Παρασκευή, 7 Ιουνίου 2013

ΟΜΙΛΙΑ Αʹ


In epistulam i ad Thessalonicenses (homiliae 111)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ

ΟΜΙΛΙΑ Αʹ.

Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν  καὶ εἰρήνη  ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν  καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προ σευχῶν ἡμῶν, ἀδιαλείπτως  μνημονεύοντες  ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς  τῆς ἐλπίδος  62.392 τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.



αʹ. Τί δήποτε Ἐφεσίοις μὲν ἐπιστέλλων, καὶ τὸν Τιμόθεον ἔχων μεθ' ἑαυτοῦ, οὐχὶ συνέταξεν  ἑαυτῷ,  καίτοι  γνωριζόμενον   παρ'  αὐτοῖς  καὶ  θαυμαζόμενον   (Τὴν  γὰρ δοκιμὴν αὑτοῦ γινώσκετε, φησὶν, ὅτι ὡς πατρὶ τέκνον  σὺν ἐμοὶ ἐδούλευσε· καὶ πάλιν, 
62.393 Οὐδένα ἔχω  ἰσόψυχον,  ὅστις γνησίως  τὰ περὶ ὑμῶν  μεριμνήσει)· ἐνταῦθα  δὲ συντάττει αὐτὸν ἑαυτῷ; Ἐμοὶ δοκεῖ ὅτι ἔμελλεν αὐτὸν πέμπειν εὐθέως, καὶ περιττὸν ἦν ἐπιστέλλειν τὸν τὰ γράμματα ὅσον οὔπω καταληψόμενον·  φησὶ γὰρ, Τοῦτον μὲν ἐλπίζω πέμψαι ἐξαυτῆς. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἐπανελθὼν  ἦν, ὥστε εἰκότως ἐπέστελλεν· Ἄρτι γὰρ ἐλθόντος Τιμοθέου, φησὶ, πρὸς ἡμᾶς ἀφ' ὑμῶν. ∆ιὰ τί δὲ αὐτοῦ προτίθησι τὸν Σιλουανὸν, καίτοι μυρία αὐτῷ μαρτυρῶν ἀγαθὰ, καὶ πάντων αὐτὸν προτιθείς; Ἴσως μὲν ἀξιοῦντος  τοῦτο  αὐτοῦ  κατὰ πολλὴν  ταπεινοφροσύνην,  καὶ παρακαλοῦντος.  Ἐπειδὴ γὰρ τὸν διδάσκαλον ἑώρα οὕτω ταπεινοφρονοῦντα, ὡς τὸν μαθητὴν ἑαυτῷ συντάττειν, πολλῷ μᾶλλον τοῦτο αὐτὸς ἐζήτησεν ἄν. Παῦλος γὰρ, φησὶ, καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων. Οὐδὲν ἐνταῦθα  περὶ ἑαυτοῦ τίθησιν, οὐχ Ὁ ἀπόστολος, οὐχ Ὁ δοῦλος. Ἐμοὶ δοκεῖ, διὰ τὸνεοκατηχήτους εἶναι τοὺς ἄνδρας, καὶ μηδέπω αὐτοῦ πεῖραν εἰληφέναι,  οὐ τίθησι τὸ ἀξίωμα· ἄλλως δὲ καὶ ἀρχὴ τοῦ κηρύγματος ἔτι ἦν τοῦ πρὸς αὐτούς. 

