Παρασκευή, 7 Ιουνίου 2013

ΟΜΙΛΙΑ Θʹ.


In epistulam i ad Thessalonicenses (homiliae 111)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ

ΟΜΙΛΙΑ Θʹ.

Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.


αʹ. Οὐδὲν οὕτως, ὡς ἔοικε, περίεργόν ἐστι καὶ λίχνον  πρὸς τὴν τῶν ἀφανῶν  καὶ τῶν  κεκαλυμμένων  μάθησιν, ὡς ἡ τῶν  ἀνθρώπων  φύσις. Τοῦτο δὲ αὐτῇ συμβαίνειν εἴωθεν, ὅταν ἀτελῆ καὶ μηδέπω κατηρτισμένην  τὴν διάνοιαν  ἔχῃ. Καὶ γὰρ τῶν παίδων οἱ  ἀφελέστεροι  οὐ διαλιμπάνουσιν   ἀποκναίοντες  καὶ  τροφέας  καὶ  παιδαγωγοὺς  καὶ πατέρας τῇ πυκνότητι  τῶν πεύσεων, ἐν αἷς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ, πότε τόδε ἐστὶ, καὶ πότε τόδε. Συμβαίνει δὲ τοῦτο καὶ ἀπὸ τοῦ θρύπτεσθαι, καὶ ἀπὸ τοῦ μηδὲν ἔχειν ποιεῖν. Πολλὰ μὲν οὖν ἐπείγεται  μανθάνειν  ἤδη καὶ καταλαμβάνειν  ἡμῶν  ἡ διάνοια, μάλιστα δὲ τὸν περὶ τῆς συντελείας καιρόν.


Καὶ τί θαυμαστὸν, εἰ ἡμεῖς τοῦτο πάσχομεν; καὶ γὰρ αὐτοὶ οἱ ἅγιοι ἐκεῖνοι οἱ ἀπόστολοι μάλιστα αὐτὸ πάντων  πεπόνθασι, καὶ πρὸ μὲν τοῦ πάθους προσελθόντες λέγουσι τῷ Χριστῷ· Εἰπὲ ἡμῖν, πότε 62.446 ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; μετὰ δὲ τὸ πάθος καὶ τὴν  ἐκ νεκρῶν  ἀνάστασιν ἔλεγον  πρὸς αὐτόν· Εἰπὲ ἡμῖν, εἰ ἐν τῷ χρόνῳ  τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ· καὶ οὐδὲν πρὸ τούτου αὐτὸν ἤροντο. Ἀλλ' οὐ μετὰ ταῦτα οὕτως, Ὅτε γὰρ τοῦ Πνεύματος τοῦ ἁγίου κατηξιώθησαν,  οὐ μόνον αὐτοὶ οὐκ ἐρωτῶσιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰ καὶ τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας  πολυπραγμοσύνην   καταστέλλουσιν.  Ἄκουσον  γοῦν  οἷα  νῦν  ὁ  μακάριος Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. ∆ιὰ τί μὴ εἶπεν, ὅτι οὐδεὶς οἶδε; διὰ τί μὴ εἶπεν, ὅτι οὐκ ἀπεκαλύφθη,  ἀλλ',  Οὐ χρείαν   ἔχετε   γράφεσθαι   ὑμῖν;  Ὅτι  ἐκείνως   μὲν   ἂν   ἐλύπησε   μᾶλλον·   οὕτω   δὲ παρεμυθήσατο εἰπών.  

