Πέμπτη, 6 Ιουνίου 2013

ΟΜΙΛΙΑ Ι∆ʹ.






In epistulam ad Romanos (homiliae 1-32)
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΥΠΟΘΕΣΙΣ ΤΗΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ.




ΟΜΙΛΙΑ Ι∆ʹ.

Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πρά ξεις τοῦ σώματος θανατοῦτε,  ζήσεσθε. αʹ. ∆είξας ὅσον τὸ ἔπαθλον  τοῦ  πνευματικοῦ  βίου, καὶ  ὅτι Χριστὸν ἔνοικον  ποιεῖ, καὶ ὅτι ζωοποιεῖ τὰ θνητὰ σώματα, καὶ πρὸς τὸν οὐρανὸν πτεροῖ, καὶ τὴν ὁδὸν τῆς ἀρετῆς εὐκολωτέραν ἐργάζεται, ἀναγκαίως λοιπὸν ἐπάγει τὴν παραίνεσιν λέγων· Οὐκοῦν οὐκ ὀφείλομεν ζῇν κατὰ σάρκα. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, ἐπιπληκτικώτερον  δὲ πολλῷ  καὶ δυνατώτερον  εἰπών·  Ὀφειλέται  ἐσμὲν τῷ


Πνεύματι· τὸ γὰρ εἰπεῖν,  ὅτι Οὐκ ἐσμὲν ὀφειλέται  τῇ σαρκὶ, τοῦτο ἐδήλωσε. Καὶ πανταχοῦ   τοῦτο  κατασκευάζει,  δεικνὺς   ὅτι  τὰ  μὲν  παρὰ  τοῦ  Θεοῦ  εἰς  ἡμᾶς γεγενημένα  οὐκ ὀφειλῆς  ἦν, ἀλλὰ γυμνῆς  χάριτος· τὰ δὲ παρ' ἡμῶν  μετὰ ταῦτα γινόμενα, οὐκέτι φιλοτιμίας,  ἀλλ' ὀφειλῆς. Καὶ γὰρ ὅταν λέγῃ· Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων, τοῦτο αἰνίττεται· καὶ ὅταν γράφῃ, Οὐκ ἐστὲ ἑαυτῶν, τὸ αὐτὸ τοῦτο δηλοῖ. Καὶ ἑτέρωθι δὲ πάλιν τῶν αὐτῶν ἀναμιμνήσκει τούτων, οὕτω λέγων, ὅτι Εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσι. Τοῦτο δὴ καὶ ἐνταῦθα κατασκευάζων φησίν· Ὀφειλέται ἐσμέν. Εἶτα, ἐπειδὴ εἶπεν, Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, ἵνα μὴ τὰ λεγόμενα πάλιν εἰς τὴν τῆς σαρκὸς λάβοις φύσιν, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγε· Τοῦ κατὰ  σάρκα ζῇν  Καὶ γὰρ  πολλὰ  αὐτῇ  ὀφείλομεν,  τὸ  τρέφειν  αὐτὴν,  60.524 τὸ θάλπειν,  τὸ ἀναπαύειν,  τὸ θεραπεύειν νοσοῦσαν, τὸ περιβάλλειν, καὶ μυρία ἕτερα λειτουργεῖν.  Ἵν' οὖν μὴ νομίσῃς, ὅτι ταύτην  ἀναιρεῖ  τὴν  διακονίαν,  εἰπὼν,  Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, ἑρμηνεύει αὐτὸ λέγων· Τοῦ κατὰ σάρκα ζῇν. Ἐκείνην γὰρ ἀναιρῶ τὴν σπουδὴν, φησὶ, τὴν ἐπὶ ἁμαρτίαν ἄγουσαν, ὡς τά γε θεραπεύοντα αὐτὴν βούλομαι γίνεσθαι· ὅπερ καὶ προϊὼν ἐδήλωσεν. Εἰπὼν γὰρ τῆς σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγεν, Εἰς ἐπιθυμίας· ὃ δὴ καὶ ἐνταῦθα παιδεύει λέγων,  ὅτι Θεραπευέσθω μέν· ὀφείλομεν  γὰρ αὐτῇ τοῦτο· μὴ μέντοι  κατὰ σάρκα ζῶμεν· τουτέστι, Μὴ ποιῶμεν  αὐτὴν κυρίαν τῆς ζωῆς τῆς ἡμετέρας. Ἕπεσθαι γὰρ αὐτὴν ἀναγκαῖον, οὐχ ἡγεῖσθαι, οὐδὲ αὐτὴν ῥυθμίζειν τὸν βίον τὸν ἡμέτερον, ἀλλὰ τοὺς  τοῦ  Πνεύματος δέχεσθαι  νόμους.  Τοῦτο τοίνυν  διορισάμενος, καὶ κατασκευάσας, ὅτι  ὀφειλέται  ἐσμὲν τῷ  Πνεύματι, εἶτα  δεικνὺς  τίνων  ὀφειλέται εὐεργεσιῶν, οὐ τὰ παρελθόντα  λέγει, ἐφ' ᾧ μάλιστα αὐτὸν ἔστιν ἐκπλαγῆναι  τῆς συνέσεως, ἀλλὰ τὰ μέλλοντα.  Καίτοι γε ἱκανὰ ἦν κἀκεῖνα· ἀλλ'  ὅμως οὐ τίθησιν αὐτὰ νῦν, οὐδὲ λέγει τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, ἀλλὰ τὰ μέλλοντα. Οὐδὲ γὰρ οὕτως ἅπαξ ἡ δοθεῖσα εὐεργεσία, ὡς ἡ προσδοκωμένη καὶ μέλλουσα, ἐπάγεσθαι τοὺς πολλοὺς εἴωθε. Καὶ τοῦτο προσθέμενος, πρότερον ἀπὸ τῶν λυπηρῶν φοβεῖ καὶ τῶν κακῶν τῶν γινομένων  ἐκ τοῦ κατὰ σάρκα ζῇν, οὕτω λέγων· Εἰ δὲ κατὰ 60.525 σάρκα ζῆτε, μέλλετε  ἀποθνήσκειν·  τὸν  θάνατον  ἡμῖν  αἰνιττόμενος  ἐκεῖνον  τὸν ἀθάνατον,  τὴν  ἐν  τῇ  γεέννῃ  κόλασιν  καὶ τιμωρίαν.  Μᾶλλον  δὲ, εἴ τις  ἀκριβῶς ἐξετάσειε τοῦτο, καὶ ἐν τῇ ζωῇ ταύτῃ τέθνηκεν ὁ τοιοῦτος· ὅπερ οὖν καὶ ἐν τῇ πρὸ ταύτης διαλέξει σαφὲς ὑμῖν πεποιήκαμεν. Εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε,  ζήσεσθε. Ὁρᾷς ὅτι  οὐ  περὶ  φύσεως  διαλέγεται  σώματος,  ἀλλὰ  περὶ πράξεων σαρκικῶν; Οὐ γὰρ εἶπεν, Εἰ δὲ Πνεύματι τὴν φύσιν τοῦ σώματος θανατοῦτε, ζήσεσθε, ἀλλὰ, Τὰς πράξεις· καὶ οὐδὲ ταύτας πάσας, ἀλλὰ τὰς πονηράς· καὶ τοῦτο δῆλον  ἐν  τοῖς  ἑξῆς· Εἰ γὰρ  τοῦτο  ποιήσετε, ζήσεσθε, φησί.  Καὶ πῶς  ἔνι  τοῦτο γενέσθαι, εἰ περὶ πασῶν ὁ λόγος ἦν αὐτῷ; καὶ γὰρ καὶ τὸ ὁρᾷν, καὶ τὸ ἀκούειν, καὶ τὸ φθέγγεσθαι,  καὶ τὸ βαδίζειν,  τοῦ σώματος πράξεις  εἰσὶ, καὶ εἰ μέλλοιμεν  αὐτὰς θανατοῦν, τοσοῦτον ἀφέξομεν τοῦ ζῇν, ὅτι καὶ ἀνδροφονίας δώσομεν δίκην. Ποίας οὖν πράξεις φησὶ θανατοῦν; Τὰς ἐπὶ πονηρίαν κινουμένας, τὰς ἐπὶ κακίαν χωρούσας, ἃς οὐδὲ ἄλλως ἔστι θανατῶσαι, ἢ διὰ Πνεύματος. Τὰς μὲν γὰρ ἄλλας ἀποκτείναντα, σεαυτὸν ἀνελεῖν ἐστιν, ὅπερ οὐ θέμις· ταύτας δὲ διὰ Πνεύματος μόνον. Ἂν γὰρ τοῦτο παρῇ, πάντα  τὰ κύματα καταστέλλεται,  καὶ τὰ πάθη κατέπτηχε,  καὶ οὐδὲν ἡμῶν κατεξανίσταται.  Εἶδες πῶς  ἀπὸ  τῶν  μελλόντων,   ἡμᾶς,  ὅπερ  ἔμπροσθεν  εἶπον, προτρέπει, καὶ δείκνυσιν ὀφειλέτας  οὐκ ἀπὸ τῶν ἤδη γεγενημένων  μόνον; Οὐ γὰρ τοῦτο  μόνον  ἐστὶ,  φησὶ,  τὸ  κατόρθωμα  τοῦ  Πνεύματος,  ὅτι  τῶν  παρελθόντων ἀφῆκεν   ἡμᾶς   ἁμαρτημάτων,   ἀλλ'   ὅτι   καὶ   πρὸς   τὰ   μέλλοντα   ἀχειρώτους κατασκευάζει, καὶ ζωῆς ἀξιοῖ τῆς ἀθανάτου. Εἶτα καὶ ἕτερον τιθεὶς μισθὸν, ἐπήγαγεν· Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. βʹ. Οὗτος γὰρ πάλιν πολλῷ

