Κυριακή, 27 Οκτωβρίου 2013

∆έσποτα Κύριε, ὁ ἰατρὸς τῶν νοσούντων καὶ θεὸς πάσης παρακλήσεως, ὁ μὴ βουλόμενος εἶναι τὸν ἄνθρωπον νοσερὸν ἢ κατώδυνον





∆έσποτα Κύριε, ὁ ἰατρὸς τῶν νοσούντων καὶ θεὸς πάσης παρακλήσεως, ὁ μὴ βουλόμενος  εἶναι  τὸν  ἄνθρωπον  νοσερὸν    κατώδυνον,  ἀλλ'  ἱλαρὸν  καὶ  ὑγιῆ ὁλοτελῆ, αὐτὸς καὶ τὴν δούλην σου Μαρίαν τὴν σωματικὴν ἀσθένειαν πεσοῦσαν καὶ ἐν ἀθυμίᾳ πάσῃ γεναμένη(ν) ἀνάστησον, οἴκτειρον, μὴ παρίδῃς, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, ἀπέλασον τὴν ῥαθυμίαν. ὁ τὴν πενθερὰν τοῦ Πέτρου πυρήσουσαν καὶ δεινῶς κατακειμένηνκαὶ ταύτην τῷ ῥήματί σου ἀναστήσας πρὸς τὸ διακονεῖν σοι, αὐτός, βασιλεῦ, πάρεσο καὶ νῦν ἐπὶ τὴν δούλην σου Μαρίαν καὶ καταπράϋνον τὸ ἄλγος τῆς ψυχῆς καὶ τὴν νόσον τοῦ σώματος. ὁ τὸν κορυφαιότατον τῶν ἀποστόλων δι' ἀγγέλου ἐξαγαγὼν  ἐκ τῶν  δεσμῶν τῆς φρουρᾶς, ὁ τὸν κήρυκα τῆς ἐκκλησίας Παῦλον τὸν ἀπόστολον ῥυσάμενος ἐκ τὴν τοῦ Νέρωνος βασιλέως τιμωρία(ν) αὐτὸς καὶ τὸν δοῦλόν σου λύτρωσαι τῆς συνεχούσης ὀδύνης· ὁ τὸν ἐπιστήθιον φίλον σου καὶ ἠγαπημένον Ἰωάννην καὶ Θεολόγον ῥυσάμενος ἐκ τῆς Πάτμου καὶ Ἀρτέμιδος, ὁ τὸν πάμφρωνα Νῶε ἐκ τοῦ φρικτοῦ καὶ πανολέθρου κατακλυσμοῦ διασώσας, αὐτὸς καὶ  νῦν  ἔκτεινόν  σου τὴν  ἀόρατον  καὶ  πνευματικὴν  δεξιὰν  καὶ  ἀνάστησον  τὸ πλάσμα  σου ἐκ  τῆς  πλάνης  ταύτης.    τὸν  ξενοδόχον  καὶ  δικαιότατον  Ἀβραὰμ ῥυσάμενος πάσης θλίψεως καὶ ὀδύνης, ὁ τὸν μυρίαθλον Ἰὼβ ἐκ τῆς κοπρίας ἀναστήσας αὐτὸς ἀνάστησον καὶ τὴν δούλην σου Μαρίαν ἐκ τῆς περιεχούσης αὐτῆς σωματικῆς ἀσθενείας. ὁ τὸν νομοδότην καὶ δικαιότατον Μωϋσῆν ἐξ Αἰγύπτου καλέσας,    τὸν  ἠγαπημένον  σου παῖδα  Ἰσραὴλ  ἐκ  τῆς  κακίστης  καὶ  πονηρᾶς δουλείας  τοῦ  πικροτάτου  φαραὼ  διασώσας αὐτὸς  καὶ  τὴν  δούλην  σου Μαρίαν βοήθησον,  σβέσον τὸν  πυρετόν,  πράϋνον  τὸ  ἄλγος,  πᾶσαν  