Πέμπτη, 6 Ιουνίου 2013

ΟΜΙΛΙΑ ∆ʹ.




In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.
 ΟΜΙΛΙΑ ∆ʹ.


∆ιὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτι μίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν  μετήλλαξαν  τὴν  φυσικὴν  χρῆσιν  εἰς  τὴν  παρὰ φύσιν.  Ὁμοίως  δὲ καὶ  οἱ ἄῤῥενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν 60.416 τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. Πάντα μὲν οὖν ἄτιμα τὰ πάθη, μάλιστα δὲ ἡ κατὰ 60.417 τῶν ἀῤῥένων μανία· καὶ γὰρ πάσχει ἐν τοῖς ἁμαρτήμασιν ἡ ψυχὴ μᾶλλον καὶ καταισχύνεται,  ἢ  τὸ  σῶμα  ἐν  τοῖς  νοσήμασι. Θέα δὲ  πῶς  αὐτοὺς  καὶ  ἐνταῦθα συγγνώμης  ἀποστερεῖ, καθάπερ ἐπὶ τῶν  δογμάτων,  ἐπὶ μὲν  τῶν  θηλειῶν  εἰπὼν,
Μετήλλαξαν τὴν φυσικὴν χρῆσιν. Οὐ γὰρ ἔχει τις εἰπεῖν, φησὶν, ὅτι κωλυθεῖσαι τῆς κατὰ νόμον μίξεως, ἐπὶ τοῦτο ἦλθον, οὔθ' ὅτι οὐκ ἔχουσαι τὴν ἐπιθυμίαν πληρῶσαι, πρὸς τὴν ἀλλόκοτον  ταύτην λύσσαν ἐξώκειλαν· τὸ γὰρ μεταλλάξαι, τῶν ἐχόντων ἐστίν· ὅπερ καὶ ἐπὶ τῶν δογμάτων διαλεγόμενος ἔλεγε· Μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει. Ἐπὶ δὲ τῶν ἀῤῥένων πάλιν ἑτέρως τὸ αὐτὸ ἐδήλωσεν, εἰπών· Ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας. Καὶ ὁμοίως ἐκείναις καὶ τούτους ἐκβάλλει πάσης ἀπολογίας, κατηγορῶν αὐτῶν, οὐ μόνον ὅτι εἶχον ἀπόλαυσιν, καὶ ἀφέντες ἣν εἶχον, ἐπ' ἄλλην ἦλθον, ἀλλ' ὅτι τὴν κατὰ φύσιν ἀτιμάσαντες, ἐπὶ τὴν παρὰ φύσιν ἔδραμον. ∆υσκολώτερα δὲ τὰ παρὰ φύσιν  καὶ ἀηδέστερα, ὥστε οὐδὲ ἡδονὴν  ἂν ἔχοιεν εἰπεῖν· ἡ γὰρ γνησία ἡδονὴ ἡ κατὰ φύσιν ἐστίν· ἀλλ' ὅταν ὁ Θεὸς ἐγκαταλίπῃ, πάντα ἄνω καὶ κάτω γίνεται.  ∆ιὰ τοῦτο οὐ τὸ δόγμα αὐτοῖς σατανικὸν μόνον ἦν, ἀλλὰ καὶ ὁ βίος διαβολικός. Ὅτε μὲν οὖν περὶ δογμάτων διελέγετο, τὸν κόσμον εἰς μέσον ἔθηκε καὶ τὴν διάνοιαν τὴν ἀνθρωπίνην,  εἰπὼν, ὅτι τῇ συνέσει τῇ παρὰ τοῦ Θεοῦ δεδομένῃ διὰ τῶν ὁρωμένων ἠδύναντο χειραγωγηθῆναι  πρὸς τὸν ∆ημιουργὸν, εἶτα μὴ βουληθέντες, ἔμειναν ἀσύγγνωστοι. Ἐνταῦθα δὲ ἀντὶ τοῦ κόσμου τὴν κατὰ φύσιν  τέθεικεν   ἡδονὴν,  ἧς  ἠδύναντο   μετὰ  ἀδείας  πλείονος   ἀπολαύοντες   καὶ

