Παρασκευή, 7 Ιουνίου 2013

ΟΜΙΛΙΑ Ζʹ.


In epistulam i ad Thessalonicenses (homiliae 111)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ

ΟΜΙΛΙΑ Ζʹ.


Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.


αʹ.  Πολλὰ  τῶν   πραγμάτων   ἐξ  ἀγνοίας   ἡμᾶς  λυπεῖ   μόνης,  ὡς,  ἂν  αὐτὰ  καλῶς καταμάθωμεν, ἀποκρουσόμεθα τὴν ὀδύνην. Τοῦτο γοῦν καὶ ὁ Παῦλος ἐμφαίνων  ἔλεγεν, Οὐ θέλω ὑμᾶς ἀγνοεῖν,  ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες  ἐλπίδα. Τί οὐ θέλεις αὐτοὺς ἀγνοεῖν; Τὸν περὶ τῆς ἀναστάσεως, φησὶ, λόγον. ∆ιὰ τί δὲ μὴ λέγεις τὴν κόλασιν  τὴν  ἀποκειμένην  τῷ  ἀγνοεῖν  τὸν  περὶ  τῆς  ἀναστάσεως λόγον;  ∆ιότι τοῦτο ἐκεῖθεν δῆλόν ἐστι, καὶ ὡμολογημένον· τέως δὲ μετ' ἐκείνου καὶ τοῦτο ἔσται κέρδος οὐ μικρόν. Ἐπειδὴ γὰρ οὐ τῇ ἀναστάσει ἠπίστουν, ἀλλ' ὅμως ἐθρήνουν,  διὰ τοῦτο οὕτω φησί. Καὶ ἑτέρως μὲν τοῖς ἀπιστοῦσι διαλέγεται,  ἑτέρως δὲ τούτοις· 
οἱ γὰρ περὶ τῶν χρόνων  καὶ τῶν  καιρῶν  ζητοῦντες,  δῆλον  ὅτι ᾔδεσαν.


Εἰ γὰρ πιστεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε  καὶ ἀνέστη καὶ ἔζησεν, οὕτως  ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας  διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Ποῦ εἰσιν οἱ τὴν σάρκα ἀθετοῦντες;  Εἰ γὰρ μὴ ἀνέλαβε  σάρκα, οὐδὲ ἀπέθανεν· εἰ δὲ μὴ ἀπέθανεν, οὐδὲ ἀνέστη. Πῶς οὖν ἡμᾶς ἀπὸ τούτων  προτρέπει εἰς πίστιν; ἆρα οὐ λῆρος μᾶλλον  ἦν κατ' αὐτοὺς καὶ ἀπατεών; Εἰ γὰρ τὸ ἀποθανεῖν ἁμαρτίας  ἐστὶν, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς  ἡμᾶς προτρέπεται  νῦν;  ∆ιὰ τί δὲ καί φησιν, Ὥσπερ οἱ λοιποὶ οἱ μὴ ἔχοντες  ἐλπίδα; Ὡσεὶ ἔλεγε· Τίνας θρηνεῖτε,  ἄνθρωποι; ὑπὲρ τίνων  λυπεῖσθε; ὑπὲρ τῶν ἁμαρτωλῶν, ἢ ὑπὲρ τῶν ἁπλῶς ἀποθνησκόντων;  Ὥστε ἐκεῖνοι  τίνας  θρηνοῦσι; Πάντα δὲ ταῦτα ἕωλα αὐτοῖς γίνεται,  Πρωτότοκος, φησὶν, ἐκ τῶν  νεκρῶν· τουτέστιν, ἀπαρχή. Οὐκοῦν καὶ λοιποὺς  εἶναι δεῖ. Καὶ ὅρα πῶς ἐνταῦθα οὐδὲν  ἀπὸ λογισμῶν  τίθησιν,  ἐπειδὴ  προσηνεῖς  ἦσαν· Κορινθίοις δὲ γράφων,  πολλὰ πρῶτον  καὶ  ἀπὸ  λογισμῶν  ἐκίνησε,  καὶ  τότε  ἐπήγαγεν·  Ἄφρον  σὺ, ὃ  σπείρεις,  οὐ ζωοποιεῖται.  

