Δευτέρα, 21 Οκτωβρίου 2013

49.127 Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιολογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ περὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.Ὁμιλία ιβʹ.



49.127 Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιολογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ περὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.Ὁμιλία ιβʹ.
αʹ. Καὶ χθὲς εἶπον, Εὐλογητὸς ὁ Θεὸς, καὶ σήμερον τὸ αὐτὸ τοῦτο πάλιν ἐρῶ. Εἰ γὰρ καὶ τὰ δεινὰ παρῆλθεν, ἀλλ' ἡ μνήμη τῶν δεινῶν  μὴ παρερχέσθω, οὐχ ἵνα ἀλγῶμεν, ἀλλ' ἵνα εὐχαριστῶμεν. Ἐὰν γὰρ ἡ μνήμη τῶν δεινῶν μένῃ, ἡ πεῖρα τῶν δεινῶν    οὐδέποτ'   ἐπιστήσεται.   Τί   γὰρ   δεῖ   τῆς   πείρας,   τῆς   μνήμης   ἡμᾶς σωφρονιζούσης; Ὥσπερ οὖν οὐκ ἀφῆκεν ἡμᾶς ὁ Θεὸς καταποντισθῆναι  παρόντων τῶν λυπηρῶν, οὕτω μὴ ἀφῶμεν ἑαυτοὺς ἐκλυθῆναι παρελθόντων ἐκείνων. Παρεκάλεσεν ἡμᾶς ἀθυμοῦντας τότε, εὐχαριστήσωμεν αὐτῷ χαίροντες νῦν· παρεμυθήσατο ὀδυνωμένους καὶ οὐ προέδωκε, μὴ τοίνυν μηδὲ ἡμεῖς ἑαυτοὺς εὐθηνουμένους προδῶμεν, εἰς ῥᾳθυμίαν ἐκκλίνοντες· Μνήσθητι γὰρ καιρὸν λιμοῦ, φησὶν, ἐν ἡμέρᾳ πλησμονῆς. Μνησθῶμεν οὖν καιρὸν πειρασμοῦ καὶ ἡμεῖς ἐν ἡμέρᾳ ἀνέσεως· καὶ ἐπὶ τῶν  ἁμαρτημάτων  δὲ τὸ αὐτὸ τοῦτο ποιῶμεν. Κἂν ἁμάρτῃς καὶ συγχωρήσῃ σοι τὴν ἁμαρτίαν ὁ Θεὸς, τὴν μὲν συγχώρησιν δέξαι καὶ εὐχαρίστησον, τῆς δὲ ἁμαρτίας μὴ ἐπιλάθῃ, οὐχ ἵνα σαυτὸν

κατατρύχῃς τῷ λογισμῷ, ἀλλ' ἵνα τὴν ψυχὴν παιδεύσῃς μὴ σκιρτᾷν μηδὲ περιπίπτειν πάλιν τοῖς αὐτοῖς. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· εἰπὼν  γὰρ ὅτι, Πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,  ἐπήγαγε, Τὸν πρότερον ὄντα βλάσφημον παὶ διώκτην καὶ ὑβριστήν. Ἐκπομπευέσθω, φησὶν, ὁ βίος τοῦ οἰκέτου, ἵνα φανῇ ἡ φιλανθρωπία τοῦ ∆εσπότου. Εἰ γὰρ καὶ συγχώρησιν ἔλαβον τῶν  ἁμαρτημάτων,  ἀλλὰ  τὴν  μνήμην  οὐκ  ἐκβάλλω  τῶν  ἁμαρτημάτων.  Οὐ τοῦ
∆εσπότου δὲ τὴν φιλανθρωπίαν  ἐδείκνυ τοῦτο μόνον, ἀλλὰ κἀκεῖνον λαμπρότερον ἐποίει. Ὅταν γὰρ μάθῃς τίς ἦν ἔμπροσθεν, τότε αὐτὸν θαυμάσεις πλέον· καὶ ὅταν
ἴδῃς ἐκ τίνος τίς ἐγένετο, τότε αὐτὸν ἀποδέξῃ μειζόνως· κἂν μεγάλα ᾖς ἡμαρτηκὼς,
χρηστὰς ἕξεις ἐντεῦθεν τὰς ἐλπίδας μεταβαλλόμενος· πρὸς γὰρ τοῖς εἰρημένοις, καὶ τοὺς ἐν ἀπογνώσει τὸ ὑπόδειγμα τοῦτο παρακαλεῖ καὶ ἀνίστασθαι ποιεῖ. Ὅπερ οὖν καὶ ἐπὶ τῆς πόλεως ἔσται τῆς ἡμετέρας· τὰ γὰρ συμβάντα ἅπαντα τήν τε ἀρετὴν ὑμῶν δείκνυσι, δυνηθέντων  διὰ τῆς μετανοίας τοσαύτην ὀργὴν ἀποκρούσασθαι, τήν τε τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττει, ἐξ ὀλίγης τῆς ἐπιστροφῆς τοσοῦτον παρενέγκαντος νέφος, τούς τε ἐν ἀπογνώσει πάντας ἀνίστησι μαθόντας ἐκ τῶν ἡμετέρων, ὅτι τὸν ἄνω καὶ πρὸς τὴν τοῦ Θεοῦ βλέποντα ῥοπὴν, κἂν μυρία περιστῇ πανταχόθεν κύματα, καταποντισθῆναι οὐκ ἔνι. Τίς γὰρ εἶδε, τίς ἤκουσέ ποτε τὰ ἡμέτερα πάθη; ἐκ βάθρων αὐτῶν καθ' ἑκάστην προσεδοκῶμεν ἡμέραν ἀνασπασθήσεσθαι τὴν πόλιν ἡμῖν μετὰ τῶν  ἐνοικούντων·   ἀλλ'  ὅτε  ἤλπιζε  καταποντίζειν   τὸ  σκάφος  ὁ  διάβολος,  τότε καθαρὰν γαλήνην  ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν ἐπιλανθανώμεθα  τοῦ μεγέθους τῶν δεινῶν, ἵνα μνημονεύωμεν  τοῦ μεγέθους τῶν εὐεργεσιῶν τῶν παρὰ τοῦ Θεοῦ γενομένων·  καὶ γὰρ ὁ μὴ εἰδὼς τοῦ νοσήματος τὴν φύσιν, οὐκ εἴσεται 49.128 τοῦ ἰατροῦ τὴν τέχνην.  Ταῦτα καὶ πρὸς τοὺς παῖδας λέγωμεν  τοὺς ἡμετέρους, καὶ εἰς μυρίας παραπέμπωμεν γενεὰς, ἵνα μάθωσιν ἅπαντες πῶς ἐσπούδασεν ὁ διάβολος καὶ τὸ ἔδαφος ἀφανίσαι  τῆς πόλεως, καὶ πῶς ἴσχυσεν ὁ Θεὸς πεπτωκυῖαν  αὐτὴν  καὶ κειμένην  ἐπ' ὄψεσι στῆσαι πάλιν,  καὶ μηδὲ τὴν  τυχοῦσαν  συγχωρῆσαι γενέσθαι βλάβην, ἀλλὰ καὶ τὸν φόβον ἀνεῖλε, καὶ τὸν κίνδυνον  ἀπεκρούσατο μετὰ πολλοῦ τοῦ τάχους. Καὶ γὰρ τῇ παρελθούσῃ ἑβδομάδι τὰς οὐσίας δημεύεσθαι προσεδοκῶμεν ἅπαντες, καὶ στρατιώτας ἡμῖν ἐπαφίεσθαι, καὶ μυρία ἕτερα ὠνειροπολοῦμεν  δεινά· ἀλλ' ἰδοὺ πάντα ἐκεῖνα παρῆλθεν, ὥσπερ νέφος καὶ ὥσπερ σκιὰ παρατρέχουσα, καὶ

