Δευτέρα, 21 Οκτωβρίου 2013

49.103 Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία θʹ.



49.103 Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία θʹ.

αʹ. Καὶ πρώην πρὸς ὑμᾶς, καὶ νῦν πρὸς ὑμᾶς λέγω· εἴθε δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, μᾶλλον δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, εἰ καὶ μὴ σώματος παρουσίᾳ, ἀλλ' ἀγάπης δυνάμει· οὐδὲ γὰρ ἕτερός μοι βίος τίς  ἐστιν, ἀλλ' ἢ ὑμεῖς  καὶ  τῆς  ὑμετέρας  σωτηρίας  ἡ φροντίς. Ὥσπερ γὰρ ὁ γεωργὸς οὐδὲν ἕτερον μεριμνᾷ, ἀλλ' ἢ τὰ σπέρματα καὶ τὰ λήϊα,  καὶ  ὁ  κυβερνήτης  τὰ  κύματα  καὶ  τοὺς  λιμένας·  οὕτω  καὶ  ὁ  λέγων  τοὺς ἀκούοντας καὶ τὴν ἐκείνων προκοπὴν, καθάπερ καὶ ἐγὼ νῦν. ∆ιὸ καὶ πάντας ὑμᾶς ἐπὶ τῆς διανοίας περιφέρω τῆς ἐμαυτοῦ, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ οἴκοι. Εἰ γὰρ καὶ πολὺς ὁ δῆμος, καὶ βραχὺ τῆς ἐμῆς καρδίας τὸ μέτρον, ἀλλ' εὐρεῖα ἡ ἀγάπη, καὶ Οὐ στενοχωρεῖσθε  ἐν  ἡμῖν·  τὸ  δὲ  ἑξῆς  οὐκ  ἔτι  λοιπὸν  ἐρῶ·  οὐδὲ  γὰρ  ἡμεῖς στενοχωρούμεθα παρ'  ὑμῖν. Πόθεν τοῦτο δῆλον; Ἔγνων πολλῶν  ἀπαγγειλάντων, ὅτι Τὸ ἐπιταχθὲν ἐποιήσαμεν, νόμους ἀλλήλοις θέντες, καὶ καταδίκας ὁρίσαντες τοῖς ὀμνύουσι, καὶ τιμωρίας  ἐπαγαγόντες  τοῖς τὸν νόμον παραβαίνουσι, τιμωρίαν  τὴν ὑμῖν πρέπουσαν, ὅπερ μεγίστης ἀγάπης τεκμήριον. Οὐδὲ γὰρ αἰσχύνομαι πολυπραγμονῶν  ταῦτα, ἐπειδὴ μὴ περιεργίας ἐστὶν, ἀλλὰ κηδεμονίας αὕτη ἡ φιλοπραγμοσύνη. 

  Εἰ  γὰρ  οὐκ  ἔστιν  ὄνειδος  τῷ  ἰατρῷ  πυνθάνεσθαι  περὶ  τοῦ κάμνοντος, οὐδὲ ἡμῖν ἔγκλημα περὶ τῆς ὑμετέρας ἐξετάζειν σωτηρίας ἀεί· οὕτω γὰρ μαθόντες   τί  μὲν  ὑμῖν  ἀπήρτισται,  τί  δὲ  ἐλλέλειπται,   μετὰ  τῆς  προσηκούσης ἐπιστήμης τὰ λοιπὰ ἐπιθήσομεν φάρμακα. Ἔγνωμεν τοίνυν ταῦτα περιεργασάμενοι, καὶ  ηὐχαριστήσαμεν  τῷ  Θεῷ, ὅτι  οὐκ  εἰς  πέτρας  ἐσπείραμεν, οὐδὲ  εἰς  ἀκάνθας κατεβάλομεν τὰ σπέρματα, οὐδὲ πολλοῦ χρόνου καὶ πολλῆς ἐδεήθημεν ἀναβολῆς, ὥστε θερίσαι τὰ λήϊα. ∆ιὰ ταῦτα ὑμᾶς ἐπὶ τῆς καρδίας ἔχω συνεχῶς τῆς ἐμαυτοῦ, διὰ ταῦτα οὐκ αἰσθάνομαι τοῦ πόνου τῆς διδασκαλίας, τῷ τῆς ἀκροάσεως κουφιζόμενος κέρδει. Ἱκανὸς γὰρ ἡμᾶς οὗτος ὁ μισθὸς ἀνακτήσασθαι καὶ πτερῶσαι καὶ μεταρσίους ποιῆσαι, καὶ  πεῖσαι  πάντα  ὑπὲρ  ὑμῶν  ὑπομένειν  πόνον.  Ἐπεὶ οὖν  πολλὴν  τὴν εὐγνωμοσύνην  ὑμεῖς  ἐπεδείξασθε, φέρε  δὴ καὶ  ἡμεῖς  τὸ χρέος  καταβάλωμεν  τὸ λοιπὸν, ὅπερ ὑπεσχόμεθα πρώην· καίτοι γε οὐχ ὁρῶ παρόντας ἅπαντας τοὺς ἡνίκα ἐποιούμην τὴν ὑπόσχεσιν παραγενομένους  ἐνταῦθα. Τί ποτε ἄρα τὸ αἴτιον; τί τῆς ἡμετέρας τραπέζης αὐτοὺς ἀπεσόβησεν; Ὁ τραπέζης, ὡς ἔοικε, μετασχὼν αἰσθητῆς, ἐνόμισεν ἀνάξιον εἶναι μετὰ τροφὴν αἰσθητὴν ἐπὶ θείων λογίων  ἀκρόασιν ἐλθεῖν· ἀλλ' οὐ δικαίως τοῦτο νομίζουσιν· οὐδὲ γὰρ ἂν, εἰ τοῦτο ἦν ἄτοπον, τοὺς μακροὺς καὶ πολλοὺς ἀνήλωσεν ὁ Χριστὸς λόγους μετὰ τὸ δεῖπνον ἐκεῖνο τὸ μυστικόν· οὐκ ἂν, εἰ τοῦτο ἀπρεπὲς ἦν, ἑστιάσας πολλάκις τὸ πλῆθος ἐπὶ τῆς ἐρήμου, καὶ λόγων αὐτοῖς μετέδωκεν ἂν μετὰ τὴν τράπεζαν. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τότε μὲν οὖν χρησιμωτάτη ἡ τῶν θείων λογίων ἀκρόασις. Ὅταν γὰρ ᾖς σαυτὸν πεπεικὼς,

