Παρασκευή, 7 Ιουνίου 2013

ΟΜΙΛΙΑ Ηʹ.


In epistulam i ad Thessalonicenses (homiliae 111)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ

ΟΜΙΛΙΑ Ηʹ.

Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.


αʹ. Οἱ προφῆται μὲν τὸ ἀξιόπιστον τῶν λεγομένων  δεῖξαι βουλόμενοι, πρὸ τῶν ἄλλων  ἁπάντων  τοῦτο λέγουσιν· Ὅρασις, ἣν εἶδεν Ἡσαΐας· καὶ πάλιν, Ῥῆμα Κυρίου, ὃ ἐγενήθη πρὸς Ἱερεμίαν· καὶ πάλιν, Τάδε λέγει Κύριος, καὶ ὅσα τοσαῦτα. Πολλοὶ δὲ καὶ αὐτὸν καθήμενον ὁρῶσι τὸν Θεὸν, ὡς αὐτοῖς ἰδεῖν δυνατόν. Ὁ δὲ Παῦλος οὐ καθήμενον ἰδὼν, ἀλλ' ἔχων ἐν ἑαυτῷ λαλοῦντα  τὸν Χριστὸν, ἀντὶ τοῦ, Τάδε λέγει Κύριος, ἔλεγεν,

Ἢ δοκιμὴν  ζητεῖτε  τοῦ  ἐν  ἡμῖν  λαλοῦντος  Χριστοῦ;  καὶ  πάλιν,  Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, δεικνὺς ὅτι οὐδὲν αὐτοῦ ἐστιν· ὁ γὰρ Ἀπόστολος τὰ τοῦ ἀποστείλαντος φθέγγεται.  Καὶ πάλιν,  ∆οκῶ δὲ κἀγὼ  Πνεῦμα Θεοῦ ἔχειν.  Ἐκεῖνα μὲν οὖν  πνεύματι πάντα ἐφθέγγετο,  τοῦτο δὲ, ὃ λέγει νῦν, καὶ ῥητῶς ἤκουσε παρὰ τοῦ Θεοῦ· ὥσπερ καὶ ἐκεῖνο, ὅπερ τοῖς Ἐφεσίων πρεσβυτέροις διαλεγόμενος  ἔλεγε, Μακάριόν ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν,  κατὰ τὸ σιωπώμενον  ἤκουσεν. Ἴδωμεν τοίνυν  τί καὶ νῦν φησι. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι  εἰς τὴν παρουσίαν  τοῦ  Κυρίου, οὐ  μὴ  φθάσωμεν  τοὺς  κοιμηθέντας· ὅτι  αὐτὸς  ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι τῇ ἐσχάτῃ καταβήσεται ἀπ' οὐρανοῦ.
Ὅπερ καὶ ὁ Χριστὸς τότε φησὶν, Αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τί δήποτε ἐν σάλπιγγι; Καὶ γὰρ ἐν τῷ Σιναίῳ ὄρει τοῦτο ὁρῶμεν, καὶ ἀγγέλους κἀκεῖ. Τί δὲ βούλεται ἡ φωνὴ τοῦ ἀρχαγγέλου; Καθάπερ ἐπὶ τῶν παρθένων ἔλεγεν· ἐγείρεσθε, ἦλθεν ὁ νυμφίος. Ἤτοι τοῦτό φησιν, ἢ ὅτι καθάπερ ἐπὶ βασιλέως, οὕτω καὶ τότε ἔσται, ἀγγέλων πρὸς τὴν ἀνάστασιν ὑπηρετουμένων.  Λέγει γὰρ, ἀναστῶσιν  οἱ νεκροί· καὶ γίνεται  τὸ ἔργον, οὐ τῶν ἀγγέλων πρὸς τοῦτο ἰσχυόντων, ἀλλὰ τοῦ ῥήματος αὐτοῦ· ὡσανεὶ βασιλέως κελεύσαντος  καὶ εἰπόντος· Ἐξέλθοιεν  οἱ συγκεκλεισμένοι,  καὶ οἱ ὑπηρέται  ἐξάγοιεν, οὐκέτι λοιπὸν ἀπὸ τῆς οἰκείας ἰσχύος, ἀλλ' ἀπὸ τῆς φωνῆς ἐκείνης τοῦτο ποιοῦσι. Τοῦτο καὶ ἀλλαχοῦ ὁ Χριστὸς λέγει· Ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς  αὐτοῦ ἐκ τῶν  τεσσάρων ἀνέμων,  62.440 ἀπ' ἄκρων αὐτῶν. Καὶ πανταχοῦ τοὺς ἀγγέλους ὁρᾷς διατρέχοντας. Τὸν οὖν ἀρχάγγελον  οἶμαι τὸν ἐφεστῶτα εἶναι τοῖς ἀπεσταλμένοις βοῶντα τοῦτο, ὅτι ἑτοίμους ποιεῖτε πάντας· πάρεστι γὰρ ὁ κριτής. Τί ἐστιν, Ἐν τῇ ἐσχάτῃ σάλπιγγι; 