Κυριώτερον μὲν γὰρ τοῦτο, ἀλλ' ὅταν τῷ πιστῷ διαλέγηται·  πρὸς δὲ τὸν ἔξω ποίαν  ἰσχὺν  ἂν ἔχοι τοῦτο; Οὕτω, φησὶν, ὁ Θεὸς, καὶ τοὺς κοιμηθέντας  διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Πάλιν, Κοιμηθέντας· οὐδαμοῦ λέγει, ἀποθανόντας.  Ἀλλ' ἐπὶ μὲν τοῦ Χριστοῦ τὸ, Ἀπέθανεν,  ἔθηκεν, ἐπειδὴ καὶ τὸ τῆς ἀναστάσεως εἶπεν· ἐνταῦθα  δὲ, Τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ· ἢ τοῦτο λέγων, ὅτι τῇ πίστει τοῦ Ἰησοῦ κοιμηθέντας, ἢ ὅτι διὰ τοῦ Ἰησοῦ ἄξει τοὺς κοιμηθέντας, τουτέστι, τοὺς πιστούς. Ἐνταῦθα οἱ αἱρετικοί φασιν  ὅτι  τοὺς  βαπτισθέντας  λέγει.  Τὸ οὖν,  Οὕτω, ποῦ  ἵσταται;  ὁ γὰρ  Ἰησοῦς  οὐκ ἐκοιμήθη διὰ τοῦ βαπτίσματος. Τίνος δὲ ἕνεκέν φησι, Τοὺς κοιμηθέντας; Ὥστε οὐ περὶ καθολικῆς, ἀλλὰ περὶ μερικῆς ἀναστάσεως διαλέγεται.  Ἄξει τοὺς κοιμηθέντας  διὰ τοῦ Ἰησοῦ, φησί· καὶ πολλαχοῦ  οὕτω λέγει. Τοῦτο γὰρ ὑμῖν λέγομεν  ἐν λόγω  Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι  εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· περὶ  τῶν  πιστῶν  λέγων,  καὶ οἱ κοιμηθέντες  ἐν  Χριστῷ· καὶ πάλιν,  Οἱ νεκροὶ ἀναστήσονται. Ἔπειτα οὐ περὶ ἀναστάσεως αὐτῷ ὁ λόγος μόνον, ἀλλὰ καὶ περὶ ἀναστάσεως καὶ περὶ τιμῆς  τῆς ἐν δόξῃ. Ἀναστάσεως 62.436 μὲν οὖν πάντες ἀπολαύσονται,  φησίν·  ἐν  δόξῃ δὲ οὐ πάντες  ἔσονται,  ἀλλ',  Οἱ ἐν  Χριστῷ. Ἐπεὶ οὖν παραμυθήσασθαι βούλεται αὐτοὺς, οὐ τούτῳ μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῇ τιμῇ τῇ πολλῇ καὶ τῷ τάχει, ἐπεὶ ἐκεῖνο ᾔδεσαν. Ὅτι γὰρ τῇ τιμῇ βούλεται αὐτοὺς παραμυθήσασθαι, προϊών φησι, Καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· καὶ, ὅτι Ἐν νεφέλαις ἁρπαγησόμεθα.  Πῶς δὲ  οἱ  πιστοὶ  διὰ  τοῦ  Ἰησοῦ  κοιμῶνται·  ∆ηλονότι  τὸν  Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς. Τὸ δὲ, Ἄξει σὺν αὐτῷ, δείκνυσι πολλαχόθεν  ἀγομένους. Τοῦτο γὰρ ὑμῖν,  φησὶ,  λέγομεν  ἐν  λόγῳ  Κυρίου. Ξένον  τι  ἔμελλε  λέγειν·  διὰ  τοῦτο  καὶ  τὸ ἀξιόπιστον τίθησιν. Ἐν λόγῳ Κυρίου, φησί· τουτέστιν, Οὐκ ἀφ' ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Χριστοῦ μαθόντες  λέγομεν, Ὅτι ἡμεῖς οἱ ζῶντες  οἱ περιλειπόμενοι  εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ὅπερ ἐν τῇ πρὸς Κορινθίους φησὶν, ὅτι Ἐν ἀτόμῳ,  ἐν  ῥιπῇ  ὀφθαλμοῦ.  Ἐνταῦθα  τὸ ἀξιόπιστον  τῇ ἀναστάσει καὶ τῷ  τρόπῳ παρέστησε. 

