Παρασκευή, 7 Ιουνίου 2013

ΟΜΙΛΙΑ Εʹ.


In epistulam i ad Thessalonicenses (homiliae 111)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ

ΟΜΙΛΙΑ Εʹ.

Τὸ λοιπὸν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακα λοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ' ἡμῶν τὸ πῶς δεῖ περιπατεῖν ὑμᾶς, καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον.  Οἴδατε γὰρ τίνας  παραγγελίας  ἐδώκαμεν  ὑμῖν  διὰ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν.


αʹ. Ὅταν πρὸς τὰ κατεπείγοντα  στῇ καὶ τὰ ἐν χερσὶ, καὶ μέλλῃ πρὸς τὰ διηνεκῆ ἐμβαίνειν  λοιπὸν,  καὶ ἃ συνεχῶς  ἀκοῦσαι χρὴ, τοῦτο προτίθησι τὸ ῥῆμα, Τὸ λοιπὸν, τουτέστιν,  Ἀεὶ μὲν καὶ εἰς τὸ διηνεκὲς  ἐρωτῶμεν  ὑμᾶς καὶ παρακαλοῦμεν  ἐν Κυρίῳ. Βαβαί! οὐδὲ πρὸς τὸ παρακαλεῖν ἑαυτὸν ἀξιόπιστον, εἶναί φησι· καίτοι τίς οὕτως ἀξιόπιστος  ἦν; ἀλλὰ  τὸν  Χριστὸν παραλαμβάνει.  ∆ιὰ τοῦ Θεοῦ παρακαλοῦμεν  ὑμᾶς, φησί.  Τοῦτο  γάρ  ἐστιν,  Ἐν  Κυρίῳ. Ὃ  καὶ  πρὸς  Κορινθίους  ἔλεγεν·  Ὁ  Θεὸς ὑμᾶς παρακαλεῖ δι' ἡμῶν. Ἵνα καθὼς παρελάβετε παρ' ἡμῶν. Τὸ, Παρελάβετε, οὐχὶ ῥημάτων ἐστὶ μόνον, ἀλλὰ καὶ πραγμάτων. 


Τὸ, Πῶς δεῖ ὑμᾶς περιπατεῖν,  πᾶσαν ἐν τούτῳ  τὴν ἀναστροφὴν τοῦ βίου δηλοῖ. Καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· τουτέστιν, Ἵνα ἐκ πλείονος περιουσίας μὴ μέχρι τῶν ἐντολῶν  ἱστᾶσθε, ἀλλ' ἵνα καὶ ὑπερβαίνητε· τοῦτο γάρ  ἐστι  τὸ, Ἵνα  περισσεύητε. Ἐν μὲν  γὰρ  τοῖς  προάγουσι  τῆς  πίστεως  αὐτῶν  τῆς στεῤῥᾶς τὸ θαῦμα ἀποδέχεται· ἐνταῦθα δὲ ῥυθμίζει τὸν βίον. Τοῦτο γὰρ προκοπὴ, τὸ καὶ
 ὑπερβαίνειν τὰς ἐντολὰς καὶ τὰ διατάγματα· οὐκέτι γὰρ ἀπὸ τῆς διδασκαλικῆς ἀνάγκης, ἀλλ'  ἀπὸ  τῆς  οἰκείας  προαιρέσεως  γίνεται   τὸ  πᾶν.  Καθάπερ γὰρ  τὴν  γῆν  οὐ  τὰ καταβληθέντα  δεῖ φέρειν μόνον· οὕτω καὶ τὴν ψυχὴν οὐ μέχρις ἐκείνων  ἵστασθαι τῶν καταβληθέντων, ἀλλὰ καὶ ὑπερβαίνειν.  Ὁρᾷς ὅτι εἰκότως  εἶπεν, ὑπερβαίνειν; Εἰς δύο γὰρ ταῦτα ἀρετὴ διῄρηται, εἰς τὸ ἐκκλίνειν  ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθόν. Οὐ γὰρ ἀρκεῖ τῶν κακῶν ἡ ἀναχώρησις  εἰς τὴν τῆς ἀρετῆς προσαγωγὴν, ἀλλ' ὁδὸς μέν τίς ἐστι καὶ ἀρχὴ ἐκεῖ φέρουσα, δεῖ δὲ πολλῆς  ἡμῖν τῆς προθυμίας. Τὰ μὲν οὖν φευκτέα  ἐν τάξει παραγγελίας αὐτοῖς λέγει, εἰκότως· ταῦτα γὰρ πραττόμενα μὲν φέρει κόλασιν, μὴ πραττόμενα δὲ, οὐδὲ ἐγκώμιον. Τὰ μέντοι τῆς ἀρετῆς, οἷον τὸ κενῶσαι τὰ χρήματα, καὶ ὅσα  τοιαῦτα,  οὐκέτι  ἐν  παραγγελίας   τάξει  φησίν·  ἀλλὰ  τί;  Ὁ  δυνάμενος   χωρεῖν χωρείτω.  