∆είκνυσιν ἐνταῦθα πολλὰς τὰς σάλπιγγας γινομένας,  καὶ  πρὸς  τῇ  ἐσχάτῃ  καταβαίνοντα   τὸν  κριτήν.  Καὶ οἱ  νεκροὶ,  φησὶν,  ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι  ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις  εἰς ἀπάντησιν  τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε  σὺν Κυρίῳ ἐσόμεθα. Ὥστε παρακαλεῖτε ἀλλήλους  ἐν τοῖς λόγοις τούτοις Εἰ μέλλει καταβαίνειν,  τίνος  ἕνεκεν  ἁρπαγησόμεθα; Τιμῆς ἕνεκεν.  Καὶ γὰρ βασιλέως  εἰς πόλιν εἰσελαύνοντος,  οἱ μὲν ἔντιμοι πρὸς ἀπάντησιν ἐξίασιν, οἱ δὲ κατάδικοι ἔνδον μένουσι τὸν κριτήν·  καὶ πατρὸς φιλοστόργου  παραγενομένου,  οἱ μὲν παῖδες, καὶ ἄξιοι παῖδες εἶναι, ἐπ' ὀχήματος ἐξάγονται ὥστε ἰδεῖν καὶ καταφιλῆσαι· οἱ δὲ προσκεκρουκότες τῶν οἰκετῶν  ἔνδον  μένουσιν. Ἐπὶ τοῦ ὀχήματος  φερόμεθα  τοῦ Πατρός· καὶ γὰρ αὐτὸς ἐν νεφέλαις  ὑπέλαβεν αὐτὸν, καὶ ἡμεῖς ἐν νεφέλαις  ἁρπαγησόμεθα. Ὁρᾷς τὴν τιμὴν ὅση; καὶ τὴν ἀπάντησιν  καταβαίνοντι  ποιούμεθα, καὶ τὸ πάντων  μακαριώτερον,  οὕτω σὺν αὐτῷ  ἐσόμεθα. Τίς λαλήσει  τὰς δυναστείας  τοῦ  Κυρίου, ἀκουστὰς ποιήσει  πάσας τὰ αἰνέσεις   αὐτοῦ;   Ὅσων   ἀγαθῶν    ἠξίωσε   τὸ   γένος   τὸ   ἀνθρώπινον!   πρῶτοι   οἱ τελευτήσαντες  ἐγείρονται,  καὶ οὕτως ὁμοῦ ἡ ἀπάντησις γίνεται.  Ἄβελ ὁ πρὸ πάντων τετελευτηκὼς  ὁμοῦ μετὰ τῶν ζώντων τότε ἀπαντήσει. Ὥστε οὐδὲν ἔσται πλέον ἐκείνοις κατὰ τοῦτο, ἀλλ' ὁ διαφθαρεὶς, ὁ τοσαῦτα ἔχων ἐν τῇ γῇ ἔτη, μετ' ἐκείνων ἀπαντήσεται, καὶ  ἅπαντες  οἱ  ἄλλοι.  Εἰ γὰρ  ἡμᾶς  ἐκεῖνοι  ἀνέμειναν   ἵνα  στεφανωθῶμεν,   καθὼς ἑτέρωθί φησι γράφων, Τοῦ Κυρίου περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι· πολλῷ μᾶλλον καὶ ἡμεῖς ἐκείνους· μᾶλλον δὲ ἐκεῖνοι μὲν ἀνέμειναν, ἡμεῖς δὲ οὐκέτι· ἐν γὰρ ἀτόμῳ ἡ ἀνάστασις γίνεται, ἐν ῥιπῇ ὀφθαλμοῦ. Τὸ δὲ λέγειν, ὅτι συνάγονται,  τοῦτο  δηλοῖ,  ὅτι  ἀνίστανται   μὲν  πανταχοῦ,   συνάγονται   δὲ  ὑπὸ  τῶν ἀγγέλων.  Τὸ μὲν οὖν ἀναστῆναι, τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, τῇ γῇ κελεύοντος ἀφεῖναι  τὴν  παρακαταθήκην,  καὶ οὐδεὶς  ὁ ὑπηρετούμενος,  ὥσπερ τότε  ἐκάλεσε τὸν Λάζαρον, Λάζαρε, δεῦρο ἔξω· τὸ δὲ ἀγαγεῖν, τῶν ὑπηρετῶν γίνεται. Ἀλλ' εἰ συνάγουσι, καὶ περιτρέχουσιν ἄγγελοι, πῶς αὐτοὶ ἐνταῦθα ἁρπάζονται; Μετὰ τὸ καταβῆναι ἁρπάζονται,  μετὰ τὸ συναχθῆναι· ἅμα γὰρ οὐδενὸς  εἰδότος  τοῦτο γίνεται.  Ὅταν γὰρ ἴδωσι τὴν γῆν κλονουμένην,  κόνιν ἀναμι 62.441 γνυμένην, ἴσως πάντοτε ἐγειρόμενα τὰ σώματα, οὐδενὸς πρὸς τοῦτο ὑπηρετοῦντος, ἀλλὰ τοῦ κελεύσματος ἀρκοῦντος τὴν γῆν πεπληρωμένην πᾶσαν κενῶσαι· ἐννόησον γὰρ ὅσον ἐστὶ τοὺς ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας πάντας ἐκείνους ἑστάναι τότε μετὰ γυναικῶν  καὶ παίδων· ὅταν ἴδωσι τοσοῦτον ἐπὶ τῆς γῆς θόρυβον, τότε εἴσονται. Ὥσπερ οὖν ἐπὶ τῆς κατὰ σάρκα οἰκονομίας οὐδὲν προεωράκεισαν, οὕτω καὶ τότε.

