Παρασκευή, 7 Ιουνίου 2013

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΤΟΚΟ


ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΤΟΚΟ

Ἐκ χειρογράφων
Θεὸς τὸ τεχθὲν ἡ δὲ Μήτηρ Παρθένος


Σήμερον ἀνοίγεται ἡ πύλη τοῦ Βασιλέως τῆς δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε, καὶ μόνην ἐσφραγισμένην ἐφύλαξε. Σήμερον ὁ ἄναρχος ἄρχεται καὶ ὁ Λόγος σημειοῦται. Σήμερον ὁ οὐρανὸς καὶ ἡ γῆ ἡνώθησαν, λεχθέντος τοῦ Χριστοῦ. Σήμερον Θεὸς ἐπὶ γῆς παραγέγονε, καὶ ἄνθρωπος εἰς οὐρανοὺς ἀναβέβηκε.


Σήμερον ὁρᾶται πυράς, ὁ φύσει ἀόρατος διὰ τὸν ἄνθρωπον. Σήμερον τίκτει ἡ παρθένος τὸν ποιητὴν τοῦ παντός· ἡ Γῆ προσφέρει σπήλαιον καὶ οὐρανοὶ τὸν ἀστέρα· Ἀστὴρ μηνύει Χριστόν, τὸν ἥλιον τοῖς ἐν σκότει καθημένοις· οἱ μάγοι τὰ δῶρα, οἱ ποιμένες τὸ θαῦμα, οἱ Ἄγγελοι τὸν ὕμνον. Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης τοῦ Ἀδάμ. Ὁ παράδεισος ἡμῖν ἠνεῴχθη, ὁ ὄφις κατηργήθη. Διότι ἣν πρῴην ἠπάτησε, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ γενομένην μητέρα. Σήμερον ἡ πάναγνος Θεοτόκος Μαρία συγκαλεῖ ἡμᾶς ἐν τῷ ναῷ, ὡς πότε ὁ Ἀστὴρ τοὺς Μάγους ἐν τῷ Σπηλαίῳ.

Σήμερον ἁγιάζει ἡμᾶς τὸ ἀμόλυντον τῆς παρθενίας κειμήλιον ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος· τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν φύσεων· ἡ πανήγυρις τοῦ αἰωνίου συναλλάγματος, ἡ Θεοχώρητος παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα· ἡ ἔμψυχος τῆς φύσεως βάτος, ἣν τὸ τῆς θείας ἀκτῖνος πῦρ οὐ κατέφλεξεν· ἡ ὄντως κούφη νεφέλη ἡ τὸν ἐπὶ τῶν Χερουβὶμ μετὰ σώματος βαστάσασα. Ὁ τοῦ ἐξ οὐρανοῦ ὑετοῦ καθαρώτατος πόκος, ἐξ οὗ ὁ ποιμὴν τὸ πρῶτον ἐνεδύσατο. Μαρία ἡ δούλη καὶ μήτηρ· ἡ Παρθένος καὶ λογικὸς Οὐρανός, ἡ μόνη Θεοῦ πρὸς ἀνθρώπους γέφυρα· ὁ φρικτὸς τῆς οἰκονομίας ἱστός, ἐν ᾧ ἀῤῥήτως ὑφάνθη ὁ τῆς ἑνώσεως χιτών· ὁ ὅπερ ἱστουργὸς μὲν τὸ πνεῦμα τὸ ἅγιον, ἔριθος δὲ ἐξ ὕψους ἐπισκιάσασα δύναμις· ἔριον δὲ τὸ ἀρχαῖον τοῦ Ἀδὰμ κώδιον· κρόκη δὲ ἡ τῆς Παρθένου ἀμόλυντος σάρξ· κερκὶς δὲ ἡ ἀμέτρητος τοῦ φορέσαντος χάρις· τεχνίτης δὲ ὁ δι᾿ ἀκοῆς ἀσπηδήσας Λόγος. Οὐκ ὑπῃσχύνθη ὁ φιλάνθρωπος τὴν ἐκ γυναικὸς ὠδῖνα. Διότι ζωὴ ἦν τὸ πραγματευόμενον. 

Διότι εἰμὴ Παρθένος ἔμεινεν ἡ Μήτηρ, ψιλὸς ἄνθρωπος ὁ τεχθείς, καὶ οὐ παράδοξος ὁ τόκος· εἶδε καὶ μετὰ τόκον ἔμεινε Παρθένος, πῶς οὐχὶ καὶ Θεός, καὶ τὸ μυστήριον ἄφραστον; Ἐκεῖνος ἀφράστως ἐγεννήθη, ὁ καὶ τῶν θυρῶν κεκλεισμένων εἰσελθὼν ἀκωλύτως. Οὗ τὴν συζυγίαν τῶν φύσεων ἰδὼν ὁ Θωμᾶς, ἀνέκραξε λέγων· ὁ Κύριός μου καὶ ὁ Θεός μου. Μάθωμεν λοιπὸν πρῶτον τὴν οἰκονομίαν καὶ τὴν αἰτίαν τῆς παρούσης καὶ τότε δοξάσωμεν τὴν δύναμιν τοῦ σαρκωθέντος, ἐπειδὴ ὤφειλεν ἐξ ἁμαρτιῶν ἡ τῶν ἀνθρώπων φύσις, καὶ ἠπόρει πρὸς τὸ χρέος. 

Διότι διὰ τοῦ Ἀδὰμ πάντες τῇ ἁμαρτία ἐχειρογραφήσαμεν· δούλους ἡμᾶς κάτειχεν ὁ διάβολος· τὰς ὠνὰς ἡμῶν περιέφερε, χάρτης καὶ χρησμένος τῷ πολυπαθεῖ ἡμῶν σώματι· εἰστήκει ὁ κακὸς τῶν παθῶν πλαστογράφος ἐπισείων ἡμῖν τὸ χρέος καὶ ἀπαιτῶν ἡμᾶς τὴν δίκην, ἔδει λοιπὸν δυσὶν θύτερον ἢ πάντες ἡμάρτομεν· ἢ τοιοῦτον ἵνα δοθῇ πρὸς ἀντίδοσιν τίμημα, ὅπερ πᾶν τῷ χρέει ὑπῆρχε δικαίωμα πρὸς παραίτησιν. Ἄνθρωπος τοῦ σῶσαι ἡμᾶς οὐκ ἠδύνατο· ὅτι ὑπέκειτο τῷ χρέει τῆς ἁμαρτίας. Ἄγγελος δὲ ἐξαγοράσαι τὴν ἀνθρωπότητα οὐκ ἴσχυσεν· ὅτι ἠπόρει τοῦ λύτρου. Λοιπὸν Θεὸς ἀναμάρτητος ὑπὲρ τῶν ἡμαρτηκότων ὤφειλε ἀποθάνῃ· ὅτι αὕτη ὑπελείπετο τοῦ κακοῦ ἡ λύσις.

ΤΕΛΟΣ ΚΑΙ Τῼ ΘΕῼ ΠΡΕΠΕΙ ΔΟΞΑ
Προέλευσις: Παράρτημα Λειμωναρίου, Ἀκολουθίαι καὶ Βίοι,

ἐπιμέλεια Γεωργίου Ἀ. Βουτέρη ἱερέως, Ἐν Ἀθήναις, 1902

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.