Εἰκὸς οὖν αὐτὸν ἃ μετὰ πολλοῦ φόβου καὶ τρόμου ἦν παρηγγελκὼς  αὐτοῖς, καὶ ἀναμιμνήσκειν  διὰ τῶν γραμμάτων  τούτων  ἐκείνης αὐτοὺς τῆς εὐλαβείας. ∆ιόπερ οὐ  τίθησιν  αὐτὰ,  ἀλλ'  αὐτοὺς  ἀναμιμνήσκει.  Οἴδατε γὰρ,  φησὶ,  τίνας  παραγγελίας ἐδώκαμεν  ὑμῖν διὰ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν. Καὶ θέα πῶς οὐδαμοῦ περὶ ἄλλου τινὸς οὕτω σφοδρῶς αἰνίττεται,  ὡς περὶ τούτου· καθάπερ καὶ ἀλλαχοῦ  γράφων, φησίν· Εἰρήνην διώκετε μετὰ πάντων  καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ τί θαυμάζεις, εἰ τοῖς μαθηταῖς πανταχοῦ περὶ τούτου γράφει, ὅπου γε καὶ Τιμοθέῳ γράφων ἔλεγε· Σαυτὸν ἁγνὸν τήρει; Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τῇ πρὸς Κορινθίους γράφων ἔλεγεν· Ἐν ὑπομονῇ πολλῇ, ἐν  62.424 νηστείαις,  ἐν  ἁγνότητι.  Καὶ πολλαχοῦ  ἄν  τις  εὕροι τοῦτο, καὶ ἐν  τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς. Ὄντως γὰρ πᾶσι τοῦτο λυμαίνεται τὸ κακόν· καὶ καθάπερ χοῖρος βορβόρου πεπληρωμένος, οὗ ἂν εἰσέλθῃ, δυσωδίας ἐνέπλησεν   ἅπαντα,   καὶ   τὰς   αἰσθήσεις  ἐπλήρωσε   κόπρου,  οὕτω   καὶ   ἡ  πορνεία· δυσέκνιπτον  γάρ ἐστι τὸ κακόν. Ὅταν δέ τινες καὶ γυναῖκας  ἔχοντες  τοῦτο πράττωσι, πόση τῆς ἀτοπίας ἡ ὑπερβολή; Τοῦτο γάρ ἐστι, φησὶ, θέλημα Θεοῦ ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας. Πολλὰ γὰρ εἴδη ἀταξίας, πολύτροποι καὶ ποικίλαι τῆς  ἀσελγείας  αἱ  ἡδοναὶ,  ἃς  οὐδὲ  εἰπεῖν  ἀνεκτόν.  Εἰπὼν  δὲ,  Ἀπὸ πάσης  πορνείας, καταλιμπάνει  τοῖς  εἰδόσιν. Εἰδέναι ἕνα  ἕκαστον ὑμῶν  τὸ ἑαυτοῦ  σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ. Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Εἰδέναι, φησὶν, ἕνα ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι. Ἄρα μαθήσεώς ἐστι τὸ πρᾶγμα καὶ πολλῆς, ὥστε μὴ ἀσελγαίνειν. Ἄρα ἡμεῖς αὐτὸ κτώμεθα, ὅταν μένῃ καθαρὸν καὶ  ἔστιν  ἐν  ἁγιασμῷ·  ὅταν  δὲ ἀκάθαρτον,  ἁμαρτία·  εἰκότως.  Οὐ γὰρ  ἃ βουλόμεθα πράττει  λοιπὸν,  ἀλλ'  ἃ  ἐκείνη  ἐπιτάττει·  Μὴ ἐν  πάθει  ἐπιθυμίας,  φησίν.  Ἐνταῦθα δείκνυσι  καὶ  τὸν  τρόπον,  καθ'  ὃν  χρὴ  σωφρονεῖν,   ὥστε  τὰ  πάθη  τῆς  ἐπιθυμίας ἐκκόπτειν.  Καὶ γὰρ καὶ τρυφὴ,  καὶ πλοῦτος,  καὶ ῥᾳθυμία, καὶ ἀργία, καὶ σχολὴ, καὶ ἅπαντα ταῦτα εἰς ἐπιθυμίαν  ἡμᾶς ἐξάγει τὴν ἄτοπον. Καθάπερ, φησὶ, καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Ἐκεῖνοι γὰρ τοιοῦτοί εἰσιν, οἱ μὴ προσδοκῶντες δώσειν δίκην. Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν  ἐν τῷ πράγματι τὸν ἀδελφόν.


