Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ ΜΕʹ. Περὶ τοῦ μὴ πενθεῖν σφοδρῶς τοὺς τελευτῶντας.





ΛΟΓΟΣ ΜΕʹ. Περὶ τοῦ μὴ πενθεῖν σφοδρῶς τοὺς τελευτῶντας.  Μὴ πενθῶμεν  πικρῶς,ἀγαπητοὶ, τοὺς τελευτῶντας  καὶ τοὺς ἐνθένδε ἀπιόντας, ἀλλὰ μᾶλλον θρηνήσωμεν καὶ κλαύσωμεν τοὺς κακῶς τὸν ἑαυτῶν βίον καταλύσαντας. Ἐπεὶ καὶ γεωργὸς, ὅταν ἴδῃ τὸν σῖτον διαλυόμενον, οὐ θρηνεῖ, ἀλλ' ἕως μὲν ἂν βλέπῃ στερεὸν ἐν τῇ γῇ μένοντα, δέδοικε καὶ  τρέμει· ἐπὰν  δὲ ἴδῃ  διαλυθένταχαίρει·  ἀρχὴ  γὰρ  τῆς  μελλούσης  σπορᾶς διάλυσις. Οὕτω καὶ ἡμεῖς τότε χαίρωμεν, ὅταν πέσῃ οἰκία φθαρτὴ, ὅταν σπαρῇ ἄνθρωπος. Καὶ μὴ θαυμάσῃς, εἰ σπορὰν τὴν ταφὴν ἐκάλεσε· καὶ γὰρ αὕτη βελτίων σπορά. Ἐκείνην μὲν γὰρ διαδέχονται θάνατοι καὶ πόνοι καὶ κίνδυνοι καὶ φροντίδες, ταύτην δὲ, ἂν ὀρθῶς βιῶμεν, στέφανοι καὶ βραβεῖα· καὶ τὴν μὲν φθορὰ καὶ θάνατος,τὴν  δὲ  ἀφθαρσία  καὶ  ἀθανασία  καὶ  τὰ  μυρία  ἀγαθά.  Ἐπ'  ἐκείνης  τῆς  σπορᾶς συμπλοκαὶ  καὶ  ἡδοναὶ  καὶ  ὕπνος,  ἐπὶ  ταύτης  δὲ φωνὴ  μόνον  ἐκ τῶν  οὐρανῶν καταβαίνουσα, καὶ πάντα ἀθρόως τελεσφορεῖται· καὶ ὁ ἀνιστάμενος οὐκέτι λοιπὸν ἐπὶ βίον ἄγεται πολύμοχθον, ἀλλ' ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰ δὲ καὶ προστασίαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο θρηνεῖς τὸν ἄνδρα, ἐπὶ τὸν κοινὸν πάντων προστάτην  καὶ  σωτῆρα  καὶ  εὐεργέτην   κατέφυγε   τὸν   Θεὸν,  ἐπὶ  τὴν   ἄμαχον συμμαχίαν, ἐπὶ τὴν εὔκολον βοήθειαν, ἐπὶ τὴν διαρκῆ σκέπην, τὴν πανταχοῦ
παροῦσαν καὶ πανταχόθεν ἡμᾶς τειχίζουσαν. Ἀλλ' ἡ συνήθεια ποθεινὸν καὶ ἐπέραστον. Οἶδα κἀγώ· ἀλλ' ἐὰν ἐπιτρέψῃς τῷ λογισμῷ τὸ πάθος, καὶ λογίσῃ πρὸς ἑαυτὸν, τίς ὁ λαβὼν, καὶ ὅτι γενναίως  ἐνεγκὼν  θυσίαν τὴν γνώμην  ἀναφέρεις τῷ Θεῷ, καὶ τοῦτο τὸ κῦμα δυνήσῃ διαδραμεῖν· καὶ ὅπερ ὁ χρόνος οὐκ ἐργάζεται, τοῦτο ἡ φιλοσοφία ποιήσει· ἂν δὲ καταμαλακισθῇς, λήξει μὲν τῷ χρόνῳ τὸ πάθος, σοὶ δὲ οὐδένα τὸν μισθὸν οἴσει. Μετὰ δὲ τῶν λογισμῶν τούτων καὶ παραδείγματα σύλλεγε, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν ταῖς θείαις Γραφαῖς· ἐννόησον ὅτι ὁ
Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὔτε ἐδάκρυσεν, 63.888 οὔτε πικρὸν ῥῆμα ἐξέβαλεν. Ἀλλ' ἐκεῖνος Ἀβραὰμ, φησὶν, ἦν. Καὶ μὴν σὺ ἐπὶ μείζονα ἐκλήθης σκάμματα. Ὁ δὲ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα καὶ σφόδρα κηδόμενον τῶν ἀπελθόντων· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πολεμίων ἐστίν. Οὐδὲ γὰρ, εἴ τινος εἰς βασίλεια ἀπενεχθέντος καὶ στεφανωθέντος, ἔκοπτες σεαυτὸν καὶ ἐθρήνεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶναι, ἀλλ' ἐχθρὸν σφόδρα καὶ πολέμιον. Ἀλλ' οὐδὲ νῦν  ἐκεῖνον  θρηνῶ,  φησὶν,  ἀλλ' ἐμαυτόν.  Ἀλλ' οὐδὲ τοῦτο  φιλοῦντος,  τὸ θέλειν ἔτι ἐναγώνιον εἶναι ἐκεῖνον διὰ σαυτὸν, καὶ ὑποκεῖσθαι τῇ ἀδηλίᾳ τοῦ μέλλοντος,  παρὸν  στεφανοῦσθαι  καὶ  προσορμεῖν, ἢ πελάγιον  σαλεύειν,  ἐξὸν  ἐν λιμένι εἶναι. Ἀλλ' οὐκ οἶδα ποῦ κεχώρηκε, φησί. ∆ιὰ τί οὐκ οἶδας, εἰπέ μοι; εἴτε γὰρ ὀρθῶς ἐβίου, εἴτε ἑτέρως, δῆλον ποῦ χωρήσει. ∆ι' αὐτὸ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπῆλθε. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο τὸν ἀπελθόντα ἐθρήνεις,  ζῶντα  διαπλάσαι  ἐχρῆν  καὶ  ῥυθμίσαι· ἀλλὰ  τὰ  σαυτοῦ  σὺ πανταχοῦ σκοπεῖς, οὐ τὰ ἐκείνου. Εἰ δὲ καὶ ἁμαρτωλὸς ἀπῆλθε, καὶ διὰ τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς ἂν οἷόν τε ᾖ, οὐ τῷ δακρύειν, ἀλλ' εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημοσύναις καὶ προσφοραῖς. Οὐ γὰρ ἁπλῶς ταῦτα ἐπινενόηται,  οὐδὲ εἰκῆ μνήμην ποιούμεθα τῶν ἀπελθόντων  ἐπὶ τῶν θείων μυστηρίων, καὶ ὑπὲρ αὐτῶν προσίεμεν δεόμενοι τοῦ ἀμνοῦ τοῦ κειμένου, τοῦ λαβόντος   τὴν   ἁμαρτίαν   τοῦ  κόσμου,  ἀλλ'  ἵνα   τις   αὐτοῖς   ἐντεῦθεν   γένηται παραμυθία· οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυσιαστηρίῳ τῶν φρικτῶν μυστηρίων τελουμένων  βοᾷ, ὑπὲρ πάντων  τῶν ἐν Χριστῷ κεκοιμημένων,  καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων.  Εἰ γὰρ μὴ ὑπὲρ αὐτῶν αἱ μνεῖαι ἐγένοντο, οὐδ' ἂν ταῦτα ἐλέχθη. Οὐ γάρ ἐστι σκηνὴ τὰ ἡμέτερα, μὴ γένοιτο· Πνεύματος γὰρ διατάξει ταῦτα γίνεται. Βοηθῶμεν τοίνυν αὐτοῖς, καὶ μνείαν ὑπὲρ αὐτῶν ἐπιτελῶμεν. Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς 63.889 θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων  προσφερόντων, γίνεταί  τις αὐτοῖς παραμυθία; Εἴωθε γὰρ ὁ Θεὸς καὶ ἑτέροις ὑπὲρ ἑτέρων χαρίζεσθαι· καὶ τοῦτο ἐδείκνυτο ὁ Παῦλος λέγων· Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Μὴ δὴ ἀποκάμωμεν  τοῖς  ἀπελθοῦσι  βοηθοῦντες,  καὶ  προσφέροντες  ὑπὲρ  αὐτῶν  εὐχὰς τελείας. Καὶ γὰρ τὸ κοινὸν τῆς οἰκουμένης κεῖται καθάρσιον. ∆ιὰ τοῦτο θαῤῥοῦντες ὑπὲρ τῆς οἰκουμένης δεόμεθα τότε καὶ μετὰ μαρτύρων αὐτοὺς καλοῦμεν, μετὰ ὁμολογητῶν,  μετὰ ἱερέων. Καὶ γὰρ ἓν σῶμά ἐσμεν ἅπαντες, κἂν λαμπρότερα μέλη μελῶν· καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συναγαγεῖν ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώρων, ἀπὸ τῶν μετ' αὐτῶν καλουμένων. Τί τοίνυν ἀλγεῖς, τί δὲ θρηνεῖς, ὁπότε τοσαύτην δυνατὸν συγγνώμην συναγαγεῖν τῷ ἀπελθόντι; Ἀλλ' ὅτι σὺ γέγονας  ἔρημος, καὶ προστάτην ἀπώλεσας;  Ἀλλὰ μηδέποτε τοῦτο εἴπῃς· οὐδὲ γὰρ τὸν  Θεὸν ἀπώλεσας· ὥστε, ἕως ἂν τοῦτον  ἔχῃς, καὶ αὐτὸς ἔσται σοι μείζων  καὶ πατρὸς, καὶ παιδὸς, καὶ κηδεστοῦ. Καὶ γὰρ καὶ ζώντων ἐκείνων, οὗτος ἦν ὁ τὰ πάντα ποιῶν. Ταῦτα τοίνυν  ἐννόει, καὶ λέγε κατὰ τὸν ∆αυΐδ· Κύριος φωτισμός μου, καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Εἰπὲ, Σὺ εἶ ὁ Πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν, καὶ ἐπίσπασαι αὐτοῦ τὴν βοήθειαν, καὶ μᾶλλον αὐτὸν ἕξεις νῦν προνοοῦντα, ἢ πρότερον, ὅσον ἐν μείζονι κατέστης ἀπορίᾳ. Ἀλλὰ παιδίον ἀπώλεσας; Οὐκ ἀπώλεσας, μὴ λέγε· ὕπνος τὸ πρᾶγμά ἐστιν, οὐ θάνατος, μετάστασις, οὐκ ἀπώλεια, ἀποδημία ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ βελτίω. Μὴ δὴ παρόξυνε τὸν Θεὸν, ἀλλ' ἵλεων ποίει.  Ἂν  γὰρ  ἐνέγκῃς  γενναίως,   ἔσται  τις  κἀντεῦθεν   τῷ  ἀπελθόντι   καὶ  σοὶ παραμυθία· ἂν δὲ τοὐναντίον  ποιῇς, μᾶλλον ἐξάπτεις τὴν ὀργὴν τοῦ Θεοῦ. Καὶ γὰρ εἰ, παιδὸς μαστιχθέντος ὑπὸ τοῦ δεσπότου, σὺ παρεστὼς ἐδυσχέρανας, μειζόνως ἂν παρώξυνας κατὰ σαυτοῦ τὸν δεσπότην. Μὴ δὴ ποίει τοῦτο, ἀλλ' εὐχαρίστει, ἵνα σοι καὶ ταύτῃ  σκεδασθῇ τὸ νέφος  τῆς  ἀθυμίας· εἰπὲ  κατὰ  τὸν  μακάριον  ἐκεῖνον·  Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ἐννόησον ὅσοι μᾶλλον σοῦ εὐχαριστοῦντες, οὐδὲ ἔλαβον   τὴν   ἀρχὴν   παῖδας,  οὐδὲ  πατέρες  ἐκλήθησαν.  