Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΜΖʹ. Εἰς τὸ μὴ ἀναξίως προσέρχεσθαι τοῖς θείοις μυστηρίοις.



ΛΟΓΟΣ ΜΖʹ. Εἰς τὸ μὴ ἀναξίως προσέρχεσθαι τοῖς θείοις μυστηρίοις.

Ἐπειδὴ ἐμνήσθημεν τῆς θυσίας ταύτης, βούλομαι πρὸς ὑμᾶς μικρὰ εἰπεῖν τοὺς μεμυημένους, μικρὰ μὲν τῷ μέτρῳ, μεγάλην δ' ἔχοντα τὴν ἰσχὺν καὶ τὴν ὠφέλειαν  οὐ γὰρ ἡμέτερά εἰσι τὰ λεγόμενα, ἀλλὰ τοῦ θείου Πνεύματος. Τί οὖν ἐστι; Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ μεταλαμβάνουσι τοῦ παρόντος ἐνιαυτοῦ, ἕτεροι δὲ δὶς, ἄλλοι πολλάκις. Πρὸς ἅπαντας οὖν ὁ λόγος ἡμῖν ἐστι χρήσιμος, καὶ πρὸς αὐτοὺς τοὺς ἐν τῇ ἐρήμῳ καθεζομένους· ἐκεῖνοι γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ μετέχουσι, πολλάκις  δὲ καὶ διὰ δύο ἐτῶν.  Τί οὖν; τίνας  ἀποδεξόμεθα; Οὔτε τοὺς ἄπαξ, οὔτε τοὺς πολλάκις, ἀλλὰ τοὺς καὶ μετὰ καθαροῦ συνειδότος, μετὰ καθαρᾶς καρδίας, τοὺς μετὰ βίου ἀμολύντου· οἱ τοιοῦτοι ἀεὶ προσιέτωσαν· οἱ δὲ μὴ τοιοῦτοι, μηδὲἅπαξ. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, ὥς φησιν ὁ Ἀπόστολος. Ταῦτα δέδοται τοῖς ἁγίοις· τοῦτο καὶ ὁ διάκονος ἐπιφωνεῖ, τοὺς
ἁγίους καλῶν  διὰ  τῆς  φρικτῆς  ἐκείνης  φωνῆς.  Ἐπειδὴ γὰρ οὐκ ἔστι δυνατὸ  ἀνθρώπῳ εἰδέναι τὰ τοῦ πλησίον, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, αὐτὴν ἀφίησι τὴν φωνὴν,  Τὰ ἅγια  τοῖς   ἁγίοις.   Εἴ  τις   οὐκ  ἔστιν  ἅγιος,  μὴ  προσιέτω.  Οὐχ  ἁπλῶς   φησιν, ἁμαρτημάτων   καθαρὸς,  ἀλλὰ,  ἅγιος·  τὸν  γὰρ  ἅγιον   οὐχὶ  τῶν   ἁμαρτημάτων ἀπαλλαγὴ ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ τοῦ Πνεύματος παρουσία, καὶ τῶν ἀγαθῶν ἔργων ὁ πλοῦτος. Τί δέ ἐστι τὸ ἁμάρτημα; Τὸ μὴ μετὰ φρίκης προσιέναι, ἀλλὰ τύπτοντας τὰ στήθη,  καὶ  ἀλαλάζοντας,  καὶ  τὰ  λοιπά.  