Τῷ γὰρ, Οὐ χρείαν  ἔχετε, καὶ ὡς περιττὸν,  καὶ ὡς ἀσύμφορον, ζητεῖν  οὐκ εἴασε. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι  τὴν  συντέλειαν  μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα,  μετὰ ἑκατόν·  τί τοῦτο πρὸς ἡμᾶς;  οὐχὶ 62.447 ἑκάστῳ ἡ συντέλεια  τὸ  τῆς  αὐτοῦ  ζωῆς  πέρας  ἐστί; τί  πολυπραγμονεῖς  καὶ  ὠδίνεις  ὑπὲρ  τοῦ κοινοῦ τέλους; Ἀλλ' ὅπερ ἐν τοῖς ἄλλοις πάσχομεν, τοῦτο καὶ ἐν τούτῳ. Καθάπερ γὰρ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέντες,  τὰ κοινὰ μεριμνῶμεν  λέγοντες· Ὁ δεῖνα πόρνος, ὁ δεῖνα μοιχὸς, ἐκεῖνος ἥρπασεν ἄλλος ἠδίκησε, τῶν δὲ ἑαυτοῦ οὐδεὶς οὐδένα λόγον ποιεῖται, ἀλλὰ πάντων  φροντίζει μᾶλλον, ἢ τῶν οἰκείων· οὕτω καὶ ἐνταῦθα, ἀφέντες τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾷν, τὴν κοινὴν  βουλόμεθα κατάλυσιν  μαθεῖν. Τί γάρ σοι κοινὸν πρὸς ἐκείνην  ἐστίν; Ἂν ταύτην  καλῶς διάθῃ τὴν τελευτὴν,  οὐδὲν παρ' ἐκείνης  πείσῃ δεινόν.  Ἔστω πόῤῥω,  ἔστω  ἐγγύς· οὐδὲν  τοῦτο  πρὸς  ἡμᾶς.  ∆ιὰ τοῦτο  οὐκ  εἶπεν  ὁ Χριστὸς, ἐπειδὴ μὴ συνέφερε. Καὶ πῶς οὐ συνέφερε, φησίν; Αὐτὸς οἶδεν ὁ κρύψας, διὰ τί μὴ συνέφερεν·  ἄκουε  γὰρ  αὐτοῦ  λέγοντος  τοῖς  ἀποστόλοις·  Οὐχ ὑμῶν  ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τί περιεργάζεσθε λοιπόν; οἱ περὶ Πέτρον τὸν κορυφαῖον  ταῦτα ἤκουσαν, ὡς τὰ μείζονα ἑαυτῶν  ζητοῦντες  μαθεῖν. Ναὶ, φησὶν,  ἀλλ' ἐνῆν  τὰ τῶν  Ἑλλήνων  ἐπιστομίζειν  οὕτω  στόματα. Πῶς, εἰπέ μοι; Ἐπειδὴ ἐκεῖνοι, φησὶ, τὸν κόσμον τοῦτον θεὸν λέγουσιν εἶναι· εἰ δὲ τὸν καιρὸν ᾔδειμεν τῆς  καταλύσεως,  ἐπεστομίσαμεν  ἂν  αὐτῶν  τὰ στόματα. Πάνυ γε· τοῦτο  γάρ ἐστι τὸ ἐπιστομίζον ἐκείνους, τὸ μαθεῖν, ὅτι ποτὲ καταλύεται, ἢ τὸ μαθεῖν πότε καταλύεται; Εἰ ἐπιστομίζειν βούλεσθε, τοῦτο λέγετε πρὸς αὐτοὺς, ὅτι πέρας ἕξει· εἰ μὴ πείθονται τούτῳ, οὐδὲ ἐκείνῳ πείσονται. Ἄκουσον τοῦ Παύλου λέγοντος· Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης  ἐν νυκτὶ,  οὕτως  ἔρχεται· οὐχ ἡ κοινὴ  μόνον,  ἀλλὰ  καὶ ἡ ἑκάστου ἰδία· αὕτη γὰρ ἐκείνην  μιμεῖται, ἐπειδὴ ὁμοία αὐτῇ ἐστι καὶ συγγενής. Ὅπερ γὰρ ἀθρόως ἐκείνη, τοῦτο αὕτη κατὰ μέρος ποιεῖ· καὶ τῆς συντελείας ὁ καιρὸς ἀπὸ τοῦ Ἀδὰμ ἔλαβε τὴν ἀρχὴν, τό τε τέλος ἑκάστου ἡμῶν τῆς ζωῆς εἰκὼν συντελείας ἐστὶ, καὶ οὐκ ἄν  τις  ἁμάρτοι  συντέλειαν  αὐτὸ εἰπών.  Ὅταν γὰρ μυρίοι  καθ' ἑκάστην  ἡμέραν τελευτῶσι,  καὶ  ἀναμένωσι   τὴν  ἡμέραν  ἐκείνην   ἅπαντες,  καὶ  πρὸ  ἐκείνης   οὐδεὶς ἀνίσταται, οὐχὶ ἐκείνης τὸ ἔργον ἐστίν; Εἰ δὲ βούλεσθε μαθεῖν διὰ τί ἀποκέκρυπται αὕτη, καὶ διὰ τί ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται, ἐγὼ, ὡς ἐμαυτῷ δοκῶ καλῶς ἔχειν, ἐρῶ. Οὐδεὶς  ἂν  ἀρετῆς  ἐπεμελήθη   ποτὲ  παρὰ  τὸν  ἅπαντα   βίον,  εἰ  δῆλον   ἦν  καὶ  μὴ ἀπεκέκρυπτο· ἀλλ' εἰδὼς αὐτοῦ τὴν τελευταίαν  ἡμέραν, καὶ μυρία ἐργασάμενος δεινὰ, καὶ τῷ λουτρῷ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν. Εἰ γὰρ νῦν, τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν βίον ἅπαντα ἐν κακίᾳ καταναλώσαντες,  εἰς ἐσχάτας ἀναπνοὰς τῷ βαπτίσματι διδόασιν ἑαυτούς· εἰ καὶ σφόδρα ὑπὲρ τούτου ἦσαν πεπεικότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήθη; Εἰ γὰρ, καὶ φόβου ἐπικειμένου,  πολλοὶ  χωρὶς  φωτίσματος  ἀπῆλθον,  καὶ  οὐδὲ  οὗτος  αὐτοὺς  ὁ  φόβος ἐπαίδευσε ζῶντας ἐπιμελεῖσθαι τῶν τῷ Θεῷ δοκούντων· εἰ καὶ οὗτος ἀνῄρητο ὁ φόβος, τίς ἂν ἐγένετό  ποτε σώφρων;  τίς δὲ ἐπιεικής; Οὐκ ἔστιν οὐδείς. Καὶ ἕτερον δὲ πάλιν πολὺς ὁ τοῦ θανάτου  φόβος κατέχει νῦν, καὶ ὁ τῆς ζωῆς ἔρως· εἰ δὲ ᾔδει ἕκαστος, ὅτι αὔριον  πάντως  τεθνήξεται,  οὐδὲν ἂν παρῃτήσατο τολμῆσαι  πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ μυρία ἂν εἰργάσατο δεινὰ, τοὺς ἐχθροὺς ἀμυνόμενος.