βʹ. Ὅταν  οὖν  ταῦτα  γένηται,  τότε  καὶ  ἡ  φωνὴ  τοῦ  ἀρχαγγέλου  ἔσται  τοῖς ἀγγέλοις  ἐπιτάττοντος  καὶ βοῶντος,  καὶ αἱ σάλπιγγες,  μᾶλλον  δὲ ὁ τῶν  σαλπίγγων ἦχος.  Ποῖος ἄρα τρόμος  ἕξει, ποῖος  φόβος  τοὺς  ἐπὶ  τῆς  γῆς  ἀπομένοντας;  Μία γὰρ ἁρπάζεται, καὶ μία καταλιμπάνεται· καὶ εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. Τίς ἔσται ἡ ψυχὴ ἐκείνων, ὅταν τοὺς μὲν αἰρομένους ὁρῶσιν, ἑαυτοὺς δὲ ἀφιεμένους; ἆρα οὐ πάσης γεέννης  φοβερώτερον  αὐτοὺς ταῦτα διασαλεῦσαι δυνήσεται; Ὑποθώμεθα  τοίνυν  ἤδη τοῦτο παρεῖναι τῷ λόγῳ. Εἰ γὰρ θάνατος αἰφνίδιος, ἢ πόλεων σεισμοὶ, καὶ ἀπειλαὶ οὕτω ποιοῦσι τὰς ἡμετέρας ψυχάς· ὅταν τὴν γῆν ἀναῤῥηγνυμένην ἴδωμεν καὶ πεπληρωμένην πάντων  ἐκείνων,  ὅταν τῶν  σαλπίγγων  ἀκούσωμεν, ὅταν τῆς φωνῆς  τοῦ ἀρχαγγέλου πάσης σάλπιγγος λαμπροτέρας οὔσης, ὅταν τὸν οὐρανὸν συνανελκόμενον,  ὅταν αὐτὸν παραγινόμενον  τὸν ἁπάντων  βασιλέα τὸν Θεὸν, τίς ἄρα ἡμῖν ἔσται ἡ ψυχή; Φρίξωμεν, παρακαλῶ, καὶ φοβηθῶμεν, ὡς ἤδη τούτων γινομένων·  μὴ τῇ μελλήσει παραμυθώμεθα ἑαυτούς· ὅταν  γὰρ πάντως  δέῃ γενέσθαι, οὐδὲν ἡ μέλλησις  ὠφελεῖ.  Πόσος ὁ τρόμος; πόσος ὁ φόβος τότε; Εἴδετέ ποτε τοὺς ἀπαγομένους  τὴν  ἐπὶ θάνατον;  ποίαν  νομίζετε αὐτοῖς  εἶναι  τὴν  ψυχὴν,  τὴν  μέχρι  τῆς  πύλης  ὁδὸν  βαδίζουσι;  πόσων  θανάτων  οὐ χείρονα;  τί  οὐκ  ἂν  ἕλοιντο  καὶ  πρᾶξαι  καὶ  παθεῖν,  ὥστε  ἀπαλλαγῆναι   τῆς  ἀχλύος ἐκείνης τοῦ νέφους; Ἐγὼ πολλῶν  ἤκουσα λεγόντων τῶν φιλανθρωπίᾳ βασιλικῇ μετὰ τὴν ἀπαγωγὴν  εἰς τοὐπίσω κληθέντων,  ὅτι οὐδὲ ἀνθρώπους  ἑώρων τοὺς ἀνθρώπους, τεθορυβημένης  τῆς ψυχῆς  καὶ ἐκπεπληγμένης  καὶ ἐξεστηκυίας. Εἰ τοίνυν  σωματικὸς θάνατος οὕτως ἡμᾶς φοβεῖ, ὅταν αἰώνιος  παραγένηται,  τί πεισόμεθα; Καὶ τί λέγω περὶ τῶν ἀπαγομένων; ὄχλος περιέστηκε τότε, οἱ πλείους οὐδὲ εἰδότες αὐτούς. Εἴ τις ἐκείνων τὰς  ψυχὰς  περιεσκόπησεν,  οὐδεὶς  οὕτως  ὠμὸς,  οὐδεὶς  οὕτω  θρασὺς,  οὐδεὶς  οὕτω γενναῖος,  ὃς  οὐ  καταπεπτωκυῖαν  αὐτὴν  ἔχει,  παρειμένην  ὑπὸ  τοῦ  φόβου  καὶ  τῆς ἀθυμίας.  


 Εἰ  δὲ   ἑτέρων   ἀναιρουμένων  τὸν   θάνατον   τοῦτον,   τὸν   ὕπνου   οὐδὲν διαφέροντα,  οἱ μηδὲν κοινωνοῦντες οὕτω διατίθενται·  ὅταν ἡμεῖς αὐτοὶ τοῖς μείζοσι περιπίπτωμεν,  τίς ἄρα ἔσται κατάστασις; Οὐκ ἔστιν, οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ τὸ πάθος. Ναὶ, φησίν· ἀλλὰ φιλάνθρωπος ὁ Θεὸς, καὶ οὐδὲν τούτων ἔσται. Οὐκοῦν εἰκῆ γέγραπται.  Οὒ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν  μόνον, ἵνα σωφρονῶμεν.  