Ταῦτα  πολλάκις  εἶπον,  καὶ  λέγων  οὐ παύσομαι. Οὐχ ὁρᾶτε ἐπὶ τῶν Ὀλυμπίων, ὅταν ὁ ἀγωνοθέτης ἐπὶ τῆς κεφαλῆς ἔχων, πῶς ἡ εὐταξία τοῦ κήρυκος βοῶντος  ἡσυχίαν εἶναι; Πῶς οὐκ ἄτοπον, ἔνθα μὲν ὁ διάβολος  πομπεύει,  πολλὴν  εἶναι  τὴν  ἡσυχίαν·  ἔνθα  δὲ ὁ Χριστὸς πρὸς ἑαυτὸν συγκαλεῖ,  πολὺν  εἶναι  τὸν  θόρυβον; μᾶλλον  ἐν  πελάγει  γαλήνη,  καὶ  ἐν  λιμένι κύματα. Τί θορυβῇ, εἰπέ μοι; Πραγμάτων
ἀνάγκη καλεῖ πάντως. Ὅλως γὰρ οἶδας, ὅτι πράγματα ἔχεις ἐν τῇ ὥρᾳ ἐκείνῃ; μέμνησαι δὲ ὅλως, ὅτι ἐπὶ γῆς εἶ; Καὶ πῶς οὐχὶ τοῦτο λιθίνης διανοίας, τὸ νομίζειν κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπὶ γῆς εἶναι, καὶ οὐχὶ μετὰ τῶν ἀγγέλων  χορεύειν, μεθ' ὧν καὶ τὸ μυστικὸν ἐκεῖνο μέλος ἀνέπεμψας τῷ Θεῷ, ἐπινίκιον ᾠδὴν, Ἅγιος, ἅγιος, ἅγιος; ∆ιὰ τοῦτο ἀετοὺς ἡμᾶς ἐκάλεσεν ὁ Χριστὸς εἰπὼν, Ὅπου τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ, ἵνα οὐρανοβατῶμεν, ἵνα ὑψηλὰ πετώμεθα, τοῖς πτεροῖς τοῦ πνεύματος κουφιζόμενοι· ἡμεῖς δὲ κατὰ τοὺς ὄφεις χαμαὶ συρόμεθα, καὶ γῆν ἐσθίομεν. Βούλεσθε εἴπω, πόθεν ὁ θόρυβος γίνεται; Ὅτι οὐ διαπαντὸς τὰς θύρας   ὑμῖν   ἀποκλείομεν,   ἀλλὰ   συγχωροῦμεν   πρὸ   τῆς   ἐσχάτης   εὐχαριστίας ἀναχωρεῖν·  τοῦτο πολλῆς  καταφρονήσεώς  ἐστι. Τί ποιεῖς, ἄνθρωπε; τοῦ Χριστοῦ παρόντος, τῶν ἀγγέλων παρεστώτων, τῆς τραπέζης προκειμένης, αὐτὸς καταλείπεις καὶ ἀναχωρεῖς; καὶ ἐπὶ δείπνῳ μὲν κληθεὶς, οὐ τολμᾷς ἀναχωρῆσαι πρὸ τῶν φίλων; Βούλεσθε εἴπω τίνος  ἔργον ποιοῦσιν οἱ πρὸ τῆς εὐχαριστίας ἀναχωροῦντες;  Ὅτε ἐκοινώνησε τὸ ἔσχατον δεῖπνον Ἰούδας τὴν τελευταίαν νύκτα ἐκείνην, τῶν ἄλλων πάντων  ἀνακειμένων,  αὐτὸς προπηδήσας ἐξέβη. Ἐκεῖνον μιμοῦνται οἱ τοιοῦτοι. Εἰ μὴ γὰρ ἐξῆλθεν, οὐκ ἂν ἐγένετο  προδότης, οὐκ ἂν ἀπώλετο· εἰ μὴ τοῦ ποιμένος ἑαυτὸν ἐχώρισεν, οὐκ ἂν θηριάλωτος γέγονεν. Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ' ἐκεῖνον γίνεται  τὸν τύπον; Ἐκεῖνος γὰρ μετὰ Ἰουδαίων, οὗτοι μετὰ τοῦ