ὅτι 49.104 μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἀνάγκη καὶ πρὸς σύναξιν ἀπαντῆσαι, πάντως καὶ ἄκων πολλάκις ἐπιμελήσῃ τῆς σωφροσύνης, καὶ οὔτε εἰς μέθην, οὔτε εἰς ἀδηφαγίαν κατενεχθήσῃ ποτέ· ἡ γὰρ φροντὶς καὶ ἡ προσδοκία τῆς εἰς τὴν ἐκκλησίαν ἀφίξεως παιδεύει μετὰ τῆς προσηκούσης εὐκοσμίας, καὶ τροφῆς καὶ ποτοῦ μεταλαμβάνειν, ἵνα   μὴ  εἰσελθὼν   καὶ   τοῖς   ἀδελφοῖς   ἀναμιχθεὶς,   εἶτα   ἀποπνέων   οἴνου   καὶ ἐρευγόμενος ἀτάκτως, καταγελασθῇς παρὰ τῶν παρόντων ἁπάντων. Ταῦτα οὐ πρὸς ὑμᾶς λέγω νῦν, ἀλλὰ πρὸς τοὺς ἀπολειφθέντας  ὑμῶν, ἵνα δι' ὑμῶν ταῦτα μάθωσιν. Οὐ γὰρ τὸ φαγεῖν  κώλυμα ἀκροάσεως, ἀλλὰ τὸ ῥᾳθυμεῖν· σὺ δὲ κατάγνωσιν  εἶναι νομίζων τὸ μὴ νηστεῦσαι, καὶ ἕτερον προστίθης ἔγκλημα πολλῷ μεῖζον καὶ χαλεπώτερον, τὸ μὴ τῆς ἱερᾶς ταύτης μετασχεῖν τραπέζης, καὶ θρέψας σου τὸ σῶμα, κατατήκεις λιμῷ τὴν ψυχήν· καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἐπὶ μὲν γὰρ τῆς νηστείας ἴσως ἔχεις σώματος ἀσθένειαν προβαλέσθαι· ἐπὶ δὲ ἀκροάσεως τί ἂν ἔχοις εἰπεῖν; οὐ γὰρ δὴ σώματος ἀσθένεια κωλύει τῶν θείων λογίων  μετασχεῖν. Εἰ μὲν γὰρ ἔλεγον· Μηδεὶς ἠριστηκὼς συμμιγέσθω, μηδεὶς φαγὼν  ἀκροάσθω, εἶχές  τινα  συγγνώμην· νυνὶ  δὲ ὅταν ἡμεῖς ἕλκωμεν,  καὶ ἐπισπώμεθα, καὶ πρὸς ἑαυτοὺς καλῶμεν,  ποίαν ἕξετε ἀπολογίαν ἀποπηδῶντες; Καὶ γὰρ ἀνεπιτήδειος ὁ ἀκροατὴς ἐκεῖνος ἂν γένοιτο, οὐχ ὁ φαγὼν  καὶ πιὼν,  ἀλλ' ὁ μὴ προσέχων τοῖς λεγομένοις,  ὁ χασμώμενος καὶ ἐκλελυμένος,   καὶ   τὸ   μὲν   σῶμα   ἐνταῦθα   ἔχων,   τὴν   δὲ   διάνοιαν   ἀλλαχοῦ πλανωμένην·  οὗτος κἂν νηστεύῃ, πρὸς ἀκρόασίν ἐστιν ἄχρηστος· ὁ μέντοι διεγηγερμένος  καὶ  νήφων  καὶ  συντείνων  ἑαυτοῦ  τὴν  διάνοιαν,  κἂν  φαγὼν  καὶ πεπωκὼς  ᾖ, πάντων  ἐπιτηδειότατος  ἀκροατὴς ἂν ἡμῖν γένοιτο. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων καὶ βουλευτηρίων εἰκότως ὁ νόμος οὗτος ἐκράτησεν· οὐδὲ γὰρ ἴσασι φιλοσοφεῖν·  διὸ  οὐδὲ  ἐσθίουσιν  ὥστε  τραφῆναι,  ἀλλ'  ὥστε  διαῤῥαγῆναι· πίνουσι  γὰρ ὑπὲρ κόρον  πολλάκις·  διὰ  τοῦτο  ἑαυτοὺς  ἀχρήστους πρὸς τὴν  τῶν πραγμάτων οἰκονομίαν καθιστῶντες, καὶ δικαστήρια καὶ βουλευτήρια ἀποκλείουσι δείλης καὶ μεσημβρίας. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μὴ γένοιτο· ἀλλ' ὁ φαγὼν  τῷ νηστεύοντι  κατὰ  τὴν  τῆς  ψυχῆς  σωφροσύνην  ἐφάμιλλος   ἔσται·  οὐ  γὰρ  ὥστε διαῤῥῆξαι τὴν  γαστέρα, οὐδὲ ὥστε σκοτῶσαι τὸν λογισμὸν ἐσθίει καὶ πίνει,  ἀλλ' ὥστε τὸ σῶμα ἠσθενηκὸς ἀνακτήσασθαι.
βʹ. Ἀλλὰ τῆς μὲν παραινέσεως ταύτης ἅλις, ὥρα δὲ λοιπὸν  τῆς ὑποθέσεως ἅψασθαι· καίτοι  γε  ἀναδύεται  καὶ  ὀκνεῖ  πρὸς  τὴν  διδασκαλίαν  ταύτην  ἡμῖν  ὁ
λογισμὸς διὰ τοὺς μὴ παραγενομένους. Καὶ καθάπερ μήτηρ φιλόστοργος τράπεζαν ἔχουσα παραθεῖναι, τῶν παίδων μὴ παρόντων ἁπάντων  ἀλγεῖ καὶ ὀδυνᾶται· τοῦτο δὴ  κἀγὼ  πάσχω  νῦν,  καὶ  τῶν  ἀδελφῶν  τῶν  ἡμετέρων  ἐννοῶν  τὴν  ἀπουσίαν,
ἀναδύομαι πρὸς τὴν ἔκτισιν· ἀλλ' ὑμεῖς κύριοι τὸν ὄκνον τοῦτον ἐκβαλεῖν. Εἰ γὰρ ὑπόσχοισθέ μοι μετὰ ἀκριβείας ἅπαντα πρὸς ἐκείνους διαπορθμεύσειν, 49.105 μετὰ
προθυμίας  ἡμεῖς  ἅπαντα  καταβαλοῦμεν  ὑμῖν·  οὕτω  γὰρ  ἐκείνοις  τε  ἔσται  τῆς ἀπουσίας παραμυθία τῆς ὑμετέρας ἀγάπης ἡ διδασκαλία, ὑμεῖς τε προσεκτικώτερον ἡμῶν ἀκούσεσθε, εἰδότες ὅτι καὶ πρὸς ἑτέρους ὑμῖν ἀπαγγεῖλαι ταῦτα ἀνάγκη. Ἵνα