τῇ προσδοκίᾳ τῶν δεινῶν ἐκολάσθημεν μόνον· μᾶλλον δὲ οὐκ ἐκολάσθημεν, ἀλλὰ καὶ ἐπαιδεύθημεν  καὶ βελτίους  γεγόναμεν,  τοῦ Θεοῦ τὴν  καρδίαν  τοῦ βασιλέως μαλάξαντος. Λέγωμεν τοίνυν  διαπαντὸς  καὶ καθ' ἡμέραν, Εὐλογητὸς ὁ Θεὸς, καὶ μετὰ πλείονος σπουδῆς τῇ συνάξει προσέχωμεν, καὶ πρὸς τὴν Ἐκκλησίαν τρέχωμεν, ὅθεν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. Ἴστε γὰρ ἐν ἀρχῇ ποῦ κατεφύγετε, ποῦ συνεδράμετε, πόθεν ἡμῖν ἡ σωτηρία γέγονεν. Ἐχώμεθα τοίνυν  τῆς ἱερᾶς ἀγκύρας, καὶ καθάπερ ἐν τῷ καιρῷ τῶν κινδύνων ἡμᾶς οὐ προέδωκεν, οὕτω μηδὲ ἡμεῖς αὐτὴν ἐν τῷ καιρῷ τῆς ἀνέσεως καταλίπωμεν,  ἀλλὰ  μείνωμεν  μετὰ ἀκριβείας, καὶ τὰς συνάξεις καὶ τὰς εὐχὰς καὶ τὴν τῶν θείων λογίων ἀκρόασιν ποιώμεθα καθ' ἡμέραν, καὶ τὴν  σχολὴν  ἣν ἀνηλίσκομεν  περιεργαζόμενοι, πολυπραγμονοῦντες,  τοὺς ἀπὸ τοῦ  στρατοπέδου  περιτρέχοντες,   σπουδάζοντες  ὑπὲρ  τῶν   ἐπικειμένων   κακῶν, ταύτην  ἀναλώσωμεν  ἅπασαν εἰς  τὴν  τῶν  θείων  νόμων  ἀκρόασιν, ἀλλὰ  μὴ  εἰς ἀκαίρους καὶ ἀνονήτους  διατριβὰς, ἵνα  μὴ πάλιν  εἰς τὴν  ἀνάγκην  τῆς ἀσχολίας ἐκείνης ἑαυτοὺς καταστήσωμεν.
βʹ. Ἐν μὲν οὖν ταῖς παρελθούσαις τρισὶν ἡμέραις ἕνα θεογνωσίας ἐξητάσαμεν τρόπον,  καὶ  πρὸς  τὸ  τέλος  αὐτὸν   ἠγάγομεν,   ἑρμηνεύοντες   πῶς  Οἱ  οὐρανοὶ
διηγοῦνται τὴν δόξαν Θεοῦ, καὶ τί ποτέ ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον, ὅτι Τὰ ἀόρατα  αὐτοῦ  ἀπὸ  κτίσεως  κόσμου  τοῖς  ποιήμασι  νοούμενα   καθορᾶται,  καὶ ἐδείκνυμεν πῶς ἀπὸ κτίσεως κόσμου, καὶ πῶς δι' οὐρανοῦ καὶ γῆς καὶ θαλάττης ὁ
∆ημιουργὸς δοξάζεται. Τήμερον δὲ ὀλίγα πάλιν εἰς αὐτὴν ταύτην φιλοσοφήσαντες τὴν ὑπόθεσιν, ἐφ' ἕτερον βαδιούμεθα λόγον· οὐ γὰρ μόνον ἐποίησεν αὐτὴν, ἀλλὰ καὶ γενομένην   ἐργάζεσθαι  παρεσκεύασεν, οὔτε  πᾶσαν  ἀκίνητον  ἀφεὶς,  οὔτε  πᾶσαν
κινεῖσθαι κελεύσας· ἀλλ' οὐρανὸς μὲν ἀκίνητος ἕστηκε, καθάπερ ὁ προφήτης φησὶν, Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡσεὶ σκηνὴν ἐπὶ τῆς γῆς· ὁ δὲ ἥλιος μετὰ τῶν ἄστρων τῶν λοιπῶν  καθ' ἑκάστην τρέχει τὴν ἡμέραν· καὶ γῆ
πάλιν πέπηγε, τὰ δὲ ὕδατα βαδίζει διαπαντός· οὐχ ὕδατα δὲ μόνον, ἀλλὰ καὶ νεφέλαι καὶ ὄμβροι συνεχεῖς καὶ ἐπάλληλοι κατὰ τὸν οἰκεῖον ἀποδιδόμενοι καιρόν· καὶ μία μὲν ἡ τῶν  ὄμβρων 49.129 φύσις. διάφορα  δὲ τὰ ἐξ αὐτῶν  γινόμενα·  καὶ γὰρ ἐν
ἁμπέλῳ γίνεται οἶνος ὁ ὑετὸς, καὶ ἔλαιον ἐν ἐλαίᾳ, καὶ ἐν τοῖς ἄλλοις δὲ φυτοῖς πρὸς τοὺς αὐτῶν μεθίσταται χυμούς. Καὶ μία δὲ τῆς γῆν ἡ γαστὴρ καὶ διαφόρους φέρει καρπούς· καὶ μία μὲν ἡ τῆς ἡλιακῆς ἀκτῖνος θέρμη καὶ διαφόρως ἅπαντα πεπαίνει,
τὰ  μὲν  βραδύτερον,  τὰ  δὲ  ταχύτερον  πρὸς  ἀκμὴν  ἄγουσα.  Τίς  οὐκ  ἂν  ταῦτα ἐκπλαγείη  καὶ  θαυμάσειε;  μᾶλλον  δὲ  οὐ  τοῦτο  μόνον  ἐστὶ  τὸ  θαυμαστὸν,  ὅτι ποικίλην αὐτὴν καὶ διάφορον κατεσκεύασεν, ἀλλ' ὅτι καὶ κοινὴν αὐτὴν προσέθηκεν
ἅπασι, καὶ πλουσίοις  καὶ πένησι, καὶ ἁμαρτωλοῖς  καὶ δικαίοις.  Ὅπερ οὖν  καὶ ὁ