βʹ. Ἄνθρωπος  γὰρ μιαρὸς καὶ τῆς ἐνθάδε ζωῆς ἀπεγνωκὼς  οὐδὲ αὐτοῦ λόγον ἔχει τοῦ τὴν ἁλουργίδα περικειμένου. Ὁ τοίνυν  πεπεισμένος ὅτι πάντως  ἀπελθεῖν  δεῖ, καὶ ἀμυνεῖται τὸν ἐχθρὸν, καὶ πρότερον ἀναπαύσας αὐτοῦ τὴν ψυχὴν, οὕτως ἂν ἐδέξατο τὴν  τελευτήν.  Εἴπω τι καὶ τρίτον  ἕτερον; Οἱ φιλοζωοῦντες,  καὶ σφόδρα τῶν  ἐνθάδε ἐφιέμενοι, ὑπὸ τῆς ἀθυμίας ἂν καὶ τῆς λύπης διεφθάρησαν. Εἰ γάρ τις τῶν νέων ὅτι πρὸ τοῦ γήρως δέξεται τὴν τελευτὴν ἠπίστατο, καθάπερ τὰ νωθρότατα τῶν θηρίων, ἐπειδὰν συλληφθῇ, μᾶλλον τοιαῦτα γίνεται, προσδοκῶντα τὴν τελευτὴν, οὕτως ἂν διετέθη καὶ οὗτος. Οὐδὲ αὐτοὶ οἱ γενναῖοι  ἄνδρες μισθὸν ἂν ἔσχον. Εἰ γὰρ ᾔδεσαν ὅτι πάντως μετὰ τρία  ἔτη  ἀπελθεῖν   δεῖ,  καὶ  πρὸ  ἐκείνων   οὐ  δυνατὸν,   ποῖον   ἂν  ἔσχον   μισθὸν, κατατολμῶντες τῶν δεινῶν; Εἶπε γὰρ ἄν τις πρὸς αὐτοὺς, ὅτι Ἐπειδὴ θαῤῥεῖτε ὑπὲρ τῶν τριῶν  ἐτῶν,  διὰ τοῦτο τοῖς κινδύνοις  ἑαυτοὺς  ἐκδιδόατε, εἰδότες  ὅτι ἄλλως  οὐκ ἔνι ὑμᾶς  ἀπελθεῖν.  Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου  προσδοκῶν  τεθνήξεσθαι,  καὶ  εἰδὼς  ὅτι ζήσεται  μὲν  μὴ  παραβουλευσάμενος,   τεθνήξεται   δὲ  τοιαῦτα   τολμῶν,   τῆς  αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν  τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον. Ἀπὸ δὲ ὑποδείγματος τοῦτο ὑμῖν ποιήσω φανερόν· Εἰπέ μοι, εἰ ὁ πατριάρχης Ἀβραὰμ προειδὼς ὅτι οὐ σφάξει τὸν υἱὸν ἀνήγαγεν, ἆρα ἂν ἔσχε τινὰ μισθόν; Τί δὲ, εἰ ὁ Παῦλος προειδὼς, ὅτι  οὐ τεθνήξεται,  ὑπερεῖδε  τῶν  κινδύνων,  ποῦ δὲ καὶ θαυμαστός; Οὕτω γὰρ καὶ ὁ νωθρότατος  εἰς πῦρ ἐνέβη ἂν, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν  εὗρε τῆς ἀσφαλείας. Ἀλλ' οὐχ οἱ τρεῖς παῖδες τοιοῦτοι· ἀλλὰ τί; Ἄκουε αὐτῶν  λεγόντων·  Βασιλεῦ, ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου, καὶ ἐκ τῆς καμίνου ταύτης· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυνοῦμεν.  Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα  τούτων  ἐκ τοῦ ἀγνοεῖν  τὴν τελευτήν; Τέως δὲ ταῦτα ἀπόχρη μαθεῖν. ∆ιὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· ἵνα μὴ εἰς κακίαν ἐξαγάγωμεν  ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳθυμίαν, ἵνα μὴ τὸν μισθὸν ἡμῶν ὑποτέμηται.  Αὐτοὶ γὰρ ἀκριβῶς, φησὶν, οἴδατε. Τί οὖν περιεργάζεσθε, εἰ πεπεισμένοι ἐστέ; Ὅτι δὲ ἄδηλον τὸ μέλλον, ἐξ ὧν ὁ Χριστὸς εἶπε, μάνθανε· ὅτι δὲ διὰ τοῦτο εἶπεν, ἄκουσον τί φησι· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. ∆ιὰ τοῦτο καὶ  Παῦλος ἔλεγεν·  Ὅταν  δὲ λέγωσιν,  Εἰρήνη καὶ  ἀσφάλεια,  τότε  αἰφνίδιος  αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ἐνταῦθα τοῦτο ᾐνίξατο, ὅπερ καὶ ἐν τῇ δευτέρᾳ εἶπεν Ἐπιστολῇ. Ἐπειδὴ γὰρ οὗτοι μὲν ἦσαν ἐν θλίψεσιν, οἱ δὲ πολεμοῦντες αὐτοὺς ἐν ἀνέσει καὶ ἐν τρυφῇ, εἶτα αὐτὸς μὲν παρεμυθεῖτο τὰ παρόντα δεινὰ τῷ τῆς ἀναστάσεως λόγῳ, ἐκεῖνοι δὲ ἐπηρέαζον ἐκ τῶν προγονικῶν ἐνθυμημάτων  φθεγγόμενοι  καὶ ἔλεγον. Πότε ἔσται; (ὅπερ καὶ οἱ προφῆται ἔλεγον· Οὐαὶ οἱ λέγοντες, τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν· καὶ πάλιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες  τὴν ἡμέραν Κυρίου (οὐ γὰρ ἁπλῶς  ἐπιθυμοῦντας  λέγει,  ἀλλὰ  τοὺς ἐκ τοῦ ἀπιστεῖν  ἐπιθυμοῦντας)· καὶ, Ἡ ἡμέρα Κυρίου σκότος, φησὶ,  καὶ  οὐ  φῶς)·  διὰ  τοῦτο  εἴρηκεν  οὕτω.  Καὶ ὅρα  πῶς  αὐτοὺς παραμυθεῖται· ὡς ἂν εἰ ἔλεγε· Μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκμήριον ποιείσθωσαν τοῦ μὴ παραγίνεσθαι  τὴν κρίσιν· οὕτω μὲν οὖν καὶ παραγίνεται.  Ἄξιον δὲ καὶ ἐκεῖνο ζητῆσαι· 62.449 εἰ  ὁ Ἀντίχριστος  ἔρχεται,  καὶ  ὁ Ἠλίας  ἔρχεται,  πῶς  ὅταν  λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος  ὄλεθρος ἐφίσταται; ταῦτα γὰρ οὐκ ἀφίησι μὴ εἰδέναι τὴν ἡμέραν, τεκμήρια ὄντα τῆς παρουσίας αὐτῆς. Ἀλλ' οὐ τοῦτον τὸν καιρὸν αἰνίττεται,  τοῦ Ἀντιχρίστου  λέγω, οὔτε τὴν ἡμέραν ἐκείνην  φησὶν, ὅτι σημεῖον ἔσται τῆς  παρουσίας τοῦ  Χριστοῦ, ἀλλ' ὅτι  ὁ Χριστὸς οὐχ  ἕξει σημεῖον,  ἀλλ' ἀθρόον  καὶ ἀπροσδοκήτως  ἥξει. Καὶ μὴν τῇ κυούσῃ, φησὶν, οὐκ ἐφίσταται  ἀδήλως·  οἶδε γὰρ ὅτι μετὰ ἐννέα μῆνας ἔσται ὁ τόκος. Καὶ σφόδρα μὲν οὖν ἀδήλως· αἱ μὲν γὰρ ἑπταμηνιαῖα ἔτεκον, αἱ δὲ ἐννεαμηνιαῖα·  ἄλλως  δὲ καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα ἄδηλος τοῦ τόκου. Πρὸς τοῦτο οὖν φησι ταῦτα ὁ Παῦλος. Καὶ ἀκριβὴς ἡ εἰκών· οὐ γὰρ πολλὰ τῆς ὠδῖνός ἐστι τὰ τεκμήρια· πολλαὶ γοῦν οὕτω καὶ ἐν ὁδοῖς καὶ τῆς οἰκίας ἔξω, μὴ προειδυῖαι, ἔτεκον. Οὐ τὸ ἄδηλον  δὲ μόνον  ἐνταῦθα  ᾐνίξατο,  ἀλλὰ  καὶ τὸ τῆς  ὀδύνης  πικρόν.  Ὥσπερ γὰρ ἐκείνη  παίζουσα, γελῶσα, οὐδὲν ὅλως προορωμένη, ἐξαίφνης  ἀῤῥήτοις κατασχεθεῖσα πόνοις  διακόπτεται  ταῖς  ὠδῖσιν·  οὕτω  καὶ αἱ ψυχαὶ  ἐκεῖναι,  τῆς ἡμέρας ἐπελθούσης ἐκείνης. Καὶ οὐ μὴ ἐκφύγωσιν.  Εἶτα δεικνὺς ὅτι οὐ περὶ αὐτῶν ταῦτα λέγει, ἐπήγαγεν· Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ.

γʹ. Ἐνταῦθα  τὸν  σκοτεινὸν  καὶ ἀκάθαρτον  βίον  φησί. Καθάπερ γὰρ ἐν  νυκτὶ πάντα πράττουσιν οἱ μιαροὶ καὶ πονηροὶ τῶν ἀνθρώπων,  πάντας λανθάνοντες, καὶ ἐν σκότῳ κατακλείοντες  ἑαυτούς. Εἰπὲ γάρ μοι, οὐχὶ τὴν ἑσπέραν παρατηρεῖ ὁ μοιχός; καὶ οὐχὶ τὴν νύκτα ὁ κλέπτης; ὁ τυμβωρύχος οὐχὶ πᾶσαν τὴν ἐργασίαν ἐν νυκτὶ ἔχει; Τί οὖν; οὐχὶ  ὡς  κλέπτης  αὐτοὺς  καταλαμβάνει;  οὐχὶ  καὶ  αὐτοῖς  ἀδήλως  ἐφίσταται;  Ἀλλὰ προΐσασι; Πῶς οὖν λέγει, Οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν; Ἐνταῦθα οὐ πρὸς τὸ ἄδηλόν φησιν, ἀλλὰ πρὸς τὴν συμφοράν· τουτέστιν, οὐκ ἐπὶ κακῷ τῷ αὐτῶν ἥξει. Ἀδήλως μὲν γὰρ ἥξει  καὶ  αὐτοῖς,  πλὴν  ἀλλ'  οὐδενὶ  περιβαλεῖ  λυπηρῷ.  Ἵνα  ἡ ἡμέρα, φησὶν,  ὡς κλέπτης  ὑμᾶς καταλάβῃ.  Ἐπὶ γὰρ ἐγρηγορότων  καὶ ἐν φωτὶ  ὄντων,  κἂν γένηταί  τις εἴσοδος λῃστοῦ, οὐδὲν λυμήνασθαι  δυνήσεται· οὕτω καὶ ἐπὶ τῶν ὀρθῶς ζώντων· ἀλλ' ἐκείνους  τοὺς καθεύδοντας  πάντων  γυμνώσας  ἄπεισι, τοὺς τοῖς  ἐνθάδε  θαῤῥοῦντας. Εἶτα καὶ ἄλλο ὑπὲρ αὐτῶν· ἐπάγει γάρ· Πάντες γὰρ ὑμεῖς, φησὶν, υἱοὶ φωτός  ἐστε καὶ υἱοὶ  ἡμέρας. Καὶ πῶς  ἔνι,  φησὶν,  υἱοὺς  ἡμέρας εἶναι;  Ὡς υἱοὺς  ἀπωλείας,  ὡς  υἱοὺς γεέννης.  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Φαρισαίοις· Οὐαὶ ὑμῖν, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν  ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον·  καὶ ὅταν  γένηται,  ποιεῖτε  αὐτὸν γεέννης υἱόν· καὶ ὁ Παῦλος· ∆ι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, τουτέστι, τοὺς τὰ τῆς γεέννης  πράττοντας,  τοὺς τὰ τῆς ἀπειθείας. Ὥσπερ οὖν υἱοὶ τοῦ Θεοῦ οἱ τὰ τῷ Θεῷ δοκοῦντα πράττοντες,  οὕτω καὶ υἱοὶ ἡμέρας καὶ υἱοὶ φωτὸς, οἱ τὰ τοῦ φωτὸς  πράττοντες.  Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. Ἄρα οὖν μὴ καθεύδωμεν,  ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ  οἱ  μεθυσκόμενοι,  νυκτὸς  μεθύουσιν·  62.450 ἡμεῖς  δὲ  ἡμέρας  ὄντες,  νήφωμεν.
∆είκνυσιν ἐνταῦθα  ὅτι τὸ ἐν ἡμέρᾳ εἶναι ἡμῶν ἐστι. Καὶ ἐνταῦθα μὲν, ἐπὶ τῆς ἡμέρας ταύτης καὶ τῆς νυκτὸς λέγω, οὐχ ἡμῶν ἐστιν, ἀλλὰ καὶ ἀκόντων  ἡμῶν ἔρχεται ἡ νὺξ, καὶ μὴ βουλομένων ὁ ὕπνος ἐφίσταται· ἐπὶ δὲ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ ὕπνου, οὐκέτι, ἀλλ' ἔξεστι διαπαντὸς ἐγρηγορέναι, ἔξεστι διαπαντὸς ἡμέραν ἄγειν. Τοὺς γὰρ τῆς ψυχῆς ὀφθαλμοὺς  κλεῖσαι, καὶ τὸν ἀπὸ τῆς κακίας ὕπνον  ἐπαγαγεῖν,  οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως.   Ἀλλὰ   γρηγορῶμεν,   φησὶ,   καὶ   νήφωμεν.    

Ἔξεστι  γὰρ   ἐγρηγορότα καθεύδειν,  μηδὲν  πράττοντα  ἀγαθόν· διὰ  τοῦτο  ἐπήγαγε,  Καὶ νήφωμεν.  Καὶ γὰρ ἐν ἡμέρᾳ ἂν γρηγορῇ τις, μὴ νήφῃ  δὲ, μυρίοις περιπεσεῖται  δεινοῖς,  Ὥστε γρηγορήσεως ἐπίτασις ἡ νῆψίς ἐστιν. Οἱ καθεύδοντες, φησὶ, νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσι. Μέθην ἐνταῦθά φησιν οὐ τὴν ἀπὸ τοῦ οἴνου μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ πάντων   τῶν  κακῶν.  Καὶ γὰρ  μέθη  ψυχῆς  πλοῦτος,  καὶ  χρημάτων   ἐπιθυμία,  καὶ σωμάτων  ἔρως, καὶ πᾶν ὅπερ ἂν εἴπῃς, μέθη ψυχῆς ἐστι. ∆ιὰ τί δὲ ὕπνον  τὴν κακίαν ἐκάλεσεν; Ὅτι πρῶτον  μὲν ἀνενέργητός  ἐστι πρὸς τὴν ἀρετὴν ὁ τοιοῦτος· ἔπειτα, ὅτι πάντα φαντασιοῦται,  καὶ οὐδὲν ἀληθὲς ὁρᾷ, ἀλλ' ὀνειράτων  ἐστὶ μεστὸς, καὶ ἀτόπων πολλάκις πραγμάτων· ἂν δέ τι χρηστὸν ἴδῃ, οὐδὲν ἔχει βέβαιον οὐδὲ πεπηγός. Τοιοῦτον ὁ παρὼν βίος ἐστίν· ὀνειράτων  καὶ φαντασίας γέμει. Ὁ πλοῦτος ὄναρ, ἡ δόξα, πάντα τὰ τοιαῦτα. Ὁ καθεύδων,  τὰ μὲν ὄντα καὶ ἀληθῶς  ὑφεστῶτα  οὐχ ὁρᾷ, τὰ δὲ μὴ ὄντα. ὡς ὄντα  φαντασιοῦται.  