βʹ. Καὶ ἐπειδὴ τὸ πρᾶγμα δοκεῖ δύσκολον εἶναι, δείκνυσιν αὐτὸς ὅτι ὥσπερ ἐστὶν εὔκολον τοὺς ζῶντας ἀρθῆναι, οὕτω καὶ τοὺς ἀπελθόντας.  Τὸ δὲ, Ἡμεῖς, οὐ περὶ ἑαυτοῦ  φησιν· οὐ  γὰρ  δὴ  ἔμελλεν  αὐτὸς  μέχρι  τῆς  ἀναστάσεως  μένειν,  ἀλλὰ  τοὺς πιστοὺς λέγει. ∆ιὰ τοῦτο προσέθηκεν, Οἱ περιλειπόμενοι  εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν  τοὺς κοιμηθέντας· ὡς ἂν εἰ ἔλεγε· Μὴ νομίσῃς ἐργωδίαν  εἶναί τινα, ἀκούων ὅτι οἱ ζῶντες τότε τοὺς διαλυθέντας, τοὺς σαπέντας, τοὺς μυρία ἔτη ἔχοντας οὐ μὴ προλάβωσι· Θεός ἐστιν ὁ ποιῶν. Ἀλλ' ὥσπερ εὔκολον αὐτῷ ἐκείνους τοὺς ἀπηρτισμένους ἀγαγεῖν,  οὕτω καὶ τοὺς διαλελυμένους.  Ἀλλ' εἰσί τινες, οἳ διαπιστοῦσι τῷ πράγματι, ἐπειδὴ τὸν Θεὸν οὐκ ἴσασι. Τί γὰρ, εἰπέ μοι, εὐκολώτερον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, ἢ διαλυθέντα  ἀναστῆσαι πάλιν; Ἀλλὰ τί φασιν; Ὁ δεῖνα, φησὶ, ναυάγιον ὑπέστη, καὶ κατεποντίσθη, καὶ πεσόντα αὐτὸν ἰχθύες ἐδέξαντο πολλοὶ καὶ τῶν ἰχθύων  ἕκαστος μέλος ἔφαγεν. Εἶτ' αὐτῶν δὴ τούτων ὁ μὲν ἐν τῷδε τῷ κόλπῳ, ὁ δὲ ἐν τῷδε  συνελήφθη,  καὶ ἐβρώθη ὑφ' ἑτέρου, καὶ οὗτος ὑπὸ ἄλλου.  Καὶ οὗτοι πάλιν  ἐν ἄλλοις  χωρίοις  ἀπέθανον  οἱ τοὺς ἰχθῦς φαγόντες  τοὺς τὸν ἄνδρα καταφαγόντας,  καὶ αὐτοὶ  ἴσως ὑπὸ θηρίων.  Τοσαύτης δὲ τῆς συγχύσεως  γενομένης  καὶ διασπορᾶς, πῶς πάλιν ἀναστήσεται ὁ ἀνήρ; τίς ὁ τὸν χοῦν συνάγων; ∆ιὰ τί γὰρ τοῦτο λέγεις, ἄνθρωπε, καὶ ὁρμαθοὺς λήρων ὑφαίνεις,  καὶ ὡς ἄπορον τιθεῖς; Εἰπὲ γάρ μοι, ἂν μὴ εἰς θάλατταν καταπέσῃ, ἂν γὰρ μὴ ἰχθὺς φάγῃ, μηδὲ βρωθῇ πάλιν  ὁ ἰχθὺς ὑπὸ μυρίων  ἀνθρώπων, ἀλλὰ κηδευθεὶς ἐν λάρνακι ὁ ἀνὴρ τεθῇ, καὶ μήτε σκώληκες, μήτε ἄλλο τι διενοχλήσῃ, πῶς ἀναστήσεται  τὸ διαλυθέν;  πῶς ἡ κόνις  καὶ ἡ τέφρα συγκολληθήσεται,  πόθεν  τὸ ἄνθος λοιπὸν ἔσται τοῦ σώματος; τοῦτο δὲ οὐκ ἄπορον; Ἂν μὲν οὖν Ἕλληνες ὦσιν οἱ ταῦτα διαποροῦντες, πρὸς αὐτοὺς μυρία ἐροῦμεν. Τί δήποτε; εἰσὶ γὰρ παρ' αὐτοῖς οἱ τὰς ψυχὰς καὶ εἰς φυτὰ καὶ εἰς θάμνους ἄγοντες καὶ εἰς κύνας· εἰπέ μοι, τί εὐκολώτερον, τὸ οἰκεῖον  62.437 σῶμα  ἀναλαβεῖν,   ἢ  τὸ  ἀλλότριον;  Ἄλλοι  πάλιν   φασὶν  ὑπὸ  πυρὸς ἀναλίσκεσθαι, καὶ ἱματίων  ἀνάστασιν γίνεσθαι καὶ ὑποδημάτων, καὶ οὐ καταγελῶνται· ἕτεροι  ἀτόμους  εἰσάγουσιν.  Ἀλλὰ  πρὸς  ἐκείνους  οὐδεὶς  ἡμῖν  λόγος·  πρὸς  δὲ  τοὺς πιστοὺς, εἴ γε πιστοὺς δεῖ καλεῖν, τοὺς ἐρωτῶντας,  ὅμως ἐροῦμεν τὸ ἀποστολικὸν, ὅτι πᾶσα ἡ ζωὴ ἀπὸ φθορᾶς γίνεται,  πάντα  φυτὰ, πάντα  σπέρματα. Οὐχ ὁρᾷς τὴν συκῆν ἡλίκον  μὲν ἔχει κορμὸν, ἡλίκα δὲ στελέχη; φύλλα  δὲ πόσα, κλάδους, ἀνθέρικας, ῥίζας τοσοῦτον ἐπεχούσας καὶ ἐγκεκολπισμένας;  

Αὕτη τοίνυν  ἡ τηλικαύτη  καὶ τοιαύτη ἀπὸ τῆς κέγχρου γίνεται  ἐκείνης τῆς καταβληθείσης, καὶ αὐτῆς διαφθαρείσης πρῶτον· κἂν μὴ σαπῇ καὶ διαλυθῇ, οὐδὲν τούτων ἔσται. Εἰπέ μοι, πόθεν τοῦτο γίνεται; Καὶ ἡ ἄμπελος δὲ ἡ οὕτω καλὴ καὶ ἰδεῖν καὶ μετέχειν,  ἀπὸ τοῦ εἰδεχθοῦς γίνεται  ἐκείνου. Τί δὲ, εἰπέ μοι, οὐχὶ ὕδωρ ἐστὶν ἓν τὸ ἄνωθεν καταφερόμενον; καὶ πῶς εἰς τοσαῦτα μεταβάλλεται; Τοῦτο γὰρ τῆς ἀναστάσεως θαυμασιώτερον.  Ἐκεῖ μὲν γὰρ καὶ τὸ αὐτὸ σπέρμα, καὶ τὸ αὐτὸ  ὑπόκειται  φυτὸν,  καὶ ἡ συγγένεια  πολλή·  ἐνταῦθα  δὲ εἰπέ  μοι πῶς  μίαν  ἔχον ποιότητα  καὶ μίαν φύσιν, εἰς τοσαῦτα τρέπεται; Ἐν ἀμπέλῳ  γίνεται  οἶνος, οὐχὶ οἶνος μόνον, ἀλλὰ καὶ φύλλα καὶ ὀπός· καὶ γὰρ οὐχ ὁ βότρυς μόνον, ἀλλὰ καὶ τὸ λοιπὸν τῆς ἀμπέλου αὐτῷ τρέφεται· πάλιν ἐν ἐλαίᾳ ἔλαιον, καὶ τὰ ἄλλα, ὅσα οὐκ ἔστιν εἰπεῖν. Καὶ τὸ  θαυμαστὸν,  ἐνταῦθα  ὑγρὸν,  ἐκεῖ  ξηρὸν,  ἐνταῦθα  γλυκὺ,  ἐκεῖ  ὀξὺ, ἐκεῖ  στῦφον, ἑτέρωθι πικρόν. Πῶς, εἰπέ μοι, τρέπεται εἰς τοσαῦτα; εἰπὲ τὸν λόγον· ἀλλ' οὐκ ἂν ἔχοις. Ἐπὶ δὲ σοῦ αὐτοῦ, εἰπέ μοι (ἐγγύτερον γὰρ), τοῦτο τὸ σπέρμα τὸ καταβαλλόμενον  πῶς εἰς  ὀφθαλμοὺς,  πῶς  εἰς  ὦτα,  πῶς  εἰς  χεῖρας,  πῶς  εἰς  καρδίαν,  πῶς  εἰς  τοσαῦτα ῥυθμίζεται καὶ διατυποῦται;  