Ἐὰν οὖν μὴ σωφρονῶμεν, ἀλλὰ μένωμεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν, εἰπέ μοι; οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀμοιβάς; Ναὶ, φησίν· ἐκεῖνο γὰρ αὐτῷ πρέπον ἐστὶ καὶ ὑπὲρ τὴν ἀξίαν εὐεργετεῖν.  Ὥστε ἐκεῖνα μὲν ἀληθῆ καὶ πάντως  ἔσται· τὰ δὲ τῶν κολάσεων  οὐ πάντως,  ἀλλ' ἀπειλῆς  ἕνεκεν  καὶ φόβου; Πόθεν ὑμᾶς πείσω, οὐκ οἶδα. Ἂν εἴπω ὅτι ὁ σκώληξ  αὐτῶν   οὐ  τελευτήσει,  62.442 καὶ  τὸ  πῦρ  οὐ  σβεσθήσεται,  ἐὰν  εἴπω  ὅτι ἀπελεύσονται  εἰς πῦρ αἰώνιον,  ἂν τὸν πλούσιον  παραγάγω  ἤδη κολαζόμενον,  πάντα ἀπειλῆς  εἶναι  ἐρεῖτε. Πόθεν οὖν ὑμᾶς πείσω; Σατανικὸς γὰρ οὗτος ὁ λογισμὸς, χάριν ἀνόνητον χαριζόμενος, καὶ ῥᾳθύμους ποιῶν. Πῶς οὖν αὐτὸν ἐξέλωμεν; Ὅσα ἂν εἴπωμεν ἀπὸ τῶν Γραφῶν, ἐρεῖτε ὅτι ἀπειλῆς ἕνεκεν. Ἀλλὰ τοῦτο μὲν περὶ τῶν μελλόντων ἔχοι τις ἂν εἰπεῖν· περὶ δὲ τῶν ἐκβεβηκότων καὶ τέλος ἐσχηκότων, οὐκέτι. Ἠκούσατε πάντες περὶ τοῦ κατακλυσμοῦ· μὴ καὶ ἐκεῖνα ἀπειλῆς ἕνεκεν εἴρηται; οὐχὶ καὶ ἐξέβη καὶ γέγονε; Τοιαῦτα καὶ ἐκεῖνοι πολλὰ ἔλεγον· καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ τεκταινομένης,  καὶ τῶν ξύλων ὑφαινομένων, καὶ τοῦ δικαίου βοῶντος, οὐδεὶς ὁ πιστεύων ἦν. Ἀλλ' ἐπειδὴ οὐκ  ἐπίστευσαν  τῇ  διὰ  τῶν  ῥημάτων  ἀπειλῇ,  ὑπέστησαν  τὴν  διὰ  τῶν  πραγμάτων τιμωρίαν. Τοῦτο καὶ ἡμεῖς πεισόμεθα, ἂν μὴ πιστεύσωμεν. ∆ιά τοι τοῦτο καὶ τὴν παρουσίαν αὐτοῦ ταῖς ἡμέραις παραβάλλει τοῦ Νῶε· ἐπειδὴ καθάπερ ἐκείνῳ τῷ κατακλυσμῷ ἠπίστησάν τινες, οὕτω καὶ τῷ κατακλυσμῷ τῆς γεέννης. Μὴ ἀπειλὴ ἐκεῖνά ἐστιν; οὐχὶ  ἔργον γέγονεν; Εἶτα ὁ κόλασιν  οὕτως  ἀθρόον  τότε ἐπαγαγὼν,  οὐ πολλῷ μᾶλλον καὶ νῦν ἐπάξει; οὐ γὰρ δὴ ἐλάττονα τῶν τότε τὰ νῦν γινόμενα. Πῶς; Ὅτι, τότε εἰσῆλθον, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων,  καὶ αἱ ἐπιμιξίαι ἦσαν τὸ δεινόν· νῦν δὲ οὐδέν ἐστιν εἶδος κακίας ὅπερ ἀτόλμητον. Ἆρα οὖν πιστεύετε ὅτι γέγονεν  ὁ κατακλυσμὸς,  ἢ λῆρος  ὑμῖν  δοκεῖ; Καίτοι γε καὶ τὰ ὄρη, ἔνθα  ἡ κιβωτὸς ἱδρύνθη, μαρτυρεῖ, τὰ Ἀρμενίας λέγω.

γʹ. Πλὴν  ἐκ περιουσίας  πολλῆς  καὶ  ἐφ' ἕτερον  ἐκείνου  σαφέστερον ἄξω  τὸν λόγον.  Ἐπεδήμησέ τις  ὑμῶν  τῇ  Παλαιστίνῃ  ποτέ;  λοιπὸν  γὰρ  οὐκέτι  λόγον,  ἀλλὰ πράγματα ἐρῶ· καίτοι καὶ τὰ πρότερα πραγμάτων  σαφέστερα ἦν· ἅπερ γὰρ ἂν εἴπῃ ἡ Γραφὴ, ταῦτα τῶν ὁρωμένων πιστότερα. Ἐπεδήμησεν οὖν ὑμῶν τις τῇ Παλαιστίνῃ ποτέ; ἔγωγε  οἶμαι. Τί οὖν; Μαρτυρήσατέ μοι ὑμεῖς οἱ τοὺς τόπους ἑωρακότες  πρὸς τοὺς οὐ γενομένους  ἐκεῖ. Ἀσκάλωνος γὰρ ἄνω  καὶ Γάζης εἰς αὐτὸ τοῦ Ἰορδάνου  ποταμοῦ  τὸ τέλος, ἔστι χώρα πολλή τις καὶ εὔφορος· μᾶλλον δὲ ἦν· νῦν γὰρ οὐκ ἔστιν· αὕτη δὴ οὖν ὡς παράδεισος ἦν. Εἶδε γὰρ, φησὶ, Λὼτ πᾶσαν τὴν  περίχωρον  τοῦ Ἰορδάνου, καὶ ἦν ποτιζομένη, ὡς παράδεισος τοῦ Θεοῦ. Αὕτη δὴ οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας  ἁμιλλωμένη,  ἡ φθάνουσα  τῇ εὐθηνίᾳ  τὸν  παράδεισον  τοῦ  Θεοῦ, πασῶν  τῶν ἐρήμων ἐρημοτέρα ἐστὶ νῦν· καὶ ἕστηκε μὲν δένδρα, καὶ καρπὸν ἔχει· ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν  ὑπόμνημα.  