τοῦ προτέρου μείζων ὁ στέφανος. ∆ιὸ οὐδὲ ἁπλῶς εἶπεν, Ὅσοι γὰρ Πνεύματι Θεοῦ ζῶσιν, ἀλλ', Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, δεικνὺς ὅτι οὕτω βούλεται αὐτὸ κύριον εἶναι  τῆς  ἡμετέρας  ζωῆς, ὡς  τὸν  κυβερνήτην  τοῦ  πλοίου,  καὶ τὸν  ἡνίοχον  τοῦ ζεύγους τῶν ἵππων. Καὶ οὐχὶ τὸ σῶμα μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ὑποβάλλει ταῖς τοιαύταις ἡνίαις. Οὐδὲ γὰρ ἐκείνην βούλεται αὐθεντεῖν, ἀλλὰ καὶ ἐκείνης τὴν ἐξουσίαν ὑπὸ τῇ τοῦ Πνεύματος ἔθηκε δυνάμει. Ἵνα γὰρ μὴ τῇ δωρεᾷ τοῦ λουτροῦ θαῤῥήσαντες, τῆς μετὰ ταῦτα ἀμελήσωσι πολιτείας, φησὶν, ὅτι κἂν βάπτισμα λάβῃς, μὴ μέλλῃς δὲ Πνεύματι μετὰ ταῦτα ἄγεσθαι, ἀπώλεσας τὴν δεδομένην ἀξίαν, καὶ τῆς υἱοθεσίας τὴν προεδρίαν. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ὅσοι Πνεῦμα ἔλαβον, ἀλλ',  Ὅσοι Πνεύματι Θεοῦ ἄγονται· τουτέστιν, Ὅσοι παρὰ πάντα τὸν βίον οὕτω πολιτεύονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. Εἶτα ἐπειδὴ τοῦτο τὸ ἀξίωμα καὶ τοῖς Ἰουδαίοις ἦν δεδομένον· Ἐγὼ γὰρ εἶπον, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· καὶ πάλιν, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· καὶ, Πρωτότοκός μου Ἰσραήλ· καὶ ὁ Παῦλος δέ φησιν, Ὧν ἡ υἱοθεσία· κατασκευάζει λοιπὸν  ὅσον τὸ μέσον ἐκείνης καὶ ταύτης τῆς τιμῆς. Εἰ γὰρ καὶ τὰ ὀνόματα τὰ αὐτὰ, φησὶν, ἀλλ' οὐ τὰ πράγματα τὰ αὐτά. Καὶ σαφῆ παρέχει τούτων ἀπόδειξιν, καὶ ἀπὸ τῶν κατορθούντων, καὶ ἀπὸ τῶν δεδομένων, καὶ ἀπὸ τῶν μελλόντων  ἔσεσθαι τὴν  σύγκρισιν εἰσαγαγών· καὶ πρότερον δείκνυσι τίνα  ἦν τὰ ἐκείνοις δεδομένα. Τίνα οὖν ταῦτα; Πνεῦμα δουλείας· διὸ καὶ ἐπήγαγε 60.526 λέγων· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν  εἰς φόβον. Εἶτα ἀφεὶς εἰπεῖν τὸ ἀντιδιαστελλόμενον τῇ δουλείᾳ, τουτέστι, πνεῦμα ἐλευθερίας, τὸ πολλῷ μεῖζον τέθεικε, τὸ τῆς υἱοθεσίας, δι' οὗ κἀκεῖνο  συνήγετο, εἰπών· Ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Ἀλλὰ τοῦτο μὲν δῆλον· τὸ δὲ πνεῦμα τῆς δουλείας τί ποτέ ἐστιν, ἄδηλον. Οὐκοῦν ἀναγκαῖον  αὐτὸ ποιῆσαι σαφέστερον· οὐδὲ γὰρ ἀσαφὲς μόνον,  ἀλλὰ  καὶ σφόδρα ἄπορον τὸ εἰρημένον. Πνεῦμα γὰρ οὐκ ἔλαβεν ὁ τῶν Ἰουδαίων δῆμος· τί οὖν ἐνταῦθά φησι; Τὰ γράμματα οὕτως ἐκάλεσεν, ἐπειδὴ πνευματικὰ ἦν, ὥσπερ οὖν καὶ τὸν νόμον πνευματικὸν, καὶ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πέτρας καὶ τὸ μάννα· Πάντες γὰρ, φησὶ, τὸ αὐτὸ βρῶμα πνευματικὸν  ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.  Καὶ τὴν  πέτραν  δὲ  οὕτως  ὀνομάζει,  λέγων·  Ἔπινον  δὲ  ἐκ  πνευματικῆς ἀκολουθούσης πέτρας. Ἐπειδὴ γὰρ ὑπὲρ φύσιν ἦν πάντα τὰ τελούμενα, πνευματικὰ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ Πνεῦμα ἔλαβον οἱ μετέχοντες αὐτῶν τότε. Καὶ πῶς τὰ γράμματα ἐκεῖνα δουλείας ἦν γράμματα; Παράγαγε πᾶσαν τὴν πολιτείαν,  καὶ τότε εἴσῃ καὶ τοῦτο σαφῶς. Καὶ γὰρ αἱ τιμωρίαι παρὰ πόδας αὐτοῖς, καὶ ὁ μισθὸς εὐθέως εἵπετο, σύμμετρός τε ὢν καὶ ὥσπερ σιτηρέσιόν τι καθημερινὸν διδόμενον οἰκέταις, καὶ πολὺς πανταχόθεν  ὁ φόβος πρὸ τῆς ὄψεως ἀκμάζων, καὶ περὶ τὰ σώματα οἱ καθαρμοὶ, καὶ μέχρι τῶν πράξεων ἡ ἐγκράτεια. Παρὰ δὲ ἡμῖν οὐχ οὕτως, ἀλλὰ καὶ λογισμὸς  καὶ συνειδὸς  ἐκκαθαίρεται. Οὐ γὰρ λέγει,  Μὴ φονεύσῃς,  μόνον,  ἀλλὰ, Μηδὲ ὀργισθῇς· οὐδὲ, Μὴ μοιχεύσῃς, ἀλλὰ, Μηδὲ ἴδῃς ἀκολάστως· ἵνα μηκέτι τῷ φόβῳ τῆς κολάσεως τῆς παρούσης, ἀλλὰ τῷ πόθῳ τῷ πρὸς αὐτὸν, τό τε ἐν ἕξει τῆς ἀρετῆς εἶναι καὶ τὰ ἄλλα τὰ κατορθούμενα ᾖ. Οὐδὲ ἐπαγγέλλεται  γῆν ῥέουσαν μέλι καὶ  γάλα,  ἀλλὰ  τῷ  Μονογενεῖ  συγκληρονόμον  ποιεῖ,  τῶν  παρόντων  ἡμᾶς  διὰ πάντων  ἀφιστὰς, καὶ ἐκεῖνα μάλιστα ἐπαγγελλόμενος  διδόναι,  ἃ τοῖς γενομένοις υἱοῖς Θεοῦ πρέπει λαμβάνειν· αἰσθητὸν μὲν οὐδὲν οὐδὲ σωματικὸν, πνευματικὰ δὲ ἅπαντα.  Ὥστε ἐκεῖνοι  μὲν  εἰ  καὶ  υἱοὶ  ἐκαλοῦντο,  ἀλλ' ὡς  δοῦλοι·  ἡμεῖς  δὲ ὡς ἐλεύθεροι  γενόμενοι,   τὴν  υἱοθεσίαν  ἐλάβομεν  καὶ  τὸν  οὐρανὸν  ἀναμένομεν· κἀκείνοις μὲν δι' ἑτέρων διελέγετο, ἡμῖν δὲ δι' ἑαυτοῦ· κἀκεῖνοι μὲν φόβῳ τιμωρίας πάντα ἔπραττον ἀγόμενοι, οἱ δὲ πνευματικοὶ ἐπιθυμίᾳ καὶ πόθῳ· καὶ τοῦτο δηλοῦσι τῷ καὶ ὑπερβαίνειν τὰ ἐπιτάγματα. Ἐκεῖνοι ὡς μισθωτοὶ καὶ ἀγνώμονες, οὐδέποτε γοῦν διέλειπον γογγύζοντες· οὗτοι δὲ εἰς ἀρέσκειαν τοῦ Πατρός· καὶ οἱ μὲν εὐεργετούμενοι    ἐβλασφήμουν·   ἡμεῖς   δὲ   κινδυνεύοντες    εὐχαριστοῦμεν.   Κἂν

κολασθῆναι δὲ ἁμαρτάνοντας δέῃ, καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. Οὐ γὰρ ὡς ἐκεῖνοι καταλευόμενοι, καὶ καιόμενοι, καὶ ἀκρωτηριαζόμενοι παρὰ τῶν ἱερέων, οὕτω καὶ ἡμεῖς ἐπιστρεφόμεθα, ἀλλὰ ἀρκεῖ τραπέζης ἐκβληθῆναι  πατρικῆς, καὶ ἀπὸ ὄψεως ῥητὰς γενέσθαι  ἡμέρας. Καὶ ἐπὶ  μὲν  τῶν  Ἰουδαίων  ῥήματος ἦν  τιμὴ  ἡ υἱοθεσία μόνον· ἐνταῦθα δὲ καὶ πρᾶγμα ἠκολούθησεν, ὁ διὰ βαπτίσματος καθαρμὸς, ἡ τοῦ Πνεύματος δόσις, ἡ τῶν ἄλλων ἀγαθῶν χορηγία. Καὶ τούτων δὲ ἕτερα πλείονα ἔστιν εἰπεῖν  τὴν  παρ' ἡμῖν  ἐνδεικνύμενα  εὐγένειαν,  καὶ τὴν  ἐκείνων  εὐτέλειαν·  ἅπερ ἅπαντα διὰ τοῦ Πνεύματος καὶ τοῦ φόβου καὶ τῆς υἱοθεσίας αἰνιξάμενος, καὶ ἑτέραν ποιεῖται  ἀπόδειξιν  τοῦ πνεῦμα  υἱοθεσίας ἔχειν.  Ποῖον δὴ τοῦτο; Ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ. 60.527 γʹ. Τοῦτο δὲ ἡλίκον  ἐστὶν, ἴσασιν οἱ μύσται, καλῶς ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι τὸ ῥῆμα λέγειν. Τί οὖν; οὐκ ἐκάλουν καὶ ἐκεῖνοι  Πατέρα, φησὶ, τὸν  Θεόν; οὐκ ἀκούεις Μωϋσέως λέγοντος·  Θεὸν τὸν γεννήσαντά  σε ἐγκατέλιπες; οὐκ ἀκούεις τοῦ Μαλαχία ὀνειδίζοντος  καὶ λέγοντος, ὅτι Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ εἷς Πατήρ ἐστι πάντων  ἡμῶν; Ἀλλ' εἰ καὶ ταῦτα καὶ πλείονα τούτων εἴρηται, οὐδαμοῦ τοῦτο εὑρίσκομεν αὐτοὺς καλοῦντας τὸ ῥῆμα τὸν Θεὸν, οὐδὲ εὐχομένους οὕτως. Ἡμεῖς δὲ ἅπαντες, καὶ ἱερεῖς καὶ ἰδιῶται καὶ ἄρχοντες καὶ ἀρχόμενοι, οὕτως εὔχεσθαι ἐκελεύσθημεν. Καὶ ταύτην πρώτην ἀφίεμεν φωνὴν, μετὰ τὰς θαυμαστὰς ὠδῖνας ἐκείνας, καὶ τὸν ξένον καὶ παράδοξον τῶν λοχευμάτων νόμον. Ἄλλως δὲ, εἰ καὶ ἐκάλεσάν ποτε ἐκεῖνοι, ἀλλ' ἐξ οἰκείας διανοίας· οἱ δὲ ἐν τῇ χάριτι, ἀπὸ πνευματικῆς ἐνεργείας κινούμενοι. Ὥσπερ γὰρ πνεῦμα σοφίας ἐστὶ, καθ' ὃ σοφοὶ οἱ ἄσοφοι ἐγίνοντο, καὶ δηλοῦται τοῦτο ἀπὸ τῆς διδασκαλίας· καὶ πνεῦμα δυνάμεώς  ἐστι, καθ' ὃ οἱ  ἀσθενεῖς  νεκροὺς  ἤγειραν,  καὶ  δαίμονας  ἤλασαν,  καὶ πνεῦμα χαρίσματος ἰαμάτων, καὶ πνεῦμα προφητείας, καὶ πνεῦμα γλωσσῶν· οὕτω καὶ πνεῦμα υἱοθεσίας. Καὶ ὥσπερ ἴσμεν τὸ πνεῦμα τῆς προφητείας, ἀφ' οὗ ὁ ἔχων αὐτὸ προλέγει τὰ μέλλοντα, οὐκ οἰκείᾳ φθεγγόμενος  διανοίᾳ, ἀλλ' ὑπὸ τῆς χάριτος κινούμενος· οὕτω δὴ καὶ πνεῦμα υἱοθεσίας, ἀφ' οὗ ὁ λαβὼν Πατέρα καλεῖ τὸν Θεὸν, ὑπὸ τοῦ Πνεύματος κινούμενος.  Ὁ δὲ βουλόμενος δεῖξαι γνησιότητα, καὶ τῇ τῶν Ἑβραίων ἐχρήσατο γλώσσῃ· οὐ γὰρ εἶπε μόνον, Ὁ Πατὴρ, ἀλλ', Ἀββᾶ ὁ Πατὴρ, ὅπερ τῶν παίδων μάλιστά ἐστι τῶν γνησίων πρὸς πατέρα ῥῆμα. Εἰπὼν τοίνυν τὴν ἀπὸ τῆς πολιτείας  διαφορὰν, τὴν ἀπὸ τῆς χάριτος τῆς δεδομένης, τὴν ἀπὸ τῆς ἐλευθερίας, ἐπάγει καὶ ἑτέραν ἀπόδειξιν τῆς ὑπεροχῆς τῆς κατὰ τὴν υἱοθεσίαν ταύτην. Ποίαν δὴ ταύτην; Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι  ἡμῶν, φησὶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Οὐ γὰρ ἀπὸ τῆς φωνῆς ἰσχυρίζομαι μόνον, φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ' ἧς ἡ φωνὴ τίκτεται· τοῦ γὰρ Πνεύματος ὑπαγορεύοντος, ταῦτα λέγομεν. Ὅπερ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν, ὅτι Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ  εἰς  τὰς  καρδίας  ἡμῶν  κράζον· Ἀββᾶ ὁ Πατήρ. Τί δέ ἐστι, τὸ Πνεῦμα τῷ πνεύματι  συμμαρτυρεῖ; Ὁ Παράκλητος, φησὶ, τῷ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. Οὐ γὰρ τοῦ χαρίσματός ἐστιν ἡ φωνὴ μόνον, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν Παρακλήτου· αὐτὸς γὰρ ἡμᾶς οὗτος ἐδίδαξε διὰ τοῦ χαρίσματος οὕτω φθέγγεσθαι. Ὅταν  δὲ τὸ Πνεῦμα μαρτυρῇ, ποία  λοιπὸν  ἀμφιβολία;  Εἰ μὲν  γὰρ ἄνθρωπος,  ἢ ἄγγελος,  ἢ  ἀρχάγγελος,   ἢ  ἄλλη   τις  τοιαύτη   δύναμις   τοῦτο  ὑπισχνεῖτο,   κἂν ἀμφιβάλλειν ἦν εἰκός τινας· τῆς δὲ ἀνωτάτω οὐσίας τῆς καὶ δωρησαμένης τοῦτο, καὶ δι' ὧν ἐκέλευσεν εὔχεσθαι μαρτυρούσης ἡμῖν, τίς ἂν ἀμφισβητήσειε λοιπὸν περὶ τῆς ἀξίας; Οὐδὲ γὰρ βασιλέως χειροτονήσαντός  τινα,  καὶ ἀνακηρύττοντος  τὴν  τιμὴν παρὰ  πᾶσι, τολμήσειεν  ἄν  τις  τῶν  ὑπηκόων  ἀντειπεῖν.  Εἰ δὲ  τέκνα,  φησὶ,  καὶ κληρονόμοι. Ὁρᾷς πῶς κατὰ μικρὸν αὔξει τὴν δωρεάν; Ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ μὴ κληρονόμους γενέσθαι (οὐδὲ γὰρ πάντες κληρονόμοι οἱ παῖδες), ἐπάγει καὶ τοῦτο, ὅτι καὶ κληρονόμοι. Οἱ δὲ Ἰουδαῖοι μετὰ τοῦ μὴ τοιαύτην ἔχειν υἱοθεσίαν καὶ τῆς κληρονομίας ἐξεβλήθησαν. Κακοὺς γὰρ κακῶς ἀπολέσει, καὶ τὸν ἀμπελῶνα