οὐχὶ μυρίαι διαφοραὶ ἐν τῷ σώματι, σχημάτων, μεγεθῶν, ποιοτήτων,  θέσεων, δυνάμεων,  ῥυθμῶν; πῶς νεῦρα, καὶ φλέβες, καὶ σάρκες, καὶ ὀστᾶ, καὶ ὑμένες, καὶ ἀρτηρίαι, καὶ ἄρθρα, καὶ χόνδροι, καὶ ὅσα ἕτερα τούτων πλείονα παῖδες ἰατρῶν ἀκριβολογοῦνται, ἃ τὴν ἡμετέραν συνέχει φύσιν, καὶ ταῦτα ἀπὸ τοῦ ἑνὸς σπέρματος; Ἆρα πολλῷ  σοι δοκεῖ τούτων  εἶναι τοῦτο ἀπορώτερον,  πῶς τὸ ὑγρὸν καὶ μαλακὸν εἰς σκληρὸν καὶ ψυχρὸν πήγνυται, τὸ ὀστοῦν; πῶς εἰς θερμὸν καὶ ὑγρὸν, καὶ τὸ αἷμα, ἑνωθέν; πῶς εἰς ψυχρὸν καὶ μαλθακὸν τὸ νεῦρον; πῶς εἰς ψυχρὸν καὶ ὑγρὸν τὴν ἀρτηρίαν; πόθεν ταῦτα, εἰπέ μοι; ταῦτα οὐ διαπορεῖς; Οὐχὶ ὁρᾷς καθ' ἑκάστην ἡμέραν ἀνάστασιν καὶ θάνατον  ἐν ταῖς ἡλικίαις  γινόμενον;  ποῦ ἡ νεότης  ἀπῆλθεν; πόθεν τὸ γῆρας ἦλθε; πῶς ὁ γεγηρακὼς ἑαυτὸν μὲν νέον ποιῆσαι οὐ δύναται, ἕτερον δὲ παιδίον τίκτει νεώτατον, καὶ ὃ ἑαυτῷ οὐ δύναται παρασχεῖν, ἑτέρῳ παρέχει.

γʹ. Τοῦτο καὶ ἐπὶ τῶν  δένδρων  καὶ ἐπὶ τῶν  ζώων  ἔστιν ἰδεῖν. Καίτοι τὸ ἑτέρῳ παρέχον, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν. Ἀλλὰ ταῦτα μὲν ὁ λογισμὸς ὁ ἀνθρώπινος ἀπαιτεῖ· ὅταν δὲ ὁ Θεὸς δημιουργῇ, πάντα ὑποχωρείτω. Εἰ ταῦτα οὕτως ἄπορα, καὶ μεθ' ὑπερβολῆς ἄπορα, ὑπεισῆλθέ  μοι νῦν  ἔννοια  τῶν  μαινομένων,  καὶ τὴν γέννησιν  τὴν ἀσώματον πολυπραγμονούντων τοῦ Υἱοῦ. Τὰ καθ' ἑκάστην ἡμέραν γινόμενα, καὶ χερσὶν ὑποβαλλόμενα,  καὶ μυριάκις  ζητηθέντα  οὐδεὶς οὐδέπω  εὑρεῖν  δεδύνηται·  62.438 πῶς οὖν  τὴν  ἄῤῥητον  ἐκείνην  καὶ ἄφραστον  γέννησιν  πολυπραγμονοῦσιν,  εἰπέ  μοι; οὐκ ἀπέκαμεν ἡ διάνοια τῶν τοιούτων κενεμβατοῦσα; οὐκ εἰς μυρίους ἰλίγγους περιετράπη; οὐχὶ ἀχανὴς γέγονε; Καὶ ὅμως οὐδὲ οὕτω παιδεύονται. Περὶ σταφυλῶν καὶ σύκων οὐδὲν εἰπεῖν  δυνάμενοι,  περὶ τοῦ Θεοῦ πολυπραγμονοῦσιν.  