οὖν σαφέστερος ἡμῖν ὁ λόγος γένηται, ἄνωθεν ἀναλαβόντες αὐτὸν εἴπωμεν. Ἐζητοῦμεν τοίνυν  πρώην τίνος ἕνεκεν μετὰ ἔτη τοσαῦτα ἐδόθησαν αἱ Γραφαί· οὐ γὰρ ἐπὶ τοῦ Ἀδὰμ, οὐδὲ ἐπὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, ἀλλὰ ἐπὶ τοῦ Μωϋσέως ἐδόθη
τοῦτο τὸ βιβλίον· καὶ πολλῶν  ἀκούω λεγόντων,  ὅτι, εἰ χρήσιμον ἦν, ἐξ ἀρχῆς ἔδει δοθῆναι· εἰ δὲ ἄχρηστον ἦν, οὐδὲ μετὰ ταῦτα δοθῆναι ἐχρῆν. Ἀλλ' ἕωλος οὗτος ὁ λογισμός· οὐ γὰρ δὴ πάντως, εἴ τι χρήσιμον μετὰ ταῦτα, ἐξ ἀρχῆς ὀφείλει δίδοσθαι·
οὐδὲ εἴ τι παρὰ τὴν ἀρχὴν ἐδόθη, τοῦτο πάντως ὀφείλει καὶ μετὰ ταῦτα μένειν. Ἐπεὶ καὶ τὸ γάλα χρήσιμον, ἀλλ' οὐ διηνεκῶς  δίδοται, ἀλλὰ παισὶν οὖσιν ἡμῖν δίδοται μόνον· καὶ ἡ στερεὰ τροφὴ χρήσιμος, ἀλλ' οὐδεὶς ἡμῖν ἐν ἀρχῇ μεταδίδωσιν αὐτῆς,
ἀλλ' ἐπειδὰν τὴν παιδικὴν  ἐξέλθωμεν  ἡλικίαν· πάλιν  τὸ θέρος χρήσιμον, ἀλλ' οὐ

διαπαντὸς φαίνεται· καὶ ὁ χειμὼν ἐπιτήδειος, ἀλλὰ καὶ οὗτος ὑπεξίσταται. Τί οὖν; αἱ Γραφαὶ, φησὶν, οὐκ εἰσὶ χρήσιμοι; Χρησιμώταται μὲν οὖν καὶ ἀναγκαιόταται. Τίνος οὖν ἕνεκεν, φησὶν, ἐξ ἀρχῆς ἡμῖν οὐκ ἐδόθησαν; Ὅτι οὐ διὰ γραμμάτων, ἀλλὰ διὰ πραγμάτων, ἠβούλετο παιδεύειν τῶν ἀνθρώπων  τὴν φύσιν ὁ Θεός. Τί ποτέ ἐστι διὰ πραγμάτων;  ∆ιὰ  τῆς  κτίσεως  αὐτῆς.  Εἰς τοῦτο  γοῦν  τὸ  κεφάλαιον  ἐμπεσὼν  ὁ Ἀπόστολος, καὶ πρὸς Ἕλληνας ἀποτεινόμενος τοὺς λέγοντας, ὅτι Οὐκ ἐμάθομεν ἐξ ἀρχῆς παρὰ τῶν Γραφῶν θεογνωσίαν, ὅρα πῶς ἀπελογήσατο. Εἰπὼν γὰρ, ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν  τὴν  ἀλήθειαν  ἐν  ἀδικίᾳ  κατεχόντων,  ἐπειδὴ  εἶδεν  ἀντίθεσιν  ἀντιπίπτουσαν αὐτῷ, καὶ πολλοὺς ἀντερωτῶντας, ὅτι Καὶ πόθεν ᾔδεσαν Ἕλληνες τὴν ἀλήθειαν τοῦ Θεοῦ; ἐπήγαγε λέγων· ∆ιότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Καὶ πῶς φανερόν ἐστιν ἐν αὐτοῖς; πῶς δὲ ἠδύναντο εἰδέναι Θεὸν, καὶ τίς ἔδειξεν; εἰπέ. Ὁ γὰρ Θεὸς ἐφανέρωσεν αὐτοῖς, φησί. Ποίῳ τρόπῳ; ποῖον προφήτην  πέμψας; τίνα εὐαγγελιστήν; ποῖον διδάσκαλον, εἰ αἱ Γραφαὶ μηδέπω ἦσαν; Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὴν κτίσιν εἰς μέσον προέθηκε πρὸ τῶν ὀφθαλμῶν πάντων, ἵνα ἀπὸ τῶν ἔργων τὸν δημιουργὸν στοχάζωνται· ὅπερ οὖν καὶ ἕτερος ἔλεγεν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς  αὐτῶν  καθορᾶται.  Εἶδες τὸ  μέγεθος;  θαύμασον  τὴν  δύναμιν  τοῦ ποιήσαντος. Εἶδες τὸ κάλλος; ἐκπλάγηθι τὴν σοφίαν τοῦ κοσμήσαντος· ὅπερ οὖν καὶ ὁ προφήτης ἐμφαίνων ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ Θεοῦ. Πῶς, εἰπέ μοι, διηγοῦνται;  φωνὴν  οὐκ ἔχουσι, στόμα οὐ κέκτηνται,  γλῶττα  παρ' αὐτοῖς οὐκ ἔστι, πῶς  οὖν  διηγοῦνται;  ∆ιὰ τῆς  ὄψεως  αὐτῆς·  ὅταν  γὰρ  ἴδῃς  τὸ  κάλλος,  τὸ μέγεθος, τὸ ὕψος, τὴν θέσιν, τὸ σχῆμα, τὸ πρὸς τοσοῦτον χρόνον  διαρκὲς, ὥσπερ φωνῆς  ἀκούων, καὶ διδασκόμενος διὰ τῆς ὄψεως, προσκυνεῖς τὸν ποιήσαντα σῶμα καλὸν οὕτω καὶ παράδοξον. Σιγᾷ ὁ οὐρανὸς, ἀλλ' ἡ ὄψις αὐτοῦ φωνὴν  σάλπιγγος λαμπροτέραν ἀφίησι, δι' ὀφθαλμῶν ἡμᾶς, οὐ δι' ἀκοῆς παιδεύουσα· καὶ γὰρ πέφυκεν αὕτη ἐκείνης ἡ αἴσθησις καὶ πιστοτέρα εἶναι καὶ 49.106 σαφεστέρα. Εἰ μὲν γὰρ διὰ βιβλίων ἐπαίδευσε καὶ διὰ γραμμάτων, ὁ μὲν εἰδὼς γράμματα ἔμαθεν ἂν τὰ ἐγγεγραμμένα,  ὁ δὲ οὐκ εἰδὼς  ἀπῆλθεν  ἂν  μηδὲν  ἐκεῖθεν  ὠφεληθεὶς,  εἰ μή τις ἐνήγαγεν ἕτερος· καὶ ὁ μὲν εὔπορος ἐπρίατο