Τῇ  Ἐκκλησίᾳ, φησὶ, Θεσσαλονικέων. Καλῶς. Ἐπεὶ γὰρ εἰκὸς ἦν ὀλίγους εἶναι  καὶ οὐδέπω  συνεστάναι, διὰ τοῦτο  αὐτοὺς  παραμυθεῖται  διὰ τοῦ ὀνόματος  τῆς Ἐκκλησίας· ἔνθα γὰρ πολὺς παρεληλύθει  χρόνος, καὶ τὸ τῆς Ἐκκλησίας σύστημα πολὺ ἦν, οὐ τίθησι τοῦτο. Ἐπειδὴ δὲ ὄνομα πλήθους  ἐστὶν, ὡς τὰ πολλὰ, τὸ τῆς Ἐκκλησίας ὄνομα, καὶ συστήματος ἤδη συγκεκροτημένου, διὰ τοῦτο αὐτοὺς οὕτω καλεῖ. Ἐν Θεῷ, φησὶ, Πατρὶ, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ. Τῇ Ἐκκλησίᾳ, φησὶ, Θεσσαλονικέων τῇ ἐν Θεῷ. Ἰδοὺ πάλιν  τὸ, Θεός, ἐπὶ τοῦ Πατρὸς, καὶ ἐπὶ τοῦ Υἱοῦ. Τὸ δὲ, Ἐν Θεῷ, φησὶν, ἐπειδὴ πολλαὶ  Ἐκκλησίαι καὶ Ἰουδαϊκαὶ  καὶ Ἑλληνικαὶἦσαν.  Μέγα τὸ ἀξίωμα, καὶ οὗ ἴσον οὐδὲν,  εἰ  ἐν  Θεῷ ἐστι. Γένοιτο τοίνυν  καὶ  ταύτην  τὴν  Ἐκκλησίαν  οὕτω  καλεῖσθαι· δέδοικα  δὲ  μὴ  μακρὰν  ᾖ  τῆς  προσηγορίας  ταύτης.  Εἴ τις  γὰρ  ἁμαρτίας  δοῦλος,  οὐ δύναται  λέγεσθαι  ἐν  Θεῷ.  Χάρις ὑμῖν  καὶ  εἰρήνη.  Εἶδες  εὐθὺς  ἀπὸ  ἐγκωμίων   τὸ προοίμιον  τῆς ἐπιστολῆς; Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε  περὶ πάντων  ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι  ἐπὶ τῶν προσευχῶν ἡμῶν. Τὸ γὰρ εὐχαριστεῖν  τῷ Θεῷ ὑπὲρ αὐτῶν, μαρτυροῦντός ἐστιν αὐτοῖς πολλὴν  προκοπὴν, ὅταν μὴ μόνον ἐπαινῶνται αὐτοὶ, ἀλλὰ καὶ  Θεὸς  εὐχαριστῆται,   ὡς  αὐτὸς  ἐργασάμενος  τὸ  πᾶν.  ∆ιδάσκει  δὲ  αὐτοὺς  καὶ μετριάζειν,  μονονουχὶ  λέγων,  ὅτι  τῆς  τοῦ Θεοῦ δυνάμεώς  ἐστι τὸ πᾶν.  Τὸ μὲν  οὖν εὐχαριστεῖν   τῶν  κατορθωμάτων   ἕνεκεν   τίθησι·  τὸ  δὲ  μεμνῆσθαι  αὐτῶν   ἐπὶ  τῶν προσευχῶν, τῆς ἀγάπης τῆς πρὸς αὐτούς. Εἶτα δεικνὺς ὅτι οὐ μόνον ἐπὶ τῶν προσευχῶν μέμνηται, ἀλλὰ καὶ χωρὶς τῶν εὐχῶν, ὅπερ πολλάκις ποιεῖ· Ἀδιαλείπτως, φησὶ, μνημονεύοντες  ὑμῶν  τοῦ  ἔργου  τῆς  πίστεως,  καὶ  τοῦ  κόπου  τῆς  ἀγάπης,  καὶ  τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Τί ἐστιν; Ἀδιαλείπτως μνημονεύοντες; Ἤτοι μνημονεύοντες  ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ τοῦ κόπου τῆς ἀγάπης μνημονεύοντες  τοῦ ὄντος ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.  Οὐχ ἁπλῶς  δὲ εἶπεν·  62.394 Ἀδιαλείπτως  μνημονεύοντες,  ἀλλ'  Ὑμῶν. Εἶτα πάλιν, ἵνα μὴ νομίσῃς ἁπλῶς μηδὲ τὸ Ὑμῶν εἰρῆσθαι, ἐπήγαγεν· Ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Ἐπειδὴ γὰρ οὐδεὶς ἐπῄνει τῶν ἀνθρώπων  τὰ γινόμενα,  οὐδεὶς μισθὸν ἀπεδίδου,  καὶ τοῦτο  προστίθησι, μονονουχὶ  λέγων,  Θαῤῥεῖτε, ἔμπροσθεν τοῦ Θεοῦ κάμνετε. Τί ἐστι, Τοῦ ἔργου τῆς πίστεως; Ὅτι οὐδὲν ὑμῶν παρέκλινε τὴν ἔνστασιν· τοῦτο γὰρ ἔργον πίστεως. Εἰ πιστεύεις, πάντα πάσχε· εἰ δὲ μὴ πάσχεις, οὐ πιστεύεις. 

Μὴ γὰρ  οὐ  τοιαῦτά   ἐστι  τὰ  ἐπηγγελμένα,   ὡς  καὶ  μυρίους  θανάτους   πείσεσθαι  τὸν πιστεύοντα ἀνελέσθαι; Οὐρανῶν βασιλεία πρόκειται καὶ ἀθανασία καὶ ζωὴ αἰώνιος. Ὁ τοίνυν  πιστεύων, πάντα πείσεται. Ἄρα ἡ πίστις διὰ τῶν ἔργων δείκνυται. Εἰκότως οὖν οὕτως  εἶπε, δηλῶν,  ὅτι Οὐχ ἁπλῶς,  ἀλλὰ  διὰ τῶν  ἔργων  αὐτὴν  ἐπεδείξασθε, διὰ τῆς ἐνστάσεως, διὰ τῆς προθυμίας. Καὶ τοῦ κόπου τῆς ἀγάπης. Ποῖος γὰρ κόπος τὸ φιλεῖν ἁπλῶς; Οὐδείς· τὸ δὲ γνησίως φιλεῖν  κόπος πολύς. Ὅταν γὰρ, εἰπέ μοι, μυρία κινῆται τῆς ἀγάπης ἡμᾶς ἀφελκύσαι βουλόμενα, ἡμεῖς δὲ πρὸς πάντα ἀντιτείνωμεν, οὐχὶ κόπος ἐστί; Τί γὰρ οὐκ ἔπαθον οὗτοι, ὥστε μὴ ἀποστῆναι τῆς ἀγάπης; οὐχὶ ἐπὶ τὸν ὑποδοχέα Παύλου ἦλθον  οἱ  πολεμοῦντες  τῷ  κηρύγματι,  καὶ  μὴ  εὑρόντες  αὐτὸν,  ἔσυρον  τὸν Ἰάσονα ἐπὶ τοὺς πολιτάρχας;  Μικρὸς οὗτος κόπος, εἰπέ μοι, μηδέπω  τῶν  σπερμάτων παγέντων,    τοσοῦτον   χειμῶνα   φέρειν,   τοσούτους   πειρασμούς;   Καὶ  ἱκανὰ   αὐτὸν ἀπῄτησαν. Καὶ ἱκανὰ, φησὶ, δοὺς, ἐξέπεμψε τὸν Παῦλον. Μικρὸν τοῦτο, εἰπέ μοι; οὐχὶ καὶ ἑαυτὸν  ἀντ' ἐκείνου  τῷ κινδύνῳ  ὑπέθηκε; Τοῦτο κόπον φησὶν  ἀγάπης, ὅτι οὕτω προσεδέθησαν. 