μείζονος τῆς εὐφροσύνης, ἀπηλλάχθαι αἰσχύνης· ἀλλ' οὐκ ἠθέλησαν· ὅθεν καὶ συγγνώμης  ἁπάσης εἰσὶν  ἐκτὸς  καὶ  εἰς  αὐτὴν  τὴν  φύσιν  ὑβρίσαντες· καὶ  τὸ  δὴ τούτων  ἀτιμότερον,  ὅταν  καὶ γυναῖκες  ταύτας  ἐπιζητῶσι  τὰς  μίξεις, ἃς ἀνδρῶν μᾶλλον αἰδεῖσθαι ἐχρῆν. Ἄξιον δὲ θαυμάσαι καὶ ἐνταῦθα τοῦ Παύλου τὴν σύνεσιν, πῶς εἰς δύο πράγματα ἐμπεσὼν ἐναντία,  ἀμφότερα ἤνυσε μετὰ πάσης ἀκριβείας. Ἐβούλετο γὰρ καὶ σεμνῶς εἰπεῖν, καὶ δακεῖν τὸν ἀκροατήν· ταῦτα δὲ ἀμφότερα οὐκ ἐνῆν, ἀλλὰ θάτερον ἐμποδίζει θατέρῳ. Ἂν μὲν γὰρ σεμνῶς εἴπῃς, οὐ δυνήσῃ καθικέσθαι τοῦ ἀκούοντος· ἐὰν δὲ βουληθῇς καθάψασθαι σφοδρῶς, ἀνάγκην ἔχεις ἀπογυμνῶσαι  σαφέστερον  τὸ  λεγόμενον.  Ἀλλ'  ἡ  συνετὴ  καὶ  ἁγία  ψυχὴ  μετὰ ἀκριβείας  ἀμφότερα  ἴσχυσεν,  ἐν  τῷ  τῆς  φύσεως  ὀνόματι  καὶ  τὴν  κατηγορίαν αὐξήσας, καὶ ὥσπερ παραπετάσματί τινι ταύτῃ χρησάμενος εἰς τὸ σεμνὸν τῆς διηγήσεως. Εἶτα τῶν γυναικῶν καθαψάμενος πρότερον, καὶ ἐπὶ τοὺς ἄνδρας πρόεισι, λέγων· Ὁμοίως δὲ καὶ οἱ ἄῤῥενες, ἀφέντες  τὴν φυσικὴν χρῆσιν τῆς θηλείας· ὅπερ ἐσχάτης ἐστὶν ἀπωλείας δεῖγμα, ὅταν ἑκάτερον ᾖ τὸ γένος διεφθαρμένον, καὶ ὅ τε διδάσκαλος  τῆς  γυναικὸς  εἶναι  ταχθεὶς,  ἥ  τε  βοηθὸς  τοῦ  ἀνδρὸς  κελευσθεῖσα γενέσθαι, τὰ τῶν ἐχθρῶν εἰς ἀλλήλους ἐργάζονται. Σκόπει δὲ πῶς καὶ ἐμφαντικῶς χρῆται ταῖς λέξεσιν. Οὐ γὰρ εἶπεν, ὅτι ἠράσθησαν καὶ ἐπεθύμησαν ἀλλήλων,  ἀλλ' Ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους. Ὁρᾷς, ὅτι ἀπὸ πλεονεξίας τὸ πᾶν τῆς ἐπιθυμίας, οὐκ ἀνασχομένης εἴσω τῶν οἰκείων ὅρων μένειν; Πᾶν γὰρ τὸ ὑπερβαῖνον  τοὺς παρὰ Θεοῦ τεθέντας  νόμους, τῶν  ἀλλοκότων  ἐπιθυμεῖ, καὶ οὐχὶ τῶν νενομισμένων. Ὥσπερ γὰρ πολλοὶ πολλάκις τὴν τῶν σιτίων ἐπιθυμίαν ἀφέντες,
60.418 γῆν  σιτοῦνται  καὶ λίθους  μικροὺς, καὶ ἕτεροι δὲ ὑπὸ δίψους  κατεχόμενοι σφοδροῦ,  καὶ   βορβόρου  πολλάκις   ἐπιθυμοῦσιν·   οὕτω   καὶ   ἐκεῖνοι   πρὸς  τὸν
παράνομον  τοῦτον  ἐξεβράσθησαν ἔρωτα. Εἰ δὲ λέγεις,  Καὶ πόθεν  ἡ ἐπίτασις  τῆς ἐπιθυμίας  αὕτη;  Ἀπὸ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως.  Ἡ δὲ ἐγκατάλειψις  τοῦ Θεοῦ