Τοιαύτη  ἡ  κακία  ἐστὶ, καὶ  ὁ  ἐν  κακίᾳ  βίος· οὐχ  ὁρᾷ  τὰ  ὄντα, τουτέστι, τὰ πνευματικὰ, τὰ οὐράνια, τὰ μένοντα, ἀλλὰ τὰ ῥέοντα καὶ ἀφιπτάμενα  καὶ ἀποπηδῶντα   ταχέως  ἡμῶν.  Οὐκ ἀρκεῖ  δὲ  ἐγρηγορέναι   καὶ  νήφειν,   ἀλλὰ  δεῖ  καὶ καθοπλίζεσθαι. Κἂν γὰρ ἐγρηγορώς τις ᾖ καὶ νήφων,  μὴ ἔχῃ δὲ ὅπλα, ταχέως αὐτὸν οἱ λῃσταὶ κατεργάζονται.  Ὅταν οὖν καὶ ἐγρηγορέναι  χρὴ καὶ νήφειν  καὶ καθοπλίζεσθαι, ἡμεῖς  δὲ ἄοπλοι  καὶ  γυμνοὶ  ὦμεν  καὶ  καθεύδωμεν,  τίς  κωλύσει  ἐκεῖνον  πῆξαι  τὴν μάχαιραν; ∆ιὸ καὶ τοῦτο δηλῶν, ὅτι ὅπλων ἡμῖν δεῖ, ἐπήγαγεν· Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν,   ἐνδυσάμενοι   θώρακα  πίστεως   καὶ  ἀγάπης·  καὶ  περικεφαλαίαν,   ἐλπίδα σωτηρίας. –Πίστεως καὶ ἀγάπης, φησίν. Ἐνταῦθα βίον μετὰ δογμάτων ὀρθῶν αἰνίττεται. Ὅρα πῶς ἐδήλωσε τί ἐστι τὸ ἐγρηγορέναι καὶ νήφειν,  τὸ ἔχειν θώρακα, φησὶ, πίστεως καὶ  ἀγάπης.  Πίστιν οὐ τὴν  τυχοῦσάν  φησιν,  ἀλλὰ  τὴν  ζέουσαν, τὴν  εἰλικρινῆ,  τὴν ἀχειρώτους   ποιοῦσαν  τοὺς  προβεβλημένους   αὐτήν.  Ὥσπερ  τὸν  θώρακα  οὐδὲν  ἂν διατέμοι ταχέως, ἀλλ' ἔστιν ἀφανὲς τειχίον  τῷ στήθει· οὕτω καὶ σὺ πίστιν καὶ ἀγάπην περιέλασον τῇ ψυχῇ, καὶ οὐδὲν τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐμπαγῆναι δυνήσεται. Ἔνθα γὰρ ᾖ προκατειλημμένη  τῷ τῆς ἀγάπης ὅπλῳ τῆς ψυχῆς ἡ δύναμις, πάντα  εἰκῆ  καὶ  μάτην  κατασκευάζουσιν  οἱ  ἐπιβουλεύοντες.  Οὔτε γὰρ  πονηρία,  οὐκ ἔχθρα, οὐ βασκανία, οὐ κολακεία, οὐχ ὑπόκρισις, οὐκ ἄλλο οὐδὲν καθικέσθαι δυνήσεται τῆς  τοιαύτης  ψυχῆς.  Οὐχ ἁπλῶς  δὲ  ἀγάπην  εἶπεν,  ἀλλ' ὡς  θώρακα  ἰσχυρὸν  εἶπεν ἐνδύσασθαι.

 Εἶτα οὕτως  εἰ 62.451 πὼν  ἐπάγει· Καὶ περικεφαλαίαν,  ἐλπίδα  σωτηρίας. Καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡμῖν, τὴν κεφαλὴν περιβάλλουσα καὶ πάντοθεν  στεγάζουσα· οὕτω καὶ ἡ ἐλπὶς τὸν λογισμὸν οὐκ ἀφίησι διαπεσεῖν, ἀλλ' ὀρθὸν ἵστησιν ὥσπερ κεφαλὴν,  οὐδὲν τῶν  ἔξωθεν  εἰς αὐτὸν πεσεῖν ἐῶσα. Ἕως δ' ἂν μηδὲν καταφέρηται, οὐδὲ αὕτη ἐπολισθαίνει· τὸν γὰρ τούτοις πεφραγμένον  τοῖς ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν. Μένει γὰρ, φησὶ, πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα. Εἶτα εἰπὼν, ἐνδύσασθε καὶ περιθέσθε, αὐτὸς κατασκευάζει τὰ ὅπλα λοιπὸν, καὶ δείκνυσιν  ὅθεν ἂν τεχθείη πίστις καὶ ἐλπὶς καὶ ἀγάπη, καὶ τὰ ὅπλα ἰσχυρότερα γένοιτο, ἐπάγων καὶ λέγων· Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ' εἰς περιποίησιν  σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν.