∆εσπότου ὑμνήσαντες ἐξῆλθον. Ταῦτα λέγω, οὐχ ἵνα θορυβῆτε καὶ κράζητε, ἀλλὰ μετὰ πολλῆς σιγῆς καὶ εὐκοσμίας τῆς ἱερᾶς ταύτης 63.898 ἁψώμεθα θυσίας, ἵνα καὶ τὴν ψυχὴν  ἐκκαθάρωμεν, καὶ τῶν αἰωνίων  ἀγαθῶν  ἐπιτύχωμεν.  Μὴ πρόσεχε, ὅτι ἄρτος ψιλὸς  καὶ οἶνός  ἐστι· σῶμα γὰρ καὶ αἷμα κατὰ  τὴν  ∆εσποτικὴν τυγχάνει ἀπόφασιν· μὴ ἀπὸ τῆς γεύσεως κρίνῃς τὸ πρᾶγμα, ἀλλ' ἀπὸ τῆς πίστεως πληροφοροῦ ἀνενδοιάστως.  Προσιὼν δὲ,  μὴ  τεταμέναις  χερσὶν,  ἀλλὰ  τὴν  ἀριστερὰν  θρόνον ποίησον τῆς δεξιᾶς, καὶ κοιλάνας  τὴν παλάμην, ὡς μέλλων  βασιλέα ὑποδέχεσθαι,

μετὰ πολλοῦ φόβου τὸ σῶμα τοῦ Χριστοῦ ὑπόδεξαι, ἵνα μή τις μαργαρίτης ἐκπέσῃ ἐκ τῆς χειρός σου, καὶ ζημιωθῇς ἓν τῶν μελῶν σου. Ὁμοίως προσέρχου καὶ τῷ ἁγίῳ αἵματι, μὴ ἀνατείνων  τὰς χεῖρας λέγων τὸ ἀμήν. Ἔτι δὲ τῆς νοτίδος οὔσης ἐν τοῖς χείλεσι, ταῖς χερσὶν ἐπαφῶμεν τοὺς ὀφθαλμοὺς, καὶ τὸ μέτωπον· καὶ τὰ λοιπὰ αἰσθητήρια ἁγιάζεται· καὶ εὐχαρίστει τῷ Θεῷ ἀξιώσαντί σε τηλικούτου μυστηρίου. Καὶ πῶς, φησὶν, ἐν μέσῳ τοῦ κόσμου ἔστι σωθῆναι; Τί λέγεις; βούλῃ συντόμως δείξω μὴ τὸν τόπον εἶναι τὸν σώζοντα, ἀλλὰ τὸν τρόπον καὶ τὴν πρὸς Θεὸν προαίρεσιν; Ἀδὰμ ἐν τῷ παραδείσῳ ὢν, ὡς ἐν λιμένι,  ὑπέστη τὸ ναυάγιον·  ὁ δὲ Λὼτ ἐν τοῖς Σοδόμοις, ὥσπερ ἐν πελάγει,  διεσώζετο. Ὁ Ἰὼβ ἐπὶ τῆς κοπρίας ἐδικαιώθη·  ὁ δὲ Σαοὺλ ἐν τοῖς ταμείοις ὢν τῆς βασιλείας, τῆς ἐντεῦθεν καὶ τῆς ἐκεῖθεν ἐξέπεσε δόξης καὶ τιμῆς. Οὐκ ἔστι τοῦτο ἀπολογία, ἀλλὰ ταῦτα πάσχομεν ἐκ τοῦ μὴ ἐν ταῖς εὐχαῖς καὶ  θείαις  συνάξεσι σχολάζειν  ἡμᾶς.  Ἢ  οὐχ  ὁρᾷς τοὺς  βουλομένους  ἀξιώματα λαβεῖν  ἐκ τοῦ ἐπιγείου βασιλέως, πῶς παρεδρεύουσι, καὶ ἑτέρους εἰς παράκλησιν κινοῦντες, ὅπως μὴ ἐκπέσωσι τοῦ ζητουμένου; Ταῦτά μοι πρὸς τοὺς ἀπολιμπανομένους  τῶν ἁγίων  συνάξεων εἴρηται, καὶ πρὸς τοὺς ἐν τῇ φοβερᾷ τῆς μυστικῆς ὥρᾳ εἰς