βʹ. Καὶ ὅρα· πρῶτον ἐκείνων λέγει τὰ κατορθώματα, καὶ τότε τὰ ἑαυτοῦ, ἵνα μὴ δόξῃ μεγαληγορεῖν, μηδὲ προλήψει φιλεῖν  αὐτούς. Καὶ τῆς ὑπομονῆς, φησίν. Οὐ γὰρ πρὸς ἕνα χρόνον ὁ διωγμὸς ἐκεῖνος γέγονεν, ἀλλὰ διαπαντός· οὐδὲ τῷ διδασκάλῳ μόνον  Παύλῳ ἐπολέμουν,  ἀλλὰ καὶ τοῖς μαθητευομένοις.  Εἰ γὰρ πρὸς ἐκείνους  οὕτω διέκειντο τοὺς θαύματα ἐργαζομένους, τοὺς αἰδεσίμους, τί οἴει πρὸς τοὺς συνοικοῦντας αὐτοῖς, καὶ συμπολίτας, καὶ ἀθρόον ἀποστάντας; Ὅπερ οὖν αὐτοῖς καὶ μαρτυρεῖ, λέγων, ὅτι Μιμηταὶ ἐγένεσθε  τῶν  Ἐκκλησιῶν  τοῦ Θεοῦ τῶν  οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ τῆς ἐλπίδος, φησὶ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν. Καλῶς οὕτως  εἶπε· ταῦτα  γὰρ πάντα  ἀπὸ πίστεως  γίνεται  καὶ ἐλπίδος.  

Ὥστε οὐ τὴν ἀνδρείαν αὐτῶν μόνον ἐδήλου τὰ γενόμενα, ἀλλ' ὅτι καὶ μετὰ πληροφορίας ἐπίστευον τοῖς  ἀποκειμένοις   ἐπάθλοις.   ∆ιὰ  γὰρ  τοῦτο  συνεχώρει   ὁ  Θεὸς  εὐθέως   γενέσθαι διωγμοὺς,  ἵνα μή τις εἴπῃ, ὅτι ἁπλῶς καὶ κολακείᾳ τὸ κήρυγμα συνίστατο, καὶ ἵνα τὸ θερμὸν αὐτῶν δειχθῇ, καὶ ὅτι οὐ πεισμονὴ ἀνθρωπίνη, ἀλλὰ Θεοῦ δύναμις ἦν ἡ τὰς τῶν πιστευόντων  ψυχὰς πείθουσα, ὥστε καὶ πρὸς θανάτους μυρίους παρασκευάζεσθαι· ὅπερ οὐκ  ἂν  ἦν,  εἰ  μὴ  εὐθέως  κατὰ  βάθους  τὸ  κήρυγμα  ἐπεπήγει  καὶ  εἰστήκει  ἀκλινές. Εἰδότες, ἀδελφοὶ  ἠγαπημένοι,  ὑπὸ Θεοῦ τὴν ἐκλογὴν  ὑμῶν, ὅτι τὸ Εὐαγγέλιον  ἡμῶν οὐκ ἐγενήθη πρὸς ὑμᾶς ἐν λόγῳ μό 62.395 νον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ· καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ἡμῖν ὑμᾶς. 

