Δευτέρα, 24 Φεβρουαρίου 2014

ΛΟΓΟΣ Μ∆ʹ. Περὶ κατανύξεως καὶ ὑπομονῆς καὶ ἐπιθυμίας τῶν μελλόντων ἀγαθῶν·




ΛΟΓΟΣ Μ∆ʹ. Περὶ κατανύξεως  καὶ ὑπομονῆς καὶ ἐπιθυμίας τῶν μελλόντων ἀγαθῶν· καὶ περὶ τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, μὴ μόνον ἀπὸ τῶν παρόντων  περὶ τῆς τοῦ Θεοῦ ψηφίζεσθαι προνοίας, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων. Τὰ μὲν γὰρ παρόντα ἀγών ἐστικαὶ  σκάμματα καὶ  στάδιον· τὰ  δὲ  μέλλοντα,  ἔπαθλα  καὶ  στέφανοι  καὶ  βραβεῖα. Ὥσπερ γοῦν τὸν ἀθλητὴν ἐν τῷ σκάμματι καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ πόνοις  καὶ  ταλαιπωρίαις  μάχεσθαι  δεῖ·  οὕτω  καὶ  τὸν  δίκαιον  ἐνταῦθα  πολλὰ ὑπομένειν χρὴ, καὶ φέρειν ἅπαντα γενναίως, εἰ μέλλει λαμπροὺς ἀπολήψεσθαι τοὺς στεφάνους ἐκεῖ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς ἡμῖν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον; καθάπερ ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Πιστεύομεν γὰρ ὅτι ὁ ἐγείρας τὸν Κύριον, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. ∆ιὸ οὐκ ἐκκακοῦμεν, φησὶ, μεγίστην παράκλησιν ἔχοντες ἐν τοῖς ἀγῶσι, τὴν τῶν μελλόντων ἐλπίδα. Καὶ οὐκ εἶπε πρὸς αὐτοὺς, ∆ιὸ μὴ ἐκκακεῖτε, ἀλλὰ τί; ∆ιὸ οὐκ ἐκκακοῦμεν· δεικνὺς καὶ ἑαυτὸν ἐν τοῖς ἀγῶσιν ὄντα διηνεκῶς. Ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται,  ἀλλ' ὁ ἔσω ἀνακαινοῦται  ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς  ἀνακαινοῦται;  Τῇ πίστει, τῇ ἐλπίδι,  τῇ προθυμίᾳ, τῷ  κατατολμᾷν  τῶν  δεινῶν.  Ὅσῳ γὰρ ἂν μυρία πάσχῃ τὸ σῶμα, τοσούτῳ χρηστοτέρας ἔχει τὰς ἐλπίδας  ἡ ψυχὴ, καὶ λαμπροτέρα γίνεται, καθάπερ χρυσίον πυρούμενον ἐπὶ
πλέον. Καὶ ὅρα πῶς καθαιρεῖ τὰ λυπηρὰ τοῦ παρόντος βίου. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, φησὶ, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα, εἰς τὴν ἐλπίδα τὸ πρᾶγμα κατακλείσας. Καὶ ὅπερ ἀλλαχοῦ ἔλεγεν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν· καὶ, Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· τοῦτο καὶ ἐνταῦθα κατασκευάζων, τίθησι παράλληλα τὰ παρόντα τοῖς μέλλουσι, τὸ παραυτίκα πρὸς τὸ αἰώνιον, τὸ ἐλαφρὸν πρὸς τὸ βαρὺ, τὴν θλῖψιν πρὸς τὴν δόξαν. Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλὰ καὶ ἑτέραν τίθησι λέξιν, διπλασιάζων ταύτην, καὶ λέγων· Καθ' ὑπερβολὴν εἰς ὑπερβολήν. Εἶτα καὶ τὸν τρόπον δείκνυσιν, εἰπὼν πῶς ἐλαφρὸν τὸ τῶν τοιούτων  θλίψεων.  Πῶς οὖν ἐλαφρόν; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Οὕτω καὶ τοῦτο κοῦφον τὸ παρὸν, κἀκεῖνο μέγα τὸ μέλλον,  ἂν τῶν  ὁρωμένων  ἀπάγωμεν  ἑαυτούς. Τὰ γὰρ βλεπόμενα  πρόσκαιρα· οὐκοῦν καὶ αἱ θλίψεις τοιαῦται· τὰ δὲ μὴ βλεπόμενα αἰώνια· οὐκοῦν καὶ οἱ στέφανοι τοιοῦτοι. Καὶ οὐκ εἶπε μόνον, 63.880 αἱ θλίψεις  τοιαῦται, ἀλλὰ, καὶ τὰ βλεπόμενα ἅπαντα,  κἂν  κόλασις  ᾖ,  κἂν  ἀνάπαυσις,  ὥστε  μηδὲ  ἐκεῖθεν  χαυνοῦσθαι,  μηδὲ ἐντεῦθεν βαπτίζεσθαι. ∆ιὰ τοῦτο οὐδὲ περὶ τῶν μελλόντων  εἶπε, βασιλεία αἰώνιος, ἀλλὰ, Τὰ μὴ βλεπόμενα αἰώνια, κἂν βασιλεία, κἂν κόλασις ᾖ πάλιν, ὥστε καὶ ἐκεῖθεν φοβῆσαι, καὶ ἐντεῦθεν προτρέψασθαι. Ἐπεὶ οὖν τὰ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα  αἰώνια,  πρὸς  ἐκεῖνα  βλέπωμεν,  τὰ  αἰώνια.  