Παρασκευή, 25 Οκτωβρίου 2013

49.33 Περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.



49.33 Περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.
αʹ. Τί εἴπω καὶ τί λαλήσω; δακρύων ὁ παρὼν καιρὸς, οὐχὶ ῥημάτων· θρήνων, οὐχὶ λόγων· εὐχῆς, οὐ δημηγορίας· τοιοῦτον τῶν τετολμημένων  τὸ μέγεθος, οὕτως ἀνίατον τὸ ἕλκος, οὕτω μέγα τὸ τραῦμα, καὶ πάσης ἰατρείας μεῖζον, καὶ τῆς ἄνωθεν δεόμενον βοηθείας. Οὕτω μὲν ὁ Ἰὼβ ἅπαντα ἀποβαλὼν, ἐπὶ τῆς κοπρίας ἐκάθητο, καὶ ἀκούσαντες οἱ φίλοι παρεγένοντο, καὶ ἰδόντες αὐτὸν πόῤῥωθεν, τὰ ἱμάτια διέῤῥηξαν, καὶ σποδὸν κατεπάσαντο, καὶ μέγα ἀνῴμωξαν.  Νῦν τοῦτο τὰς πόλεις ἁπάσας τὰς κύκλῳ  ποιῆσαι ἐχρῆν, καὶ πρὸς τὴν  πόλιν  τὴν  ἡμετέραν  ἐλθεῖν,  καὶ θρηνῆσαι τὰ γεγενημένα μετὰ συμπαθείας ἁπάσης. Ἐκεῖνος ἐπὶ τῆς κοπρίας ἐκάθητο τότε, αὕτη ἐν  μεγάλῃ  παγίδι  κάθηται  νῦν.  Καθάπερ γὰρ τότε  ὁ διάβολος  εἰς τὰ ποίμνια καὶ τὰ βουκόλια, καὶ πᾶσαν ὠρχήσατο τοῦ δικαίου τὴν οὐσίαν· οὕτω νῦν εἰς τὴν πόλιν ἅπασαν ἐβάκχευσεν. Ἀλλ' ὁ Θεὸς καὶ τότε καὶ νῦν συνεχώρησε· τότε μὲν, ἵνα τὸν δίκαιον λαμπρότερον ποιήσῃ τῷ μεγέθει τῶν πειρασμῶν, νῦν δὲ, ἵνα ἡμᾶς σωφρονεστέρους  ἐργάσηται  τῇ  τῆς  θλίψεως   ταύτης  49.34 ὑπερβολῇ.  ∆ότε  μοι θρηνῆσαι τὰ παρόντα. Ἐσιγήσαμεν ἡμέρας ἑπτὰ, καθάπερ οἱ φίλοι τοῦ Ἰώβ· δότε μοι στόμα διᾶραι  σήμερον, καὶ  τὴν  κοινὴν  ταύτην  ὀδύρασθαι  συμφοράν.  Τίς  ἡμῖν ἐβάσκηνεν, ἀγαπητοί; τίς ἡμῖν

ἐφθόνησε; πόθεν ἡ τοσαύτη γέγονε μεταβολή; Οὐδὲν τῆς πόλεως  τῆς ἡμετέρας σεμνότερον ἦν· οὐδὲν γέγονε  ἐλεεινότερον  νῦν. ∆ῆμος εὔτακτος οὕτω καὶ ἥμερος, καὶ καθάπερ ἵππος χειροήθης καὶ τιθασσὸς, ἀεὶ ταῖς τῶν ἀρχόντων  εἴκων  χερσὶν, ἐξαίφνης  τοσοῦτον  ἡμῖν  ἀπεσκίρτησε νῦν,  ὡς  τοσαῦτα ἐργάσασθαι κακὰ, ἃ μηδὲ εἰπεῖν θέμις. Ὀδύρομαι καὶ θρηνῶ νῦν, οὐ διὰ τὸ μέγεθος τῆς προσδοκωμένης ἀπειλῆς, ἀλλὰ διὰ τὴν ὑπερβολὴν τῆς γεγενημένης  μανίας. Εἰ γὰρ μὴ παροξυνθείη βασιλεὺς, μηδὲ ὀργισθείη, μηδὲ κολάσειε καὶ τιμωρήσαιτο πῶς οἴσομεν, εἰπέ μοι, τὴν αἰσχύνην  τὴν ἀπὸ τῶν  γεγενημένων;  ∆ιακόπτεταί μοι τῆς διδασκαλίας ὁ λόγος τῷ θρήνῳ· μόλις ἰσχύω διᾶραι στόμα, καὶ ἀνοῖξαι χείλη, καὶ κινῆσαι γλῶτταν, καὶ ῥήματα προέσθαι· οὕτω καθάπερ χαλινὸς ὁ τῆς ἀθυμίας ὄγκος ἀποστρέφει μου τὴν γλῶτταν,  καὶ τῶν ῥημάτων ἐπιλαμβάνεται. Οὐδὲν τῆς πόλεως τῆς ἡμετέρας πρότερον μακαριώτερον  ἦν, οὐδὲν 49.35 ἀτερπέστερον γέγονε  νῦν. Καθάπερ μέλιτται  κηρίον βομβοῦσαι, οὕτω τὴν ἀγορὰν περιίπταντο  καθ'  ἑκάστην ἡμέραν οἱ τὴν  πόλιν  οἰκοῦντες,  καὶ πάντες  ἡμᾶς ἐπὶ τῷ πλήθει  τούτῳ  πρότερον ἐμακάριζον.  Ἀλλ' ἰδοὺ  νῦν  τὸ  κηρίον  τοῦτο  γέγονεν  ἔρημον·  καθάπερ  γὰρ  τὰς μελίττας ἐκείνας καπνὸς, οὕτω τὰς μελίττας ταύτας φόβος ἀπήλασε· μᾶλλον δὲ καὶ ὃ περὶ τῆς Ἱερουσαλὴμ θρηνῶν ὁ προφήτης ἔλεγε, τοῦτο καὶ ἡμεῖς εἰς καιρὸν ἐροῦμεν νῦν·  Ἐγενήθη  ἡμῖν  ἡ  πόλις,  ὡς  τερέβινθος  ἀποβεβληκυῖα  τὰ  φύλλα,  καὶ  ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καθάπερ γὰρ παράδεισος τῆς ἀρδείας ἐπιλιπούσης, ἔρημα τῶν φύλλων καὶ γυμνὰ τῶν καρπῶν τὰ δένδρα δείκνυσιν, οὕτω δὴ καὶ ἡ πόλις ἡμῶν γέγονε  νῦν·  τῆς  γὰρ  ἄνωθεν  βοηθείας  ἐγκαταλιπούσης  αὐτὴν,  ἕστηκεν  ἔρημος, γυμνὴ τῶν οἰκητόρων γενομένη σχεδὸν ἁπάντων. Οὐδὲν πατρίδος γλυκύτερον, ἀλλ' οὐδὲν  πικρότερον  νῦν  γέγονε· πάντες  τὴν  ἐνεγκοῦσαν  ὥσπερ παγίδα  φεύγουσιν,
 ὥσπερ βάραθρον ἐγκαταλιμπάνουσιν,  ὥσπερ πυρᾶς ἀποπηδῶσι· καὶ καθάπερ οἰκίας ἁπτομένης  οὐχ οἱ τὴν οἰκίαν οἰκοῦντες  μόνον, ἀλλὰ καὶ πάντες οἱ πλησίον μετὰ πολλῆς ἀποπηδῶσι τῆς σπουδῆς, γυμνὸν τὸ σῶμα διασῶσαι σπουδάζοντες· οὕτω δὴ καὶ νῦν τῆς βασιλικῆς ὀργῆς καθάπερ πυρᾶς τινος ἄνωθεν  ἥξειν προσδοκωμένης, πρὶν  ἐπ'  αὐτοὺς  ὁδῷ  βαδίζον  ἔλθῃ  τὸ  πῦρ, ἕκαστος ἐπείγεται  προεξελθεῖν,  καὶ γυμνὸν  διασῶσαι  τὸ  σῶμα· καὶ  γέγονεν  ἡμῶν  αἴνιγμα  νῦν  ἡ  συμφορά. Χωρὶς πολεμίων   φυγὴ,  χωρὶς  μάχης  μετανάστασις,  χωρὶς  ἁλώσεως  αἰχμαλωσία·  οὐκ εἴδομεν βαρβαρικὸν πῦρ, οὐδὲ πολεμίων ὄψιν ἐθεασάμεθα, καὶ τὰ τῶν ἑαλωκότων πάσχομεν. Πάντες νῦν  τὰς ἡμετέρας μανθάνουσι  συμφοράς· τοὺς γὰρ ἡμετέρους ὑποδεχόμενοι φυγάδας παρ' ἐκείνων τὴν τῆς πόλεως μανθάνουσι πληγήν.