πόθεν; Ἀπὸ τῆς τῶν ἀφέντων  αὐτὸν ἀνομίας· Ἄῤῥενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι. βʹ. Μὴ γὰρ ἐπειδὴ ἤκουσας, φησὶν, ὅτι Ἐξεκαύθησαν, τῆς ἐπιθυμίας μόνης εἶναι νομίσῃς τὸ νόσημα· καὶ γὰρ τὸ πλέον τῆς αὐτῶν ῥᾳθυμίας ἐστὶν, ἣ καὶ
τὴν  ἐπιθυμίαν  ἀνῆψε.  ∆ιὰ τοῦτο οὐκ εἶπε, Παρασυρέντες, ἢ Προληφθέντες, ὅπερ ἀλλαχοῦ  φησιν,  ἀλλὰ  τί; Κατεργαζόμενοι. Ἔργον ἔθεντο  τὴν  ἁμαρτίαν,  καὶ οὐχ ἁπλῶς     ἔργον,   ἀλλὰ   καὶ   ἐσπουδασμένον.   Καὶ  οὐκ   εἶπεν,   Ἐπιθυμίαν,   ἀλλ'
Ἀσχημοσύνην, κυρίως· καὶ γὰρ καὶ τὴν φύσιν ᾔσχυναν, καὶ τοὺς νόμους ἐπάτησαν. Καὶ ὅρα πολλὴν τὴν σύγχυσιν ἐξ ἀμφοτέρου τοῦ μέρους γινομένην. Οὐ γὰρ ἡ κεφαλὴ μόνη κάτω γέγονεν,  ἀλλὰ  καὶ οἱ πόδες ἄνω, καὶ πολέμιοι  ἑαυτῶν  καὶ ἀλλήλων
ἐγένοντο, χαλεπήν τινα καὶ παντὸς ἐμφυλίου πολέμου παρανομωτέραν εἰσάγοντες μάχην καὶ πολυσχιδῆ καὶ ποικίλην. Καὶ γὰρ εἰς τέσσαρα ταύτην διεῖλον εἴδη κενὰ
καὶ παράνομα· οὐ γὰρ διπλοῦς καὶ τριπλοῦς, ἀλλὰ καὶ τετραπλοῦς οὗτος ὁ πόλεμος ἦν. Σκόπει δέ· Ἔδει τοὺς δύο ἕνα εἶναι, γυναῖκα  καὶ ἄνδρα λέγω· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ἐποίει δὲ τοῦτο ἡ τῆς ὁμιλίας ἐπιθυμία, καὶ συνῆπτε τὰ
γένη πρὸς ἄλληλα. Ταύτην ἀνελὼν ὁ διάβολος τὴν ἐπιθυμίαν, καὶ ἐφ' ἕτερον μετοχετεύσας τρόπον, ἀπέσχισεν οὕτως ἀπ' ἀλλήλων τὰ γένη, καὶ ἐποίησε τὸ ἓν δύο γενέσθαι μέρη, ἀπεναντίας τῷ τοῦ Θεοῦ νόμῳ· ὁ μὲν γάρ φησιν, Ἔσονται οἱ δύο εἰς
σάρκα μίαν· ὁ δὲ τὴν μίαν εἰς δύο διεῖλεν. Ἰδοὺ πόλεμος εἷς. Πάλιν αὐτὰ τὰ δύο μέρη ταῦτα  καὶ  πρὸς  αὐτοὺς  καὶ  πρὸς  ἀλλήλους  ἐξεπολέμωσεν·  αἵ  τε  γὰρ  γυναῖκες γυναῖκας ὕβριζον πάλιν, οὐκ ἄνδρας μόνον, οἵ τε ἄνδρες κατά τε ἀλλήλων ἵσταντο,
καὶ κατὰ τοῦ γυναικείου  γένους, καθάπερ ἐν νυκτομαχίᾳ  τινί· εἶδες δεύτερον καὶ τρίτον  πόλεμον,  καὶ  τέταρτον  καὶ  πέμπτον;  Ἔστι  καὶ  ἕτερος·  μετὰ  γὰρ  τῶν εἰρημένων καὶ εἰς τὴν φύσιν αὐτὴν παρηνόμησαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος, ὅτι
αὕτη μάλιστα συνάγει τὰ γένη ἡ ἐπιθυμία, τὸν δεσμὸν ἐσπούδασε διακόψαι, ὥστε οὐ

