Δευτέρα, 21 Οκτωβρίου 2013

49.135 Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιγʹ.



49.135 Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιγʹ.

αʹ. Ἀπὸ τῆς αὐτῆς ἀρχῆς καὶ τῶν αὐτῶν προοιμίων, ὧν χθὲς καὶ πρὸ ἐκείνης ἠρξάμην, καὶ σήμερον ἄρξομαι· ἐρῶ καὶ νῦν· Εὐλογητὸς ὁ Θεός. Οἵαν τὴν παρελθοῦσαν εἴδομεν τετράδα, καὶ οἵαν τὴν παροῦσαν ὁρῶμεν νῦν; πόσος ἐν ἐκείνῃ ζόφος τότε ἦν; πόση κατὰ τὴν παροῦσαν γαλήνη νῦν; Κατὰ τὴν ἡμέραν ταύτην τὸ φοβερὸν ἐκεῖνο γέγονεν ἐν τῇ πόλει δικαστήριον, καὶ τὰς καρδίας ἁπάντων διέσεισε, καὶ  νυκτὸς   οὐδὲν   ἅμεινον   διακεῖσθαι  ἐποίησε  τὴν   ἡμέραν,  οὐ  τῆς  ἀκτῖνος σβεσθείσης, ἀλλὰ τῆς ἀθυμίας καὶ τοῦ φόβου πηρωσάντων ὑμῶν τοὺς ὀφθαλμούς. Ἵν' οὖν καὶ ἡμεῖς πλείονα καρπωσώμεθα τὴν ἡδονὴν, μικρὰ τῶν τότε συμβάντων διηγήσασθαι βούλομαι. Καὶ γὰρ καὶ ὑμῖν καὶ τοῖς γενησομένοις ἅπασι χρησίμην ὀρῶ τὴν τούτων διήγησιν οὖσαν· ἐπεὶ καὶ τοῖς 49.136 ἐκ ναυαγίου διασωθεῖσιν ἡδὺ τῶν κυμάτων   μεμνῆσθαι   καὶ   τῆς   ζάλης   καὶ   τῶν   ἀνέμων,   ἐπειδὰν   εἰς   λιμένα καταπλεύσωσι· καὶ τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι ποθεινὸν  μετὰ τὴν ἀῤῥωστίαν τοὺς πυρετοὺς, δι' οὓς παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, διηγεῖσθαι πρὸς ἑτέρους. Ὅταν

γὰρπαρέλθῃ τὰ δεινὰ, ἡδονὴν ἔχει τῶν δεινῶν ἡ διήγησις, τῆς ψυχῆς οὐκ ἔτι δεδοικυίας, ἀλλὰ καὶ μείζονα καρπουμένης τὴν εὐφροσύνην. Ἡ γὰρ τῶν παρελθόντων  κακῶν μνήμη ἀεὶ τὴν ἐνεστῶσαν εὐημερίαν ἀκριβέστερον ὁρᾶσθαι ποιεῖ. Ἐπειδὴ γὰρ τὸ μὲν πλέον τῆς πόλεως ἀπὸ τοῦ φόβου καὶ τῆς ἀπειλῆς ἐκείνης πρὸς τὰς ἐρήμους καὶ τὰς φάραγγας  καὶ τοὺς λανθάνοντας  μετῴκιστο τόπους, τοῦ φόβου πάντοθεν  αὐτοὺς συνελαύνοντος, καὶ κεναὶ μὲν ἦσαν γυναικῶν  αἱ οἰκίαι, κενὴ δὲ ἀνδρῶν ἡ ἀγορὰ, μόλις δὲ δύο ἢ τρεῖς βαδίζοντες ἐν τῷ μέσῳ μετ'  ἀλλήλων  ἐφαίνοντο,  καὶ αὐτοὶ οὗτοι καθάπερ ἔμψυχοι νε 49.137 κροὶ περιιόντες· ἀπῄειμεν εἰς τὸ δικαστήριον τὸ

τέλος   ὀψόμενοι   τῶν   γινομένων,   καὶ  ἰδόντες   ἐκεῖ   τῆς   πόλεως   τὰ  λείψανα συνειλεγμένα,  μάλιστα πάντων  ἐθαυμάσαμεν ἐκεῖνο, ὅτι πλήθους  ὄντος  περὶ τὰς θύρας, ὡς οὐδενὸς παρόντος, βαθυτάτη ἦν ἡ σιγὴ, πάντων εἰς ἀλλήλους βλεπόντων, καὶ μήτε ἐρέσθαι τὸν παρεστῶτα, μήτε ἀκοῦσαί τι παρ' ἐκείνου τολμῶντός τινος. Τὸν γὰρ πλησίον ὑπώπτευεν  ἕκαστος, διὰ τὸ πολλοὺς ἤδη παρ' ἐλπίδα πᾶσαν ἐκ μέσης ἀναρπασθέντας τῆς ἀγορᾶς, ἔνδον κατέχεσθαι· καὶ πάντες κοινῇ πρὸς τὸν οὐρανὸν ἐβλέπομεν, καὶ τὰς χεῖρας ἀνετείνομεν  σιγῇ τὴν ἄνωθεν  ἐκδεχόμενοι  ῥοπὴν, καὶ Θεὸν παρακαλοῦντες παραστῆναί τε τοῖς δικαζομένοις, καὶ μαλάξαι τὰς τῶν δικαζόντων καρδίας, καὶ ποιῆσαι ἥμερον γενέσθαι τὴν ψῆφον. Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ τῆς γῆς βλέποντες, προσελθεῖν μὲν καὶ χεῖρα ὀρέξαι καὶ διορθῶσαι τὴν συμφορὰν οὐκ ἔχουσι, τοῖς κύμασι διειργόμενοι, ἔξωθεν δὲ ἀπὸ τῶν αἰγιαλῶν τὰς χεῖρας ἀνατείνοντες,  καὶ δακρύοντες, τὸν Θεὸν παρακαλοῦσι παραστῆναι τοῖς κλυδωνιζομένοις·  οὕτω καὶ ἐνταῦθα πάντες  σιγῇ καὶ κατὰ διάνοιαν  ἐκάλουν τὸν Θεὸν, ἀξιοῦντες τοῖς ἐν τῷ δικαστηρίῳ, καθάπερ ἐν κύμασιν ἀνειλημμένοις,  χεῖρα ὀρέξαι, καὶ μὴ συγχωρῆσαι καταποντισθῆναι τὸ σκάφος, μηδὲ εἰς ναυάγιον παντελὲς καταλῦσαι τῶν δικαζόντων τὴν κρίσιν. Καὶ ταῦτα μὲν ἦν πρὸ τῶν θυρῶν· ἐπειδὴ δὲ ἐνδοτέρω   τῆς   αὐλῆς   εἰσέβημεν,   πάλιν   εἴδομεν   ἕτερα   φοβερώτερα   τούτων, στρατιώτας καθωπλισμένους ξίφεσι καὶ ῥοπάλοις, καὶ πολλὴν τοῖς ἔνδον δικάζουσι τὴν  ἡσυχίαν   παρέχοντας.   Ἐπειδὴ  γὰρ  οἱ  προσήκοντες  ἅπαντες   ἐκείνοις,  καὶ γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἱστήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἴ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορᾶς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχὴν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας, προκαταλαμβάνοντες  αὐτῶν τῷ δέει τὴν διάνοιαν. Τὸ δὲ πάντων  ἐλεεινότερον,  μήτηρ μία καὶ ἀδελφὴ τῶν ἔνδον κρινομένων  τινὸς, πρὸς αὐτὰ τῶν δικαζόντων  ἐκάθηντο τὰ πρόθυρα, κυλινδούμεναι  περὶ τὸ ἔδαφος, καὶ κοινὸν οὖσαι θέατρον τοῖς περιεστῶσιν ἅπασι, συγκαλυπτόμεναι τὰς ὄψεις, καὶ τοσοῦτον αἰσχυνόμεναι  μόνον, ὅσον ἐπέτρεπεν ἡ τῆς συμφορᾶς ἀνάγκη· καὶ οὔτε θεραπαινὶς  αὐταῖς παρῆν, οὔτε γείτων,  οὔτε φίλη,  οὐκ ἄλλη τις τῶν  ἐπιτηδείων, ἀλλὰ μόναι μετὰ εὐτελῶν  ἱματίων  ἐν μέσῳ τοσούτων ἀπειλημμέναι  στρατιωτῶν, χαμαὶ  συρόμεναι  περὶ  τὰς  θύρας  αὐτὰς,  τῶν  ἔνδον  δικαζομένων   ἐλεεινότερα ἔπασχον, τῆς τῶν δημίων ἀκούουσαι φωνῆς, τοῦ κτύπου τῶν μαστίγων, τοῦ θρήνου τῶν  μαστιζομένων, τῆς φοβερᾶς τῶν  δικαζόντων  ἀπειλῆς, καὶ καθ' ἕκαστον τῶν παιομένων  χαλεπωτέρας  ἐκείνων  ὑπέμενον  ὀδύνας  αὗται.  Ἐπειδὴ  γὰρ  ἐν  ταῖς ἑτέρων  μαρτυρίαις  ἐκινδυνεύετο   ἡ  τῶν  ἐγκλημάτων   ἀπόδειξις,  εἴ  ποτέ  τινος ᾔσθοντο  μαστιζομένου, ὥστε εἰπεῖν  τοὺς  ὑπευθύνους,  καὶ  ὀλολύζοντος,  εἰς  τὸν οὐρανὸν βλέπουσαι τὸν Θεὸν παρεκάλουν δοῦναί τινα ἰσχὺν καὶ ὑπομονὴν ἐκείνῳ, ὥστε μὴ τῶν αὐτοῖς προσηκόντων τὴν σωτηρίαν ἐν ταῖς ἑτέρων ἀσθενείαις προδοθῆναι,  τὴν δριμεῖαν  ἀπὸ τῶν  πληγῶν  ὀδύνην  μὴ δυναμένων  ἐνεγκεῖν· καὶ ταυτὸν πάλιν οἷον ἐπὶ τῶν χειμαζομένων συνέβαινε. Καθάπερ 49.138 γὰρ ἐκεῖνοι, εἴ ποτε κύματος ἴδοιεν ἐμβολὴν πόῤῥωθεν κορυφουμένην καὶ κατὰ μικρὸν αὐξομένην καὶ  μέλλουσαν  βαπτίζειν  τὸ  σκάφος, καὶ  πρὶν  ἢ  πλησίον  γενέσθαι  τοῦ  πλοίου προαποτεθνήκασι  τῷ  δέει·  οὕτω  δὴ  κἀκεῖναι,  εἴ  ποτε  φωνῶν   καὶ  ὀλολυγμῶν ᾔσθοντο φερομένων, δεδοικυῖαι μὴ πρὸς τὰς βασάνους ἀπαγορεύσαντες οἱ καταμαρτυρεῖν ἀναγκαζόμενοι, κατείπωσί τινος τῶν αὐτοῖς ἐπιτηδείων, μυρίους πρὸ τῶν  ὀφθαλμῶν  ἑώρων  θανάτους.  Καὶ ἦν  ἰδεῖν  ἕνδον  βασάνους, ἔξω  βασάνους· ἐκείνους μὲν γὰρ οἱ δήμιοι, ταύτας δὲ ἐβασάνιζεν ἡ τῆς φύσεως τυραννὶς καὶ ἡ τῶν σπλάγχνων  συμπάθεια· καὶ ἦν ἔνδον θρῆνος, ἔξω θρῆνος· ἔνδον τῶν ὑπευθύνων, ἔξω τῶν  αὐτοῖς  προσηκόντων.  Μᾶλλον  δὲ οὐχ  οὗτοι  μόνον,  ἀλλὰ  καὶ αὐτοὶ  οἱ

δικάζοντες ἐθρήνουν κατὰ διάνοιαν, καὶ χαλεπώτερα πάντων ἔπασχον, οὕτω πικρᾷ τραγῳδίᾳ ἀναγκαζόμενοι τότε ὑπηρετεῖν.