βʹ. Ἀλλ' οὐκ αἰσχύνομαι ἐπὶ τούτῳ, οὐδὲ ἐρυθριῶ. Μανθανέτωσαν ἅπαντες τὰ τῆς  πόλεως  πάθη,  ἵνα  συναλγήσαντες  τῇ  μητέρι,  κοινὴν  ἀπὸ  τῆς  γῆς  ἁπάσης
ἀνενέγκωσι  τῷ  Θεῷ φωνὴν,  καὶ  ὁμοθυμαδὸν  τὴν  κοινὴν  ἁπάντων  μητέρα  καὶτροφὸν  παρὰ τοῦ τῶν  οὐρανῶν  ἐξαιτήσωνται  βασιλέως. Ἐσείσθη πρῴην  ἡμῖν  ἡ πόλις, ἀλλὰ νῦν αὐταὶ σαλεύονται τῶν οἰκητόρων αἱ ψυχαί· τότε ἐσείετο τὰ θεμέλια τῶν  οἰκημάτων,  νῦν  δὲ αὐτὰ δονεῖται  τὰ θεμέλια  τῆς ἑκάστου καρδίας, καὶ καθ' ἑκάστην  ἡμέραν  πρὸ τῶν  ὀφθαλμῶν  τὸν  θάνατον  πάντες  βλέπομεν,  καὶ  φόβῳ συζῶμεν διηνεκεῖ, καὶ τὴν τοῦ Κάϊν ὑπομένομεν τιμωρίαν ἐλεεινότερον τῶν ποτὲ τὸ δεσμωτήριον οἰκούντων  διακείμενοι,  καὶ πολιορκίαν  πολιορκούμενοι  ξένην  τινὰ καὶ καινὴν, καὶ τῆς νενομισμένης δεινοτέραν. Οἱ μὲν γὰρ ὑπὸ τῶν πολεμίων τοῦτο πάσχοντες, ἔσω τειχῶν ἀποκλείονται μόνον, ἡμῖν δὲ καὶ ἡ ἀγορὰ ἄβατος γέγονε, καὶ τοῖς  τοίχοις  ἕκαστος τῆς  οἰκίας  ἐναποκέκλεισται  τῆς  ἑαυτοῦ. Καὶ καθάπερ  τοὺς πολιορκουμένους οὐκ ἀσφαλὲς ὑπερβῆναι τὸ τεῖχος, τῶν πολεμίων ἔξω περικαθημένων· οὕτως οὐδὲ πολλοῖς τῶν τὴν πόλιν οἰκούντων  ἀσφαλὲς ἐξελθεῖν, οὐδὲ ἐν τῷ μέσῳ φανῆναι, διὰ τοὺς πάντοθεν θηρεύοντας ἀναιτίους καὶ αἰτίους, καὶ ἐκ μέσης ἁρπάζοντας τῆς ἀγορᾶς, καὶ πρὸς τὸ δικαστήριον ἁπλῶς  καὶ ὡς ἔτυχεν ἕλκοντας.  ∆ιὰ τοῦτο  ἐλεύθεροι  μετὰ τῶν  οἰκετῶν  τῶν  ἑαυτῶν  ἔνδον συμπεποδισμένοι κάθηνται, τίς συνελήφθη, τίς ἀπήχθη, τίς ἐκολάσθη σήμερον; πῶς καὶ τίνι τρόπῳ; μεριμνῶντες καὶ περιεργα 49.36 ζόμενοι παρ' ὧν τὰ τοιαῦτα δυνατὸν μανθάνειν ἀσφαλῶς, καὶ θανάτου παντὸς ἐλεεινότερον ζῶσι βίον, τάς τε ἀλλοτρίας ὀδύρεσθαι συμφορὰς ἀναγκαζόμενοι καθ' ἡμέραν, καὶ ὑπὲρ τῆς ἑαυτῶν τρέμοντες σωτηρίας, καὶ νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι τῷ πάλαι τεθνάναι τῷ δέει. Εἰ δέ τις καὶ τοῦ φόβου τούτου καὶ τῆς ἀγωνίας ἐκτὸς ὢν ἐθελήσειεν εἰς ἀγορὰν ἐμβαλεῖν, ὑπὸ τῆς ὄψεως τῆς ἀτερποῦς εὐθέως εἰς τὴν οἰκίαν εἰσελαύνεται τὴν ἑαυτοῦ, ἕνα που καὶ δύο μόλις ὁρῶν συγκεκυφότας, καὶ μετὰ πολλῆς βαδίζοντας τῆς κατηφείας, ἔνθα πρὸ ὀλίγων ἡμερῶν ποταμῶν ῥεύματα τὸ πλῆθος ἀπέκρυπτεν, ἀλλὰ νῦν ἀπηλάθησαν   ἡμῖν   πάντες   ἐκεῖνοι.   Καὶ  καθάπερ   δρυμοῦ   συμφύτου   πολλῶν πανταχόθεν  ἐκκοπέντων  δένδρων,  ἀτερπὴς  ἡ ὄψις  γίνεται,  ἢ καθάπερ κεφαλῆς φαλακρώματα ἐχούσης πολλὰ, οὕτω δὴ καὶ τὸ τῆς πόλεως ἔδαφος, τῶν ἀνθρώπων ἐλαττωθέντων, καὶ ὀλίγων σποράδην φαινομένων,  ἀτερπὲς γέγονε νῦν, καὶ πολλὴν τῶν ὁρώντων  καταχέει τῆς ἀθυμίας τὴν ἀχλύν. Οὐ τὸ ἔδαφος δὲ μόνον, ἀλλὰ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις, καὶ αὐτὸς τῶν ἡλιακῶν ἀκτίνων  ὁ κύκλος στυγνάζειν μοι δοκεῖ  νῦν,  καὶ  ἀμαυρότερος φαίνεσθαι,  οὐ  τῶν  στοιχείων  τὴν  φύσιν μεταβαλλόντων,  ἀλλὰ τῶν  ἡμετέρων  ὀφθαλμῶν  τῷ τεθολῶσθαι  τῆς ἀθυμίας τῷ νέφει, μὴ δυναμένων καθαρῶς μηδὲ μετὰ τῆς αὐτῆς διαθέσεως τὸ παρὰ τῶν ἀκτίνων δέχεσθαι φῶς. Τοῦτό ἐστιν ὃ πάλαι ὁ προφήτης ἐθρήνει λέγων· ∆ύσεται αὐτοῖς ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἡ ἡμέρα. Τοῦτο δὲ ἔλεγεν,  οὐχ ὡς τοῦ ἄστρου κρυπτομένου, οὐδὲ ὡς τῆς ἡμέρας ἀφανιζομένης, ἀλλ' ὡς τῶν ἀθυμούντων οὐδὲ ἐν μεσημβρίᾳ δυναμένων  ὁρᾷν τὸ φῶς διὰ τὸν ἀπὸ τῆς ὀδύνης ζόφον· ὃ δὴ καὶ νῦν
γέγονε· καὶ ὅπουπερ ἂν ἴδῃ τις, κἂν εἰς τὸ ἔδαφος, κἂν εἰς τοὺς τοίχους, κἂν εἰς τοὺς κίονας τῆς πόλεως, κἂν εἰς τοὺς πλησίον, νύκτα ὁρᾷν δοκεῖ καὶ ζόφον βαθύν· οὕτω πάντα πολλῆς γέμει τῆς κατηφείας. Σιγὴ πανταχοῦ φρίκης γέμουσα καὶ ἐρημία, καὶ ὁ ποθεινὸς ἐκεῖνος τοῦ πλήθους ἔσβεσται θόρυβος, καὶ καθάπερ ἁπάντων εἰς τὴν γῆν καταδυόντων,  οὕτως  ἀφωνία  τὴν  πόλιν  κατέχει  νῦν,  καὶ  τοῖς  λίθοις  ἐοίκασιν ἅπαντες,   καὶ   ὥσπερ   τινὶ   γλωττοπέδῃ   τῇ   συμφορᾷ   κατεχόμενοι   βαρυτάτην κατέχουσιν ἡσυχίαν, καὶ τοσαύτην, ὅσηπερ ἂν εἰ πολεμίων ἐπελθόντων  καὶ πάντας ὁμοῦ πυρὶ καὶ σιδήρῳ δαπανησάντων  ἐγένετο. Εὔκαιρον νῦν  εἰπεῖν· Ἀποστείλατε πρὸς τὰς θρηνούσας, καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς, καὶ φθεγξάσθωσαν. Ῥεέτωσαν  οἱ ὀφθαλμοὶ  ὑμῶν  ὕδωρ, καὶ τὰ βλέφαρα  ὑμῶν  καταγέτω  δάκρυα· οἱ βουνοὶ, λάβετε  κοπετὸν,  καὶ τὰ ὄρη, θρῆνον.  Καλέσωμεν τὴν  κτίσιν  ἅπασαν εἰς συμπάθειαν  τῶν  ἡμετέρων  κακῶν.  Πόλις  οὕτω  μεγάλη  καὶ  τῶν  ὑπὸ  τὴν  ἕω κειμένων  ἡ κεφαλὴ,  ἐκ μέσης ἀναρπασθῆναι  κινδυνεύει  τῆς  οἰκουμένης·  νῦν  ἡ πολύπαις  ἄπαις  ἐξαίφνης  γεγένηται,  καὶ  ὁ  βοηθήσων  οὐδείς.  Οὐ γάρ  ἐστιν  ὁ ὑβρισθεὶς ὁμότιμόν τινα ἔχων  ἐπὶ τῆς γῆς· βασιλεὺς γάρ ἐστι κορυφὴ καὶ κεφαλὴ τῶν  ἐπὶ τῆς γῆς ἀνθρώπων  ἁπάντων.  ∆ιὰ τοῦτο δὴ πρὸς τὸν ἄνω καταφεύγωμεν βασιλέα· ἐκεῖνον καλέσωμεν εἰς βοήθειαν· εἰ μὴ τῆς ἄνωθεν ἀπολαύσοιμεν εὐνοίας, οὐδεμία λείπεται τοῖς γεγενημένοις παραμυθία.
γʹ.  Ἐβουλόμην  ἐνταῦθα   καταλῦσαι  τὸν   λόγον·   οὐ  γὰρ  ἐθέλουσι  τῶν ὀδυνωμένων  αἱ ψυχαὶ μακροὺς ἀποτείνειν  λόγους· ἀλλ' ὥσπερ νεφέλη  τις πυκνὴγενομένη,  καὶ  τὴν  ἡλιακὴν  ἀκτῖνα  ὑπεκδραμοῦσα, ἀποστρέφει  49.37 τὴν  αὐγὴν πᾶσαν εἰς τοὐπίσω· οὕτω δὴ καὶ ἀθυμίας νέφος,  ἐπειδὰν  στῇ πρὸ τῆς ψυχῆς  τῆςἡμετέρας, οὐκ ἀφίησιν εὔκολον γενέσθαι τὴν τοῦ λόγου διάβασιν, ἀλλ' ἀποπνίγει καὶ  συνέχει  μετὰ  πολλῆς  τῆς  ἀνάγκης  ἔνδον  αὐτόν.  Καὶ τοῦτο  οὐκ  ἐπὶ  τῶν λεγόντων,  ἀλλὰ καὶ ἐπὶ τῶν ἀκουόντων γίνεται. Ὥσπερ γὰρ ἀπὸ τῆς τοῦ λέγοντος