τῷ μὴ σπείρεσθαι μόνον κατὰ νόμον τὸ γένος διαλῦσαι, ἀλλὰ καὶ τῷ πρὸς ἀλλήλους ἐκπεπολεμῶσθαι τὸ γένος καὶ στασιάζειν. Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν  ἐν  ἑαυτοῖς  ἀπολαμβάνοντες.  Ὅρα πῶς  πάλιν  ἐπὶ  τὴν  πηγὴν  ἔρχεται  τοῦ κακοῦ, τὴν  ἀσέβειαν τὴν  ἀπὸ τῶν  δογμάτων,  καὶ μισθὸν τοῦτον  εἶναί  φησι τῆς παρανομίας ἐκείνης. Ἐπειδὴ γὰρ περὶ γεέννης καὶ κολάσεως λέγων, νῦν οὐκ ἐδόκει πιστὸς εἶναι  τοῖς ἀσεβέσι καὶ οὕτω ζῇν προαιρουμένοις, ἀλλὰ  καὶ καταγέλαστος, δείκνυσιν ἐν αὐτῇ τῇ ἡδονῇ ταύτην τὴν κόλασιν οὖσαν. Εἰ δὲ οὐκ αἰσθάνονται, ἀλλ' ἥδονται, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ οἱ μαινόμενοι καὶ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ πολλὰ   ἑαυτοὺς   ἀδικοῦντες,   καὶ  ἐλεεινὰ   πράσσοντες,  ἐφ'  οἷς   αὐτοὺς   ἕτεροι δακρύουσι, γελῶσι καὶ ἐντρυφῶσι τοῖς γινομένοις  αὐτοί. Ἀλλ' οὐ διὰ τοῦτό φαμεν αὐτοὺς ἀπηλλάχθαι κολάσεως, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἐν χαλεπωτέρᾳ εἶναι τιμωρίᾳ, ὅτι οὐδὲ ἴσασιν ἐν οἷς εἰσιν. Οὐ γὰρ ἀπὸ τῶν  νοσούντων,  ἀλλ' ἀπὸ τῶν ὑγιαινόντων  δεῖ φέρειν τὰς ψήφους· ἐπεὶ τό γε 60.419 παλαιὸν καὶ νόμος εἶναι τὸ πρᾶγμα ἐδόκει, καὶ νομοθέτης τις παρ' αὐτοῖς οἰκέτας ἐκέλευσε μήτε ξηραλοιφεῖν μήτε παιδεραστεῖν, τοῖς ἐλευθέροις τῆς προεδρείας παραχωρήσας ταύτης, μᾶλλον δὲ τῆς ἀσχημοσύνης. Ἀλλ' ὅμως οὐκ ἐνόμισαν ἀσχημοσύνην εἶναι τὸ πρᾶγμα, ἀλλ' ὡς σεμνὸν καὶ μεῖζον ἢ κατ' οἰκετῶν ἀξίωμα, τοῖς ἐλευθέροις ἐπέτρεψαν· καὶ τοῦτο ὁ σοφώτατος  τῶν  Ἀθηναίων  δῆμος, καὶ ὁ μέγας παρ' αὐτοῖς  Σόλων. Καὶ ἕτερα δὲ πολλὰ τῶν φιλοσόφων  βιβλία ταύτης ἄν τις εὕροι γέμοντα τῆς νόσου· ἀλλ' οὐ διὰ τοῦτο νενομισμένον εἶναι τὸ πρᾶγμά φαμεν, ἀλλὰ καὶ τοὺς τὸν νόμον δεξαμένους τοῦτον  ἐλεεινοὺς  καὶ  δακρύων  ἀξίους  εἶναι  πολλῶν.  Ἃ  γὰρ  αἱ  πορνευόμεναι πάσχουσι γυναῖκες, ταῦτα καὶ οὗτοι· μᾶλλον δὲ ἐκείνων ἀθλιώτερα. Ταῖς μὲν γὰρ εἰ καὶ παράνομος, ἀλλὰ κατὰ φύσιν ἡ μίξις· αὕτη δὲ καὶ παράνομος, καὶ παρὰ φύσιν. Εἰ γὰρ μὴ γέεννα ἦν, μηδὲ κόλασις ἠπείλητο, τοῦτο πάσης κολάσεως χεῖρον ἦν. Εἰ δὲ ἥδονται, τὴν προσθήκην μοι λέγεις  τῆς τιμωρίας. Οὐδὲ γὰρ εἴ τινα εἶδον γυμνὸν τρέχοντα,  βορβόρῳ τὸ  σῶμα ἀνακεχρωσμένον  ἅπαν,  εἶτα  οὐκ  ἐγκαλυπτόμενον, ἀλλὰ καὶ ἐγκαλλωπιζόμενον, συνήσθην