Ποίαν γὰρ  καὶ  σχοίημεν ἀπολογίαν, τὰ πρόσκαιρα ἀντὶ τῶν αἰωνίων  αἱρούμενοι; Εἰ γὰρ καὶ τὸ παρὸν ἡδὺ, ἀλλ' οὐ διηνεκές· τὸ μέντοι ὀδυνηρὸν αὐτοῦ, διηνεκὲς καὶ ἀσύγγνωστον. Ποίαν γὰρ ἔχουσιν ἀπολογίαν οἱ Πνεύματος ἁγίου καταξιωθέντες, καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, χαμαίζηλοι  γινόμενοι,  καὶ καταπίπτοντες  εἰς τὴν  γῆν;  Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων τὰ καταγέλαστα ταῦτα ῥήματα· δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον. Εἰ μὲν γὰρ τοιαῦτα ᾖ, φησὶν, οἷα καὶ φατὲ, τὰ ἐκεῖ, ἓν ἀνθ' ἑνὸς γέγονεν· ἂν δὲ μηδὲν ὅλῳς ᾖ, δύο ἀντ' οὐδενός. Τί τῶν  ῥημάτων  τούτων  παρανομώτερον; τί ληρωδέστερον; Ἡμεῖς περὶ οὐρανῶν διαλεγόμεθα καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων,  καὶ σὺ τὰ τῶν ἱπποδρομίων  ἡμῖν ἄγεις εἰς μέσον, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐγκαλύπτῃ  τοιαῦτα  φθεγγόμενος,  ἃ τῶν  παραπαιόντων  ἐστίν; οὐκ ἐρυθιᾷς οὕτω προσηλωμένος τοῖς παροῦσιν; οὐ παύσῃ παραφρονῶν, καὶ ἐξεστηκὼς, καὶ ἐν νεότητι ληρῶν;  Καὶ τὸ  μὲν  Ἕλληνας  τοιαῦτα  λέγειν,  οὐδὲν  θαυμαστόν·  τὸ  δὲ  πιστοὺς ἀνθρώπους  τοιαῦτα  ληρεῖν, ποίαν  ἂν ἔχοι συγγνώμην;  ὅλως  γὰρ ὑποπτεύεις  τὰς ἀθανάτους  ἐκείνας  ἐλπίδας;  ὅλως  νομίζεις  ἀμφίβολα  ταῦτα; καὶ ποῦ ταῦτα  ἄξια συγγνώμης; Ἀλλ' οὐχ ὁρᾷς τὰ ἐκεῖ; Οὐδὲ γὰρ τὸν Θεὸν βλέπεις· ἆρα οὖν οὐχ ἡγήσῃ εἶναι Θεὸν, ἐπειδὴ μὴ ὁρᾷς Θεόν; Καὶ σφόδρα ἡγοῦμαι, φησίν. Ἂν οὖν ἔρηταί τίς σε πάλιν, καὶ τίς ἦλθεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ταῦτα ἀπήγγειλε; τί ἐρεῖς; πόθεν οἶσθα ὅτιἔστι Θεός; Ἀπὸ τῶν ὁρωμένων, φησὶν, ἀπὸ τῆς εὐταξίας τῆς ἐν πάσῃ τῇ κτίσει, ἀπὸ τοῦ πᾶσιν εἶναι τοῦτο κατάδηλον. Οὕτως οὖν καὶ τὸν περὶ κρίσεως δέχου λόγον. Πῶς, φησίν· Ἐρήσομαί σε, σὺ δέ μοι ἀπόκριναι. ∆ίκαιός ἐστιν αὐτὸς ὁ Θεὸς, καὶ τὰ κατ'  ἀξίαν ἀπονέμει ἑκάστῳ, ἢ τοὐναντίον,  τοὺς μὲν ἀδίκους βούλεται εὐημερεῖν καὶ τρυφᾷν,  τοὺς δὲ ἀγαθοὺς ἐν τοῖς ἐναντίοις  εἶναι; Οὐδαμῶς, φησίν· οὐδὲ γὰρ ἄνθρωπος τοῦτο πάθοι. Ποῦ οὖν οἱ καλῶς ἐνταῦθα πράξαντες τῶν ἀγαθῶν ἀπολαύσονται; ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ μὴ μέλλει τις μετὰ ταῦτα ζωὴ καὶ ἀντίδοσις εἶναι; Ὁρᾷς, ὅτι ἓν ἀνθ' ἑνὸς, καὶ οὐχὶ δύο ἀνθ' ἑνός; μᾶλλον δὲ δύο ἀντ' οὐδενὸς  ἔσται τοῖς  δικαίοις,  τοῖς  δὲ  ἁμαρτωλοῖς  καὶ  ἐνταῦθα  τρυ  63.881 φῶσι τοὐναντίον  ἅπαν; Οἱ μὲν γὰρ ἐνταῦθα τρυφήσαντες, εἶτα ἐκεῖ κολασθέντες, οὐδὲ ἓν ἀνθ' ἑνὸς ἔλαβον· οἱ δὲ ἐν ἀρετῇ διάγοντες δύο ἀντ' οὐδενός. Τίνες γὰρ ἐν ἀνέσει; οἱ τῷ παρόντι ἀποχρησάμενοι βίῳ, ἢ οἱ φιλοσοφήσαντες; Σὺ μὲν ἴσως ἐκείνους ἐρεῖς, ἐγὼ δὲ τούτους δείκνυμι, μάρτυρας αὐτοὺς ἐκείνους  καλῶν  τοὺς ἀπολελαυκότας τῶν   παρόντων,   καὶ   οὐκ   ἀναισχυντήσουσι   πρὸς   ἃ   μέλλω   λέγειν.   Καὶ  γὰρ προμνηστρίαις  τινὲς  ἐπηράσαντο πολλάκις,  καὶ τῇ ἡμέρᾳ, καθ' ἣν ἐπλάκησαν αἱ παστάδες, καὶ τοὺς μὴ γεγαμηκότας ἐμακάρισαν· πολλοὶ δὲ δι' οὐδὲν ἕτερον παρῃτήσαντο, ἀλλ' ἢ διὰ τὸ φορτικὸν τοῦ πράγματος. Καὶ ταῦτα λέγω, οὐ τὸν γάμον διαβάλλων,  τίμιος  γὰρ, ἀλλὰ  διὰ  τοὺς  κακῶς  αὐτῷ  χρωμένους.  Εἰ δὲ  οἱ  γάμῳ ὡμιληκότες  ἀβίωτον  πολλάκις  τὸν  βίον  ἐνόμισαν,  τί  ἂν  εἴποιμεν  περὶ  τῶν  εἰς πορνικὰ βάραθρα κατενεχθέντων,  καὶ παντὸς αἰχμαλώτου δουλικώτερον καὶ ἀθλιώτερον  διακειμένων; περὶ τῶν ἐν τρυφῇ κατασαπέντων, καὶ μυρία τῷ σώματι νοσήματα περιβεβληκότων; Ἀλλὰ τὸ ἐν δόξῃ εἶναι ἡδύ. Οὐδὲν μὲν οὖν ταύτης τῆς δουλείας πικρότερον. Καὶ γὰρ ἁπάντων  ἀνδραπόδων  μᾶλλόν ἐστι δουλικώτερος ὁ κενόδοξος, καὶ τοῖς τυχοῦσιν ἀρέσαι βουλόμενος· ὁ δὲ ταύτην καταπατήσας, πάντων ἐστὶν ἀνώτερος, καὶ μόνος ἐλεύθερος, ὁ μὴ φροντίζων τῆς παρ' ἑτέρων δόξης. Ἀλλὰ τὸ χρήματα ἔχειν ἐπέραστον; Ἀλλὰ πολλάκις  ἀπεδείξαμεν, ὅτι ἐν πλείονι  πλούτῳ καὶ  ἀνέσει οἱ  τούτων  ἀπηλλαγμένοι  καὶ  μηδὲν  ἔχοντες  μᾶλλόν  εἰσιν.  