δʹ. Ὥστε οὐ πρὸς τοῦτο ἐκάλεσεν εἰς τὸ ἀπολέσαι, ἀλλ'  εἰς τὸ σῶσαι. Καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; Τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, φησίν· οὕτως ἡμᾶς ἐπιθυμεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκε, καὶ οὐχ ἁπλῶς ἔδωκεν, ἀλλ' εἰς θάνατον. Ἀπὸ τούτων τῶν λογισμῶν ἡ ἐλπὶς τίκτεται. Μὴ γὰρ ἀπογνῷς, ἄνθρωπε, πρὸς τὸν Θεὸν ἀπερχόμενος τὸν μηδὲ Υἱοῦ φεισάμενον διὰ σέ· μὴ ἀπαγορεύσῃς τοῖς παροῦσι κακοῖς. Ὁ τὸν Μονογενῆ δοὺς, ἵνα σε σώσῃ καὶ τῆς γεέννης ἐξέληται, τίνος φείσεται λοιπὸν ὑπὲρ τῆς  σῆς  σωτηρίας;  Ὥστε ἐλπίζειν  χρὴ  πάντα  χρηστά.  Οὐδὲ γὰρ,  εἰ  πρὸς  δικαστὴν ἀπῄειμεν μέλλοντα κρίνειν ἡμᾶς, καὶ τοσαύτην ἀγάπην ὑπὲρ ἡμῶν ἐπιδεδειγμένον,  ὡς τὸν  υἱὸν  κατασφάξαι,  ἐδείσαμεν  ἄν.  Ἐλπίζωμεν  οὖν  χρηστὰ  καὶ  μεγάλα·  τὸ  γὰρ κεφάλαιον  ἐλάβομεν, εἰ πιστεύομεν. Εἴδομεν γὰρ τὸ ὑπόδειγμα· ἀγαπήσωμεν· ἐσχάτης γὰρ ἀνοίας τὸ μὴ τὸν οὕτω διατεθέντα  ἀγαπῆσαι. Ἵνα, εἴτε γρηγοροῦμεν, φησὶν, εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. ∆ιὸ παρακαλεῖτε  ἀλλήλους,  καὶ οἰκοδομεῖτε  εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.  Καὶ ἀλλαχοῦ  πάλιν,  Εἴτε γρηγοροῦμεν,  εἴτε καθεύδομεν. Ἀλλ' ἕτερον ἐκεῖ τὸν ὕπνον  φησὶ, καὶ ἕτερον ἐνταῦθα· ἐνταῦθα  μὲν γὰρ τὸν θάνατον δηλοῖ τὸν σωματικὸν, ἐκεῖ δὲ τὴν περὶ τὸν βίον ἀμέλειαν. Ὃ οὖν δηλοῖ, τοῦτό ἐστι· Τοὺς κινδύνους  μὴ δεδοίκατε  κἂν ἀποθάνωμεν,  ζησόμεθα. Μὴ ἀπελπίσῃς, ὅτι κινδυνεύεις· ἔχεις  ἐνέχυρον  ἀσφαλές·  οὐκ  ἂν,  εἰ  μὴ σφόδρα ἡμῶν  περιεκαίετο,  τὸν  Υἱὸν αὐτοῦ ἔδωκεν.   Ὥστε  κἂν   ἀποθάνῃς,   ζήσῃ·  καὶ  γὰρ  καὶ  αὐτὸς   ἀπέθανεν.   Ἄν   τε  οὖν ἀποθάνωμεν,  ἄν  τε  ζῶμεν,  μετ' αὐτοῦ  ζησόμεθα. Ἀδιάφορον  τοῦτο  ἔχω·  οὐδέν  μοι μέλει, ἄν τε ζῶ, ἄν τε ἀποθάνω· μετ' ἐκείνου γὰρ ζησόμεθα. Πάντα οὖν ὑπὲρ ἐκείνης πράττωμεν  τῆς ζωῆς, πάντα πρὸς ἐκείνην  ὁρῶντες ἐργασώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός  ἐστι, νύξ ἐστιν, οὐδὲν ὁρῶμεν τῶν  δεόντων,  οὐδὲν πράττομεν  τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ   πολλῆς   εἰσιν   ἀκαθαρσίας   μεσταί·  μέμυκεν   αὐτῶν   τὰ   ὄμματα,   τὸ   στόμα συνείληπται,   ἀκίνητοι   μένουσιν  ἐν  τῇ  κλίνῃ   τῆς  κακίας·  μᾶλλον   δὲ  τῶν   ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς ἑκάτερα νεκροὶ, ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲ 62.452 πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται. οὐδὲ ἀμύνεται· ἀλλ' ὥσπερ ξύλον αὖον οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν, ἀποβαλοῦσα τὴν ζωήν· μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνει  τραύματα, καὶ οὐδενὸς  αἰσθάνεται,  ἀλλ' ἀναλγήτως   πρὸς  πάντα   διάκειται.   Οὐκ  ἄν   τις   ἁμάρτοι   τοῖς   μεμηνόσιν   αὐτοὺς παραβάλλων,   τοῖς  μεθύουσι,  τοῖς  παραπαίουσι.  Πάντα  δὲ  ταῦτα  ἔχει  ἡ  κακία,  καὶ πάντων  ἐστὶ χαλεπωτέρα.  Ὁ μαινόμενος  ἔχει πολλὴν  συγγνώμην  παρὰ τῶν ὁρώντων·

οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν, οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Πόθεν, ἐρωτᾷς; εἰπέ μοι σὺ, πόθεν  ἡ  κακία  τῶν  νοσημάτων;  πόθεν  φρενῖτις;  πόθεν  ὕπνος  βαρύς;  οὐχὶ  ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, πολλῷ μᾶλλον τὰ προαιρετικά. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις  οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ πλεοναζόντων ἐν ἡμῖν στοιχείων; ἡ πλεονεξία  δὲ τῶν ἐν ἡμῖν στοιχείων  οὐχὶ ἐξ ἀπροσεξίας; Ὅταν γὰρ ἢ ἐνδείᾳ, ἢ πλεονεξίᾳ εἰς ἀμετρίαν τι τῶν  ἐν ἡμῖν ἐξαγάγωμεν,  ἀνάπτομεν  ἐκεῖνο τὸ πῦρ. Πάλιν, ἂν τῆς φλογὸς  ἁφθείσης, ἐπιμένωμεν    καταφρονοῦντες,    καθ'   ἑαυτῶν   ἐργαζόμεθα   πυρὰν,   ἣν   οὐδὲ   σβέσαι δυνάμεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γίνεται· ὅταν ἀρξαμένην αὐτὴν μὴ κωλύωμεν, μηδὲ ἐκκόπτωμεν,  οὐδὲ ἐφικέσθαι  δυνάμεθα  τοῦ τέλους  λοιπὸν,  ἀλλὰ  μείζων  γίνεται  τῆς ἡμετέρας ἰσχύος. ∆ιὸ, παρακαλῶ, πάντα πράττωμεν,  ὥστε μηδέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας,  ὅτι πολλάκις  μικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπώναντο τῆς πολλῆς  φυλακῆς;  δι' ἐκείνου  γὰρ τοῦ μικροῦ τὸ πᾶν διέφθειραν,  τῷ βουλομένῳ κλέψαι πολλὴν δόντες τὴν ἄδειαν. Καθάπερ γὰρ οὐχ οὕτως ἡμεῖς τοὺς κλέπτας ὁρῶμεν, ὡς ἐκεῖνοι ἡμᾶς ὁρῶσιν· οὕτω καὶ ὁ διάβολος μάλιστα πάντων  ἐφέστηκε καὶ ἐνεδρεύει, καὶ τρίζει τοὺς ὀδόντας. Μὴ νυστάξωμεν  τοίνυν· μὴ εἴπωμεν, παρὰ τοῦτο οὐδὲν, παρ' ἐκεῖνο οὐδέν. Ὅθεν οὐ προσεδοκήσαμεν, πολλάκις  ἐσυλήθημεν. Οὕτω καὶ ἐπὶ κακίας· ὅθεν οὐ προσεδοκήσαμεν, ἀπωλόμεθα. Πάντα περισκοπῶμεν ἀκριβῶς, μὴ μεθυσκώμεθα, καὶ οὐχ ὑπνώσομεν· μὴ τρυφῶμεν,  καὶ οὐ καθευδήσομεν· μὴ μαινώμεθα  πρὸς τὰ ἔξω, καὶ ἐν νήψει  διατελέσομεν.  Ῥυθμίζωμεν  ἑαυτοὺς πάντοθεν.  Καὶ καθάπερ ἐπὶ σχοίνου τεταμένης  βαδίζοντας  οὐκ ἔνι ῥᾳθυμῆσαι οὐδὲ μικρόν· τὸ γὰρ μικρὸν μέγα ἐργάζεται κακόν· περιτραπεὶς  γὰρ εὐθέως  κατηνέχθη  καὶ ἀπώλετο·  οὕτως  οὐδὲ ἡμᾶς  δυνατὸν ῥᾳθυμεῖν. Στενὴν βαδίζομεν ὁδὸν ὑπὸ κρημνῶν  ἑκατέρωθεν  ἀπειλημμένην,  ὁμοῦ δύο πόδας οὐ δεχομένην. Ὁρᾷς πόσης ἡμῖν ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς ἀμφικρήμνους ὁδοιποροῦντας   ὁδοὺς,  πῶς   οὐ  τοὺς  πόδας  ἀσφαλίζονται   μόνον,   ἀλλὰ   καὶ  τοὺς ὀφθαλμούς;  Ἂν  γὰρ  δόξῃ  ἑτέρωθι  προσέχειν  αὐτὸν,  κἂν  ὁ  ποῦς  βεβαίως  ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλμὸς τὸ πᾶν κατήνεγκεν.  Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν, καὶ τῇ βαδίσει· διὰ τοῦτό φησι. Μήτε δεξιὰ, μήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ, μεγάλοι  οἱ κρημνοὶ, πολὺ κάτω σκότος, στενὴ ἡ ὁδός· προσέχωμεν  μετὰ φόβου, μετὰ  τρόμου  περιπατῶμεν.  Οὐδεὶς τοιαύτην  ὁδεύων  ὁδὸν,  ἐκκέχυται  γέλωτι,  οὐδὲ
62.453 βαρεῖται  μέθῃ, ἀλλ' ἐν νήψει  καὶ προσοχῇ τὴν  τοιαύτην  ὁδεύει  ὁδόν· οὐδεὶς τοιαύτην  ὁδεύων  ὁδὸν,  ἐπιφέρεταί  τι  τῶν  περιττῶν·  ἀγαπητὸν  γὰρ  εὔζωνον  ὄντα δυνηθῆναι   διαδραμεῖν·  οὐδεὶς  συμποδίζει  τοὺς  πόδας  τοὺς  ἑαυτοῦ,  ἀλλ'  εὐλύτους ἀφίησιν.