Τί ἐστιν ὃ  λέγει· Οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν; Ἐνταῦθα καὶ τῶν αὐτοῦ κατορθωμάτων  ἅπτεται, ἀλλ' ἐπεσκιασμένως· βούλεται γὰρ πρότερον τοῖς ἐκείνων  ἐγκωμίοις ἐπεξελθεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστιν· Ἤδειμεν ὅτι τῶν  γενναίων ἦτε καὶ μεγάλων  ἀνδρῶν,  ὅτι τῶν ἐκλεκτῶν· διὰ τοῦτο καὶ ἡμεῖς πάντα ὑπομένομεν δι' ὑμᾶς. Τὸ γὰρ, Οἷοι ἐγενήθημεν  ἐν ὑμῖν,  τοῦτό  ἐστι  δηλοῦντος,  ὅτι  μετὰ  πολλῆς  προθυμίας  καὶ  πολλῆς  σφοδρότητος ἕτοιμοί ἐσμεν τὰς ψυχὰς ἡμῶν ἐκδοῦναι δι' ὑμᾶς· καὶ τούτου δὲ οὐχ ἡμῖν χάρις, ἀλλ' ὑμῖν,  ὅτι  ἐκλεκτοὶ  ἦτε.  ∆ιὰ  τοῦτο  καὶ  ἀλλαχοῦ  φησι·  Καὶ ταῦτα  πάσχω  διὰ  τοὺς ἐκλεκτούς. Ὑπὲρ γὰρ τῶν τοῦ Θεοῦ ἀγαπητῶν  τί οὐκ ἄν τις πάθοι; Καὶ εἰπὼν τὸ αὐτοῦ, μονονουχί φησιν· Εἰ γὰρ καὶ ἀγαπητοὶ καὶ ἐκλεκτοὶ, πάντα εἰκότως ὑπομένομεν. Οὐ γὰρ δὴ τὸ ἐπαινεῖν  αὐτοὺς ἐῤῥώννυε μόνον, ἀλλὰ καὶ τὸ ὑπομιμνήσκειν,  ὅτι καὶ αὐτοὶ τῆς ἐκείνων  προθυμίας  ἀντίῤῥοπον  ἀνδρείαν  ἐπεδείξαντο.  Φησὶ γοῦν· Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν  ἐγενήθητε  καὶ τοῦ Κυρίου, δεξάμενοι  τὸν λόγον  ἐν θλίψει  πολλῇ,  μετὰ χαρᾶς Πνεύματος   ἁγίου.   Βαβαί!   πόσον   τὸ   ἐγκώμιον!   οἱ   μαθηταὶ   ἐξαίφνης   ἐγένοντο διδάσκαλοι· οὐκ ἤκουσαν μόνον  τῶν  λόγων,  ἀλλὰ  καὶ πρὸς τὴν  αὐτὴν  κορυφὴν  τῷ Παύλῳ ἔφθασαν. 

Ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸ ἑξῆς· ὅρα γὰρ ποῦ αὐτοὺς ἀνάγει  λέγων· Μιμηταὶ ἐγένεσθε τοῦ Κυρίου. Πῶς; ∆εξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου. Οὐχ ἁπλῶς μετὰ θλίψεως,  ἀλλὰ μετὰ πολλῆς. Καὶ ἔνεστι τοῦτο ἀπὸ τῶν Πράξεων τῶν ἀποστολικῶν  μαθεῖν, πῶς ἐπήγειραν  τὸν διωγμὸν  ἐπ' αὐτούς· –Καὶ πάντας, φησὶ, τοὺς πολιτάρχας  ἐτάραξαν, καὶ τὴν πόλιν ἀνεπτέρωσαν  κατ' αὐτῶν. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι Ἐθλίβητε μὲν καὶ ἐπιστεύσατε, ἀλγοῦντες  δὲ, ἀλλὰ καὶ χαίροντες σφόδρα. Ὅπερ καὶ οἱ ἀπόστολοι ἐποίουν· Χαίροντες, φησὶν, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Τὸ γὰρ θαυμαστὸν, τοῦτό ἐστιν· εἰ καὶ οὐδὲ ἐκεῖνο μικρὸν, τὸ φέρειν ὁπωσδήποτε θλίψεις· τοῦτο δὲ ἤδη τῶν τὴν ἀνθρωπίνην φύσιν ὑπερβαινόντων  ἦν,  καὶ  ὥσπερ ἀπαθὲς  σῶμα ἐχόντων.  Πῶς δὲ  μιμηταὶ  τοῦ  Κυρίου ἐγένοντο; Ὅτι καὶ αὐτὸς πολλὰ παθήματα ὑπέμεινε, καὶ οὐκ ἤλγει, ἀλλ' ἔχαιρεν· ἑκὼν γὰρ ἐπὶ τοῦτο ἤρχετο. ∆ι' ἡμᾶς ἑαυτὸν ἐκένωσεν, ἔμελλεν  ἐμπτύεσθαι καὶ ῥαπίζεσθαι, σταυροῦσθαι· καὶ οὕτως ἔχαιρε ταῦτα πάσχων, ὡς τῷ Πατρὶ λέγειν· ∆όξασόν με. Μετὰ χαρᾶς, φησὶ, Πνεύματος ἁγίου. Ἵνα μή τις εἴπῃ· Πῶς θλίψεως  λέγεις; πῶς χαρᾶς; πῶς ἀμφότερα  ἔνι  συνελθεῖν;  ἐπήγαγε· Μετὰ χαρᾶς  Πνεύματος  ἁγίου.  Ἡ θλῖψις  ἐν  τοῖς σωματικοῖς, καὶ ἡ χαρὰ ἐν τοῖς πνευματικοῖς.  Πῶς; Τὰ μὲν γινόμενα,  λυπηρά· τὰ δὲ ἐξ αὐτῶν  τικτόμενα,  οὐκέτι·  οὐ γὰρ ἀφίησι  τὸ Πνεῦμα. Ὥστε ἔνεστι  καὶ  πάσχοντα  μὴ χαίρειν,  ὅταν ὑπὲρ ἁμαρτημάτων  τις πάσχῃ· καὶ μαστιζόμενον  ἥδεσθαι, ὅταν διὰ τὸν Χριστόν τις πάσχῃ.