ἂν τὸ βιβλίον, ὁ δὲ πένης οὐκ ἂν ἴσχυσε κτήσασθαι· πάλιν ὁ μὲν τὴν φωνὴν  ἐκείνην εἰδὼς τὴν διὰ τῶν γραμμάτων σημαινομένην ἔγνω ἂν τὰ ἐγκείμενα, ὁ δὲ Σκύθης, καὶ ὁ βάρβαρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Αἰγύπτιος, καὶ πάντες  οἱ τῆς γλώττης  ἐκείνης  ἀπεστερημένοι ἀπῆλθον  ἂν μηδὲν μαθόντες· ἐπὶ δὲ τοῦ οὐρανοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλὰ καὶ Σκύθης, καὶ βάρβαρος, καὶ Ἰνδὸς, καὶ Αἰγύπτιος, καὶ πᾶς ἄνθρωπος ἐπὶ τῆς γῆς βαδίζων ταύτης ἀκούσεται τῆς φωνῆς·  οὐ γὰρ δι' ὤτων,  ἀλλὰ καὶ δι' ὄψεως εἰς τὴν διάνοιαν  ἐμπίπτει  τὴν ἡμετέραν. Ἡ δὲ τῶν ὁρωμένων ἀντίληψις  μία τίς ἐστι, καὶ οὐ διάφορος, καθάπερ ἡ τῶν γλωσσῶν· εἰς τοῦτο καὶ ἰδιώτης καὶ σοφὸς δυνήσεται τὸ βιβλίον ὁμοίως ἰδεῖν, καὶ πένης καὶ πλούσιος, καὶ ὅπουπερ ἄν τις ἀφίκηται, ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἀρκοῦσαν λήψεται διδασκαλίαν ἀπὸ τῆς θεωρίας· ὅπερ καὶ αὐτὸς ὁ προφήτης αἰνιττόμενος καὶ δεικνὺς, ὅτι φωνὴν ἡ κτίσις ἀφίησι καὶ βαρβάροις καὶ Ἕλλησι καὶ πᾶσιν ἁπλῶς ἀνθρώποις εὐσύνοπτον, οὕτως ἔλεγεν· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐκ ἔστιν ἔθνος, οὐδὲ γλῶττα,  φησὶν, ἡ μὴ δυναμένη συνιέναι τῆς φωνῆς  ταύτης· ἀλλὰ τοιοῦτος αὐτῶν ἐστιν ὁ φθόγγος, ὥστε δύνασθαι ὑπὸ πάντων  ἀνθρώπων  ἀκούεσθαι, καὶ οὐχὶ τοῦ οὐρανοῦ μόνον, ἀλλὰ καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός. Καὶ πῶς τῆς ἡμέρας καὶ τῆς νυκτός;  οὗτος μὲν γὰρ καὶ διὰ τοῦ κάλλους,  καὶ διὰ τοῦ μεγέθους, καὶ διὰ τῶν ἄλλων  ἁπάντων  ἐκπλήττει  τοὺς θεατὰς, καὶ πρὸς τὸ θαῦμα τοῦ δημιουργήσαντος

αὐτὸν παραπέμπει, ἡ δὲ ἡμέρα καὶ ἡ νὺξ τί τοιοῦτον ἂν ἔχοιεν ἡμῖν ἐπιδείξασθαι; Τοιοῦτον μὲν οὐδὲν, ἕτερα δὲ οὐκ ἐλάττονα τούτων, τὸν ῥυθμὸν, τὴν τάξιν τὴν μετ' ἀκριβείας ἁπάσης. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὸν ἐνιαυτὸν  ἅπαντα διενείμαντο,  καὶ καθάπερ ἐν ζυγῷ καὶ πλάστιγγι τοῦ παντὸς διαστήματος τὸ μῆκος διείλαντο, ἐκπλαγήσῃ τὸν τάξαντα. Καθάπερ γάρ τινες  ἀδελφαὶ  τὸν πατρῷον  διανειμάμεναι κλῆρον μετὰ πολλῆς τῆς ἀγάπης, οὐδὲ τὸ τυχὸν ἀλλήλαις  ἐπηρεάζουσαι· οὕτω δὴ καὶ ἡ ἡμέρα καὶ ἡ νὺξ μετὰ ἀκριβείας πάσης τὸν ἐνιαυτὸν  ἐν ἰσομοιρίᾳ τοσαύτῃ διενείμαντο,  καὶ τοὺς οἰκείους διατηροῦσιν ὅρους, καὶ οὐδέποτε ἑτέρα τὴν ἑτέραν ἐξώθησεν· οὐδέποτε οὖν ἐν χειμῶνι  μακρὰ γέγονεν  ἡ ἡμέρα, ὥσπερ οὐδέποτε ἐν θέρει  μακρὰ γέγονεν  ἡ  νὺξ,  τοσούτων  παρελθουσῶν  γενεῶν·  ἀλλ'  ἐν  τοσούτῳ διαστήματι καὶ μήκει, οὐδὲ ἀκαριαῖον, οὐχ ἡμιώριον, οὐ ῥιπὴν ὀφθαλμοῦ ἡ ἑτέρα τὴν ἑτέραν ἐπλεονέκτησε.
γʹ. ∆ιὰ ταῦτα καὶ ὁ ψαλμῳδὸς  ἐκπλαγεὶς  αὐτῶν  τὴν ἰσότητα, ἐβόα λέγων· Νὺξ νυκτὶ  ἀναγγέλλει  γνῶσιν.  Ἂν  ταῦτα εἰδῇς φιλοσοφεῖν,  θαυμάσεις τὸν οὕτω
παρὰ τὴν ἀρχὴν τάξαντα  τοὺς ἀκινήτους  τούτους ὅρους. Ἀκουέτωσαν τούτων  οἱ πλεονέκται  καὶ τῶν ἀλλοτρίων  ἐφιέμενοι  χρημάτων, καὶ μιμείσθωσαν ἡμέρας καὶ
νυκτὸς τὴν ἰσότητα· ἀκουέτωσαν οἱ πεφυσιωμένοι  καὶ μεγαλοφρονοῦντες,  καὶ μὴ βουλόμενοι τῶν πρωτείων  ἑτέροις παραχωρεῖν. Ἡ ἡμέρα τῇ νυκτὶ παραχωρεῖ, καὶ οὐκ ἐπιβαίνει  τοῖς  ἀλλοτρίοις  ὅροις· σὺ δὲ ἀεὶ τιμῆς  ἀπολαύων  οὐκ ἀνέχῃ  τοῖς