ἐκδώσεται  γεωργοῖς  ἑτέροις. Καὶ πρὸ 60.528 τούτου  δὲ  ἔλεγεν,  ὅτι  Πολλοὶ ἀπὸ ἀνατολῶν  καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται  μετὰ Ἀβραάμ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἔξω βληθήσονται. Ἀλλ' οὐδὲ ἐνταῦθα  ἵσταται, ἀλλὰ καὶ τούτου μεῖζον τίθησι. Ποῖον δὴ τοῦτο; Ὅτι Θεοῦ κληρονόμοι· διὸ καὶ ἐπήγαγε· Κληρονόμοι μὲν Θεοῦ. Καὶ τὸ  ἔτι  πλέον,  ὅτι  οὐχ  ἁπλῶς  κληρονόμοι,  ἀλλὰ  καὶ  συγκληρονόμοι Χριστοῦ. Ὁρᾷς πῶς φιλονεικεῖ  ἐγγὺς ἡμᾶς ἀγαγεῖν  τοῦ ∆εσπότου; Ἐπειδὴ γὰρ οὐ πάντα τὰ τέκνα κληρονόμοι, δείκνυσιν ὅτι ἡμεῖς καὶ τέκνα καὶ κληρονόμοι. Ἐπεὶ δὲ οὐ πάντες  κληρονόμοι  μεγάλων  εἰσὶ κληρονόμοι  πραγμάτων,  δείκνυσιν  ὅτι  καὶ τοῦτο  ἔχομεν,  κληρονόμοι   ὄντες  Θεοῦ.  Πάλιν  ἐπειδὴ  κληρονόμον   μὲν  εἶναι συμβαίνει Θεοῦ, οὐ πάντως  δὲ τῷ Μονογενεῖ συγκληρονόμον, δείκνυσιν ἡμᾶς καὶ τοῦτο  ἔχοντας.  Καὶ σκόπει  σοφίαν·  τὰ  γὰρ  λυπηρὰ  συστείλας,  ἡνίκα  ἔλεγε,  τί πείσονται  οἱ  κατὰ  σάρκα ζῶντες,  οἷον,  ὅτι  μέλλουσιν  ἀποθνήσκειν,  ἐπειδὴ  τῶν χρηστοτέρων ἥψατο, εἰς εὐρυχωρίαν πολλὴν ἐξάγει τὸν λόγον, ἐμπλατύνων  αὐτὸν τῇ τῶν μισθῶν ἀνταποδόσει, καὶ ποικίλας καὶ μεγάλας δεικνὺς τὰς δωρεάς. Εἰ γὰρ καὶ τὸ τέκνον εἶναι, ἄφατος ἦν ἡ χάρις, ἐννόησον ἡλίκον τὸ, καὶ κληρονόμον. Εἰ δὲ τοῦτο μέγα, πολλῷ  μᾶλλον  καὶ τὸ, συγκληρονόμον. Εἶτα δεικνὺς, ὅτι οὐ χάριτος μόνον ἐστὶν ἡ δωρεὰ, καὶ ποιῶν ὁμοῦ καὶ ἀξιόπιστα τὰ εἰρημένα, ἐπήγαγεν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Εἰ γὰρ ἐν τοῖς λυπηροῖς, φησὶν, ἐκοινωνήσαμεν  αὐτῷ,  πολλῷ  μᾶλλον  ἐν τοῖς  χρηστοῖς τοῦτο ἔσται. Ὁ γὰρ τοὺς οὐδὲν κατωρθωκότας  τοσούτοις δωρησάμενος ἀγαθοῖς, ὅταν ἴδῃ καὶ πονήσαντας, καὶ τοσαῦτα παθόντας,  πῶς  οὐχὶ  μᾶλλον  ἀμείψεται;  δʹ. ∆είξας τοίνυν  ἀντίδοσιν οὖσαν τὸ πρᾶγμα, ἵνα ἀξιόπιστον ᾖ τὸ λεγόμενον, καὶ μηδεὶς ἀμφιβάλλῃ, δείκνυσι πάλιν καὶ χάριτος δύναμιν ἔχον· τὸ μὲν, ἵνα καὶ παρὰ τοῖς ἀμφιβάλλουσι πιστεύηται τὰ λεγόμενα, καὶ οἱ λαμβάνοντες  μὴ αἰσχύνωνται  ὡς ἀεὶ δωρεᾷ σωζόμενοι· τὸ δὲ, ἵνα μάθῃς, ὅτι νικᾷ ταῖς ἀντιδόσεσι τοὺς πόνους ὁ Θεός. Καίτοι τὸ μὲν ἐδήλωσεν εἰπὼν,  Εἴπερ  συμπάσχομεν,  ἵνα  καὶ  συνδοξασθῶμεν·  τοῦτο  δὲ,  ἐπαγαγὼν   καὶ προσθεὶς, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν  καιροῦ πρὸς τὴν μέλλουσαν  δόξαν ἀποκαλυφθῆναι  εἰς  ἡμᾶς. Ἐν μὲν  γὰρ τοῖς  προτέροις τὴν  τῶν  ἠθῶν  διόρθωσιν ἀπαιτεῖ τὸν πνευματικὸν,  ἐν οἷς ἔλεγεν· Οὐκ ὀφείλετε  κατὰ σάρκα ζῇν· οἷον, ἵνα ἐπιθυμίας, ἵνα ὀργῆς, ἵνα χρημάτων,  ἵνα κενοδοξίας, ἵνα βασκανίας περιγίνηται  ὁ τοιοῦτος· ἐνταῦθα δὲ, ἐπειδὴ τῆς δωρεᾶς αὐτὸν ἀνέμνησεν ἁπάσης τῆς δοθείσης, τῆς μελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς  ἔστησε τοῦ Χριστοῦ, καὶ συγκληρονόμον  ἀπέφηνε  τοῦ Μονογενοῦς, θαῤῥῶν  αὐτὸν  ἐξάγει  λοιπὸν  καὶ ἐπὶ τοὺς κινδύνους.  Οὐδὲ γάρ ἐστιν ἴσον τῶν  ἐν ἡμῖν  παθῶν  περιγενέσθαι, καὶ τοὺς πειρασμοὺς ἐκείνους ὑπενεγκεῖν, τὰς μάστιγας, τὸν λιμὸν, τὰς λεηλασίας, τὰ δεσμὰ, τὰς ἁλύσεις, τὰς ἀπαγωγάς· πολὺ γὰρ ταῦτα δεῖται γενναιοτέρας ψυχῆς καὶ νεανικωτέρας.  Καὶ ὅρα πῶς ὁμοῦ καταστέλλει καὶ ἐπαίρει τὸ φρόνημα τῶν ἀγωνιζομένων.  Ὅταν γὰρ δείξῃ μείζονα τὰ ἔπαθλα τῶν πόνων, καὶ προτρέπει μειζόνως,  καὶ  οὐκ  ἀφίησι  μέγα  φρονεῖν,   ἅτε  νικωμένους   τῇ  τῶν   στεφάνων ἀντιδόσει. Καὶ ἀλλαχοῦ μέν 60.529 φησι· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον  βάρος δόξης κατεργάζεται. Πρὸς γὰρ φιλοσοφωτέρους ἦν ὁ λόγος αὐτῷ· ἐνταῦθα δὲ κοῦφα μὲν αὐτὰ οὐκ ἀφίησιν εἶναι, παραμυθεῖται δὲ αὐτὰ τῇ τῶν μελλόντων  ἀντιδόσει, λέγων· Λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ. Καὶ οὐκ εἶπε, Πρὸς τὴν μέλλουσαν ἄνεσιν, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, Πρὸς τὴν μέλλουσαν δόξαν. Ὅπου μὲν γὰρ ἄνεσις, οὐ πάντως καὶ δόξα·  ὅπου  δὲ  δόξα,  πάντως  καὶ  ἄνεσις.  Εἶτα, ἐπειδὴ  μέλλουσαν  αὐτὴν  εἶπε, δείκνυσιν αὐτὴν ἤδη οὖσαν. Οὐ γὰρ εἶπε, Πρὸς τὴν μέλλουσαν ἔσεσθαι, ἀλλὰ, Πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι,  ὡς καὶ νῦν οὖσαν μὲν, κρυπτομένην δέ· ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγεν, ὅτι Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.

Θάῤῥει τοίνυν ὑπὲρ αὐτῆς· παρεσκεύασται γὰρ ἤδη τοὺς σοὺς ἀναμένουσα πόνους. Εἰ δὲ τὸ μέλλειν σε λυπεῖ, αὐτὸ μὲν οὖν εὐφραινέτω σε τοῦτο· τῷ γὰρ μεγάλη τις εἶναι καὶ ἄφραστος, καὶ τὴν παροῦσαν ὑπερβαίνειν  κατάστασιν, ἐκεῖ τεταμίευται.  Οὐδὲ γὰρ ἁπλῶς  τέθεικε, Τὰ παθήματα  τοῦ νῦν  καιροῦ, ἀλλ' ἵνα  δείξῃ οὐχὶ  ποιότητι μόνον, ἀλλὰ καὶ ποσότητι νικῶσαν ἐκείνην. Ταῦτα μὲν γὰρ οἷα ἂν εἴη τὰ παθήματα, τῷ παρόντι συγκεκλήρωται βίῳ· τὰ δὲ μέλλοντα ἀγαθὰ πρὸς τοὺς ἀθανάτους παρεκτείνεται   αἰῶνας.  Ἅπερ  ἐπειδὴ  κατὰ  μέρος  ἡμῖν  εἰπεῖν   οὐκ  εἶχεν   οὐδὲ παραστῆσαι λόγῳ, ἀπὸ τοῦ μάλιστα δοκοῦντος εἶναι παρ' ἡμῖν ἐπεράστου, τῆς δόξης, αὐτὰ ὠνόμασεν· ἡ γὰρ κορυφὴ τῶν ἀγαθῶν  καὶ τὸ κεφάλαιον,  τοῦτο εἶναι δοκεῖ. Ἐπαίρων δὲ καὶ ἑτέρως τὸν ἀκροατὴν, καὶ ἀπὸ τῆς κτίσεως ἐξογκοῖ τὸν λόγον, δύο κατασκευάζων διὰ τῶν λεχθήσεσθαι μελλόντων, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν  τῶν μελλόντων·  καὶ τρίτον μετὰ τούτων, μᾶλλον  δὲ πρῶτον, τὸ δεῖξαι πῶς περισπούδαστον τῷ Θεῷ τὸ τῶν ἀνθρώπων γένος ἐστὶ, καὶ ἐν ὅσῃ τὴν φύσιν τὴν ἡμετέραν ἄγει τιμῇ. Μετὰ δὲ τούτων καὶ τὰ τῶν φιλοσόφων ἅπαντα δόγματα τὰ περὶ τοῦ κόσμου τούτου συντεθέντα αὐτοῖς, ὥσπερ ἀράχνην τινὰ καὶ παίδων ἀθύρματα, ἑνὶ τούτῳ καταβάλλει  τῷ δόγματι. Ἀλλ' ἵνα σαφέστερα ταῦτα γένηται,  αὐτῆς τῆς ἀποστολικῆς ἐπακούσωμεν ῥήσεως. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, φησὶ, τὴν ἀποκάλυψιν  τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα  ἐπ' ἐλπίδι. Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστιν· Ἡ κτίσις αὕτη σφόδρα ὠδίνει,  ταῦτα  ἀναμένουσα  καὶ προσδοκῶσα τὰ ἀγαθὰ, ἅπερ εἰρήκαμεν νῦν· ἀποκαραδοκία γὰρ ἡ σφοδρὰ προσδοκία ἐστίν. Ὥστε δὲ ἐμφαντικώτερον  γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσμον ἅπαντα τοῦτον· ἅπερ  καὶ  οἱ  προφῆται  ποιοῦσιν,  ποταμοὺς  κροτοῦντας  χερσὶν  εἰσάγοντες,  καὶ βουνοὺς ἁλλομένους, καὶ τὰ ὄρη σκιρτῶντα· οὐχ ἵνα ταῦτα ἔμψυχα εἶναι νομίσωμεν, οὐδ'  ἵνα  λογισμόν  τινα  δῶμεν  αὐτοῖς,  ἀλλ'  ἵνα  τὴν  ὑπερβολὴν  μάθωμεν  τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων αὐτῶν καθικνουμένην.  εʹ. Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσι πολλάκις, εἰσάγοντες καὶ ἄμπελον θρηνοῦσαν, καὶ οἶνον καὶ ὄρη  καὶ  τὰ  φατνώματα   ὀλολύζοντα   τοῦ  ναοῦ,  ἵνα  καὶ  ἐντεῦθεν   πάλιν   τὴν ὑπερβολὴν  τῶν  κακῶν  ἐννοήσωμεν.  Τούτους  δὲ  καὶ  ὁ  Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καί φησι στενάζειν αὐτὴν καὶ ὠδίνειν· οὐκ ἐπειδὴ στεναγμοῦ τινος ἤκουσεν ἀπὸ γῆς καὶ οὐρανοῦ φερομένου, ἀλλ' ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν  τῆς ἀπαλ 60.530 λαγῆς τῶν κατεχόντων  κακῶν. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα. Τί ἐστι, Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη; Φθαρτὴ γέγονε. Τίνος ἕνεκεν καὶ διὰ τί; ∆ιὰ σὲ τὸν ἄνθρωπον. Ἐπειδὴ γὰρ σῶμα ἔλαβες θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο καὶ ἀκάνθας ἤνεγκε καὶ τριβόλους. Ὅτι δὲ καὶ οὐρανὸς μετὰ τῆς γῆς  παλαιούμενος  πρὸς  τὴν  ἀμείνω  λῆξιν  ὕστερον  μεταστήσεται, ἄκουσον  τοῦ Προφήτου λέγοντος· Καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται,  σὺ δὲ διαμένεις,  καὶ πάντες  ὡς ἱμάτιον παλαιωθήσονται,  καὶ ὡσεὶ περιβόλαιον  ἑλίξεις  αὐτοὺς, καὶ ἀλλαγήσονται.  Καὶ ὁ Ἡσαΐας δὲ ταῦτα ἐμφαίνων ἔλεγεν· Ἐμβλέψατε εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται. Εἶδες πῶς ἐδούλευσε τῇ ματαιότητι ἡ κτίσις, καὶ πῶς ἐλευθεροῦται ἀπὸ τῆς φθορᾶς; Ὁ μὲν γάρ φησιν· Ὡς ἱμάτιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται·  ὁ δὲ Ἡσαΐας, Οἱ δὲ κατοικοῦντες  αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται· οὐ παντελῆ λέγων ἀπώλειαν, φησίν· οὐδὲ γὰρ οἱ κατοικοῦντες αὐτὴν, τουτέστιν, οἱ ἄνθρωποι, τοιαύτην ὑποστήσονται, ἀλλὰ τὴν πρόσκαιρον, καὶ δι' αὐτῆς ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται, ὥσπερ οὖν καὶ ἡ κτίσις. Ἅπερ ἅπαντα διὰ τοῦ εἰπεῖν, Ὡς ταῦτα, παρεδήλωσεν· ὅπερ οὖν καὶ ὁ Παῦλος προϊών φησι· τέως μέντοι