συντυχίαν καὶ ματαιολογίας ἀσχολουμένους. Τί ποιεῖς, ἄνθρωπε; οὐχ ὑπέσχου τῷ ἱερεῖ εἰπόντι, Ἄνω τὸν νοῦν καὶ τὰς καρδίας, καὶ εἶπες, Ἔχομεν πρὸς τὸν  Κύριον;  οὐκ αἴδεσαι καὶ  ἐρυθριᾷς εἰς  ταῦτα  τὰ  ῥήματα καὶ τὴν  ὥραν ψεύστης εὑρισκόμενος; Βαβαὶ, τῆς βασιλικῆς τραπέζης ἐξηρτυμένης, τοῦ ἀμνοῦ τοῦ Θεοῦ ὑπὲρ σοῦ σφαγιαζομένου, τοῦ ἱερέως ὑπὲρ σοῦ ἀγωνιζομένου,  τῶν Σεραφεὶμ παρεστώτων, τῶν ἑξαπτερύγων  τὰ πρόσωπα καλυπτόντων,  πασῶν τῶν ἀσωμάτων δυνάμεων  μετὰ τοῦ ἱερέως πρεσβευόντων  ὑπὲρ σοῦ, τοῦ πυρὸς τοῦ πνευματικοῦ κατερχομένου, τοῦ αἵματος ἐν τῷ κρατῆρι τῆς ἀχράντου πλευρᾶς κενουμένου, οὐδὲ τὸ συνειδός σου κατακρίνει σε, ἄνθρωπε; Ἑκατὸν ἑξήκοντα ὀκτὼ ὡρῶν ἐχούσης τῆς ἑβδομάδος, μίαν καὶ μόνην  ὥραν ἀφώρισεν ὁ Θεός· καὶ αὐτὴν  ἐὰν εἰς πράγματα βιωτικὰ  καὶ συντυχίας  καὶ γελοῖα  ἀναλίσκῃς, μετὰ ποίας λοιπὸν  παῤῥησίας τοῖς θείοις μυστηρίοις προσέρχῃ, μετὰ ποίου συνειδότος; Ἆρα, εἰ κόπρον ἔσχες ἐν ταῖς χερσὶν, ἐτόλμας προσεγγίσαι τῷ κρασπέδῳ τοῦ βασιλέως; οὐδαμῶς. Μηδ' ὅτι ἄρτος ἐστὶν ἴδῃς, μηδ' ὅτι οἶνος· οὐ γὰρ ὡς αἱ λοιπαὶ κοιναὶ βρώσεις εἰς ἀφεδρῶνα χωρεῖ· ἄπαγε, μηδὲν νομίσῃς τοιοῦτον. ∆ιὸ καὶ προσερχόμενοι, μὴ ὡς ἐξ ἀνθρώπων,  ἀλλ' ὡς ἐξ αὐτῶν  Σεραφεὶμ τῇ λαβίδι τοῦ πυρὸς, ἣν Ἡσαΐας εἶδε, μεταλαμβάνειν  τοῦ θείου σώματος νοήσωμεν. ∆έομαι καὶ παρακαλῶ μὴ ἀπολειπώμεθα τῶν ἐκκλησιῶν· συναγόμενοι  δὲ,  μὴ  εἰς  συντυχίας  ἐν  τῇ  ἐκκλησίᾳ  ἀσχολώμεθα,  ἀλλὰ  στῶμεν ἔμφοβοι καὶ ἔντρομοι, κάτω τὸ ὄμμα νεύοντες, ἄνω τὴν ψυχὴν ἔχοντες, στενάξωμεν τῇ καρδίᾳ. Ἢ οὐχ ὁρᾷς τῷ φθαρτῷ 63.899 καὶ προσκαίρῳ βασιλεῖ παρισταμένους, πῶς  εἰσιν ἀμετακίνητοι,  μηδὲν  φθεγγόμενοι,  μηδὲ τοὺς ὀφθαλμοὺς  ὧδε κἀκεῖσε περιστρέφοντες,  ἀλλὰ  στυγνοὶ  καὶ κατηφεῖς,  ἔμφοβοι; Ἐξ ἑαυτοῦ, ἄνθρωπε,  τὸν ἔλεγχον  λάβε, καὶ κἂν ὡς τῷ ἐπιγείῳ  