ψυχῆς οὐκ ἀφίησιν αὐτὸν ἐκπηδῆσαι μετ' εὐκολίας, οὕτως οὐδὲ εἰς τὴν τῶν ἀκουόντων διάνοιαν ἐμπεσεῖν συγχωρεῖ μετὰ τῆς οἰκείας δυνάμεως. ∆ιὰ τοῦτο καὶ Ἰουδαῖοί ποτε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δουλεύοντες, τοῦ Μωσέως πολλάκις μεγάλα
περὶ τῆς αὐτῶν  λέγοντος  σωτηρίας ἀκούειν  οὐκ ἠνείχοντο,  τῆς ἀθυμίας  ἄβατον ποιούσης τῷ λόγῳ τὴν διάνοιαν, καὶ τὴν ἀκοὴν ἐμφραττούσης. Ἠβουλόμην μὲν οὖν καὶ  αὐτὸς  ἐνταῦθα  καταλῦσαι  τὰ  εἰρημένα· ἀλλ'  ἐννοήσας  ὅτι  οὐκ ἀντιφράττει
μόνον νεφέλης  φύσις τὴν εἰς τὸ πρόσω φορὰν τῆς ἀκτῖνος, ἀλλὰ καὶ τοὐναντίον αὐτὴ πάσχει πολλάκις· ἐπειδὰν γὰρ ὁ ἥλιος θερμότερος προσπεσὼν διηνεκῶς τρίβῃ τὸ νέφος, μέσον τε αὐτὸ διέῤῥηξε πολλάκις, καὶ ἀθρόον ἐκλάμψας φαιδρὸς ταῖς τῶν
ὁρώντων  προσέπεσεν ὄψεσι· τοῦτο καὶ αὐτὸς προσδοκῶ ποιήσειν σήμερον, καὶ τοῦ λόγου  συνεχῶς  ὁμιλοῦντος  ὑμῶν  ταῖς  ψυχαῖς,  καὶ  ἐπὶ  πλεῖον  ἐνδιατρίβοντος,
ῥαγήσεσθαι ἐλπίζω τῆς ἀθυμίας τὸ νέφος, καὶ καταλάμψειν ὑμῶν τὴν διάνοιαν τῇ εἰωθυίᾳ πάλιν διδασκαλίᾳ. Ἀλλ' ἐπίδοτέ μοι τὴν ψυχὴν τὴν ὑμετέραν, ἐπίδοτέ μοι τὴν ἀκοὴν μικρόν· ἀποτινάξασθε τὴν ἀθυμίαν· ἐπὶ τὸ πρότερον ἔθος ἐπανέλθωμεν,
καὶ  ὥσπερ  εἰώθαμεν  ἀεὶ  μετ'  εὐθυμίας  ἐνταῦθα  παραγίνεσθαι,  οὕτω  καὶ  νῦν ποιῶμεν, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψαντες. Τοῦτο καὶ πρὸς αὐτὴν ἡμῖν τῆς συμφορᾶς συμβαλεῖται τὴν λύσιν. Ἂν γὰρ ἴδῃ μετὰ ἀκριβείας ἀκροωμένους τῶν αὐτοῦ λόγων,
καὶ τὴν φιλοσοφίαν ἡμῖν οὐκ ἐλεγχομένην τῇ τοῦ καιροῦ δυσκολίᾳ, ταχέως ἀντιλήψεται,  καὶ ποιήσει τὴν γαλήνην  καὶ μεταβολὴν  ἀγαθὴν  ἀπὸ τοῦ παρόντος χειμῶνος.  Τὸν γὰρ Χριστιανὸν καὶ ἐν τούτῳ  τῶν  ἀπίστων  διαφέρειν  χρὴ, ἐν τῷ
φέρειν  γενναίως  ἅπαντα,  καὶ τῇ  τῶν  μελλόντων  ἐλπίδι  πτερούμενον  ἀνώτερον εἶναι τῆς τῶν ἀνθρωπίνων  κακῶν προσβολῆς. Ἐπὶ τῆς πέτρας ἕστηκεν ὁ πιστὸς, διὰ τοῦτο ταῖς τῶν κυμάτων ἀχείρωτός ἐστι προσβολαῖς. Ἂν γὰρ ἐπαρθῇ τὰ κύματα τῶν
πειρασμῶν,  οὐκ  ἐφικνεῖται  τῶν  ἐκείνου  ποδῶν·  οὗτος  ὑψηλότερος  τῆς  ἁπάσηςτοιαύτης ἕστηκεν ἐπιβουλῆς. Μὴ τοίνυν  καταπέσωμεν, ἀγαπητοί. Οὐχ οὕτως ἡμεῖς φροντίζομεν τῆς ἡμετέρας σωτηρίας, ὡς ὁ ποιήσας ἡμᾶς Θεός· οὐχ οὕτως ἡμῖν μέλει τοῦ μηδὲν παθεῖν δεινὸν, ὡς τῷ τὴν ψυχὴν  ἡμῖν χαρισαμένῳ, καὶ τοσαῦτα δόντι μετὰ ταῦτα ἀγαθά. Ταύταις ἑαυτοὺς πτερώσωμεν ταῖς ἐλπίσι, καὶ τῶν μελλόντων ῥηθήσεσθαι μετὰ τῆς εἰωθυίας ἀκούσωμεν προθυμίας. Μακρὰν πρῴην ἀπέτεινα πρὸς τὴν ὑμετέραν ἀγάπην δημηγορίαν, καὶ πάντας εἶδον παρακολουθοῦντας, καὶ οὐδένα ἐκ μέσης ὑποστρέψαντα τῆς ὁδοῦ. Χάριν ὑμῖν ἀντὶ τῆς προθυμίας ἔχω ἐκείνης, καὶ τῶν πόνων τὸν μισθὸν ἀπείληφα· ἀλλὰ καὶ ἕτερον μετ' ἐκείνου μισθὸν ὑμᾶς ᾔτησα τότε· τάχα ἴστε καὶ μέμνησθε. Τίς δὲ ἦν ὁ μισθός; Τοὺς βλασφήμους τοὺς κατὰ τὴν πόλιν  κολάζειν καὶ σωφρονίζειν,  τοὺς εἰς τὸν Θεὸν ὑβρίζοντας καὶ παροινοῦντας κατέχειν· οὐκ οἶμαι ταῦτα ἀπ' ἐμαυτοῦ τότε εἰρηκέναι, ἀλλὰ τοῦ Θεοῦ τὰ μέλλοντα προειδότος εἰς τὴν διάνοιαν τὴν ἡμετέραν ἐμβεβληκέναι τὰ ῥήματα· εἰ γὰρ τοὺς τὰ τοιαῦτα τολμῶντας ἐκολάζομεν, οὐκ ἂν ταῦτα ἐξέβη νῦν, ἅπερ ἐξέβη. Πόσῳ βέλτιον ἦν, εἰ καὶ 49.38 κινδυνεύειν  ἔδει, σωφρονίζοντα αὐτοὺς καὶ παιδεύοντα παθεῖν τι, ὃ καὶ μαρτυρίου στέφανον ἡμῖν ἐκόμιζεν, ἢ νῦν δεδοικέναι, καὶ τρέμειν, καὶ θάνατον προσδοκᾷν ἐκ τῆς  ἐκείνων  ἀταξίας; Ἰδοὺ  τὸ ἁμάρτημα γέγονεν  ὀλίγων,  καὶ  τὸ ἔγκλημα γίνεται κοινόν· ἰδοὺ δι' ἐκείνους ἅπαντες δεδοίκαμεν νῦν, καὶ τῶν ἐκείνοις τετολμημένων    αὐτοὶ   τὰς   τιμωρίας   ὑπομένομεν.   Εἰ  δὲ   προλαβόντες   αὐτοὺς ἐξεβάλομεν τῆς πόλεως, καὶ ἐσωφρονίσαμεν, καὶ τὸ νενοσηκὸς διωρθώσαμεν μέλος, οὐκ ἂν  τὸν  παρόντα  ἐφοβούμεθα  φόβον.  Οἶδα ὅτι  τῆς  πόλεως  τὸ ἦθος  ἄνωθεν ἐλεύθερον, ξένοι δέ τινες καὶ μιγάδες ἄνθρωποι, μιαροὶ καὶ ὀλέθριοι, καὶ τῆς ἑαυτῶν ἀπεγνωκότες σωτηρίας ἐτόλμησαν, ἅπερ ἐτόλμησαν. ∆ιὰ ταῦτα βοῶν ἀεὶ καὶ διαμαρτυρόμενος οὐ διέλειπον· κολάσωμεν τῶν βλασφημούντων τὴν μανίαν, σωφρονίσωμεν αὐτῶν τὴν διάνοιαν, προνοήσωμεν αὐτῶν τῆς σωτηρίας· κἂν ἀποθανεῖν  δέῃ τοῦτο ποιοῦντας, μέγα ἡμῖν οἴσει τὸ πρᾶγμα κέρδος· μὴ παρίδωμεν τὸν κοινὸν  ὑβριζόμενον ∆εσπότην· μέγα τι τέξεται τῇ πόλει κακὸν τὸ τὰ τοιαῦτα περιορᾷν. δʹ. Ταῦτα προὔλεγον,  ταῦτα ἐξέβη νῦν,  καὶ τῆς ῥᾳθυμίας ἐκείνης  τίνομεν δίκας. Τὸν Θεὸν ὑβριζόμενον περιεῖδες· ἰδοὺ συνεχώρησεν ὑβρισθῆναι βασιλέα· καὶ
τὸν περὶ τῶν ἐσχάτων ἐπικρεμασθῆναι πᾶσι κίνδυνον,  ἵνα ἐν τῷ φόβῳ τούτῳ τῆς ῥᾳθυμίας ἐκείνης  δῶμεν  δίκην.  Ἆρα μὴ μάτην,  μηδὲ εἰκῆ ταῦτα  προὔλεγον,  καὶ συνεχῶς  ἠνώχλουν   τῇ  ὑμετέρᾳ  ἀγάπῃ;  Ἀλλ'  ὅμως  οὐδὲν  γέγονε  πλέον,  ἀλλὰ γενέσθω  νῦν,  καὶ ἀπὸ τῆς  παρούσης σωφρονισθέντες  συμφορᾶς, ἐπίσχωμεν  τὴν ἄτακτον   ἐκείνων   μανίαν.   Ἐμφράξωμεν   αὐτῶν   τὰ   στόματα,  καθάπερ   πηγὰς
θανατηφόρους ἀποκλείσωμεν, καὶ πρὸς τὸ ἐναντίον μεταβάλωμεν, καὶ πάντως στήσεται τὰ κατειληφότα  τὴν πόλιν κακά. Οὐκ ἔστι θέατρον ἡ ἐκκλησία, ἵνα πρὸς τέρψιν ἀκούωμεν· ὠφεληθέντας  ἐντεῦθεν  ἀπιέναι χρὴ, κερδάναντάς  τι πλέον καὶ μέγα, οὕτως  ἀναχωρεῖν  δεῖ· ἐπεὶ  μάτην  καὶ εἰκῆ  παραγινόμεθα,  εἰ πρὸς καιρὸν ψυχαγωγηθέντες  οὕτως ἀναχωροίημεν,  ἔρημοι καὶ κενοὶ τῆς ἀπὸ τῶν λεγομένων
ὠφελείας γενόμενοι. Τί μοι τῶν κρότων ὄφελος τούτων; τί δὲ τῶν ἐπαίνων καὶ τῶν θορύβων; Ἔπαινος ἐμὸς τὸ διὰ τῶν ἔργων ὑμᾶς ἐπιδεῖξαι τὰ λεγόμενα ἅπαντα· τότε ἐγὼ ζηλωτὸς καὶ μακάριος, οὐχ ὅταν ἀποδέχησθε, ἀλλ' ὅταν ποιῆτε μετὰ προθυμίας
ἁπάσης, ἅπερ ἂν ἀκούσητε παρ' ἡμῶν. Ἕκαστος τὸν πλησίον διορθούσθω· Οἰκοδομεῖτε γὰρ εἷς τὸν  ἕνα, φησίν· ἂν  γὰρ μὴ τοῦτο  ποιῶμεν,  ἡ παρ' ἑκάστου γινομένη  πλημμέλεια κοινήν τινα καὶ ἀφόρητον οἴσει τὴν βλάβην τῇ πόλει. Ἰδοὺ,