βʹ. Καλῶς εἶπε, Μὴ ὑπερβαίνειν· καὶ γὰρ ἑκάστῳ ὁ Θεὸς ἀπένειμε γυναῖκα, καὶ ὅρους ἔθηκε τῇ φύσει, τὴν μίξιν ἐκείνην  τὴν πρὸς τὴν μίαν. Ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ λῃστεία καὶ πλεονεξία· μᾶλλον δὲ πάσης λῃστείας χαλεπωτέρα.  Οὐ γὰρ οὕτως  ἀλγοῦμεν,  τῶν  χρημάτων  ἡμῖν  ἐκφορουμένων,  ὡς  τοῦ  γάμου διορυττομένου.  Ἀδελφὸν  καλεῖς,  καὶ  πλεονεκτεῖς,  καὶ  ἐν  οἷς οὐ χρή; Ἐνταῦθα  περὶ μοιχείας  φησίν· ἀνωτέρω  δὲ καὶ περὶ πορνείας  πάσης. Ἐπειδὴ γὰρ ἔμελλε  λέγειν  μὴ ὑπερβαίνειν μηδὲ πλεονεκτεῖν  τὸν ἀδελφὸν, προλαβὼν μὴ νομίσῃς, φησὶν, ὅτι ἐπὶ τῶν
ἀδελφῶν   μόνον   ταῦτά  φημι,   ἀλλ'  οὐδὲ  τὰς  ἑτέρων   γυναῖκας,   οὐδὲ  τὰς  ἁπλῶς ἀνάνδρους καὶ κοινὰς ἔχειν χρή. Πάσης πορνείας ἀπέχεσθαι δεῖ· διό φησι, ∆ιότι ἔκδικος ὁ Κύριος περὶ πάντων  τούτων.  Παρεκάλεσε πρῶτον, ἐνέτρεψεν  εἰπὼν, Καθάπερ καὶ τὰ ἔθνη· εἶτα ἀπὸ λογισμῶν τὸ ἄτοπον ἔδειξε. Τοῦτο δὲ ἦν τὸ, Πλεονεκτεῖν τὸν ἀδελφόν. Ἐπάγει λοιπὸν τὸ κεφάλαιον· διό φησιν, Ἔκδικος ὁ Κύριος περὶ πάντων  τούτων, καθὼς καὶ προείπομεν  ὑμῖν καὶ διεμαρτυράμεθα.  Οὐδὲ γὰρ ἀτιμωρητὶ  ταῦτα πράξομεν, οὐδὲ τοσαύτης ἀπολαύσομεν ἡδονῆς, ὅσην ὑποστησόμεθα κόλασιν. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ' ἐν ἁγιασμῷ. Ἐπειδὴ εἶπε, Τὸν ἀδελφὸν,  καὶ ἐπήγαγεν,  ὅτι ὁ Θεὸς ἐκδικεῖ, δεικνὺς ὅτι κἂν ἄπιστος τοῦτο πάθῃ, τιμωρίαν ὁ 62.425 πεποιηκὼς δώσει, οὕτως εἶπεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἐκεῖνον ἐκδικῶν τιμωρεῖταί  σε, ἀλλ' ἐπειδὴ εἰς  αὐτὸν  ὕβρισας· αὐτός  σε ἐκάλεσε,  τὸν  καλέσαντα  ὕβρισας. ∆ιὰ τοῦτο  ἐπήγαγε· Τοιγαροῦν ὁ ἀθετῶν,  οὐκ ἄνθρωπον  ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ εἰς ἡμᾶς. Ὥστε κἂν τὴν βασιλίδα διαφθείρῃς,  φησὶ, κἂν τὴν δούλην  τὴν σὴν  ὕπανδρον  οὖσαν,  ὅμοιον  τὸ  ἔγκλημα.  ∆ιὰ  τί;  Ὅτι  οὐ  τὰ  ἀδικούμενα  ἐκδικεῖ πρόσωπα, ἀλλ' ἑαυτόν· σὺ γὰρ ὁμοίως ἐμολύνθης, ὁμοίως τὸν Θεὸν ὕβρισας. Καὶ γὰρ καὶ τοῦτο κἀκεῖνο μοιχεία, ἐπειδὴ καὶ τοῦτο κἀκεῖνο γάμος· κἂν μὴ μοιχεύσῃς, πορνεύσῃς δὲ, καίτοι οὐκ ἔχει ἄνδρα ἡ πόρνη, ἀλλ' ὅμως ὁ Θεὸς ἐκδικεῖ, ἐπειδὴ ἑαυτὸν ἐκδικεῖ. Οὐ γὰρ οὕτως ἐκείνου καταφρονῶν  τοῦτο ποιεῖς, ὡς τοῦ Θεοῦ· καὶ δῆλον ἐκεῖθεν. Ἐκεῖνον μὲν γὰρ καὶ λανθάνων ποιεῖς, τὸν δὲ Θεὸν ὁρῶντα  οὐ προσποιῇ. Εἰπὲ γάρ μοι, εἴ τις ἁλουργίδος ἀξιωθεὶς παρὰ τοῦ βασιλέως, καὶ μυρίας ἑτέρας τιμῆς, καὶ κελευσθεὶς ἀξίως ζῇν τῆς τιμῆς, ἀπελθών τινι προσφθαρείη γυναικὶ, τίνα ὕβρισεν; ἐκείνην, ἢ τὸν βασιλέα τὸν δεδωκότα; Ὕβρισται μὲν κἀκείνη, ἀλλ' οὐχ ὁμοίως. ∆ιὸ, παρακαλῶ, φυλαττώμεθα τὴν   ἁμαρτίαν   ταύτην.   