ἀδελφοῖς μεταδοῦναι ταύτης; Καὶ σκόπει 49.107 μοι νομοθέτου σοφίαν. Ἐν χειμῶνι μακρὰν   ἔταξεν   εἶναι   49.107  τὴν   νύκτα,   ὅτε   ἁπαλώτερα   τὰ   σπέρματα  καὶ καταψύχεσθαι δεόμενα μᾶλλον, καὶ θερμοτέρας οὐκ ἀνέχεται τῆς ἀκτῖνος· ἐπειδὰν
δὲ αὐξηθῇ, συναύξεται πάλιν  αὐτοῖς ἡ ἡμέρα, καὶ τότε γίνεται  μακροτέρα, ὅταν ὁ καρπὸς  ἀκμάζῃ  λοιπόν.   Οὐ  τοῖς  σπέρμασι  δὲ  τοῦτο,  ἀλλὰ  καὶ  τοῖς  σώμασιν ἐπιτήδειον. Ἐπειδὰν γὰρ τοῦ χειμῶνος καὶ ναύτης, καὶ κυβερνήτης, καὶ ὁδοιπόρος,
καὶ στρατιώτης, καὶ γεωργὸς τὰ πολλὰ οἴκοι κάθηνται τῷ κρυμῷ συνδεδεμένοι, καὶ ἀργίας καιρὸς ὁ τοῦ χειμῶνός  ἐστι, τὸ πλέον τοῦ χρόνου εἰς νύκτα ἀναλίσκεσθαι ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ περιττὸν ᾖ τῆς ἡμέρας τὸ μῆκος, οὐδὲν δυναμένων  ποιεῖν
τῶν  ἀνθρώπων.  Τί ἄν τις εἴποι τῶν  ὡρῶν  τὴν εὐταξίαν; πῶς καὶ αὗται καθάπερ παρθένοι   τινὲς   χορεύουσαι   ἐν   κύκλῳ   μετὰ   πολλῆς   τῆς   εὐταξίας   ἀλλήλας διαδέχονται, καὶ κατὰ μικρὸν καὶ ἀψοφητὶ πρὸς τὰς ἐναντίας αἱ μέσαι διαβιβάζουσαι
οὐ παύονται;  ∆ιὰ τοῦτο οὔτε ἀπὸ χειμῶνος  ἡμᾶς διαδέχεται  θέρος, οὔτε ἐκεῖθεν χειμὼν  εὐθέως, ἀλλὰ μέσον παρεμβέβληται τὸ ἔαρ, ὥστε ἠρέμα καὶ κατὰ μικρὸν διαδεχομένων  ἡμῶν, πεπυκνωμένα τὰ σώματα ἀλύπως προσάγειν τῷ θέρει. Ἐπειδὴ
γὰρ αἱ ἀθρόαι πρὸς τὸ ἐναντίον μεταβολαὶ νόσον καὶ βλάβην τίκτουσι τὴν ἐσχάτην,
ᾠκοδόμησεν ὁ Θεὸς ἀπὸ μὲν τοῦ χειμῶνος  ἡμᾶς τὸ ἔαρ διαδέχεσθαι, ἀπὸ δὲ τοῦ ἔαρος τὸ θέρος, ἀπὸ δὲ τοῦ θέρους τὸ μετόπωρον, καὶ οὕτω τῷ χειμῶνι παραπέμπειν, ὥστε ἀβλαβεῖς καὶ κατὰ μικρὸν τὰς μεταβολὰς τὰς ἐκ τῶν ἐναντίων  ὡρῶν διὰ τῶν μέσων  ἡμῖν  ἐγγίνεσθαι.  Τίς  οὖν  οὕτως  ἄθλιος  καὶ  ταλαίπωρος,  ὃς  ὁρῶν  μὲν οὐρανὸν, ὁρῶν δὲ θάλατταν  καὶ γῆν, ὁρῶν δὲ τοσαύτην ὡρῶν  εὐκρασίαν οὕτως ἀκριβῆ,  καὶ  ἡμέρας  καὶ  νυκτὸς  ἀδιάπτωτον   τάξιν,  νομίζειν  αὐτομάτως  ταῦτα γενέσθαι, ἀλλὰ  μὴ προσκυνεῖν τὸν  ἅπαντα  ταῦτα  μετὰ σοφίας τῆς προσηκούσης διαταξάμενον; Ἔχω τι καὶ πλέον τούτων  εἰπεῖν· οὐ γὰρ δὴ μόνον τὸ μέγεθος καὶ κάλλος, ἀλλὰ καὶ αὐτὸς ὁ τρόπος τῆς δημιουργίας ἐμφαίνει  τὸν συγκροτοῦντα τὰ πάντα  Θεόν. Ἐπειδὴ γὰρ κτίζοντι  καὶ δημιουργοῦντι  πάντα  παρὰ τὴν  ἀρχὴν  οὐ παρῆμεν, οὐδὲ εἰ παρῆμεν, εἴδομεν ἂν πῶς ἐγένετο, τῆς ἀοράτου δυνάμεως  αὐτὰ κατασκευαζούσης, αὐτὸν τὸν τρόπον τῆς δημιουργίας ἡμῖν ἄριστον ἐποίησεν ἐγγενέσθαι  διδάσκαλον, ὑπὲρ φύσεως  ἀκολουθίαν  συνθεὶς  ἅπαντα  τὰ  γενόμενα. Τάχα  ἀσαφέστερόν  ἐστιν  ὅπερ  εἶπον·  οὐκοῦν  ἀνάγκη  σαφέστερον  τοῦτο  πάλιν

εἰπεῖν· Πάντες ἂν ὁμολογήσαιεν, ὅτι φύσεώς ἐστιν ἀκολουθία τὸ ὕδωρ ὑπὲρ τὴν γῆν φέρεσθαι, ἀλλ' οὐχὶ τὴν γῆν  ἐπὶ τῶν  ὑδάτων·  ἡ μὲν γὰρ γῆ πυκνή  τις οὖσα καὶ σκληρὰ καὶ ἀντίτυπος καὶ συνεχὴς, ῥᾳδίως δύναται στέγειν τῶν ὑδάτων τὴν φύσιν· τὸ δὲ ὕδωρ ῥυτὸν ὂν καὶ χαῦνον, μαλακόν τε καὶ διαῤῥέον, καὶ τοῖς ἐμπίπτουσιν εἶκον  ἅπασιν,  οὐδὲν  ἂν  δυνηθείη   σῶμα  στέγειν,  κἂν  σφόδρα  κουφότατον   ᾖ· πολλάκις γοῦν ψηφῖδος μικρᾶς ἐμπεσούσης εἶξε, καὶ παρεχώρησε, καὶ πρὸς τὸ βάθος αὐτὴν  παρέπεμψεν.  