μηδὲν συνειδότες τοῖς γεγενημένοις  τῶν  τετολμηκότων  οὐκ ἔλαττον  δεδοίκαμεν, καὶ φρίττομεν, μὴ πάντας ὁ τοῦ βασιλέως θυμὸς καταλάβῃ· καὶ οὐκ ἀρκεῖ εἰς ἀπολογίαν   ἡμῖν  τὸ  λέγειν·  Οὐ  παρήμην,  οὐ  συνῄδειν,  οὐκ  ἐκοινώνησα  τῶν
γεγενημένων.  ∆ι' αὐτὸ μὲν οὖν τοῦτο κολάζου, φησὶ, καὶ δίδου δίκην τὴν ἐσχάτην,ὅτι μὴ παρῆς, μηδὲ ἐκώλυες, μηδὲ τοὺς ἀκοσμοῦντας κατεῖχες, μηδὲ ἐκινδύνευες ὑπὲρ τῆς εἰς τὸν βασιλέα τιμῆς. Οὐ μετέσχες τῶν τετολμημένων; ἐπαινῶ τοῦτο καὶ ἀποδέχομαι· ἀλλ' οὐδὲ ἐπέσχες τὰ γινόμενα·  τοῦτο κατηγορίας  ἄξιον. Ταῦτα καὶ παρὰ τοῦ Θεοῦ τὰ ῥήματα ἀκουσόμεθα, ὅταν σιγῇ φέρωμεν τὰς εἰς αὐτὸν ὕβρεις καὶ παροινίας γενομένας· ἐπεὶ καὶ ὁ τὸ τάλαντον ἐκεῖνο καταχώσας οὐχ ὑπὲρ τῶν καθ' ἑαυτὸν  ἐνεκαλεῖτο  τότε ὁλόκληρον  γὰρ τὴν  παρακαταθήκην  ἀπέδωκεν,  ἀλλ' ὅτι αὐτὴν  οὐκ ἐπλεόνασεν,  ὅτι  ἑτέρους  οὐκ ἐπαίδευσεν, ὅτι  τὸ ἀργύριον  49.39 τοῖς τραπεζίταις οὐ κατέβαλε, τουτέστιν, οὐ παρῄνεσεν, οὐ συνεβούλευσεν, οὐκ ἐπετίμησεν, οὐ διώρθωσε τοὺς πλησίον ἀκοσμοῦντας τῶν πονηρῶν· διὰ τοῦτο χωρὶς συγγνώμης ἁπάσης εἰς τὰς ἀφορήτους ἐπέμπετο κολάσεις ἐκείνας. Ἀλλ' ὅτι μὲν, εἰ καὶ μὴ πρότερον, νῦν γοῦν ταύτην ἐργάσεσθε τὴν διόρθωσιν, καὶ τὸν Θεὸν ὑβριζόμενον οὐ περιόψεσθε, σφόδρα πεπίστευκα. Ἱκανὰ γὰρ τὰ συμβεβηκότα, εἰ καὶ μηδεὶς ὁ παραινῶν ἦν, καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι λοιπὸν τῆς οἰκείας  ἐπιλαβέσθαι σωτηρίας. Ἡμῖν  δὲ ὥρα λοιπὸν  τὴν  εἰωθυῖαν  ὑμῖν  ἀπὸ τοῦ Παύλου παραθεῖναι  τράπεζαν,  τὴν  σήμερον ἀναγνωσθεῖσαν  ῥῆσιν προχειρισαμένους, καὶ εἰς μέσον καταθεμένους ἅπασι. Τί ποτ' οὖν ἐστι τὸ σήμερον ἀναγνωσθέν; Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν. Εἰπὼν, Τοῖς πλουσίοις  ἐν  τῷ  νῦν  αἰῶνι,  ἔδειξε  καὶ  ἑτέρους  ὄντας  πλουσίους  τοὺς  τοῦ μέλλοντος  αἰῶνος· οἷος ἐκεῖνος ὁ Λάζαρος ἦν, κατὰ μὲν τὸν παρόντα βίον πένης, κατὰ δὲ τὸν μέλλοντα πλούσιος, οὐ χρυσοῦ καὶ ἀργύρου καὶ τοιαύτῃ τινὶ φθαρτῇ καὶ ἐπικήρῳ πλουτῶν  ὕλῃ, ἀλλὰ τοῖς ἀποῤῥήτοις ἐκείνοις ἀγαθοῖς, ἃ Μήτε ὀφθαλμὸς εἶδε,  μήτε  οὖς  ἤκουσε, μήτε  ἐπὶ  καρδίαν  ἀνθρώπου  ἀνέβη.  Τοῦτο γὰρ  ἀληθῶς πλοῦτος καὶ εὐπορία, ὅταν καὶ ἀκήρατα ᾖ τὰ καλὰ, καὶ μηδεμίαν δέχηται μεταβολήν. Ἀλλ' οὐχ ὁ παριδὼν αὐτὸν πλούσιος τοιοῦτος, ἀλλὰ πάντων  πενέστερος ἐγένετο. Μετὰ ταῦτα γοῦν  σταγόνος ἀξιώσας ἐπιτυχεῖν,  οὔτε αὐτῆς ἐγένετο  κύριος· οὕτω πρὸς ἐσχάτην ἐληλάκει πενίαν. ∆ιὰ τοῦτο πλουσίους τοῦ παρόντος αἰῶνος ἐκάλεσεν, ἵνα μάθῃς, ὅτι μετὰ τῆς παρούσης ζωῆς καὶ ἡ εὐπορία συγκαταλύεται· οὐ πρόεισι περαιτέρω, οὐδὲ συμμεθίσταται ἀποδημοῦσι τοῖς ἔχουσιν, ἀλλὰ πολλάκις αὐτοὺς καὶ πρὸ τῆς τελευτῆς  ἀφίησιν· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν  ἔλεγε, Μηδὲ ἠλπικέναι  ἐπὶ πλούτου ἀδηλότητι. Οὐδὲν γὰρ οὕτως ἄπιστον, ὡς ὁ πλοῦτος, ὃ πολλάκις εἶπον, καὶ λέγων  οὐ παύσομαι, ὅτι δραπέτης ἐστὶν ἀγνώμων,  οἰκέτης πίστιν οὐκ ἔχων,  κἂν μυρίας  αὐτῷ  περιβάλῃς  πέδας, οὗτος  καὶ  τὰς  πέδας  αὐτὰς  ἐπισυρόμενος ἄπεισι. Πολλάκις γοῦν μοχλοῖς καὶ θύραις ἀπέκλεισαν αὐτὸν οἱ κεκτημένοι, οἰκέτας περιστήσαντες φύλακας· ὁ δὲ τοὺς οἰκέτας αὐτοὺς ἀναπείσας, μετ'  αὐτῶν  ἀπέδρα τῶν φυλαττόντων,  καθάπερ ἅλυσιν τοὺς τηροῦντας ἐπισυρόμενος, καὶ πλέον οὐδὲν ἀπὸ τῆς φυλακῆς ἐγένετο ταύτης. Τί τούτου γένοιτ' ἂν ἀπιστότερον; τί δὲ τῶν περὶ αὐτὸν ἐσπουδακότων ἐλεεινότερον; ὅταν πρᾶγμα οὕτω σαθρὸν καὶ εὐμετάπτωτον πάσῃ σπουδῇ συλλέγειν ἐπιχειρῶσι, καὶ μὴ ἀκούωσι τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ πεποιθότες   ἐπὶ  τῇ  δυνάμει   αὐτῶν,   καὶ  ἐπὶ  τῷ   πλήθει   τοῦ  πλούτου   αὐτῶν καυχώμενοι. Εἰπὲ, τίνος ἕνεκεν οὐαί; Θησαυρίζει, φησὶ, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· ὅτι ὁ μὲν πόνος δῆλος, ἡ δὲ ἀπόλαυσις ἄδηλος. Πολλάκις ἐχθροῖς κάμνεις, καὶ ταλαιπωρεῖς· πολλάκις  μετὰ τὴν σὴν τελευτὴν  εἰς τοὺς ἠδικηκότας καὶ μυρία σοι ἐπιβουλεύσαντας,  ὁ  κλῆρος  ἐλθὼν,  σοὶ μὲν  τὰ  ἁμαρτήματα,  τὴν  δὲ  ἀπόλαυσιν παρέσχεν ἑτέροις.
εʹ. Ἀλλ' ἄξιον ἐκεῖνο ἐξετάσαι, τίνος ἕνεκεν οὐκ εἶπε, Τοῖς δὲ πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ πλουτεῖν, παράγγελλε πένεσθαι, παράγγελλε τὰ ὄντακενοῦν, ἀλλὰ Παράγγελλε μὴ ὑψηλοφρονεῖν. Οἶδεν ὅτι τοῦ πλού 49.40 του ῥίζα καὶ ὑπόθεσίς ἐστιν  ἡ  ἀπόνοια,  κἂν  εἰδῇ  τις  μετριάζειν,  οὐ  πολλὴν  περὶ  τὸ  πρᾶγμα
ποιήσεται σπουδήν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τοὺς πολλοὺς οἰκέτας περιάγεις, τοὺς παρασίτους, τοὺς κόλακας, τὴν ἄλλην  ἅπασαν φαντασίαν; Οὐ χρείας ἕνεκεν, ἀλλ' ἀπονοίας  μόνης, ἵνα ἀπὸ τούτων  σεμνότερος τῶν  ἄλλων  ἀνθρώπων  εἶναι δοκῇς. Ἄλλως δὲ οἶδεν οὐ κεκωλυμένον τὸν πλοῦτον, ἐάν τις αὐτῷ εἰς δέον κεχρημένος ᾖ. Ὥσπερ γὰρ εἶπον, οὐ κακὸν ὁ οἶνος, ἀλλὰ κακὸν ἡ μέθη· οὕτως οὐ κακὸν ὁ πλοῦτος, ἀλλὰ  κακὸν  ἡ πλεονεξία,  κακὸν  ἡ φιλαργυρία.  Ἕτερον φιλάργυρος,  καὶ ἕτερον πλούσιος· ὁ φιλάργυρος  οὐκ  ἔστι πλούσιος,  ὁ φιλάργυρος  πολλῶν  δεῖται·  ὁ δὲ πολλῶν  δεόμενος οὐκ ἂν εὐπορήσειέ ποτε. Ὁ φιλάργυρος φύλαξ, οὐ δεσπότης ἐστὶ τῶν χρημάτων,  δοῦλος, οὐ κύριος εὐκολώτερον  γὰρ τῶν αὐτοῦ σαρκῶν μεταδοίη τινὶ ἢ τοῦ κατωρυγμένου χρυσίου. Καὶ καθάπερ τινὸς ἐπιτάττοντος  καὶ κελεύοντος μηδενὸς  ἅψασθαι τῶν  ἀποκειμένων·  οὕτω  μετὰ πάσης ἀκριβείας αὐτὰ τηρεῖ καὶ κατέχει   καθάπερ  ἀλλοτρίων   ἀπεχόμενος   τῶν   οἰκείων.   