Καθάπερ  γὰρ  ἡμεῖς   τὰς  γυναῖκας   κολάζομεν,   ὅταν   ἡμῖν συνοικοῦσαι ἑτέροις ἑαυτὰς δῶσιν· οὕτω καὶ ἡμεῖς κολαζόμεθα, κἂν μὴ ὑπὸ τῶν νόμων Ῥωμαίων, ἀλλ' ὑπὸ τοῦ Θεοῦ. Καὶ γὰρ καὶ τοῦτο μοιχεία ἐστί. Μοιχεία γὰρ οὐ μόνον τὸ ἑτέρῳ  συνεζευγμένην   μοιχᾶσθαι,  ἀλλὰ  καὶ  τὸ  δεδεμένον   αὐτὸν  γυναικί.  Πρόσεχε ἀκριβῶς ᾧ λέγω· εἰ γὰρ καὶ φορτικὸν  πολλοῖς  τὸ λεγόμενον,  ἀλλ'  ἀναγκαῖον  εἰπεῖν ὥστε διορθώσασθαι τοῦ λοιποῦ. Οὐ τοῦτο δὲ μόνον ἐστὶ μοιχεία, ὅταν ἀνδρὶ συνεζευγμένην   διαφθείρωμεν   γυναῖκα,   ἀλλὰ   κἂν   ἀφετὴν   καὶ  λελυμένην,   αὐτοὶ δεδεμένοι γυναικὶ, μοιχεία τὸ πρᾶγμά ἐστι. Τί γὰρ, εἰ ἡ μοιχευομένη οὐ δέδεται; Ἀλλὰ σὺ δέδεσαι· τὸν νόμον  παρέβης, ἠδίκησας τὴν  σάρκα τὴν  σήν. ∆ιὰ τί γὰρ, εἰπέ μοι, τὴν γυναῖκα  κολάζεις, κἂν πορνευθῇ λελυμένῳ  ἀνδρὶ καὶ μὴ ἔχοντι  γυναῖκα; Ὅτι μοιχεία ἐστί. Καίτοι ὁ πορνεύσας αὐτὴν, οὐκ ἔχει γυναῖκα, ἀλλ' αὐτὴ δέδεται ἀνδρί. Οὐκοῦν καὶ σὺ δέδεσαι γυναικί.  Ὥστε ὁμοίως  καὶ τὸ σὸν μοιχεία  ἐστίν. Ὁ ἀπολύσας  γὰρ, φησὶ, παρεκτὸς λόγου πορνείας τὴν γυναῖκα αὑτοῦ, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην γαμῶν, μοιχᾶται. Εἰ ὁ γαμῶν ἀπολελυμένην μοιχᾶται, ὁ μετὰ τῆς ἑαυτοῦ γυναικὸς, καὶ ταύτῃ προσφθειρόμενος, οὐ πολλῷ μᾶλλον τοῦτο ποιεῖ; Παντί που δῆλον. 

Ἀλλὰ πρὸς μὲν ὑμᾶς ἱκανῶς  τοὺς ἄνδρας εἴρηται ταῦτα· περὶ γὰρ τῶν τοιούτων  φησὶ καὶ ὁ Χριστὸς, Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Τῶν δὲ νέων ἕνεκεν εἰπεῖν ἀναγκαῖον πρὸς ὑμᾶς, μᾶλλον δὲ οὐ τοσοῦτον δι' ἐκείνους, ὅσον δι' ὑμᾶς· οὐκ  ἐκείνοις  γὰρ, ἀλλὰ  καὶ  ὑμῖν  ταῦτα  ἁρμόδια, καὶ  πῶς,  ἤδη  λέξω·  Ὁ μὴ μαθὼν πορνεύει οὐδὲ μοιχεύειν  εἴσεται· ὁ δὲ πόρναις ἐγκαλινδούμενος,  καὶ ἐπὶ τοῦτο ταχέως ἥξει· κἂν μὴ ὑπάνδροις, ἀλλὰ λελυμέναις συμφθαρήσεται γυναιξί.

γʹ. Τί οὖν παραινῶ; Ὥστε τὰς ῥίζας ἐκτέμνειν, ὅσοι παῖδας ἔχετε νέους, καὶ πρὸς τὸν κοσμικὸν αὐτοὺς βίον ἀγαγεῖν  μέλλετε, ταχέως  ὑπὸ τὸν τοῦ γάμου ζυγὸν ἕλκετε.