Ἑστήκασι μὲν  γὰρ ῥόαι, καὶ τὸ ξύλον  λέγω  καὶ ὁ καρπὸς,  λαμπρὰν  τὴν  ἐπιφάνειαν   ἔχουσαι,  καὶ  τῷ  ἀγνῶτι  παρέχουσαι  πολλὰς  τὰς ἐλπίδας·  εἰ δὲ ληφθεῖεν  εἰς χεῖρας, διακλασθεῖσαι  καρπὸν  μὲν  οὐδένα,  κόνιν  δὲ καὶ τέφραν πολλὴν  δεικνύουσιν  ἐναποκειμένην  ἔνδον. Τοιαύτη καὶ ἡ γῆ πᾶσα· κἂν λίθον εὕρῃς, τετεφρωμένον εὑρήσεις. Καὶ τί λέγω λίθον καὶ ξύλα καὶ γῆν, ὅπου γε καὶ ἀὴρ, καὶ τὰ ὕδατα μετέσχε τῆς συμφορᾶς; Καθάπερ γὰρ σώματος ἐμπρησθέντος  καὶ κατακαυθέντος,  τὸ μὲν σχῆμα μένει, καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει, καὶ ὄγκος καὶ ἡ ἀναλογία, ἡ δὲ δύναμις οὐκέτι· οὕτω δὴ ἐκεῖ γῆν ἔστιν ἰδεῖν, ἀλλ' οὐδὲν ἔχουσαν γῆς, ἀλλὰ  πάντα  τέφραν· δένδρα καὶ καρποὺς, ἀλλ' οὐδὲν ἔχοντα  δένδρων  οὐδὲ καρπῶν· ἀέρα καὶ ὕδωρ, ἀλλ' οὐδὲν ἀέρος οὐδὲ ὕδατος· καὶ γὰρ καὶ ταῦτα τετέφρωται.  Καίτοι πῶς ἂν ἀὴρ ἐμ 62.443 πρησθείη ποτέ; πῶς δ' ἂν ὕδωρ μένον  ὕδωρ; ξύλα μὲν γὰρ καὶ λίθους δυνατὸν  καίειν, ἀέρα δὲ καὶ ὕδωρ οὐδαμῶς δυνατόν.  Ἡμῖν οὐ δυνατὸν,  τῷ δὲ αὐτὰ ποιήσαντι  δυνατόν.  Τοιγαροῦν οὐδὲν ἕτερον ἢ κάμινός  ἐστιν ὁ ἀὴρ, κάμινος  τὸ ὕδωρ·  πάντα  ἄκαρπα,  πάντα  ἄγονα,  πάντα   τῆς  προλαβούσης  ὀργῆς  εἰκόνες,  τῆς μελλούσης  τεκμήρια. Μὴ καὶ ταῦτα ἀπειλαὶ  ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι  ῥημάτων; Ἐμοὶ μὲν γὰρ οὐδὲ τὰ πρότερα ἄπιστα, ἀλλ' ὁμοίως  τοῖς  ὁρωμένοις  τὰ μὴ ὁρώμενα πιστά· τῷ δὲ ἀπίστῳ καὶ ταῦτα ἱκανὰ  πίστιν  παρασχεῖν. Εἴ τις ἀπιστεῖ τῇ γεέννῃ,  τὰ Σόδομα λογιζέσθω,  τὰ  Γόμοῤῥα  ἐννοείτω,  τὴν  τιμωρίαν  τὴν  γεγενημένην,   καὶ  ἔτι μένουσαν. Τοῦτο τοῦ διαιωνίζειν  τὴν κόλασιν τεκμήριον. Φορτικὰ ταῦτα· ἐκεῖνα δὲ οὐ φορτικὰ, ὅταν λέγῃς, ὅτι οὐκ ἔστι γέεννα, ἀλλ' ἁπλῶς ἠπείλησεν ὁ Θεός; ὅταν ἐκλύσῃς τὰς  χεῖρας  τοῦ  λαοῦ; Σύ με ταῦτα  ἀναγκάζεις  λέγειν  ὁ διαπιστῶν.  Εἰ τοῖς  ῥήμασιν ἐπίστευσας τοῦ Χριστοῦ, οὐκ ἠναγκαζόμην  τὴν ἀπὸ τῶν πραγμάτων πίστιν παραγαγεῖν· ἐπειδὴ δὲ ἐκεῖνα πέφευγας, καὶ ἑκὼν καὶ ἄκων πεισθήσῃ λοιπόν. Τί γὰρ ἔχεις περὶ τῶν Σοδόμων  εἰπεῖν; Βούλει  καὶ  τὴν  αἰτίαν  μαθεῖν,  δι' ἣν  τότε  ταῦτα  ἐγένετο; Ἓν  ἦν ἁμάρτημα χαλεπὸν μὲν καὶ ἐπάρατον, πλὴν ἀλλ' ἕν· παισὶν ἐπεμαίνοντο  οἱ τότε, καὶ διὰ τοῦτο ταύτην ἔδοσαν τὴν δίκην. Νῦν δὲ μυρία καὶ ἴσα, καὶ χαλεπώτερα γίνεται τούτων ἁμαρτήματα.  