Χριστὸς ἔλεγεν,  ὅτι  Τὸν ἥλιον  αὐτοῦ  ἀνατέλλει  ἐπὶ  πονηροὺς  καὶ ἀγαθοὺς,  καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ μυρίων αὐτὴν ζώων ἐμπλήσας, καὶ φυσικὰ τοῖς ζώοις  ἐνθεὶς  ἤθη,  τὰ  μὲν  μιμεῖσθαι,  τὰ  δὲ  φεύγειν   ἐκέλευσεν.  Οἷόν  τι  λέγω· φιλόπονόν ἐστιν ὁ μύρμηξ, καὶ ἐπίπονον ποιεῖται τὴν ἐργασίαν· ἂν τοίνυν προσέχῃς, μεγίστην παρὰ τοῦ ζώου δέξῃ παραίνεσιν, ὥστε μὴ καταμαλακίζεσθαι μηδὲ φεύγειν ἱδρῶτας  καὶ πόνους.  ∆ιὰ τοῦτο  καὶ ἡ Γραφὴ τὸν  ὀκνηρὸν  πρὸς ἐκεῖνον  ἔπεμψε λέγουσα· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου  σοφώτερος.  Οὐ βούλει,  φησὶ,  παρὰ  τῶν  Γραφῶν  μαθεῖν  ὅτι  καλὸν  τὸ ἐργάζεσθαι, καὶ ὅτι ὁ μὴ ἐργαζόμενος οὐδὲ ἐσθίειν ὀφείλει;  οὐ βούλει παρὰ τῶν διδασκάλων ἀκοῦσαι τοῦτο; παιδεύθητι παρὰ τῶν ἀλόγων. Οὕτω καὶ ἐν ταῖς οἰκίαις ποιοῦμεν, πολλάκις τοὺς μείζονας καὶ ἐντιμοτέρους εἶναι δοκοῦντας, ἐπειδὰν ἁμάρτωσι, παιδίοις νήφουσι προσέχειν παρακελευόμεθα λέγοντες· Βλέπε τὸν μικρότερόν σου πῶς ἐστι σπουδαῖος καὶ διεγηγερμένος. Καὶ σὺ τοίνυν παρὰ τοῦ ζώου τούτου μεγίστην λάβε φιλοπονίας  παραίνεσιν, καὶ θαύμασόν σου τὸν ∆εσπότην, μὴ

ἐπειδὴ ἥλιον ἐποίησε μόνον καὶ οὐρανὸν, ἀλλ' ἐπειδὴ καὶ μύρμηκα ἐποίησεν· εἰ γὰρ καὶ  βραχὺ  τὸ  ζῶον,  ἀλλὰ  τοῦ  μεγέθους  τῆς  σοφίας  τοῦ  Θεοῦ πολλὴν  ἔχει  τὴν ἀπόδειξιν. Ἐννόησον γοῦν πῶς ἐστι συνετὸν, καὶ θαύμασον, πῶς ἴσχυσεν ὁ Θεὸς ἐν οὕτω βραχεῖ σώματι τοσαύτην ἐγκαταθεῖναι  ἐργασίας ἐπιθυμίαν  ἀδιάπτωτον.  Καὶ ἀπὸ  τούτου  μὲν  τὸ  φιλόπονον,  ἀπὸ  δὲ  τῆς  μελίττης  καὶ  τὸ  φιλόκαλον  καὶ  τὸ φιλόπονον  μάνθανε καὶ τὸ φιλάλληλον.  Καὶ γὰρ ἐκείνη οὐχ ἑαυτῇ μᾶλλον ἢ ἡμῖν πονεῖ καὶ ταλαιπωρεῖται καθ' ἑκάστην ἡμέραν· ὃ μάλιστα ἴδιον Χριστιανῷ, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τὰ τῶν  ἑτέρων. Ὥσπερ οὖν ἐκείνη πάντας  περιίπταται  τοὺς λειμῶνας,   ἵνα  ἑτοίμην  ἑτέρῳ  παρασκευάσῃ  τράπεζαν·  οὕτω  καὶ  σὺ  ποίησον, ἄνθρωπε, κἂν χρήματα συλλέγῃς, εἰς ἑτέρους βαπάνησον, κἂν λόγους διδασκαλίας ἔχῃς, μὴ κατορύξῃς, ἀλλὰ πρόθες εἰς μέσον τοῖς δεομένοις, κἂν ἕτερον ἔχῃς πλεονέκτημα, γενοῦ χρήσιμος τοῖς δεομένοις τῶν σῶν ἀπολαύειν πόνων. Οὐχ ὁρᾷς ὅτι διὰ τοῦτο μάλιστα τῶν  ἄλλων  ἐστὶν ἐντιμοτέρα ζώων  ἡ μέλιττα,  οὐκ ἐπειδὴ πονεῖ, ἀλλ' ἐπειδὴ ἑτέροις πονεῖ; ἐπεὶ καὶ ὁ ἀράχνης πονεῖ καὶ ταλαιπωρεῖται  καὶ λεπτὰ  διατείνει  κατὰ  τοὺς  τοίχους  ὑφάσματα  πᾶσαν  γυναικὸς  σοφίαν ὑπερβάλλοντα, ἀλλ' ἔστιν ἄτιμον τὸ ζῶον, ἐπειδὴ τὸ ἔργον ἡμῖν οὐδαμοῦ χρήσιμον. Τοιοῦτοί εἰσιν οἱ ἑαυτοῖς κάμνοντες καὶ ταλαιπωρούμενοι. Μίμησαι τῆς περιστερᾶς τὸ ἀκέραιον, μίμησαι τοῦ ὄνου τὸ φιλοδέσποτον καὶ τοῦ βοὸς, μίμησαι τῶν ὀρνίθων τὸ ἀμέριμνον· ἔστι 49.130 γὰρ, ἔστι μεγάλα ἀπὸ τῶν ἀλόγων καρπώσασθαι εἰς ἠθῶν διόρθωσιν.  Ἀπὸ τούτων  καὶ  ὁ Χριστὸς ἡμῖν  διαλέγεται  τῶν  ζώων·  Γίνεσθε γὰρ φρόνιμοι, φησὶν, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ πάλιν· Ἐμβλέψατε εἰς  τὰ  πετεινὰ  τοῦ  οὐρανοῦ,  ὅτι  οὐ  σπείρει οὐδὲ  θερίζει, καὶ  ὁ Πατὴρ ὑμῶν  ὁ οὐράνιος τρέφει αὐτά. Καὶ ὁ προφήτης  δὲ ἐντρέπων  τοὺς ἀγνώμονας  Ἰουδαίους, οὕτω πώς φησιν· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν  φάτνην  τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Καὶ πάλιν, Τρυγὼν καὶ χελιδὼν  ἀγροῦ, στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Ἀπὸ μὲν τούτων καὶ τῶν τοιούτων ζώων μάνθανε κατορθοῦν ἀρετὴν, ἀπὸ δὲ τῶν ἐναντίων  παιδεύου φεύγειν  κακίαν. Ὥσπερ γὰρ φιλόκαλον  ἡ μέλιττα, οὕτως  ὀλέθριον  ἡ ἀσπίς· ἀποστράφηθι  τοίνυν  τὴν  κακίαν,  ἵνα  μὴ ἀκούσῃς· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ἀναίσχυντον πάλιν ὁ κύων· μίσησον καὶ ταύτην τὴν πονηρίαν. ∆ολερὸν καὶ πανοῦργον ἡ ἀλώπηξ· μὴ ζηλώσῃς τὸ νόσημα· ἀλλὰ καθάπερ ἡ μέλιττα τοῖς λειμῶσιν ἐφιπταμένη οὐ πάντα ἐκλέγει, ἀλλὰ τὰ χρήσιμα λαβοῦσα, τὰ λοιπὰ ἀφίησιν, οὕτω καὶ σὺ ποίησον· τῶν ἀλόγων ἐπελθὼν τὸ γένος, εἴ τι χρήσιμον, παρ' ἐκείνων