βασιλεῖ, πρόσελθε καὶ τῷ ἐπουρανίῳ  Θεῷ. Ταῦτα πολλάκις λέγω, καὶ λέγων οὐ παύσομαι. Εἰσερχόμενοι δὲ ἐν ταῖς ἐκκλησίαις, ὡς Θεῷ πρέπει, εἰσέλθωμεν, μὴ μνησικακίαν ἐν τῇ ψυχῇ ἔχοντες, ἵνα μὴ, λέγοντες, Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν, κατακριθῶμεν. Φοβερὸν γάρ ἐστι τὸ λεγόμενον, καὶ σχεδὸν πρὸς τὸν Θεὸν βοᾷ ὁ τοῦτο λέγων· Ἀφῆκα, δέσποτα, ἄφες· συνεχώρησα, συγχώρησον. Ταῦτα οὖν εἰδότες, καὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὸ φοβερὸν δικαστήριον, ἐπιστρέψωμεν λοιπὸν ἐκ τῆς πλάνης τῆς ὁδοῦ ἡμῶν. Ἐλεύσεται γὰρ ἡμέρα, ὅτε τὸ θέατρον τοῦ βίου διαλύεται, καὶ οὐδεὶς λοιπὸν οὐκέτι ἀγωνίζεται. Οὗτος ὁ καιρὸς τῆς μετανοίας, ἐκεῖνος  τῆς κρίσεως· οὗτος τῶν  ἀγώνων,  ἐκεῖνος  τῶν  στεφάνων.
∆ιεγέρθητε,  παρακαλῶ,  καὶ  τῶν  λεγομένων   προθύμως  ἀκούσατε. Ἐζήσαμεν τῇ σαρκὶ, ζήσωμεν λοι  63.900 πὸν  καὶ τῷ πνεύματι·  ἐζήσαμεν τῇ ἀμελείᾳ, ζήσωμεν λοιπὸν  τῇ μετανοίᾳ.  Τί φυσᾶσαι, γῆ καὶ σποδὸς, ὦ ἄνθρωπε; τί ὑπερηφανεῖς;  τί μεγαλαυχεῖς; τί ἐλπίζεις ἐκ τῆς τοῦ κόσμου δόξης καὶ πλούτου; Ἐξέλθωμεν ἐπὶ τοὺς τάφους,  παρακαλῶ·  ἴδωμεν  τὰ μυστήρια, ἴδωμεν  τὴν  φύσιν  διεσπαρμένην, ὀστᾶ βεβρωμένα, σώματα σεσηπότα· ἐπίσκεψαι, κἂν σοφὸς εἶ, κἂν φρόνιμος, εἰπέ μοι, ἐκεῖ τίς ὁ βασιλεὺς καὶ τίς ὁ ἰδιώτης, τίς ὁ εὐγενὴς καὶ τίς ὁ δοῦλος, τίς ὁ σοφὸς καὶ τίς ὁ ἰδιώτης. Ποῦ τὸ κάλλος ἐκεῖ τῆς νεότητος, ποῦ ἡ περιχαρὴς ὄψις, ποῦ οἱ ὀφθαλμοὶ οἱ εὐειδεῖς, ποῦ τὸ ἀποστίλβον πρόσωπον; οὐ πάντα κόνις; οὐ πάντα τέφρα; οὐ πάντα σποδός; οὐ πάντα σκότος; οὐ πάντα βρῶμος καὶ δυσωδία; Ταῦτα ἐννοοῦντες, καὶ τῆς ἐσχάτης ἡμέρας ἐνθυμηθέντες,  ὡς καιρὸν ἔχομεν, ἐργασώμεθα τὸ ἀγαθὸν, ἵνα τῆς μελλούσης ἀτελευτήτου  γεέννης  ἀπαλλαγῶμεν,  καὶ τῆς τῶν  οὐρανῶν  βασιλείας ἀξιωθῶμεν, χάριτι, καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.