περὶ τῆς δουλείας αὐτῆς διαλέγεται, καὶ δείκνυσι τίνος ἕνεκεν τοιαύτη γέγονε, καὶ τὴν αἰτίαν ἡμᾶς τίθησι. Τί οὖν; ἐπηρέασται δι' ἕτερον ταῦτα παθοῦσα; Οὐδαμῶς· καὶ γὰρ δι' ἐμὲ γέγονεν. Ἡ τοίνυν δι' ἐμὲ γενομένη πῶς ἂν ἀδικοῖτο εἰς ἐμὴν διόρθωσιν ταῦτα πάσχουσα; Ἄλλως δὲ, τὸν τοῦ δικαίου καὶ ἀδίκου λόγον οὐδὲ κινεῖν ἐπὶ τῶν ἀψύχων  καὶ  ἀναισθήτων  δεῖ.  Ἀλλ'  ὁ  Παῦλος, ἐπειδὴ  αὐτὴν  ἐπροσωποποίησεν, οὐδενὶ  κέχρηται  τούτων   ὧν  εἶπον,  ἀλλ'  ἑτέρῳ  τινὶ  λόγῳ,  τὸν  ἀκροατὴν  ἐκ περιουσίας παραμυθήσασθαι σπεύδων. Ποίῳ δὴ τούτῳ; Τί λέγεις, φησί; κακῶς ἔπαθε διὰ σὲ καὶ φθαρτὴ γέγονεν; Ἀλλ'  οὐδὲν ἠδίκηται· καὶ γὰρ ἄφθαρτος ἔσται διὰ σὲ πάλιν· τοῦτο γάρ ἐστι τὸ, Ἐπ' ἐλπίδι. Ὅταν δὲ λέγῃ, Οὐχ ἑκοῦσα ὑπετάγη, οὐχ ἵνα κυρίαν  γνώμης  οὖσαν δείξῃ, τοῦτο  λέγει,  ἀλλ' ἵνα  μάθῃς,  ὅτι  τῆς  τοῦ  Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, οὐκ ἐκείνης κατόρθωμα τοῦτο. Εἰπὲ δὴ, καὶ ποίᾳ ἐλπίδι; Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται. Τί ἐστι, Καὶ αὐτή; Οὐχὶ σὺ μόνος, ἀλλὰ καὶ ὅ σού ἐστι καταδεέστερον, καὶ ὃ οὐ μετέχει λογισμοῦ οὐδὲ αἰσθήσεως, καὶ τοῦτό σοι κοινωνήσει  τῶν  ἀγαθῶν.  Ἐλευθερωθήσεται  γὰρ,  φησὶν,  ἀπὸ  τῆς  δουλείας  τῆς φθορᾶς·  τουτέστιν,  οὐκέτι  ἔσται  φθαρτὴ,  ἀλλὰ  ἀκολουθήσει  τῇ  τοῦ  σώματος εὐμορφίᾳ τοῦ σοῦ. Ὥσπερ γὰρ γενομένου φθαρτοῦ, γέγονε φθαρτὴ καὶ αὕτη· οὕτως ἀφθάρτου  καταστάντος,  καὶ  αὐτὴ  ἀκολουθήσει  καὶ  ἕψεται  πάλιν·  ὅπερ οὖν  καὶ δεικνὺς ἐπήγαγεν· Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ· τουτέστι, διὰ τὴν ἐλευθερίαν. Καθάπερ γὰρ τιθηνὸς  παιδίον τρέφουσα βασιλικὸν, ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενομένου  τῆς πατρικῆς, καὶ αὐτὴ συναπολαύει τῶν ἀγαθῶν, οὕτω καὶ ἡ κτίσις, φησίν. Ὁρᾷς τὸν ἄνθρωπον  πανταχοῦ προηγούμενον, καὶ δι' αὐτὸν ἅπαντα γινόμενα; Εἶδες πῶς παραμυθεῖται τὸν ἀγωνιζόμενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν;  Τί γὰρ ἀλγεῖς,  φησὶν,  ἐπὶ  τοῖς  πειρασμοῖς; Σὺ διὰ σεαυτὸν πάσχεις, ἡ κτίσις διὰ σέ. Οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἀξιόπιστα, δείκνυσι
60.531 τὰ λεγόμενα. Εἰ γὰρ ἡ κτίσις ἐλπίζει διὰ σὲ πάντα γινομένη, πολλῷ μᾶλλον σὺ, δι'  ὃν ἡ κτίσις ἀπολαύειν  μέλλει  τῶν  ἀγαθῶν  πάντων  ἐκείνων.  Οὕτω καὶ οἱ
ἄνθρωποι, τοῦ υἱοῦ μέλλοντος ἐπ' ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύουσι στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν· ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν
κτίσιν ἀφθαρσίαν περιβάλλει  εἰς τὴν ἐλευθερίαν  τῆς δόξης τῶν  τέκνων.  Οἴδαμεν γὰρ, ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.   ʹ. Εἶδες πῶς ἐντρέπει τὸν ἀκροατὴν, μονονουχὶ  λέγων· Μὴ γένῃ τῆς κτίσεως χείρων, καὶ τοῖς παροῦσιν
ἐμφιλοχωρήσῃς; Οὐ γὰρ μόνον αὐτῶν ἀντέχεσθαι οὐ δεῖ, ἀλλὰ καὶ στενάζειν ἐπὶ τῇ μελήσει τῆς ἐντεῦθεν  ἀποδημίας. Εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ  μᾶλλόν  σε δίκαιον  τοῦτο  ἐπιδείκνυσθαι  τὸν  λόγῳ  τετιμημένον.  Ἀλλ'  οὔπω  τοῦτο  μέγα  εἰς
ἐντροπήν·  διόπερ  ἐπήγαγεν·  Οὐ μόνον  δὲ,  ἀλλὰ  καὶ  αὐτοὶ  τὴν  ἀπαρχὴν  τοῦ
Πνεύματος  ἔχοντες,   καὶ   ἡμεῖς   αὐτοὶ   ἐν   ἑαυτοῖς   στενάζομεν·  τουτέστι,   τῶν μελλόντων  ἤδη γευσάμενοι. Κἂν γὰρ σφόδρα λίθινός  τις ᾖ, ἱκανὰ τὰ δοθέντα ἤδη διαναστῆσαί  τε  αὐτὸν,  καὶ  τῶν  παρόντων   ἀπαγαγεῖν,   καὶ  πρὸς  τὰ  μέλλοντα πτερῶσαι διπλῇ, καὶ τῷ μεγάλα εἶναι τὰ διδόμενα, καὶ τῷ τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀπαρχὴν εἶναι. Εἰ γὰρ ἡ ἀπαρχὴ τοσαύτη, ὡς δι' αὐτῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι,  καὶ δικαιοσύνης ἐπιτυχεῖν  καὶ ἁγιασμοῦ, τοὺς δὲ τότε καὶ δαίμονας ἐλαύνειν καὶ νεκροὺς ἐγείρειν διὰ σκιᾶς καὶ ἱματίων· ἐννόησον τὸ ὅλον ἡλίκον. Καὶ εἰ ἡ κτίσις, ἡ νοῦ καὶ λόγων  ἐστερημένη, οὐδὲν τούτων  εἰδυῖα στενάζει· πολλῷ μᾶλλον  ἡμεῖς.  Εἶτα,  ἵνα  μὴ  δῷ  τοῖς  αἱρετικοῖς  λαβὴν,  καὶ  δόξῃ  τὰ  παρόντα διαβάλλειν,   Στενάζομεν,  φησὶν,  οὐ  τῶν   παρόντων   κατηγοροῦντες,  ἀλλὰ  τῶν μειζόνων  ἐφιέμενοι·  τοῦτο  γὰρ  ἐδήλωσεν  εἰπών·  Υἱοθεσίαν ἀπεκδεχόμενοι.  Τί λέγεις,  εἰπέ  μοι; Ἄνω  καὶ  κάτω  συνεχῶς  ἔστρεφες, καὶ  ἐβόας λέγων,  ὅτι  Ἤδη γεγόναμεν  υἱοὶ, καὶ νῦν ἐν ἐλπίσι τίθης τουτὶ τὸ ἀγαθὸν, γράφων  ὅτι ἐκδέχεσθαι αὐτὴν  δεῖ; Τοῦτο τοίνυν  διορθούμενος τῇ ἐπαγωγῇ,  λέγει· Τὴν ἀπολύτρωσιν  τοῦ

σώματος  ἡμῶν·  τουτέστι,  τὴν  ἀπηρτισμένην  δόξαν.  Νῦν μὲν  γὰρ  ἐν  ἀδήλῳ  τὰ ἡμέτερα ἕστηκεν ἕως ἐσχάτης ἀναπνοῆς· πολλοὶ γὰρ ὄντες υἱοὶ, γεγόνασι κύνες καὶ αἰχμάλωτοι. Ἂν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεὰ, καὶ σαφεστέρα καὶ μείζων,  οὐκέτι τὴν  ἀπὸ τοῦ θανάτου  καὶ τῆς ἁμαρτίας δεδοικυῖα μεταβολήν.  Τότε οὖν  βεβαία ἔσται ἡ χάρις, ὅταν  καὶ  τὸ σῶμα ἡμῶν  ἀπαλλαγῇ θανάτου,  καὶ  τῶν  μυρίων  παθῶν.  Τοῦτο  γάρ  ἐστιν  ἀπολύτρωσις,  οὐχ  ἁπλῶς λύτρωσις, ἀλλ' ὥστε μηκέτι πάλιν ὑποστρέψαι ἐπὶ τὴν προτέραν αἰχμαλωσίαν. Ἵνα γὰρ μὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς, καὶ μηδὲν σαφῶς ἐπιστάμενος, ἐκ μέρους ὑπανοίγει τὰ μέλλοντα, τὸ σῶμά σοι μεταβάλλων, καὶ τὴν κτίσιν αὐτῷ συμμεταβάλλων ἅπασαν· ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἐδήλωσεν εἰπών· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως  ἡμῶν  εἰς τὸ γενέσθαι  σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Καὶ ἑτέρωθι πάλιν  γράφων  ἔλεγεν· Ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. ∆εικνὺς δὲ, ὅτι μετὰ τῆς φθορᾶς τοῦ σώματος καὶ ἡ τῶν βιωτικῶν πραγμάτων  κατάστασις οἰχήσεται, ἔγραφε πάλιν  ἀλλαχοῦ· Παράγει γὰρ τὸ σχῆμα τοῦ  κόσμου  τούτου.  Τῇ  γὰρ  ἐλπίδι  ἐσώθημεν,  φησίν.  Ἐπειδὴ  γὰρ  ἐν  τῇ  τῶν μελλόντων  ἐνδιέτριψεν  ὑποσχέσει, ἐδόκει καὶ 60.532 τοῦτο λυπεῖν  τὸν ἀσθενέστερον ἀκροατὴν, εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθὰ, πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων  καὶ  ὁρωμένων  ἐστὶ σαφέστερα, καὶ  πολλὰ  περὶ  τῶν  ἤδη  δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλάβομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν καὶ τὴν εὐγένειαν ἡμῶν προδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησί· Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ δεῖ πάντα ἐνταῦθα ζητεῖν, ἀλλὰ  καὶ ἐλπίζειν.  Τοῦτο γὰρ μόνον  εἰσηνέγκαμεν  τῷ Θεῷ τὸ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα  ἐπαγγειλαμένῳ,  καὶ διὰ ταύτης μόνον ἐσώθημεν τῆς ὁδοῦ. Ἂν τοίνυν  αὐτὴν ἀπολέσωμεν, τὸ πᾶν τῆς ἡμετέρας εἰσφορᾶς ἀπωλέσαμεν. Ἐρωτῶ γάρ σε, φησὶν, οὐχὶ μυρίων ὑπεύθυνος ἦς κακῶν; οὐχὶ ἀπεγνωσμένος; οὐχὶ ἀποφάσει ὑποκείμενος; οὐχὶ πάντες ἠτόνουν πρὸς τὴν σωτηρίαν τὴν σήν; τί οὖν σε ἔσωσε; Τὸ εἰς τὸν Θεὸν ἐλπίσαι μόνον, καὶ πιστεῦσαι αὐτῷ περὶ ὧν ἐπηγγείλατο καὶ ἔδωκε, καὶ πλέον οὐδὲν ἔσχες εἰσενεγκεῖν. Εἰ τοίνυν αὕτη σε ἔσωσε, ταύτην κάτεχε καὶ  νῦν.  Ἡ  γὰρ  τοσαῦτά  σοι  παρασχοῦσα ἀγαθὰ,  εὔδηλον  ὅτι  οὐδὲ  περὶ  τῶν μελλόντων σε ψεύσεται. Ὅπου γὰρ νεκρὸν λαβοῦσα καὶ ἀπολωλότα καὶ αἰχμάλωτον καὶ ἐχθρὸν, φίλον ἐποίησε καὶ υἱὸν καὶ ἐλεύθερον καὶ δίκαιον καὶ συγκληρονόμον, καὶ τοσαῦτα παρέσχεν, ὅσα μηδὲ προσεδόκησέ τίς  ποτε· πῶς  μετὰ τὴν  τοσαύτην φιλοτιμίαν  τε καὶ οἰκείωσιν  οὐ προσήσεταί σε ἐν τοῖς ἑξῆς; Μὴ τοίνυν  μοι λέγε· Πάλιν ἐλπίδες,  πάλιν  προσδοκίαι, πάλιν  πίστις. Οὕτω γὰρ ἐξ ἀρχῆς ἐσώθης, καὶ ταύτην τὴν προῖκα εἰσήνεγκας τῷ νυμφίῳ μόνον. Κάτεχε τοίνυν αὐτὴν καὶ διατήρει. Ἂν  γὰρ  ἐνταῦθα  πάντα  ἀπαιτῇς  ἀπώλεσάς  σου τὸ  κατόρθωμα,  δι'  οὗ  λαμπρὸς ἐγένου. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί  καὶ  ἐλπίζει;  Εἰ  δὲ  ὃ  οὐ  βλέπομεν,  ἐλπίζομεν,  δι'  ὑπομονῆς  ἀπεκδεχόμεθα. Τουτέστιν· Εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, τίς χρεία ἐλπίδος; Τί οὖν ἐστιν ἡ ἐλπίς; Τὸ τοῖς  μέλλουσι θαῤῥεῖν. Τί γὰρ μέγα αἰτεῖ  παρὰ σοῦ ὁ Θεὸς, αὐτὸς ὁλόκληρα οἴκοθεν διδοὺς τὰ ἀγαθά; Ἓν αἰτεῖ παρὰ σοῦ μόνον, ἐλπίδα, ἵνα ἔχῃς τι καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν· ὅπερ οὖν καὶ αἰνιττόμενος  ἐπήγαγεν· Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. Ὥσπερ γὰρ τὸν πονοῦντα καὶ ταλαιπωροῦντα  καὶ μυρία κάμνοντα, οὕτω καὶ τὸν ἐλπίζοντα  ὁ Θεὸς στεφανοῖ· τὸ γὰρ τῆς ὑπομονῆς ὄνομα ἱδρώτων  ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. Ἀλλ' ὅμως ἐχαρίσατο καὶ τοῦτο τῷ ἐλπίζοντι, ἵνα παραμυθήσηται τὴν ἀποκαμοῦσαν ψυχήν. ζʹ. Εἶτα δεικνὺς,  ὅτι  πρὸς τὸ  κοῦφον  τοῦτο  πολλῆς  ἀπολαύομεν  βοηθείας,  ἐπάγει· Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται  ταῖς ἀσθενείαις ἡμῶν. Τὸ μὲν γὰρ