Καὶ  γάρ  ἐστιν  ὄντως ἀλλότρια· ἃ γὰρ εἰς ἑτέρους ἐκβάλλειν οὐκ ἂν ἕλοιτο, οὐδὲ τοῖς δεομένοις διανεῖμαι, κἂν μυρίας ὑποσταίη τιμωρίας, πῶς ἂν δύναιτο ταῦτα ἴδια νομίζειν εἶναι; Πῶς δὲ ἔχει τὴν κτῆσιν, ὧν τὴν χρῆσιν οὐκ ἔχει μετὰ ἀδείας, οὐδὲ τὴν ἀπόλαυσιν; Πρὸς δὲ τούτοις οὐ πᾶσι πάντα ἐπιτάττειν  ὁ Παῦλος εἴωθεν, ἀλλὰ καὶ τῇ τῶν  ἀκουόντων ἀσθενείᾳ συγκαταβαίνει, καθάπερ οὖν καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ γὰρ ἐκείνῳ  τῷ πλουσίῳ  προσελθόντι,  καὶ περὶ τῆς  ζωῆς  αὐτῷ  διαλεγομένῳ  οὐκ εἶπεν.  Ὕπαγε, πώλησόν   σου  τὰ  ὑπάρχοντα,  ἀλλ'  ἀφεὶς  τοῦτο,  περὶ  ἑτέρων  αὐτῷ  ἐντολῶν διελέγετο· εἶτα ἐπειδὴ ἐκεῖνος αὐτὸν προεκαλέσατο, καί φησιν· Τί ἔτι μοι λείπει; οὐδὲ τότε ἁπλῶς εἶπεν, Πώλησόν σου τὰ ὑπάρχοντα, ἀλλ', Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν  σου τὰ ὑπάρχοντα· ἐπὶ τῇ σῇ τίθημι γνώμῃ,  σὲ κύριον ποιῶ τῆς προαιρέσεως, οὐκ εἰς ἀνάγκην  ἄγω. ∆ιὰ τοῦτο καὶ Παῦλος οὐδὲν περὶ πενίας τοῖς πλουτοῦσι διελέγετο, ἀλλὰ περὶ ταπεινοφροσύνης, διά τε τὴν ἀσθένειαν τῶν ἀκουόντων,  καὶ τὸ σφόδρα εἰδέναι,  ὅτι  τὸ μετριάζειν  καὶ ἀπονοίας  ἀπηλλάχθαι ποιήσει  ταχέως  αὐτοὺς  καὶ  τῆς  περὶ  τοῦ  πλουτεῖν  ἀπαλλαγῆναι  σπουδῆς. Εἶτα παραινέσας μὴ  ὑψηλοφρονεῖν,  ἐδίδαξε  καὶ  τὸν  τρόπον,  καθ' ὃν  δυνήσονται  μὴ ὑψηλοφρονεῖν.  Τίς δὲ οὗτός  ἐστιν; Εἰ τοῦ  πλούτου  τὴν  φύσιν  καταμάθοιεν,  ὡς ἄδηλός  τίς  ἐστι  καὶ  ἄπιστος,  διὰ  τοῦτο  ἐπήγαγε·  Μηδὲ ἠλπικέναι  ἐπὶ  πλούτου ἀδηλότητι. Πλούσιός ἐστιν οὐχ ὁ πολλὰ κεκτημένος, ἀλλ' ὁ πολλὰ διδούς· πλούσιος ἦν ὁ Ἀβραὰμ, ἀλλ' οὐ φιλάργυρος· οὐ γὰρ περιεσκόπει τὴν τοῦ δεῖνος οἰκίαν, οὐδὲ περιειργάζετο τὴν τοῦ δεῖνος οὐσίαν· ἀλλ' ἐξιὼν περιεσκόπει μή που ξένος, μή που πένης, ὥστε διορθῶσαι τὴν πενίαν,  ὥστε ὑποδέξασθαι τὸν ὁδίτην. Οὐ χρυσῷ τὸν ὄροφον ἤλειφεν,  ἀλλὰ  παρὰ τὴν  δρῦν ἐκείνην  τὴν  καλύβην  πηξάμενος,  τῇ τῶν φύλλων ἠρκεῖτο σκιᾷ· καὶ οὕτω λαμπρὸν ἦν αὐτῷ τὸ καταγώγιον, ὡς μηδὲ ἀγγέλους ἐπαισχυνθῆναι τὴν παρ' ἐκείνῳ μονήν· οὐ γὰρ λαμπρότητα οἰκίας ἐπεζήτουν, ἀλλὰ ψυχῆς  ἀρετήν. Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, ἀγαπητοὶ, καὶ τὰ ὄντα εἰς τοὺς δεομένους ἀναλίσκωμεν. Ἐσχεδιασμένον ἦν ἐκεῖνο τὸ καταγώγιον, ἀλλὰ τῶν βασιλικῶν αὐλῶν λαμπρότερον ἦν. Βασιλεὺς οὐδεὶς οὐδέποτε ἀγγέλους ὑπεδέξατο, ὁ δὲ ὑπὸ 49.41 τὴν δρῦν καθήμενος ἐκείνην  καὶ καλύβην  πηξάμενος ἠξιώθη τῆς τιμῆς ταύτης, οὐ διὰ τὴν εὐτέλειαν τῆς οἰκίας τιμηθεὶς, ἀλλὰ διὰ τὴν πολυτέλειαν τῆς ψυχῆς καὶ τὸν ἐναποκείμενον πλοῦτον αὐτῇ ταύτης ἀπολαύσας τῆς δωρεᾶς. Καὶ ἡμεῖς τοίνυν  μὴ τὰς οἰκίας καλλωπίζωμεν,  ἀλλὰ  πρὸ τῆς οἰκίας τὴν  ψυχὴν  τὴν ἡμετέραν. Πῶς γὰρ οὐκ αἰσχρὸν μαρμάροις μὲν περιβάλλειν  τοὺς τοίχους εἰκῆ καὶ μάτην, τὸν δὲ Χριστὸν γυμνὸν  περιερχόμενον περιορᾷν; Τί σοι τῆς οἰκίας ὄφελος, ἄνθρωπε; μὴ γὰρ λαβὼν αὐτὴν ἀπελεύσῃ; Οὐ ταύτην λαβὼν ἀπελεύσῃ, τὴν δὲ ψυχὴν ἀπελεύσῃ πάντως  λαβών.  Ἰδοὺ τοιοῦτος  κίνδυνος  κατέλαβε  νῦν·  παραστήτωσαν ἡμῖν αἱ οἰκίαι, λυσάτωσαν ἡμῖν τὸν ἐπηρτημένον κίνδυνον· ἀλλ' οὐ δυνήσονται. Καὶ μάρτυρες ὑμεῖς οἱ καταλιμπάνοντες  αὐτὰς ἐρήμους, καὶ πρὸς τὴν ἐρημίαν ἀποτηδῶντες,  καθάπερ παγίδας καὶ δίκτυα δεδοικότες. Βοηθείτω τὰ χρήματα νῦν·
ἀλλ' οὐκ ἔχει καιρόν. Εἰ δὲ ἔνθα  ἀνθρώπου  ὀργὴ, χρημάτων  ἐλέγχεται  δύναμις, πολλῷ μᾶλλον ἐπὶ τοῦ θείου καὶ ἀδεκάστου δικαστηρίου τοῦτο γενήσεται. Εἰ ἄνθρωπός  ἐστιν  ὁ  παροξυνόμενος  καὶ  ἀγανακτῶν,  καὶ  οὐδὲν  ἡμᾶς  τὸ  χρυσίον ὠφελεῖ  νῦν,  πολλῷ  μᾶλλον  ὀργιζομένου  τοῦ Θεοῦ τοῦ μὴ δεομένου  χρημάτων, ἀσθενήσει πάντως τοῦ χρυσίου ἡ δύναμις. Οἰκίας οἰκοδομούμεθα, ἵνα οἰκῶμεν, οὐχ ἵνα  φιλοτιμώμεθα  Τὸ μεῖζον τῆς χρείας, περιττὸν  τῆς χρείας ἐστὶ καὶ ἄχρηστον. Ὑπόδησαι ὑπόδημα τοῦ ποδὸς μεῖζον· ἀλλ' οὐκ ἀνέξῃ· ἐμποδίζει γάρ σοι πρὸς τὴν βάδισιν·  οὕτω  καὶ  οἰκία  μείζων  τῆς  χρείας  ἐμποδίζει  πρὸς  τὴν  εἰς  οὐρανοὺς ἀποδημίαν. Βούλει λαμπρὰς καὶ μεγάλας οἰκοδομεῖν οἰκίας; οὐ κωλύω, ἀλλὰ μὴ ἐπὶ γῆς·  οἰκοδόμησον  σκηνὰς  ἐν  οὐρανοῖς,  ἵνα  καὶ  ἑτέρους  ὑποδέξασθαι  δυνηθῇς, σκηνὰς  οὐδέποτε  καταλυομένας.  Τί  μέμηνας  περὶ  τὰ  φεύγοντα,  καὶ  τὰ  ἐνθάδε μένοντα; Οὐδὲν σφαλερώτερον πλούτου, σήμερον μετὰ σοῦ, καὶ αὔριον κατὰ σοῦ, τοὺς  τῶν  βασκάνων  ὀφθαλμοὺς  ὁπλίζει  πάντοθεν·  πολέμιός  ἐστιν  ὁμόσκηνος, ἐχθρὸς σύνοικος· καὶ μάρτυρες ὑμεῖς οἱ κεκτημένοι, οἱ παντὶ τρόπῳ κατορύττοντες αὐτὸν καὶ ἀποκρύπτοντες· ἐπεὶ καὶ νῦν τὸν κίνδυνον ἀφορητότερον ἡμῖν ὁ πλοῦτος ποιεῖ. Ὁρᾷς γοῦν τοὺς μὲν πένητας εὐζώνους καὶ ἀπολελυμένους, καὶ πρὸς ἅπαντα παρεσκευασμένους· τοὺς δὲ πλουσίους πολλὴν ἔχοντας δυσκολίαν, καὶ περιιόντας, καὶ ζητοῦντας  ποῦ τὸ χρυσίον κατορύξωσι, ζητοῦντας  τίνι  κατάθοιντο.  Τί ζητεῖς, ἄνθρωπε, τοὺς ὁμοδούλους; ἕστηκεν ὁ Χριστὸς ἕτοιμος ὑποδέξασθαι, καὶ τηρῆσαί σοι τὰς παρακαταθήκας, οὐχὶ τηρῆσαι δὲ μόνον, ἀλλὰ καὶ πλεονάσαι, καὶ μετὰ πολλῆς ἀποδοῦναι τῆς προσθήκης· ἐκ τῆς ἐκείνου χειρὸς οὐδεὶς ἁρπάζει. Οὐ τηρεῖ δὲ μόνον τὰς παρακαταθήκας, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ τούτου λύει σοι τοὺς κινδύνους. Ἐπὶ μὲν γὰρ  τῶν   ἀνθρώπων   οἱ  δεξάμενοι  τὰς  παρακαταθήκας  χάριν  ἡμῖν  δεδωκέναι νομίζουσι,  φυλάττοντες   ἅπερ  ἔλαβον·  ἐπὶ  δὲ  τοῦ  Χριστοῦ τοὐναντίον·   οὐ  γὰρ δεδωκέναι  χάριν,  ἀλλ'  εἰληφέναι  χάριν,  ὅταν  δέξηταί  σου τὰς  παρακαταθήκας, φησὶν, καὶ ὑπὲρ τῆς φυλακῆς  αὐτῆς, ἣν περὶ τὰ χρήματα ἐπιδείκνυται  τὰ σὰ, οὐκ ἀπαιτεῖ σε μισθὸν, ἀλλὰ δίδωσί σοι μισθόν.