πονηρὰν  ἀσθένειαν ἀπέλασον ἀπ' αὐτῆς καὶ ἔγειρον τὴν δούλην σου ἀπὸ κλίνης ὀδυνερᾶς (=–νη–) καὶ ἀπὸ στρωμνῆς  κακώσεως. ὁ τὸν  Ἰακὼβ  ἐκ χειρὸς  Ἡσαῦ διασώσας, ὁ τὸν  Τοβὴτ ὀμματώσας  καὶ τὸ φῶς αὐτὸν χαρισάμενος, ὁ τὸν πάγκαλον  Ἰωσὴφ ἐξ ἀδελφοκτόνων  καὶ πονηρῶν πραθέντα κακῶς διασώσας, ὁ τὸν πάνσοφον ∆αυὶδ καὶ θαυμαστὸν προφήτην ἐκ χειρὸς Σαοὺλ διασώσας· αὐτὸς καὶ τὴν δούλην σου τὴν ἐν ἀσθενείᾳ κατακειμένην καὶ τοῦἐλέους σου ἐπιδεομένην ἐλέησον, οἴκτειρον, ἀνάστησον, διαφύλαξον  ἀπὸ παντὸς κακοῦ ἀπόστησον. ὁ τὸν
δικαιότατον  ∆ανιὴλ τὸν προφήτην ἐκ τῆς φοβερᾶς τῶν λεόντων  ἁρπαγῆς διασώσας, ὁ τὸν Ἱερεμίαν ἐκ τοῦζωφεροῦ  καὶ  σκοτεινοῦ  λάκκου  ἀφαρπάσας, ὁ  τοὺς  τρεῖς  παῖδας  Ἀνανίαν, Ἀζαρίαν καὶ Μισαὴλ ἐκ τῆς ἑπτακαύστου καμίνου διασώσας καὶ τὸ πῦρ εἰς δρόσον μεταβαλών· αὐτὸς καὶ τὴν δούλην σου τῆς συνεχούσης ὀδύνης ἀπάλλαξον. ὁ τῶν τυφλῶν  τὰ ὄμματα φωτίσας, ὁ τῶν λεπρῶν τὰς σάρκας καθαρίσας, ὁ τοὺς νεκροὺς ἀναστήσας· αὐτὸς ἀνάστησον, αὐτὸς ζωοποίησον καὶ μὴ ἀποδώσῃς ἡμῖν κατὰ τὰς ἁμαρτίας ἡμῶν. ὁ τὸν παράλυτον λόγῳ συσφίγξας, ὁ τὴν αἱμοῤῥοῦσαν ἰασάμενος, ὁ τὸν  λεγεῶνα  θεραπεύσας· αὐτός, ∆έσποτα, παρακλήθητι  παρακαλῶ,  δυσωπήθητι παραινῶ, σπλαγχνίσθητι  ἱκετεύω ὡς μακρόθυμος, μή με κατάγῃς εἰς ᾅδου ζῶντα, ἀλλ' αὐτός με ἀνάστησον τῇ ἀοράτῳ σου καὶ πνευματικῇ δεξιᾷ. Ἅγιοι τρεῖς παῖδες οἱ τὴν κάμινον σβέσαντες, ἅγιοι ἑπτὰ παῖδες οἱ ἐν Ἐφέσῳ οἱ ἐκ τῶν νεκρῶν ἀναστήσαντες, βοηθήσατε, ἅγιοι ἐννέα μάρτυρες οἱ ἐν
Κυζίκῳ θαυματουργοῦντες, ἅγιοι δέκα μάρτυρες οἱ ἐν τῇ Κρήτῃ τελειωθέντες,  ἅγιοι τεσσαράκοντα μάρτυρες οἱ ἐν Σεβαστείᾳ θαυματουργοῦντες,  ἅγιοι τριάκοντα  καὶ τρεῖς μάρτυρες ἀπὸ Ῥώμην, ἅγιοι τριακόσιοι δέκα καὶ ὀκτὼ θεοφόροι πατέρες οἱ ἐν Νικαίᾳ τῇ πόλει θαυματουργοῦντες, ἅγιοι οἱ μύριοι ἄνδρες οἱ ἐν Θεολόγῳ (σιξ) τελειωθέντες.  