εʹ. Ἡμεῖς  δὲ  μυρίαις  φροντίσιν  ἑαυτοὺς  καταδεσμοῦντες,  καὶ  μυρία  φορτία βιωτικὰ   ἐπιφερόμενοι,   κεχηνότες   καὶ  ἐκκεχυμένοι   πῶς  τὴν  στενὴν  προσδοκῶμεν βαδίζειν ὁδόν; Οὐχ ἁπλῶς εἶπεν, ὅτι στενή ἐστιν ἀλλὰ μετὰ θαυμασμοῦ· Τί στενὴ ἡ ὁδός· τουτέστι, σφόδρα στενή. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν  ἐπὶ τῶν  πάνυ θαυμαζομένων.  Καὶ πάλιν,  Τεθλιμμένη,  φησὶν,  ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν  ζωήν.  Καὶ καλῶς  εἶπε στενή. Ὅταν  γὰρ  καὶ  ῥημάτων  καὶ  ἐννοιῶν  καὶ  πράξεων  καὶ  πάντων  ὀφείλομεν  εὐθύνας ὑπέχειν, στενὴ ὄντως ἐστί. Στενοτέραν δὲ αὐτὴν ποιοῦμεν ἡμεῖς, πλατύνοντες ἑαυτοὺς καὶ εὐρύνοντες καὶ τοὺς πόδας ἐκχέοντες. Ἡ γὰρ στενὴ παντὶ μὲν δυσχερὴς, μάλιστα δὲ τῷ λιπαινομένῳ, ὡς ὅ γε κατατήκων  ἑαυτὸν, οὐδὲ αἰσθήσεται τῆς στενοχωρίας· ὥστε ὁ μεμελετηκὼς   θλίβεσθαι,  οὐδὲ  ἀποδυσπετήσει  πρὸς  τὸ  πιέζεσθαι.  Μὴ  τοίνυν   μετὰ ἀνέσεως  προσδοκάτω  τις  τὸν  οὐρανὸν  ὄψεσθαι·  οὐ  γὰρ  ἔνι.  Μηδεὶς  μετὰ  τρυφῆς ἐλπιζέτω  τὴν στενὴν ὁδεύειν  ὁδόν· οὐ γὰρ δυνατόν.  Μηδεὶς τὴν εὐρύχωρον  βαδίζων, τὴν ζωὴν ἐλπιζέτω. Ὅταν οὖν ἴδῃς λουτροῖς, τραπέζῃ πολυτελεῖ, ἢ δορυφορίαις ἐντρυφῶντα τὸν δεῖνα, μὴ ταλανίσῃς σαυτὸν, ὡς οὐ μετέχοντα τούτων, ἀλλὰ στέναξον ἐκεῖνον,  ὅτι τὴν ἀπολλυμένην  ὁδεύει ὁδόν. Τί γὰρ ὄφελος  ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖψιν τελευτᾷ; ποῖον δὲ βλάβος ἀπ' ἐκείνης τῆς στενοχωρίας, ὅταν εἰς ἄνεσιν ἔρχηται; Εἰπέ μοι, εἴ τις εἰς τὰ βασίλεια καλούμενος, διὰ στενωπῶν  θλιβερῶν  καὶ ἀποκρήμνων βαδίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον  ἀγόμενος  διὰ μέσης ἕλκοιτο  τῆς ἀγορᾶς, τίνα μακαριοῦμεν, τίνα στενάξομεν; οὐ τὸν διὰ τῆς εὐρυχώρου βαδίζοντα; Οὕτω καὶ νῦν, μὴ τοὺς τρυφῶντας  μακαρίζωμεν, ἀλλὰ τοὺς μὴ τρυφῶντας· οὗτοι πρὸς τὸν οὐρανὸν σπεύδουσιν, ἐκεῖνοι πρὸς τὴν γέενναν.  Καὶ ἴσως μὲν αὐτῶν πολλοὶ  καὶ γελάσονται  τὰ παρ' ἡμῶν λεγόμενα· ἐγὼ δὲ μάλιστα διὰ τοῦτο ὀδύρομαι καὶ θρηνῶ, ὅτι οὐδὲ ἴσασιν ἐφ' οἷς χρὴ γελᾷν, ὑπὲρ ὧν ἐχρῆν μάλιστα πενθεῖν· ἀλλὰ πάντα συγχέουσι καὶ ταράττουσι καὶ   θορυβοῦσι.   ∆ιὰ   ταῦτα   αὐτοὺς   ἐγὼ   θρηνῶ.   Τί   λέγεις,   ἄνθρωπε;   μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων  μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις  γελᾷς;  Ἀλλ' ἐγώ  σε θρηνῶ,  τὰ  μένοντά  σε ἐπιστά  62.454 μενος  κακὰ, τὴν διαδεξομένην σε τιμωρίαν· καὶ διὰ τοῦτο θρηνῶ μάλιστα, ὅτι γελᾷς. Πένθησον σὺν ἐμοὶ, θρήνησον μετ' ἐμοῦ τὰ σὰ κακά. Εἰπέ μοι, ἐάν τίς σοι τῶν οἰκείων ἀπόληται, οὐχὶ τοὺς μὲν γελῶντας  ἐπὶ τῇ τελευτῇ καὶ ἀποστρέφῃ, καὶ ἐχθροὺς ἡγῇ, τοὺς δὲ δακρύοντας καὶ συμπενθοῦντας  φιλεῖς; Εἶτα τῆς μὲν γυναικὸς προκειμένης νεκρᾶς, τὸν γελῶντα ἀποστρέφῃ,  τῆς  δὲ ψυχῆς  σοι τεθανατωμένης,  τὸν  δακρύοντα  ἀποστρέφῃ,  γελᾷς  δὲ αὐτός;  Ὁρᾷς πῶς  ἡμᾶς  διέθηκεν  ὁ διάβολος,  ἐχθροὺς  ἑαυτοῖς  εἶναι  καὶ  πολεμίους; Ἀνανήψωμέν  ποτε, διαβλέψωμεν,  γρηγορήσωμεν, ἐπιλαβώμεθα  τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα.  Κρίσις ἐστὶ, κόλασίς ἐστιν, ἀνάστασίς ἐστιν, ἐξέτασις τῶν πεπραγμένων·   ὁ  Κύριος ἔρχεται  ἐν  νεφέλαις,  Πῦρ ἐνώπιον   αὐτοῦ  καυθήσεται,  καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρὰ, φησί· ποταμὸς πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτητος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν ὀδόντων. Κἂν μυριάκις ἐπὶ τούτοις  δυσχεραίνητε,  ἐγὼ λέγων  οὐ παύσομαι. 

Εἰ γὰρ λιθαζόμενοι  οἱ προφῆται  οὐκ ἐσίγων, πολλῷ μᾶλλον ἡμᾶς ἀπεχθείας δεῖ φέρειν, καὶ μὴ πρὸς χάριν ὑμῖν ὁμιλεῖν, ἵνα μὴ ἀπατήσαντες  ὑμᾶς, αὐτοὶ διχοτομηθῶμεν.  Ἐκεῖ κόλασίς ἐστιν ἀθάνατος, ἀπαραμύθητος·  ὁ  προστησόμενος  οὐδείς.  Τίς  ἐλεήσει,  φησὶν,  ἐπαοιδὸν  ὀφιόδηκτον; Ὅταν  ἡμεῖς  ἑαυτοὺς  μὴ  ἐλεήσωμεν,  τίς  ἐλεήσει,  εἰπέ  μοι;  Ἐὰν  ἴδῃς  τινὰ  ξίφος ἐλαύνοντα  δι' ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε; Οὐδαμῶς· πολλῷ  μᾶλλον, ὅταν παρὸν ᾖ κατορθῶσαι, καὶ μὴ κατορθώσωμεν,  τίς ἡμῶν  φείσεται; Οὐδείς. 

Ἐλεήσωμεν ἑαυτούς· ὅταν εὐχώμεθα τῷ Θεῷ λέγοντες, Ἐλέησόν με, Κύριε, λέγωμεν  πρὸς ἑαυτοὺς, καὶ ἑαυτοὺς ἐλεήσωμεν. Ἡμεῖς ἐσμεν κύριοι τοῦ τὸν Θεὸν ἡμᾶς ἐλεῆσαι· αὐτὸς ἡμῖν τοῦτο ἐχαρίσατο. Ἐὰν ἄξια ἐλέους πράττωμεν, ἐὰν ἄξια φιλανθρωπίας τῆς παρ' αὐτοῦ, ἐλεήσει ἡμᾶς ὁ Θεός· ἐὰν  δὲ ἑαυτοὺς  μὴ ἐλεῶμεν,  τίς  ἡμῶν  φείσεται; Ἐλέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρ' αὐτοῦ τοῦ Θεοῦ. Πόσοι καθ' ἑκάστην ἡμέραν προσέρχονται λέγοντες,  Ἐλέησόν με, καὶ  οὐδὲ ἐπιστρέφῃ;  πόσοι γυμνοὶ,  πόσοι ἀνάπηροι,  καὶ  οὐκ ἐπικαμπτόμεθα, ἀλλὰ παραπεμπόμεθα αὐτῶν τὰς ἱκετηρίας; Πῶς οὖν ἀξιοῖς ἐλεηθῆναι, αὐτὸς οὐδὲν ἄξιον ἐλέου ποιῶν; Γενώμεθα οἰκτίρμονες, γενώμεθα ἐλεήμονες· ἵν' οὕτως εὐαρεστήσωμεν τῷ  Θεῷ, καὶ ἐπιτύχωμεν  τῶν  ἐπηγγελμένων ἀγαθῶν  τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.
Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.