ςʹ.  Ἄρα  τίνος   ἂν  εἴημεν  ἀπολογίας   ἄξιοι,  τίνος   δὲ  συγγνώμης,   ὅταν παρατρέχοντες τὸν καὶ φυλάξαι δυνάμενον, καὶ χάριν ὑπὲρ τῆς φυλακῆς εἰδότα, καὶμισθοὺς ἀποῤῥήτους καὶ μεγάλους ἀποδιδόντα ἀντὶ τῆς φυλακῆς ταύτης τοῖς κατὰ τὴν  φυλακὴν   ταύτην  ἀσθενοῦσιν  ἀν  49.42 θρώποις,  καὶ  χάριν  ἡμῖν  διδόναινομίζουσι, καὶ μόνα αὐτὰ τὰ διδόμενα ἀποδιδοῦσιν ὕστερον, ἐκείνοις  τὰ ἡμέτερα ἐγχειρίζωμεν;  Ξένος εἶ καὶ παρεπίδημος τῶν  ἐνταῦθα; πατρίδα ἔχεις ἐν οὐρανοῖς, πάντα ἐκεῖ μετάθες, ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως ἐνταῦθα ἀπολαύσῃς τῆς ἀμοιβῆς. Ὁ
γὰρ χρησταῖς συντρεφόμενος ἐλπίσι καὶ περὶ τῶν μελλόντων  θαῤῥῶν, ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐγεύσατο. Οὐδὲν γὰρ οὕτω  ψυχὴν  εἴωθεν  ἀνακτᾶσθαι καὶ ἀμείνωποιεῖν, ὡς ἡ χρηστὴ τῶν μελλόντων  ἐλπὶς, ἐὰν ἐκεῖ μεταθῇς τὸν πλοῦτον, καὶ τῆς ψυχῆς ἐπιμελήσῃ τῆς σεαυτοῦ μετὰ σχολῆς τῆς προσηκούσης. Οἱ μὲν γὰρ ἅπασαν τὴν σπουδὴν   εἰς   τὸν   καλλωπισμὸν   κενοῦντες   τῆς   ἑαυτῶν   οἰκίας,   ἐν   τοῖς   ἔξω
πλουτοῦντες,  ἀμελοῦσι τῶν ἔνδον, ἔρημον καὶ αὐχμῶσαν καὶ ἀραχνίων  γέμουσαν περιορῶντες τὴν ἑαυτῶν  ψυχήν· ἂν δὲ τῶν ἔξωθεν ἀμελήσαντες, εἰς τὴν ἑαυτῶν διάνοιαν     τὴν     προθυμίαν     καταναλώσωσιν     ἅπασαν,     πανταχόθεν     αὐτὴν
καλλωπίζοντες, καταγώγιον ἔσται τῷ Χριστῷ τῶν τοιούτων ἀνθρώπων ἡ ψυχή· τοῦ δὲ  τὸν  Χριστὸν ἔχοντος  ἔνοικον,  τί  γένοιτ'  ἂν  μακαριώτερον  πώποτε;  Βούλει πλουτεῖν; ἔχε φίλον  τὸν Θεὸν, καὶ πάντων  εὐπορώτερος ἔσῃ. Βούλει πλουτεῖν; μὴ
μέγα φρόνει· τοῦτο οὐ πρὸς τὰ μέλλοντα,  ἀλλὰ καὶ πρὸς τὰ παρόντα ἐπιτήδειον· οὐδὲν γὰρ οὕτως ἐπίφθονον,  ὡς ἄνθρωπος πλουτῶν·  ὅταν δὲ καὶ ἀπόνοια προσῇ, διπλοῦς ὁ κρημνὸς γίνεται, χαλεπώτερος παρὰ πάντων ὁ πόλεμος. Ἂν δὲ μετριάζειν
εἰδῇς,  ὑποτέμνῃ  τῇ  ταπεινοφροσύνῃ   τῆς  βασκανίας  τὴν  τυραννίδα,   καὶ  μετὰἀσφαλείας ἔχεις ἅπερ ἂν ἔχῃς. Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ φύσις, οὐ πρὸς τὰ μέλλοντα ἡμᾶς ὠφελεῖ  μόνον, ἀλλὰ καὶ ἐντεῦθεν  ἤδη δίδωσι τὰς ἀμοιβάς. Μὴ τοίνυν  μέγα φρονῶμεν ἐπὶ τῷ πλούτῳ, ἀλλὰ μηδὲ ἐφ' ἑτέρῳ μηδενί. Εἰ γὰρ ἐπὶ τοῖς πνευματικοῖς ὁ   μέγα   φρονῶν   οἴχεται   καὶ   ἀπόλωλε,   πολλῷ   μᾶλλον   ἐπὶ   τοῖς   σαρκικοῖς. Ἐννοήσωμεν ἡμῶν τὴν φύσιν, ἀναλογισώμεθα ἡμῶν τὰ ἁμαρτήματα, μάθωμεν τίνες ἐσμὲν, καὶ ἀρκεῖ τοῦτο εἰς πάσης ταπεινοφροσύνης ἡμῖν ὑπόθεσιν. Μή μοι λέγε, ὅτι Τόσων καὶ τόσων ἐτῶν προσόδους ἀποκειμένας ἔχω, χρυσίου τάλαντα μυρία, κέρδη καθ' ἑκάστην προσγινόμενα τὴν ἡμέραν. Ὅσα ἂν εἴπῃς, πάντα εἰκῆ καὶ μάτην ἐρεῖς· πολλάκις  ἐν  ὥρᾳ μιᾷ, καὶ βραχείᾳ καιροῦ ῥοπῇ, καθάπερ ἀνέμου  προσπεσόντος ἄνωθεν  κόνις  εὐρίπιστος, οὕτω  ταῦτα  πάντα  ἐκφυσᾶται  τῆς  οἰκίας. Καὶ τούτων πλήρης μὲν ὁ βίος ἡμῖν τῶν παραδειγμάτων, πλήρεις δὲ αἱ Γραφαὶ τῶν διδαγμάτων· ὁ   σήμερον   πλούσιος,   αὔριον   πένης.   ∆ιὸ   καὶ   πολλάκις   ἐγέλασα   διαθήκας ἀναγινώσκων  λεγούσας· Ὁ δεῖνα  μὲν  ἐχέτω  τὴν  δεσποτείαν  τῶν  ἀγρῶν,  ἢ τῆς οἰκίας, τὴν  δὲ χρῆσιν ἄλλος· πάντες  γὰρ τὴν  χρῆσιν ἔχομεν,  τὴν  δεσποτείαν δὲ οὐδείς.  Κἂν γὰρ  παρὰ  πᾶσαν  ἡμῖν  τὴν  ζωὴν  παραμένῃ  μηδεμίαν  μεταβολὴν  ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ παραχωρήσομεν ἑτέροις, τὴν χρῆσιν αὐτοῦ καρπωσάμενοι μόνον, τῆς δεσποτείας δὲ γυμνοὶ καὶ ἔρημοι πρὸς ἐκείνην  ἀποδημοῦντες  τὴν ζωήν. Ὅθεν δῆλον, ὅτι ἐκεῖνοι μόνοι τὴν δεσποτείαν ἔχουσιν, οἱ καὶ τῆς χρήσεως αὐτοῦ καταφρονήσαντες, καὶ τῆς ἀπολαύσεως καταγελάσαντες. Ὁ γὰρ τὰ ὄντα ῥίψας, καὶ τοῖς πένησιν αὐτὰ διδοὺς, ἐχρήσατό τε εἰς δέον τοῖς οὖσι, καὶ τὴν δεσποτείαν αὐτῶν ἔχων ἀπῆλθεν, οὐδὲ ἐν αὐτῷ τῷ θανάτῳ τῆς κτήσεως ἐκπίπτων ἐκείνης, ἀλλ' ἐν ἐκείνῳ πάντα ἀπολαμβάνων  τῷ καιρῷ, καὶ πολλῷ πλείονα ἐκείνων, ὅταν αὐτῶν μάλιστα δέηται τῆς προστασίας ἐν τῇ τῆς 49.43 κρίσεως ἡμέρᾳ, καὶ ὅταν τῶν πεπραγμένων τὰς εὐθύνας ἀπαιτώμεθα πάντες. Ὥστε εἴ τις ἐθέλοι καὶ τὴν κτῆσιν αὐτῶν καὶ τὴν χρῆσιν ἔχειν καὶ τὴν δεσποτείαν, ἀπαλλαττέσθω τῶν ὄντων ἁπάντων· ὡς ὅ γε μὴ τοῦτο ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντως, πολλάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ κινδύνων  καὶ μυρίων αὐτὰ ἀποβαλεῖται κακῶν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι μεταβολὴ γίνεται ἀθρόως, ἀλλ' ὅτι καὶ ἀμελέτητος πρὸς τὴν τῆς πενίας ὑπομονὴν ὁ πλούσιος ἔρχεται· ἀλλ' οὐχ ὁ πένης τοιοῦτος· οὐ γὰρ χρυσίῳ καὶ ἀργυρίῳ τεθάῤῥηκεν ἀψύχοις ὕλαις, ἀλλὰ τῷ Θεῷ τῷ παρέχοντι  πάντα πλουσίως· ὥστε ὁ πλούσιος ἐν ἀδήλῳ μᾶλλον ἕστηκεν ἢ ὁ πένης. πυκνὰς καὶ ἐπαλλήλους δεχόμενος τὰς μεταβολάς. Τί δέ ἐστι, Τῷ παρέχοντι ἡμῖν τὰ πάντα πλουσίως εἰς ἀπόλαυσιν; Πάντα μετὰ δαψιλείας δίδωσιν ὁ Θεὸς, τὰ πολλῷ τῶν χρημάτων ἀναγκαιότερα, οἷον τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, τὸν ἥλιον, ἅπαντα τὰ τοιαῦτα. Οὐκ ἔστιν εἰπεῖν  ὅτι πλείονος  ἀπολαύει τῆς ἀκτῖνος  ὁ πλούσιος, ἐλάττονος δὲ ὁ πένης· οὐκ ἔστιν εἰπεῖν, ὅτι δαψιλέστερον ἀέρα ἀναπνέει τοῦ πένητος ὁ πλουτῶν· ἀλλὰ πάντα ἴσα καὶ κοινὰ πρόκειται. Τίνος οὖν ἕνεκεν τὰ μὲν μείζονα καὶ ἀναγκαιότερα καὶ τὴν ζωὴν ἡμῶν  συνέχοντα  κοινὰ πεποίηκεν  ὁ Θεὸς, τὰ δὲ ἐλάττονα καὶ εὐτελέστερα οὐκ ἔστι κοινὰ, τὰ χρήματα λέγω; τίνος οὖν ἕνεκεν; Ἵνα συγκροτῆται ἡμῶν ἡ ζωὴ, καὶ ἀρετῆς ἔχωμεν σκάμματα. Εἰ μὲν γὰρ μὴ ἦν τὰ ἀναγκαῖα ταῦτα κοινὰ, ἴσως ἂν οἱ πλουτοῦντες, τῇ εἰωθυίᾳ κεχρημένοι πλεονεξίᾳ, τοὺς πενομένους ἀπέπνιξαν ἄν· εἰ γὰρ ἐπὶ τῶν χρημάτων τοῦτο ποιοῦσι, πολλῷ μᾶλλον ἐπ' ἐκείνων τοῦτο ἂν ἐποίησαν· πάλιν εἰ καὶ τὰ χρήματα ἦν κοινὰ, καὶ πᾶσιν ὁμοίως προύκειτο, ἐλεημοσύνης ἀνῄρητο πρόφασις, καὶ φιλοφροσύνης ἀφορμή.