ἅγιε Θεράπων ἀπὸ Σμύρνην, ἅγιε Παρθένιε ἀπὸ Λάμψακον, ἅγιε Ἰουλιανὲ ἀπὸ Καισαρίαν, ἅγιε Λεόντιε ἀπὸ Τρίπολιν,  ἅγιε ∆ημήτριε ἀπὸ Θεσσαλονίκην, ἅγιε  Γεώργιε ἀπὸ Καππαδοκίαν, ἅγιοι  ἀνάργυροι  Κωσμᾶ καὶ  ∆αμιανὲ  καὶ  Παντελεήμων,  Κύρε καὶἸωάννη,  Σαμψὼν καὶ ∆ιομήδους (σιξ), Φλόρε καὶ Λαῦρε καὶ Ἑρμόλαε. ἅγιε Ἀνδρόνικε σὺν τῇ ἁγίᾳ Ἀθανασίᾳ, ἅγιοι ὁμολογῆται ἀπὸ Ἐδέσσαν τὴν πόλιν, Γούρια, Σαμωνᾶ καὶ Ἄβιβε, οἱ τὴν κόρην ἐκ τοῦ τάφου ἁρπάσαντεςκαὶ πρὸς τὴν πατρίδα αὐτῆς ἀπαγαγόντες. ἅγιε Ἀκίνδυνε πρόφθασον, ἅγιε Ἀφθόνιε ἐπισκίασον, ἅγιε Ἐλπιδιφόρε ἀνάστησον, ἅγιε Ἀνεμπόδιστε μὴ παρίδῃς, ἅγιοι 325 ἀνάργυροι προφθάσατε,  ἅγιε  Παντελεήμων  ἀρχιατρὲ  ἐπισκίασον,  ἅγιοι  Κύρε καὶ  Ἰωάννη προφθάσατε,  ἅγιε  Ἀγαπητὲ  ἀπὸ  Συναώ,  ἅγιε  Ἰωάννη  Θεολόγε, ἅγιε  Πέτρε ἀπὸ Ῥώμην, ἅγιε Παῦλε ἀπὸ ∆αμασκόν, ἅγιε Εὐθύμιε ἀπὸ Μάδητον, ἅγιε Νικόλαε ἐκ τὰ Μύρα, ἅγιε  Βασίλειε ἀπὸ  Καισαρίαν, ἅγιε  Ἐπιφάνιε  ἀπὸ  Κύπρον, ἅγιε  Ἰωάννη Χρυσόστομε, ἅγιε  Θύρσε, Λεύκιε καὶ  Φιλήμων,  ἅγιε  Ἀλύπιε  καὶ  Προκόπιε, ἁγία δέσποινα Θεοτόκε ἀπὸ Ἀθήνας, ἁγία Ἀναστασία φαρμακολύτρια,ἁγία Βαρβάρα ἀπὸ Πάτρας, ἁγία Μαρίνα ἡ τὸν δαίμονα πατήσασα, ἁγία πρωτομάρτυς Θεοφανοῦ ἀπὸ ωνσταντινούπολιν, ἁγία Αἰκατερίνα ἀπὸ Ἀλεξανδρείαν, ἅγιε Ἰωάννη προφῆτα καὶ Πρόδρομε καὶ Βαπτιστὰ τοῦ Χριστοῦ, ἅγιοι προφῆται, ἀπόστολοι, μάρτυρες, ὅσιοι καὶ δίκαιοι, πᾶσαι αἱ οὐρανίαι δυνάμεις  τῶν  ἁγίων  ἀγγέλων  καὶ ἀρχαγγέλων,  ἀρχαί, ἐξουσίαι καὶ τὰ πολυόμματα χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα σεραφίμ, ἡ ἀκατάληπτος δύναμις  τοῦ  τιμίου  καὶ  ζωοποιοῦ  σταυροῦ, προσπέσατε, δυσωπήσατε τὸν  μόνον ὑπεράγαθον θεὸν ὅπως δωρήσητε τὴν δούλην τοῦ θεοῦ Μαρίαν ὑγείαν καὶ σωτηρίαν καὶ ἄφεσιν τῶν συνεχομένων κακῶν καὶἀπελάσατε ταύτην τὴν χαλεπὴν ἀσθένειαν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν· πυρετόν, ἐσωπύρετον, ῥίγους κραταιοῦ, ῥίγους βραχέος, ῥίγους λυμαντικοῦ, νόσος βλαβερά, νόσος χαλεπή, νόσος δεινὴ προσγινομένη,ἐπιπεμπτικὴ  καὶ πεποιημένη.  