γίνεται σὸν, τὸ τῆς ὑπομονῆς· τὸ δὲ τῆς τοῦ Πνεύματος χορηγίας, εἴς τε τὴν ἐλπίδα σε ἀλείφοντος  καὶ δι' αὐτῆς πάλιν τοὺς πόνους σου κουφίζοντος. Εἶτα, ἵνα μάθῃς, ὅτι οὐκ ἐν τοῖς πόνοις σου μόνον καὶ τοῖς κινδύνοις παρέστηκεν αὕτη ἡ χάρις, ἀλλὰ καὶ ἐν τοῖς εὐκολωτάτοις δοκοῦσιν εἶναι συμπράττει, καὶ πανταχοῦ τὴν παρ' ἑαυτῆς εἰσφέρει  συμμαχίαν,  ἐπήγαγε  λέγων·  Τὸ γὰρ  τί  προσευξώμεθα  καθ'  ὃ  δεῖ,  οὐκ οἴδαμεν. Ταῦτα δὲ ἔλεγε, τήν τε πολλὴν τοῦ Πνεύματος πρόνοιαν ἐμφαίνων τὴν περὶ ἡμᾶς, καὶ παιδεύων  αὐτοὺς, μὴ πάντως  ἐκεῖνα νομίζειν  εἶναι συμφέροντα, ἃ τοῖς λογισμοῖς φαίνεται  τοῖς ἀνθρωπίνοις.  Ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς μαστιζομένους, ἐλαυνομένους,  μυρία 60.533 πάσχοντας  δεινὰ, ἄνεσιν ζητεῖν, καὶ νομίζειν  αὐτοῖς λυσιτελεῖν  καὶ  ταύτην  αἰτεῖν  παρὰ  τοῦ  Θεοῦ τὴν  χάριν,  λέγει·  Μὴ πάντως  τὰ δοκοῦντα ὑμῖν εἶναι συμφέροντα, ταῦτα καὶ εἶναι νομίζετε. Καὶ γὰρ εἰς τοῦτο τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας· οὕτως  ἐστὶν ἀσθενὴς ὁ ἄνθρωπος,  καὶ καθ' ἑαυτὸν οὐδέν. ∆ιὸ καὶ ἔλεγε· Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Ἵνα γὰρ μηκέτι ὁ μαθητὴς  αἰσχύνηται  τὴν  ἄγνοιαν,  ἔδειξε καὶ τοὺς διδασκάλους ἐν τοῖς αὐτοῖς ὄντας. Οὐ γὰρ εἶπεν, Οὐκ οἴδατε, ἀλλ',  Οὐκ οἴδαμεν. Καὶ ὅτι οὐ μετριάζων ταῦτα ἔλεγεν, ἐδήλωσε δι' ἑτέρων. Καὶ γὰρ ἀδιαλείπτως  ἐπὶ τῶν προσευχῶν αὐτοῦ τὴν Ῥώμην ἰδεῖν ἐδεῖτο, καὶ οὐχ ὅτε ἐδεῖτο, τότε ἐπέτυχε· καὶ ὑπὲρ τοῦ σκόλοπος τοῦ δεδομένου αὐτῷ ἐν τῇ σαρκὶ, τουτέστι, ὑπὲρ τῶν κινδύνων  πολλάκις παρεκάλεσε, καὶ ὁλοσχερῶς ἀπέτυχε· καὶ ὁ Μωϋσῆς δὲ ἐν τῇ Παλαιᾷ ὑπὲρ τοῦ τὴν Παλαιστίνην ἰδεῖν  δεόμενος,  καὶ  ὁ  Ἱερεμίας  ὑπὲρ  Ἰουδαίων  ἱκετεύων,  καὶ  ὁ  Ἀβραὰμ ὑπὲρ Σοδομιτῶν   ἐντυγχάνων.    Ἀλλ'   αὐτὸ   τὸ   πνεῦμα   ὑπερεντυγχάνει    ὑπὲρ   ἡμῶν στεναγμοῖς  ἀλαλήτοις.  Ἀσαφὲς τὸ εἰρημένον  διὰ τὸ πολλὰ  τῶν  τότε  γινομένων θαυμάτων πεπαῦσθαι νῦν. ∆ιόπερ ἀναγκαῖον διδάξαι ὑμᾶς τὴν τότε κατάστασιν, καὶ οὕτω σαφέστερος λοιπὸν ἔσται ὁ λόγος. Τίς οὖν ἡ τότε κατάστασις ἦν; ∆ιάφορα πᾶσι τοῖς  τότε  βαπτιζομένοις  ἐδίδου χαρίσματα ὁ Θεὸς, ἃ δὴ καὶ πνεύματα  ἐκαλεῖτο· Πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται, φησί. Καὶ ὁ μὲν εἶχε προφητείας χάρισμα, καὶ προέλεγε τὰ μέλλοντα· ὁ δὲ σοφίας, καὶ ἐδίδασκε τοὺς πολλούς· ὁ δὲ ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας· ὁ δὲ δυνάμεων, καὶ ἤγειρε τοὺς νεκρούς· ὁ δὲ γλωσσῶν, καὶ διαφόροις ἐλάλει φωναῖς. Μετὰ δὲ τούτων ἁπάντων ἦν καὶ εὐχῆς χάρισμα, ὃ καὶ αὐτὸ πνεῦμα  ηὔχετο.  Ἐπειδὴ γὰρ πολλὰ  τῶν  συμφερόντων  ἡμῖν ἀγνοοῦντες,  τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο χάρισμα εὐχῆς εἰς ἕνα τινὰ τῶν τότε, καὶ τὸ κοινῇ συμφέρον τῆς Ἐκκλησίας ἁπάσης αὐτός τε ὑπὲρ ἁπάντων ἵστατο αἰτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευε. Πνεῦμα τοίνυν  ἐνταῦθα καλεῖ τό τε χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα καὶ ἐντυγχάνουσαν τῷ Θεῷ καὶ στενάζουσαν. Ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστὼς μετὰ πολλῆς τῆς κατανύξεως, μετὰ πολλῶν τῶν στεναγμῶν τῶν κατὰ διάνοιαν τῷ Θεῷ προσπίπτων, τὰ συμφέροντα πᾶσιν αἰτεῖ. Οὗ καὶ νῦν σύμβολόν ἐστιν ὁ διάκονος τὰς ὑπὲρ τοῦ δήμου ἀναφέρων  εὐχάς. Τοῦτο τοίνυν  δηλῶν  ὁ Παῦλος ἔλεγεν·  Αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει  ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Ὁ δὲ ἐρευνῶν τὰς καρδίας. Ὁρᾷς, ὅτι οὐ περὶ τοῦ Παρακλήτου ὁ λόγος, ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς; ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἔδει εἰπεῖν· Ὁ δὲ ἐρευνῶν τὸ Πνεῦμα. Ἀλλ' ἵνα μάθῃς, ὅτι περὶ ἀνθρώπου ὁ λόγος  πνευματικοῦ,  καὶ  χάρισμα  ἔχοντος  εὐχῆς,  ἐπήγαγεν·  Ὁ  δὲ  ἐρευνῶν  τὰς καρδίας,  οἶδε  τί   τὸ  φρόνημα   τοῦ   πνεύματος·   τουτέστι,  τοῦ   ἀνθρώπου   τοῦ πνευματικοῦ·  ὅτι  κατὰ  Θεὸν ἐντυγχάνει   ὑπὲρ  ἁγίων.  Οὐ γὰρ  ἀγνοοῦντα,  φησὶ, διδάσκει τὸν Θεὸν, ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ταῦτα ἃ χρὴ, καὶ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ δοκοῦντα αὐτῷ· τοῦτο γάρ ἐστι τὸ, Κατὰ Θεόν. Ὥστε καὶ παρακλήσεως ἕνεκεν ἐγίνετο τοῦτο τῶν προσιόντων, καὶ διδασκαλίας ἀρίστης· καὶ γὰρ ὁ παρέχων  καὶ τὰ χαρίσματα καὶ τὰ μυρία διδοὺς ἀγαθὰ, ὁ Παράκλητος ἦν. Ταῦτα  γὰρ  πάντα,  φησὶν,  ἐνεργεῖ  ἓν  καὶ  τὸ  αὐτὸ  Πνεῦμα.  Καὶ τῆς  ἡμετέρας