Εἶτα ὁ ὑπὲρ ἑνὸς  ἁμαρτήματος  τοσαύτην  ἐκχέων  ὀργὴν,  καὶ μήτε  τοῦ Ἀβραὰμ τὴν  ἱκετηρίαν  δυσωπηθεὶς,  μήτε  τὸν  ἔνοικον  Λὼτ, τὸν  ὑπὲρ  τῆς  εἰς  τοὺς δούλους αὐτοῦ τιμῆς τὰς θυγατέρας εἰς ὕβριν προέμενον τὰς ἑαυτοῦ, τοσούτων ὄντων τῶν  ἁμαρτημάτων,  φείσεται; Γέλως ὄντως  ταῦτα καὶ λῆρος καὶ πλάνη  καὶ διαβολικὴ ἀπάτη. Βούλει καὶ ἕτερον ἐπαγάγω; 


Τὸν Φαραὼ πάντως ἀκούεις τὸν Αἰγυπτίων βασιλέα· οὐκοῦν  οἶδας  καὶ τὴν  δίκην  ἣν  ἔδωκε, καὶ πῶς  αὐτοῖς  ἅρμασι καὶ ἵπποις  μετὰ τοῦ στρατοπέδου παντὸς εἰς τὸ Ἐρυθραῖον κατεποντίσθη πέλαγος. Βούλει καὶ ἕτερα μαθεῖν; ἐκεῖνος μὲν γὰρ ἴσως ἀσεβὴς ἦν, μᾶλλον δὲ οὐκ ἴσως, ἀλλ' ὄντως ἀσεβὴς ἦν. Βούλει καὶ ἐκ   τῶν   πιστευόντων    καὶ   προσεχόντων   τῷ   Θεῷ,  βίου   δὲ   οὐκ   ὄντων   ὀρθοῦ, τιμωρουμένους  ἰδεῖν; ἄκουσον τοῦ Παύλου λέγοντος·  Μηδὲ πορνεύωμεν,  καθώς τινες αὐτῶν ἐξεπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες· μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· μηδὲ ἐκπειράζωμεν τὸν  Χριστὸν, καθώς  τινες  αὐτῶν  ἐπείρασαν,  καὶ  ὑπὸ  τῶν  ὄφεων  ἀπώλοντο.  Εἰ δὲ πορνεία  τοσοῦτον  ἴσχυσεν, εἰ δὲ γογγυσμὸς,  τί  οὐκ ἐργάσεται  τὰ ἡμέτερα; Εἰ δὲ μὴ ἀπαιτεῖ νῦν δίκην, μὴ θαυμάσῃς· ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεσαν τὴν γέενναν· διὸ ταῖς παρὰ πόδας ἐκολάζοντο τιμωρίαις· σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν δίκην δῷς, ἀποτίσεις ἐκεῖ. Εἶτα τοὺς μὲν νηπιωδεστέρους, καὶ οὐ τοσαῦτα πταίοντας τοσαῦτα ἐκόλαζεν, ἡμῶν δὲ φείσεται; Οὐκ ἂν ἔχοι λόγον. Κἂν γὰρ τὰ αὐτὰ ἁμάρτωμεν ἐκείνοις, μείζονός ἐσμεν κολάσεως ἄξιοι. ∆ιὰ τί; Ὅτι πλείονος  ἀπελαύσαμεν χάριτος. Ὅταν δὲ καὶ πλείονα  καὶ μείζονα ἐκείνων πταίωμεν, τίνα οὐχ ὑποστησόμεθα δί 62.444 κην; Ἐκεῖνοι (καὶ μὴ μέ τις νομιζέτω θαυμάζοντα αὐτοὺς, ἢ συγγινώσκοντα  αὐτοῖς λέγειν, μὴ γένοιτο· ὅταν γὰρ ὁ Θεὸς κολάζῃ, ὁ τὴν ἐναντίαν  φέρων ψῆφον,  ἀπὸ διαβολικῆς  διανοίας  τοῦτο ποιεῖ· οὐ τοίνυν  ἐπαινῶν  αὐτοὺς, οὐδὲ συγγινώσκων  τοῦτό φημι, ἀλλὰ  δεικνὺς  τὴν  ἡμετέραν κακίαν)· ἐκεῖνοι τοίνυν,  εἰ καὶ ἐγόγγυζον,  ἀλλ' εἰς ἔρημον ἤρχοντο· ἡμεῖς δὲ πατρίδα ἔχοντες, καὶ ἐν οἰκίαις ταῖς ἡμετέραις ὄντες, γογγύζομεν. Ἐκεῖνοι δὲ, εἰ καὶ ἐπόρνευον, ἀλλ' ἀπὸ Αἰγυπτιακῶν ἐξελθόντες ἄρτι κακῶν, καὶ νόμου σχεδὸν οὐκ ἀκούσαντες τοιούτου· ἡμεῖς  δὲ ἐκ προγόνων  τὰ σωτήρια παραλαβόντες  δόγματα·  ὥστε μείζονος κολάσεώς ἐσμεν ἄξιοι. Βούλει καὶ ἕτερα ἀκοῦσαι, ὅσα ἔπαθον ἐν Παλαιστίνῃ, λιμοὺς, λοιμοὺς,  πολέμους,  αἰχμαλωσίας,  τὰς  ἐπὶ  Βαβυλωνίων,  