βʹ. Ἐγὼ δὲ παρακαθήμενος καὶ ταῦτα  βλέπων,  ὅτι γυναῖκες  καὶ παρθένοι θαλαμευόμεναι  νῦν κοινὸν  ἐγένοντο  θέατρον ἅπασι, καὶ αἱ ἐπὶ στρωμνῆς ἁπαλῆς κατακλινόμεναι,  τὸ ἔδαφος ἀντὶ  στρωμνῆς ἔχουσι, καὶ αἱ τοσαύτης ἀπολαύουσαι θεραπείας θεραπαινίδων,  εὐνούχων,  τῆς ἄλλης  ἁπάσης φαντασίας,  νῦν  ἁπάντων ἐκείνων ἔρημοι πρὸς τοὺς ἁπάντων σύρονται πόδας, ἕκαστον παρακαλοῦσαι συνεισενεγκεῖν τι τῶν εἰς αὐτὸν ἡκόντων τοῖς κρινομένοις, καὶ κοινὸν παρὰ πάντων ἐλέου τινὰ  ἔρανον  γενέσθαι, ἐφθεγξάμην  ἐκεῖνο  τὸ τοῦ Σολομῶντος, Ματαιότης ματαιοτήτων,  τὰ πάντα ματαιότης. Εἶδον γὰρ τοῦτό τε αὐτὸ, καὶ ἕτερον λόγιον δι' αὐτῶν τῶν ἔργων ἐκβαῖνον, τὸ λέγον, ὅτι, Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Καὶ γὰρ πλοῦτος τότε, καὶ εὐγένεια, καὶ περιφάνεια, καὶ φίλων  προστασία, καὶ συγγένεια, καὶ πάντα ἠλέγχετο τὰ βιωτικὰ, τῆς   ἁμαρτίας  καὶ  τῆς   παρανομίας   τῆς   γεγενημένης   τὴν   συμμαχίαν   ἅπασαν τρεψαμένης  ταύτην,  Καὶ καθάπερ μήτηρ στρουθῶν, τῶν  νεοττῶν  ἀφαιρεθέντων, ἐλθοῦσα καὶ τὴν καλιὰν  εὑροῦσα κενὴν, ἐξελέσθαι μὲν οὐ δύναται  τοὺς ἁλόντας αὐτῆς νεοττοὺς, περιιπταμένη δὲ τοῦ θηρατοῦ τὰς χεῖρας, αὐτῷ τούτῳ τὴν ὀδύνην ἐνδείκνυται· οὕτω δὴ καὶ αἱ γυναῖκες ἐποίουν τότε ἐκεῖναι, ἀναρπασθέντων αὐταῖς ἐκ τῆς  οἰκίας  τῶν  παίδων,  καὶ ἔνδον  ἀπειλημμένων,  ὥσπερ ἐν  δικτύῳ  τινὶ  καὶ παγίδι, προσελθεῖν μὲν καὶ ἐξελέσθαι τοὺς ἁλόντας οὐκ ἴσχυον, τῷ δὲ περὶ τὰς θύρας αὐτὰς καλινδεῖσθαι, καὶ θρηνεῖν, καὶ ὀλοφύρεσθαι, καὶ τῶν θηρευσάντων πειρᾶσθαι γενέσθαι ἐγγὺς, τὴν ὀδύνην ἐδείκνυον. Ταῦτα δὴ τότε ὁρῶν, εἰς νοῦν ἐβαλόμην τὸ φοβερὸν   ἐκεῖνο   δικαστήριον,   καὶ   πρὸς   ἐμαυτὸν   εἶπον·   Εἰ  νῦν   ἀνθρώπων δικαζόντων,   οὐ  μήτηρ,  οὐκ  ἀδελφὴ,  οὐ  πατὴρ,  οὐκ  ἄλλος  οὐδεὶς,  καίτοι  γε ἀνεύθυνοι τῶν τολμηθέντων  ὄντες, οὐκ ἰσχύουσιν ἐξελέσθαι τοὺς κρινομένους, τίς ἐν τῷ φοβερῷ τοῦ Χριστοῦ δικαστηρίῳ παραστήσεται κρινομένοις ἡμῖν; τίς τολμήσει ῥῆξαι φωνήν; τίς ἐξελέσθαι τοὺς ἀπαγομένους ἐπὶ τὰς ἀφορήτους ἐκείνας κολάσεις; Καίτοι πρῶτοι  τῆς πόλεως  ἦσαν οἱ τότε δικαζόμενοι,  καὶ αὐτὸ τῆς εὐγενείας  τὸ κεφάλαιον.  Ἀλλ' ὅμως ἠγάπων,  εἴ τις δῴη πάντα  ἀποβαλοῦσιν, εἰ δέοι, καὶ τὴν ἐλευθερίαν  αὐτὴν  τῆς παρούσης ἀπολαύειν  ζωῆς. Τῆς ἡμέρας δὲ λοιπὸν  πρὸς τὸ τέλος ἐπειγομένης, καὶ βαθυτάτης γενομένης  ἑσπέρας, καὶ τοῦ τέλους τῆς ψήφου προσδοκωμένου ἐν μείζονι πάντες ἦσαν ἀγωνίᾳ, καὶ τὸν Θεὸν ἠξίουν μέλλησίν τινα καὶ ἀναβολὴν γενέσθαι, καὶ τῇ ψυχῇ τῶν δικαζόντων ἐμβαλεῖν εἰς τὴν τοῦ βασιλέως γνώμην  ἀνενεγκεῖν  τῶν  49.139 ἐξητασμένων  τὴν  γνῶσιν·  