ἂν αὐτῷ, ἀλλὰ καὶ μᾶλλον ἂν αὐτὸν ἐθρήνησα, ὅτι οὐδὲ αἰσθάνεται ἀσχημονῶν. Ἵνα δὲ καὶ σαφεστέραν δείξω τὴν ὕβριν, ἀνάσχεσθέ μου καὶ ἑτέρου παραδείγματος. Εἰ γὰρ παρθένον τις κατεδίκασε θαλαμευομένην  ἀλόγοις  μιγῆναι  ζώοις, εἶτα ἥδετο ἐκείνη τῇ μίξει, οὐ διὰ τοῦτο μάλιστα δακρύων ἦν ἀξία, ὅτι οὐδὲ ἀπαλλαγῆναι  τῆς νόσου ταύτης ἠδύνατο  τῷ μηδὲ αἰσθάνεσθαι τῆς νόσου; Παντί που δῆλόν ἐστιν. Εἰ δὲ ἐκεῖνο χαλεπὸν,  οὐδὲ τοῦτο ἔλαττον ἐκείνου· τὸ γὰρ ὑπὸ τῶν οἰκείων ὑβρίζεσθαι ἐλεεινότερον τοῦ παρὰ τῶν ἀλλοτρίων. Τούτους ἐγὼ καὶ ἀνδροφόνων  χείρους εἶναί φημι· καὶ γὰρ βέλτιον ἀποθανεῖν, ἢ ζῇν ὑβριζόμενον οὕτως. Ὁ μὲν γὰρ ἀνδροφόνος  τὴν ψυχὴν  ἀπὸ τοῦ σώματος διέῤῥηξεν, οὗτος δὲ τὴν ψυχὴν  μετὰ τοῦ σώματος ἀπώλεσε. Καὶ ὅπερ ἂν εἴποις ἁμάρτημα, οὐδὲν ἴσον ἐρεῖς τῆς παρανομίας ταύτης· καὶ εἰ ἐπῃσθάνοντο τῶν γινομένων  οἱ πάσχοντες, μυρίους ἂν κατεδέξαντο θανάτους, ὥστε μὴ τοῦτο παθεῖν. γʹ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ταύτης τῆς ὕβρεως ἀλογώτερόν τε καὶ χαλεπώτερον. Εἰ γὰρ περὶ πορνείας  διαλεγόμενος  ὁ Παῦλος ἔλεγεν,  ὅτι  Πᾶν ἁμάρτημα, ὃ ἐὰν  ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· τί ἂν εἴποιμεν περὶ τῆς μανίας ταύτης, ἣ τοσοῦτον πορνείας χείρων ἐστὶν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν; Οὐδὲ γὰρ τοῦτο λέγω μόνον, ὅτι γέγονας γυνὴ, ἀλλ' ὅτι ἀπώλεσας καὶ τὸ εἶναι ἀνὴρ, καὶ οὔτε εἰς ταύτην μετέστης τὴν φύσιν, οὔτε ἣν εἶχες διετήρησας, ἀλλὰ κοινὸς ἑκατέρας ἐγένου προδότης, καὶ παρὰ ἀνδρῶν καὶ γυναικῶν ἄξιος ἐλαύνεσθαι,  καὶ  καταλεύεσθαι,  ἅτε  ἑκάτερον  ἀδικήσας τὸ  γένος.  Καὶ ἵνα  μάθῃς ἡλίκον τοῦτό ἐστιν, εἴ τις ἐλθὼν ἐπηγγέλλετο ἐξ ἀνθρώπων κύνα ποιεῖν σε, ἆρα οὐκ ἂν ὡς λυμεῶνα ἔφυγες; Ἀλλ' ἰδοὺ οὐ κύνα ἐξ ἀνθρώπων σαυτὸν ἐποίησας, ἀλλὰ τὸ τούτου  ζῶον  ἀτιμότερον·  ἐκεῖνο  μὲν  γὰρ εἰς χρῆσιν ἐπιτήδειον,  ὁ δὲ ἡταιρηκὼς