Οὐδὲ  γὰρ  ἐγὼ,  φησὶν, ἐβουλόμην· καὶ γὰρ βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς ἐκπεσεῖν. Μὴ, παρακαλῶ, μὴ λέγε ταῦτα, μὴ παροργίσῃς καὶ ταύτῃ τὸν ∆εσπότην, ἀλλὰ ὑπὲρ μὲν ὧν ἔλαβες εὐχαρίστησον, ὑπὲρ δὲ ὧν οὐκ εἰς τέλος ἔχεις δόξαζε. Οὐκ εἶπεν ὁ Ἰὼβ, ὅτι βέλτιον ἦν μὴ λαβεῖν, τοῦτο ὃ σὺ λέγεις ἀγνωμόνως· ἀλλὰ καὶ ὑπὲρ ἐκείνων  ηὐχαρίστει λέγων· Ὁ Κύριος ἔδωκε· καὶ ὑπὲρ τούτων  ηὐλόγει, λέγων· Ὁ Κύριος ἀφείλετο·  εἴη  τὸ  ὄνομα  Κυρίου εὐλογημένον  εἰς  τοὺς  αἰῶνας.  Καὶ τὴν γυναῖκα οὕτως ἐπεστόμιζε δικαιολογούμενος  πρὸς αὐτὴν, καὶ τὰ θαυμαστὰ ἐκεῖνα φθεγγόμενος   ῥήματα·  Εἰ τὰ  ἀγαθὰ  ἐδεξάμεθα  ἐκ  χειρὸς  Κυρίου, τὰ  κακὰ  οὐχ ὑποίσομεν; Καίτοι γε μετὰ ταῦτα χαλεπώτερος  γέγονεν  ὁ πειρασμός· ἀλλ' ἐκεῖνος οὐδὲ οὕτως ἐξελύετο, ἀλλ' ὁμοίως ἔφερε γενναίως, καὶ ἐδόξαζε. Τοῦτο καὶ σὺ ποίει καὶ λογίζου πρὸς ἑαυτὸν, ὅτι οὐκ ἄνθρωπος ἔλαβεν, ἀλλ' ὁ Θεὸς ὁ ποιήσας, ὁ μᾶλλον σοῦ κηδόμενος, καὶ τὸ συμφέρον εἰδὼς, οὐ πολέμιός τις οὐδὲ ἐπίβουλος. Ὅρα πόσοι ζῶντες  ἀβίωτον  τὸν  βίον  τοῖς  γονεῦσιν  ἐποίησαν. Τοὺς δὲ γενναίους  οὐχ  ὁρᾷς, φησίν; 63.890 Ὁρῶ καὶ τούτους, ἀλλὰ καὶ τούτων ἀσφαλέστερα τὰ κατὰ τὸν παῖδα τὸν σόν. Εἰ γὰρ καὶ εὐδοκιμοῦσιν, ἀλλ' ἐν ἀδήλῳ  τὰ τοῦ τέλους αὐτῶν· ὑπὲρ δὲ ἐκείνου λοιπὸν  οὐ δέδοικας οὐδὲ τρέμεις, μή τι πάθῃ, ἢ μεταβολήν  τινα δέξηται. Ταῦτα καὶ ἐπὶ γυναικὸς λογίζου καλῆς καὶ οἰκουροῦ, καὶ ὑπὲρ πάντων εὐχαρίστει τῷ Θεῷ· κἂν ἀπολέσῃς γυναῖκα, δόξαζε· ἴσως σε εἰς ἐγκράτειαν ἀναγαγεῖν  βούλεται ὁ Θεὸς, καὶ ἐπὶ μείζονα καλεῖ σκάμματα, ἐλευθερῶσαί σε τοῦ δεσμοῦ ἠθέλησεν. Εἰπὲ δή μοι, εἰ καθημένων  ἡμῶν ἔπεμψεν ὁ βασιλεύς τινα καλῶν εἰς τὰ βασίλεια, κλαίειν ἔδει καὶ θρηνεῖν, εἰπέ μοι; Ἄγγελοι  πάρεισιν ἐξ οὐρανῶν ἀπεσταλμένοι, κἀκεῖθεν ἤκοντες, παρ' αὐτοῦ πεμφθέντες  τοῦ βασιλέως τὸν σύνδουλον καλέσαι τὸν αὐτῶν, καὶ σὺ κλαίεις, εἰπέ μοι; οὐκ οἶδας οἷον μυστήριόν ἐστι τὸ γινόμενον; πῶς φρικτὸν καὶ φοβερὸν καὶ ὕμνων  ἄξιον ὄντως καὶ αἴνων; Βούλει μαθεῖν, ἵνα εἰδῇς ὅτι οὐχὶ δακρύων ὁ καιρός; τῆς γὰρ τοῦ Θεοῦ σοφίας