ἔσεσθαι γάρ  τι  ἴσως χρηστὸν ἀπὸ τῆς ὑπερθέσεως ταύτης. Καὶ κοιναὶ  παρὰ τοῦ δήμου λιταὶ  πρὸς τὸν φιλάνθρωπον  Θεὸν ἀνεπέμποντο, τὰ λείψανα σῶσαι τῆς πόλεως, καὶ μὴ περιιδεῖν τέλεον ἐκ βάθρων ἀνασπωμένην  αὐτήν. Καὶ οὐκ ἦν ἰδεῖν οὐδένα ἀδακρυτὶ ταῦτα βοῶντα·  ἀλλ' ὅμως  οὐδὲν  τούτων  τοὺς δικάζοντας  ἔνδον  ἀκούοντας  ἐπέκαμπτε τότε, ἀλλ' ἓν μόνον ἐσκόπουν, ὅπως ἀκριβὴς γένηται ἡ τῶν τολμηθέντων  ἐξέτασις· καὶ τέλος  ἁλύσεις αὐτοῖς  περιθέντες,  καὶ σιδήρῳ δήσαντες, ἐπὶ  τὸ δεσμωτήριον ἔπεμπον διὰ μέσης τῆς ἀγορᾶς, ἀνθρώπους ἱπποτρόφους, ἀγωνοθέτας, ἐτέρας μυρίας λαμπροτέρας ἔχοντας ἀριθμεῖν λειτουργίας, καὶ τὰς οὐσίας ἐδήμευον, καὶ σήμαντρα ἐν  ταῖς  θύραις  ἁπάντων   ἦν  ἰδεῖν.  Καὶ  αἱ  γυναῖκες   αἱ  τούτων   τῆς  πατρῴας ἐκβαλλόμεναι οἰκίας, ἑκάστη ἐκεῖνο τὸ τῆς γυναικὸς τοῦ Ἰὼβ διὰ τῶν ἔργων ἐπλήρουν·  οἰκίαν  γὰρ  ἐξ  οἰκίας  καὶ  τόπον  ἐκ  τόπου  περιήρχοντο  καταγωγίου δεόμεναι. Καὶ γὰρ οὐδὲ τοῦτο  αὐτὸ αὐταῖς  εὔκολον  ἦν, ἑκάστου δεδοικότος  καὶ τρέμοντος τῶν προσηκόντων τινὰ τῶν ὑπευθύνων ὑποδέξασθαι καὶ θεραπεῦσαι.
γʹ. Ἀλλ'  ὅμως  τοσούτων  γενομένων,  ἔστεργον πᾶσι τούτοις  οἱ παθόντες,
ἐπειδὴ τῆς παρούσης οὐκ ἐξέπεσαν ζωῆς· καὶ οὔτε ζημία χρημάτων,  οὔτε ἀτιμία,

οὔτε ἡ τοσαύτη πομπὴ, οὔτε ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοὺς ἕδακνε. Τὸ γὰρ τῆς συμφορᾶς μέγεθος, καὶ τὸ, μείζονα προσδοκήσαντας τούτων, ταῦτα ὑπομεῖναι, φιλοσοφεῖν  παρεσκεύαζε τὴν  ψυχήν.  Καὶ τότε  ἐμάνθανον  πῶς  εὔκολον  ἡμῖν  ἡ ἀρετὴ, ῥᾴδιόν τε καὶ εὐκατόρθωτον, καὶ ὅτι παρὰ τὴν ἡμετέραν ὀλιγωρίαν  μόνον ἐπίπονος  εἶναι  δοκεῖ.  Οὗτοι γὰρ  οἱ  πρὸ  τούτου  χρημάτων  ὀλίγων  ζημίαν  οὐκ ἐνεγκόντες πράως, ἐπειδὴ φόβῳ κατεσχέθησαν μείζονι, πάντα τὰ ὄντα ἀποβαλόντες, ὡς θησαυρὸν εὑρηκότες διέκειντο, ὅτι τὴν ψυχὴν  οὐκ ἀπέβαλον. Ὥστε εἰ καὶ τῆς μελλούσης γεέννης  εἶχεν  ἡμᾶς αἴσθησις, καὶ τὰς ἀφορήτους  ἐκείνας  ἐνενοοῦμεν κολάσεις, εἰ καὶ τὴν οὐσίαν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπεδώκαμεν ὑπὲρ τῶν τοῦ Θεοῦ  νόμων,   οὐκ  ἂν  ἠλγήσαμεν,  εἰδότες  ὅτι  μείζονα  κερδανοῦμεν   τὴν  τῶν μελλόντων   δεινῶν  ἀπαλλαγήν.  Τάχα ἱκανῶς  ὑμῶν  κατεμάλαξε  τὴν  καρδίαν  ἡ τραγῳδία τῶν εἰρημένων, ἀλλὰ μὴ δυσχεράνητε. Καὶ γὰρ ἐπειδὴ μέλλω λεπτοτέρων κατατολμᾷν νοημάτων, καὶ ἁπαλωτέρας δέομαι διανοίας, ἐπίτηδες τοῦτο ἐποίησα, ὥστε  τῷ   φόβῳ   τοῦ  διηγήματος   τὴν   διάνοιαν   ὑμῶν   πᾶσαν  ἀποτιναξαμένην ῥᾳθυμίαν,  καὶ τῶν  βιωτικῶν  ἀπαναστᾶσαν ἁπάντων,  μετὰ πολλῆς  τῆς  εὐκολίας πρὸς τὸ βάθος τῆς ψυχῆς παραπέμψαι τῶν λεγομένων τὴν δύναμιν.