ζʹ. Ἵνα οὖν ἀδεῶς ζῶμεν, κοινὰ γέγονεν ἡμῖν τὰ τῆς ζωῆς αἴτια· πάλιν, ἵνα ἔχωμεν  στεφάνων  καὶ εὐδοκιμήσεων ἀφορμὴν, οὐ κοινὰ γέγονε  τὰ χρήματα, ἵνα πλεονεξίαν μισοῦντες, καὶ δικαιοσύνην διώκοντες, καὶ τὰ ὄντα τοῖς δεομένοις προϊέμενοι,  παραμυθίαν  τινὰ  διὰ τῆς  μεθόδου ταύτης  τῶν  οἰκείων  λαμβάνωμεν

ἁμαρτημάτων. Πλούσιόν σε ἐποίησεν ὁ Θεὸς, τί σαυτὸν ποιεῖς πένητα; Πλούσιόν σε ἐποίησεν, ἵνα τοῖς δεομένοις βοηθῇς, ἵνα τὰ ἁμαρτήματα λύσῃς τὰ σαυτοῦ διὰ τῆς εἰς ἑτέρους δαψιλείας· δέδωκέ σοι χρήματα, οὐχ ἵνα κατακλείσῃς ἐπ'  ὀλέθρῳ τῷ σῷ, ἀλλ' ἵνα ἐκχέῃς ἐπὶ σωτηρίᾳ τῇ σῇ. ∆ιὰ τοῦτο καὶ τὴν κτῆσιν αὐτῶν ἄδηλον ἐποίησε καὶ οὐ μόνιμον, ἵνα καὶ ἐν τούτῳ τῆς περὶ αὐτὰ μανίας καταλύσῃ τὸν τόνον. Εἰ γὰρ νῦν οὐκ ἔχοντες θαῤῥεῖν οἱ κεκτημένοι περὶ αὐτῶν, ἀλλὰ καὶ πολλὰς ὁρῶντες ἐκ τοῦ πράγματος τικτομένας ἐπιβουλὰς, οὕτως ἐκκαίονται περὶ τὸν ἐκείνων πόθον, εἰ καὶ τοῦτο προσῆν τῷ πλούτῳ τὸ βέβαιον καὶ ἀδιάπτωτον, τίνος ἂν ἐφείσαντο; τίνος ἂν  ἀπέσχοντο;  ποίας  χήρας,  ποίων  ὀρφανῶν,  ποίων  πενήτων;  Μὴ τοίνυν  μέγα νομίζωμεν ἀγαθὸν εἶναι πλοῦτον· μέγα γὰρ ἀγαθὸν, οὐ τὸ κεκτῆσθαι χρήματα, ἀλλὰ τὸ κεκτῆσθαι φόβον  Θεοῦ καὶ πᾶσαν εὐλάβειαν.  Ἰδοὺ νῦν  εἴ τις  δίκαιος  ἦν καὶ παῤῥησίαν πολλὴν ἔχων πρὸς τὸν Θεὸν, κἂν εἰ πάντων  ἀνθρώπων  πενέστερος ἦν, ἤρκει λῦσαι τὰ παρόντα δεινά· ἤρκει γὰρ μόνον τὰς χεῖρας ἐκτεῖναι εἰς τὸν οὐρανὸν καὶ  καλέσαι τὸν  Θεὸν, καὶ  τὸ  νέφος  τοῦτο  παρῆλθεν  ἄν.  Χρυσίον δὲ τοσοῦτον ἀπόκειται, καὶ πηλοῦ παντός ἐστιν ἀχρηστότερον πρὸς τὴν λύσιν τῶν ἐπικειμένων κακῶν·  οὐκ  ἐν  τούτῳ  δὲ  τῷ  κινδύνῳ  μόνον,  ἀλλὰ  κἂν  νόσος  καταλάβῃ,  κἂν θάνατος,   κἂν   ἄλλο   τι   τῶν   τοιούτων,   ἐλέγχεται   τῶν   χρημάτων   ἡ  δύναμις ἀπορουμένη,  49.44 καὶ μηδεμίαν  ἔχουσα παραμυθίαν  τοῖς  συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι. Ἕν ἐστιν ὃ δοκεῖ τῆς πενίας πλεονεκτεῖν  ὁ πλοῦτος, τὸ τρυφᾷν καθ' ἡμέραν, καὶ πολλῆς ἐμφορεῖσθαι ἐν τοῖς συμποσίοις τῆς ἡδονῆς. Τοῦτο μέντοι καὶ ἐπὶ τῆς τῶν πενήτων τραπέζης συμβαῖνον ἔστιν ἰδεῖν, καὶ μείζονος τούτους ἀπολαύοντας   ἡδονῆς   τῶν   πλουτούντων   ἁπάντων.   Καὶ  μὴ  θαυμάσητε,  μηδὲ παράδοξον εἶναι  νομίσητε τὸ λεγόμενον·  ἐγὼ  γὰρ ἐξ αὐτῆς  ὑμῖν  τοῦτο τῆς τῶν πραγμάτων  ἀποδείξεως  ποιήσω δῆλον. Ἴστε γὰρ δήπου τοῦτο καὶ συνομολογεῖτε πάντες,  ὅτι τὴν  ἡδονὴν  ἐν  ταῖς  ἑστιάσεσιν οὐχ ἡ φύσις τῶν  ἐδεσμάτων, ἀλλ' ἡ διάθεσις  τῶν  ἑστιωμένων   ποιεῖν  εἴωθεν·  οἷόν  τι  λέγω·  μετὰ  τοῦ  πεινῇν   τις ἁπτόμενος τραπέζης, παντὸς ὄψου καὶ ἡδύσματος καὶ μυρίων καρυκευμάτων ἥδιον ἅψεται τῆς τροφῆς, κἂν ἁπάντων εὐτελεστέρα ᾖ· ὁ δὲ μὴ τὴν χρείαν ἀναμένων, μηδὲ ὑπομένων πεινῆσαι πρῶτον, ὅπερ οἱ πλουτοῦντες ποιοῦσι, καὶ τότε ἐπὶ τὴν τράπεζαν ἐλθεῖν, κἂν πλακοῦντας  εὕρῃ κειμένους, οὐκ αἰσθήσεται τῆς ἡδονῆς, τῆς ὀρέξεως αὐτῷ μὴ διεγηγερμένης. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, μάρτυρες μὲν καὶ ὑμεῖς πάντες· ἀκούσωμεν δὲ καὶ τῆς Γραφῆς αὐτὸ τοῦτο λεγούσης· Ψυχὴ γὰρ ἐμπεπλησμένη,  φησὶ,  κηρίοις  ἐμπαίζει,  ψυχῇ  δὲ  ἐνδεεῖ  καὶ  τὰ  πικρὰ  γλυκερὰ φαίνεται. Καίτοι τί κηρίου καὶ μέλιτος γλυκύτερον γένοιτ' ἄν; ἀλλ' οὐκ ἔστιν ἡδὺ τῷ μὴ πεινῶντι,  φησί· τί δὲ τῶν πικρῶν ἀηδέστερον; ἀλλ' ἔστι γλυκέα τοῖς ἐν ἐνδείᾳ καθεστηκόσιν. Ὅτι δὲ οἱ πένητες  μετὰ τῆς χρείας καὶ τοῦ πεινῇν  ἐπὶ τὸ πρᾶγμα ἔρχονται, οἱ δὲ πλουτοῦντες  οὐκ ἀναμένουσι τοῦτο, παντί  που δῆλόν ἐστιν· ὅθεν οὐδὲ γνησίαν  καὶ εἰλικρινῆ  καρποῦνται  τὴν  ἡδονήν.  Οὐκ ἐπὶ τῶν  ἐδεσμάτων  δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ποτῶν τοῦτο αὐτὸ συμβαῖνον ἴδοι τις ἄν· καὶ ὥσπερ ἐκεῖ τὸ πεινῇν  πρὸ τῆς τῶν  ἐδεσμάτων φύσεως ἡδονὴν  ἐργάζεται· οὕτω καὶ ἐνταῦθα  τὸ διψῇν ἥδιστον ποιεῖν εἴωθε τὸ ποτὸν, κἂν ὕδωρ ᾖ τὸ πινόμενον  μόνον. Καὶ τοῦτο αὐτὸ ὁ προφήτης ἐμφαίνων  ἔλεγεν· Ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Καίτοι τοῦτ' οὐδαμοῦ  τῆς  Γραφῆς ἀνέγνωμεν,  ὅτι  μέλι  ἐκ  πέτρας  ἐξήγαγεν  ὁ Μωσῆς, ἀλλὰ πανταχοῦ  ποταμοὺς καὶ ὕδατα καὶ ψυχρὰ νάματα. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; οὐδὲ γὰρ ψεύδεται ἡ Γραφή· ἐπειδὴ γὰρ διψῶντες  καὶ καταπονούμενοι  τῇ ἐνδείᾳ, ψυχροτέροις προσέπιπτον τοῖς νάμασι, τὴν ἡδονὴν  τὴν ἐκ τοῦ ποτοῦ παραστῆσαι βουλόμενος, μέλι τὸ ὕδωρ ἐκάλεσεν, οὐχ ὡς τῆς φύσεως μεταβληθείσης εἰς μέλι, ἀλλ' ὡς τῆς διαθέσεως μέλιτος ἡδίω ποιούσης ἐκεῖνα τὰ νάματα. Ἔμαθες πῶς καὶ ποτὸν ἡδὺ ποιεῖν εἴωθεν ἡ τῶν διψώντων  διάθεσις; Πολλοὶ γοῦν πολλάκις πένητες
 κάμνοντες, καὶ ταλαιπωρηθέντες, καὶ τῷ δίψει καταφλεγέντες,  μετὰ τῆς εἰρημένης ἡδονῆς τῶν τοιούτων μετέσχον ναμάτων· οἱ δὲ πλουτοῦντες οἶνον ἡδὺν, καὶ ἀνθοσμίαν, καὶ πᾶσαν ἀρετὴν ἔχοντα τὴν ἐν οἴνῳ λαβόντες, οὐκ ᾔσθοντο τῆς αὐτῆς εὐφροσύνης.
ηʹ. Τοῦτο καὶ ἐπὶ τοῦ ὕπνου γινόμενον  ἴδοι τις ἄν. Οὐ γὰρ ἁπαλὴ στρωμνὴ,οὐδὲ ἀργυρένδετος κλίνη, οὐδὲ ἡσυχία κατὰ τὸ δωμάτιον γινομένη, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν τὸν ὕπνον γλυκὺν καὶ προσηνῆ ποιεῖν εἴωθεν, ὡς τὸ πονεῖσθαι καὶ κάμνειν  καὶ δεομένους ὕπνου σφόδρα καὶ νυστάζοντας κατακλίνεσθαι· καὶ τοῦτο αὐτὸ  μαρτυρεῖ μὲν  καὶ  ἡ  τῶν  πραγμάτων  πεῖρα, μαρτυρεῖ δὲ  καὶ  πρὸ τῆς  τῶν πραγμάτων πείρας καὶ ἡ τῶν Γραφῶν ἀπόφασις. Ὁ γὰρ τῇ τρυφῇ συναναστραφεὶς Σολομὼν αὐτὸ τοῦτο δηλῶσαι βουλόμενος  ἔλεγεν· Ἡδὺς ὕπνος τῷ δούλῳ, ἄν τε ὀλίγον ἄν τε πολὺ φάγῃ. Τίνος ἕνεκεν προσέθηκεν, Ἄν τε ὀλίγον, ἄν τε πολὺ φάγῃ; Ἀμφότερα 49.45 ταῦτα ἀγρυπνίαν  ἐμποιεῖν εἴωθεν, ἔνδεια καὶ ἀδηφαγία· ἡ μὲν τὸ σῶμα ξηραίνουσα, καὶ κερατοποιοῦσα τὰ βλέφαρα, καὶ οὐκ ἀφιεῖσα καταστέλλεσθαι· ἡ δὲ τὸ πνεῦμα στενοχωροῦσα, καὶ ἀποθλίβουσα, καὶ πολλὰς παρέχουσα τὰς ὀδύνας. Ἀλλ' ὅμως  τοσαύτη ἐστὶν  ἡ τῶν  πόνων  παραμυθία,  ὡς  εἰ  καὶ  ταῦτα  ἀμφότερα προσγένοιτο, δύνασθαι τὸν οἰκέτην καθεύδειν. Ἐπειδὴ γὰρ κατὰ τὴν ἡμέραν ἅπασαν πανταχοῦ περιτρέχουσι διακονούμενοι τοῖς αὐτῶν δεσπόταις, κοπτόμενοι, ταλαιπωρούμενοι,  καὶ οὐδὲ μικρὸν ἀναπνέοντες,  τῶν  καμάτων  ἐκείνων  καὶ τῶν πόνων ἱκανὴν ἀπολαμβάνουσιν ἀμοιβὴν τὴν ἐν τῷ καθεύδειν ἡδονήν. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας  ἔργον ἐγένετο, τὸ μὴ χρυσῷ καὶ ἀργύρῳ ὠνητὰς εἶναι τὰς ἡδονὰς,  ἀλλὰ  πόνῳ  καὶ  μόχθῳ  καὶ  χρείᾳ  καὶ  φιλοσοφίᾳ  πάσῃ.  