Ἀλλὰ  τὸ μεθύειν ἡδύ; Καὶ τίς ἂν εἴποι τοῦτο; Οὐκοῦν τὸ μὴ πλουτεῖν τοῦ πλουτεῖν ἥδιον, καὶ τὸ μὴ γῆμαι τοῦ γῆμαι, καὶ τὸ μὴ κενοδοξεῖν τοῦ κενοδοξεῖν, καὶ τὸ μὴ τρυφᾷν τοῦ τρυφᾷν· καὶ ἐνταῦθα τὸ πλέον ἔχουσιν οἱ τοῖς παροῦσι μὴ προσηλωμένοι. Καὶ οὕπω λέγω,  Ἐκεῖνος μὲν κἂν μυρίοις βασάνοις κατατείνηται,  ἔχει τὴν  χρηστὴν ἐλπίδα διαβαστάζουσαν αὐτόν· οὗτος δὲ κἂν μυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ μέλλοντος  ἐκταράττοντα αὐτοῦ τὴν ἡδονὴν  καὶ συγχέοντα· καὶ γὰρ καὶ οὗτος οὐ μικρὸς τρόπος κολάσεως, ὥσπερ οὖν ὁ ἐναντίος τρυφῆς καὶ ἀνέσεως. Καὶ τρίτος δὲ μετὰ τοῦτόν ἐστι τρόπος. Ποῖος δὴ οὗτος; Ὅτι τὰ μὲν τῆς τρυφῆς τῆς βιωτικῆς οὐδὲ ἡνίκα ἐστὶ φαίνεται,  τῇ τε φύσει καὶ τῷ χρόνῳ  ἐλεγχόμενα·  ἐκεῖνα δὲ οὐ μόνον ἐστὶν, ἀλλὰ καὶ ἀκίνητα μένει. Ὅρα ὅτι οὐ δύο ἀντ' οὐδενὸς μόνον, ἀλλὰ καὶ τρία, καὶ πέντε,  καὶ δέκα, καὶ μυρία ἀντ' οὐδενὸς  δυνησόμεθα εἶναι.  Ἵνα  δὲ καὶ  ἐπὶ ὑποδείγματος  αὐτὸ τοῦτο μάθῃς, πρόσεχε· Ὁ πλούσιος καὶ ὁ Λάζαρος, ὁ μὲν τῶν παρόντων, ὁ δὲ τῶν μελλόντων  ἀπήλαυσεν· ἆρα οὖν σοι δοκεῖ ἓν εἶναι καὶ τὸ ἐν παντὶ  χρόνῳ  κολάζεσθαι  καὶ  τὸ  ἐν  βραχείᾳ  ὥρᾳ  πονεῖν;  τὸ  νοσεῖν  ἐν  φθαρτῷ σώματι, καὶ τὸ ἀθάνατα ἀποτηγανίζεσθαι χαλεπῶς; τὸ στεφανοῦσθαι καὶ τὸ τρυφᾷν ἀθάνατα μετὰ τὴν μικρὰν ἀῤῥωστίαν ἐκείνην, καὶ βασανίζεσθαι ἀπέραντα μετὰ τὴν βραχεῖαν τῶν παρόντων ἀπόλαυσιν; Καὶ τίς ἂν ταῦτα εἴποι; Τί γὰρ βούλει εἴπωμεν, τὴν ποσότητα; τὴν ποιότητα; τὴν κατ' ἀξίαν τοῦ Θεοῦ περὶ ἑκατέρων ψῆφον; Μέχρι τίνος τὰ κανθάρων  φθέγγεσθε ῥήματα τῶν  βορβόρῳ διηνεκῶς  ἐγκαλινδουμένων; οὐδὲ γὰρ ἀνθρώτων ταῦτα λογικῶν ψυχὴν οὕτω τιμίαν ἀντ' οὐδενὸς προέσθαι, δέον ὀλίγου πόνου τοὺς οὐρανοὺς λαβεῖν. Βούλει σε καὶ ἑτέρωθεν διδάξω, ὅτι ἔστιν ἐκεῖ κριτήριον φοβερόν; Ἄνοιξόν  σου τὰς θύρας τοῦ συνειδότος, καὶ βλέπε τὸν ἐν τῇ διανοίᾳ  σου ἐγκαθήμενον  63.882 δικαστήν· εἰ δὲ σὺ σαυτὸν  κατακρίνεις,  καίτοι φίλαυτος  ὢν,  καὶ  οὐκ ἂν  ἀνάσχοιο  μὴ δικαίαν  τὴν  κρίσιν  ἐνεγκεῖν,  οὐ πολλῷ μᾶλλον ὁ Θεὸς πολλὴν ποιήσεται τοῦ δικαίου τὴν πρόνοιαν, καὶ τὴν ἀδέκαστον περὶ πάντων  οἴσει ψῆφον, ἀλλ' ἁπλῶς καὶ εἰκῆ πάντα φέρεσθαι ἐάσει; καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ καὶ Ἕλληνες καὶ βάρβαροι, καὶ ποιηταὶ καὶ φιλόσοφοι, καὶ πᾶν γένος ἀνθρώπων συμφωνοῦσιν ἐν τούτοις ἡμῖν, εἰ καὶ μὴ ὁμοίως, καί φασιν εἶναί τινα δικαστήρια ἐν ᾅδου· οὔτω φανερὸν καὶ ὡμολογημένον  τὸ πρᾶγμά ἐστι. Καὶ τίνος  ἕνεκεν  ἐνταῦθα οὐκ εὐθέως κολαζόμεθα, φησίν; Ἵνα τὴν μακροθυμίαν ἐπιδείξηται τὴν ἑαυτοῦ, καὶ τὴν ἐκ μετανοίας ἡμῖν παράσχῃ σωτηρίαν, καὶ μήτε τὸ γένος  ἡμῶν  ἀνάρπαστον  ἐργάζηται,  τούς  τε  ἐκ  μεταβολῆς  ἀρίστης δυναμένους σωθῆναι  μὴ  προεξαρπάσῃ τῆς  σωτηρίας.  Εἰ γὰρ  εὐθέως  ἐκόλαζε  παρ'  αὐτὰ  τὰ ἁμαρτήματα καὶ ἀνῄρει, πῶς ἂν ἐσώθη Παῦλος; πῶς δὲ Πέτρος, οἱ κορυφαῖοι τῆς οἰκουμένης  διδάσκαλοι;  πῶς  ἂν  ὁ  ∆αυῒδ  τὴν  ἀπὸ  τῆς  μετανοίας  ἐκαρπώσατο σωτηρίαν; πῶς οἱ Γαλάται; πῶς ἕτεροι πλείους; ∆ιὰ δὴ ταῦτα οὐδὲ πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην, ἀλλ' ἐκ πάντων ἐνίους· οὔτε ἐκεῖ πάντας, ἀλλὰ τὸν μὲν ἐνταῦθα, τὸν δὲ ἐκεῖ, ἴνα καὶ τοὺς σφόδρα ἀναισθήτους διεγείρῃ δι' ὧν κολάζει, καὶ τὰ μέλλοντα προσδοκᾷν ποιήσῃ δι' ὧν οὐ κολάζει. Ἢ οὐχ ὁρᾷς πολλοὺς ἐνταῦθα κολαζομένους, ὡς τοὺς τῷ πύργῳ καταχωσθέντας· ὡς ἐκείνους, ὧν τὸ αἷμα ταῖς θυσίαις ἔμιξεν ὁ Πιλᾶτος· ὡς τοὺς ἀώρῳ θανάτῳ παρὰ Κορινθίοις τελευτήσαντας διὰ τὸ τῶν μυστηρίων  ἀναξίως  μετασχεῖν· ὡς τὸν  δῆμον τῶν  Ἰουδαίων  ὑπὸ τῶν  βαρβάρων κατασφαγέντα· ὡς ἑτέρους πολλοὺς καὶ τότε καὶ νῦν διηνεκῶς; Καὶ ἕτεροι δὲ πολλὰ ἀμαρτόντες ἀπῆλθον μὴ δόντες ἐνταῦθα δίκην, ὡς ὁ πλούσιος ἐπὶ τοῦ Λαζάρου, ὡς ἕτεροι πολλοί. Ταῦτα δὲ ποιεῖ, καὶ τοὺς ἀπιστοῦντας τοῖς μέλλουσι διεγείρων, καὶ τοὺς  πιστεύοντας  ἐργαζόμενος  προθυμοτέρους,  καὶ  τοὺς  ῥᾳθυμοῦντας σπουδαιοτέρους ποιῶν. Ὁ γὰρ Θεὸς δίκαιος κριτὴς καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἂν δὲ τῇ μακροθυμίᾳ εἰς ῥᾳθυμίαν χρησώμεθα, ἔσται καιρὸς, ὅτε οὐδὲ βραχὺ μακροθυμήσει λοιπὸν, ἀλλ' εὐθέως ἐπάξει τὴν  δίκην.  