λάμβανε· καὶ ἅπερ ἔχουσιν ἐν τῇ φύσει πλεονεκτήματα, ταῦτα σὺ διὰ τῆς προαιρέσεως κατόρθωσον· καὶ γὰρ καὶ ταύτῃ παρὰ τοῦ Θεοῦ τετίμησαι, ὅτι τὰ φυσικὰ  αὐτῶν  πλεονεκτήματα  ἐκ  προαιρέσεώς σοι παρέσχε κατορθοῦν,  ἵνα  καὶ βραβεῖα λάβῃς. Ἐκείνοις γὰρ οὐκ ἐκ προαιρέσεως καὶ λόγου τὰ κατορθώματα, ἀλλ' ἀπὸ φύσεως μόνης. Οἷόν τι λέγω· ἡ μέλιττα μελιτουργεῖ οὐ λόγῳ μαθοῦσα τοῦτο καὶ λογισμῷ, ἀλλ' ἀπὸ τῆς φύσεως παιδευθεῖσα· ἐπεὶ εἰ μὴ φυσικὸν ἦν τὸ ἔργον, μηδὲ τῷ γένει συγκεκλήρωτο, ἔδει πάντως τινὰς ἐξ αὐτῶν ἀπείρους εἶναι τῆς τέχνης· νῦν δὲ ἐξ οὗ γέγονεν ὁ κόσμος μέχρι τῆς παρούσης ἡμέρας, οὐδεὶς εἶδε μελίττας ἡσυχαζούσας καὶ μὴ μελιτουργούσας.  Τοιαῦτα γὰρ τὰ φυσικὰ κοινὰ  τοῦ παντὸς γένους  ἐστί· τὰ  δὲ  ἐκ  προαιρέσεως  οὐκ  ἔστι  κοινά·  πόνου  γὰρ  δεῖται  πρὸς  τὸ κατορθωθῆναι. γʹ. Πάντα τοίνυν τὰ κάλλιστα λαβὼν περιβαλοῦ· καὶ γὰρ βασιλεὺς εἶ τῶν ἀλόγων· οἱ δὲ βασιλεῖς, εἴ τι κάλλιστόν ἐστιν ἐν τοῖς ὑπηκόοις, εἴτε χρυσὸς, εἴτε ἄργυρος, εἴτε λίθοι τίμιοι, εἴτε ἱμάτια πολυτελῆ, ταῦτα μεθ' ὑπερβολῆς αὐτοὶ κέκτηνται· καὶ θαύμαζέ σου τὸν ∆εσπότην ἀπὸ τῆς κτίσεως. Εἰ δέ τί σε ὑπερβαίνει τῶν  ὁρωμένων,  καὶ  τὸν  λόγον  οὐ  δύνασαι  εὑρεῖν,  καὶ  διὰ  τοῦτο  δόξασον τὸν ποιήσαντα, ὅτι ὑπερβαίνει σου τὴν κατάληψιν ἡ σοφία τῶν γινομένων. Μὴ λέγε· ∆ιὰ

τί τοῦτο; εἰς τί τοῦτο; ἕκαστον γὰρ χρήσιμόν ἐστιν, εἰ καὶ τὸν λόγον  ἀγνοοῦμεν ἡμεῖς. Ὥσπερ οὖν ἐὰν εἰς ἰατρεῖον εἰσέλθῃς, καὶ ἴδῃς ἐργαλεῖα πολλὰ προκείμενα, θαυμάζεις τὴν ποικιλίαν τῶν ὀργάνων, καίτοι γε τὰς χρείας αὐτῶν οὐκ εἰδώς· οὕτω καὶ ἐπὶ τῆς κτίσεως ποίησον, κἂν ἴδῃς πολλὰ τῶν ζώων καὶ τῶν βοτανῶν καὶ τῶν φυτῶν  καὶ τῶν ἄλλων  πραγμάτων ὧν τὰς χρείας οὐκ οἶδας, θαύμασον αὐτῶν τὴν ποικιλίαν, καὶ ἐκπλάγηθι καὶ διὰ τοῦτο τὸν ἀριστοτέχνην Θεὸν, ὅτι οὔτε σοι πάντα δῆλα ἐποίησεν, οὕτε πάντα ἀφῆκεν ἄδηλα. Οὐκ ἀφῆκε μὲν γὰρ πάντα ἄδηλα, ἵνα μὴ ἀπρονόητα εἶναι λέγῃς τὰ ὄντα· οὐκ ἀφῆκε δέ σοι πάντα γνώριμα εἶναι, ἵνα μὴ τὸ μέγεθος τῆς γνώσεως εἰς ἀπόνοιάν σε ἐπάρῃ. Οὕτω γοῦν καὶ τὸν πρῶτον ἄν 49.131 θρωπον ὁ πονηρὸς δαίμων ἐκεῖνος ἐξετραχήλισεν, ἐλπίδι μείζονος γνώσεως καὶ τῆς οὔσης ἀποστερήσας. ∆ιὰ τοῦτο καὶ σοφός τις παραινεῖ λέγων· Ἰσχυρότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· τὰ γὰρ πλείονα τῶν   ἔργων   αὐτοῦ  ἐν  ἀποκρύφοις·  καὶ  πάλιν,   Πλείονα  συνέσεως  ἀνθρώπων ὑπεδείχθη σοι. Τοῦτο δὲ εἶπε παραμυθούμενος τὸν ἀσχάλλοντα καὶ ἀλύοντα, ἐπειδὴ μὴ πάντα οἶδεν. Καὶ γὰρ αὐτὰ, φησὶν, ἅπερ ἐπετράπης εἰδέναι, σφόδρα ὑπερβαίνει σου τὴν σύνεσιν· οὐδὲ γὰρ οἵκοθεν εὗρες, ἀλλὰ παρὰ τοῦ Θεοῦ διδαχθείς. Ἀρκοῦ τοίνυν τῷ δοθέντι πλούτῳ, καὶ μὴ πλέον ἐπιζήτει, ἀλλ' ὑπὲρ ὧν ἔλαβες εὐχαρίστει, μὴ ἀγανάκτει ὑπὲρ ὧν οὐκ ἔλαβες, καὶ ὑπὲρ ὧν οἶδας δόξαζε, μὴ σκανδαλίζου δι' ἃ οὐκ οἶδας· ἀμφότερα γὰρ χρησίμως ὁ Θεὸς ἐποίησε, καὶ τὰ μὲν ἀπεκάλυψε, τὰ δὲ ἀπέκλεισε, τῆς σῆς προνοῶν σωτηρίας. Εἷς μὲν οὖν, ὅπερ ἔφην, τρόπος θεογνωσίας ὁ διὰ τῆς κτίσεως, πολλὰς δυνάμενος ἡμέρας ἀναλῶσαι. Ἵνα γὰρ μὴ μόνου τοῦ ἀνθρώπου κατ' ἀκρίβειαν τὴν διατύπωσιν ἐπέλθωμεν, κατ' ἀκρίβειαν δὲ λέγω τὴν ἡμῖν  δυνατὴν,   οὐ  τὴν  ὄντως  ἀκρίβειαν·  εἰ  γὰρ  καὶ  πολλοὺς  εἰρήκαμεν  τῶν γενομένων λόγους, ἀλλ' εἰσὶ καὶ ἕτεροι πλείους ἀπόῤῥητοι, οὓς ὁ ποιήσας οἶδε Θεός· οὐ γὰρ δὴ πάντας ἴσμεν αὐτοί· ἵν' οὖν ἅπασαν τοῦ ἀνθρώπου κατὰ ἀκρίβειαν τὴν διάπλασιν ἐπέλθωμεν καὶ τὴν ἐν ἑκάστῳ μέλει σοφίαν εὕρωμεν, τῶν νεύρων, τῶν φλεβῶν,   τῶν  ἀρτηριῶν  τὴν  διανομὴν,  τὴν  θέσιν,  τὴν  διάπλασιν  τῶν  ἄλλων ἁπάντων, οὐδὲ ἐνιαυτὸς ὁλόκληρος ἡμῖν ἀρκέσειεν ἂν πρὸς τὴν ἐξήγησιν ταύτην.