γʹ. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χαρά· ἀντὶ  τῶν  δοκούντων  εἶναι  ἀνιαρῶν,ἐκφύει τὴν ἡδονήν. Ἔθλιψαν ὑμᾶς, φησὶ, καὶ ἐδίωξαν, ἀλλ' οὐκ ἀφῆκεν ὑμᾶς 62.396 τὸ Πνεῦμα οὐδὲ ἐν ἐκείνοις· ἀλλ' ὥσπερ ἐν πυρὶ ἐδροσίζοντο οἱ παῖδες οἱ τρεῖς, οὕτω καὶ ὑμεῖς ἐν ταῖς θλίψεσιν. Ὥσπερ δὲ ἐκεῖ οὐ τῆς τοῦ πυρὸς φύσεως τὸ δροσίζειν, ἀλλὰ τοῦ Πνεύματος τοῦ διασυρίζοντος· οὕτω καὶ ἐνταῦθα, οὐ τῆς φύσεως τῆς θλίψεως  τὸ τὴν χαρὰν τίκτειν, ἀλλὰ τοῦ διὰ τὸν Χριστὸν πάσχειν, καὶ τοῦ Πνεύματος τοῦ δροσίζοντος, καὶ  διὰ  τῆς  καμίνου  τῶν  πειρασμῶν  ἐν  ἀνέσει  ποιοῦντος.  Μετὰ χαρᾶς,  φησὶν,  οὐχ ἁπλῶς, ἀλλὰ πολλῆς· τοῦτο γάρ ἐστι Πνεύματος ἁγίου. Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ. Καὶ μὴν ἐν ὑστέρῳ ἦλθε πρὸς αὐτούς· ἀλλ' οὕτως ἐλάμψατε, φησὶν, ὡς τῶν προλαβόντων  γενέσθαι διδάσκαλοι. 


Καὶ τοῦτο ἀποστολικόν.  Οὐ γὰρ εἶπεν· Ὥστε τύπους  γενέσθαι πρὸς τὸ πιστεῦσαι, ἀλλὰ τοῖς ἤδη πιστεύουσι τύπος ἐγένεσθε· τουτέστι· Πῶς δεῖ πιστεύειν εἰς Θεὸν ὑμεῖς ἐδιδάξατε, οἱ ἀπὸ προοιμίων εἰς τοὺς ἀγῶνας ἐμβάντες. Καὶ ἐν τῇ Ἀχαίᾳ, φησί· τουτέστι, τῇ Ἑλλάδι. Ὁρᾷς ὅσονἐστὶ προθυμία; Ὅτι χρόνου οὐ δεῖται, οὐδὲ μελλήσεως, οὐδὲ ἀναβολῆς· ἀλλ' ἀρκεῖ παραστῆσαι  μόνον   ἑαυτὸν,   καὶ   πάντα   ἤνυσται.   Οὕτω  γοῦν   καὶ   οὗτοι   ὕστερον προσελθόντες τῷ κηρύγματι, τῶν πρώτων ἐγένοντο διδάσκαλοι. Μηδεὶς οὖν ἀπογινωσκέτω·  κἂν πολὺν  ἀναλώσας χρόνον μηδὲν ἐργασάμενος ᾖ, ἔνεστιν αὐτῷ καὶ διὰ μικροῦ τοσοῦτον ἐργάσασθαι, ὅσον οὐδὲ ἐν τῷ ἔμπροσθεν χρόνῳ. Εἰ γὰρ ὁ μηδέπω πιστεύσας, τοσοῦτον  ἔλαμψεν  ἐν  ἀρχῇ, πολλῷ  μᾶλλον  οἱ ἤδη πιστεύσαντες.  Μηδεὶς πάλιν τοῦτο ἐννοῶν ῥᾳθυμείτω, μαθὼν ὅτι ἐξὸν ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι· τὸ  γὰρ  μέλλον   ἄδηλον,   καὶ  κλέπτης   ἐστὶν  ἡ  ἡμέρα  τοῦ  Κυρίου,  ἀθρόον  ἡμῖν καθεύδουσιν  ἐπιτιθεμένη·  ἀλλ' ἐὰν μὴ καθεύδωμεν,  οὐχ ὡς κλέπτης  ἡμῖν ἐπιθήσεται, οὐδὲ ἀπαρασκευάστους ἀπάξει.  Ἐὰν γὰρ γρηγορῶμεν  καὶ νήφωμεν,  οὐκέτι  ἡμῖν  ὡς κλέπτης ἐπιθήσεται, ἀλλ' ὡς ἄγγελος βασιλικὸς καλῶν  ἡμᾶς ἐπὶ τὰ ἡτοιμασμένα ἡμῖν ἀγαθά· ἂν δὲ καθεύδωμεν,  ὡς κλέπτης  ἐφίσταται.  Μηδεὶς τοίνυν  καθευδέτω,  μηδεὶς ἀργὸς ἔστω πρὸς ἀρετήν· τοῦτο γάρ ἐστιν ὕπνος. Οὐκ ἴστε, ὅταν καθεύδωμεν, πῶς οὐκ ἔστιν ἐν ἀσφαλεῖ τὰ ἡμέτερα, πῶς εὐεπιβούλευτα; ὅταν δὲ γρηγορῶμεν, οὐ δεῖ τοσαύτης ἡμῖν  φυλακῆς.  Ὅταν καθεύδωμεν,  καὶ μετὰ πολλῆς  φυλακῆς  ἀπολλύμεθα  πολλάκις· καὶ θύραι καὶ μοχλοὶ καὶ φύλακες καὶ προφύλακες, καὶ ὅμως ἐπεισῆλθεν ὁ κλέπτης. 