Ὅταν οὖν  ἴδῃς  οὐχὶ  ψηφῖδα  μικρὰν, ἀλλὰ  τὴν  γῆν  ἅπασαν ὑπεράνω τῶν ὑδάτων φερομένην καὶ μὴ καταποντιζομένην, θαύμασον τὴν δύναμιν τὴν ὑπὲρ φύσιν ταῦτα θαυματουργοῦσαν. Καὶ πόθεν τοῦτο δῆλον, ὅτι ἡ γῆ ὑπεράνω τῶν ὑδάτων φέρεται; Ὁ προφήτης τοῦτό φησιν, οὕτω λέγων· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ πάλιν, Τῷ θεμελιώσαντι τὴν γῆν ἐπὶ τῶν  ὑδάτων. Τί λέγεις; ψηφῖδα  μικρὰν ὕδωρ ἐπὶ τῶν  νώτων  οὐκ ἂν δυνηθείη βαστάσαι, καὶ γῆν τοσαύτην φέρει, καὶ ὄρη, καὶ βουνοὺς, καὶ πόλεις, καὶ φυτὰ, καὶ ἀνθρώπους. καὶ ἄλογα, καὶ οὐ καταποντίζεται; τί λέγω, οὐ καταποντίζεται; πῶς κάτω 49.108 θεν ὁμιλοῦντος αὐτῇ τοῦ ὕδατος τοσοῦτον χρόνον οὐ διελύθη καὶ πηλὸς  γέγονε  τὸ  πᾶν;  Εἰ γὰρ  ξύλων  φύσις  ὕδασι βραχὺν  ἐνδιατρίψασα  χρόνον σήπεται καὶ διαλύεται· καὶ τί λέγω ξύλων φύσις, τί σιδήρου γένοιτ' ἂν εὐτονώτερον; ἀλλὰ  καὶ  οὗτος  χαυνοῦται  πολλάκις,  ὅταν  διαπαντὸς  ἐν  ὕδατι  μένῃ·  καὶ  μάλα εἰκότως· καὶ γὰρ καὶ αὐτὸς ἀπὸ γῆς ἔχει τὴν ὕπαρξιν. ∆ιὰ τοῦτο πολλοὶ τῶν δραπετευόντων  οἰκετῶν, ἐπειδὰν τὰς πέδας καὶ τὰς ἁλύσεις ἐπισυρόμενοι φύγωσι, παρὰ ῥύακας ὑδάτων ἐλθόντες, καὶ δεδεμένους ἐναποθέμενοι τοὺς πόδας τοῖς ὕδασι, καὶ χαυνότερον  ταύτῃ ποιήσαντες τὸν σίδηρον, ῥᾳδίως λίθῳ  παίοντες  διακλῶσιν. Εἶτα σίδηρος μὲν χαυνοῦται,  καὶ ξύλα σήπεται, καὶ λίθοι φθείρονται  ὑπὸ τῆς τῶν ὑδάτων  φύσεως,  γῆς  δὲ  ὄγκος  τοσοῦτος  ἐπὶ  τοσοῦτον  χρόνον  ἐπικείμενος  τοῖς ὕδασιν, οὔτε κατεποντίσθη, οὔτε διελύθη καὶ ἀπώλετο. δʹ. Καὶ τίς οὐκ ἂν ἐκπλαγείη ταῦτα καὶ θαυμάσειε, καὶ θαῤῥῶν ἂν εἴποι, οὐχὶ φύσεως εἶναι ἔργα, ἀλλὰ τῆς ὑπὲρ φύσιν Προνοίας; ∆ιὰ ταῦτά τίς φησιν· Ὁ κρεμάσας τὴν γῆν ἐπ' οὐδενός· ἄλλος δέ τις, Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· καὶ, ὅτι Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Καὶ δοκεῖ μὲν ἐναντία ταῦτα εἶναι, πολλὴν δὲ ἔχει τὴν συμφωνίαν. Ὁ γὰρ εἰπὼν, ὅτι Ἐπὶ τῶν  ὑδάτων  ἐθεμελίωσεν αὐτὴν, ταυτὸν εἶπε τῷ εἰρηκότι, ὅτι ἐπ' οὐδενὸς αὐτὴν ἐκρέμασε· τὸ γὰρ ἐπὶ ὑδάτων ἑστάναι ἴσον ἐστὶ τοῦ κρέμασθαι ἐπ' οὐδενός. Ποῦ οὖν κρέμαται καὶ ἕστηκεν; Ἄκουσον τοῦ αὐτοῦ λέγοντος· Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· οὐχ ὅτι χεῖρας ἔχει ὁ Θεὸς, ἀλλ' ἵνα μάθῃς ὅτι ἡ δύναμις αὐτοῦ ἡ προνοοῦσα πάντων,  αὕτη ἐστὶν ἡ συγκρατοῦσα καὶ διαβαστάζουσα τὸ σῶμα τῆς γῆς. Ἀλλ' οὐ πείθῃ τοῖς εἰρημένοις; Πίστευσον τοῖς ὁρωμένοις· καὶ γὰρ καὶ ἐφ' ἑτέρου στοιχείου τὴν θαυματουργίαν ταύτην ἔστιν εὑρεῖν. Τοῦ γὰρ πυρὸς ἡ φύσις ἀνωφερής τίς ἐστι καὶ  πρὸς  τὸ  ὕψος   ἀεὶ  πηδᾷν   καὶ  ἅλλεσθαι   πέφυκε,   κἂν   μυρία  βιάσῃ  καὶ καταναγκάσῃς, οὐκ ἂν ἀνάσχοιτο τῆς κάτω φορᾶς. Πολλάκις γοῦν δᾷδα καιομένην λαβόντες,  καὶ κατὰ  κεφαλῆς  κλίναντες  τοῦ πυρὸς τὴν  ὁρμὴν οὐκ ἠναγκάσαμεν κάτω νεῦσαι, ἀλλὰ καὶ οὕτως ἄνω τρέχει, καὶ πρὸς τὸ ὕψος ἐπείγεται κάτωθεν· ἐπὶ δὲ τοῦ ἡλίου τοὐναντίον ἅπαν ἐποίησεν ὁ Θεός· τὰς γὰρ ἀκτῖνας αὐτοῦ πρὸς τὴν γῆν ἔτρεψε, καὶ τὸ φῶς κάτω νεύειν ἐποίησε, μονονουχὶ λέγων αὐτῷ διὰ τοῦ σχήματος· Κάτω βλέπε, φησὶ, καὶ τοῖς ἀνθρώποις φαῖνε· διὰ γὰρ ἐκείνους ἐγένου. Καὶ λύχνου μὲν φλὸξ οὐκ ἂν ἀνάσχοιτο τοῦτο παθεῖν, ἄστρον δὲ οὕτω μέγα καὶ θαυμαστὸν κάτω νεύει,  καὶ  πρὸς  τὴν  γῆν  βλέπει  ἀπεναντίας  τῷ  πυρὶ,  διὰ  τὴν  τοῦ  κελεύσαντος δύναμιν. Βούλει καὶ ἕτερον εἴπω τοιοῦτον; Τὰ νῶτα τοῦ οὐρανοῦ τοῦ φαινομένου ὕδατα περιλαμβάνει πάντοθεν, καὶ οὐ καταῤῥεῖ, οὐδὲ ἐξίσταται, καίτοι γε οὐκ ἔστι τοιαύτη τῶν ὑδάτων ἡ φύσις· ἀλλ' εἰς μὲν τὰ κοῖλα συντρέχει ῥᾳδίως· ἐπειδὰν δὲ κεκυρτωμένον ᾖ σῶμα, διολισθαίνει πάντοθεν, καὶ οὐκ ἂν αὐτοῦ οὐδὲ μικρὸν σταίη