γʹ. Ἱκανῶς  μὲν οὖν καὶ πρώην  ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι φυσικὸς ἡμῖν ἔγκειται  νόμος  τῶν  καλῶν  καὶ  τῶν  οὐ τοιούτων· ἵνα  δὲ ἐκ περιουσίας ἡμῖν  ἡ ἀπόδειξις γένηται, τῇ αὐτῇ καὶ σήμερον ἐπαγωνιούμεθα πάλιν ὑποθέσει τῶν λόγων. Ὅτι γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον πλάττων  ὁ Θεὸς ἀμφοτέρων αὐτὸν ἐπιστημονικὸν ἐποίησε, δηλοῦσι πάντες ἄνθρωποι· τοὺς γοῦν ὑπευθύνους ἡμῖν αἰσχυνόμεθα ἁμαρτάνοντες ἅπαντες, καὶ πολλάκις δεσπότης πρὸς πόρνην γυναῖκα βαδίζων, εἶτα τῶν  ἐπιεικεστέρων τινὰ οἰκετῶν  ἰδὼν, ἐρυθριάσας ἀνεχώρησε τῆς ἀτόπου ταύτης ὁδοῦ. Πάλιν λοιδορούμενοι παρ' ἑτέρων τὰ τῆς πονηρίας ὀνόματα, ὕβριν τὸ πρᾶγμα εἶναί   φαμεν·   κἂν   κακῶς   πάσχωμεν,   εἰς   δικαστήριον   ἕλκομεν   τοὺς   49.140 ποιήσαντας. Οὕτως ἵσμεν τί μὲν κακία, τί δὲ ἀρετή. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Χριστὸς ἐμφαίνων καὶ δεικνὺς, ὅτι οὐδὲν ξένον οὐδὲ ὑπερβαῖνον ἡμῶν τὴν φύσιν νομοθετεῖ, ἀλλ'  ὃ  πάλαι  προλαβὼν  ἐγκατέθηκεν  ἡμῶν  τῷ  συνειδότι,  μετὰ  τοὺς  πολλοὺς ἐκείνους μακαρισμοὺς οὕτως ἔλεγεν· Ἃ θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὐ χρεία πολλῶν λόγων, φησὶν, οὐδὲ μακροτέρων νόμων, οὐδὲ διδασκαλίας ποικίλης· τὸ θέλημά σου γενέσθω νόμος. Θέλεις εὐεργετεῖσθαι; εὐεργέτησον  ἕτερον. Θέλεις ἐλεεῖσθαι; ἐλέησον τὸν  πλησίον. Θέλεις ἐπαινεῖσθαι; ἐπαίνεσον  ἕτερον. Θέλεις ἀγαπᾶσθαι; φίλησον.  Θέλεις τῶν  πρωτείων  ἀπολαύειν, παραχώρησον ἑτέρῳ πρότερον τούτων. Σὺ γενοῦ δικαστὴς, σὺ γενοῦ νομοθέτης τῆς σαυτοῦ ζωῆς. Καὶ πάλιν· Ὃ μισεῖς, ἄλλῳ  μὴ ποιήσῃς. ∆ιὰ μὲν τούτου τῆς κακίας εἰσάγει τὴν ἀπαλλαγὴν,  διὰ δὲ τοῦ προτέρου τῆς ἀρετῆς τὴν ἐργασίαν. Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. Μισεῖς ὑβρίζεσθαι; μὴ ὑβρίσῃς ἕτερον. Μισεῖς βασκαίνεσθαι; μηδὲ σὺ φθονήσῃς ἑτέρῳ. Μισεῖς ἀπατᾶσθαι; μηδὲ σὺ ἀπατήσῃς ἄλλον. Καὶ ἐπὶ πάντων δὲ ἁπλῶς, ἂν τὰ δύο ῥήματα ταῦτα κατέχωμεν, οὐ δεησόμεθα διδασκαλίας ἑτέρας. Τῆς γὰρ  ἀρετῆς  τὴν  μὲν  γνῶσιν  ἐνέθηκεν  ἡμῶν  τῇ  φύσει,  τὴν  δὲ  πρᾶξιν  καὶ  τὴν διόρθωσιν  ἐπέτρεψεν  ἡμῶν  τῇ  προαιρέσει. Τάχα ἀσαφὲς  τὸ  λεγόμενον·  οὐκοῦν πειράσομαι σαφέστερον αὐτὸ ποιῆσαι πάλιν. Ὥστε εἰδέναι ὅτι καλὸν τὸ σωφρονεῖν, οὐ δεόμεθα λόγων, οὐδὲ διδασκαλίας· ἔχομεν γὰρ ἐν τῇ φύσει τὴν γνῶσιν αὐτοὶ, καὶ οὐ χρεία πόνων οὐδὲ καμάτων, ὥστε περιελθεῖν καὶ ζητῆσαι εἰ καλὸν ἡ σωφροσύνη καὶ χρήσιμον, ἀλλὰ κοινῇ γνώμῃ πάντες ὁμολογοῦμεν τοῦτο, καὶ οὐδεὶς ἀμφιβάλλει περὶ τῆς ἀρετῆς. Οὕτω καὶ τὴν μοιχείαν κακὸν εἶναι νομίζομεν, καὶ οὐδὲ ἐνταῦθα πόνων ἡμῖν δεῖ καὶ μαθήσεως, ὥστε γνῶναι τὴν τῆς ἁμαρτίας ταύτης κακίαν· ἀλλὰ πάντες  ἐν  ταῖς  τοιαύταις  ψήφοις  ἐσμὲν αὐτοδίδακτοι,  καὶ  τὴν  ἀρετὴν,  κἂν  μὴ μετίωμεν  αὐτὴν, ἐπαινοῦμεν,  ὥσπερ οὖν τὴν κακίαν, κἂν ἐργαζώμεθα, μισοῦμεν.

