡμῖν νόμοι συγχωροῦσιν ἡμῖν ταύτης ἀπολαύειν τῆς παῤῥησίας, ὅταν ὁ βίος ἡμῶν διεφθαρμένος ᾖ. Τῷ γὰρ ἁμαρτωλῷ, φησὶν, εἶπεν ὁ Θεός· Ἵνα  τί  σὺ  ἐκδιηγῇ  τὰ  δικαιώματά  μου;  Ἀπηνέχθησάν  ποτε  αἰχμάλωτοι Ἰουδαῖοι, καὶ τῶν Περσῶν ἐπικειμένων καὶ ἀξιούντων ᾄδειν αὐτοῖς τὰς θείας ᾠδὰς

ἐκείνας, ἔλεγον· Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Εἰ δὲ ἐν βαρβάρῳ γῇ τὰ λόγια  τοῦ Θεοῦ θέμις οὐκ ἦν ᾄδειν, πολλῷ  μᾶλλον  τὴν βάρβαρον ψυχήν; βάρβαρος γάρ ἐστιν ἡ ἀνελεὴς ψυχή. Εἰ γὰρ τοὺς αἰχμαλώτους  ὄντας, καὶ δούλους ἀνθρώπων  ἐν ἀλλοτρίᾳ γῇ γενομένους  ὁ νόμος ἐκάθισεν ἐν σιγῇ· πολλῷ  μᾶλλον τοὺς   δούλους   ὄντας   τῆς   ἁμαρτίας   καὶ   ἐν   ἀλλοτρίᾳ   πολιτείᾳ   γενομένους ἐπιστομίζεσθαι δίκαιον. Καίτοι καὶ τὰ ὄργανα εἶχον τότε ἐκεῖνοι· Ἐν γὰρ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς, φησὶν, ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν· ἀλλ' οὐδὲ οὕτως ἐξῆν. Οὐκοῦν οὐδὲ ἡμῖν, κἂν στόμα ἔχωμεν  καὶ γλῶτταν,  ἅπερ ἐστὶν ὄργανα τοῦ λόγου, θέμις παῤῥησιάζεσθαι, ἕως ἂν τῇ πάντων βαρβάρων τυραννικωτέρᾳ δουλεύωμεν ἁμαρτίᾳ. Εἰπὲ γάρ μοι, τί πρὸς τὸν Ἕλληνα ἐρεῖς ἁρπάζων καὶ πλεονεκτῶν;  ἀπόστηθι τῆς εἰδωλολατρείας;  ἐπίγνωθι  τὸν Θεὸν, μηδὲ ἀργύρῳ καὶ χρυσῷ πρόσιθι; Ἆρ' οὖν οὐ γελάσεται καὶ ἐρεῖ· Σαυτῷ ταῦτα διαλέγου  πρότερον; οὐ γάρ ἐστιν ἴσον Ἕλληνα ὄντα  εἰδωλολατρεῖν,  καὶ  Χριστιανὸν ὄντα  τὸ  αὐτὸ  τοῦτο  πλημμελεῖν.  Πῶς γὰρ δυνησόμεθα ἑτέρους ἀπάγειν τῆς εἰδωλολατρείας ἐκείνης, ἑαυτοὺς ταύτης οὐκ ἀπάγοντες;  τοῦ  γὰρ  πλησίον  ἡμεῖς  ἐγγύτεροι  ἑαυτοῖς.  Ὅταν  οὖν  ἑαυτοὺς  μὴ πείθωμεν, πῶς ἑτέρους πείσομεν; Εἰ γὰρ ὁ τῆς οἰκίας τῆς ἑαυτοῦ μὴ προεστὼς καλῶς, οὐδὲ Ἐκκλησίας ἐπιμελήσεται· πῶς ὁ μηδὲ τῆς ἑαυτοῦ ψυχῆς  προεστὼς, ἑτέρους διορθῶσαι δυνήσεται; Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὐ προσκυνεῖς εἴδωλον χρυσοῦν· ἀλλ' ἐκεῖνό μοι δεῖξον, ὅτι μὴ ποιεῖς ταῦτα, ἅπερ ὁ χρυσὸς κελεύει. Καὶ γὰρ διάφοροι εἰδωλολατρείας  τρόποι· καὶ ὁ μὲν τὸν μαμμωνᾶν ἡγεῖται κύριον, ὁ δὲ τὴν κοιλίαν θεὸν, ὁ δὲ ἑτέραν ἐπιθυμίαν χαλεπωτάτην.  Ἀλλ' οὐ καταθύεις αὐτοῖς βόας, καθάπερ οἱ Ἕλληνες; Ἀλλὰ τὸ πολλῷ χαλεπώτερον τὴν σαυτοῦ κατασφάζεις ψυχήν. Ἀλλ' οὐ κάμπτεις  τὰ γόνατα  καὶ προσκυνεῖς; Ἀλλὰ μετὰ πλείονος  ὑπακοῆς ποιεῖς  πάντα, ἅπερ ἂν ἐπιτάξωσι καὶ ἡ γαστὴρ καὶ τὸ χρυσίον καὶ ἡ τῆς ἐπιθυμίας τυραννίς· ἐπεὶ καὶ οἱ Ἕλληνες διὰ τοῦτό εἰσι βδελυκτοὶ, ὅτι τὰ πάθη ἐθεοποίουν, τὴν μὲν ἐπιθυμίαν Ἀφροδίτην, τὸν  δὲ θυμὸν  Ἄρην, τὴν  δὲ μέθην  ∆ιόνυσον προσειπόντες. Εἰ δὲ οὐ γλύφεις  εἴδωλα σὺ, καθάπερ ἐκεῖνοι, ἀλλὰ μετὰ πολλῆς τῆς προθυμίας τοῖς αὐτοῖς ὑποκύπτεις πάθεσι, τὰ μέλη τοῦ Χρι 60.441 στοῦ μέλη πόρνης ποιῶν, καὶ ταῖς ἄλλαις σεαυτὸν πλύνων  παρανομίαις. ∆ιὸ παρακαλῶ τῆς ἀτοπίας τὴν ὑπερβολὴν ἐννοήσαντας   φεύγειν   τὴν   εἰδωλολατρείαν·   οὕτω   γὰρ   ὁ  Παῦλος  καλεῖ   τὴν πλεονεξίαν·  φεύγειν  δὲ μὴ τὴν  ἐν  χρήμασι πλεονεξίαν  μόνον,  ἀλλὰ  καὶ τὴν  ἐν ἐπιθυμίᾳ  πονηρᾷ καὶ τὴν  ἐν ἱματίοις  καὶ τὴν ἐν τραπέζῃ καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασι. Καὶ γὰρ πολλῷ χαλεπωτέραν  δώσομεν δίκην ἡμεῖς μὴ πειθόμενοι  τοῖς τοῦ Κυρίου νόμοις. Ὁ γὰρ δοῦλος, φησὶν, ὁ εἰδὼς τὸ θέλημα τοῦ Κυρίου 60.442 αὐτοῦ καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Ἵν' οὖν καὶ τὴν κόλασιν ταύτην  διαφύγωμεν,  καὶ ἑτέροις καὶ ἑαυτοῖς γενώμεθα  χρήσιμοι, πᾶσαν κακίαν ἀπὸ τῆς ψυχῆς ἐκβαλόντες, ἑλώμεθα  τὴν  ἀρετήν.  Οὕτω γὰρ καὶ  τῶν  μελλόντων   ἐπιτευξόμεθα  ἀγαθῶν·  ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.