Μὴ τοίνυν,  ἵνα  μίαν  ῥοπὴν  τρυφήσωμεν  (τοῦτο  γὰρ ὁ παρὼν  βίος), ἀπείρων  αἰώνων  ἐπισπασώμεθα κόλασιν,  ἀλλὰ  ῥοπὴν  πονέσωμεν,  ἵνα  διηνεκῶς στεφανωθῶμεν.   Οὐχ  ὁρᾶτε  ὅτι  καὶ  ἐν  τοῖς  βιωτικοῖς   οὕτως  οἱ  πλείους  τῶν ἀνθρώπων  ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ  καὶ  τοὐναντίον  αὐτοῖς  ἐκβαίνει;  Ἐνταῦθα  μὲν  γὰρ  ἰσομοιρία καὶ  πόνων  καὶ κέρδους, πολλάκις  δὲ τὸ ἔμπαλιν· ἡ δὲ τῆς βασιλείας ἀντιστρόφως· ὀλίγον  μὲν τὸ ἐπίπονον, πολὺ δὲ τὸ ἡδὺ καὶ ἄπειρον. Σκόπει δέ· Ὁ γεωργὸς δι' ὅλου πονεῖται τοῦ ἔτους, καὶ πρὸς αὐτῷ  τῷ  τέλει  τῆς  ἐλπίδος  ἐκπίπτει  πολλάκις  τοῦ καρποῦ τῶν πολλῶν  πόνων· ὁ κυβερνήτης πάλιν  καὶ ὁ στρατιώτης μέχρις ἡλικίας ἐσχάτης ἐν πολέμοις  καὶ  πόνοις,  καὶ  πολλάκις  ἑκάτερος  αὐτῶν  ἀπῆλθε  κενὸς,  ὁ  μὲν  τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ πρὸ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών. Τίνα οὖν ἕξομεν ἀπολογίαν,  εἰπέ  μοι, ἐν  μὲν  τοῖς  βιωτικοῖς  τὰ ἐπίπονα  προτιμῶντες,  ἵνα μικρὸν  ἀναπαυσώμεθα,  ἢ  οὐδὲ  μικρὸν,  καὶ  γὰρ  ἄδηλος  ἡ  ἐλπίς·  ἐν  δὲ  τοῖς πνευματικοῖς ἀντιστρόφως ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν; ∆ιὸ παρακαλῶ πάντας ὑμᾶς, ὀψὲ γοῦν ποτε ἐκ τῆς παραπληξίας ταύτης ἀνενεγκεῖν. Οὐδεὶς γὰρ ἡμᾶς ἐξαιρήσεται 63.883 ἐν ἐκείνῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖδες, οὐ φίλοι, οὐ γείτων, οὐκ ἄλλος οὐδείς· ἀλλ' ἐὰν ἀπὸ τῶν ἔργων προδοθῶμεν, πάντα οἰχήσεται καὶ ἀπολούμεθα πάντως. Πόσα ὁ πλούσιος ἐθρήνησεν ἐκεῖνος, καὶ τὸν πατριάρχην παρεκάλεσε, καὶ πεμφθῆναι τὸν Λάζαρον ᾔτησεν; ἀλλ' ἄκουσον τί πρὸς αὐτὸν ἔλεγεν ὁ Ἀβραάμ· Χάος μέγα μεταξὺ ἡμῶν καὶ ὑμῶν, ὥστε μηδὲ βουλομένοις  ἐξεῖναι  διαβῆναι.  Πόσα παρεκάλεσαν  αἱ παρθένοι  ἐκεῖναι  τὰς ὁμήλικας ὑπὲρ ὀλίγου  ἐλαίου, ἀλλ'  ἄκουσον καὶ ἐκεῖναι  τί λέγουσι· Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· καὶ οὐδεὶς αὐτὰς ἴσχυσεν εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν. Ταῦτα δὴ λογιζόμενοι  καὶ ἡμεῖς ἐπιμελώμεθα  τῆς ἡμετέρας ζωῆς. Ὅσους γὰρ ἂν εἴπῃς πόνους,  καὶ ὅσας ἂν  προσενέγκῃς  τιμωρίας,  οὐδὲν  ἅπαντα  ταῦτα  ἔσται πρὸς τὰ μέλλοντα ἀγαθά. Τίθει γοῦν, εἰ βούλει, πῦρ καὶ σίδηρον καὶ θηρία, καὶ εἴ τι τούτων χαλεπώτερον· ἀλλ' ὅμως οὐδὲ σκιὰ ταῦτα πρὸς ἐκεῖνα τὰ βασανιστήρια. Ταῦτα μὲν γὰρ ὅταν ἐπιτεθῇ σφοδρότερον, τότε μάλιστα κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν,   τοῦ  σώματος  οὐκ  ἀρκοῦντος  καὶ  εἰς  σφοδρότητα  καὶ  εἰς  μῆκος κολάσεως·  ἐκεῖ  δὲ  οὐχ  οὕτως,  ἀλλ'  ἀμφότερα  συνέρχεται,  καὶ  παράτασις  καὶ ὑπερβολὴ καὶ ἐν τοῖς χρηστοῖς καὶ ἐν τοῖς λυπηροῖς. Ἕως οὖν ἐστι καιρὸς, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα ἥμερον αὐτὸ ἴδωμεν τότε καὶ γαληνὸν, ἵνα τὰς ἀπειληφόρους δυνάμεις ἐκείνας διαφύγωμεν.  Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα   στρατιώτας,   τοὺς   τοῖς   ἄρχουσι  διακονουμένους,   πῶς   ἕλκουσι,  πῶς δεσμοῦσι, πῶς μαστιγοῦσι, πῶς τὰς πλευρὰς διορύττουσι, πῶς τὰς λαμπάδας ταῖς βασάνοις προσάγουσιν; Ἀλλὰ  ταῦτα  πάντα  παίγνια  καὶ  γέλως  πρὸς ἐκείνας  τὰς τιμωρίας· καὶ γὰρ πρόσκαιροι αὖται αἱ κολάσεις, ἐκείνων δὲ οὔτε ὁ σκώληξ τελευτᾷ, οὔτε τὸ πῦρ σβέννυται· καὶ γὰρ τὸ σῶμα πάντως  ἄφθαρτον ἔσται τὸ ἀνιστάμενον τότε. Ἀλλὰ μὴ γένοιτό ποτε πείρᾳ ταῦτα ἡμᾶς μαθεῖν, ἀλλὰ μέχρι ῥήματος στῆναι ἡμῖν τὰ φοβερὰ, μηδὲ παραδοθῆναι τοῖς βασανισταῖς ἐκείνοις, ἀλλ' ἐντεῦθεν σωφρονισθῆναι. Πόσα τότε ἐροῦμεν ἑαυτῶν  κατηγοροῦντες,  πόσα ὀλοφυρούμεθα; πόσα οἰμώξομεν; ἀλλ' οὐδὲν ὄφελος λοιπόν. Ἐπεὶ οὐδὲ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαι δυνήσονται λοιπὸν, οὔτε ἰατροὶ, τοῦ κάμνοντος  ἀπελθόντος·  ἀλλ' ἐροῦσι μὲν  πολλάκις,  ὅτι τὸ καὶ τὸ ἐχρῆν  ποιῆσαι, πάντα  δὲ εἰκῆ καὶ μάτην. Ἕως μὲν γὰρ ἐκ τῆς διορθώσεως ἐλπίδες  μένουσι, καὶ λέγειν ἅπαντα καὶ ποιεῖν χρή· ἐπειδὰν δὲ μηκέτι κύριοι μηδενὸς ὦμεν, τοῦ παντὸς διαφθαρέντος, εἰκῆ καὶ λέγεται πάντα καὶ γίνεται. Καὶ γὰρ καὶ Ἰουδαῖοι ἐροῦσι τότε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι  Κυρίου, ἀλλ' οὐδὲν ἀπὸ ταύτης ἀπόνασθαι δύνανται  τῆς φωνῆς  εἰς τὸ τὴν κόλασιν διαφυγεῖν·  ὅτε γὰρ ἔδει εἰπεῖν, οὐκ εἶπον. Ἵν'   οὖν   μὴ   καὶ   ἡμεῖς   τοῦτο   πάθωμεν,   ἐντεῦθεν   ἤδη   μεταβαλώμεθα,   καὶ σπουδάσωμεν εἰς ἐκείνην  εἰσελθεῖν  τὴν  κατάπαυσιν,  καθὼς  εἶπεν  ὁ Ἀπόστολος. Ὄντως γὰρ ἐκείνη ἐστὶν ἀνάπαυσις, ἕνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, ἔνθα οὔτε φροντίδες, οὕτε πόνοι, οὔτε ἀγωνία, οὔτε φόβος καταπλήττων  καὶ σείων τὴν ψυχὴν, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ φόβος, ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐν ἱδρῶσι τοῦ προσώπου φαγεῖν  τὸν ἄρτον ἐκεῖ, οὐδὲ ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν ἐν λύπαις τεκεῖν  τέκνα,  οὐδὲ Πρὸς τὸν  ἄνδρα ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα  εἰρήνη,  χαρὰ,  εὐφροσύνη,  ἡδονὴ,  ἀγαθωσύνη,  πραότης.  Οὐκ ἔστιν  ἐκεῖ ζηλοτυπία, οὐδὲ βασκανία, οὐ νόσος, οὐ θάνατος, οὐχ οὗτος ὁ τοῦ 63.884 σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς· οὐκ ἔστιν ἐκεῖ σκότος, οὐδὲ νύξ· πάντα ἡμέρα, πάντα φῶς, πάντα λαμπρά. Οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν. Βούλεσθε δώσω τινὰ  εἰκόνα ὑμῖν  τῆς ἐκεῖ καταπαύσεως; Οὐκ ἔστι δυνατόν· πλὴν ἀλλ' ὅμως, ὡς δυνατὸν, πειράσομαι δοῦναι ὑμῖν τινα εἰκόνα. Ἀναβλέψωμεν  εἰς  τὸν  οὐρανὸν,  ὅταν,  μηδενὸς  ἐνοχλοῦντος  νέφους,  φαίνῃ  τὸν ἑαυτοῦ  στέφανον·  εἶτα  πρὸς τὸ  κάλλος  τῆς  ὄψεως  αὐτοῦ  πολλὴν  διατρίψαντες χρόνον, ἐννοήσωμεν ὅτι καὶ ἔδαφος ἕξομεν, καὶ οὐ τοιοῦτον μόνον, ἀλλὰ τοσοῦτον γινόμενον  κάλλιον  ἴδωμεν, ὅσον τῶν πηλίνων  ὀρόφων ἐστὶν ὁ χρυσοῦς· καὶ μετ' ἐκεῖνον πάλιν τὸν ἀνώτερον ὄροφον, εἶτα τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τοὺς ἀπείρους δήμους τῶν ἀσωμάτων δυνάμεων, αὐτὰ τὰ τοῦ Θεοῦ βασίλεια, τὸν θρόνον τὸν πατρικόν. Ἀλλ'  οὐκ ἰσχύει, ὅπερ ἔφθην, ὁ λόγος δηλῶσαι τὸ πᾶν· πείρας γὰρ χρεία καὶ τῆς διὰ πείρας γνώσεως. Πῶς οἴεσθε, εἰπέ μοι, τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ εἶναι; Πολὺ ἐκείνης βελτίων ἐστὶν ἡ διαγωγὴ αὕτη, ὅσῳ τῆς γῆς οὐρανός. Πλὴν καὶ ἑτέραν εἰκόνα ἐπιζητήσωμεν. Εἰ συμβῇ τὸν βασιλεύοντα νῦν  πάσης κρατῆσαι τῆς γῆς, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν καὶ πολλοὺς ἔχειν φόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι· ποίαν οἴεσθε ἔχειν αὐτὸν ψυχὴν, εἰ τοὺς πολέμους τοὺς πανταχοῦ τῆς γῆς πεπαυμένους ἑώρα; Τοιοῦτόν τί ἐστι· μᾶλλον δὲ οὔπω τῆς εἰκόνος ἐφικόμην ἐκείνης· διὸ χρὴ ἑτέραν ἐπιζητῆσαι. Ἐννόησον δή μοι. Ὥσπερ γὰρ παιδίον βασιλικὸν, ἕως  μὲν  ἂν  ἐν  τῇ  μήτρᾳ  ᾖ, οὐδενὸς  ἐπαισθάνεται·  εἰ  δὲ συμβῇ ἄφνω  ἐξελθεῖν ἐκεῖθεν, καὶ ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἠρέμα, ἀλλ' ἀθρόον πάντα προσλαβεῖν· οὕτως  ἐστὶν ἡ κατάπαυσις  αὕτη κἀκείνη.  