Καὶ τοῦτο  Θεοῦ κατόρθωμα  γέγονε  μέγιστον,  ὥστε  τὸ  συνειδὸς  ἡμῶν  καὶ  τὴν προαίρεσιν τέως καὶ πρὸ τῆς πράξεως οἰκειῶσαι μὲν τῇ ἀρετῇ, ἐκπολεμῶσαι δὲ τῇ πονηρίᾳ. Ὥσπερ οὖν ἔφην, ἡ μὲν γνῶσις ἑκατέρων τούτων  ἔγκειται τῷ συνειδότι πάντων  ἀνθρώπων,  καὶ οὐ δεόμεθα διδασκάλου τινὸς πρὸς τὸ ταῦτα μαθεῖν· ἡ δὲ διόρθωσις λοιπὸν προαιρέσει καὶ σπουδῇ καὶ πόνοις ἐγκεχείρισται. Τί δήποτε; Ὅτι εἰ τὸ πᾶν τῆς φύσεως ἐποίησεν, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπήλθομεν ἄν· καὶ ὥσπερ τὰ ἄλογα τῶν  πλεονεκτημάτων  ὧν ἔχει κατὰ φύσιν, οὐκ ἂν λάβοι μισθὸν οὐδὲ ἔπαινον· οὕτως οὐδὲ ἡμεῖς ἀπελαύσαμεν ἄν τινος τούτων. Τὰ γὰρ τῆς φύσεως πλεονεκτήματα οὐ τῶν ἐχόντων, ἀλλὰ τοῦ δεδωκότος ἐστὶν ἔπαινος καὶ ἐγκώμιον. Τῇ μὲν οὖν φύσει τὸ πᾶν οὐκ ἐπέτρεψε διὰ τοῦτο· πάλιν τὴν προαίρεσιν ὁλόκληρον ἀναδέξασθαι τὸ φορτίον οὐκ εἴασε, καὶ τὸ τῆς γνώσεως, καὶ τὸ τῆς διορθώσεως, ἵνα μὴ πρὸς τὸν πόνον ἀπαγορεύσῃ τῆς ἀρετῆς· ἀλλ' ὑπαγορεύει μὲν αὐτῇ τὸ συνειδὸς τὰ πρακτέα, πρὸς δὲ τὴν ἐργασίαν αὐτὴ τοὺς παρ' ἑαυτῆς εἰσφέρει πόνους. Καὶ ὅτι μὲν καλὸν τὸ σωφρονεῖν  μηδὲν καμόντες ἐπιστάμεθα· τῆς φύσεως γὰρ ἡ γνῶσις· σωφροσύνην δὲ οὐκ ἂν δυνηθείημεν  κατορθῶσαι μὴ καμόντες μηδὲ τὴν ἐπιθυμίαν χαλινώσαντες  καὶ πολὺν  ὑποστάντες  πόνον.  Τοῦτο γὰρ οὐκ ἔτι ἐκ φύσεως ἡμῖν πρόσεστι, καθάπερ 49.141 ἡ γνῶσις, ἀλλὰ δεῖται προθυμίας καὶ σπουδῆς. Οὐ ταύτῃ δὲ μόνον ἐπεκούφισεν ἡμῖν τὸ βάρος, ἀλλὰ καὶ ἐτέρῳ τρόπῳ πάλιν, καὶ αὐτῶν  τῶν κατορθωμάτων  ἔνια φυσικὰ ἀφεὶς εἶναι  ἐν ἡμῖν. Καὶ γὰρ τὸ συναγανακτεῖν  τοῖς ὑβριζομένοις  φυσικὸν  ἅπαντες   ἔχομεν  εὐθέως  οὖν  τοῖς  ἐπηρεάζουσιν  ἐχθροὶ γινόμεθα, κἂν μηδὲν ὦμεν αὐτοὶ πεπονθότες, καὶ τὸ συνήδεσθαι τοῖς ἀντιλήψεως καὶ βοηθείας ἀπολαύουσι, καὶ τὸ κατακλᾶσθαι ἐπὶ ταῖς ἑτέρων συμφοραῖς καὶ τῇ φιλοστοργίᾳ   τῇ   πρὸς   ἀλλήλους.   Κἂν  γὰρ   πραγμάτων   περιστάσεις   δοκῶσι μικροψυχίαν τινὰ εἰσάγειν, ἀλλ' ὅμως ἔχομεν κοινὸν πρὸς ἀλλήλους φίλτρον. Καὶ τοῦτό τις σοφὸς αἰνιττόμενος ἔλεγε· Πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. δʹ. Πολλοὺς δὲ καὶ ἑτέρους μετὰ τοῦ συνειδότος ἐπέστησεν ἡμῖν διδασκάλους ὁ Θεός· καὶ γὰρ πατέρας τοῖς  υἱοῖς, καὶ δεσπότας τοῖς δούλοις,  καὶ ἄνδρας ταῖς γυναιξὶ,  καὶ διδασκάλους τοῖς μαθηταῖς, καὶ νομοθέτας καὶ δικαστὰς τοῖς ἀρχομένοις, καὶ φίλους τοῖς φίλοις. Πολλάκις δὲ καὶ παρ' ἐχθρῶν ἐκερδάναμεν οὐκ ἔλαττον ἢ παρὰ φίλων· ὅταν γὰρ ἡμῖν ὀνειδίζωσι τὰ ἁμαρτήματα, καὶ ἄκοντας εἰς διόρθωσιν αὐτῶν  διεγείρουσι. Τοσούτους δὲ ἡμῖν διδασκάλους ἐπέστησεν, ἵνα εὔκολος ἡμῖν ἡ τοῦ λυσιτελοῦντος εὕρεσίς τε καὶ διόρθωσις γένηται, τοῦ πλήθους τῶν  πρὸς αὐτὸ  συνελαυνόντων  ἡμᾶς οὐκ ἀφιέντος  ἐκπεσεῖν  τῶν  συμφερόντων ἡμῖν.  