Τί δὴ ταῦτα λέγω; Ὅτι ἂν γρηγορῶμεν, οὐ δεησόμεθα τῆς ἑτέρων βοηθείας· ἂν δὲ καθεύδωμεν, οὐδὲν ἡμᾶς ἡ ἑτέρων ὀνήσει βοήθεια, ἀλλὰ καὶ μετ' ἐκείνης ἀπολλύμεθα. Καλὸν εὐχῆς ἀπολαύειν  τῆς τῶν ἁγίων, ἀλλ', ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦμεν. Καὶ τί μοι δεῖ, φησὶν, εὐχῆς τῆς παρ' ἑτέρων, ὅταν ἐνεργὸς ὦ, καὶ μὴ καταστήσω ἐμαυτὸν ἐν χρείᾳ; Οὐδὲ ἐγὼ βούλομαι· ἀλλ' ἀεὶ ἐν χρείᾳ ἐσμὲν, ἐὰν εὖ φρονῶμεν. Παῦλος οὐκ εἶπε· Τί μοι δεῖ εὐχῆς; καίτοι γε τῶν εὐχομένων  οὐκ ὄντων ἀξίων αὐτοῦ, μᾶλλον δὲ οὐδὲ ἴσων· καὶ σὺ λέγεις·  Τί μοι δεῖ εὐχῆς; Πέτρος οὐκ εἶπε· Τί μοι δεῖ εὐχῆς; Εὐχὴ γὰρ ἦν, φησὶν, ἐκτενὴς γινομένη  ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν 62.397 ὑπὲρ αὐτοῦ· καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; ∆ιὰ τοῦτό σοι δεῖ, ἐπειδὴ νομίζεις μηδὲν δεῖσθαι. Κἂν ὡς Παῦλος γένῃ, χρείαν  ἔχεις  εὐχῆς.  Μὴ ὕψου  σαυτὸν, ἵνα  μὴ ταπεινωθῇς,  Ἀλλ' ὅπερ ἔφην,  ἂν  μὲν ἐνεργοὶ ὦμεν καὶ αὐτοὶ, ἀνύουσι καὶ αἱ ὑπὲρ ὑμῶν εὐχαί. Ἄκουε Παύλου λέγοντος· Οἶδα γὰρ,  φησὶν,  ὅτι  τοῦτό  μοι  ἀποβήσεται  εἰς  σωτηρίαν  διὰ  τῆς  ὑμῶν  δεήσεως  καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν  εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Καὶ σὺ λέγεις· Τί μοι δεῖ εὐχῆς; Ἂν δὲ ἀργῶμεν,  οὐδεὶς  ἡμᾶς  εὐχόμενος  ὀνῆσαι  δυνήσεται.  Τί ὠφέλησεν  Ἱερεμίας  τοὺς Ἰουδαίους; οὐχὶ τρίτον προσῆλθε τῷ Θεῷ, καὶ τρίτον ἤκουσε· Μὴ προσεύχου μηδὲ ἀξίου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Τί ὠφέλησε τὸν Σαοὺλ ὁ Σαμουήλ; οὐχὶ μέχρις ἐσχάτης ἡμέρας ἐπένθει περὶ αὐτοῦ, οὐχ ἁπλῶς ηὔχετο μόνον; 