Ἢ εἴ τις  δεσμώτης μυρία παθὼν κακὰ, ἀθρόον ἐπὶ τὸν βασιλικὸν ἁρπαγῇ θρόνον. Ἀλλ' οὐδὲ οὕτως ἐφικόμην ἀκριβῶς τῆς εἰκόνος. Ἐνταῦθα μὲν γὰρ ὧν ἄν τις ἐπιτύχῃ καλῶν, κἂν αὐτὴν εἴπῃς τὴν βασιλείαν, παρὰ μὲν τὴν πρώτην ἡμέραν ἀκμάζοντα ἔχει τὸν πόθον, καὶ παρὰ τὴν δευτέραν καὶ τὴν τρίτην, χρόνου δὲ προϊόντος, μένει μὲν ἐν ἡδονῇ, οὐ τοσαύτῃ δέ· λήγει γὰρ ἀπὸ τῆς συνηθείας, οἵα ἂν ᾗ. Ἐκεῖ δὲ οὐ μόνον οὐ μειοῦται, ἀλλὰ καὶ ἐπιδίδωσιν. Ἐννόησον γὰρ ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν  ἀγαθῶν  ἐκείνων,  μηδὲ μεταβολὴν, ἀλλ'  ἐπίδοσιν καὶ ζωὴν τέλος οὐκ  ἔχουσαν, καὶ  ζωὴν  παντὸς  μὲν  κινδύνου,  πάσης δὲ ἀθυμίας  καὶ  φροντίδος ἀπηλλαγμένην,  μεστὴν εὐθυμίας  καὶ μυρίων  ἀγαθῶν.  Εἰ γὰρ εἰς πεδίον  ἐξιόντες ἐνταῦθα, ἔνθα σκηνὰς ὁρῶμεν στρατιωτῶν  ἐκ παραπετασμάτων  πηγνυμένας,  καὶ δόρατα  καὶ  κράνη  καὶ  ὀμφαλοὺς  ἀσπίδων  λάμποντας,  μετέωροι  γινόμεθα  τῷ θαύματι· εἰ δὲ καὶ τὸν βασιλέα συμβῇ εἰς μέσον ἰδεῖν τρέχοντα μετὰ ὅπλων χρυσῶν, τὸ πᾶν ἔχειν νομίζομεν· τί οἴει, ὅταν τῶν ἁγίων ἴδῃς τὰς σκηνὰς τὰς αἰωνίους ἐν τῷ οὐρανῷ πεπηγυίας; ∆έξονται γὰρ ὑμᾶς εἰς τὰς αἰωνίους, φησὶ, σκηνάς· ὅταν αὐτῶν ἕκαστον ὑπὲρ τὰς ἀκτῖνας  τὰς ἡλιακὰς  ἴδῃς  ἀπολάμποντα,  οὐκ ἀπὸ χαλκοῦ  καὶ σιδήρου, ἀλλ' ἀπὸ τῆς δόξης ἐκείνης, ἧς τὰς μαρμαρυγὰς ἀνθρώπινος  οὐ δύναται ὀφθαλμὸς ἰδεῖν; Καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀνθρώπων.  Τί δ' ἄν τις εἴποι τὰς χιλιάδας τῶν  ἀγγέλων,  τῶν  ἀρχαγγέλων,  τῶν  Χερουβὶμ, τῶν  Σεραφὶμ, τῶν  ἀρχῶν,  τῶν ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον, 63.885 πάντα νοῦν ὑπερβαῖνον; Ἀλλὰ γὰρ μέχρι τίνος  οὐ  στήσομα. διώκων  ἀκίχητα;  Οὔτε γὰρ  ὀφθαλμὸς  εἶδε,  φησὶν,  οὐδὲ  οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου  ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν.  Τί τοίνυν  μακαριώτερον  τῶν  ἐπιτυγχανόντων τῆς  δόξης ἐκείνης;  τί  τῶν ἀποτυγχανόντων  ἀθλιώτερον;  Εἰ γὰρ  πατρίδος  τις  ἐκβεβλημένος  ὑπὸ  πάντων ἐλεεῖται, καὶ ὁ κληρονομίαν ἀπολέσας, δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ καὶ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων ἀγαθῶν, πόσοις ὀφείλει δάκρυσι καταῤῥαίνεσθαι; ∆ακρύει γάρ τις, ὅταν τι πάθῃ τῶν ἀβουλήτων, ὧν οὐκ αὐτός ἐστιν αἴτιος· ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων  ἐστὶν ἄξιος, μᾶλλον δὲ καὶ τότε πένθους· ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴμ,καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν καὶ μυρίων θρήνων. Ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνιθες καὶ ἰχθύες ὀδύρηται ἡμᾶς τοὺς ἐκπεπτωκότας  τῶν  ἀγαθῶν  ἐκείνων,  οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην  τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν  ἀνθρώπου  οὐκ ἀνέβη; Οὐκ εἶπεν,  ὅτι ὑπερβαίνει ἁπλῶς, ἀλλ', οὐδὲ ἐνενόησέ ποτέ τις, Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν,  ὁποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν  τὴν  μετ'  αὐτοῦ,  ἀθανασίαν,  βίον  μακάριον  καὶ φροντίδων  ἀπηλλαγμένον·  τοῖς τοσαῦτα πεπονηκόσι καὶ ἠθληκόσι καὶ ὑπὲρ αὐτοῦὑπομείνασι τί οὐ χαρίσεται; Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι' ἡμᾶς, τὸν Υἱὸν τὸν γνήσιον  εἰς  θάνατον  ἔδωκε  δι'  ἡμᾶς  τοὺς  ἐχθροὺς  ὄντας·  τίνος  οὐκ  ἀξιώσει γενομένους  φίλους;  τίνος  οὐ  μεταδώσει  καταλλάξας  ἑαυτῷ;  Καὶ πλούσιός  ἐστι σφόδρα ἀπείρως, καὶ ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν, ἡμεῖς δὲ οὐ σπουδάζομεν οὕτως,  ἀγαπητοί.  