τὰς  ἐπὶ  Ἀσσυρίων, τὰ  ὑπὸ Μακεδόνων  κακὰ,  τὰ  ἐπὶ  Ἀδριανοῦ  καὶ  Οὐεσπασιανοῦ;  Βούλομαί  σοι, ἀγαπητὲ,  τὶ διηγήσασθαι, ἀλλὰ μὴ ἀποπηδήσῃς· μᾶλλον  δὲ πρὸ τούτου ἕτερον ἐρῶ. Λιμὸς ἐγένετό ποτε, φησὶ, καὶ ὁ βασιλεὺς  ἐβάδιζεν  ἐπὶ  τοῦ τείχους· εἶτα  γυνὴ  προσελθοῦσα ταῦτα φθέγγεται  πρὸς  αὐτὸν  τὰ  ῥήματα· Βασιλεῦ, εἶπέ  μοι  ἡ γυνὴ  αὕτη· Ὀπτήσωμέν  σου σήμερον τὸν υἱὸν καὶ φάγωμεν, καὶ αὔριον τὸν ἐμόν· καὶ ὠπτήσαμεν, καὶ ἐφάγομεν· καὶ τὸν  αὐτῆς  οὐκέτι  ἔδωκε.  Τί ταύτης  τῆς  συμφορᾶς  χαλεπώτερον;  Πάλιν  ἀλλαχοῦ  ὁ προφήτης  φησί· Χεῖρες γυναικῶν  οἰκτιρμόνων  ἥψησαν τὰ τέκνα αὐτῶν. Ἰουδαῖοι μὲν οὖν τοιαύτην ἔδοσαν δίκην· ἡμεῖς δὲ οὐ πολλῷ μᾶλλον δώσομεν;

δʹ. Βούλει  καὶ  ἑτέρας  αὐτῶν  ἀκοῦσαι  συμφοράς;  τὰ  Ἰωσήππου  ἔπελθε,  καὶ μαθήσῃ πᾶσαν ἐκείνην  τραγῳδίαν,  ἂν ἄρα σε πείσωμεν  ἀπὸ τούτων  ὅτι ἔστι γέεννα. Ἐννόησον γάρ· εἰ ἐκεῖνοι ἐκολάζοντο, διὰ τί ἡμεῖς μὴ κολαζόμεθα; ἢ πῶς εἰκὸς ἡμᾶς μὴ κολάζεσθαι,  χείρονα  ἐκείνων  πταίοντας;  ἦ  δῆλον,  ὅτι  διὰ  τὸ  ἀποκεῖσθαι  ἡμῖν  τὴν κόλασιν; Εἰ δὲ βούλει, καὶ ἐπὶ προσώπου ἑνὸς ἑκάστου ἐρῶ πῶς ἐκολάσθησαν· Ἀδελφὸν ἀπέκτεινεν   ὁ  Κάϊν. ∆εινὸν  μὲν  τὸ  ἁμάρτημα·  πῶς  γὰρ  οὔ;  ἀλλ'  ἔδωκε  δίκην,  καὶ χαλεπὴν, καὶ μυρίων ἀνταξίαν θανάτων, καὶ ὑπὲρ ἧς εἵλετο ἂν καὶ μυριάκις ἀποθανεῖν· ἄκουε γὰρ αὐτοῦ λέγοντος,  Εἰ ἐκβάλλεις  με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ  ἔσται πᾶς  ὁ εὑρίσκων  με, ἀποκτενεῖ  με. Εἰπὲ οὖν  μοι, οὐ τὰ αὐτὰ πράττουσιν ἐκείνῳ  πολλοὶ καὶ νῦν; ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευματικὸν  ἀνέλῃς
ἀδελφὸν,  οὐχὶ  ταυτὸν  εἰργάσω;  Τί  γὰρ,  εἰ  καὶ  μὴ  ξίφει,  ἀλλ'  ἑτέρῳ  τρόπῳ,  ὅταν δυνάμενος  λῦσαι  λιμὸν,  περιίδῃς;  Τί οὖν; οὐδεὶς  ἐφθόνησε  νῦν  τῷ  ἀδελφῷ;  οὐδεὶς περιέβαλε κινδύνοις; ἀλλ' ἐνταῦθα  οὐκ ἔδωκαν δίκην. Ἀλλὰ δώσουσιν. Εἶτα ὁ μὲν μὴ νόμων  ἀκούσας γραπτῶν  μηδὲ προφητῶν,  μήτε σημεῖα θεασάμενος μεγάλα, τοσαύτην δίδωσι  τιμωρίαν· ὁ δὲ ἑτέρως  τὰ αὐτὰ  δεδρακὼς,  καὶ μηδὲ  τοσούτοις  παραδείγμασι σωφρονιζόμενος,  ἀτιμώρητος  ἔσται; καὶ ποῦ τὸ δίκαιον  τοῦ Θεοῦ; ἢ ποῦ τὸ ἀγαθόν; Πάλιν ξύλα τις συλλέξας ἐν τῷ σαββάτῳ, κατελεύσθη· καίτοι γε μικρὰ 62.445 αὕτη ἡ ἐντολὴ, καὶ τῆς περιτομῆς φαυλοτέρα. Εἶτα ὁ μὲν ξύλα συλλέξας ἐν σαββάτῳ ἐλιθάσθη, οἱ δὲ μυρία ἐργασάμενοι πολλάκις παράνομα ἀπῆλθον ἀτιμώρητοι. Ἂν οὖν μὴ γέεννα ᾖ, ποῦ τὸ δίκαιον, ποῦ τὸ ἀπροσωπόληπτον; Καίτοι πολλὰ ἐγκαλεῖ αὐτοῖς τοιαῦτα, ὅτι τὰ σάββατα οὐ τηροῦσι. Πάλιν  ἄλλος  τις  ὁ Χαρμεὶ, ἀνάθημα  κλέψας,  μετὰ τοῦ  γένους ἐλιθάσθη  παντός.  