ἐξορκίζω ὑμᾶς τὰς οβʹ ἀσθενείας, ἃς ἔχει ὁ ἄνθρωπος, ἀναχωρεῖν  ἀπὸ τὴν δούλην  τοῦ θεοῦ Μαρίαν, μὴ ἀπὸ οὐρανοῦ κατῆλθεν ἡ ἀσθένεια ἢ ἀπὸ ἀστέρων ἢ ἀπὸ ἡλίου ἢ σελήνης, μὴ ἀπὸζώφου νεφέλης, μὴ ἀπὸ κρυεροῦ ἀέρος, μὴ ἀπὸ βροντῆς ἢ ἀπὸ ἀστραπῆς κατῆλθε, μὴ ἀπὸ σεισμοῦ ἢ κτύπου καὶ συμπτωμάτων,  μὴ ἀπὸ ὀρέων κοιλάδων  ἢ φάραγξ ἢ πλαγίων,  μὴ ἀπὸ βουνοῦ ἢ κάμπου ἢ πεδίων, μὴ ἀπὸλίθου ἢ ὕδατος ἢ πηγῆς ἢ ὁδοῦ ἢ ποταμοῦ ἢ χώρας ἢ ἀγροῦ ἢ περιβολίου, μὴ ἐν κήπῳ ἢ ἐν παραδείσῳ, μὴ ἐν διόδοι(ς) ἢ ἐν τριόδοι(ς), μὴ ἐν εἰσόδοις ἢ ἐν ἐξόδοις, μὴ ἐν αὐλῇ λουτροῦ ἢ φούρνου ἢ τρωχάλου, μὴ ἐν θύρᾳ ἢἐν θυρίδι ἢ ἀνωγέων  ἢ κατωγέων  ἢ αὐλῆς ἢ ἁλωνίου,  καὶ ἦλθες πειρᾶσαι τὴν δούλην τοῦ θεοῦ. μή τις ἐπαοιδὸς φθόνῳ εἰργάσατο ἢ περιεποιήσατο ἢ ἀπὸ φαρμάκου ἢ φθόνου ἢ ζήλου, μὴ ἀπὸ βαρέων 326 αἰσχρῶνὀφθαλμῶν, μὴ ἀπὸ βασκοσύνης καὶ πάσης ἄλλης συμφορᾶς ἐπερχομένης, μὴ πρηστηριακὸν ἢ βουβιατικὸν ἢ ἐπιπεμπτικὸν ἢ κεφαλικὸν ἢ χειρῶν καρδίας καὶ ποδῶν ἢ δαιμονικὸν φασματικὸν ἢ καλὶς τῶν  ὀρέων, μὴὀνοσκελιακὸν  ἢ νεραΐδων,  μὴ τῶν  ἐν ζώφῳ ἀέρων πετωμένων  καὶ ἤλθατε ἀδικῆσαι τὴν δούλην τοῦ θεοῦ. μὴ κεφαλόπονον  ἢ ὀφθαλμόπονον ἢ ὀδοντόπονον ἢ στηθόπονον ἢ φρενόπονον ἢ χειρόπονον. μὴ δυσουρίας ἢτρισουρίας ἢ ἐνσόχασιν ἢ ἐξόχασιν ἢ ὑστέρα(ν) ἢ στρόφου ἢ ἀρμόπονον ἢ τζίρματος ὀμαλικὸν ἢ ἄϋπνον ἢ πολύϋπνον. ἐξορκίζω ὑμᾶς εἴ τι ἄν ἐστιν ἀδικῶν τὴν δούλην τοῦ θεοῦ· ἀναχωρήσατε καὶ ἀπέλθατε εἰς τὰ ἄγριαὄρη ὅπου ἂν εἷσαι κατακείμενον καὶ ἀδικῶν τὴν δούλην τοῦ θεοῦ. ἀναχωρήσατε καὶ ἀπέλθατε εἰς τὰ ἄγρια ὄρη μὴ ἐν τρίχεσι κεφαλῆς, μὴ ἐν μυελοῦ κάρας, μὴ ἐν κρανίου ἢ ἡμικράνου, μὴ ἐν μετώποις ἢ κροτάφοις ἢβλεφάροις ἢ φρεσίν, μὴ ἐν