Κἂν γὰρ  τῶν  γεγεννηκότων   καταφρονήσωμεν,  τοὺς  ἄρχοντας  δεδοικότες ἐπιεικέστεροι πάντως  ἐσόμεθα· κἂν ἐκείνους διαπτύσωμεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνησόμεθα διαφυγεῖν ἐπιτίμησιν· κἂν ταύτην ἀτιμάσωμεν καὶ διακρουσώμεθα, τὴν παρὰ τῶν πολλῶν ὑπόληψιν δεδοικότες ἀμείνους ἐσόμεθα· κἂν πρὸς ταύτην ἀναισχυντήσωμεν, ὁ τῶν νόμων ἐγκείμενος φόβος καὶ ἄκοντας ἡμᾶς σωφρονίσαι δυνήσεται, καὶ νέους μὲν ὄντας διδάσκαλοι καὶ πατέρες, αὐξηθέντας δὲ οἱ   νομοθέται   καὶ   ἄρχοντες   παραλαβόντες   ῥυθμίζουσιν·   οἵ   τε   οἰκέται,   ἅτε ῥᾳθυμότερον διακείμενοι μετὰ τῶν εἰρημένων καὶ τὴν παρὰ τῶν δεσποτῶν ἀνάγκην εἰς σωφροσύνην ἔχουσι, καὶ αἱ γυναῖκες τοὺς ἄνδρας· καὶ πολλὰ πανταχόθεν ἡμῶν τῷ γένει τὰ τειχία πρὸς τὸ μὴ ῥᾳδίως εἰς κακίαν ἐξολισθῆσαι καὶ καταπεσεῖν. Πρὸς δὲ τούτοις ἅπασι, καὶ νόσοι καὶ περιστάσεις πραγμάτων ἡμᾶς παιδεύουσι· καὶ γὰρ καὶ πενία κατέχει, καὶ ζημία σωφρονίζει, καὶ κίνδυνος  καταστέλλει, καὶ πολλὰ ἕτερα τοιαῦτα.  Οὐ φοβεῖ  σε πατήρ;  οὐδὲ  διδάσκαλος;  οὐκ  ἄρχων;  οὐ  νομοθέτης;  οὐ δικαστής; οὐκ ἐντρέπει σε φίλος; οὐ δάκνει σε ἐχθρός; οὐ σωφρονίζει δεσπότης; οὐ διδάσκει ἀνήρ; οὐ διορθοῦταί σε τὸ συνειδός; Ἀλλ' ἀῤῥωστία πολλάκις  ἐπελθοῦσα σωματικὴ τὸ πᾶν κατώρθωσε, καὶ ζημία δὲ τὸν θρασύτερον ἐποίησεν ἐπιεικέστερον·

καὶ τὸ δὴ μεῖζον, ὅτι οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ ἑτέροις συμπίπτοντα τὰ δεινὰ μεγάλα ἡμᾶς ὠφελεῖν  εἴωθε· καὶ αὐτοὶ μὲν μηδέν τι παθόντες, ἑτέρους δὲ κολαζομένους ἰδόντες οὐκ ἔλαττον ἐκείνων  ἐσωφρονίσθημεν. Τοῦτο καὶ ἐπὶ τῶν κατορθωμάτων συμβαῖνον  ἵδοι  τις  ἄν·  ὥσπερ  γὰρ  κολαζομένων   τῶν  κακῶν  ἕτεροι  βελτίους γίνονται· οὕτω τῶν ἀγαθῶν τι κατορθούντων, πολλοὶ εἰς τὸν ἴσον ἐνάγονται ζῆλον· ὃ δὴ καὶ ἐπὶ τῆς τῶν ὅρκων συνέβη φυγῆς. Πολλοὶ γὰρ ἑτέρους ἰδόντες τὴν πονηρὰν ἀποθεμένους τῶν ὅρκων συνήθειαν, ἐμιμήσαντο τὴν σπουδὴν, καὶ περιεγένοντο τῆς ἁμαρτίας· διὸ καὶ ἡμεῖς προθυμότερον τῆς αὐτῆς ἁπτόμεθα πάλιν παρ 49.142 αινέσεως.  Μὴ γάρ  μοι  λεγέτω  τις,  ὅτι  πολλοὶ  κατώρθωσαν·  οὐ  τοῦτό  ἐστι  τὸ ζητούμενον, ἀλλ' ἵνα πάντες. Ἔως δ' ἂν μὴ τοῦτο ἴδω, οὐ δύναμαι ἀναπνεῦσαι. Ὁ ποιμὴν  ἐκεῖνος  ἑκατὸν  πρόβατα  εἶχε,  καὶ  ἑνὸς  πλανηθέντος,   οὐκ  ἐλάμβανεν αἴσθησιν τῆς σωτηρίας τῶν  ἐνενήκοντα  ἐννέα, ἕως ἂν τὸ ἀπολωλὸς  εὗρε καὶ τῇ ποίμνῃ πάλιν ἀπέδωκεν. Οὐχ ὁρᾷς καὶ ἐπὶ τοῦ σώματος τοῦτο γινόμενον; ἐὰν γὰρ τὸν ὄνυχα μόνον προσπταίσαντες ἀναστρέψωμεν, ὅλον τῷ μέλει συναλγεῖ τὸ σῶμα. Μὴ τοίνυν  τοῦτο εἴπῃς, ὡς ὀλίγοι τινὲς ὑπελείφθησαν  οἱ μὴ κατωρθωκότες, ἀλλ' ἐκεῖνο σκόπει ὅτι οὗτοι οἱ ὀλίγοι μὴ διορθωθέντες πολλοὺς διαφθείρουσιν ἑτέρους. Καὶ γὰρ εἷς ἦν ὁ πεπορνευκὼς παρὰ Κορινθίοις, καὶ ὅμως οὕτως ἔστενεν ὁ Παῦλος ὡς   ὅλης   τῆς   πόλεως   ἀπολωλυίας.    Καὶ  μάλα   εἰκότως·   ᾔδει   γὰρ   ὅτι   μὴ σωφρονισθέντος   ἐκείνου   ταχέως   τὸ   νόσημα  βαδίζον   ὁδῷ   καὶ   τοὺς   ἄλλους ἐπιδραμεῖται πάντας. Εἶδον πρώην ἐν τῷ δικαστηρίῳ δεδεμένους καὶ ἀπαγομένους διὰ μέσης τῆς ἀγορᾶς τοὺς περιφανεῖς ἐκείνους ἄνδρας, καί τινων θαυμαζόντων διὰ τὴν ὑπερβολὴν  τῆς ὕβρεως, Οὐδὲν χρὴ θαυμάζειν, ἕτεροι ἔλεγον· ἔνθα γὰρ ἂν ᾖ καθοσίωσις, ἀξίωμα  οὐδὲν  ὠφελεῖ.  Οὐκοῦν πολλῷ  μᾶλλον  ἔνθα  ἂν  ἀσέβεια ᾖ, ἀξίωμα οὐδὲν ὠφελεῖ.