παιδεύσεως  60.534 ἕνεκεν  τοῦτο  γίνεται,  καὶ  τοῦ  δειχθῆναι  τοῦ  Πνεύματος τὴν ἀγάπην,  ὅτι  μέχρι  τοσούτου συγκαταβαίνει.  Ὅθεν  καὶ  τὸ ἀκούεσθαι ἐγίνετο  τῷ εὐχομένῳ, διὰ τὸ κατὰ Θεὸν γίνεσθαι τὴν εὐχήν. Ὁρᾷς δι' ὅσων αὐτοὺς παιδεύει τὴν ὑπὲρ αὐτῶν ἀγάπην καὶ τὴν τιμὴν τὴν γινομένην εἰς αὐτούς; ηʹ. Τί γὰρ οὐκ ἐποίησε δι' ἡμᾶς ὁ Θεός; Φθαρτὸν τὸν  κόσμον δι' ἡμᾶς, καὶ ἄφθαρτον  ἐποίησε δι' ἡμᾶς· κακωθῆναι τοὺς προφήτας συνεχώρησε δι' ἡμᾶς, εἰς αἰχμαλωσίαν ἔπεμψε δι' ἡμᾶς, εἰς κάμινον ἀφῆκεν ἐμπεσεῖν δι' ἡμᾶς, τὰ μυρία ὑπομεῖναι κακά. Καὶ προφήτας δὲ δι' ἡμᾶς αὐτοὺς ἐποίησε, καὶ ἀποστόλους δι' ἡμᾶς· τὸν Μονογενῆ δι' ἡμᾶς ἐξέδωκε, τὸν διάβολον δι' ἡμᾶς κολάζει· ἐκάθισεν ἡμᾶς ἐν δεξιᾷ· ὠνειδίσθη δι' ἡμᾶς· Οἱ ὀνειδισμοὶ γὰρ, φησὶ, τῶν ὀνειδιζόντων  σε ἐπέπεσον ἐπ' ἐμέ. Ἀλλ' ὅμως μετὰ τοσαῦτα ἀφισταμένους ἡμᾶς οὐκ ἀφίησιν, ἀλλὰ καὶ παρακαλεῖ πάλιν, καὶ ἑτέρους παρασκευάζει παρακαλεῖν ὑπὲρ ἡμῶν, ἵνα ἡμῖν χαρίσηται· ὅπερ ἐπὶ τοῦ Μωϋσέως γέγονε. Καὶ γὰρ ἐκείνῳ φησίν· Ἄφες με, καὶ ἐξαλείψω αὐτούς· ἵνα αὐτὸν ἐμβάλῃ εἰς τὴν ὑπὲρ ἐκείνων  ἱκετηρίαν· καὶ νῦν τὸ αὐτὸ ποιεῖ. ∆ιὰ τοῦτο καὶ χάρισμα εὐχῆς ἐδίδου. Ἐποίει δὲ τοῦτο,  οὐκ αὐτὸς  παρακλήσεως  δεόμενος,  ἀλλ' ἵνα  ἡμεῖς  μὴ, ἁπλῶς σωζόμενοι, φαυλότεροι καταστῶμεν. ∆ιά τοι τοῦτο πολλάκις διὰ τὸν ∆αυῒδ καὶ   τὸν   δεῖνα   καὶ   τὸν   δεῖνά   φησιν   αὐτοῖς   καταλλάττεσθαι,   τοῦτο   αὐτὸ κατασκευάζων  πάλιν,  ἵνα  καὶ σχῆμα ἐπιτεθῇ  τῇ καταλλαγῇ·  καίτοι  μειζόνως  ἂν αὐτὸς ἐφάνη  φιλάνθρωπος,  εἰ μὴ διὰ τὸν  δεῖνα  καὶ τὸν  δεῖνα,  ἀλλὰ  δι' ἑαυτὸν ἔλεγεν  αὐτοῖς  ἀφεῖναι  τὴν ὀργήν. Ἀλλ' οὐχ οὕτω τοῦτο ἐσπούδακεν, ὡς τὸ τοῖς σωζομένοις  μὴ  γενέσθαι  ῥᾳθυμίας  ἀφορμὴν  τὴν  τῆς  καταλλαγῆς  ὑπόθεσιν.  ∆ιὰ τοῦτο καὶ τῷ Ἱερεμίᾳ ἔλεγε· Μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου· οὐχὶ  παῦσαι αὐτὸν  θέλων  ἀξιοῦντα  (πολὺ  γὰρ  ἐπιθυμεῖ  τῆς  σωτηρίας  τῆς ἡμετέρας), ἀλλ' ἐκείνους φοβῆσαι· ὅπερ οὖν καὶ ὁ προφήτης συνιδὼν, οὐκ ἐπαύσατο ἀξιῶν. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀποστῆσαι αὐτὸν θέλων, ἀλλ' ἐντρέψαι, ταῦτα ἔλεγεν, ἄκουσον τί φησιν· Ἢ οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσι; Καὶ πρὸς τὴν πόλιν δὲ ὅταν λέγῃ· Ἐὰν ἀποπλύνῃ νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον  μου· οὐχ ἵνα εἰς ἀπόγνωσιν ἐμβάλῃ, λέγει, ἀλλ' ἵνα εἰς μετάνοιαν διαναστήσῃ. Ὥσπερ γὰρ ἐπὶ τῶν Νινευϊτῶν ἀδιορίστως εἰπὼν τὴν ἀπόφασιν, καὶ μὴ ὑποτείνας χρηστὰς ἐλπίδας, μᾶλλον  ἐφόβησε καὶ εἰς μετάνοιαν  ἤγαγεν· οὕτω καὶ ἐνταῦθα  ποιεῖ, ἐκείνους  τε διεγείρων  καὶ τὸν προφήτην  αἰδεσιμώτερον κατασκευάζων, ἵνα κἂν οὕτως αὐτοῦ ἀκούσωσιν.   Εἶτα   ἐπειδὴ   ἔμενον   ἀνίατα   νοσοῦντες,   καὶ   οὐδὲ   τῶν   ἄλλων ἀπενεχθέντων  ἐσωφρονίσθησαν, τὸ μὲν πρῶτον παραινεῖ μένειν αὐτόθι· ὡς δὲ οὐκ ἠνείχοντο,  ἀλλ' ηὐτομόλουν  εἰς Αἴγυπτον, τοῦτο μὲν συνεχώρησεν, αἰτεῖ δὲ παρ' αὐτῶν τὸ μὴ μετ' Αἰ 60.534 γύπτου καὶ πρὸς τὴν ἀσέβειαν αὐτομολῆσαι. Ὡς δὲ οὐδὲ τοῦτο  ἐπείσθησαν,  συμπέμπει  τὸν  προφήτην  αὐτοῖς,  ὥστε  μὴ  τέλεον  ἐξοκεῖλαι λοιπόν. Ἐπειδὴ γὰρ αὐτοὶ οὐκ ἠκολούθησαν αὐτῷ καλοῦντι,  αὐτὸς αὐτοῖς ἕπεται λοιπὸν διορθούμενος, καὶ κωλύων προσωτέρω φέρεσθαι τῆς κακίας καθάπερ πατὴρ φιλόστοργος  παιδίῳ  δυστυχῶς  ἔχοντι  πρὸς ἅπαντα,  πανταχοῦ  συμπεριάγων  καὶ συμπεριακολουθῶν. ∆ιὰ δὴ τοῦτο οὐκ εἰς Αἴγυπτον μόνον τὸν Ἱερεμίαν, ἀλ 60.535 λὰ καὶ εἰς Βαβυλῶνα τὸν Ἰεζεκιὴλ ἔπεμπεν. Οἱ δὲ οὐκ ἀντέλεγον.  Ἐπειδὴ γὰρ τὸν ἑαυτῶν ∆εσπότην εἶδον σφόδρα αὐτοὺς φιλοῦντα, καὶ αὐτοὶ τοῦτο ποιοῦντες διετέλουν· ὥσπερ ἂν εἴ τις υἱὸν ἄχρηστον δοῦλος εὐγνώμων  ἐλεήσειεν, ὁρῶν τὸν πατέρα  ἀλγοῦντα  ὑπὲρ αὐτοῦ  καὶ  κοπτόμενον.  Τί γὰρ  οὐκ  ἔπασχον  δι' αὐτούς; Ἐπρίζοντο, ἠλαύνοντο,  ὠνειδίζοντο,  ἐλιθάζοντο,  μυρία ἔπασχον  δεινά·  καὶ μετὰ ταῦτα ἅπαντα, πρὸς αὐτοὺς ἔτρεχον πάλιν. Καὶ γὰρ ὁ Σαμουὴλ οὐ διέλειπε πενθῶν τὸν Σαοὺλ, καίτοι γε χαλεπῶς ὑβρισθεὶς παρ' αὐτοῦ, καὶ τὰ ἀνήκεστα παθών· ἀλλ' ὅμως οὐδενὸς ἐκείνων  ἐμέμνητο. Τῷ δὲ Ἰουδαίων  δήμῳ καὶ θρήνους γραπτοὺς ὁ Ἱερεμίας  συνέθηκε· καὶ τοῦ στρατηγοῦ τῶν  Περσῶν διδόντος  αὐτῷ  μετὰ ἀδείας

οἰκεῖν καὶ ἐλευθερίας ἁπάσης ὅπου βούλοιτο, προετίμησε τῆς οἴκοι διατριβῆς τὴν τοῦ  λαοῦ  κακουχίαν  καὶ  τὴν  ἐν  ἀλλοτρίᾳ  ταλαιπωρίαν.  Οὕτω καὶ  Μωϋσῆς τὰ βασίλεια καὶ τὴν  ἐκεῖ διατριβὴν  ἀφεὶς,  πρὸς τὰς ἐκείνων  ἔδραμε συμφοράς. Καὶ
∆ανιὴλ δὲ ἐν εἰκοσιὲξ ἡμέραις ἄσιτος ἔμεινεν, ἄγχων ἑαυτὸν τῇ βαρυτάτῃ νηστείᾳ,
ἵνα  τὸν  Θεὸν αὐτοῖς  καταλλάξῃ· καὶ οἱ παῖδες  δὲ οἱ τρεῖς ἐν  καμίνῳ  ὄντες  καὶ τοσούτῳ πυρὶ, τὴν ὑπὲρ αὐτῶν ἱκετηρίαν ἀνέφερον. Οὐ γὰρ δὴ ὑπὲρ ἑαυτῶν ἤλγουν τῶν σεσωσμένων· ἀλλ' ἐπειδὴ τότε μάλιστα ᾤοντο παῤῥησίαν ἔχειν, διὰ τοῦτο ὑπὲρ αὐτῶν ἐδέοντο. ∆ιὸ καὶ ἔλεγον· Ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν.  ∆ιὰ  τούτους  καὶ  Ἰησοῦς  τὰ  ἱμάτια  διέῤῥηξε· διὰ  τούτους  καὶ Ἰεζεκιὴλ  ἐθρήνει  καὶ  ὠλοφύρετο  κατακοπτομένους  ὁρῶν·  καὶ  Ἱερεμίας  ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι. Καὶ πρὸ τούτου δὲ, ἐπειδὴ ἀξιῶσαι ὑπὲρ συγχωρήσεως τῶν  δεινῶν  παντελοῦς  οὐκ ἐτόλμα, προθεσμίαν ἐζήτει λέγων· Ἕως πότε, Κύριε; φιλόστοργον γὰρ ἅπαν τὸ τῶν ἁγίων γένος. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ Θεοῦ ἅγιοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην. θʹ. Ὁρᾷς τὴν ἀκρίβειαν τοῦ ῥήματος, καὶ πῶς διηνεκῶς  ἐλεήμονας ἡμᾶς βούλεται εἶναι; Οὐ γὰρ εἶπεν, Ἐλεήσατε, ἁπλῶς, ἀλλ', Ἐνδύσασθε· ἵνα ὥσπερ τὸ ἱμάτιον ἀεὶ μεθ' ἡμῶν ἐστιν, οὕτω καὶ ἡ ἐλεημοσύνη. Καὶ οὐκ εἶπεν ἁπλῶς, Ἐλεημοσύνην, ἀλλὰ, Σπλάγχνα οἰκτιρμῶν, ἵνα φυσικὴν μιμησώμεθα φιλοστοργίαν. Ἀλλ' ἡμεῖς τἀναντία ποιοῦμεν· κἂν προσέλθῃ τις αἰτῶν  ὀβολὸν ἕνα, ὑβρίζομεν, λοιδοροῦμεν, ἐπιθέτην καλοῦμεν. Οὐ φρίττεις, ἄνθρωπε, οὐκ ἐρυθριᾷς, ἐπιθέτην ὑπὲρ ἄρτου καλῶν; Εἰ δὲ καὶ ἐπίθεσιν ὁ τοιοῦτος ποιεῖ, διὰ τοῦτο καὶ ἐλεεῖσθαι δίκαιος, ὅτι οὕτως ὑπὸ λιμοῦ πιέζεται  ὡς  τοιοῦτον  ὑποδῦναι  προσωπεῖον.  Καὶ τοῦτο  τῆς  ἡμετέρας  ὠμότητος ἔγκλημα. Ἐπειδὴ γὰρ εὐκόλως παρέχειν οὐκ ἀνεχόμεθα, μυρίας ἀναγκάζονται ἐπινοεῖν  μηχανὰς,  ὥστε ἡμῶν  σοφίσασθαι τὴν  ἀπανθρωπίαν,  καὶ τὴν  τραχύτητα καταμαλάξαι.  Ἄλλως  δὲ, εἰ μὲν  ἀργύριον  ᾔτει  καὶ χρυσίον, εἶχεν  ἄν σοι τὰ τῆς ὑποψίας  λόγον·  εἰ  δὲ  ὑπὲρ  ἀναγκαίας  σοι  τροφῆς  προσέρχεται,  τί  φιλοσοφεῖς ἀκαίρως, καὶ ἀκριβολογεῖ  περιττὰ, ἀργίαν  ἐγκαλῶν  καὶ ὄκνον; Εἰ γὰρ δεῖ ταῦτα λέγειν,  οὐχ ἑτέροις, ἀλλ' ἡμῖν  αὐτοῖς ἐπιλέγειν  δεῖ. Ὅταν γοῦν  τῷ Θεῷ προσίῃς ἁμαρτημάτων  αἰτῶν  συγχώρησιν, τούτων  ἀναμνήσθητι  τῶν  ῥημάτων, καὶ γνώσῃ ὅτι δικαιότερον ταῦτα αὐτὸς ἀκούσῃ 60.536 παρὰ τοῦ Θεοῦ, ἢ ὁ πένης παρὰ σοῦ. Ἀλλ' ὅμως  οὐδέποτε  πρὸς σὲ ταῦτα  εἶπε  τὰ ῥήματα ὁ Θεὸς, οἷον,  Ἀπόστηθι· καὶ γὰρ ἐπιθέτης εἶ, εἰς μὲν ἐκκλησίαν εἰσιὼν συνεχῶς, καὶ νόμων ἀκούων τῶν ἐμῶν, ἐν δὲ τῇ ἀγορᾷ καὶ χρυσίον καὶ ἐπιθυμίαν  καὶ φιλίαν  καὶ πάντα  ἁπλῶς  προτιμῶν  τῶν ἐμῶν ἐπιταγμάτων·  καὶ νῦν μὲν ταπεινὸς γίνῃ, μετὰ δὲ τὴν εὐχὴν καὶ θρασὺς καὶ ὠμὸς καὶ ἀπάνθρωπος· ἄπιθι τοίνυν  ἐντεῦθεν, καὶ μηκέτι μοι πρόσιθι. Ταῦτα γὰρ, καὶ τούτων πλείονα ἀκούειν ἦμεν ἄξιοι· ἀλλ' ὅμως οὐδέποτε τοιοῦτον οὐδὲν ὠνείδισεν, ἀλλὰ καὶ μακροθυμεῖ καὶ τὰ παρ' ἑαυτοῦ πάντα πληροῖ, καὶ πλείονα ὧν αἰτοῦμεν δίδωσι. Ταῦτ' οὖν ἐννοοῦντες,  λύσωμεν τὴν πενίαν  τοῖς δεομένοις, κἂν ἐπίθεσιν ποιῶσι, μὴ ἀκριβολογώμεθα. Τοιαύτης γὰρ καὶ ἡμεῖς χρῄζομεν σωτηρίας τῆς μετὰ συγγνώμης, τῆς μετὰ φιλανθρωπίας, τῆς μετὰ ἐλέους πολλοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τῶν καθ' ἡμᾶς ἐξεταζομένων ἀκριβῶς, σωθῆναί ποτε, ἀλλ' ἀνάγκη κολασθῆναι καὶ ἀπολέσθαι πάντας. Μὴ τοίνυν γινώμεθα ἑτέρων πικροὶ δικασταὶ, ἵνα μὴ   καὶ   ἡμεῖς   ἀκριβεῖς   ἀπαιτηθῶμεν   εὐθύνας·   καὶ   γὰρ   ἔχομεν   ἁμαρτήματα συγγνώμης  πάσης μείζονα. Ὥστε ἐκείνους  μᾶλλον  ἐλεῶμεν  τοὺς τὰ ἀσύγγνωστα ἁμαρτάνοντας, ἵνα καὶ αὐτοὶ τοιοῦτον ἑαυτοῖς προαποθώμεθα ἔλεον· καίτοι ὅσα ἂν φιλοτιμησώμεθα,  οὐδέποτε δυνησόμεθα τοιαύτην  εἰσενεγκεῖν  φιλανθρωπίαν,  οἵας χρῄζομεν ἡμεῖς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Πῶς οὖν οὐκ ἄτοπον, τοσούτων ὄντας ἐν χρείᾳ αὐτοὺς, ἀκριβολογεῖσθαι περὶ τοὺς ἡμετέρους συνδούλους, καὶ καθ' ἑαυτῶν ἅπαντα πράττειν; Οὐ γὰρ οὕτως ἐκεῖνον ἀνάξιον ἀποφαίνεις τῆς εὐεργεσίας τῆς σῆς,