Ἀλλ'  οὐχ  οἱ πλουτοῦντες  οὕτως· ἀλλ' ἐπὶ τῶν  στρωμάτων κείμενοι πολλάκις  δι' ὅλης νυκτὸς ἀγρυπνοῦσι καὶ πολλὰ μηχανώμενοι τοιαύτης οὐκ ἀπολαύουσιν ἡδονῆς. Ὁ δὲ πένης ἐκ τῶν μεθημερινῶν ἀναστὰς πόνων κεκμηκότα ἔχων τὰ μέλη, πρὶν ἢ καταπεσεῖν, ἀθρόον καὶ ἡδὺν καὶ γνήσιον τὸν ὕπνον ἐδέξατο, οὐ μικρὸν καὶ τοῦτο τῶν δικαίων πόνων λαμβάνων μισθόν. Ὅταν οὖν μετὰ πλείονος ἡδονῆς ὁ πένης καὶ καθεύδῃ, καὶ πίνῃ,  καὶ  ἐσθίῃ, τίνος  ἔσται λοιπὸν  ὁ  πλοῦτος  ἄξιος, ὃ δοκεῖ  κατὰ  τῆς  πενίας προτέρημα ἔχειν, καὶ τοῦτο ἀφῃρημένος; ∆ιὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ Θεὸς πόνον τῷ ἀνθρώπῳ συνέζευξεν, οὐχὶ τιμωρούμενος αὐτὸν, οὐδὲ κολάζων, ἀλλὰ σωφρονίζων καὶ  παιδεύων.  Ὅτε ἄπονον  βίον  ἔζη  ὁ  Ἀδὰμ, ἐξέπεσε τοῦ  παραδείσου· ὅτε  δὲ ἐπίπονον  καὶ ἐπίμοχθον  ὁ Ἀπόστολος, καὶ ἔλεγεν, Ἐν κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν  ἐργαζόμενος,  τότε  ἀπῆλθεν  εἰς  τὸν  παράδεισον, καὶ  εἰς  τρίτον  ἀνῆλθεν οὐρανόν. Μὴ τοίνυν κακίζωμεν πόνον, μηδὲ διαπτύωμεν ἐργασίαν· καὶ γὰρ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν ἐντεῦθεν μεγίστην λαμβάνομεν ἀμοιβὴν, τὴν ἐκ τοῦ πράγματος ἡδονὴν καρπούμενοι· οὐχ ἡδονὴν δὲ μόνον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστιν ἡδονῆς, ὑγείαν καθαρωτάτην. Τοῖς μὲν γὰρ πλουτοῦσι μετὰ τῆς ἀηδίας πολλὰ καὶ τὰ νοσήματα ἐπιῤῥεῖ· οἱ δὲ πένητες τῶν ἰατρικῶν εἰσιν ἀπηλλαγμένοι χειρῶν· εἰ δέ  που  καὶ  περιπέσοιεν  ἀῤῥωστήματι,  ταχέως  ἑαυτοὺς  ἀνεκτήσαντο,  βλακείας ἁπάσης ἀπηλλαγμένοι,  καὶ τὰ σώματα εὔρωστα ἔχοντες.  Μέγα κτῆμα πενία  τοῖς φιλοσόφως αὐτὴν φέρουσι, θησαυρὸς ἄσυλος, βακτηρία ἰσχυροτάτη, κτῆσις ἀνεπηρέαστος, καταγώγιον  ἀνεπιβούλευτον.  Ἀλλὰ πλεονεκτεῖται,  φησὶν, ὁ πένης· ἀλλ' ἐπιβουλεύεται  μειζόνως  ὁ πλούσιος· καταφρονεῖται  ὁ πένης  καὶ  ὑβρίζεται· ἀλλὰ  φθονεῖται  ὁ εὔπορος. Οὐχ οὕτως  ἐστὶν εὐκαταγώνιστος  ὁ πένης,  ὥς  ἐστιν εὐκαταγώνιστος ὁ πλούσιος, μυρίας πάντοθεν καὶ τῷ διαβόλῳ καὶ τοῖς ἐπιβούλοις παρέχων λαβὰς, καὶ πάντων ὢν δοῦλος διὰ τὴν πολλὴν τῶν πραγμάτων περιβολήν· ὁ πολλῶν  ἐν χρείᾳ καθεστὼς πολλοὺς ἀναγκάζεται  κολακεύειν,  καὶ μετὰ πολλῆς θεραπεύειν  δουλοπρεπείας·  ὁ δὲ πένης  ἂν  εἰδῇ φιλοσοφεῖν,  οὐδὲ ὑπ' αὐτοῦ  τοῦ διαβόλου καταγωνισθῆναι δύναται. Ὁ οὖν Ἰὼβ ἰσχυρὸς ὢν καὶ πρὸ τούτου, ἡνίκα τὰ
πάντα ἀπέβαλε, τότε γέγονεν  ἰσχυρότερος, καὶ λαμπρὰν ἤρατο κατὰ τοῦ διαβόλου τὴν νίκην. Ἄλλως δὲ οὐδὲ ὑβρίζεσθαι δύναται ὁ πένης, ἂν εἰδῇ φιλοσοφεῖν. Ὅπερ γὰρ ἔφην περὶ τῆς ἡδονῆς, ὅτι ἡ ἡδονὴ οὐκ ἐν τῇ πολυτελείᾳ τῶν σιτίων, ἀλλ' ἐν τῇ διαθέσει τῶν ἑστιωμένων 49.46 κεῖται, τοῦτο καὶ περὶ τῆς ὕβρεως λέγω· ὅτι ἡ ὕβρις οὐκ ἀπὸ τῆς γνώμης  τῶν  ὑβριζόντων, ἀλλ' ἀπὸ τῆς διαθέσεως τῶν πασχόντων  ἢ συνίσταται  ἢ  ἀπόλλυται·  οἷόν  τι  λέγω·  ὕβρισέ τις  πολλὰ  ῥητὰ  καὶ  ἄῤῥητα; ἂν καταγελάσῃς  τῶν  ὕβρεων,  ἂν  μὴ παραδέξῃ τὰ  ῥήματα, καὶ  ἀνώτερος  γένῃ  τῆς πληγῆς, οὐχ ὑβρίσθης. Καὶ καθάπερ εἰ σῶμα ἀδαμάντινον  εἴχομεν, εἰ καὶ μυρίοις πανταχόθεν  ἐβαλλόμεθα  βέλεσιν, οὐκ ἂν ἐδεξάμεθα τὰς πληγάς· οὐ γὰρ ἀπὸ τῆς ἀφιείσης τὰ βέλη χειρὸς, ἀλλ' ἀπὸ τῶν πασχόντων  σωμάτων τὰ τραύματα γίνεται· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ ἀπὸ τῆς μανίας τῶν ὑβριζόντων, ἀλλ' ἀπὸ τῆς ἀσθενείας τῶν ὑβριζομένων αἱ ὕβρεις, καὶ αἱ τῶν ὕβρεων ἀτιμίαι συνίστανται. Ἂν γὰρ εἰδῶμεν φιλοσοφεῖν,  οὐδὲ ὑβρίζεσθαι δυνάμεθα, οὐδὲ πάσχειν τι τῶν  δεινῶν.  Ὕβρισεν ὁ δεῖνα, ἀλλ' οὐκ ᾐσθάνθης, οὐκ ἤλγησας; οὐχ ὑβρίσθης, ἀλλὰ καὶ μᾶλλον ἔπληξας ἢ ἐπλήγης.  Ὅταν γὰρ ὁ ὑβρίσας ἴδῃ μὴ καθικνουμένην  αὐτοῦ τὴν πληγὴν  τῆς τῶν λοιδορηθέντων  ψυχῆς, αὐτὸς δάκνεται μειζόνως, καὶ τῶν ὑβριζομένων σιγώντων, αὐτόματος ἡ πληγὴ τῶν ὕβρεων κατὰ τοῦ πέμψαντος ὑποστρέψασα φέρεται.
θʹ.  Φιλοσοφῶμεν  τοίνυν   ἐν  ἅπασιν,  ἀγαπητοὶ,  καὶ  οὐδὲν  ἡμᾶς  πενία παραβλάψαι   δυνήσεται,   ἀλλὰ   καὶ   ὠφελήσει   τὰ   μέγιστα,   καὶ   λαμπροτέρους
ἐργάσεται, καὶ πάντων τῶν πλουτούντων  εὐπορωτέρους. Τί γὰρ, εἰπέ μοι, τοῦ Ἠλία πενέστερον ἦν; Ἀλλὰ διὰ τοῦτο πάντας ἐνίκα τοὺς πλουτοῦντας, ἐπειδὴ οὕτω πένης ἦν, καὶ αὐτὴν δὲ τὴν πενίαν ἀπὸ πλουσίας εἵλετο διανοίας. Ἐπειδὴ γὰρ ἅπαντα τῶν
χρημάτων τὸν πλοῦτον ἐλάττονα τῆς ἑαυτοῦ μεγαλοψυχίας ἐνόμιζεν εἶναι, καὶ οὐκ ἄξιον αὐτοῦ τῆς φιλοσοφίας, διὰ τοῦτο πενίαν τοσαύτην ἠσπάσατο· ὡς εἰ μεγάλα τὰ παρόντα ἐνόμισεν εἶναι, οὐκ ἂν μηλωτὴν ἐκτήσατο μόνον, ἀλλ' οὕτω κατέγνω τῆς
παρούσης ματαιότητος ἁπάσης, καὶ ὡς πηλὸν ἐῤῥιμμένον τὸ χρυσίον ἅπαν ἑώρα, ὡς τῆς περιβολῆς ἐκείνης μηδὲν κτήσασθαι πλέον. ∆ιὰ τοῦτο ὁ βασιλεὺς τοῦ πένητος ἐδεῖτο, καὶ πρὸς τὸ στόμα ἐκεχήνει τοῦ μηδὲν πλέον μηλωτῆς ἔχοντος, ὁ τοσοῦτον
χρυσίον ἔχων· οὕτω λαμπροτέρα τῆς πορφυρίδος ἡ μηλωτὴ ἦν, καὶ τῶν βασιλικῶν αὐλῶν τὸ σπήλαιον τοῦ δικαίου. ∆ιὰ τοῦτο καὶ εἰς τὸν οὐρανὸν ἀνιὼν, οὐδὲν ἕτερον, ἀλλ' ἢ τὴν μηλωτὴν τῷ μαθητῇ κατέλιπε. Μετὰ ταύτης, φησὶ, τῷ διαβόλῳ ἐπάλαισα,
ταύτην  καὶ σὺ λαβὼν  ὁπλίζου κατ' ἐκείνου· ἰσχυρὸν γὰρ ὅπλον ἀκτημοσύνη, καὶ ἀκαταγώνιστον  καταγώγιον,  καὶ  πύργος  ἀσάλευτος. Ἐδέξατο καθάπερ  μεγίστην κληρονομίαν  τὴν μηλωτὴν  ὁ Ἑλισσαῖος· καὶ γὰρ ἦν ἀληθῶς μεγίστη κληρονομία,
παντὸς χρυσίου τιμιωτέρα. Καὶ ἦν ἐκ τότε διπλοῦς Ἠλίας ἐκεῖνος, καὶ ἦν ἄνω Ἠλίας,καὶ κάτω  Ἠλίας. Οἶδα ὅτι μακαρίζετε τὸν  δίκαιον  ἐκεῖνον,  καὶ ἐβούλεσθε αὐτὸς ἕκαστος ἐκεῖνος εἶναι. Τί οὖν ἂν ὑμῖν ὑποδείξω, ὅτι ἕτερόν τι πολλῷ μεῖζον ἐκείνου πάντες  ἐλάβομεν  οἱ  μεμυσταγωγημένοι;  Ὁ μὲν  γὰρ  Ἠλίας  μηλωτὴν  ἀφῆκε  τῷ μαθητῇ· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ἀναβαίνων τὴν σάρκα ἡμῖν κατέλιπε τὴν ἑαυτοῦ· ἀλλ' ὁ μὲν Ἠλίας ἀποδυσάμενος, ὁ δὲ Χριστὸς καὶ ἡμῖν κατέλιπε, καὶ ἔχων αὐτὴν ἀνῆλθε. Μὴ τοίνυν καταπίπτωμεν,  μηδὲ ὀδυρώμεθα, μηδὲ δυσκολίαν φοβώμεθα καιρῶν· ὁ γὰρ τὸ αἷμα αὐτοῦ μὴ παραιτησάμενος ὑπὲρ ἁπάντων  ἐκχέαι, καὶ τῆς σαρκὸς ἡμῖν μεταδοὺς καὶ αὐτοῦ τοῦ αἵματος πάλιν, τί παραιτήσεται ποιῆσαι τῆς ἡμετέρας ἕνεκεν σωτηρίας;  Ταύταις  τοίνυν   49.47 θαῤῥοῦντες  ταῖς  ἐλπίσι,  παρακαλῶμεν  αὐτὸν διηνεκῶς, καὶ εὐχαῖς καὶ ἱκετηρίαις προσανέχωμεν, καὶ τῆς λοιπῆς ἀρετῆς ἐπιμελώμεθα   μετὰ   ἀκριβείας   ἁπάσης,  ἵνα   καὶ   τὸν   ἐπικείμενον   διαφύγωμεν κίνδυνον, καὶ τῶν μελλόν 49.48 των ἐπιτύχωμεν  ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
!-

0 σχόλια :

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.