∆ιόπερ  τοῦτον   ἐνταῦθα   καταλύσαντες   τὸν   λόγον,   καὶ   τοῖς   φιλοπόνοις   καὶ φιλομαθέσι παρασχόντες ἐκ τῶν εἰρημένων καὶ τὰ λοιπὰ τῆς κτίσεως ἐπελθεῖν μέρη, ἐφ'  ἑτέραν ὑπόθεσιν τὸν λόγον  τρέψωμεν, ἐνδεικτικὴν  καὶ αὐτὴν οὖσαν τῆς τοῦ Θεοῦ προνοίας. Τίς οὖν ἐστιν ἡ δευτέρα ὑπόθεσις; Ἐξ ἀρχῆς πλάττων  ὁ Θεὸς τὸν ἄνθρωπον, νόμον αὐτῷ φυσικὸν ἐγκατέθηκε. Καὶ τί ποτέ ἐστιν νόμος φυσικός; Τὸ συνειδὸς ἡμῖν διήρθρωσε, καὶ αὐτοδίδακτον ἐποίησε τὴν γνῶσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· οὐ γὰρ δεόμεθα μαθεῖν ὅτι κακὸν ἡ πορνεία, καὶ καλὸν ἡ σωφροσύνη, ἀλλ' ἴσμεν ἐξ ἀρχῆς τοῦτο. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐξ ἀρχῆς ἴσμεν, ὁ νομοθέτης νόμους διδοὺς ὕστερον, καὶ εἰπὼν, Οὐ φονεύσεις, οὐκ ἐπήγαγε, Κακὸν γὰρ ὁ φόνος, ἀλλ' ἁπλῶς, Οὐ φονεύσεις, εἶπεν· ἁπηγόρευσε γὰρ τὴν ἁμαρτίαν μόνον, οὐκ ἐδίδαξε. Τίνος οὖν ἕνεκεν εἰπὼν, Οὐ φονεύσεις, οὐ προσέθηκεν, Ὅτι κακὸν ὁ φόνος; Ἐπειδὴ προλαβὼν τὸ συνειδὸς ἡμᾶς ἐπαίδευσε τοῦτο, καὶ ὡς εἰδόσι καὶ ἐπισταμένοις οὕτω διαλέγεται.  Ὅταν γοῦν  περὶ ἑτέρας ἐντολῆς  λέγῃ τῆς οὐ γνωρίμης  ἡμῖν ἀπὸ τοῦ συνειδότος γενομένης, οὐκ ἀπαγορεύει μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν προστίθησι. Περὶ σαββάτου γοῦν νομοθετῶν καὶ λέγων, Τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ ποιήσεις ἔργον, καὶ τὴν  αἰτίαν  ἐπήγαγε  τῆς  ἀργίας·  ποίαν  δὴ  ταύτην;  Ὅτι ἐν  τῇ  ἡμέρᾳ τῇ  ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων  τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι· καὶ πάλιν, Ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τοῦ σαββάτου τὴν αἰτίαν προσέθηκεν, ἐπὶ δὲ τοῦ φόνου οὐδὲν τοιοῦτον ἐποίησεν; Ἐπειδὴ αὕτη μὲν ἡ ἐντολὴ οὐ τῶν προηγουμένων ἦν, οὐδὲ τῶν ἐκ τοῦ συνειδότος ἡμῖν ἠκριβωμένων, ἀλλὰ μερική τις καὶ πρόσκαιρος, διὰ τοῦτο καὶ κατελύθη μετὰ ταῦτα· αἱ δὲ ἀναγκαῖαι

καὶ συνέχουσαι 49.132 τὴν  ζωὴν  τὴν  ἡμετέραν,  ἐκεῖναί  εἰσιν· Οὐ φονεύσεις,  Οὐ μοιχεύσεις, Οὐ κλέψεις. ∆ιόπερ οὐδαμοῦ αἰτίαν ἐνταῦθα τίθησιν, οὐδὲ διδασκαλίαν εἰσάγει, ἀλλ' ἀρκεῖται ψιλῇ τῇ ἀπαγορεύσει.
δʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμῖν δεῖξαι πειράσομαι πῶς αὐτοδίδακτος ἦν ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀρετῆς γνῶσιν. Ἥμαρτεν ὁ Ἀδὰμ τὴν
ἁμαρτίαν τὴν πρώτην, καὶ μετὰ τὴν ἁμαρτίαν εὐθέως ἐκρύπτετο· εἰ δὲ μὴ ᾔδει κακόν τι  ἐργασάμενος, τίνος  ἕνεκεν  ἐκρύπτετο;  Οὐδὲ γὰρ  γράμματα  ἦν,  οὐ  νόμος,  οὐ Μωσῆς· πόθεν οὖν ἔγνω τὴν ἁμαρτίαν καὶ κρύπτεται; Καὶ οὐ κρύπτεται μόνον, ἀλλὰ
καὶ ἐγκαλούμενος, ἐφ' ἕτερον πειρᾶται μετατιθέναι  τὴν αἰτίαν, λέγων· Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὕτη ἔδωκέ μοι ἐκ τοῦ ξύλου, καὶ ἔφαγον· κἀκείνη πάλιν  ἐφ' ἕτερον μετάγει τὸ ἔγκλημα, τὸν ὄφιν. Καὶ ὅρα Θεοῦ σοφίαν· εἰπόντος  γὰρ τοῦ Ἀδὰμ, ὅτι
Ἤκουσα τῆς φωνῆς  σου καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι καὶ ἐκρύβην, οὐκ ἤλεγξεν εὐθέως ὁ Θεὸς τὸ γεγονὸς, οὐδὲ εἶπε· ∆ιὰ τί γὰρ ἔφαγες ἀπὸ τοῦ ξύλου; ἀλλὰ πῶς; Τίς
σοι ἀνήγγειλε, φησὶν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Οὔτε ἐσίγησεν, οὔτε φανερῶς αὐτὸν ἤλεγξεν· οὐκ ἐσίγησε μὲν, ἵνα αὐτὸν ἐκκαλέσηται πρὸς ὁμολογίαν τῆς ἁμαρτίας· οὐκ ἤλεγξε
δὲ φανερῶς, ἵνα μὴ αὐτοῦ τὸ πᾶν γένηται, κἀκεῖνος ἔρημος εἴη τῆς ἀπὸ τῆς ἐξομολογήσεως γινομένης συγγνώμης ἡμῖν. ∆ιὰ τοῦτο οὐκ εἶπε φανερῶς τὴν αἰτίαν ἀφ'  ἧς  γνῶσις  γέγονεν,  ἀλλ'  ἐν  ἐρωτήσεως  τάξει  προάγει  τὸν  λόγον,  ἐκείνῳ
καταλιμπάνων  εἰς ἐξομολόγησιν ἐλθεῖν. Πάλιν ἐπὶ τοῦ Κάϊν καὶ τοῦ Ἄβελ τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν. Πρῶτον μὲν γὰρ ἀπήρξαντο τῷ Θεῷ τῶν οἰκείων πόνων. Μὴ γὰρ δὴ ἀπὸ τῆς ἁμαρτίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀρετῆς δείξωμεν, ὅτι ἀμφοτέρων ἦν