μέγιστόν ἐστι μυστήριον. Ὥσπερ τινὰ οἰκίαν  ἀφιεῖσα  πρόεισιν    ψυχὴ  πρὸς  τὸν  ἑαυτῆς  ἐπειγομένη  ∆εσπότην· σὺ δὲ πενθεῖς;  Οὐκοῦν καὶ τικτομένου  τοῦ παιδίου  τοῦτο ποιεῖν  ἐχρῆν· καὶ γὰρ τοῦτο τόκος ἐστὶν ἐκείνου πολλῷ βελτίων· πρόεισι γὰρ ἐφ' ἕτερον φῶς, ἀπολύεται ὥσπερ ἀπὸ δεσμωτηρίου τινὸς, ὡς ἀπὸ ἀγῶνος ἔξεισι. Ναὶ, φησίν· ἐπὶ μὲν τῶν εὐδοκίμων καλῶς ταῦτα λέγεις. Τί οὖν πρὸς σὲ, ἄνθρωπε, ὅτι οὐδὲ ἐπὶ εὐδοκίμων τοῦτο ποιεῖς; Εἰπὲ γάρ μοι, τί τοῦ παιδίου καταγνῶναι  ἔχοις ἂν τοῦ μικροῦ; τίνος ἕνεκεν πενθεῖς αὐτό; τί τοῦ νεοφωτίστου; καὶ γὰρ καὶ ἐκεῖνος εἰς τὸ αὐτὸ περιέστη. Τίνος ἕνεκεν πενθεῖς,  εἰπέ  μοι;  Καθάπερ γὰρ  ἥλιος  καθαρὸς  ἄνεισιν,  οὕτω  καὶ  ψυχὴ  σῶμα ἀπολείπουσα μετὰ καθαροῦ συνειδότος λάμπει φαιδρόν. Οὐχ οὕτω βασιλέα ἐπιβαίνοντα πόλεως μετὰ τοσαύτης σιγῆς ἔστιν ἰδεῖν, ὡς ψυχὴν ἀφεῖσαν σῶμα, καὶ μετ' ἀγγέλων ἀπιοῦσαν. Ἐννόησον τίς ἐστιν ἡ ψυχὴ, ἐν οἵᾳ τότε ἐκπλήξει γίνεται, ἐν οἵῳ θαύματι, ἐν οἵᾳ ἡδονῇ. Τί πενθεῖς, εἰπέ μοι; Ἀλλ' ἐπὶ ἁμαρτωλῶν  τοῦτο μόνον ποιεῖς; Εἴθε τοῦτο ἦν, καὶ οὐκ ἂν ἐκώλυσα τὰ πένθη· εἴθε τοιοῦτος ὁ σκοπὸς ἦν· οὗτος ὁ θρῆνος ἀποστολικὸς, οὗτος ὁ θρῆνος δεσποτικός· ἔκλαυσε γὰρ καὶ Ἰησοῦς τὴν Ἱερουσαλήμ. Ἐβουλόμην τούτῳ διῃρῆσθαι τῷ νόμῳ τὰ πένθη· ὅταν δὲ ἀνακαλουμένου  ῥήματα  λέγῃς,  καὶ  συνήθειαν,  καὶ  προστασίαν, οὐχὶ  διὰ  τοῦτο πενθεῖς, ἀλλὰ σκέπτῃ. Πένθησον, στέναξον τὸν ἁμαρτωλόν· καὶ ἐγὼ κατάξω δάκρυα, καὶ ἐγὼ σοῦ μᾶλλον, ὅσῳ καὶ μείζονι τιμωρίᾳ ὑπεύθυνος ὁ τοιοῦτος· ἐγὼ θρηνήσω μετὰ τοιούτου σκοποῦ. Οὐ σὲ δὲ μόνον τὸν τοιοῦτον δεῖ θρηνεῖν, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν καὶ τοὺς ἀπαντῶντας,  καθάπερ τοὺς ἐπὶ θάνατον ἀπαγομένους. Ὄντως γὰρ θάνατος  οὗτός ἐστι πονηρὸς, ὁ τῶν  ἁμαρτωλῶν.  Ἀλλὰ τὰ ἄνω  κάτω  γεγένηται. Οὗτος ὁ θρῆνος  καὶ  φιλοσοφίας  ἐστὶ, καὶ  διδασκαλίαν  ἔχει  πολλὴν,  ἐκεῖνος  δὲ μικροψυχίαν. Εἰ ἐθρηνοῦμεν τὸν θρῆνον τοῦτον ἅπαντες, ζῶντας ἂν αὐτοὺς διωρθώσαμεν. Ὥσπερ γὰρ, εἰ κύριος ἦς φάρμακα ἐπενεγκεῖν κωλύοντα τὸν θάνατον ἐκεῖνον τὸν σωματικὸν, ἐποίησας ἄν· οὕτω καὶ νῦν, εἰ τοῦτον ἐθρήνεις τὸν θάνατον, ἐκώλυσας ἂν καὶ ἐπὶ σοῦ καὶ ἐπ' ἐκείνου τοῦτο γενέσθαι. Νῦν δὲ αἴνιγμά ἐστι τὸ γινόμενον,  κυρίους μὲν ὄντας  μὴ συγχωρῆσαι τοῦτο ἐπελθεῖν,  ἀφεῖναι  γενέσθαι, γενόμενον  δὲ  πενθεῖν.  