ὡς  ἑαυτὸν  τῆς  τοῦ Θεοῦ φιλανθρωπίας.  Ὁ γὰρ περὶ τὸν  σύνδουλον ἀκριβολογούμενος πολλῷ  μᾶλλον τὸν Θεὸν ἕξει τοῦτο ποιοῦντα. Μὴ τοίνυν  καθ' ἡμῶν φθεγγώμεθα, ἀλλὰ κἂν διὰ ῥᾳθυμίαν, κἂν δι' ἀργίαν προσίωσιν, ἡμεῖς παρέχωμεν. Καὶ γὰρ καὶ ἡμεῖς πολλὰ διὰ ῥᾳθυμίαν ἁμαρτάνομεν, μᾶλλον δὲ ἅπαντα διὰ ῥᾳθυμίαν, καὶ οὐκ ἀπαιτεῖ δίκην ἡμᾶς εὐθέως ὁ Θεὸς, ἀλλὰ δίδωσι προθεσμίαν μετανοίας ἡμῖν, τρέφων καθ' ἑκάστην ἡμέραν, παιδεύων, διδάσκων, τὰ ἄλλα πάντα χορηγῶν, ἵνα καὶ ἡμεῖς ζηλώσωμεν αὐτοῦ τὸν ἔλεον τοῦτον. Καταλύσωμεν τοίνυν τὴν ὠμότητα  ταύτην,  ἐκβάλωμεν  τὴν  θηριωδίαν,  ἅτε ἑαυτοὺς μᾶλλον  ἢ ἑτέρους εὐεργετοῦντες. Τούτοις μὲν γὰρ ἀργύριον διδόαμεν καὶ ἄρτον καὶ ἱμάτιον, ἡμῖν δὲ αὐτοῖς μεγίστην προαποτιθέμεθα δόξαν, καὶ ἣν οὐκ ἔνι παραστῆσαι λόγῳ. Τὰ γὰρ σώματα ἄφθαρτα ἀπολαβόντες, συνδοξασόμεθα καὶ συμβασιλεύσομεν τῷ Χριστῷ· τοῦτο  δὲ  ἡλίκον  ἐστὶν,  ἐντεῦθεν  εἰσόμεθα,  μᾶλλον  δὲ  σαφῶς  μὲν  οὐδαμόθεν εἰσόμεθα νῦν· ὥστε δὲ ἀπὸ τῶν  παρ' ἡμῖν ἀγαθῶν  ἀναχθέντας  μικρὰν γοῦν τινα αὐτοῦ λαβεῖν ἔννοιαν, ὡς ἂν οἷός τε ὦ, παραστῆσαι πειράσομαι τὸ εἰρημένον. Εἰπὲ γάρ μοι, εἴ τίς σε γεγηρακότα καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο  ἐξαίφνης  ποιήσειν νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ ἅπαντας κατασκευάζειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν βαθυτάτην, τί οὐκ ἂν ὑπὲρ ταύτης τῆς ὑποσχέσεως εἴλου ποιῆσαι καὶ παθεῖν; Ἰδοὺ τοίνυν ὁ Χριστὸς οὐχὶ ταῦτα, ἀλλὰ πολλῷ μείζονα τούτων ἐπαγγέλλεται.  Οὐδὲ γὰρ ὅσον γήρως καὶ νεότητος τὸ μέσον, τοσοῦτον φθορᾶς καὶ ἀφθαρσίας τὸ διάφορον· οὐδὲ ὅσον βασιλείας καὶ πενίας, τοσοῦτον τῆς δόξης τῆς μελλούσης καὶ τῆς παρούσης, ἀλλ' ὅσον ὀνειράτων καὶ ἀληθείας. 60.537 ιʹ. Μᾶλλον δὲ οὐδὲν οὐδέπω εἴρηκα· οὐδὲ γάρ ἐστι λόγος ἱκανὸς παραστῆσαι τὸ μέγεθος τῆς διαφορᾶς  τῶν  ἐσομένων  πρὸς  τὰ  παρόντα·  χρόνου  δὲ  ἕνεκεν  οὐδὲ  ὅλως  ἔστιν ἐννοῆσαι  διαφοράν.  Πῶς γὰρ  ἄν  τις  παραβάλοι  τοῖς  παροῦσι ζωὴν  τέλος  οὐκ ἔχουσαν; Τῆς δὲ εἰρήνης τοσοῦτον τὸ μέσον πρὸς τὴν παροῦσαν, ὅσον εἰρήνης καὶ πολέμου  τὸ  διάφορον·  καὶ  τῆς  ἀφθαρσίας,  ὅσον  βώλου  πηλίνης   ὁ  καθαρὸς μαργαρίτης ἀμείνων· μᾶλλον δὲ ὅσον ἂν εἴπῃ τις, οὐδὲν παραστῆσαι δυνήσεται. Κἂν γὰρ τῷ τῆς ἀκτῖνος παραβάλω φωτὶ τὸ κάλλος τῶν τότε σωμάτων, κἂν ἀστραπῇ τῇ φανοτάτῃ,  οὐδὲν  οὐδέπω  τῆς λαμπρότητος  ἄξιον  ἐκείνης  ἐρῶ. Ὑπὲρ δὴ τούτων πόσα οὐκ ἄξιον  προέσθαι καὶ χρήματα  καὶ σώματα, μᾶλλον  δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς; Νῦν μὲν εἰ μέν τίς σε εἰς βασίλεια εἰσῆγε, καὶ πάντων  παρόντων διαλεχθῆναί  σοι παρεσκεύασε τὸν βασιλέα, καὶ ὁμοτράπεζον καὶ ὁμοδίαιτον ἐποίει αὐτῷ, πάντων  ἂν ἔφης σαυτὸν εἶναι  μακαριώτερον· εἰς δὲ τὸν  οὐρανὸν  μέλλων ἀναβαίνειν,  καὶ παρ' αὐτὸν ἑστάναι τὸν τῶν ὅλων  βασιλέα, καὶ ἀντιλάμπειν  τοῖς ἀγγέλοις, καὶ τῆς ἀποῤῥήτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δεῖ προέσθαι χρήματα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι τῇ ἡδονῇ.  Σὺ δὲ ἵνα  μὲν  ἀρχὴν  λάβῃς  τὴν  παρέχουσάν  σοι κλοπῶν ἀφορμὰς (οὐ γὰρ ἂν εἴποιμι κέρδος τὸ τοιοῦτον ἐγὼ), καὶ τὰ ὄντα ἐκβάλλεις, καὶ τὰ ἑτέρων δανεισάμενος, εἰ δέοι, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ὑποθέσθαι οὐ κατοκνεῖς· τῆς δὲ βασιλείας τῶν οὐρανῶν προκειμένης, τῆς οὐδένα διάδοχον ἐχούσης ἀρχῆς, καὶ τοῦ Θεοῦ κελεύοντος οὐ μέρος γωνίας γῆς, ἀλλ' ὁλόκληρον λαβεῖν τὸν οὐρανὸν, ὀκνεῖς καὶ ἀναδύῃ, καὶ πρὸς χρήματα κέχηνας, καὶ οὐκ ἐννοεῖς, ὅτι εἰ τὰ πρὸς ἡμᾶς τοῦ οὐρανοῦ ἐκείνου μέρη οὕτω καλὰ καὶ τερπνὰ, ἡλίκα τὰ ἄνω, καὶ ὁ τοῦ οὐρανοῦ οὐρανός; Ἀλλ' ἐπειδὴ τέως σώματος ὀφθαλμοῖς  ταῦτα ἰδεῖν  οὐκ ἔνι, ἀνάβηθι  τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον στὰς, ἀνάβλεψον  εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ φρίκης γέμον, εἰς τοὺς τῶν ἀγγέλων δήμους, εἰς τὰ στίφη τῶν ἀρχαγγέλων τὰ ἄπειρα, εἰς τὰς ἄλλας τὰς ἀσωμάτους δυνάμεις. Καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ' ἡμῖν εἰκόνος καταβὰς ἄνωθεν,