ἐπιστημονικὸς ὁ ἄνθρωπος. Ὅτι μὲν οὖν ᾔδει τὴν ἁμαρτίαν κακὸν ὃν ὁ ἄνθρωπος, ἔδειξεν ὁ Ἀδάμ· ὅτι δὲ καὶ τὴν ἀρετὴν ἠπίστατο καλὸν ὂν, ἐδήλωσε πάλιν ὁ Ἄβελ. Οὐ γὰρ παρά τινος μαθὼν, οὐδὲ νόμου περὶ ἀπαρχῶν διαλεγομένου  τότε ἀκούσας,
ἀλλ' οἴκοθεν καὶ παρὰ τοῦ συνειδότος διδαχθεὶς τὴν θυσίαν ἐκείνην ἀνήνεγκε. ∆ιὰ τοῦτο  οὐ καταφέρω  κάτω  τὸν  λόγον,  ἀλλ' ἐπὶ  τῶν  προτέρων  αὐτὸν  ἀνθρώπων γυμνάζω, ὅτε οὔπω γράμματα, οὔτε νόμος, οὔτε προφῆται καὶ δικασταὶ, ἀλλὰ μόνος
ὁ Ἀδὰμ μετὰ τῶν παίδων ἦν, ἵνα μάθῃς ὅτι ἐν τῇ φύσει προαπέκειτο τῶν καλῶν καὶ τῶν οὐ τοιούτων ἡ γνῶσις. Πόθεν γὰρ ἔμαθεν ὅτι καλὸν τὸ προσφέρειν ὁ Ἄβελ, ὅτι καλὸν  τὸ  τιμᾷν  τὸν  Θεὸν καὶ  εὐχαριστεῖν  ἐν  ἅπασι; Τί οὖν; ὁ Κάϊν, φησὶν,  οὐ
προσήνεγκε; Προσήνεγκε μὲν καὶ οὗτος, ἀλλ' οὐχ ὁμοίως. Κἀντεῦθεν δὲ πάλιν ἡ τοῦ συνειδότος φαίνεται γνῶσις· ἐπειδὴ γὰρ τῷ τιμηθέντι βασκήνας περὶ σφαγῆς ἐβουλεύετο, κρύπτει τὴν δολερὰν γνώμην.  Καὶ τί φησι; ∆εῦρο, ἐξέλθωμεν  εἰς τὸ
πεδίον. Ἕτερον τὸ σχῆμα, φιλοφροσύνης  γὰρ ἡ ὑπόκρισις· καὶ τὸ φρόνημα ἕτερον,
ἀδελφοκτονίας  γὰρ ἡ γνώμη.  Καίτοι εἰ μὴ κακὸν ᾔδει τὸ βούλημα, τίνος  ἕνεκεν
49.133 αὐτὸ συνεσκίαζε; Καὶ μετὰ τὸ γενέσθαι τὸν φόνον, πάλιν ἐρωτώμενος ὑπὸ τοῦ Θεοῦ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; φησίν· Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Τίνος γὰρ ἕνεκεν  ἀρνεῖται; οὐκ εὔδηλον ὅτι καταγινώσκων  σφόδρα ἑαυτοῦ; Ὥσπερ γὰρ ὁ πατὴρ αὐτοῦ ἐκρύβη, οὕτω καὶ οὗτος ἀρνεῖται· καὶ μετὰ τὸν ἔλεγχον πάλιν  φησί· Μείζων ἡ αἰτία  μου τοῦ ἀφεθῆναί  με. Ἀλλ' ὁ Ἕλλην οὐκ ἀνέχεται τούτων. Φέρε οὖν καὶ πρὸς ἐκεῖνον διαλεχθῶμεν,  καὶ ὅπερ ἐπὶ τῆς κτίσεως ἐποιήσαμεν,  οὐκ  ἀπὸ  τῶν  Γραφῶν  μόνον,  ἀλλὰ  καὶ  ἀπὸ  λογισμῶν  τοὺς  πρὸς ἐκείνους κινήσαντες ἀγῶνας, τοῦτο καὶ ἐπὶ τοῦ συνειδότος ποιῶμεν νῦν· καὶ γὰρ καὶ τοῦτο τὸ κεφάλαιον  ὁ Παῦλος ἐκίνησε πρὸς ἐκείνους  ἀγωνιζόμενος.  Τί ποτ' οὖν ἐστιν  ὃ  λέγουσιν;  Οὐκ ἔστιν  ἡμῖν  αὐτοδίδακτος  νόμος  ἐν  τῷ  συνειδότι,  φησὶ, κείμενος, οὐδὲ τῇ φύσει τοῦτο ἐγκατέθηκεν ὁ Θεός. Πόθεν οὖν, εἰπέ μοι, πόθεν περὶ γάμων, περὶ φόνων, περὶ διαθηκῶν, περὶ παρακαταθηκῶν, περὶ τοῦ μὴ πλεονεκτεῖν ἀλλήλους, περὶ μυρίων ἑτέρων νόμους ἔγραψαν οἱ παρ' αὐτοῖς νομοθέται; Οὗτοι μὲν

γὰρ οἱ νῦν  ἴσως παρὰ τῶν  πρώτων  ἔμαθον, καὶ ἐκεῖνοι παρὰ τῶν  προτέρων, καὶ παρὰ τῶν ἄνω πάλιν οὗτοι· οἱ δὲ ἐξ ἀρχῆς καὶ πρῶτοι παρ' αὐτοῖς νόμους θέντες, παρὰ τίνος ἔμαθον; οὐκ εὔδηλον ὅτι παρὰ τοῦ συνειδότος; οὐ γὰρ ἂν ἕχοιεν εἰπεῖν ὅτι Μωϋσεῖ συνεγένοντο,  ὅτι προφητῶν  ἤκουσαν· πῶς γὰρ Ἕλληνες ὅντες; Ἀλλ' εὔδηλον ὅτι ἀπὸ τοῦ νόμου ὃν ἔθηκεν ὁ Θεὸς τῷ ἀνθρώπῳ, ἐξ ἀρχῆς αὐτὸν πλάττων, ἀπὸ τούτου καὶ νόμους ἔθηκαν, καὶ τέχνας εὕροντο, καὶ τὰ ἄλλα πάντα Καὶ γὰρ καὶ αἱ τέχναι οὕτω συνέστησαν τῶν ἐξ ἀρχῆς αὐτοδιδάκτως ἐπ' αὐτὰς ἐλθόντων· οὕτω καὶ δικαστήρια γέγονε, οὕτω καὶ κολάσεις ὡρίσθησαν, ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀντιλέγειν  ἔμελλον, καὶ λέγειν ὅτι, Πῶς κρινεῖ ὁ Θεὸς τοὺς  ἀνθρώπους  τοὺς  πρὸ  Μωϋσέως; οὐ  νομοθέτην   ἔπεμψεν,  οὐ  νόμον εἰσήνεγκεν, οὐ προφήτην  ἀπέστειλεν, οὐκ ἀπόστολον, οὐκ εὐαγγελιστήν· πῶς οὖν εὐθύνας ἀπαιτεῖ; βουλόμενος ὁ Παῦλος δεῖξαι, ὅτι αὐτοδίδακτον εἶχον νόμον, καὶ τὰ πρακτέα σαφῶς ᾔδεσαν, ἅκουσον πῶς φησιν· Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει  τὰ  τοῦ  νόμου  ποιῇ,  οὗτοι  νόμον  μὴ  ἔχοντες  ἑαυτοῖς  εἰσι νόμος,  οἵτινες ἐνδείκνυνται   τὸ  ἔργον  τοῦ  νόμου  γραπτὸν  ἐν  ταῖς  καρδίαις  αὐτῶν.  Πῶς χωρὶς γραμμάτων;  Συμμαρτυρούσης αὐτῶν  τῆς  συνειδήσεως  καὶ μεταξὺ ἀλλήλων  τῶν λογισμῶν  κατηγορούντων,  ἢ καὶ ἀπολογουμένων  ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Τί ἐστιν, Ἀνόμως ἀπολοῦνται; Οὐχὶ τοῦ νόμου κατηγοροῦντος, ἀλλὰ τῶν λογισμῶν καὶ τοῦ συνειδότος. Εἰ δὲ μὴ εἶχον νόμον τὸν τοῦ συνειδότος, οὐδὲ ἀπολέσθαι αὐτοὺς ἁμαρτάνοντας ἔδει· πῶς γὰρ, εἰ ἀνόμως ἥμαρτον; Ἀλλ' ἀνόμως ὅταν εἴπῃ, οὐ τοῦτο λέγει, ὅτι οὐκ εἶχον νόμον, ἀλλ' ὅτι οὐκ εἶχον νόμον γραπτὸν, τὸν δὲ τῆς φύσεως νόμον εἶχον. Καὶ πάλιν· ∆όξα δὲ, καὶ τιμὴ, καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ταῦτα δὲ ἔλεγε περὶ τῶν ἄνω  χρόνων  διαλεγόμενος  τῶν  πρὸ  τῆς  παρουσίας  τοῦ  Χριστοῦ. Καὶ Ἕλληνα ἐνταῦθα καλεῖ οὐ τὸν εἰδωλολάτρην, ἀλλὰ τὸν προσκυνοῦντα μὲν τὸν Θεὸν μόνον, οὐκ ἐνδεδεμένον δὲ τῇ τῶν Ἱουδαϊκῶν παρατηρήσεων ἀνάγκῃ, σαββατισμοῖς λέγω