Ἐπειδὴ γὰρ ἔτι νέοις οὖσιν ἐνοχλεῖ  τὰ τῶν ἐπιθυμιῶν,  τὸν μὲν πρὸ τοῦ γάμου χρόνον παραινέσεσιν, ἀπειλαῖς, φόβοις, ἐπαγγελίαις,  μυρίοις ἑτέροις αὐτοὺς κατέχετε· κατὰ δὲ τὸν τοῦ γάμου καιρὸν, μηδεὶς ἀναβαλλέσθω (ἰδοὺ νυμφευτρίας φθέγγομαι ῥήματα) ἁρμόζειν ὑμῖν  τοὺς παῖδας. Ἀλλ' οὐκ αἰσχύνομαι  ταῦτα  λέγων·  ἐπειδὴ  μηδὲ Παῦλος ᾐσχύνθη λέγων, Μὴ ἀποστερεῖτε ἀλλήλους, ὃ τούτου δοκεῖ αἰσχυντηρότερον εἶναι· ἀλλ' οὐκ ᾐσχύνθη. Οὐ γὰρ τοῖς ῥήμασι προσεῖχεν, ἀλλὰ τοῖς ἔργοις τοῖς ἀπὸ τῶν ῥημάτων κατορθουμένοις. Ὅταν οὖν ὁ παῖς αὐξηθῇ, πρὸ στρατείας, πρὸ τοῦ βίου τοῦ ἄλλου, τὰ περὶ τοῦ γάμου φρόντιζε. Κἂν ἐκεῖνος ἴδῃ ὅτι ταχέως αὐτῷ τὴν νύμφην  ἄγεις, καὶ ὅτι βραχὺς ὁ καιρὸς ὁ ἐν μέσῳ, δυνήσεται  διακαρτερῆσαι τὴν  φλόγα·  ἂν δὲ ἐννοήσῃ ὅτι ῥᾳθυμεῖς σὺ καὶ βραδύνεις καὶ περιμένεις,  τότε προσόδους κτήσεται πολλὰς,  καὶ τότε αὐτῷ τοὺς γάμους ποιήσεις, ἀπογνοὺς  πρὸς τὸ μακρὸν τοῦ χρόνου ταχέως  ὀλισθήσει πρὸς πορνείαν. Ἀλλ' οἴμοι! ἡ ῥίζα τῶν κακῶν καὶ ἐνταῦθα ἡ φιλαργυρία.  Ἐπειδὴ γὰρ οὐδενὶ  μέλει  πῶς  σώφρων,  πῶς  ἐπιεικὴς  ὁ παῖς  γένηται,  ἀλλὰ  μεμήνασι  πρὸς  τὸν χρυσὸν ἅπαντες,  τούτου  ἕνεκεν  οὐδεὶς ταύτην  ποιεῖται  τὴν  σπουδήν. ∆ιὸ παρακαλῶ πρῶτον  αὐτῶν  τὰς ψυχὰς  ῥυθμίζειν.  Ἂν  γὰρ ἁγνῇ  τῇ νύμφῃ  προσέλθῃ, ἂν  ἐκείνης μόνον ἴδῃ τὸ σῶμα, καὶ ὁ πόθος ἔσται σφοδρὸς, καὶ ὁ τοῦ Θεοῦ φόβος μείζων, καὶ τίμιος ὁ  γάμος  ὄντως,  καθαρὰ  καὶ  ἀμίαντα  σώματα  δεχόμενος,  καὶ  τὰ  τικτόμενα  πολλῆς εὐλογίας  ἔσται μεστὰ, καὶ ἀλλήλοις  εἴξουσιν, ὅ τε νυμφίος  καὶ ἡ νύμφη· ἑτέρων  γὰρ ἠθῶν ὄντες ἑκάτεροι ἄπειροι, ἀλλήλοις ὑποταγήσονται. Νεώτερος δὲ ἀρχόμενος ἀσελγαίνειν,  καὶ πορνικῶν  ἠθῶν πεῖραν λαβὼν, μέχρι μὲν τῆς πρώτης ἑσπέρας καὶ τῆς δευτέρας   ἐπαινέσεται   τὴν   αὐτοῦ  γυναῖκα·   μετὰ  δὲ  ταῦτα   ταχέως   πρὸς  ἐκείνην ἐξολισθήσει τὴν  ἀσέλγειαν,  τὸν ἐκκεχυμένον  καὶ ἄτακτον  γέλωτα,  ζητῶν  τὰ πολλῆς ἀνελευθερίας γέμοντα ῥήματα, τὰ σχήματα τὰ διακεκλασμένα, τὴν ἄλλην ἀσχημοσύνην πᾶσαν, ἣν ἡμᾶς οὐκ ἀνεκτὸν εἰπεῖν. 