Ὄντως  θρήνων  ἄξιοι,  ὅταν  παραστῶσι  τῷ  βήματι  τοῦ Χριστοῦ, οἷα  ἀκούσονται  ῥήματα;  οἷα  πείσονται  πράγματα;  Εἰκῆ ἔζησαν  οὗτοι· μᾶλλον δὲ οὐκ εἰκῆ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Καὶ ἐπὶ τούτων εὔκαιρον εἰπεῖν· συμφέρον ἦν αὐτοῖς, εἰ οὐκ ἐγεννήθησαν. Τί γὰρ ὄφελος, εἰπέ μοι, 63.891 τοσοῦτον ἀναλῶσαι χρόνον ἐπὶ καλῷ τῆς ἑαυτῶν κεφαλῆς; εἰ γὰρ εἰκῆ μόνον ἀνήλωτο, οὐκ ἂν ἤρκεσεν ἡ ζημία; Εἰπέ μοι, εἴ τις  μισθωτὸς γενόμενος  εἴκοσιν ἔτη κατακόπτοιτο  εἰκῆ, οὐ κλαύσεται καὶ θρηνήσει, καὶ δόξει πάντων  ἐλεεινότερος  εἶναι; Οὗτος πᾶσαν τὴν ζωὴν εἰκῆ κατεκόπη, οὐδεμίαν ἡμέραν ἔζησεν ἑαυτῷ, ἀλλὰ τῇ τρυφῇ, τῇ ἀσελγείᾳ, τῇ πλεονεξίᾳ,  τῇ ἁμαρτίᾳ, τῷ διαβόλῳ· τοῦτον  οὖν οὐ θρηνήσομεν, εἰπέ μοι; οὐ πειρασόμεθα τῶν κινδύνων ἐξαρπάσαι; Ἔστι γὰρ, ἔστιν, ἐὰν μόνον θέλωμεν, ἥμερον αὐτῷ  γενέσθαι  τὴν  κόλασιν.  Εὐχὰς ὑπὲρ αὐτοῦ  ποιῶμεν  συνεχεῖς,  ἐλεημοσύνην διδῶμεν, κἂν ἐκεῖνος ἀνάξιος ᾖ, ἡμᾶς ὁ Θεὸς δυσωπηθήσεται. Εἰ γὰρ Παῦλος ἕτερον ἠλέησε, καὶ δι' ἄλλους ἄλλου ἐφείσατο, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο δεῖ ποιεῖν. Ἐκ τῶν ἐκείνου χρημάτων, ἐκ τῶν σῶν, ὅθεν ἂν θέλῃς, βοήθησον, ἐπίσταξον ἔλαιον, μᾶλλον δὲ ὕδωρ. Οὐκ ἔχει ἐλεημοσύνας οἰκείας ἐπιδείξασθαι; κἂν συγγενικάς. Οὐκ ἔχει τὰς ὑπ' αὐτοῦ γεγενημένας;  κἂν τὰς ὑπὲρ αὐτοῦ, ἵνα μετὰ παῤῥησίας αὐτὸν ἐξαιτῆται  τότε ἡ γυνὴ,  λύτρον  ὑπὲρ αὐτοῦ καταθεμένη.  Ὅσῳ πλειόνων  γέγονεν ἁμαρτημάτων  ὑπεύθυνος,  τοσούτῳ  μείζονος  αὐτῷ  δεῖ  τῆς  ἐλεημοσύνης·  οὐ  διὰ τοῦτο μόνον, ἀλλ' ὅτι οὐδὲ ἴσην ἔχει τὴν ἰσχὺν νῦν, ἀλλ' ἐλάττω  πολλῷ. Οὐ γάρ ἐστιν ἴσον αὐτόν τινα ποιῆσαι, καὶ ἕτερον ὑπὲρ αὐτοῦ. Ὡς οὖν ἐλάττονος  οὔσης, οὕτω καὶ τῷ πλήθει  μεγίστην  ποιῶμεν  αὐτήν. Μὴ περὶ σήματα, μὴ περὶ ἐντάφια ἀσχολώμεθα·  τοῦτο  ἐντάφιον  μέγιστον· περίστησον χήρας,  εἰπὲ  τοὔνομα,  πάσας κέλευσον ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς δεήσεις καὶ τὰς