Εἰπὲ γάρ μοι, πῶς  τὸ γίγαρτον ἐκεῖνο ἀναλύεται εἰς φύλλα καὶ στελέχη; πῶς πρὸ τούτου οὐκ ἦν ἐν αὐτῷ, οὐδὲ ἑωρᾶτο; Ἀλλ'  οὐ τὸ γίγαρτόν  ἐστι, φησὶν, ἀλλὰ τῆς γῆς τὸ πᾶν. Καὶ πῶς χωρὶς  τούτου οὐδὲν φέρει ἀφ' ἑαυτῆς; Ἀλλὰ μὴ ἀνοηταίνωμεν· οὔτε τῆς γῆς ἐστιν, οὔτε τῆς κέγχρου  τὸ γινόμενον,  ἀλλὰ  τοῦ καὶ  τῆς  γῆς  καὶ τῶν  σπερμάτων  Κυρίου. ∆ιὰ τοῦτο  καὶ χωρὶς τούτων  καὶ μετὰ τούτων  ταῦτα ἐποίησε γίνεσθαι  τὸ μὲν τὴν αὐτοῦ δύναμιν  δεικνὺς, ἡνίκα  ἔλεγεν,  Ἐξαγαγέτω  ἡ γῆ  βοτάνην  χόρτου·  τὸ  δὲ, μετὰ  τοῦ  δεῖξαι  τὴν  αὐτοῦ δύναμιν, καὶ ἡμᾶς παιδεύων εἶναι φιλοπόνους  καὶ φιλεργούς. Τί δὴ ταῦτα ἡμῖν εἴρηται; Οὐχ ἁπλῶς,  ἀλλ'  ἵνα  καὶ  τῇ  ἀναστάσει  πιστεύωμεν·  καὶ  ὅταν  τι  πάλιν  λογισμοῖς βουλόμενοι  καταλαβεῖν  οὐκ ἰσχύωμεν,  μὴ δυσχεραίνωμεν  μηδὲ  ἀγανακτῶμεν,  ἀλλ' εὐγνωμόνως  ὑποστρέφοντες,  καὶ ἀναχαιτίζοντες τὸν λογισμὸν, καταφεύγωμεν ἐπὶ τὸ δυνατὸν τοῦ Θεοῦ καὶ εὐμήχανον. Ταῦτα οὖν εἰδότες, χαλινὸν ἐπιθῶμεν τοῖς λογισμοῖς· μὴ ὑπερβαίνωμεν  τοὺς ὅρους καὶ τὰ μέτρα τὰ δεδομένα τῆς γνώσεως  ἡμῖν. Εἰ γάρ τις δοκεῖ, φησὶν, εἰδέναι  τι, οὐδέπω οὐδὲν ἔγνωκε  καθὼς δεῖ γνῶναι.  Οὐ λέγω περὶ Θεοῦ μόνον, ἀλλὰ περὶ παντὸς πράγματος. Τί γὰρ βούλει μαθεῖν περὶ γῆς; τί οἶδας, εἰπέ μοι; πόσον τὸ μέτρον αὐτῆς; πηλίκον τὸ μέγεθος; ὁποία ἡ θέσις; τίς ἡ οὐσία; ποῖος ὁ τόπος; ποῦ ἕστηκε, καὶ ἐπὶ τίνος; Ἀλλ' οὐδὲν ἂν τούτων ἔχοις εἰπεῖν.


Ἀλλ' ὅτι μέν ἐστι ψυχρὰ καὶ  ξηρὰ  καὶ  μέλαινα,  ταῦτα  ἂν  ἔχοις  εἰπεῖν,  περαιτέρω  δὲ  οὐδέν.  Ἀλλὰ  περὶ  τῆς θαλάττης; Ἀλλ' ὁμοίως εἰς ἀμηχανίαν  ἐμπεσῇ, οὐκ εἰδὼς ποῦ μὲν ἄρχεται, ποῦ δὲ λήγει, ἐπὶ  τίνος  δὲ φέρεται,  τί  τὸν  πυθμένα  αὐτῆς  διαβαστάζει, ποῖος  δὲ αὐτῇ  τόπος  ἐστὶ, πότερον δὲ καὶ μετ' αὐτήν  ἐστιν ἤπειρος, ἢ εἰς ὕδωρ τελευτᾷ  καὶ ἀέρα. Ἀλλὰ τῶν  ἐν αὐτῇ τί οἶδας; Ἀλλὰ τὸν ἀέρα εἴπω; ἀλλὰ τὰ στοιχεῖα; Ἀλλ' οὐδὲν ἐρεῖς. Ἀφῶ ταῦτα, Βούλει τῶν φυτῶν τὸ μικρότατον ἐκλεξώμεθα; τὴν χλόην τὴν ἄκαρπον, ἥνπερ ἅπαντες ἴσμεν, εἰπὲ πῶς τίκτεται; οὐχὶ ὕδωρ ἐστὶ τὸ ὑποκείμενον καὶ γῆ καὶ κόπρος; τί τὸ ποιοῦν αὐτὴν  οὕτω  καλὴν  φαίνεσθαι,  καὶ χρῶμα ἔχειν  θαυμαστόν; πόθεν  ἐκεῖνο  τὸ κάλλος οὕτω μαραίνεται; Οὐκ ἔστιν ὕδατος, οὐκ ἔστι γῆς τὸ ἔργον. Ὁρᾷς ὅτι πανταχοῦ πίστεως