Ταῦτα δὲ ἡ ἐλευθέρα παρέχειν οὐκ ἀνέχεται, οὐδὲ καταῤῥυπαίνειν  ἑαυτήν. Ἐπὶ κοινωνίᾳ  γὰρ βίου καὶ παιδοποιίᾳ κατηγγυήθη  τῷ ἀνδρὶ, οὐκ ἐπὶ ἀσχημοσύνῃ καὶ γέλωτι· ἵνα οἰκουρῇ, ἵνα παιδεύῃ κἀκεῖνον  εἶναι σεμνὸν, οὐχ ἵνα  αὐτῷ  ὑπεκκαύματα  παρέχῃ  πορνείας.  Ἀλλ'  ἡδέα  σοι  φαίνεται   τὰ  τῆς  πόρνης σχήματα;  Οἶδα κἀγώ·  καὶ  γὰρ  ἡ  Γραφὴ  τοῦτό  φησι·  Μέλι  ἀποστάζει  ἀπὸ  χειλέων γυναικὸς πόρνης. ∆ιὰ γὰρ τοῦτο ταῦτα πάντα ποιῶ, ὥστε μὴ τοῦ μέλιτος ἐκείνου πεῖραν λαβεῖν· εἰς γὰρ χολὴν  εὐθέως τρέπεται. Καὶ τοῦτο αὐτό φησι καὶ ἡ Γραφή· Ἥτις πρὸς καιρὸν   λιπαίνει   σὸν  φάρυγγα,   ὕστερον  μέντοι   πικρότερον   χολῆς   εὑρήσεις,  καὶ ἠκονημένον   μᾶλλον   μαχαίρας  διστόμου.  62.427 Τί  λέγεις;  Ἀνάσχεσθέ  μού  τι  καὶ ἀκάθαρτον,  ὡς εἰπεῖν,  φθεγγομένου,  καὶ ἀπαναισχυντοῦντος, καὶ ἀπερυθριῶντος·  οὐ γὰρ ἑκὼν  τοῦτο  πάσχω, ἀλλὰ  διὰ τοὺς οὐκ αἰσχυνομένους  τὰ πράγματα,  τὰ ῥήματα αὐτὸς ἀναγκάζομαι λέγειν. Πολλὰ δὲ καὶ ἐν ταῖς Γραφαῖς ὁρῶμεν τοιαῦτα. Καὶ γὰρ καὶ ὁ Ἰεζεκιὴλ ὀνειδίζων τὴν Ἱερουσαλὴμ, πολλὰ τοιαῦτα φθέγγεται, καὶ οὐκ αἰσχύνεται· καὶ εἰκότως· οὐ γὰρ ἐξ οἰκείου  πάθους  αὐτὰ  ἔλεγεν,  ἀλλ' ἀπὸ κηδεμονίας.  Κἂν γὰρ τὰ ῥήματα δοκῇ εἶναι ἀπρεπῆ, ἀλλ' ὁ σκοπὸς οὐκ ἀπρεπὴς, ἀλλὰ καὶ σφόδρα ἁρμόζων τῷ βουλομένῳ   ἀκαθαρσίαν  ἐκβαλεῖν   ψυχῆς·  ἂν  γὰρ  μὴ  αὐτὰ  τὰ  ῥήματα  ἀκούσῃ  ἡ ἀναίσχυντος  ψυχὴ,  οὐκ ἐντρέπεται.  Καὶ γὰρ ἰατρὸς  βουλόμενος  σηπεδόνα  ἐκβαλεῖν, πρότερον τοὺς δακτύλους εἰς τὸ τραῦμα καθίησι, κἂν μὴ πρότερον μολύνῃ τὰς ἰωμένας χεῖρας,  ἰάσασθαι οὐ  δυνήσεται.  Οὕτω κἀγὼ,  ἂν  μὴ  πρότερον  τὸ  στόμα  μολύνω  τὸ ἰώμενον ὑμῶν τὰ πάθη, οὐ δυνήσομαι ὑμᾶς ἰάσασθαι. Μᾶλλον δὲ οὐδὲ τοῦτο μολύνεται, οὔτε ἐκεῖναι  αἱ χεῖρες. Τί δήποτε; Ὅτι οὐκ ἔστιν  ἡ ἀκαθαρσία φυσικὴ,  οὐδὲ ἐκ τοῦ ἡμετέρου σώματος, ὥσπερ οὐδὲ ἐκεῖ ἐκ τῶν ἐκείνου χειρῶν, ἀλλ' ἐξ ἀλλοτρίων. 