μέρος ἐπὶ τοῦ τοιούτου σχήματος. Ἀλλ' ἰδοὺ τὸ παράδοξον τοῦτο γέγονεν  ἐπὶ τῶν οὐρανῶν· καὶ τοῦτο αὐτὸ πάλιν ὁ προφήτης αἰνιττόμενος λέγει· Αἰνεῖτε τὸν Κύριον, τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. Καὶ οὔτε τὸ ὕδωρ τὸν ἥλιον ἔσβεσεν, οὔτε ὁ ἥλιος ἐπὶ τοσοῦτον χρόνον  βαδίζων κάτωθεν  τὸ ἐπικεί 49.109 μενον ἀνεξήρανεν ὕδωρ. Βούλει σε πάλιν  εἰς τὴν γῆν καταγάγωμεν,  καὶ τὸ θαῦμα ἐπιδείξωμεν; Οὐχ ὁρᾷς ταυτηνὶ  τὴν θάλατταν,  τὴν κυμάτων  γέμουσαν καὶ πνευμάτων  βιαίων; ἀλλ' αὕτη ἡ θάλαττα ἡ εὐρύχωρος καὶ μεγάλη καὶ μαινομένη ἀσθενεῖ ψάμμῳ τειχίζεται. Καὶ σκόπει Θεοῦ σοφίαν· οὐκ ἀφῆκεν  αὐτὴν ἡσυχάζειν οὐδὲ ἠρεμεῖν, ἵνα μὴ τῆς φύσεως αὐτῆς εἶναι νομίσῃς τὴν εὐταξίαν, ἀλλ' ἔνδον μένουσα βοᾷ, καὶ ταράττεται, καὶ μεγάλα ἠχεῖ, καὶ τὰ κύματα πρὸς ὕψος διανίστησιν ἄφατον· ἐπειδὰν δὲ ἔλθῃ πρὸς τοὺς αἰγιαλοὺς, καὶ τὴν ψάμμον ἴδῃ, διαλυθεῖσα πρὸς ἑαυτὴν πάλιν ἐπάνεισι, δι' ἀμφοτέρων σε τούτων διδάσκουσα, ὅτι οὐχὶ φύσεως ἔργον ἐστὶ τὸ μένειν αὐτὴν εἴσω τῶν οἰκείων ὅρων, ἀλλὰ τῆς τοῦ κατέχοντος αὐτὴν δυνάμεως. ∆ιὰ τοῦτο γοῦν καὶ ἀσθενὲς τὸ τειχίον  ἐποίησε, καὶ οὐ ξύλα καὶ λίθους  οὐδὲ ὄρη τοῖς αἰγιαλοῖς περιέβαλε τούτοις, ἵνα μὴ τούτοις λογίσῃ τοῦ στοιχείου τὴν εὐταξίαν. Τοῦτο γοῦν καὶ αὐτός ποτε τοῖς Ἰουδαίοις ὀνειδίζων ἔλεγεν· Ἐμὲ οὐ φοβηθήσεσθε τὸν τάξαντα ἄμμον  ὅριον  τῇ  θαλάσσῃ,  καὶ  οὐχ  ὑπερβήσεται;  Οὐ τοῦτο  δὲ  μόνον  ἐστὶ  τὸ θαυμαστὸν, ὅτι μέγαν καὶ θαυμαστὸν τὸν κόσμον ἐποίησεν, οὐδ' ὅτι ὑπὲρ φύσεως ἀκολουθίαν  αὐτὸν συνέπηξεν, ἀλλ' ὅτι καὶ ἐξ ἐναντίων  αὐτὸν συνέστησε, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, πυρὸς καὶ ὕδατος, γῆς καὶ ἀέρος· καὶ τὰ ἐναντία ταῦτα στοιχεῖα, ἀφ' ὧν τόδε τὸ πᾶν συνέστηκεν, ἀλλήλοις  μαχόμενα ὑπ' ἀλλήλων  οὐκ ἀνηλώθη,  οὐ τὸ πῦρ ἐπέδραμε καὶ ἀνῆψεν  ἅπαντα, οὐ τὸ ὕδωρ ἐπελθὸν ἐπέκλυσε τὴν οἰκουμένην. Ἀλλ' ἐπὶ μὲν τῶν σωμάτων τῶν ἡμετέρων ταῦτα γίνεται, καὶ χολῆς αὐξανομένης τίκτεται πυρετὸς, καὶ τῷ παντὶ ζώῳ λυμαίνεται· καὶ φλέγματος πλεονάζοντος  πολλὰ νοσήματα φύεται, καὶ διαφθείρει  τὸ ζῶον. Ἐπὶ δὲ τοῦδε τοῦ παντὸς οὐδὲν τούτων συνέβη, ἀλλ' ἕκαστον μένει καθάπερ τινὶ χαλινῷ  καὶ δεσμῷ τῷ βουλήματι τοῦ ποιήσαντος τοὺς οἰκείους διαφυλάττον ὅρους, καὶ ἡ μάχη τούτων εἰρήνης  αἰτία  γίνεται  τῷ  παντί.  Ταῦτα οὐχὶ  καὶ  τυφλῷ  δῆλα,  καὶ  τοῖς  σφόδρα ἀνοήτοις εὐσύνοπτα, ὅτι ἐκ προνοίας τινὸς γέγονε καὶ συγκρατεῖται; Τίς γὰρ οὕτως ἄφρων καὶ ἀναίσθητος, ὃς ὁρῶν τοσοῦτον σωμάτων ὄγκον, τοσοῦτον κάλλος, τοσαύτην  σύνθεσιν,  τοιούτων   στοιχείων   μάχην   διηνεκῆ   καὶ  ἐναντίωσιν,   καὶ διαμονὴν,  μὴ λογίσασθαι πρὸς ἑαυτὸν καὶ εἰπεῖν,  ὅτι εἰ μὴ πρόνοιά τις ἦν ἡ τὸν ὄγκον τῶν  σωμάτων διακρατοῦσα, καὶ μὴ συγχωροῦσα τὸ πᾶν διαπεσεῖν, οὐκ ἂν ἔμεινεν, οὐκ ἂν διήρκεσε; Τοσαύτη μὲν ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία,  τοσούτων  δὲ  ἀλόγων  ζώων  γένη,  καὶ  φυτῶν,  καὶ  σπερμάτων,  καὶ βοτανῶν  ὁδῷ  βαδίζει, καὶ  οὐδὲν  εἰς  τὴν  παροῦσαν ἡμέραν  οὔτε  διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ.