49.134 καὶ περιτομῇ καὶ καθαρισμοῖς διαφόροις, ἀλλὰ  φιλοσοφίαν  καὶ εὐσέβειαν ἅπασαν ἐπιδεικνύμενον.  Καὶ πάλιν  περὶ τοῦ αὐτοῦ διαλεγόμενός  φησι· Θυμὸς καὶ ὀργὴ, θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος Πάλιν ἐνταῦθα Ἕλληνα καλεῖ τὸν ἀπηλλαγμένον τῆς  παρατηρήσεως  τῆς  Ἰουδαϊκῆς.  Εἰ  τοίνυν   μήτε  νόμου  ἤκουσε,  μήτε  μετὰ Ἰουδαίων  ἀνεστράφη, πῶς ἔσται αὐτῷ θυμὸς καὶ ὀργὴ καὶ θλῖψις  ἐργαζομένῳ τὸ κακόν; Ἐπειδὴ συνειδὸς  εἶχεν  ἔνδον  ἐνηχοῦν  αὐτῷ,  καὶ διδάσκον  καὶ παιδεῦον ἅπαντα.  Πόθεν δῆλον  τοῦτο;  Ἀφ'  ὧν  ἑτέρους  ἁμαρτάνοντας  ἐκόλασεν,  ἀφ'  ὧν νόμους ἔθηκεν, ἀφ' ὧν τὰ δικαστήρια ἐκάθισε. Τοῦτο γὰρ αὐτὸ δηλῶν  ὁ Παῦλος ἔλεγε περὶ τῶν ἐν κακίᾳ ζώντων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνδοκοῦσι τοῖς πράσσουσι. Καὶ πόθεν ᾔδεισαν, φησὶν, ὅτι θέλημα Θεοῦ ἐστι τοὺς ἐν πονηρίᾳ ζῶντας θανάτῳ κολάζεσθαι; πόθεν; Ἐξ ὧν ἑτέρους ἐδίκαζον ἁμαρτάνοντας. Εἰ γὰρ μὴ νομίζεις κακὸν εἶναι τὸν φόνον, ἐπειδὰν λάβῃς ἀνδροφόνον,  ὑπὸ τῇ σῇ ψήφῳ μὴ κολάσῃς· εἰ μὴ νομίζεις κακὸν εἶναι τὸ μοιχεύειν, ἐπειδὰν ἐμπέσῃ μοιχὸς, ἄφες αὐτὸν τῆς τιμωρίας. Εἰ δὲ ἐν τοῖς ἑτέρων ἁμαρτήμασι καὶ νόμους γράφεις, καὶ τιμωρίας ὁρίζεις, καὶ ἀκριβὴς εἶ δικαστὴς, ποίαν ἂν σχοίης ἀπολογίαν ἐν οἷς αὐτὸς ἁμαρτάνεις, λέγων  ἀγνοεῖν  τὰ πρακτέα; Ἐμοίχευσας, καὶ οὐ κἀκεῖνος.  Τίνος οὖν ἕνεκεν ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ συγγνώμης ἀξιοῖς; Εἰ γὰρ μὴ ᾔδεις κακὸν εἶναι τὴν μοιχείαν, οὐδὲ ἕτερον τιμωρεῖσθαι ἔδει· εἰ δὲ ἕτερον μὲν κολάζεις, σὺ δὲ νομίζεις διαφεύγειν  τὴν κόλασιν, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν ἁμαρτημάτων μὴ

τὰς αὐτὰς  διδόναι  δίκας; Τοῦτο γοῦν  αὐτὸ ἐγκαλῶν  ὁ Παῦλος ἔλεγε· Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων  τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀπὸ γὰρ τῆς ψήφου, φησὶν, ἧς ἤνεγκας  καθ' ἑτέρου, ἀπὸ ταύτης  σοι κρινεῖ  ὁ Θεὸς τότε· οὐ γὰρ δήπου  σὺ μὲν δίκαιος, ὁ δὲ Θεὸς ἄδικος. Εἰ γὰρ σὺ οὐ περιορᾷς ἕτερον ἀδικούμενον, πῶς ὁ Θεὸς περιόψεται; εἰ σὺ διορθοῖς τὰ ἑτέρων ἁμαρτήματα, πῶς ὁ Θεὸς οὐ διορθώσεταί σε; Εἰ δὲ  οὐ  παρὰ πόδας  ἐπάγει  σοι τὴν  τιμωρίαν,  μὴ  θάῤῥει διὰ  τοῦτο,  ἀλλὰ  φοβοῦ μειζόνως.  Οὕτω καὶ  Παῦλος ἐκέλευσε λέγων·  Ἢ τοῦ  πλούτου  τῆς  χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν  σε ἄγει; ∆ιὰ γὰρ τοῦτο ἀνέχεται, φησὶν, οὐχ ἵνα χείρων  γένῃ, ἀλλ' ἵνα μετανοήσῃς· εἰ δὲ μὴ βούλει, κολάσεως μείζονος ἐφόδιον ἡ μακροθυμία σοι γίνεται  ἀμετανοήτῳ  μένοντι.  Καὶ τοῦτο  γοῦν  αὐτὸ  δηλῶν  ἔλεγε·  Κατὰ δὲ  τὴν σκληρότητά σου καὶ ἀμετανόητον  καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν  ἐν  ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐπεὶ οὖν ἑκάστῳ κατὰ τὰ ἔργα ἀποδίδωσι, καὶ νόμον διὰ τοῦτο φυσικὸν ἡμῖν   ἐνέθηκε,   καὶ   γραπτὸν   ὕστερον   ἔδωκεν,   ἵνα   εὐθύνας   ἀπαιτήσῃ   τῶν ἁμαρτημάτων, καὶ ἵνα κατορθοῦντας στεφανώσῃ· μετὰ πολλῆς οὖν τῆς σπουδῆς, καὶ ὥσπερ εἰς δικαστήριον ἀπαντήσεσθαι μέλλοντες φοβερὸν, τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν,  εἰδό  49.135 τες  ὡς  μηδεμιᾶς  ἀπολαύσομεν  συγγνώμης,  εἰ  μετὰ φυσικὸν καὶ γραπτὸν νόμον, καὶ διδασκαλίαν τοσαύτην, καὶ συνεχῆ παραίνεσιν, τῆς ἡμετέρας ἀμελήσαιμεν σωτηρίας.
ςʹ. Βούλομαι οὖν πάλιν  περὶ τῶν  ὅρκων ὑμῖν διαλεχθῆναι,  αἰσχύνομαι δέ.