Καὶ τί  λέγω,  οὐ σπουδάζομεν; οὐ θέλομεν  οὕτω τυχεῖν  αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἡμῶν θέλει, ὃ ἐποίησεν ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν  αὐτῶν  μόλις καταφρονοῦμεν  ὀλίγου χρυσίου, αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὐτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Χριστοῦ· ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας. Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε  ἃ λέγω  ὑμῖν.  Βαβαί· τοὺς ἐχθροὺς,  τοὺς  ἀπείρως  αὐτοῦ  διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε, καὶ καλεῖ φίλους. Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ὑπὲρ ἀνθρώπων φιλίας πολλάκις κινδυνεύομεν· ὑπὲρ δὲ τῆς τοῦ Χριστοῦ ἀγάπης οὐ χρήματα προησόμεθα; Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους καὶ ὀδυρμῶν καὶ ὀλοφυρμῶν μεγάλων καὶ κοπετῶν·  τῆς  ἐλπίδος  ἡμῶν  ἐξεπέσαμεν, ἐταπεινώθημεν   ἀπὸ  τοῦ  ὕψους  ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν  τοῦ Θεοῦ, ἀγνώμονες  μετὰ τὰς εὐεργεσίας γεγόναμεν καὶ ἀχάριστοι· ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, ἀδελφοὶ, καὶ κληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν  τῶν ὑβριζόντων. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν; 63.886 Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡμεῖς δὲ ἑαυτοὺς εἰς τὴν γέενναν  ὠθήσαμεν. Ἀρὰ καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μίσγουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων  χείρω. Πολλοὶ γὰρ τῶν  πλεονεκτουμένων  μυρίους εὔχονται θανάτους, ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν. Ταῦτα οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν καὶ ἡμεῖς βοήσωμεν περὶ ἡμῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ ὀνειδίζουσι καὶ γελῶσι. ∆ιὰ γὰρ τοῦτο ἐπιτείνειν  χρὴ τὸν θρῆνον, ὅτι οὕτω μαινόμεθα καὶ παραπαίομεν, καὶ οὐδ'  ὅτι μαινόμεθα ἴσμεν, ἀλλ' ἐφ' οἷς ἐχρῆν στένειν, γελῶμεν. Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπὸ Θεοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐμφανῶς ἤξει, πῦρ ἐνώπιον  αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται,  καὶ  κύκλῳ  αὐτοῦ  καταιγὶς  σφοδρά.  Ἡμέρα  Κυρίου, ὡς  κλίβανος καιόμενος.  Καὶ οὐδεὶς  ταῦτα  εἰς νοῦν  βάλλεται,  ἀλλὰ  μύθων  μᾶλλον καταπεφρόνηται  τὰ φρικώδη καὶ φοβερὰ πράγματα ταῦτα· καὶ ὁ ἀκούων οὐδεὶς, οἱ δὲ  γελῶντες   καὶ  χλευάζοντες   πάντες.  Τίς  ἐστιν  ἡμῖν  πόρος;  πόθεν  σωτηρίαν εὕρωμεν; Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν  τῶν ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων  καὶ τῶν δαιμόνων. Μέγα φρονεῖ νῦν ὁ διάβολος καὶ γαυροῦται καὶ χαίρει ἐν τῇ αἰσχύνῃ ἡμῶν· οἱ πιστευθέντες ἡμᾶς ἄγγελοι πάντες ἐν κατηφείᾳ, οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡμῖν ἀνάλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν.   Εὔκαιρον   καὶ   νῦν   καλέσαι   τὸν   οὐρανὸν,   ὅτι   οὐδεὶς   ὁ   ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησε. Χεῖρα ὀρέξατε, οἱ μηδέποτε καταβαπτισθέντες, τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες  τοῖς  κάμνουσιν,  οἱ νήφοντες  τοῖς  μαινομένοις,  οἱ σπουδαῖοί τε  καὶ ἑδραῖοι τοῖς  περιφερομένοις.  Μηδεὶς, παρακαλῶ,  χάριν  τῆς  σωτηρίας  τοῦ φίλου προτιμάτω· καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἓν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν. Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος ἐπικαίηται τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἑσμὸς παρεστήκῃ, οὐκ ἐπιγινώσκει τὸν νόμον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃ τοῦ δεσπότου. Συστρέφωμεν ἑαυτοὺς, παρακαλῶ.  Πόλεμοι  καθημερινοὶ,  καταποντισμοὶ,  ἀπώλειαι   μυρίαι  κύκλῳ,  καὶπάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἡμᾶς περιστοιχίζεται. Ἡμεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζομεν, οὐδεὶς εἰς βοήθειαν· πάντες  εἰς ἁρπαγὴν,  οὐδεὶς  εἰς προστασίαν· ἕκαστος πλείονα  τὰ ὄντα  σπουδάζει ποιῆσαι, οὐδεὶς  δὲ πρὸς τὸ  βοηθῆσαι τῷ  δεομένῳ·  ἕκαστος πῶς  προσθήσει τοῖς χρήμασι, πολλὴν  ἔχει  τὴν  μέριμναν  οὐδεὶς  δὲ ὅπως  τὴν  ψυχὴν  αὐτοῦ  διασώσῃ. Φόβος εἷς ἔχει πάντας, μὴ πένητες, φησὶ, γενώμεθα· μὴ εἰς γέενναν  δὲ ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ  καὶ τρέμει. Ταῦτα θρήνων,  ταῦτα διαβολῆς ἄξια. Ἀλλὰ ταῦτα οὐκ ἐβουλόμην  λέγειν,  ἀλλὰ  ὑπὸ  τῆς  ὀδύνης  βιάζομαι. ∆ιὸ σύγγνωτε·  ὑπὸ  γὰρ  τοῦ πένθους  ἀναγκάζομαι  πολλὰ  καὶ  ἃ οὐ βούλομαι  φθέγγεσθαι.  Χαλεπὴν  ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινά· ἀπολώλαμεν· Τίς δώσει τῇ κεφαλῇ 63.887 μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν, στενάξωμεν. Τάχα τινές εἰσιν ἐνταῦθα λέγοντες, Πάντοτε θρήνους ἡμῖν λέγεις, πάντοτε δάκρυα. Οὐκ ἐβουλόμην, πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ' ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ τούτων ὁ καιρός. Οὐ τὸ θρηνεῖν,  ἀγαπητοὶ,  χαλεπὸν,  ἀλλὰ  τὸ θρήνων  ἄξια ποιεῖν·  οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ·  μὴ  ἀποθάνῃς,  καὶ  οὐ  κλαίω.  Σὺ δὲ  ἂν  μὲν  τὸ  σῶμά σου ἀλγῇ,  πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ συναλγοῦντάς σοι· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ πενθεῖν; Ἀλλ' οὐ δύναμαι· πατὴρ γάρ εἰμι, καὶ πατὴρ φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος, Τεκνία μου, οὓς πάλιν  ὠδίνω. Ποία γὰρ μήτηρ κύουσα οὕτω δεινὰς  ἀφίησι φωνὰς,  ὡς ἐκεῖνος; Εἴθε ἐνῆν  νῦν  αὐτῆς τῆς διανοίας τὴν πυρὰν ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον  καίομαι. Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ  τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν. Οὐδεμίαν γὰρ ὁρῶ προκοπήν· πάντας εἰς διαβολὰς καὶ κατηγορίας, οὐδεὶς εἰς ἔργον τίθεται ἀρέσκειν Θεῷ, ἀλλὰ, Τὸν δεῖνα, φησὶ, λέγωμεν κακῶς, καὶ τὸν 63.888 δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσόμνως βιοῖ. Ὀφείλοντες τὰ ἡμέτερα πενθεῖν, κατακρίνομεν ἑτέρους· οὐδὲ, εἰ καθαροὶ ὦμεν ἁμαρτημάτων, ὀφείλομεν τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει, φησί; Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Τί δὲ κρίνεις τὸν  ἀδελφόν  σου μυρίων  γέμων  κακῶν; Ὅταν εἴπῃς, ὁ δεῖνα  μοχθηρός ἐστι καὶ λυμεὼν καὶ πονηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον τὰ σαυτοῦ ἀκριβῶς, καὶ μεταμεληθήσῃ ἐπὶ τοῖς λεχθεῖσιν. Οὐ γάρ ἐστιν, οὐκ ἔστι πρὸς ἀρετὴν προτροπή τις τοιαύτη, οἷον ἁμαρτημάτων ἀνάμνησις Ἐὰν ταῦτα τὰ δύο στρέφωμεν παρ' ἑαυτοῖς, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων  ἀγαθῶν, δυνησόμεθα καθαίρειν ἑαυτοὺς καὶ ἀποσμήχειν·  μόνον  λάβωμεν  ἔννοιάν  ποτε, μεριμνήσωμεν  τὸ πρᾶγμα, ἀγαπητοί· ἀλγήσωμεν  ἐνταῦθα  τῷ  λογισμῷ,  ἵνα  μὴ ἀλγήσωμεν  ἐκεῖ  τῇ  κολάσει, ἀλλ' ἵνα ἀπολαύσωμεν τῶν αἰωνίων  ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἵνα τύχωμεν  τῶν ὑπερβαινόντων  τὸν ἀνθρώπινον  νοῦν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
.


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.