εʹ. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ πολλὰ ἕτερα τούτων πλείονα καὶ βαθύτερα ἦν εἰπεῖν, καὶ περὶ αὐτῆς φιλοσοφῆσαι τῆς κτίσεως· ἀλλ' εἰς τὴν ἐπιοῦσαν ἐκεῖνα
ταμιευσάμενοι, σπουδάσωμεν τὰ εἰρημένα μετὰ ἀκριβείας κατασχεῖν, καὶ εἰς ἑτέρους ἐξενεγκεῖν. Καὶ οἶδα μὲν ὅτι τὴν ἀκοὴν ὑμῶν ἐξένισε τῶν νοημάτων τὸ βάθος, ἀλλ' ἐὰν ὀλίγον νήψωμεν, καὶ ἐν τούτοις ἐθίσωμεν ἑαυτοὺς, καὶ ἑτέροις ῥᾳδίως ἐσόμεθα
διδάσκαλοι. Τέως δὲ ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην  ἀναγκαῖον  εἰπεῖν· Ὥσπερ ἐδόξασεν ἡμᾶς ὁ Θεὸς διὰ τῆς τοσαύτης δημιουργίας, οὕτω δοξάσωμεν αὐτὸν καὶ ἡμεῖς διὰ τῆς πολιτείας τῆς καθαρᾶς. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, φαινόμενοι
μόνον· καὶ ἡμεῖς τοίνυν διηγησώμεθα δόξαν Θεοῦ, μὴ λέγοντες 49.110 μόνον, ἀλλὰ καὶ σιγῶντες,  καὶ τῇ τοῦ βίου λαμπρότητι  πάντας  ἐκπλήττοντες.  Λαμψάτω γὰρ, φησὶν, ὑμῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων,  ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα,
καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὅταν γὰρ ὁ ἄπιστος ἴδῃ σὲ τὸν

πιστὸν   κατεσταλμένον,   σωφρονοῦντα,   κόσμιον  ὄντα,   ἐκπλαγήσεται   καὶ  ἐρεῖ· Ἀληθῶς μέγας ὁ τῶν Χριστιανῶν Θεὸς, οἵους κατέστησεν ἀνθρώπους, οἵους ἐξ οἵων ἐποίησεν,   ἀγγέλους   αὐτοὺς   ἐξ   ἀνθρώπων    εἰργάσατο.   Ἂν   ὑβρίσῃ   τις,   οὐ λοιδοροῦνται· ἂν τυπτήσῃ τις, οὐκ ἀγανακτοῦσιν· ἂν ἀδικήσῃ τις, ὑπερεύχονται τοῦ λελυπηκότος· ἐχθρὸν οὐκ ἔχουσι, μνησικακεῖν οὐκ ἐπίστανται, φλυαρεῖν οὐκ ἴσασιν, οὐκ ἔμαθον ψεύδεσθαι, ἐπιορκεῖν οὐκ ἀνέχονται, μᾶλλον δὲ οὐδὲ ὀμνύειν· ἀλλὰ τὴν γλῶτταν   ἐκτμηθῆναι   ἂν  ἕλοιντο   πρότερον,  ἢ  ὅρκον  τινὰ  ἀπὸ  τοῦ  στόματος προέσθαι. Ταῦτα δῶμεν  αὐτοῖς  περὶ ἡμῶν  λέγειν,  καὶ  τὴν  πονηρὰν  τῶν  ὅρκων συνήθειαν  ἀπελάσωμεν,  καὶ τοσαύτην  δῶμεν  τῷ  Θεῷ τιμὴν,  ὅσην τοῖς  ἱματίοις ἡμῶν τοῖς πολυτελεστέροις. Πῶς γὰρ οὐκ ἄτοπον ἱμάτιον μὲν ἔχοντας τῶν λοιπῶν βέλτιον μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχε; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ οὕτω καταφρονῶμεν ἡμῶν τῆς σωτηρίας ἀλλὰ τὴν σπουδὴν ἣν ἐξ ἀρχῆς ἐποιησάμεθα περὶ τὴν ἐντολὴν ταύτην,   εἰς  τέλος  ἀγάγωμεν.   Καὶ  γὰρ  ἐγὼ   διὰ  τοῦτο  συνεχῆ  ποιοῦμαι  τὴν παράκλησιν τὴν περὶ τῶν ὅρκων, οὐκ ἐπειδὴ κατέγνων ὑμῶν ῥᾳθυμίαν, ἀλλ' ἐπειδὴ τὸ πλέον κατορθωθὲν ὑμῖν εἶδον, καὶ σπεύδω καὶ ἐπείγομαι τὸ πᾶν ἀπαρτισθῆναι καὶ τέλος  λαβεῖν.  Οὕτω καὶ οἱ θεαταὶ  ποιοῦσι, τοὺς ἐγγὺς  ὄντας  τῶν  βραβείων διεγείρουσι μᾶλλον. Μὴ τοίνυν ἀποκάμωμεν μηδὲ ἡμεῖς, καὶ γὰρ ἐγγὺς ἑστήκαμεν τοῦ παντὸς κατορθώματος, καὶ ἡ δυσκολία παρὰ τὴν ἀρχὴν ἦν. Ὅτε δὲ τὸ πλέον τῆς συνηθείας ὑπετμήθη νῦν, καὶ μικρὸν ὑπολέλειπται  λοιπὸν, οὐδὲ πόνου χρεία τινὸς, ἀλλὰ μικρᾶς παρατηρήσεως, καὶ βραχείας τινὸς ἀκριβείας δεόμεθα, ἵνα αὐτοὶ κατορθώσαντες  καὶ  ἑτέροις  γενώμεθα  διδάσκαλοι,  καὶ  μετὰ  παῤῥησίας τὸ  ἱερὸν ἴδωμεν  Πάσχα, καὶ  μετὰ  πολλῆς  τῆς  ἡδονῆς  διπλασίονα  καὶ  τριπλασίονα  τῆς εἰωθυίας καρπωσώμεθα τὴν εὐφροσύνην. Οὐ γὰρ οὕτω τὸ τῶν πόνων  ἡμᾶς ἀπαλλαγῆναι  καὶ τῶν ἱδρώτων τῆς νηστείας εὐφραίνει, ὡς τὸ μετὰ κατορθώματος καὶ στεφάνου λαμπροῦ εἰς τὴν ἱερὰν ἐκείνην ἑορτὴν ἀπαντῆσαι, στεφάνου μηδέποτε μαραινομένου. Ὥστε δὲ ταχυτέραν γενέσθαι τὴν διόρθωσιν, τοῦτο ποίησον ὃ λέγω· Γράψον ἐπὶ τὸν  τοῖχον  τῆς οἰκίας σου, καὶ ἐπὶ τὸν  τοῖχον  τῆς καρδίας σου τὴν δρεπάνην  τὴν  πετομένην  ἐκείνην,  καὶ ταύτην  ἐπὶ τῆς ἀρᾶς πέτεσθαι νόμιζε, καὶ συνεχῶς αὐτὴν ἀναλογίζου· κἂν ἕτερον ὀμνύοντα ἴδῃς, ἐπίσχες, κώλυσον, καὶ τῶν οἰκετῶν ἐπιμελήθητι  τῶν σῶν. Ἂν γὰρ τοῦτο σκοπήσωμεν, ὅπως μὴ μόνον αὐτοὶ κατορθώσαιμεν, ἀλλὰ  καὶ ἑτέρους εἰς τοῦτο ἐναγάγοιμεν,  ταχέως  αὐτοὶ πρὸς τὸ πέρας ἥξομεν. Οἱ γὰρ ἑτέρους παιδεύειν καταδεξάμενοι, ἐρυθριάσομεν καὶ αἰσχυνούμεθα,  ἃ τοῖς  ἄλλοις  ἐπιτάττομεν,  ταῦτα  ἐλλιμπάνοντες   αὐτοὶ  φανῆναι. Οὐδὲ χρεία  πλειόνων  λόγων·  πολλὰ  γὰρ καὶ  τὰ  πρώην  εἰρημένα,  καὶ  ταῦτα  δὲ ὑπομνήσεως  χάριν  μόνης  εἴρηται.  Ὁ  δὲ  Θεὸς, ὁ  μᾶλλον  ἡμῶν  τῶν  ἡμετέρων φειδόμενος ψυχῶν, καὶ ἐν τούτῳ καὶ ἐν παντὶ καταρτίσειεν ἡμᾶς ἀγαθῷ, ἵνα πληρώσαντες πάντα καρπὸν δικαιοσύνης, 49.111 καταξιωθῶμεν  τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ 49.112 καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.