ἱκετηρίας· δυσωπήσει τοῦτο τὸν Θεόν. Εἰ καὶ μὴ ὑπ' αὐτοῦ  γεγένηται,  ἀλλὰ  δι' αὐτὸν  ἕτερος γίνεται  αἴτιος  τῆς ἐλεημοσύνης· καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας  ἐστί. Χῆραι περιεστῶσαι καὶ δακρύουσαι, οὐχὶ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος ἴσασιν ἐξαρπάσαι θανάτου. Πολλοὶ καὶ τῶν ὑφ' ἑτέρων δι' αὐτοὺς γεγενημένων  ἐλεημοσυνῶν ἀπώναντο· εἰ γὰρ καὶ μὴ τέλεον, ἀλλ' ὅμως παραμυθίαν εὗρόν τινα. Εἰ μὴ τοῦτό ἐστι, πῶς τὰ παιδία σώζεται; καίτοι γε ἐκεῖ οὐδὲν αὐτὰ εἰσφέρει, ἀλλ' οἱ γονεῖς  τὸ πᾶν. Καὶ γυναιξὶν εὐχαρίσθη παιδία  πολλάκις,  οὐδὲν  αὐτὰ  εἰσενεγκόντα.  Πολλὰς ἡμῖν  ὁ Θεὸς τοῦ σώζεσθαι δίδωσιν ὁδοὺς, μόνον μὴ ἀμελῶμεν. Τί οὖν, ἂν πένης ᾖ, φησί; Πάλιν ἐρῶ, τὸ πολὺ  τῆς ἐλεημοσύνης  οὐκ ἐν τῷ  διδομένῳ  κρίνεται  μόνον,  ἀλλὰ  καὶ ἐν  τῇ προαιρέσει· μόνον μὴ δῷς ἐλάττω τῆς δυνάμεως, καὶ τὸ πᾶν ἐξέτισας. Τί οὖν, φησὶν, ἂν ἕρημος ᾖ καὶ ξένος, καὶ μηδένα ἔχῃ; ∆ιὰ τί γὰρ μηδένα ἔχει, εἰπέ μοι; τούτῳ αὐτῷ δίδως δίκην, ὅτι μηδένα ἔχεις σαυτῷ φίλον οὕτως ἐνάρετον. Τοῦτο οὖν γίνεται, ἵνα, κἂν αὐτοὶ μὴ ὦμεν ἐνάρετοι, σπουδάζωμεν ἑταίρους καὶ φίλους ἐναρέτους ἔχειν, καὶ γυναῖκα, καὶ υἱὸν, καὶ φίλον, ὡς καρπούμενοί τι καὶ δι' αὐτῶν, μικρὸν μὲν, καρπούμενοι δὲ ὅμως. Ἂν σπουδάσῃς μὴ πλουτοῦσαν, ἀλλ' εὐλαβῆ γυναῖκα ἀγαγέσθαι, ταύτης ἀπολαύσῃ τῆς παραμυθίας· ἂν σπουδάσῃς μὴ πλουτοῦντα  υἱὸν καταλιπεῖν,  ἀλλ'  εὐλαβῆ, καὶ θυγάτριον  63.892 σεμνὸν, καὶ ταύτης ἀπολαύσῃ τῆς παραμυθίας. Ἂν ταῦτα σπουδάσῃς, καὶ αὐτὸς ἔσῃ τοιοῦτος. Καὶ τοῦτο μέρος ἀρετῆς, τοιούτους αἱρεῖσθαι καὶ φίλους καὶ γυναῖκα καὶ παιδία. Οὐκ εἰκῆ προσφοραὶ ὑπὲρ τῶν ἀπελθόντων  γίνονται, οὐκ εἰκῆ ἱκετηρίαι, οὐκ εἰκῆ ἐλεημοσύναι· ταῦτα πάντα τὸ Πνεῦμα διέταξε, δι' ἀλλήλων  ἡμᾶς ὠφελεῖσθαι  βουλόμενον.  Ὅρα· ὠφελεῖται ἐκεῖνος διὰ σοῦ, ὠφελῇ σὺ δι' ἐκεῖνον. Κατεφρόνησας χρημάτων προαχθεὶς ἐργάσασθαί τι γενναῖον; καὶ σὺ αὐτῷ τῆς σωτηρίας, καὶ αὐτός σοι τῆς ἐλεημοσύνης γέγονεν αἴτιος. Μὴ ἀμφίβαλλε, ὅτι καρπώσεταί τι χρηστόν· οὐχ ἁπλῶς ὁ διάκονος βοᾷ, ὑπὲρ τῶν ἐν Χριστῷ κεκοιμημένων,  καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Οὐχ ὁ διάκονός ἐστιν ὁ ταύτην ἀφιεὶς τὴν φωνὴν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ χάρισμα λέγω. Τί λέγεις; ἐν χερσὶν ἡ θυσία, καὶ πάντα πρόκειται ηὐτρεπισμένα,  πάρεισιν  ἄγγελοι,  ἀρχάγγελοι,  πάρεστιν    Υἱὸς τοῦ  Θεοῦ, μετὰ τοσαύτης φρίκης ἑστήκασιν ἅπαντες, παρεστήκασιν ἐκεῖνοι βοῶντες πάντων σιγώντων, καὶ ἡγῇ ἁπλῶς γίνεσθαι τὰ λεγόμενα; Οὐκοῦν καὶ τὰ ἄλλα ἁπλῶς, καὶ τὰ ὑπὲρ  τῆς  Ἐκκλησίας, καὶ  τὰ  ὑπὲρ  τῶν  ἱερέων  προσφερόμενα, καὶ  τὰ  ὑπὲρ  τοῦ πληρώματος;  Μὴ γένοιτο,  ἀλλὰ  πάντα  μετὰ  πίστεως  γίνεται.  Τί  οἴει  τὸ  ὑπὲρ μαρτύρων  προσφέρεσθαι; τὸ κληθῆναι  ἐν ἐκείνῃ τῇ ὥρᾳ; Κἂν μάρτυρες ὦσι, κἂν ὑπὲρ μαρτύρων, μεγάλη τιμὴ τὸ ὀνομασθῆναι, τοῦ ∆εσπότου παρόντος, τῆς μνείας ἐπιτελουμένης ἐκείνης, τῆς φρικτῆς θυσίας, τῶν ἀφάτων μυστηρίων. Καθάπερ γὰρ, καθημένου τοῦ βασιλέως, ὅσα ἄν τις βούληται, ἀνύει, ἐγερθέντος δὲ, ὅσα ἂν λέγῃ, εἰκῆ ἐρεῖ· οὕτω καὶ τότε, ἕως ἂν προκέηται τὰ τῶν μυστηρίων, πᾶσι τιμὴ μεγίστη, τὸ μνήμης ἀξιοῦσθαι. Ὅρα γάρ· καταγγέλλεται  τότε τὸ μυστήριον τὸ φρικτὸν, ὅτι ὑπὲρ τῆς  οἰκουμένης  ἔδωκεν  ἑαυτὸν    Θεός· μετὰ  τοῦ  θαύματος  ἐκείνου  εὐκαίρως ὑπομιμνήσκει αὐτὸν τῶν ἡμαρτηκότων. Καθάπερ γὰρ ὅταν ἐπινίκια τῶν βασιλέων ἄγηται, τότε εὐφημοῦνται μὲν καὶ ὅσοι τῆς νίκης ἐκοινώνησαν, ἀφίενται δὲ καὶ ὅσοι ἐν δεσμοῖς εἰσι διὰ τὸν καιρόν· παρελθόντος δὲ τοῦ καιροῦ, ὁ μὴ τυχὼν, οὐκέτι τινὸς ἀπολαύει· οὕτω  δὴ καὶ ἐνταῦθα·  τῶν  ἐπινικίων  οὗτος ὁ καιρός. Ὁσάκις γὰρ ἂν, φησὶν, ἐσθίητε τὸν  ἄρτον  τοῦτον,  τὸν  θάνατον  τοῦ Κυρίου καταγγέλλετε.  Μηδὲ ἁπλῶς προσίωμεν, μηδὲ ὡς ἔτυχε ταῦτα γίνεσθαι νομίζωμεν. Ἄλλως δὲ, μαρτύρων μεμνήμεθα, καὶ τοῦτο εἰς πίστιν, ὅτι τέθνηκεν ὁ Κύριος· καὶ τοῦτο τοῦ τεθανατῶσθαι τὸν θάνατον σημεῖον, τοῦ νεκρὸν αὐτὸν γεγενῆσθαι. Ταῦτα εἰδότες, ἐπινοῶμεν ὅσας δυνάμεθα παραμυθίας τοῖς ἀπελθοῦσιν, ἀντὶ δακρύων, ἀντὶ θρήνων, ἀντὶ μνημείων τὰς ἐλεημοσύνας, τὰς εὐχὰς, τὰς προσφοράς· ἵνα κἀκεῖνοι καὶ ἡμεῖς τύχωμεν  τῶν ἐπηγγελμένων  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ μονογενοῦς Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.