εʹ. Ταῦτα οὖν  ἐννοοῦντες  διαναστήσωμεν  ἑαυτούς· ἐὰν  γὰρ μὴ τὴν  παρ'
ὑμῶν σπουδὴν ὑμεῖς εἰσενέγκητε, περιττὰ τὰ παρ' ἡμῶν ἅπαντα. Τί δήποτε; Ὅτι οὐχ ὥσπερ  αἱ  λοιπαὶ  τέχναι,   οὕτω  καὶ  ἡ  διδασκαλική  ἐστι  δύναμις.  Ὁ  μὲν  γὰρ ἀργυροκόπος οἷον ἂν χαλκεύσῃ τὸ σκεῦος καὶ ἀπόθηται, τοιοῦτον ἐλθὼν τῇ ἐπιούσῃ πάλιν εὐρήσει· καὶ ὁ χαλκοτύπος, καὶ ὁ λιθοξόος, καὶ τῶν δημιουργῶν ἕκαστος οἷον ἂν ἀφῇ τὸ οἰκεῖον ἔργον, τοιοῦτον ἀπολήψεται πάλιν· ἐπὶ δὲ ἡμῶν οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· οὐ γὰρ ἄψυχα σκεύη, ἀλλὰ ψυχὰς χαλκεύομεν λογικάς. ∆ιὰ τοῦτο οὐ τοιούτους ὑμᾶς εὑρίσκομεν οἵους καταλιμπάνομεν, ἀλλ' ἐπειδὰν λαβόντες μετὰ πολλοῦ  καμάτου  διαπλάσωμεν,  διορθώσωμεν,  θερμοτέρους  ἐργασώμεθα, ἐξελθόντας ὑμᾶς ἡ τῶν πραγμάτων περίστασις πανταχόθεν περιστοιχιζομένη διαστρέφει πάλιν, καὶ πλείονα παρέχει τὴν δυσκολίαν ἡμῖν. ∆ιὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ χεῖρα ὀρέξαι, καὶ ὅσην ἐνταῦθα ποιοῦμαι τὴν σπουδὴν πρὸς τὴν διόρθωσιν τὴν ὑμετέραν, τοσαύτην ἀπελθόντες ἐντεῦθεν ἐπιδείκνυσθε περὶ τὴν σωτηρίαν τὴν ὑμετέραν φροντίδα.  Εἴθε μὲν γὰρ δυνατὸν  ἦν ὑπὲρ ὑμῶν  ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα. Ἀλλὰ τί πάθω; τοῦτο ἀμήχανον· ἑκάστῳ γὰρ κατὰ τὰ ἔργα αὐτοῦ ἀποδώσει. Ὥσπερ οὖν μήτηρ ὁρῶσα τὸ παιδίον πυρέττον, παρεστῶσα ἀγχομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις  εἶπε πρὸς τὸ νοσοῦν παιδίον, Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ' ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα· οὕτω δὴ καὶ ἐγὼ λέγω νῦν· Εἴθε δυνατὸν ἦν ἐμὲ πονήσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάντων· ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τῶν αὐτῷ πραττομένων ἕκαστον ἀνάγκη δοῦναι τὰς εὐθύνας, καὶ  οὐκ ἂν  ἴδοι  τις  ἕτερον  ὑπὲρ ἑτέρου κολαζόμενον.  ∆ιὰ τοῦτο  ὀδυνῶμαι  καὶ θρηνῶ, ὅτι κατὰ τὴν ἡμέραν ὑμῖν ἐκείνην ἐγκαλουμένοις οὐ δυνήσομαι παραστῆναι· μάλιστα μὲν γὰρ οὐδὲ παῤῥησία μοι πρὸς τὸν Θεόν ἐστι τοσαύτη. Εἰ δὲ καὶ παῤῥησίαν εἶχον, οὐκ εἰμὶ Μωσέως ἁγιώτερος, οὐδὲ Σαμουὴλ δικαιότερος, οὓς ἐπὶ τοσοῦ 49.143

τον ἀρετῆς ἥκοντας οὐκ ἔφη δύνασθαί τι τοὺς Ἰουδαίους ὠφελήσειν, διὰ τὸ πολλῇ ῥᾳθυμίᾳ αὐτοὺς ἐκείνους ἐκδοθῆναι. Ἐπεὶ οὖν ἀπὸ τῶν οἰκείων ἔργων κολαζόμεθα καὶ  σωζόμεθα, σπουδάσωμεν, παρακαλῶ,  μετὰ  49.144 τῶν  ἄλλων  ἁπάντων  καὶ ταύτην ἐκπληρῶσαι τὴν ἐντολὴν,  ἵνα μετὰ χρηστῆς ἐλπίδος ἐντεῦθεν ἀπελθόντες, τύχωμεν  τῶν  ἐπηγγελμένων  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.