Τί  οὖν;  οὐδεὶς  ἐξ  ἐκείνου  ἱερόσυλος  γέγονεν;   Ὁ  Σαοὺλ  πάλιν φεισάμενος παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τοσαύτην ὑπέστη τιμωρίαν· οὐδεὶς οὖν ἐφείσατο ἐξ ἐκείνου; Εἴθε μὲν οὖν τοῦτο· οὐχὶ μᾶλλον  θηρίων  ἀλλήλους  κατεσθίομεν παρὰ τὸ τῷ Θεῷ δοκοῦν,  καὶ οὐδεὶς  ἔπεσεν ἐν πολέμῳ.  Πάλιν οἱ τοῦ Ἠλεὶ  υἱοὶ  ἐπειδὴ  πρὸ τοῦ θυμιάματος ἤσθιον, δίκην ἔδοσαν χαλεπωτάτην μετὰ τοῦ πατρός. Οὐδεὶς οὖν ἐγένετο πατὴρ ῥᾴθυμος περὶ παῖδας; οὔτε μοχθηροὶ παῖδες; ἀλλ' οὐδεὶς ἔδωκε δίκην. Πότε οὖν δώσουσιν, ἂν γέεννα μὴ ᾖ; Πάλιν μυρία ἄν τις ἔχοι καταλέγειν  ἕτερα. Τί δέ; ὁ Ἀνανίας καὶ  ἡ  Σάπφειρα,  οὐκ  ἐπειδὴ  ἔκλεψαν  ἐξ  ὧν  ἀνέθηκαν,  παραχρῆμα  ἐτιμωρήθησαν; Οὐδεὶς οὖν ἄρα ἐξ ἐκείνου ταῦτα ἐποίησε; πῶς οὖν οὐκ ἔδωκαν τὴν αὐτὴν δίκην; Ἆρά σε πείθομεν  ὅτι  γέεννα  ἔστιν,  ἢ πλειόνων   σοι δεῖ  παραδειγμάτων;  Οὐκοῦν καὶ  ἐπὶ  τὰ ἄγραφα  ἥξομεν, τὰ νῦν  ἐν  τῷ  βίῳ γινόμενα·  ἀναγκαῖον  γὰρ πάντοθεν  ταύτην  ἡμῖν συλλεγῆναι  τὴν ἔννοιαν,  ἵνα μὴ μάτην ἑαυτοῖς χαριζόμενοι, βλάπτωμεν  ἑαυτούς. Οὐχ ὁρᾷς πολλοὺς ἐν συμφοραῖς, τὰ σώματα ἀναπήρους, μυρία πάσχοντας δεινὰ, ἑτέρους δὲ εὐδοκιμοῦντας;  διὰ τί  οἱ μὲν  φόνων  διδόασι δίκας,  οἱ δὲ οὔ; Ἄκουσον  τοῦ Παύλου λέγοντος· Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, τισὶ δὲ καὶ ἐπακολουθοῦσι. Πόσοι διέφυγον ἀνδροφόνοι; πόσοι τυμβωρύχοι; Ἀλλ' ἀφείσθω ταῦτα. Πόσους οὐχ ὁρᾷς κολαζομένους κόλασιν χαλεπήν; οἱ μὲν νόσῳ μακρᾷ παρεδόθησαν, οἱ δὲ βασάνοις διηνεκέσιν,  οἱ δὲ ἑτέροις  μυρίοις  δεινοῖς.  Ὅταν 62.446 οὖν  ἴδῃς  τὰ αὐτὰ ἐκείνοις  τετολμηκότα,  ἢ καὶ πολλῷ πλείονα, καὶ μὴ διδόντα δίκην, οὐχὶ καὶ ἄκων ὁμολογήσεις τὴν γέενναν; Ἔκλεγε τούτους τοὺς ἐνταῦθα πρὸ σοῦ κεκολασμένους χαλεπῶς,  ἐννόει ὅτι ὁ Θεὸς προσωπολήπτης  οὐκ ἔστι, καὶ ὅτι μυρία ἐργασάμενος κακὰ, οὐδὲν τοιοῦτον  πέπονθας, καὶ ἕξεις τὴν  ἔννοιαν  τῆς γεέννης.

  Οὕτω γὰρ ἡμῖν  αὐτὴν  ὁ Θεὸς ἐγκατέσπειρεν,  ὡς μηδένα ἀγνοῆσαι τοῦτό ποτε. Καὶ γὰρ ποιηταὶ καὶ φιλόσοφοι καὶ μυθολόγοι, καὶ πάντες ἁπλῶς   ἄνθρωποι,   περὶ  τῆς  ἀνταποδόσεως   ἐφιλοσόφησαν   τῆς  ἐκεῖ,  καὶ  ἐν  ᾅδου κολάζεσθαι εἰρήκασι τοὺς πολλούς. Εἰ δὲ ἐκεῖνα μῦθοι, ἀλλ' οὐ τὰ παρ' ἡμῖν. Ταῦτα οὐχ ἁπλῶς   φοβῆσαι   βουλόμενος   εἶπον,   οὐδὲ   βαρῦναι   τὰς   ὑμετέρας   ψυχὰς,   ἀλλὰ σωφρονίσαι, καὶ κουφοτέρας ἐργάσασθαι. Ἐβουλόμην καὶ αὐτὸς ἐγὼ μὴ εἶναι κόλασιν, καὶ μάλιστα πάντων  ἐγώ. Τί δήποτε; Ὅτι ὑμῶν  μὲν ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς δέδοικεν· ἐγὼ δὲ καὶ τῆς προστασίας ταύτης εὐθύνας ὑφέξω· ὥστε μάλιστα πάντων ἐμὲ διαφυγεῖν  ἀδύνατον.  Ἀλλ' οὐκ ἔστι μὴ εἶναι  κόλασιν  καὶ γέενναν.  Τί πάθω; Πάλιν ἐπαποροῦσι καί φασι· Ποῦ οὖν τοῦ Θεοῦ τὸ φιλάνθρωπον; Πανταχοῦ. Μᾶλλον δὲ ἐν ἑτέρῳ περὶ τούτου διαλέξομαι καιρῷ, ἵνα μὴ τοὺς περὶ γεέννης συγχέωμεν λόγους. Τέως δὲ ὅπερ ἐκερδάναμεν ἀπὸ τῶν εἰρημένων, μὴ διαῤῥυῇ κέρδος γὰρ οὐ μικρὸν πεπεῖσθαι περὶ γεέννης. Ἡ γὰρ τῶν τοιούτων  λόγων  μνήμη καθάπερ τι πικρὸν φάρμακον, πᾶσαν
κακίαν ἀποσμῆξαι δυνήσεται, συνεχῶς ὑμῶν ἐνιζάνουσα τῇ διανοίᾳ. Χρώμεθα τοίνυν αὐτῷ,  ἵνα  καθαρὰν  καρδίαν  ἐντεῦθεν   ἔχοντες,  οὕτω  καταξιωθῶμεν   ἰδεῖν,  ἃ  μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.