Τί ὠφέλησε τοὺς Ἰσραηλίτας; Οὐχὶ ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν διαλιπόντα  εὐχόμενον ὑπὲρ ὑμῶν;  οὐχὶ  πάντες  ἀπώλοντο;  Οὐδὲν οὖν  ὠφελοῦσι,  φησὶν,  αἱ εὐχαί; Ὠφελοῦσι  καὶ μεγάλα,  ἀλλ'  ὅταν  καὶ  ἡμεῖς  πράττωμέν   τι·  συμπράττουσι  μὲν  γὰρ  αἱ  εὐχαὶ  καὶ βοηθοῦσι· συμπράττει δέ τις καὶ βοηθεῖ τῷ καὶ αὐτῷ ἐργαζομένῳ· ἂν δὲ ἀργὸς μένῃς, οὐδὲν μέγα ὠφεληθήσῃ. δʹ. Ἐπεὶ εἰ ἴσχυον αἱ εὐχαὶ ἀργοῦντας ἡμᾶς εἰσαγαγεῖν εἰς τὴν βασιλείαν, διὰ τί μὴ πάντες Ἕλληνες γίνονται  Χριστιανοί; οὐχὶ ὑπὲρ παντὸς τοῦ κόσμου εὐχόμεθα; οὐχὶ καὶ Παῦλος τοῦτο ἐποίει; οὐχὶ πάντας ἀξιοῦμεν ἐπιστραφῆναι; Εἰπὲ γὰρ, διὰ τί οἱ πονηροὶ  μὴ γίνονται  χρηστοί; ἆρα οὐχὶ δῆλον, ὅτι διὰ τὸ μὴ δύνασθαι παρ' ἑαυτῶν  τι εἰσενεγκεῖν;  Μεγάλα τοίνυν  ὠφελοῦσιν  αἱ εὐχαὶ,  ὅταν  καὶ ἡμεῖς  τὰ παρ' ἑαυτῶν  εἰσφέρωμεν.  Βούλει μαθεῖν  ὅσα ὠφέλησαν  εὐχαί; ἐννόει  μοι τὸν Κορνήλιον, τὴν  Ταβιθάν· ἄκουε δὲ καὶ τοῦ Ἰακὼβ λέγοντος  πρὸς τὸν Λάβαν· Εἰ μὴ ὁ φόβος τοῦ πατρός  μου  ἦν  μοι,  νῦν  ἄν  με  κενὸν  ἐξαπέστειλας·  ἄκουε  δὲ  καὶ  τοῦ  Θεοῦ πάλιν λέγοντος·  Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ, καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Ἀλλὰ πότε; Ἐπὶ Ἐζεκίου δικαίου ὄντος. Ἐπεὶ εἴ γε ἴσχυον εὐχαὶ καὶ ἐπὶ τῶν σφόδρα πονηρῶν, διὰ τί μὴ καὶ, ὅτε ὁ Ναβουχοδονόσορ ἦλθεν, εἶπε τοῦτο ὁ Θεὸς, ἀλλ' ἐξέδωκε τὴν πόλιν; Ἐπειδὴ μεῖζον  ἴσχυσεν ἡ πονηρία.  Πάλιν αὐτὸς  οὗτος  ὁ Σαμουὴλ ηὔξατο  ὑπὲρ τῶν Ἰσραηλιτῶν, καὶ ἤνυσεν· ἀλλὰ πότε; Ὅτε καὶ αὐτοὶ εὐηρέστουν, τότε ἐτροπώσατο τοὺς ἐχθρούς. Καὶ τίς χρεία, φησὶ, τῆς παρ' ἑτέρου εὐχῆς,  ὅταν  ἐγὼ  εὐαρεστῶ; Μηδέποτε τοῦτο εἴπῃς, ἄνθρωπε.  

Χρεία, καὶ πολλῆς  χρεία εὐχῆς·  ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος περὶ τῶν  φίλων  τοῦ Ἰώβ· Καὶ προσεύξεται, φησὶ, περὶ ὑμῶν,  καὶ ἀφεθήσεται  ὑμῖν  ἡ ἁμαρτία· ἐπειδὴ ἥμαρτον μὲν, οὐχ ἁμαρτίαν δὲ μεγάλην. Ἀλλ' αὐτὸς οὗτος ὁ δίκαιος ὁ σώσας τοὺς φίλους  αὑτοῦ  τότε  ἀπὸ εὐχῆς,  ἐν τῷ  καιρῷ  τῷ  Ἰουδαϊκῷ  οὐκ ἠδυνήθη σῶσαι τοὺς Ἰουδαίους ἀπολλυμένους.  Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου· Ἂν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, οὐκ ἐξελοῦνται τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγα  62.398 τέρας·  ἐπειδὴ  ὑπερίσχυσεν  ἡ  κακία·  καὶ  πάλιν,  Ἐὰν  στῇ  Μωϋσῆς, καὶ Σαμουήλ.  Καὶ ὅρα  πῶς  πρὸς  τοὺς  δύο  προφήτας  τοῦτο  λέγεται,  ἐπειδὴ  ἀμφότεροι ἠξίωσαν ὑπὲρ αὐτῶν, καὶ οὐκ ἐπέτυχον. Καὶ γὰρ ὁ Ἰεζεκιὴλ ἐπειδὴ ἔλεγεν· Οἴμοι, Κύριε! ἐξαλείφεις  σὺ τὸ κατάλοιπον  τοῦ Ἰσραήλ· ὁ Θεὸς, δηλῶν  ὅτι δικαίως τοῦτο ποιεῖ, καὶ οὐκ  αὐτοῦ  καταφρονῶν   οὐ  δέχεται  τὴν  ὑπὲρ  αὐτῶν  ἱκεσίαν,  δείκνυσιν  αὐτῷ  τὰ ἁμαρτήματα  αὐτῶν,  μονονουχὶ  λέγων·  Ἱκανὰ  μὲν  οὖν  καὶ  ταῦτά  σε πεῖσαι  ὅτι  οὐ καταφρονῶν  σου, ἀλλὰ διὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πολλὰς οὐ δέχομαι τὴν ἱκετηρίαν· ἀλλ' ὅμως ἐπάγει καὶ τοῦτο, Ἐὰν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιήλ. Καὶ εἰκότως  ἐκείνῳ μᾶλλον ταῦτα λέγει, ἐπειδὴ ὁ πολλὰ παθὼν αὐτός ἐστιν. Εἶπές μοι, φησὶν, ἐπὶ βολβίτων φαγεῖν,  καὶ  ἔφαγον· εἶπές  μοι, καὶ  ἐξυράμην·  εἶπές  μοι, καὶ  ἐπὶ  τοῦ  ἑνὸς  πλευροῦ ἐκοιμήθην· εἶπές  μοι δι' ὀπῆς ἐξελθεῖν  βασταζόμενον,  καὶ ἐξῆλθον·  ἔλαβές  μου τὴν γυναῖκα,  καὶ εἶπές μοι μὴ πενθῆσαι, καὶ οὐκ ἐπένθησα, ἀλλ' ἤνεγκα  γενναίως·  μυρία ἕτερα εἰργασάμην δι' αὐτούς· καὶ ἐγώ σε ἀξιῶ ὑπὲρ αὐτῶν, καὶ οὐ πείθῃ; ∆εικνὺς τοίνυν ὁ Θεὸς, ὅτι οὐ καταφρονῶν  αὐτοῦ τοῦτο ποιεῖ, λέγει· Κἂν Νῶε, κἂν Ἰὼβ, κἂν ∆ανιὴλ ᾖ, καὶ ὑπὲρ υἱῶν ἀξιώσωσι καὶ θυγατέρων,  οὐ πείθομαι. Καὶ τῷ Ἱερεμίᾳ πάλιν  ἐλάττονα μὲν πάσχοντι ἀπὸ τῶν τοῦ Θεοῦ προσταγμάτων, πλείονα δὲ ἀπὸ τῆς αὐτῶν πονηρίας, τί φησιν; Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσι; Ναὶ, φησὶ, ποιοῦσιν·  ἀλλὰ  δι' ἐμὲ ποίησον. 