Εἰ δὲ ἔνθα  ἀλλότριον  σῶμα, οὐ παραιτεῖται  ἐκεῖνος  βαπτίσαι  τὰς  ἑαυτοῦ  χεῖρας· ἔνθα  τὸ ἡμέτερον σῶμα, παραιτησόμεθα, εἰπέ μοι; σῶμα γὰρ ἡμέτερον ὑμεῖς, ἀσθενὲς μὲν καὶ ἀκάθαρτον,  ἡμέτερον  δέ.  δʹ. Τί οὖν  ἐστιν  ὅ  φημι,  καὶ  δι' ὃ  τοσαύτην  ἐποιησάμην παραίνεσιν; Ὅτι ἱμάτιον μὲν, ὅπερ ὁ δοῦλος ἔχει, οὐκ ἂν ἕλοιό ποτε φορέσαι βδελυττόμενος  διὰ τὸν ῥύπον, ἀλλ' ἕλοιο ἂν γυμνὸς εἶναι, ἢ ἐκείνῳ χρήσασθαι· σώματι δὲ  ἀκαθάρτῳ  καὶ  ῥυπαρῷ,  καὶ  οὐ  τῷ  παιδὶ  τῷ  σῷ  μόνον,  ἀλλὰ  μυρίοις  ἑτέροις χρησιμεύοντι καταχρήσῃ, καὶ οὐ βδελύξῃ; Ἠσχύνθητε ἀκούσαντες; Ἀλλ' ἐν τοῖς ἔργοις αἰσχύνθητε, μὴ ἐν τοῖς ῥήμασι. Καὶ τὰ ἄλλα πάντα παρίημι, τὸ τῶν ἠθῶν δύστροπον καὶ μιαρὸν, τὸ τῆς ἄλλης ζωῆς δουλικὸν καὶ ἀνελεύθερον. Εἰπέ μοι, πρὸς τὴν αὐτὴν καὶ καὶ σὺ καὶ ὁ οἰκέτης ὁ σός; καὶ εἴθε ὁ οἰκέτης μόνον, ἀλλὰ καὶ ὁ δήμιος. Καὶ χεῖρας μὲν τοῦ δημίου οὐκ ἂν ἀνάσχοιο κατασχεῖν· τὴν δὲ ἓν ἐκείνῳ  σῶμα γενομένην  περιπλέκῃ καὶ καταφιλεῖς,  καὶ οὐ φρίττεις  οὐδὲ δέδοικας; οὐκ αἰσχύνῃ, οὐκ ἐντρέπῃ,  οὐκ ἀγωνιᾷς; Εἶπον μὲν πρὸς τοὺς πατέρας τοὺς ὑμετέρους, ὅτι δεῖ ταχέως  πρὸς γάμον ἄγειν ὑμᾶς· ἀλλ' ὅμως οὐδὲ ὑμεῖς ἀνεύθυνοι  τῆς κολάσεως. Εἰ γὰρ μὴ καὶ ἄλλοι νέοι μᾶλλον ἦσαν πολλοὶ ἐν σωφροσύνῃ ζῶντες, καὶ πάλαι καὶ νῦν, ἴσως ἄν τις ὑμῖν ἦν ἀπολογία· εἰ δὲ εἰσὶ, πόθεν  ἕξετε  εἰπεῖν,  ὅτι  οὐκ  ἠδυνήθημεν  κατασχεῖν  τὴν  φλόγα  τῆς  ἐπιθυμίας; Ἐκεῖνοι  γὰρ  κατηγοροῦσιν  ὑμῶν  οἱ  δυνηθέντες,   τῷ  τῆς  αὐτῆς  φύσεως  μετέχειν. Ἀκούετε τοῦ Παύλου λέγοντος·  Εἰρήνην διώκετε  καὶ τὸν  ἁγιασμὸν, οὗ χωρὶς  οὐδεὶς ὄψεται τὸν Κύριον. Ἡ ἀπειλὴ αὕτη οὐχ ἱκανὴ φοβῆσαι; Ὁρᾷς ἑτέρους δι' ὅλου σωφρονοῦντας καὶ ἐν σεμνότητι διάγοντας, καὶ σὺ οὐδὲ μέχρι τῶν τῆς νεότητος χρόνων καρτερεῖς; ὁρᾷς ἑτέρους καταπα 62.428 λαίσαντας  μυριάκις  τὴν  ἡδονὴν,  καὶ σὺ οὐδὲ ἅπαξ ἀνέχῃ; Εἰ βούλεσθε, τὴν αἰτίαν  ἐγὼ λέγω. 

Οὐ γὰρ ἡ νεότης  αἰτία· ἐπεὶ ἔμελλον πάντες οἱ νέοι ἀκόλαστοι εἶναι· ἀλλ' ἡμεῖς ἑαυτοὺς ὠθοῦμεν εἰς τὴν πυράν. Ὅταν γὰρ ἀνέλθῃς  εἰς θέατρον, καὶ καθίσῃς γυμνοῖς  μέλεσι γυναικῶν  τοὺς ὀφθαλμοὺς  ἑστιῶν, πρὸς μὲν καιρὸν ἥσθης, ὕστερον δὲ πολὺν  ἐκεῖθεν  ἔθρεψας τὸν πυρετόν.  Ὅταν ἴδῃς ὥσπερ σώματος τύπῳ γυναῖκας φαινομένας, ὅταν καὶ θεάματα καὶ ᾄσματα μηδὲν ἕτερον ἀλλ' ἢ ἔρωτας ἀτόπους ἔχοντα, Ἡ δεῖνα, φησὶ, τὸν δεῖνα ἐφίλησε, καὶ οὐκ ἐπέτυχε, καὶ ἀπήγξατο,  καὶ εἰς μητέρας  τοὺς  ἀτόπους  ἔρωτας  ἐκκυλισθέντας·  ὅταν  καὶ δι' ἀκοῆς ταῦτα δέχῃ, καὶ διὰ γυναικῶν,  καὶ διὰ τύπων, ἤδη δὲ καὶ διὰ γερόντων ἀνδρῶν (καὶ γὰρ πολλοὶ  προσωπεῖα  περιθέντες  ἑαυτοῖς,  ἐκεῖ  γυναικίζονται),  πόθεν,  εἰπέ  μοι, δυνήσῃ σωφρονῆσαι λοιπὸν,  ἐκείνων  τῶν διηγημάτων,  ἐκείνων  τῶν θεαμάτων,  ἐκείνων  τῶν ἀκουσμάτων κατεχόντων σου τὴν ψυχὴν, καὶ ὀνείρων τοιούτων διαδεχομένων  λοιπόν; πέφυκε γὰρ ὡς τὰ πολλὰ τοιαῦτα φαντασιοῦσθαι ἡ ψυχὴ, οἷα ἂν ἐν ἡμέρᾳ βούλεται καὶ ἐπιθυμεῖ.  Ὅταν  οὖν  ἐκεῖ  μὲν  καὶ  πράγματα  βλέπῃς  αἰσχρὰ,  καὶ  ῥήματα  ἀκούῃς αἰσχρότερα, καὶ τὰ μὲν τραύματα δέχῃ, τὰ δὲ φάρμακα μὴ ἐπιτιθῇς, πῶς οὐκ εἰκότως ἡ σηπεδὼν αὐξηθήσεται; πῶς ἡ νόσος οὐκ ἐπιταθήσεται,  καὶ πολλῷ  μᾶλλον,  ἢ ἐπὶ τοῖς ἡμετέροις  σώμασι; Κουφότερον  γὰρ, εἴγε ἐβουλόμεθα, τῶν  σωμάτων  ἡ προαίρεσις τὰ τῆς  διορθώσεως  ἐδέχετο.  Ἐκεῖ μὲν  γὰρ  καὶ  φαρμάκων  καὶ  ἰατρῶν  καὶ  χρόνου  δεῖ· ἐνταῦθα δὲ ἀρκεῖ θελήσαντα, καὶ ἀγαθὸν γενέσθαι καὶ κακόν. Ὥστε μᾶλλον ἐδέξω τὴν νόσον. 

Ὅταν μὲν οὖν τὰ μὲν βλάπτοντα  συμφορῶμεν, μηδένα δὲ λόγον ποιώμεθα τῶν ὠφελούντων, πότε ἔσται τις ὑγεία; ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε, Καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Αἰσχυνθῶμεν. φοβηθῶμεν, εἰ τὰ μὴ εἰδότα τὸν Θεὸν ἔθνη πολλάκις σωφρονεῖ·  ἐντραπῶμεν,  ὅταν  ἐκείνων  χείρους  ὦμεν.  Εὔκολον  κατορθῶσαι σωφροσύνην, ἂν ἐθέλωμεν, ἂν ἀπάγωμεν τῶν βλαπτόντων ἑαυτούς· ἐπεὶ οὐδὲ πορνείαν διαφυγεῖν  εὔκολον, ἂν μὴ θέλωμεν. Τί γὰρ τοῦ βαδίζειν ἐπ' ἀγορᾶς εὐκολώτερον; ἀλλ' ὑπὸ τῆς πολλῆς βλακείας δύσκολον γέγονεν, οὐκ ἐπὶ γυναικῶν  μόνον, ἀλλ' ἤδη καὶ ἐπὶ ἀνδρῶν.  Τί  τοῦ  καθεύδειν   εὐκολώτερον;  ἀλλὰ  καὶ  τοῦτο  δύσκολον  πεποιήκαμεν. Πολλοὶ γοῦν τῶν πλουσίων δι' ὅλης περιστρέφονται  τῆς νυκτὸς, τῷ μὴ περιμένειν τὴν χρείαν τοῦ ὕπνου, καὶ τότε καθεύδειν. Καὶ ὅλως οὐδὲν δύσκολον βουλομένων,  ὥσπερ οὐδὲν εὔκολον μὴ βουλομένων  ἡμῶν· πάντων γὰρ ἡμεῖς κύριοι. ∆ιὰ τοῦτο καὶ ἡ Γραφὴ, Ἂν θέλητε, καὶ εἰσακούσητέ μου· καὶ πάλιν, Ἂν μὴ θέλητε, φησὶ, μηδὲ εἰσακούσητέ μου. Ὥστε ἐν τῷ θέλειν,  καὶ τῷ μὴ θέλειν  κεῖται  τὸ πᾶν. ∆ιὰ τοῦτο  καὶ κολαζόμεθα  καὶ ἐπαινούμεθα.  Γένοιτο  δὲ  τῶν  ἐπαινουμένων  γενομένους  ἡμᾶς  τυχεῖν  τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ,  καὶ τὰ ἑξῆς.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.