χρεία;  Πῶς ἡ γῆ  τίκτει; πῶς  ὠδίνει,  εἰπέ  μοι; Ἀλλ' οὐδὲν  ἂν  τούτων  ἔχοις  εἰπεῖν. Παιδεύθητι, ὦ ἄνθρωπε, ἐν τοῖς κάτω καὶ τοῖς ἐνταῦθα, καὶ μὴ περιεργάζου μηδὲ πολυπραγμόνει  τὸν οὐρανὸν, καὶ εἴθε τὸν οὐρανὸν, καὶ μὴ τοῦ οὐρανοῦ τὸν ∆εσπότην. Τὴν γῆν οὐκ οἶδας, εἰπέ μοι, ἀφ' ἧς ἐτέχθης, ἐν ᾗ ἐτράφης, ἣν οἰκεῖς, ἣν πατεῖς, ἧς ἄνευ οὐδὲ ἀναπνεῦσαι δύνασαι, καὶ τὰ τοσοῦτον ἀφεστηκότα πολυπραγμονεῖς; Ὄντως ἄνθρωπος ματαιότης ἐστί. Κἂν μέν τίς σε εἰς βυθὸν κελεύῃ καταβαίνειν, καὶ ἐξιχνεύειν τὰ ἐν τῷ πυθμένι τῆς θαλάσσης, οὐκ ἀνέξῃ τοῦ ἐπιτάγματος· οὐδενὸς δὲ ἀναγκάζοντος, αὐτὸς τὴν ἀνεξιχνίαστον  ἄβυσσον βούλει καταλαβεῖν; Μὴ, παρακαλῶ· ἀλλ' ἄνω πλέω 62.439 μεν, μὴ νηχόμενοι  λογισμοῖς· ταχέως  γὰρ ἀποκαμούμεθα, καὶ καταποντισθησόμεθα· ἀλλὰ  ταῖς  θείαις  κεχρημένοι  Γραφαῖς, καθάπερ  πλοίῳ  τινὶ  τὰ ἱστία  τῆς  πίστεως  ἀναπετάσωμεν.   


Ἂν  ἐν  ταύταις  πλέωμεν,   καὶ  κυβερνήτης  ὑμῖν παρέσται ὁ λόγος τοῦ Θεοῦ· ἂν δὲ νηχώμεθα ἐν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, οὐκέτι. Τίνι γὰρ τῶν οὕτω νηχομένων κυβερνήτης παρέσται; Ὥστε διπλῇ ὁ κίνδυνος, τῷ τε μὴ πλοῖον  εἶναι,  τῷ  τε  κυβερνήτην  ἀπεῖναι.  Εἰ γὰρ  καὶ  τὸ  σκάφος  ἄνευ  κυβερνήτου σφαλερὸν, ὅταν ἀμφότερα ἀπῇ, ποία σω 62.440 τηρίας ἐλπίς; Μὴ δὴ ῥίπτωμεν  ἑαυτοὺς εἰς κίνδυνον  φανερὸν, ἀλλ' ἐπ' ἀσφαλοῦς βαίνωμεν,  τῆς ἱερᾶς ἀγκύρας ἐξαρτήσαντες ἑαυτούς.  Οὕτω  γὰρ  εἰς  τὸν  εὔδιον  λιμένα  καταπλευσόμεθα  μετὰ  πολλῆς  μὲν  τῆς ἐμπορίας, μετὰ πάσης δὲ τῆς ἀσφαλείας· καὶ τῶν  ἀποκειμένων  τοῖς ἀγαπῶσιν  αὐτὸν ἐπιτύχωμεν  ἀγαθῶν  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ τὰ ἑξῆς.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.