μυκτήραις ἢ ὠτίοις, μὴ ἐν στόμασιν ἢ μύλεσιν ἢ χείλεσιν ἢ ὀδοντίοις, μὴ ἐν τραχήλοις ἢ ὠμοπλάταις χειρῶν, μὴ ἐν στήθοις ἢ φλεγμονίοις  ἢ καρδίᾳ καὶ πᾶσα ὑγρίς, μὴ ἐν ῥάχεσι καπούλοις ἢὀμφαλοῖς  καὶ ὑπογάστροις, μὴ ἐν γόνασι ποδῶν  ἢ ἀστραγάλοις ἢ δακτύλοις  καὶ ὀνύχοις ὅπου ἐὰν κατακείμενον καὶ ἀδικῶν καὶ ἐμφωλεῦον αὐτῇ, ἀναχώρησον καὶ ἄπελθε  ἐπὶ τὰς τῶν  ποιησάντων  κεφαλὰς  καὶ ἐπιπέμψαντα  καὶ τῶν  συνειδότων, μήτε   ξένος   ἐποίησεν      ἴδιος      παραδότης      δοῦλος      ἐλεύθερος,  μὴφαρμακοπάοιδος, μὴ γυλοῦ ἢ στρίγγος ἢ στρίγγα ἢ φθονερὸς ἄνθρωπος. ἐξορκίζω ὑμᾶς, πάντα τὰ ἀκάθαρτα παθήματα, κατὰ τοῦ μεγάλου ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ κατὰ τῆς ἀχράντου αὐτοῦ κορυφῆς καὶ κατὰ τῆς κραταιᾶς αὐτοῦ δεξιᾶς, ἀναχώρησον ἀπὸ τὴν δούλην τοῦ θεοῦ. ὁρκίζω σε κατὰ τοῦ κρεμάσαντος τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὁρκίζω σε κατὰ τοῦ θεμελιώσαντος τοὺς οὐρανοὺς ἐν ἀβάτοις εἰλίξιν,  ὁρκίζω σε εἰς τὸνθρόνον  τοῦ θεοῦ τὸν ἀσάλευτον, ὁρκίζω σε κατὰ τῶν μακαρίων   δυνάμεων   καὶ  ἀΰλων   ταγμάτων,   ὁρκίζω  σε  κατὰ   τῶν   τεσσάρων ἀρχαγγέλων  Μιχαήλ, Γαβριὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαήλ, ὁρκίζω σε κατὰ τῶν εἴκοσιτεσσάρων πρεσβυτέρων τῶν λειτουργούντων  τὸν θρόνον τοῦ θεοῦ, ὁρκίζω σε κατὰ τῶν  δώ  δεκα ἀποστόλων· ἔξελθε καὶ ἀναχώρησον  ἀπὸ τὴν δούλην  τοῦ θεοῦ Μαρίαν καὶ δὸς αὐτήν, ∆έσποτα Κύριε, ὑγείαν, ζωήν,εἰρήνην, μακροημέρευσιν ὅπως δοξασθῇ καὶ παρ' αὐτῆς τὸ πανάγιον  ὄνομά σου τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ - ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ

 In infirmos - ∆έσποτα Κύριε, ὁ ἰατρὸς τῶν νοσούντων καὶ θεὸς πάσης παρακλήσεως, ὁ μὴ βουλόμενος  εἶναι  τὸν  ἄνθρωπον  νοσερὸν    κατώδυνον

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.