καὶ ὑπόγραψον τὰ περὶ τὸν βασιλέα τὸν παρ' ἡμῖν, οἷον ἄνδρας χρυσοφοροῦντας, καὶ ζεύγη λευκῶν  ἡμιόνων  χρυσῷ καλλωπιζομένων,  καὶ ὀχήματα  λιθοκόλλητα,  καὶ στρωμνὴν  χιονώδη,  καὶ  πέταλα  τοῖς  ὀχήμασι  περισειόμενα,  καὶ  δράκοντας  ἐν ἱματίοις  σχηματιζομένους  σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀμφαλοὺς,  καὶ τελαμῶνας ἐκ τούτων πρὸς τὰς ἄντυγας ἄνω διὰ πολλῶν  ἐκτεινομένας λίθων, καὶ ἵππους  χρυσοφοροῦντας,  καὶ χαλινοὺς  χρυσοῦς. Ἀλλ' ὅταν  τὸν  βασιλέα ἴδωμεν, οὐδὲν τούτων λοιπὸν ὁρῶμεν· ἐκεῖνος γὰρ ἡμᾶς ἐπιστρέφει μόνος, καὶ τὰ πορφυρᾶ ἱμάτια, καὶ τὸ διάδημα, καὶ ἡ καθέδρα, καὶ ἡ περόνη, καὶ τὰ ὑποδήματα, ἡ πολλὴ τῆς ὄψεως  λαμπηδών.  Ταῦτ'  οὖν  ἅπαντα  συναγαγὼν  ἀκριβῶς,  ἀπὸ  τούτων  πάλιν μετάθες ἐπὶ τὰ ἄνω τὸν λογισμὸν, καὶ τὴν ἡμέραν τὴν φοβερὰν ἐκείνην, καθ' ἣν ὁ Χριστὸς παραγίνεται. Οὐ γὰρ ζεύγη ἡμιόνων  ὄψει τότε, οὐδὲ ὀχήματα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλ' ἃ πολλῆς γέμει φρίκης, καὶ τοσαύτην ἐμποιεῖ 60.538 τὴν ἔκπληξιν, ὡς καὶ αὐτὰς καταπλαγῆναι τὰς ἀσωμάτους δυνάμεις· Αἱ γὰρ δυνάμεις τῶν  οὐρανῶν,  φησὶ, σαλευθήσονται.  Τότε γὰρ  ἀνοίγεται  πᾶς  οὐρανὸς,  καὶ  τῶν ἁψίδων ἐκείνων ἀναπετάννυνται αἱ πύλαι, κάτεισι δὲ ὁ τοῦ Θεοῦ μονογενὴς Παῖς, οὐκ εἴκοσιν, οὐδὲ ἑκατὸν  ἀνθρώπων  δορυφορούντων  αὐτὸν,  ἀλλὰ  χιλιάδων  καὶ μυριάδων   ἀγγέλων,   ἀρχαγγέλων,   τῶν   Χερουβὶμ,  τῶν   Σεραφὶμ,  τῶν   ἄλλων δυνάμεων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστὰ, τῆς γῆς ἀναῤῥηγνυμένης, τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀναβαινόντων  τε καὶ ἁρπαζομένων ἁπάντων, αὐτοῦ μετὰ τῆς τοσαύτης φαινομένου δόξης, ὡς καὶ τὴν σελήνην καὶ τὸν ἥλιον καὶ ἅπαν κρύπτεσθαι φῶς ὑπὸ τῆς  αὐγῆς  ἐκείνης   καταλαμπόμενον.   Τίς  παραστήσει  λόγος  τὴν  μακαριότητα ἐκείνην, τὴν λαμπρότητα, τὴν δόξαν; Οἴμοι ψυχή· καὶ γὰρ δακρῦσαί μοι νῦν ἔπεισι καὶ στενάξαι μέγα, ἐννοοῦντι ποίων ἐξεπέσομεν ἀγαθῶν, οἵας ἀλλοτριούμεθα μακαριότητος· καὶ γὰρ ἀλλοτριούμεθα (τό γε ἐμαυτοῦ λέγω τέως), ἐὰν μή τι μέγα καὶ θαυμαστὸν ἐργασώμεθα. Μὴ τοίνυν μοι λεγέτω τις γέενναν ἐνταῦθα· καὶ γὰρ ἁπάσης γεέννης χαλεπώτερον τὸ τοσαύτης ἐκπεσεῖν τῆς δόξης, καὶ μυρίων κολάσεων χεῖρον τὸ τῆς λήξεως ἀλλοτριωθῆναι  ἐκείνης. Ἀλλ' ὅμως ἔτι πρὸς τὰ παρόντα κεχήναμεν, καὶ οὐκ ἐννοοῦμεν  τοῦ διαβόλου τὴν κακουργίαν, ὃς διὰ τῶν  μικρῶν τὰ μεγάλα ἡμᾶς ἀφαιρεῖται, καὶ δίδωσι πηλὸν ἵνα ἁρπάσῃ χρυσὸν, μᾶλλον δὲ ἵνα ἁρπάσῃ τὸν οὐρανὸν, καὶ δείκνυσι σκιὰν ἵνα ἐκβάλῃ τῆς ἀληθείας, καὶ ἐν ὀνείρασι φαντάζει (τοῦτο γὰρ ὁ παρὼν πλοῦτος), ἵνα ἡμέρας γενομένης πάντων ἀποδείξῃ πενεστέρους. ιαʹ. Ταῦτ'  οὖν  ἐννοήσαντες,  ὀψὲ  γοῦν  ποτε  φύγωμεν  τὸν  δόλον,  καὶ  πρὸς  τὰ μέλλοντα μεταστῶμεν. Οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἠγνοήσαμεν τοῦ παρόντος βίου τὸ ἐπίκηρον, τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων  σάλπιγγος λαμπρότερον τὴν παροῦσαν εὐτέλειαν, τὸν γέλωτα, τὴν αἰσχύνην, τοὺς κινδύνους, τὰ βάραθρα. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, τὰ μὲν ἐπικίνδυνα καὶ αἰσχύνης γέμοντα μετὰ πολλῆς διώκοντες  τῆς σπουδῆς, τὰ δὲ ἀσφαλῆ καὶ ἐνδόξους ἡμᾶς ποιοῦντα καὶ λαμπροὺς φεύγοντες,  καὶ ὅλους  ἑαυτοὺς  τῇ τῶν  χρημάτων  ἐκδιδόντες  τυραννίδι;  Καὶ γὰρ τυραννίδος   ἁπάσης  χαλεπωτέρα   ἡ   τούτων   δουλεία·   καὶ   ἴσασιν  ὅσοι  αὐτῆς ἀπαλλαγῆναι   κατηξιώθησαν.   Ἵν'  οὖν   καὶ  ὑμεῖς   μάθητε   τὴν   καλὴν   ταύτην ἐλευθερίαν, διαῤῥήξατε τὰ δεσμὰ, ἀποπηδήσατε τῆς παγίδος· καὶ μὴ κείσθω χρυσίον ὑμῖν  ἐπὶ τῆς οἰκίας, ἀλλ',  ὃ μυρίων  χρημάτων  ἐστὶ τιμιώτερον,  ἐλεημοσύνη καὶ φιλανθρωπία  ἀντὶ χρυσίου. Αὕτη μὲν γὰρ παῤῥησίαν πρὸς τὸν Θεὸν ἡμῖν δίδωσιν, ἐκεῖνο  δὲ  πολλὴν  ἡμῖν  καταχέει  τὴν  αἰσχύνην,  καὶ  σφοδρὸν  ποιεῖ  πνεῖν  τὸν διάβολον καθ' ἡμῶν. Τί τοίνυν καθοπλίζεις σου τὸν ἐχθρὸν, καὶ ἰσχυρότερον ποιεῖς; Ὅπλισον τὴν σεαυτοῦ δεξιὰν κατ' ἐκείνου, καὶ τὸ κάλλος τῆς οἰκίας ἅπαν εἰς τὴν ψυχὴν εἰσάγαγε, καὶ τὸν πλοῦτον ἐν τῇ διανοίᾳ ἀπόθου ἅπαντα, καὶ τὸ χρυσίον ἀντὶ κιβωτίου  καὶ  οἰκίας  ὁ  οὐρανὸς  φυλαττέτω,  καὶ  πάντα  ἡμεῖς  περιβαλώμεθα  τὰ

ἡμέτερα· πολὺ  γὰρ τῶν  τοίχων  βελτίους  ἡμεῖς, καὶ τοῦ ἐδάφους  σεμνότεροι. Τί τοίνυν  ἡμᾶς  αὐτοὺς  ἀφέντες,  εἰς  ἐκεῖνα  τὴν  σπουδὴν  ἅπασαν  κενοῦμεν,  ἅπερ ἀπιόντας  οὐκ ἔνι  λαβεῖν,  πολλάκις  δὲ οὐδὲ ἐνταῦθα  μένοντας  κατασχεῖν, παρὸν οὕτω   πλουτεῖν,   ὡς   μὴ   60.539  μόνον   ἐνταῦθα,   ἀλλὰ   καὶ   ἐκεῖ   φαίνεσθαι εὐπορωτάτους; Ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρυσίον ἐπὶ τῆς ψυχῆς περιφέρων, ὅπουπερ ἂν φανῇ, μετὰ τοῦ πλούτου φαίνεται τούτου. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι, φησίν; Ἔνι, καὶ μετὰ πλείονος  εὐκολίας. Ἂν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ μεταθῇς διὰ τῆς τῶν  πενήτων  χειρὸς, ἅπαντα εἰς τὴν σαυτοῦ ψυχὴν  μεταθήσεις, ὥστε κἂν θάνατος ἐπέλθῃ λοιπὸν, οὐδείς σε αὐτὰ ἀφαιρήσεται, ἀλλ' ἀπελεύσῃ κἀκεῖ πλουτῶν. Τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἀνεκήρυττεν,  οὐδὲ οἱ τοῖχοι  οὐδὲ οἱ λίθοι  οὐδὲ οἱ κίονες,  ἀλλὰ  σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα. Τοιαύτας καὶ ἡμεῖς ἑαυτοῖς κατασκευάσωμεν ἀποθήκας, τοιαύτας οἰκοδομήσωμεν ἑαυτοῖς  οἰκίας. Οὕτω καὶ τὸν  Θεὸν συνεργὸν  ἕξομεν, καὶ αὐτοὶ  αὐτοῦ  συνεργοὶ ἐσόμεθα. Αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τοὺς πενομένους, σὺ δὲ παραχθέντας  καὶ γενομένους  οὐκ εἴασας διαφθαρῆναι  τῷ  λιμῷ  καὶ τῇ λοιπῇ ταλαιπωρίᾳ  θεραπεύων  καὶ διορθούμενος, καὶ πανταχόθεν  ἀνέχων  τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ' ἂν ἴσον εἰς ὠφελείας  καὶ εὐδοξίας λόγον; Εἰ δὲ οὐδέπω σαφῶς κατέμαθες, πηλίκῳ σε ἐκόσμησε κόσμῳ, κελεύσας διορθοῦν πενίαν, ἐκεῖνο λογίζου πρὸς ἑαυτόν· εἴ σοι τοσαύτην ἔδωκεν ἐξουσίαν, ὥστε τὸν οὐρανὸν δύνασθαι καταπίπτοντα   διορθοῦν,  οὐκ  ἂν  τιμὴν   σφόδρα  σε  ὑπερβαίνουσαν  τὸ  πρᾶγμα ἐνόμισας; Ἰδοὺ τοίνυν μείζονός σε κατηξίωσε νῦν τιμῆς. Ὃ γὰρ τῶν οὐρανῶν ἐστιν αὐτῷ τιμιώτερον,  τοῦτό σοι διορθοῦν ἐπέτρεψεν· ἀνθρώπου  γὰρ οὐδὲν ἴσον τῶν ὁρωμένων τῷ Θεῷ. Καὶ γὰρ καὶ οὐρανὸν καὶ γῆν καὶ θάλατταν δι' ἐκεῖνον ἐποίησε· καὶ αὐτῷ μᾶλλον ἐνοικῶν  εὐφραίνεται, ἢ τῷ οὐρανῷ. Ἀλλ' ὅμως ἡμεῖς καὶ ταῦτα εἰδότες,  οὐδεμίαν  τῶν  τοῦ  Θεοῦ ναῶν  ἐπιμέλειαν  ποιούμεθα  ἢ  πρόνοιαν,  ἀλλ' ἀφέντες  αὐτοὺς ἠμελῆσθαι, ἑαυτοῖς λαμπρὰς καὶ μεγάλας κατασκευά 60.540 ζομεν οἰκίας. ∆ιὰ τοῦτο  ἔρημοι πάντων  ἐσμὲν τῶν  ἀγαθῶν,  καὶ τῶν  σφόδρα πενήτων πτωχότεροι,  ὅτι  ταύτας  καλλωπίζομεν   τὰς  οἰκίας,  ἃς  οὐ  δυνάμεθα  λαβόντες ἐντεῦθεν  ἀπελθεῖν,  ἀφέντες  ἐκείνας, ἃς μεθ' ἡμῶν  αὐτῶν  συμμεταθεῖναι ἔνι. Καὶ γὰρ  διαλυθέντα  τὰ  σώματα τῶν  πενήτων  ἀναστήσεται  πάντως·  καὶ  παραγαγὼν αὐτοὺς τότε ὁ ταῦτα ἐπιτάξας Θεὸς, ἐπαινέσεται τοὺς ἐπιμελησαμένους αὐτῶν, καὶ θαυμάσεται, ὅτι  μέλλοντας  αὐτοὺς  καταπίπτειν  νῦν  μὲν  ὑπὸ λιμοῦ,  νῦν  δὲ ὑπὸ γυμνότητος καὶ κρυμοῦ, παντὶ διωρθώσαντο τρόπῳ. Ἀλλ' ὅμως καὶ τοσούτων ἡμῖν προκειμένων ἐπαίνων, μέλλομεν ἔτι, καὶ ἀναδυόμεθα πρὸς τὴν καλὴν ταύτην ἐπιμέλειαν. Καὶ ὁ μὲν Χριστὸς ποῦ καταλῦσαι οὐκ ἔχει, ἀλλὰ περιέρχεται ξένος καὶ γυμνὸς καὶ πεινῶν· σὺ δὲ προάστεια καὶ λουτρὰ καὶ περιπάτους καὶ μυρίους κατασκευάζεις θαλάμους εἰκῆ καὶ μάτην, καὶ τῷ μὲν Χριστῷ οὐδὲ μικροῦ μεταδίδως ὀρόφου, κόραξι δὲ καὶ γυψὶν ὑπερῷα καλλωπίζεις. Τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς παραπληξίας; τί χαλεπώτερον τῆς μανίας; καὶ γὰρ μανίας ταῦτα ἐσχάτης, μᾶλλον δὲ, ὅπερ ἂν  εἴποι  τις,  οὐδὲν  ἄξιον  ἐρεῖ. Ἀλλ'  ὅμως,  ἂν  ἐθέλωμεν,  δυνατὸν  καίτοι χαλεπὴν οὖσαν τὴν νόσον ἀποκρούσασθαι, καὶ οὐ δυνατὸν μόνον, ἀλλὰ καὶ ῥᾴδιον, καὶ οὐδὲ ῥᾴδιον ἁπλῶς, ἀλλὰ καὶ πολλῷ  ῥᾷον ταύτης ἀπαλλαγῆναι  τῆς λύμης, ἢ τῶν σωματικῶν παθῶν, ὅσῳ καὶ μείζων ὁ ἰατρός. Ἐπισπασώμεθα τοίνυν αὐτὸν, καὶ παρακαλέσωμεν  συνεφάψασθαι,  καὶ  τὰ  παρ' ἡμῶν  συνεισενέγκωμεν,  προαίρεσιν λέγω  καὶ προθυμίαν.  Οὐδενὸς γὰρ ἑτέρου δεήσεται, ἀλλ' ἂν  τούτων  ἐπιλάβηται μόνον, τὰ παρ' ἑαυτοῦ πάντα εἰσοίσει. Εἰσενέγκωμεν τοίνυν τὰ παρ' ἑαυτῶν, ἵνα καὶ ἐνταῦθα καθαρᾶς ἀπολαύσωμεν  ὑγείας, καὶ τῶν  μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν,
 χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.