οὐδαμοῦ  χρήσιμος.  Τί  δὲ,  εἰπέ  μοι,  εἴ  τις  ἠπείλει  ποιεῖν  τίκτειν   ἄνδρας  καὶ λοχεύεσθαι, οὐκ ἂν ἐπλήσθημεν θυμοῦ; Ἀλλ' ἰδοὺ νῦν χαλεπώτερα ἑαυτοὺς κατειργάσαντο   οἱ  τὰ  τοιαῦτα   λυττῶντες·   οὐ  γάρ  ἐστιν  ἴσον  εἰς  γυναικείαν μεταβαλεῖν  φύσιν, καὶ μένοντα  ἄνδρα γενέσθαι  γυναῖκα,  60.420 μᾶλλον  δὲ μήτε τοῦτο μήτε ἐκεῖνο. Εἰ δὲ βούλει καὶ ἑτέρωθεν  μαθεῖν τοῦ κακοῦ τὴν ὑπερβολὴν, ἐρώτησον τίνος  ἕνεκεν  τοὺς εὐνούχους  ποιοῦντας  κολάζουσιν οἱ νομοθέται,  καὶ εἴσῃ, ὅτι δι' οὐδὲν ἕτερον πάντως, ἢ ὅτι τὴν φύσιν ἀκρωτηριάζουσι. Καίτοι γε οὐδὲν ἀδικοῦσιν ἐκεῖνοι τοσοῦτον· ἐγένοντο γὰρ οἱ ἀκρωτηριασθέντες καὶ μετὰ τὸν ἀκρωτηριασμὸν πολλαχοῦ χρήσιμοι· ἀνθρώπου δὲ πεπορνευμένου οὐδὲν ἀχρηστότερον γένοιτ' ἄν· οὐ γὰρ ἡ ψυχὴ μόνον, ἀλλὰ καὶ τὸ σῶμα τοῦ τὰ τοιαῦτα παθόντος  ἄτιμον  καὶ ἄξιον ἐλαύνεσθαι πανταχόθεν.  Πόσαι γέενναι  τούτοις ἀρκέσουσιν;  Εἰ  δὲ  γεέννης   καταγελᾷς   ἀκούων   καὶ  ἀπιστεῖς,  ἐκεῖνο   τὸ  πῦρ ἀναμνήσθητι τῶν  Σοδόμων· εἴδομεν γὰρ, εἴδομεν καὶ ἐν τῷ παρόντι βίῳ γεέννης εἰκόνα. Ἐπειδὴ γὰρ πολλοὶ τοῖς μετὰ τὴν ἀνάστασιν ἔμελλον διαπιστεῖν, νῦν ἀκούοντες  πῦρ ἄσβεστον εἶναι,  ἀπὸ τῶν  παρόντων  αὐτοὺς ἐσωφρόνισεν ὁ Θεός. Τοιοῦτος γοῦν ἐστιν ὁ Σοδόμων ἐμπρησμὸς καὶ ἡ πυρπόλησις ἐκείνη· καὶ ἴσασιν οἱ παραγενόμενοι,  καὶ τῇ θέᾳ τὴν  πληγὴν  ἐκείνην  τὴν  θεήλατον  καὶ τῶν  ἄνωθεν κεραυνῶν τὸ ἔργον ἰδόντες. Ἐννόησον ἡλίκον ἐστὶ τὸ ἁμάρτημα, ὡς βιάσασθαι καὶ πρὸ καιροῦ τὴν γέενναν φανῆναι. Ἐπειδὴ γὰρ πολλοὶ τῶν λόγων κατεφρόνουν, διὰ τῶν ἔργων αὐτοῖς τὴν ἐκείνης εἰκόνα ἐπέδειξεν ὁ Θεὸς καινῷ τινι τρόπῳ. Καὶ γὰρ παράδοξος ἦν ὁ ὑετὸς ἐκεῖνος, ἐπειδὴ καὶ παρὰ φύσιν ἡ μίξις· καὶ κατέκλυσε τὴν γῆν, ἐπειδὴ καὶ τὰς ἐκείνων  ψυχὰς ἡ ἐπιθυμία. ∆ιὸ καὶ ἀπεναντίας  ἦν ὁ ὑετὸς τῷ συνήθει· οὐ γὰρ μόνον  οὐ διήγειρε  τὴν  γαστέρα τῆς  γῆς  πρὸς τὴν  τῶν  καρπῶν γένεσιν,  ἀλλὰ  καὶ  πρὸς  τὴν  ὑποδοχὴν  αὐτὴν  τῶν  σπερμάτων  ἄχρηστον  ἐποίει. Τοιαύτη  γὰρ  ἦν  ἡ  μίξις  τῶν   ἀνδρῶν   τῆς  γῆς  Σοδόμων,  τὸ  τοιοῦτον   σῶμα ἀχρηστότερον  ἀποφαίνουσα.  