∆ιὰ τοῦτό φησι πρὸς αὐτόν· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουήλ· Μωϋσῆς ὁ πρῶτος νομοθέτης, ὁ πολλάκις  αὐτοὺς  ἐξελόμενος  κινδύνων,  ὁ εἰπὼν,  Εἰ μὲν ἀφῇς  αὐτοῖς  τὴν  ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον.  Εἰ τοίνυν  οὗτος ἦν  νῦν,  καὶ ταῦτα  ἔλεγεν,  οὐκ ἂν ἐπέτυχε· καὶ εἰ Σαμουὴλ πάλιν,  ὁ καὶ αὐτὸς ἐξελόμενος  αὐτοὺς, ὁ ἐκ πρώτης ἡλικίας θαυμασθείς.  Πρὸς  μὲν  γὰρ  ἐκεῖνον   εἶπον,   ὅτι  ὡσανεὶ   φίλος   πρὸς  φίλον,   οὕτω διειλέχθην,  καὶ οὐ δι' αἰνιγμάτων· πρὸς δὲ τοῦτον  εἶπον, ὅτι ἐν πρώτῃ ἡλικίᾳ ὤφθην αὐτῷ, καὶ διὰ τοῦτον δυσωπηθεὶς ἀποκλεισθεῖσαν τὴν προφητείαν  ἀνέῳξα. Καὶ γὰρ ἦν, φησὶ, ῥῆμα τίμιον, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα. Ἐὰν οὗτοι τοίνυν  στῶσιν, οὐδὲν ὀνήσουσι. Καὶ περὶ τοῦ Νῶε δὲ λέγει, ∆ίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ ἦν Νῶε· καὶ περὶ  τοῦ  Ἰὼβ,  Ἄμεμπτος,  δίκαιος,  ἀληθινὸς,  Θεοσεβής. Τούτους  οὖν  στάντας,  καὶ ∆ανιὴλ, ὃν καὶ Θεὸν ἐνόμισαν οἱ Χαλδαῖοι, οὐκ ἐξελεῖν ἰσχῦσαί φησιν υἱοὺς αὐτῶν καὶ θυγατέρας. Ταῦτα τοίνυν  εἰδότες, μήτε καταφρονῶμεν τῶν εὐχῶν τῶν ἁγίων, μήτε τὸ πᾶν αὐταῖς ἐπιῤῥίπτωμεν, τοῦτο μὲν, ἵνα μὴ ῥᾳθυμῶμεν καὶ εἰκῇ ζῶμεν, ἐκεῖνο δὲ, ἵνα μὴ πολλοῦ κέρδους ἐκπέσωμεν· ἀλλὰ καὶ παρακαλῶμεν εὔχεσθαι ὑπὲρ ἡμῶν καὶ χεῖρας ὀρέγειν, καὶ αὐτοὶ ἐχώμεθα τῆς ἀρετῆς· ἵνα δυνηθῶμεν  ἐπιτυχεῖν  τῶν ἐπηγγελμένων ἀγαθῶν   τοῖς  ἀγαπῶσιν   αὐτὸν,  χάριτι  καὶ  φιλανθρωπίᾳ  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.