Ἐμοὶ μὲν γὰρ οὐκ ἔστιν ἐπαχθὲς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὰ αὐτὰ πρὸς ὑμᾶς λέγειν, δέδοικα  δὲ μὴ τὰς  πολλὰς  ταύτας  ἡμέρας ὑμῖν  παρακολουθήσας, πολλὴν  ὑμῶν καταγνῶ  ῥᾳθυμίαν  περὶ πράγματος  οὕτως  εὐκόλου  διηνεκοῦς  δεομένων ὑπομνήσεως. Οὐκ αἰσχύνομαι δὲ μόνον, ἀλλὰ καὶ δέδοικα περὶ ὑμῶν· ἡ γὰρ συνεχὴς διδασκαλία  τοῖς  μὲν  προσέχουσι  σωτήριον  καὶ  χρήσιμον,  τοῖς  δὲ  ῥᾳθυμοῦσι βλαβερὸν  καὶ  ἐπικίνδυνον.  Καὶ γὰρ  ὅσῳπερ ἄν  τις  πλεονάκις  ἀκούσῃ, τοσούτῳ μᾶλλον ἐπισπᾶται τὴν κόλασιν μὴ ποιῶν τὰ λεγόμενα. Τοῦτο γοῦν καὶ Ἰουδαίοις ὀνειδίζων ἕλεγεν ὁ Θεός· Ἀπέστειλα τοὺς προφήτας μου ὀρθρίζων, καὶ ἀποστέλλων, καὶ  οὐδὲ  οὕτως  εἰσηκούσατε.  Ἡμεῖς  μὲν  οὖν  ἀπὸ  πολλῆς   κηδεμονίας  τοῦτο ποιοῦμεν, δεδοίκαμεν δὲ μὴ κατὰ τὴν ἡμέραν ἐκείνην  τὴν φοβερὰν ἀντικαταστῇ πᾶσιν ὑμῖν ἡ παραίνεσις αὕτη καὶ ἡ συμβουλή. Ὅταν γὰρ καὶ τὸ κατόρθωμα εὔκολον ᾖ, καὶ ὁ συνεχῶς ὑπομιμνήσκων μὴ διαλιμπάνῃ, ποίαν ἕξομεν ἀπολογίαν εἰπεῖν; ἢ τίς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως λόγος; Εἰπὲ γάρ μοι, ἂν ἀργύριόν σοι χρεωστούμενον τύχῃ, οὐκ ἀεὶ συντυγχάνων  τῷ ὀφείλοντι ἀναμιμνήσκεις αὐτὸν τοῦ δανείσματος; Τοῦτο καὶ σὺ ποίησον, καὶ ἕκαστος νομιζέτω  τὸν πλησίον ἀργύριον ὀφείλειν   αὐτῷ,  τὴν  ἐκπλήρωσιν  τῆς  ἐντολῆς  ταύτης,  καὶ  ἀπαντῶν   ὑπὲρ  τῆς ἐκτίσεως αὐτὸν ἀναμιμνησκέτω, εἰδὼς ὡς οὐ μικρὸς ἡμῖν ἀπόκειται κίνδυνος τῶν ἀδελφῶν  οὐκ  ἐπιμελουμένοις.  ∆ιὰ  τοῦτο  καὶ  ἐγὼ  τὰ  αὐτὰ  λέγων  οὐ  παύομαι· δέδοικα γὰρ μήποτε κατ'  ἐκείνην  ἀκούσω τὴν ἡμέραν· Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας. Ἰδοὺ γοῦν κατέβαλον οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις· ὑμῶν ἐστι λοιπὸν τὸν τόκον ἐπιδείξασθαι· τόκος δὲ ἀκροάσεως, ἡ διὰ τῶν ἔργων ἐπίδειξις· καὶ γὰρ 49.136 ∆εσποτικὰ τὰ καταβαλλόμενα. Μὴ τοίνυν παρέργως ὑποδεξώμεθα, ἀλλὰ μετὰ ἀκριβείας κατέχωμεν  τὴν παρακαταθήκην, ἵνα μετὰ πολλῆς τῆς ἐργασίας αὐτὴν ἀποδῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην.  Ἐὰν γὰρ μὴ καὶ ἑτέρους εἰς τὸ αὐτὸ ἐναγάγῃς  κατόρθωμα, ἀκούσῃ τῆς φωνῆς ἐκείνης ἧς ἤκουσεν ὁ τὸ τάλαντον κατορύξας. Ἀλλὰ μὴ γένοιτο ταύτης, ἀλλὰ τῆς ἄλλης ὑμᾶς ἀκοῦσαι φωνῆς ἣν πρὸς τὸν ἐργασάμενον ἀφῆκε λέγων ὁ Χριστός·

Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Ταύτης δὲ ἀκουσόμεθα τῆς φωνῆς, ἂν τὴν αὐτὴν ἐκείνῳ σπουδὴν ἐπιδειξώμεθα· τὴν αὐτὴν δὲ ἐπιδειξόμεθα σπουδὴν, ἐὰν τοῦτο ὃ λέγω ποιήσωμεν. Ἔτι θερμῆς οὔσης τῆς ἀκροάσεως ἐν ὑμῖν, ἐξελθόντες παρακελεύεσθε ἀλλήλοις, καὶ καθάπερ ἕκαστος μετὰ προσηγορίας διαλύεσθε, οὕτω μετὰ παραγγελίας ἕκαστος οἴκαδε ἀναχωρείτω, καὶ τῷ πλησίον  λεγέτω·  Σκόπει καὶ  μέμνησο  ὅπως  φυλάξῃς  τὴν  ἐντολὴν,  καὶ  πάντως περιεσόμεθα. Ὅταν γὰρ φίλοι  παραπέμπωσι  μετὰ τοιαύτης  συμβουλῆς, καὶ οἴκοι γενόμενον  ἡ  γυνὴ  πάλιν  τὰ  αὐτὰ  ἀναμιμνήσκῃ,  καὶ  μόνους  ὄντας  ὁ  λόγος  ὁ ἡμέτερος κατέχῃ, ταχέως ἀποκρουσόμεθα τὴν πονηρὰν συνήθειαν ταύτην. Οἶδα μὲν ὅτι θαυμάζετε τίνος ἕνεκεν τοσαύτην ὑπὲρ τῆς ἐντολῆς ταύτης ποιοῦμαι σπουδήν· κατορθώσατε δὲ τὸ ἐπιταχθὲν,  καὶ τότε ἐρῶ. Τέως μὲν γὰρ ἐκεῖνο λέγω, ὅτι νόμος ἐστὶ θεῖος τὸ ἐπίταγμα τοῦτο, καὶ παραβῆναι αὐτὸν οὐκ ἀσφαλές· ἐὰν δὲ ἴδω κατορθωθὲν,  καὶ  ἑτέραν  ὑμῖν  αἰτίαν  ἐρῶ οὐκ ἐλάττονα  ταύτης,  ἵνα  μάθητε  ὅτι δικαίως  τοσαύτην ὑπὲρ τοῦ νόμου τούτου ποιοῦμαι  σπουδήν· ὥρα δὲ λοιπὸν  εἰς εὐχὴν καταλῦσαι τὸν λόγον. Κοινῇ τοίνυν πάντες εἴπωμεν· Ὁ Θεὸς ὁ μὴ θέλων τὸν θάνατον  τοῦ ἁμαρτωλοῦ,  ὡς τὸ ἐπιστρέψαι αὐτὸν  καὶ ζῇν, καὶ τοῦτον  καὶ τοὺς λοιποὺς  νόμους  ἅπαντας  καταξίωσον  ἡμᾶς  ἐξανύσαντας,  οὕτω  παραστῆναι  τῷ βήματι  τοῦ  Χριστοῦ σου,  ἵνα  παῤῥησίας  πολλῆς  ἀπολαύσαντες,  τῆς  βασιλείας ἐπιτύχωμεν  εἰς δόξαν σὴν, ὅτι σοὶ πρέπει δόξα, ἅμα τῷ μονογενεῖ σου Παιδὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.