Τί γὰρ  ἀνδρὸς  πεπορνευμένου  μυσαρώτερον; τί  δὲ ἐναγέστερον; Ὢ τῆς μανίας! ὢ τῆς παραπληξίας! πόθεν  εἰσεκώμασεν ἡ ἐπιθυμία αὕτη, τὰ τῶν πολεμίων διατιθεῖσα τὴν ἀνθρωπίνην  φύσιν, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπωτέρα, ὅσῳ καὶ ψυχὴ σώματος ἀμείνων; Ὦ καὶ ἀλόγων ὑμεῖς ἀνοητότεροι, καὶ κυνῶν  ἀναιδέστεροι! Οὐδαμοῦ γὰρ τοιαύτη  μίξις παρ' ἐκείνοις, ἀλλ' ἐπιγινώσκει τοὺς ἰδίους ὅρους ἡ φύσις· ὑμεῖς δὲ καὶ τῶν ἀλόγων ἀτιμότερον τὸ γένος εἰργάσασθε τὸ ὑμέτερον καθυβρίζοντες. Πόθεν οὖν ταῦτα ἐτέχθη τὰ κακά; Ἀπὸ τρυφῆς, ἀπὸ τοῦ μὴ εἰδέναι Θεόν· ὅταν γὰρ ἐκβάλωσί τινες αὐτοῦ τὸν φόβον, πάντα οἴχεται λοιπὸν τὰ καλά. δʹ. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἔχωμεν πρὸ ὀφθαλμῶν ἀκριβῆ τὸν τοῦ Θεοῦ φόβον. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀπόλλυσιν ἄνθρωπον, ὡς τὸ ταύτης ἐκπεσεῖν τῆς ἀγκύρας· ὥσπερ οὐδὲν σώζει, ὡς τὸ διηνεκῶς ἐκεῖ βλέπειν. Εἰ γὰρ ἄνθρωπον ἔχοντες πρὸ ὀφθαλμῶν, ὀκνηρότεροι γινόμεθα περὶ τὰ ἁμαρτήματα, πολλάκις δὲ καὶ οἰκέτας ἐρυθριάσαντες ἐπιεικεστέρους, οὐδὲν πράττομεν ἄτοπον, ἐννόησον πόσης ἀπολαύσομεν ἀσφαλείας, τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχοντες. Οὐδαμοῦ γὰρ ὁ διάβολος ἡμῖν οὕτω διακειμένοις  ἐπιθήσεται, ἅτε ἀνόνητα πονῶν· ἂν δὲ πλανωμένους  ἔξω, καὶ χωρὶς χαλινοῦ  περιιόντας ἴδῃ, παρ' ἡμῶν λαβὼν τὴν ἀρχὴν, πανταχοῦ λοιπὸν ἡμᾶς ἀποβουκολῆσαι δυνήσεται. Καὶ ὅπερ οἱ ῥᾴθυμοι τῶν  οἰκετῶν  πάσχουσιν ἐπ' ἀγορᾶς, τὰς μὲν ἀναγκαίας ἀφέντες διακονίας, ἐφ' ἅς εἰσιν ἀπεσταλμένοι παρὰ τῶν δεσποτῶν, ἁπλῶς δὲ καὶ εἰκῆ τοῖς παρεμπίπτουσι προσ 60.421 ηλούμενοι, καὶ τὴν σχολὴν ἐκεῖ καταναλίσκοντες,  τοῦτο καὶ ἡμεῖς ὑπομένομεν, ὅταν ἀποστῶμεν τῶν ἐπιταγμάτων  τοῦ Θεοῦ. Ἑστήκαμεν γὰρ λοιπὸν πλοῦτον  θαυμάζοντες, καὶ κάλλος σώματος, καὶ τὰ ἄλλα τὰ μηδὲν πρὸς ἡμᾶς, ὥσπερ ἐκεῖνοι οἱ οἰκέται τῶν ἐπαιτῶν τοῖς θαυματοποιοῦσι προσέχουσιν, εἶτα ἐλθόντες βραδέως, οἴκοι τὰς ἐσχάτας ὑπομένουσι πληγάς. Πολλοὶ δὲ καὶ τὴν ὁδὸν τὴν προκειμένην  παρῆλθον, ἑτέροις

τοιαῦτα ἀσχημονοῦσιν ἀκολουθοῦντες. Ἀλλὰ μὴ ἡμεῖς τοῦτο ποιῶμεν· καὶ γὰρ ἀπεστάλμεθα  ἀνύσαι  πολλὰ  τῶν  κατεπειγόντων,   κἂν  ἀφέντες   ἐκεῖνα  στῶμεν κεχηνότες πρὸς τὰ ἀνόνητα ταῦτα, ἀναλωθέντος  ἡμῖν τοῦ καιροῦ παντὸς εἰκῆ καὶ μάτην, τὴν ἐσχάτην δώσομεν δίκην. Εἰ γὰρ καὶ ἀσχολεῖν βούλει σαυτὸν, ἔχεις ἃ θαυμάζειν ὀφείλεις, καὶ περὶ ἃ κεχηνέναι πάντα τὸν χρόνον· ἅπερ οὐ γέλωτός ἐστιν ἄξια, ἀλλὰ θαύματος καὶ ἐπαίνων  πολλῶν, ὡς ὅ γε τὰ καταγέλαστα θαυμάζων, καὶ αὐτὸς ἔσται τοιοῦτος, καὶ τοῦ γελωτοποιοῦντος  χείρων· ὅπερ ἵνα μὴ πάθῃς, ἀποπήδησον ταχέως. Τί γὰρ καὶ ἕστηκας, εἰπέ μοι, πρὸς τὸν πλοῦτον κεχηνὼς  καὶ ἀνεπτερωμένος; τί θαυμαστὸν ὁρᾷς καὶ ἱκανόν σου τοὺς ὀφθαλμοὺς κατασχεῖν; τοὺς χρυσοφοροῦντας ἵππους, καὶ τοὺς οἰκέτας τοὺς μὲν βαρβάρους, τοὺς δὲ εὐνούχους, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ, καὶ τὴν καταμαλακιζομένην ἐν τούτοις ψυχὴν, καὶ τὴν ἀνεσπασμένην ὀφρὺν, καὶ τὰς περιδρομὰς, καὶ τοὺς θορύβους; Καὶ ποῦ ταῦτα ἄξια θαύματος;  τί  δὲ  60.422 οὗτοι  τῶν  ἐπαιτῶν   διεστήκασι  τῶν  ὀρχουμένων,  καὶ συριζόντων  ἐπὶ  τῆς  ἀγορᾶς;  Καὶ γὰρ  καὶ  οὗτοι  πολλῷ   τῷ  λιμῷ  τῆς  ἀρετῆς κατεχόμενοι, χορεύουσιν ἐκείνων χορείαν καταγελαστοτέραν, ἀγόμενοι καὶ περιαγόμενοι, νῦν μὲν εἰς τραπέζας πολυτελεῖς, νῦν δὲ εἰς ἑταιριζομένων γυναικῶν καταγώγιον, νῦν δὲ εἰς κολάκων ἐσμοὺς καὶ παρασίτων πλῆθος. Εἰ δὲ χρυσοφοροῦσι, διὰ τοῦτο μάλιστα ἐλεεινοὶ, ὅτι τὰ μηδὲν πρὸς αὐτοὺς περισπούδαστα αὐτοῖς μᾶλλόν εἰσι. Μὴ γάρ μοι τὰ ἱμάτια ἴδῃς, ἀλλὰ ἀνακάλυψον αὐτῶν τὴν ψυχὴν, καὶ σκόπησον εἰ μὴ μυρίων γέμει τραυμάτων, καὶ ῥάκια περιβέβληται, καὶ ἔστιν ἔρημος καὶ ἀπροστάτευτος. Τί οὖν ὄφελος τῆς ἔξω μανίας; Καὶ γὰρ πολλῷ βέλτιον πένητα εἶναι ἐν  ἀρετῇ ζῶντα,  ἢ βασιλέα ὄντα  μετὰ  πονηρίας.  Ὁ μὲν  γὰρ  πένης  παρ' ἑαυτῷ ἀπολαύει πάσης τῆς κατὰ ψυχὴν τρυφῆς, καὶ οὐδὲ τῆς ἔξωθεν αἰσθάνεται πενίας διὰ τὸν ἔνδον πλοῦτον· ὁ δὲ βασιλεὺς τρυφῶν ἐν τοῖς οὐδὲν αὐτῷ προσήκουσιν, ἐν τοῖς μάλιστα αὐτῷ διαφέρουσι κολάζεται, ἐν ψυχῇ καὶ λογισμοῖς καὶ τῷ συνειδότι, τοῖς ἐκεῖ συναποδημοῦσιν αὐτῷ. Ταῦτ' οὖν εἰδότες, τὰ μὲν ἱμάτια ἀποθώμεθα τὰ χρυσᾶ, ἀνελώμεθα  δὲ ἀρετὴν καὶ τὴν ἐκ ταύτης ἡδονήν. Οὕτω γὰρ καὶ ἐνταῦθα καὶ ἐκεῖ πολλῆς  ἀπολαύσομεν  τῆς  τρυφῆς,  καὶ  τῶν  ἐπηγγελμένων   ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ  Πνεύματι δόξα, τιμὴ, κράτος νῦν  καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων. Ἀμήν.





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.